TLG 2062 123 :: JOANNES CHRYSOSTOMUS :: De sancta trinitate [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De sancta trinitate [Sp.] Citation: Vol — pg — (ln) | ||
48.1087(18t) | ΠΕΡΙ ΤΗΣ ΑΓΙΑΣ ΚΑΙ ΟΜΟΟΥΣΙΟΥ ΤΡΙΑΔΟΣ. | |
19 | αʹ. Οἱ κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος τὰς | |
---|---|---|
20 | γλώσσας ἀκονῶντες, καὶ λυττῶντες, καὶ τὸ τοῦ μονο‐ γενοῦς Υἱοῦ καὶ τὸ τοῦ ἁγίου Πνεύματος ἀξίωμα καθαιρεῖν ἐπιχειροῦντες, ἐλέγχονται μὲν ὑπ’ αὐτοῦ τοῦ ἁγίου Πνεύματος τοῦ λαλήσαντος διὰ τῶν ἁγίων προφητῶν, καὶ ὑπὸ τοῦ Λόγου τοῦ κηρύξαντος τὴν | |
25 | ἑαυτοῦ ἔνσαρκον παρουσίαν, τὴν δι’ ἡμᾶς ἐκ Παρθέ‐ νου ἁγίας γενομένην, ἄφραστόν τε καὶ ἀναλλοίωτον, διὰ τῶν ἑαυτοῦ ἀξίων· ἐλεγχθήσονται δὲ ἐν ἡμέρᾳ τῆς δικαιοκρισίας αὐτοῦ τελειότατον, ὅταν πάλιν ἔρ‐ χηται ἐξ οὐρανοῦ ἐνδοξασθῆναι ἐν τοῖς ἁγίοις αὐτοῦ, | |
30 | καὶ θαυμασθῆναι ἐν τοῖς φυλάξασιν ἄτρεπτον αὐτοῦ τὴν πίστιν. Ἐτόλμησαν δὲ, ἀγαπητοὶ, Ἀρειανῶν παῖ‐ δες, καὶ Μακεδονιανῶν μανίαν κατεχόμενοι, λέγειν Θεὸν μέγαν καὶ μικρὸν, καὶ κτιστὸν Θεὸν, Ἑλληνισμὸν παρεισφέροντες ἡμῖν. Ἐκείνων γάρ ἐστι κτίσματι | |
35 | προσκυνεῖν, καὶ τὸν μὲν τῶν θεῶν αὐτῶν μεγαλύνειν, τὸν δὲ σμικρύνειν. Εἰ γὰρ λείπεταί τι ἢ ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, οὐ Θεός. Παῦλος γὰρ μεμφόμενος αὐτοὺς ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, λέγει· Ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα, ὅς | |
40 | ἐστιν ἐπὶ πάντων Θεὸς εὐλογητός. Εἰ δὲ κτίσματι προσκυνοῦσι, λέγοντες τὸν Υἱὸν καὶ τὸ Πνεῦμα κτί‐ σμα, ἐπικατάρατοί εἰσι κατὰ τὸν Μωϋσῆν τὸν λέ‐ γοντα· Ἐπικατάρατος πᾶς ὁ προσκυνῶν κτίσματι καὶ ποιήματι. Ἡμεῖς δὲ οὐ κτίσματι προσκυνοῦμεν, | |
45 | ἀλλὰ Τριάδα ἄκτιστον, ἄτρεπτόν τε καὶ ἀναλλοίωτον καὶ ὁμοούσιον, μηδὲν ἐπείσακτον ἔχουσαν, ἢ δοῦλον, ἢ ἐκ προκοπῆς εἰς τὸ εἶναι ἐπανελθὸν, ὡς πρότερον μὲν οὐκ ὂν, ὕστερον δὲ ἐπιγενόμενον. Βλέπε γάρ μοι τὰς μαρτυρίας τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, καὶ | |
48.1087(50) | σέβου ταύτην ὀρθῶς, ἵνα μὴ ἀπόλῃ. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέ‐ ραν καὶ καθ’ ὁμοίωσιν. Εἰπέ μοι οὖν, μετὰ τίνος συμβουλεύεται ὁ Θεός; Μετὰ τῶν ἀγγέλων, φησίν. Ἀλλ’ οὐκ ἔχουσιν οἱ ἄγγελοι τὴν εἰκόνα τοῦ Θεοῦ· | |
55 | λέγει δὲ πρὸς τὸν συνδημιουργὸν Υἱὸν καὶ τὸ ἅγιον Πνεῦμα. Καὶ ἵνα πεισθῇς τοῦτο ἀληθὲς εἶναι, ἄκου‐ σον τοῦ ψαλμῳδοῦ λέγοντος· Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στό‐ ματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. Οὐκ ἀγνοεῖς | |
60 | δὲ τὸν Λόγον εἶναι τὸν Υἱόν. Φησὶ γὰρ ὁ θεολόγος Ἰωάννης· Καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ περὶ τοῦ Πνεύματος, Πνεῦμα ὁ Θεός. Λέγει οὖν ὁ Θεὸς καὶ Πατὴρ πρὸς τὸν Θεὸν τὸν Υἱὸν, καὶ Θεὸν τὸ Πνεῦμα τὸ ἅγιον· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμε‐ | |
65 | τέραν. Καὶ οὐκ εἶπεν, Ἐμὴν καὶ ὑμῶν, οὔτε Ἐμὴν καὶ σήν. Σημαίνουσα δὲ ἡ Γραφὴ μίαν εἰκόνα τῆς | |
ἁγίας Τριάδος εἶναι, λέγει· Καὶ ἐποίησεν ὁ Θεὸς | Column end | |
48.1088(19) | τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. | |
20 | Καθὼς καὶ Παῦλος βοᾷ περὶ τοῦ Υἱοῦ· Ὃς ὢν ἀπαύ‐ γασμα τῆς δόξης, καὶ χαρακτὴρ τῆς ὑποστά‐ σεως. Καὶ πάλιν ἀλλαχοῦ ἡ Γραφή· Δεῦτε, καὶ κα‐ ταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας. Τῷ εἰπεῖν, Δεῦτε, τοὺς ὁμοτίμους καλεῖ. Οὔτε γὰρ εἰ ἀγ‐ | |
25 | γέλοις ἐπέταξεν, εἶχεν εἰπεῖν, Δεῦτε, ἀλλ’ ἐπιτακτι‐ κῶς, Πορεύεσθε. Βλέπε δέ μοι Πατρὸς φωνὴν, Υἱὸν καὶ Πνεῦμα καλοῦσαν. Εἰ γὰρ πρὸς ἕνα μόνον τοῦτο ἐῤῥέθη, εἶχεν εἰπεῖν, Δεῦρο, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὰς γλώσσας· τὸ δὲ εἰπεῖν, Δεῦτε, | |
30 | ἑνός ἐστι φωνὴ πρὸς δύο τινὰς ὁμοτίμους. Ἄκουε δὲ καὶ τοῦ μακαρίου Ἰὼβ σαφῶς δηλοῦντος τὴν ἀχώρι‐ στον Τριάδα· φησὶ γάρ· Ζῇ Κύριος, ὃς οὕτω με ἔκρινε, καὶ ὁ παντοκράτωρ, ὁ πικράνας μου τὴν ψυχὴν, καὶ πνεῦμα θεῖον τὸ περιὸν ἐν ῥισί μου. | |
35 | Κύριον καὶ παντοκράτορα καὶ θεῖον Πνεῦμα εἰπὼν, τὴν ὁμοούσιον Τριάδα ἀνεκήρυξε. Μάνθανε καὶ τῶν Σεραφὶμ τὸν ὕμνον, κραζόντων τρίτον· Ἅγιος, ἅγιος, ἅγιος. Οὐ γὰρ λέγουσιν ἅπαξ μόνον, Ἅγιος, οὔτε δεύ‐ τερον, Ἅγιος, ἅγιος, οὔτε τέταρτον, οὐδὲ λέγουσιν, | |
40 | Ἅγιοι, ἅγιοι, ἅγιοι· ἵνα μὴ τὸ πολυώνυμον εἰς πολυ‐ θεΐαν ἡμᾶς ἐξαγάγῃ, ἀλλ’ ἓν μόνον, τρίτον δέ· Ἅγιος, ἅγιος, ἅγιος. Δηλοῦσι γὰρ διὰ τούτων μίαν καὶ ἴσην δοξολογίαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύ‐ ματος. Ἄκουε δὲ καὶ τοῦ προφήτου λέγοντος πάλιν· | |
45 | Πνεῦμα Κυρίου ἐλάλησεν ἐν ἐμοὶ, καὶ ὁ λόγος αὐτοῦ ἐν τῷ στόματί μου. Προδέδεικται, ὅτι Θεὸς ἦν ὁ Λόγος· Πνεῦμα γὰρ Κυρίου καὶ Λόγον καὶ Κύριον εἰπὼν κηρύττει ἀδιαίρετον Τριάδα. Ὅρα δὲ καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ πάντα τὰ κτί‐ | |
48.1088(50) | σματα καὶ τὰ ποιήματα εἰς δοξολογίαν Θεοῦ καλοῦν‐ τας, ἥλιον, σελήνην, ἄστρα, οὐρανοὺς, ἀγγέλους, δυ‐ νάμει, ἀνθρώπους, πνεύματα, πᾶσαν κτίσιν ὁρατήν τε καὶ ἀόρατον καὶ νοητήν· καὶ οὐδαμοῦ ἀπηρίθμη‐ σαν Υἱὸν ἢ Πνεῦμα ἅγιον ἐν τοῖς ποιήμασιν. Ἀλλ’ | |
55 | ἐρεῖς πάντως· Οὐκ ᾔδεισαν Πνεῦμα ἢ Υἱόν· Ἰουδαῖοι γὰρ ἦσαν· ἐλέγχῃ δὲ εὐθὺς ἀπ’ αὐτῆς τῆς Γραφῆς· Ἦν γὰρ ὁ τέταρτος, φησὶν, ὡς ὁμοίωμα Υἱοῦ Θεοῦ. Περὶ δὲ τοῦ ἁγίου Πνεύματος λέγει· Ἐξήγειρεν ὁ Θεὸς τῷ ἁγίῳ Πνεύματι παιδάριον νεώτερον, ᾧ | |
60 | ὄνομα Δανιήλ. Καὶ ἐν ἄλλοις δὲ πολλοῖς τόποις προ‐ κεκήρυκται τὸ Πνεῦμα τὸ ἅγιον ἐν τῇ Παλαιᾷ. Ἀλλ’ ᾔδεισαν μὲν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα τῆς μιᾶς θεότητος καὶ δυνάμεως ὄντας· ᾔδεισαν δὲ τὰ δοῦλα καλεῖν εἰς δοξολογίαν τῆς θεότητος. Ἵνα δὲ | |
65 | γνῷς, ὅτι οὐδὲν κτιστὸν ἐν τῇ Τριάδι ἢ ἐπείσακτον | |
ἐπιγίνεται, προτάξας ὁ Παῦλος τὸν Πατέρα, ἐν ἄλλῳ | 1087 | |
48.1089 | τόπῳ προτάττει τὸ ἅγιον Πνεῦμα· λέγει γὰρ οὕτως· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ ἡμεῖς εἰς αὐτόν· καὶ εἷς Κύριος Ἰησοῦς, δι’ οὗ τὰ πάντα, καὶ ἡμεῖς δι’ αὐτοῦ· καὶ ἓν Πνεῦμα ἅγιον. Ἀνά‐ | |
5 | παλιν δέ· Διαιρέσεις χαρισμάτων εἰσὶ, τὸ δὲ αὐτὸ Πνεῦμα· καὶ διαιρέσεις διακονιῶν εἰσιν, ὁ δὲ αὐ‐ τὸς Κύριος· καὶ διαιρέσεις ἐνεργημάτων εἰσὶν, ὁ δὲ αὐτὸς Θεὸς, ὁ ἐνεργῶν τὰ πάντα ἐν πᾶσι. Ταῦ‐ τα δὲ πάντα ἐνεργεῖ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαι‐ | |
10 | ροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται, καὶ οὐ καθὼς ἐπιτάσσεται. Βαπτιζομένου δὲ τοῦ Υἱοῦ ὁ Πατὴρ οὐ‐ ρανόθεν μαρτυρεῖ, Πνεῦμα δὲ τὸ ἅγιον ἐν εἴδει περι‐ στερᾶς κατέρχεται ἐπὶ τὸν ὁμότιμον. Διὰ τούτων πάντων ἓν βασίλειον νοεῖν διδασκόμεθα τῆς ἀδιαι‐ | |
15 | ρέτου Τριάδος. Αὐτὸς δὲ ὁ Θεὸς Λόγος, ὁ δι’ ἡμᾶς ἐν ἀληθείᾳ σαρκωθεὶς, μέλλων ἀνέρχεσθαι ὅθεν οὐκ ἐχωρίσθη, λέγει τοῖς ἁγίοις αὐτοῦ ἀποστόλοις· Πο‐ ρευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζον‐ τες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ | |
20 | καὶ τοῦ ἁγίου Πνεύματος. Ἐσφραγίσθημεν μὲν, ἀλλὰ μία σφραγὶς τῆς ἁγίας Τριάδος, ἓν βάπτισμα. Πῶς οὖν τολμᾷς ἀλλοτριῶσαι τῆς πατρῴας οὐσίας τὸν Υἱὸν, ἢ τὸ ἅγιον Πνεῦμα; Οὔτε γὰρ εἰ ἀλλότρια ὑπῆρχον, μετὰ τοῦ Πατρὸς ἐν τῷ βαπτίσματι εἶχον | |
25 | ἀπαριθμεῖσθαι. Τίνι γὰρ λόγῳ κατὰ τὸν σὸν λόγον, ὦ θεομάχε, εἰ κτιστὸς ὁ Υἱὸς, ἢ τὸ Πνεῦμα, μετὰ τοῦ Πατρὸς συμπεριλαμβάνεται; Εἰ γὰρ ἠδύνατο τὸ ὄνομα τοῦ Πατρὸς μόνον σῶσαι τὸν βαπτιζόμενον, διὰ τί τὰ κτίσματα μετ’ αὐτοῦ συμπεριλαμβάνεται, | |
30 | ὡς ἀδυνατοῦντος τοῦ Πατρὸς μόνου σῶσαι; Μὴ γέ‐ νοιτο! Εἰ οὖν ἀσθένειαν καταγγέλλει Πατρὸς, τὰ ὁμοούσια φεύγων, ἀναγκασθήσῃ ἐκ τῆς ἀληθείας σὺν ἡμῖν ὁμολογεῖν Τριάδα ἄκτιστον καὶ ὁμοούσιον καὶ παντοδύναμον. Ἀλλ’ ἐρεῖς μοι περὶ τοῦ Πατρὸς, ὅτι | |
35 | γέγραπται, Σὲ τὸν μόνον ἀληθινὸν Θεόν. Ἀλλὰ καὶ Θεὸς ἦν ὁ Λόγος· καὶ πῶς οὖν ἴσος τῷ Πατρί; τὸ γὰρ εἰπεῖν περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, ἔδειξε τὸν Υἱὸν οὐ φυσικὸν, ἀλλὰ θετὸν Θεόν. Τί οὖν, ὁ πολεμῶν τὴν ἑαυτοῦ σωτηρίαν; ἐπειδὴ | |
40 | γέγραπται, καθὼς λέγει Ἰωάννης περὶ τοῦ Πατρὸς, ὅτι Ὁ Θεὸς φῶς ἐστι, περὶ δὲ τοῦ Υἱοῦ, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινὸν, παρὰ τοῦτο τολμᾷς ἐλάττω λέγειν τὸν Πα‐ τέρα, διὰ τὸ μὴ προσκεῖσθαι τὸ φῶς τὸ ἀληθινὸν, ἀλλὰ περὶ Υἱοῦ μόνον, Ἦν τὸ φῶς ἀληθινόν; Ὥσπερ οὖν | |
45 | οὐ τολμᾷς σμικρῦναι τὸν Πατέρα διὰ τὸ μὴ προσκεῖ‐ σθαι τὸ, ἀληθινόν· οὕτως ἀκούων περὶ Πατρὸς, Σὲ τὸν μόνον ἀληθινὸν Θεὸν, περὶ δὲ τοῦ Υἱοῦ, τὸ Θεὸς μόνον, μὴ τολμήσῃς σμικρῦναι τὸν Υἱὸν, ἀντιπαρα‐ κειμένων ἀλλήλοις τῶν ὀνομάτων, τῷ Πατρὶ τὸ Θεὸς | |
48.1089(50) | ἀληθινὸς, τῷ Υἱῷ τὸ, Θεός· ἀνάπαλιν δὲ Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τῷ Υἱῷ, τῷ δὲ Πατρὶ τὸ φῶς μόνον. Ὡς οὖν οὐ τολμητέον εἰπεῖν περὶ Πατρὸς, ὅτι οὐκ ἔστι φῶς ἀληθινὸν, καὶ περὶ τοῦ Υἱοῦ, Θεὸς ἀληθινός· αὐτὸς γὰρ εἶπεν, Ἐγώ εἰμι ἡ ἀλήθεια· | |
55 | οὕτω καὶ περὶ τοῦ Πνεύματος τοῦ ἁγίου, ὅτι Πνεῦμα τῆς ἀληθείας. Διὰ τούτων τῶν μαρτυριῶν μάνθανε εὐσεβεῖν ἀδιαίρετον Τριάδα· Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν, εἶπεν ὁ μονογενὴς Θεὸς, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός. Μωϋσῆς λέγει· Ὁ ὢν ἀπ‐ | |
60 | έσταλκέ με. Ὁ ὤν ἐστιν ὁ Πατὴρ, ὁ ὤν ἐστιν ὁ Υἱὸς, ὁ ὢν πρὸς τὸν ὄντα, ἀνάρχως καὶ ἀχρόνως γεγενη‐ μένος. Πάντα ἔχει ὁ Πατὴρ, ἀληθῶς ζωὴ, καὶ ἀθα‐ νασία, καὶ φῶς, καὶ παντοδύναμος, καὶ Θεὸς, καὶ Κύριος· ἅπερ ἔχει καὶ ὁ Υἱός. Ἐγὼ γάρ εἰμι, φησὶν, | |
65 | ἡ ἀλήθεια καὶ ἡ ζωή· καὶ, Ἦν τὸ φῶς τὸ ἀληθινόν· καὶ, Θεὸς ἦν ὁ Λόγος· καὶ Θωμᾶς φησιν ὁ ἀπόστο‐ λος· Ὁ Κύριός μου καὶ ὁ Θεός μου· καθὼς καὶ ὁ ψαλμῳδὸς λέγει· Ταῖς χερσί μου τὸν Θεὸν ἐξ‐ εζήτησα, καὶ οὐκ ἠπατήθην. Ἐψηλάφησεν ὁ Θωμᾶς | |
70 | τὸν Λόγον ἐν ἀπιστίᾳ, καὶ οὐκ ἠπατήθη Κύριον καὶ Θεὸν ὁμολογήσας αὐτὸν ἐν πίστει. Ναὶ, φησί· λέγω τὸν Υἱὸν τοῦ Θεοῦ Θεὸν, οὐκ ἄναρχον δὲ, ἀλλὰ κτιστόν· οὐκοῦν καὶ δοῦλον. Καὶ πῶς, Ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι | |
75 | ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβών; Εἰ οὖν δοῦλός ἐστι, (πᾶν γὰρ κτίσμα δοῦλον), | |
πῶς δοῦλος ὢν, μορφὴν δούλου ἔλαβε; πῶς δὲ ἑαυτὸν | Column end | |
48.1090 | ἐκένωσεν, εἰ οὐκ ἦν Θεὸς τέλειος; Ὃ γὰρ οὐκ εἶχεν ἔλαβε, μείνας ὃ ἦν· οὐχ ὃ ἦν γέγονεν, ἀλλ’ ἐν μορφῇ Θεοῦ ὑπάρχων, διὰ φιλανθρωπίαν ἀτρέπτως ἔλαβε μορφὴν δούλου. Εἰ δὲ οὐ θέλεις αὐτὸν ὁμολογεῖν ἄναρ‐ | |
5 | χον, οὐκοῦν ἦν καιρὸς ὅτε οὐκ ἦν Υἱός; Ναὶ, φησίν. Ἴδε οὖν, κατὰ τὸν σὸν λόγον λέγω· ἦν καιρὸς ὅτε οὐκ ἦν Πατήρ· ὁ γὰρ μὴ ἔχων υἱὸν, πατὴρ οὐ κα‐ λεῖται. Καὶ ὁ Πατὴρ ἀρχὴν ἔσχε τοῦ εἶναι πατήρ· ἐκ γὰρ τοῦ υἱοῦ πατὴρ γινώσκεται, Ἆρα οὖν καὶ ὁ | |
10 | Πατὴρ ἦν καιρὸς ὅτε καὶ αὐτὸς ἦν υἱὸς ἑτέρου πα‐ τρός. Φεῦ τῆς τοιαύτης βλασφημίας! δοκῶν γὰρ τὸν Πατέρα σέβειν τελείως, εἰς αὐτὸν ἀσεβεῖς. Εἰ οὖν ὁ Υἱὸς αὐτὸς ἐποίησε τοὺς χρόνους καὶ καιροὺς, (πάντα γὰρ δι’ αὐτοῦ ἐγένετο), πῶς τολμᾷς λέγειν, ὅτι ἦν | |
15 | καιρὸς ὅτε οὐκ ἦν ὁ Υἱός; Οὐκοῦν κατὰ τὸν σὸν λόγον, μείζων ὁ χρόνος τοῦ Θεοῦ Λόγου· τὸ γὰρ πρῶτον ἀνάγκῃ καὶ μεῖζον. βʹ. Θέλεις δὲ γνῶναι ὅτι συναΐδιος τῷ Πατρὶ ὁ Υἱός; Λέγει Ἡσαΐας· Ἐγὼ Θεὸς πρῶτος, καὶ ἐγὼ εἰς τὰ | |
20 | μετὰ ταῦτα· πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος Θεὸς, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Εἰ οὖν ὕστερον τοῦ Πατρὸς λέγεις τὸν Υἱὸν, πῶς λέγει ὁ Πατὴρ, ὅτι Μετ’ ἐμὲ οὐκ ἔσται ἄλλος Θεός; εἰ δὲ εἰς τὸν Υἱὸν ἐκλάβῃς τοῦτο, πῶς λέγει· Πρὸ ἐμοῦ οὐκ ἐγένετο ἄλλος | |
25 | Θεός; Βλέπε οὖν διὰ τούτων συναΐδιον εἶναι τὸν Υἱὸν τῷ Πατρί. Ἄκουε δὲ τὰς μαρτυρίας τὰς περὶ τοῦ Υἱοῦ, καὶ φεῦγε τοῦ δυσφημεῖν αὐτόν· Ἔβρεξε Κύριος πῦρ παρὰ Κυρίου, καὶ πῦρ ἐπὶ Σόδομα. Κύριον καλεῖ τὸν Πατέρα, Κύριον τὸν Υἱὸν, Κύριον | |
30 | τὸ Πνεῦμα τὸ ἅγιον· ὥς φησιν, Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· καὶ οὐκ εἶπεν· Ὁ Κύριος ὁ μικρότε‐ ρος παρὰ Κυρίου τοῦ μεγάλου. Καὶ ὁ Μωϋσῆς φησι, Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· ἄγγελος δὲ κτίσματι οὐ προσκυνεῖ. Καὶ ἵνα | |
35 | μάθῃς περὶ τοῦ Υἱοῦ τοῦτο λελέχθαι, ἄκουε Παύλου λέγοντος· Ὅταν δὲ εἰσαγάγῃ τὸν πρωτότοκον εἰς τὴν οἰκουμένην, λέγει· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ. Καὶ Δαυῒδ δὲ ἐβόα· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ | |
40 | δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπό‐ διον τῶν ποδῶν σου. Καὶ οὐκ εἶπε, Κύριος τοῦ Κυρίου μου· ἀλλ’ εἶπε, Κύριος τῷ Κυρίῳ μου· Ἰδοὺ, φησὶν Ἡσαΐας, ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ | |
45 | Ἐμμανουήλ· ὅ ἐστι μεθερμηνευόμενον, Μεθ’ ἡμῶν ὁ Θεός. Ναὶ, λέγω αὐτὸν Υἱὸν, ὑποτακτικὸν μέντοι καὶ μικρότερον τοῦ Πατρός. Ἐλέγχει σε πάλιν Ἡσαΐας λέγων, ὅτι Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βου‐ | |
48.1090(50) | λῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, Θεὸς ἰσχυ‐ ρὸς, ἐξουσιαστὴς, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. Ὁ προφήτης ἐξουσιαστὴν, Θεὸν ἰσχυρὸν, ἀνακηρύττει· καὶ σὺ λέγεις αὐτὸν ὑποτακτι‐ κόν; ἐκεῖνος μεγάλης βουλῆς ἄγγελον καλεῖ· καὶ σὺ | |
55 | λέγεις μικρόν; Βλέπε δέ μοι καὶ Ἱερεμίαν βοῶντα περὶ αὐτοῦ· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσε‐ ται ἕτερος πρὸς αὐτόν. Περὶ τοῦ Πατρὸς λέγει, ἢ περὶ τοῦ Υἱοῦ; περὶ τοῦ Πατρὸς, φησίν. Ὁ Πατὴρ ἐσαρκώθη, ἢ ὁ Υἱός; Ὁ Υἱός. Οὐκοῦν κατὰ τὸν σὸν | |
60 | λόγον ὁ Πατὴρ ἐσαρκώθη. Ἀλλὰ νῦν βλέπω, κατὰ τὸν τοῦ προφήτου λόγον, ὅτι ὁ Υἱὸς ὁ καὶ συναναστραφεὶς τοῖς ἀνθρώποις. Ναὶ, ὁ Κύριος ἐσαρκώθη, ὁ δὲ Πατὴρ ἄσαρκος διέμεινεν. Ἐλέγχθητι οὖν, ὦ ἀνόητε, ὅτι περὶ Υἱοῦ λέγει, διὰ τῶν ἑξῆς· Οὗτος ὁ Θεὸς | |
65 | ἡμῶν· οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπη‐ μένῳ ὑπ’ αὐτοῦ· μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Ὁρᾷς αὐτὸν | |
70 | καὶ νομοθέτην; Εἰ γὰρ ἐξεῦρεν αὐτὸς πᾶσαν ὁδὸν ἐπιστήμης, ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ αὐτοῦ, αὐτός ἐστιν ὁ καὶ τῷ Μωϋσῇ φανεὶς καὶ νομοθετήσας. Καὶ πόθεν τοῦτο δῆλον; Ἄκουε τοῦ προφήτου λέγοντος· Διαθήσομαι | |
75 | ὑμῖν διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην, ἣν διεθέμην τοῖς πατράσιν ὑμῶν, ἡνίκα ἐπελαβόμην | |
τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰ‐ | 1089 | |
48.1091 | γύπτου· διδοὺς νόμους μου ἐν ταῖς καρδίαις αὐ‐ τῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐγγράψω αὐτούς· καὶ ἔσονταί μοι εἰς λαὸν, κἀγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Βλέπεις ὅτι αὐτός ἐστιν ὁ νομοθέτης Παλαιᾶς | |
5 | καὶ Καινῆς; Ὅτι γὰρ τὴν Καινὴν αὐτὸς νομοθετεῖ, οὔτε σὺ ἀμφιβαλεῖς. Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθὰ, μὴ ὀλιγοστὸς εἶ τοῦ εἶναί σε ἐν χιλιάσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος· καὶ αἱ ἔξοδοι αὐτοῦ ἀπ’ ἀρχῆς ἐξ ἡμερῶν· καὶ | |
10 | αὐτὸς ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Βλέ‐ πεις ἕνα λαὸν Πατρὸς καὶ Υἱοῦ. Ὁ Υἱὸς λέγει· Ἔσο‐ μαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοί μοι εἰς λαόν. Ὁ Πατὴρ περὶ Χριστοῦ λέγει· Καὶ ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Μάνθανε ἓν βασίλειον τοῦ Πα‐ | |
15 | τρὸς καὶ Υἱοῦ. Ὅσα δὲ μετὰ ταῦτα ἀκούεις αὐτοῦ λέγοντος ταπεινὰ, μετὰ τὸ ἰδίᾳ εὐδοκίᾳ σαρκωθῆναι, καὶ ἑαυτὸν ταπεινῶσαι διὰ τὴν τῶν ἀνθρώπων σω‐ τηρίαν, νόει ταῦτα θεοπρεπῶς· τὸ γράμμα γὰρ ἀπο‐ κτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Εἰ γὰρ τοῖς ἀποστό‐ | |
20 | λοις τοῖς ἑωρακόσιν αὐτοῦ τὰ θαύματα, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ πᾶσαν νόσον θεραπεύσασιν, ἔλεγε, Πολλὰ ὑμῖν εἶχον εἰπεῖν, ἀλλ’ οὐ δύνασθε βαστά‐ ζειν ἄρτι· τί πρὸς Ἰουδαῖον τὸν παχύτερον πολλῷ; Εἰ γὰρ ἵνα εἴπῃ, Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι, | |
25 | ἐβάστασαν λίθους λιθάσαι αὐτὸν, πῶς, εἴ τι τῶν ὑψηλῶν εἶπεν αὐτοῖς, ὅλως κἂν ἠνείχοντο ἀκούειν; Οὕτω καὶ ἐν τῇ Παλαιᾷ πολλὰ εὕροι τις ἂν περὶ Πατρὸς λεγόμενα πρὸς τὴν παχύτητα τῶν ἀκουόν‐ των· ὥσπερ, Ἑπτὰ ὀφθαλμοὶ Κυρίου ἐπιβλέποντες | |
30 | τὴν οἰκουμένην· καὶ, Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με· καὶ, Ἐξεγέρθητι· ἱνατί ὑπνοῖς, Κύριε; καὶ, Ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ῥομ‐ φαίαν αὐτοῦ στιλβώσει· τὸ τόξον αὐτοῦ ἐνέτεινε, καὶ ἡτοίμασεν αὐτό· τὰ βέλη αὐτοῦ τοῖς καιομέ‐ | |
35 | νοις ἐξειργάσατο. Καὶ πῶς; Οὔτε γὰρ πτερωτὸν τὸ Θεῖον, οὔτε ὕπνῳ κατεχόμενον, οὔτε ῥομφαία περὶ Θεὸν, ἢ τόξον, ἢ βέλη· ἀσώματον γὰρ τὸ Θεῖον. Ἀλλὰ ταῦτα ἀπειλεῖ ὁ προφήτης, καθάψασθαι βουλόμενος τῆς παχύτητος τῶν ἀκροατῶν· οὕτω καὶ ὁ Θεὸς Λόγος | |
40 | δι’ ἡμᾶς σαρκωθεὶς, μιμούμενος τὸν ἑαυτοῦ Πατέρα, ταπεινὰ φθέγγεται, πρὸς τὴν ἡμῶν σωτηρίαν ἀπο‐ βλέπων. Ἐπειδὴ γὰρ ἀντίθεον αὐτὸν ἐνόμιζον, λέ‐ γοντες, ὅτι Οὗτος οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ· καὶ, Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφη‐ | |
45 | μίας, ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν· καὶ διὰ τοῦτο ἐζήτουν αὐτὸν λιθάσαι, ὅτι οὐ μόνον ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι Πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, διὰ δὲ τὸ μὴ χωρεῖν αὐτοὺς τὰ ὑψηλὰ καὶ τῆς αὐτοῦ θεότητος ἄξια, | |
48.1091(50) | ἄρχεται ταπεινὰ λέγειν, διὰ πάντων δεικνὺς μὴ εἶναι ἀντίθεος. Εἰ ἠγαπᾶτέ με, ἐχαίρετε ἂν, ὅτι ἐγὼ πο‐ ρεύομαι πρὸς τὸν πέμψαντά με Πατέρα, ὅτι ὁ Πα‐ τήρ μου μείζων μου ἐστίν. Ὅτε γὰρ ἑαυτὸν ἴσον ἐποίει τοῦ Πατρὸς, λιθάζειν αὐτὸν ἐπεχείρουν. Εἰ δὲ | |
55 | ταῦτα οὕτω μὴ ἔχει, ἀναγκασθήσῃ ἐπαινεῖν Ἰουδαίους, ὅτι δικαίως ἐσταύρωσαν αὐτὸν, ὡς ἀντίθεον· ὁ γὰρ ἑαυτὸν ἴσον τῷ Θεῷ καὶ Πατρὶ ποιῶν, μὴ ὢν δὲ, ἀν‐ τίθεος. Ψεύδεται οὖν λοιπὸν Παῦλος, λέγων· Οὐχ ἁρ‐ παγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ. Τί οὖν ἐστιν ὁ | |
60 | Σωτὴρ, καθ’ ὃ οὐκ ἐσαρκώθη; Οὕτω τὸ, Πορεύομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν· ἄλλως αὐτοῦ κατὰ φύσιν, καὶ ἄλλως ἡμῶν κατὰ χάριν καὶ θέσιν· ἄλλως ὡς διὰ τὴν ἰδίαν εὐδοκίαν, καὶ διὰ τὴν κτιστὴν πρόσληψιν. καὶ | |
65 | ἄλλως ἡμῶν ὡς δημιουργημάτων. Εἰ δὲ ἀμφιβάλλεις ἐν τούτοις, εἶχεν εἰπεῖν· Πατέρα ἡμῶν καὶ ὑμῶν. Τί‐ νος ἕνεκεν διέστειλεν ἑαυτὸν, ἀλλ’ ἢ ταύτην ἡμᾶς τὴν θεοπρεπῆ ἔννοιαν διδάσκων; Βλέπεις, φησὶ, πῶς ἐπι‐ δέεται τῆς τοῦ Πατρὸς βοηθείας, λέγων· Νῦν ἡ ψυ‐ | |
70 | χή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Κακῶς ἀναγινώσκεις· εἶπε, Νῦν ἡ ψυχή μου τετάρακται· καὶ ἀποδιαστείλας ὧδε, ἐπήγαγε τὸ, Τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἐλήλυθα εἰς τὴν | |
75 | ὥραν ταύτην. Διὰ γὰρ τοῦ εἰπεῖν, Διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, ἔδειξεν, ὅτι οὐ τὸν θάνατον ἀνεδύετο τὸν σωτήριον. Ἐπιθυμίᾳ γὰρ ἐπεθύμησα | |
τὸ πάσχα τοῦτο φαγεῖν μεθ’ ὑμῶν, φησίν. Εἰ δυ‐ | Column end | |
48.1092 | νατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέ‐ σθω. Ἆρα τὸν θάνατον δειλιᾷ, ἢ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται; ὁ εἰπὼν, Δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολ‐ | |
5 | λὰ παθεῖν, καὶ ἀποκτανθῆναι, καὶ ταφῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι· ὁ εἰπὼν, Λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν· ὁ εἰπὼν, Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν· καὶ, Οὐδεὶς | |
10 | αἴρει αὐτὴν ἀπ’ ἐμοῦ· ἐγὼ ἀπ’ ἐμαυτοῦ τίθημι αὐ‐ τὴν, καὶ ἐγὼ πάλιν λαμβάνω αὐτήν· ὁ ἐπιτιμή‐ σας τῷ πρὸ βραχέος μακαρισθέντι Πέτρῳ ἐπὶ τῷ λό‐ γῳ, Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἔπειτα δὲ ἀνάξιον αὐτοῦ τὸ πάθος νομίσας, ἀκούσας· | |
15 | Ὕπαγε ὀπίσω μου, σατανᾶ· σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώ‐ πων· ὁ στηρίξας τὸ πρόσωπον αὐτοῦ ἀναβῆναι εἰς Ἱερουσαλὴμ, ἵνα σωτηρίαν διὰ τοῦ πάθους αὐτοῦ πᾶσι χορηγήσῃ· ὁ διὰ τῶν προφητῶν καὶ τὸ εἶδος | |
20 | τοῦ πάθους αὐτοῦ προκηρύξας, διὰ μὲν Ἱερεμίου· Ἐπ’ ἐμὲ ἐλογίσαντο λογισμὸν πονηρὸν, λέ‐ γοντες· Δεῦτε καὶ ἐμβάλλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς, τὸν σταυρὸν σημαίνων· διὰ δὲ Δαυΐδ· Ἔδωκαν εἰς | |
25 | τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπό‐ τισάν με ὄξος· καὶ, Ὤρυξαν χεῖράς μου καὶ πό‐ δας μου· διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον· καὶ διὰ Ἡσαΐου· Τὸν νῶτόν μου δέδωκα εἰς μάστιγας, | |
30 | τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσ‐ ωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυ‐ σμάτων. Οἶδας οὖν ταῦτα πάντα τελεσθέντα ἐν τῷ σταυρῷ. Ὑπὸ γὰρ Πιλάτου ἐφραγελλώθη, ὑπὸ δούλου ἐῤῥαπίσθη, ὑπὸ ἀνόμων ἐνεπτύσθη, ὑπὸ στρατιωτῶν | |
35 | ἥλοις ἐν σταυρῷ ἐπάγη, διαμεριζομένων αὐτοῦ τὰ ἱμάτια καὶ κλῆρον βαλλόντων. Ὁ διὰ πολλῶν τὸ πά‐ θος σημάνας, πῶς ἀναδύεται νῦν; Διὰ τί οὖν λέγει, Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτή‐ ριον τοῦτο; Ἠγνόει ὁ διάβολος τίς ἦν· βλέπων γὰρ | |
40 | αὐτὸν διψῶντα, πεινῶντα, κοπιῶντα, καὶ τὰς ἄλλας αὐτοῦ οἰκονομίας, ἐνόμισεν αὐτὸν ἄνθρωπον εἶναι ψι‐ λὸν, ὁρῶν δὲ αὐτοῦ τὰ θεϊκὰ θαύματα, Θεὸν ὑπενόει· ἀμφέβαλεν οὖν περὶ αὐτοῦ, ἀγνοῶν αὐτόν. Εἰ γὰρ ᾔδει ἀκριβῶς, ὅτι Θεὸς ἦν, οὐκ ἂν ἐτόλμησεν αὐτῷ | |
45 | προσελθεῖν· ὡς καὶ Παῦλος λέγει· Εἰ γὰρ ἔγνωσαν, οὐκ ἂν τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν. Προ‐ βάλλεται οὖν ὁ Δεσπότης δειλίαν, ἐκεῖνον ἐπι‐ σπώμενος, ἵνα ἐπελθὼν ὡς ἀνθρώπῳ, τροπωθῇ παρ’ αὐτοῦ, καὶ λυτρωθῶσι πάντες οἱ αἰχμάλωτοι, ὅσοι | |
48.1092(50) | κατείχοντο ὑπ’ αὐτοῦ. Ὥσπερ ἂν εἴ τις βασιλεὺς μέλ‐ λων τυράννῳ ἀσθενεῖ τινι συμβαλεῖν, ἐπίσταται δὲ ὅτι φεύξεται αὐτὸν, σοφίζεται δὲ δειλίαν, λέγων ταῖς δυνάμεσιν αὐτοῦ, Φύγωμεν δῆθεν ἀπὸ προσώπου αὐ‐ τοῦ, ὅπως μὴ ἀποδράσῃ ἡμᾶς, ἀλλὰ καταδιώξῃ, καὶ | |
55 | οὕτω στραφέντες συλλάβωμεν αὐτόν· οὕτω καὶ ὁ Δεσπότης προεβάλλετο δειλίαν, ἵνα ἐπέλθῃ ὁ διάβολος ὡς ἀνθρώπῳ, καὶ εὕρῃ διαρείσοντα αὐτὸν, καὶ ῥυό‐ μενον πάντας τοὺς ὑπὸ τοῦ ᾅδου κρατουμένους. Οὕτω γάρ φησιν· Ὤφθη ἄγγελος ἐνισχύων αὐτόν. Ὁ | |
60 | ὑπὸ ἀγγέλων προσκυνούμενος, καὶ ᾧ κάμπτει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων, πῶς ἰσχὺν παρὰ ἀγγέλου ἐλάμβανεν; Οὐκ ἰσχὺν, ἀλλὰ δοξολογίαν λέγοντος ἀγγέλου· Σοῦ ἐστιν ἡ βασιλεία καὶ τὸ κράτος, Δέσποτα. Οὐδεὶς ἐπίσταται τὴν | |
65 | ἡμέραν ἐκείνην, ἢ τὴν ὥραν, οὔτε οἱ ἄγγελοι, οὔτε ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ. Καὶ πῶς, φησὶν, ἴσος τῷ Πατρὶ, ὁ μὴ εἰδὼς τὴν ἡμέραν ἐκείνην; ὁ ποιήσας αὐτὴν, οὐκ οἶδεν αὐτήν; Καὶ διὰ τί οὖν λέγει, Οὔτε ὁ Υἱός; Βλέπε δὲ θεωρίαν· Δύο γνώσεις καὶ εἰδήσεις | |
70 | ἐν τῇ Γραφῇ εὕροι τις ἂν, μίαν μὲν τὴν κατὰ πρᾶξιν, ἑτέραν δὲ τὴν κατὰ γνῶσιν. Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, οὐχ ὡς πρότερον ἀγνοῶν· πῶς γὰρ ὁ εἰπὼν, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου; Καὶ ἔγνω | |
75 | Ἀβραὰμ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ, καὶ ὁ Ἰακὼβ | 1091 |
48.1093 | Λείαν καὶ Ῥαχήλ. Ἆρ’ οὖν ἠγνόει αὐτὰς ὁ δι’ αὐτὰς δεκατέσσαρα ἔτη δουλεύσας; ᾜδει μὲν αὐτὰς κατὰ γνῶσιν, ἐπὶ τέλει δὲ καὶ κατὰ πρᾶξιν. Ὁ οὖν Πατὴρ μὴ κρίνων τινὰ, ἀλλὰ τὴν κρίσιν ἅπασαν δεδωκὼς | |
5 | τῷ Υἱῷ, εἶδε τὴν ἡμέραν καὶ γνώσει καὶ πράξει· ὁ δὲ Υἱὸς ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ οὐ κρῖναι, εἶδεν αὐτὴν κατὰ γνῶσιν· ἐπειδὴ δὲ οὐδέπω ἔκρινεν, ἀγνοεῖ τὴν ἡμέραν, τὴν κατὰ πρᾶξιν γνῶσιν σημαί‐ νων. | |
10 | γʹ. Ἀλλὰ λέγει Παῦλος· Κατανοήσατε τὸν ἀπόστο‐ λον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Χριστὸν Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἀλλαχοῦ· Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποί‐ ησε· καὶ Σολομών· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν | |
15 | αὐτοῦ εἰς ἔργα αὐτοῦ. Ὁρᾷς πῶς κτίσμα καὶ ποίημα ἡ Γραφὴ αὐτὸν σημαίνει; Ἀλλ’ ἐλέγξει σε ἡ ἀκολουθία, ὦ θεομάχε· Πᾶς γὰρ, φησὶν, ἱερεὺς ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθ‐ ίσταται, εἰς τὸ προσφέρειν δῶρά τε καὶ θυσίας. | |
20 | Ἔλαβε γὰρ ἐξ ἡμῶν τὴν ποιητικὴν σάρκα ἀναμαρ‐ τήτως, ἣν ὑπὲρ ἡμῶν τῷ Πατρὶ προσήνεγκε θυσίαν. Κατὰ σάρκα οὖν, τῷ ποιήσαντι αὐτὸν, νόει, καὶ μὴ κατὰ τὴν θεότητα. Οὕτω καὶ, Κύριον καὶ Χριστὸν αὐ‐ τὸν ὁ Θεὸς ἐποίησε. Πρὸ γὰρ οἰκονομίας ἁπανταχῆ | |
25 | Θεὸς κηρύσσεται, καθὼς προδέδεικται, καὶ οὐδαμοῦ τις ποίημα αὐτὸν λέγει· ἀλλὰ διὰ τὴν ἕνωσιν τῆς κτιστῆς σαρκὸς λέγει, Κύριον καὶ Χριστὸν ὁ Θεὸς αὐτὸν ἐποίησε· πρὸς τὴν παχύτητα τῶν ἀκροατῶν· Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ με, φησίν. Ὁρᾷς | |
30 | ὅτι κτίσμα λέγει; Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τῶν ἑξῆς ἴωμεν· Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πρῶτον μὲν, ὦ κενό‐ δοξε, μάνθανε ὅτι Παροιμία ἡ βίβλος λέγεται· πᾶν δὲ τὸ παροιμιαζόμενον οὐ ταυτόν ἐστι τῇ τοῦ λόγου | |
35 | δυνάμει. Καὶ γὰρ ὁ Κύριος τὴν βασιλείαν τῶν οὐρα‐ νῶν σαγήνῃ καὶ ζύμῃ καὶ κόκκῳ σινήπιος παρείκα‐ σε, καὶ ἄλλοις πολλοῖς τοσούτοις· καὶ οὐ πάντως φα‐ μὲν τὴν βασιλείαν τι τούτων εἶναι. Ἀλλ’ οὐ περιφε‐ ρόμενος λέξω· Κύριος ἀρχὴν ὁδῶν αὐτοῦ ἔκτισέ | |
40 | με, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Πῶς οὖν τὸ γεννώμενον κτίζεται, ἢ θεμελιοῦται; ἢ πῶς τὸ κτιζόμενον γεννᾶται; Εἰ γὰρ κτιστὸς, οὐ γεννητός· ἡμεῖς οὐ κτίζομεν ἃ γεν‐ νῶμεν, οὐδὲ γεννῶμεν ἃ κτίζομεν. Καὶ πῶς ἐνδέχεται | |
45 | τὸν ἄκτιστον Πατέρα γεγεννηκέναι Υἱὸν κτιστόν; Ἡμεῖς γὰρ κτιστοὶ ὄντες κτιστὰ γεννῶμεν· ὁ δὲ Πα‐ τὴρ ἄκτιστος ὢν, ἄκτιστον Υἱὸν ἐγέννησεν. Ἀκύλας δὲ διερμηνεύων, Ἐκτήσατό με, εἶπε. Τὸ οὖν, ἔκτισέ με, τὸ μέλλον γενέσθαι ὡς ἤδη γεγονὸς προαναφωνεῖ· | |
48.1093(50) | καὶ γὰρ ἔθος τοῦτο τῇ Γραφῇ· ὥσπερ τὸ, Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐμὲ, φησὶν, ὃν βλέπετε κτιστὴν σάρκα ἰδίᾳ εὐδοκίᾳ ἑνώσαντα ἑαυ‐ τῷ, ἀπ’ ἀρχῆς εἰμι, οὐκ ἀπὸ Μαρίας ἔχω τὴν ἀρχήν. Ἐν ἀρχῇ γὰρ ἦν ὁ Λόγος· καὶ, Πρὶν Ἀβραὰμ γε‐ | |
55 | νέσθαι ἐγώ εἰμι. Ὁμολόγει οὖν Υἱὸν ἄκτιστον, καὶ συνάναρχον Πατρὶ, ἵνα μὴ δῷς καὶ τῷ Πατρὶ ἀρχὴν τοῦ γενέσθαι πατήρ. Εἰ λέγεις συνάναρχον τῷ Πατρὶ τὸν Υἱὸν, πῶς ἐγέννησεν ὁ Πατὴρ τὸν Υἱόν; θέλων, ἢ μὴ θέλων; Ἐὰν εἴπωμεν, Θέλων, ἀντιλέγουσιν· Ἰδὲ | |
60 | ἦν τὸ θέλημα πρὸ τοῦ Λόγου· πρὶν γὰρ θελῆσαι, φη‐ σὶν, οὐκ ἦν ὁ Υἱός· ἐὰν δὲ εἴπωμεν, Μὴ θέλων, λέ‐ γουσι· Τυραννεῖται τὸ Θεῖον· πᾶν δὲ τὸ τυραννούμε‐ νον οὐ Θεός. Ἡμεῖς δὲ λέγομεν, ὅτι ὥσπερ ὁ ἥλιος τὰς ἀκτῖνας καὶ τὸ φέγγος συναΐδια ἔχει, οὕτως ὁ | |
65 | Πατὴρ Υἱὸν καὶ ἅγιον Πνεῦμα· ἵνα μὴ εἴπωμεν καὶ τὸν Πατέρα ὑπὸ ἀρχήν. Εἰ γὰρ λέγεται ὑπὸ ἀρχὴν, πρὶν ἄρξασθαι τὸν Υἱὸν, οὐκ ἦν ὁ Πατὴρ πατὴρ, κατὰ τὸν σὸν λόγον, καὶ ἀναγκασθήσῃ τὸν Πατέρα ὑπ’ ἀρ‐ χὴν ποιεῖν ἀσεβῶς· εἰ δὲ μή γε, ἀντεπάγω σοι κἀγώ· | |
70 | Θέλων ὁ Πατὴρ ἐγένετο πατὴρ, ἢ μὴ θέλων; Ἐὰν εἴπῃς, Θέλων, ἰδὲ οὖν, πρὶν θελῆσαι οὐκ ἦν Πατήρ· ἦν οὖν καιρὸς ὅτε οὐκ ἦν πατὴρ ὁ Πατήρ· καὶ αὐτὸς οὖν ἤρξατο τοῦ εἶναι πατήρ· ἐὰν εἴπῃς, Μὴ θέλων, τετυράννηται, Θεὸς δὲ οὐ τυραννεῖται· τὸ γὰρ τυραν‐ | |
75 | νούμενον οὐ Θεός. Ὁρᾷς εἰς πόσην ἐμπίπτεις ἀσέ‐ βειαν, ἐὰν μὴ ὁμολογήσῃς συνάναρχον καὶ συναΐδιον καὶ συνδημιουργὸν Πατρὸς τὸν Υἱόν; Καὶ πῶς εἴπω | |
συνδημιουργόν; γέγραπται γὰρ, ὅτι Πάντα δι’ αὐτοῦ | Column end | |
48.1094 | ἐγένετο. Οὐκ ἀκούεις τοῦ προφήτου λέγοντος περὶ τοῦ Υἱοῦ, Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον, καὶ τὰ ἑξῆς· ὅτι Ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ | |
5 | ἀστέρας, ἃ σὺ ἐθεμελίωσας; Οὐχ ὁρᾷς τοῦ Χριστοῦ τὴν αὐθεντίαν λέγοντος· Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι· καὶ, Ὥσπερ ὁ Πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζωοποιεῖ, οὕτω καὶ ὁ Υἱὸς οὓς θέλει ζωοποιεῖ· καὶ, Νεανίσκε, σοὶ λέγω, | |
10 | ἐγέρθητι· καὶ τῷ Πνεύματι τῷ ἀκαθάρτῳ, Ἐγώ σοι ἐπιτάσσω, φιμώθητι, καὶ ἔξελθε ἀπ’ αὐτοῦ· καὶ, Θάρσει, τέκνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου; Ἐπειδὴ γὰρ ἐκεῖνοι ἔλεγον, Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ Θεὸς, ἐκ τοῦ στόματος | |
15 | αὐτῶν ἐλέγχων αὐτοὺς, φησίν· Ὑμεῖς εἴπατε, ὅτι Θεοῦ μόνου ἐστὶν ἀφιέναι ἁμαρτίας· ἰδοὺ οὖν ἀφίημι ἁμαρτίας, καὶ ὁμολογήσατέ μου τὴν θεότητα. Εἰ δὲ ἀπιστεῖτε, ἐκ τῆς τοῦ σώματος ῥώσεως βλέπετε καὶ μάθετε καὶ τὴν τῆς ψυχῆς ὑγίειαν. Τότε λέγει αὐτῷ· | |
20 | Ἐγερθεὶς ἆρόν σου τὸν κράββατον, καὶ ὕπαγε εἰς τὸν οἶκόν σου· καὶ πάλιν ἄλλῳ· Ἔκτεινον τὴν χεῖρά σου· καὶ τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο· Ἡ παῖς, ἔγειραι· Λάζαρε, δεῦρο ἔξω· Θέλω, καθαρί‐ σθητι· καὶ τὰ ἑξῆς ἅπαντα, δι’ ὧν δηλοῖ τὸ πρὸς τὸν | |
25 | Πατέρα ὁμότιμον· ἅπερ ἅπαντα καταμανθάνων, πί‐ στευε ὅτι ὁμοούσιός ἐστι τῷ Πατρὶ, ὁμοούσιον δὲ καὶ τὸ Πνεῦμα. Εἰ γὰρ ἐκ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ ἐκ τοῦ Υἱοῦ λαμβάνει, οὐκ ἀλλότριον τῆς οὐσίας τοῦ Θεοῦ τὸ Πνεῦμα. Πνεῦμα Θεοῦ, Πνεῦμα Χριστοῦ, | |
30 | Πνεῦμα ἀληθείας, Πνεῦμα παράκλητον, ἀντιπαράθε‐ τον. Πνεῦμα ὁ Θεός· Ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστι· καθὼς καὶ ὁ Πέτρος πρὸς τὸν Ἀνανίαν· Τί ὅτι συν‐ εφωνήθη ὑμῖν πειρᾶσαι τὸ Πνεῦμα τὸ ἅγιον; Καὶ δηλῶν ὅτι Θεός ἐστι, φησίν· Οὐκ ἐψεύσω ἀνθρώπῳ, | |
35 | ἀλλὰ τῷ Θεῷ. Ὁρᾷς ὅτι Θεὸς τὸ Πνεῦμα ᾧ ἐψεύσατο; Καὶ ὁ Παῦλος λέγει· Ὑμεῖς ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν. Δηλονότι Θεός ἐστι τὸ Πνεῦμα τὸ οἰκοῦν ἐν ἡμῖν· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν· καὶ, Ὁ δεύτερος | |
40 | ἄνθρωπος εἰς Πνεῦμα ζωοποιοῦν· καὶ ἀλλαχοῦ λέ‐ γει, Ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδὲν, τὸ πνεῦμά ἐστι τὸ ζωοποιοῦν. δʹ. Μὴ τολμήσῃς οὖν φθέγξασθαί τι κατὰ τῆς ὁμο‐ ουσίου καὶ παντοδυνάμου Τριάδος. Καὶ πάλιν, Οὐδεὶς | |
45 | οἶδε τὰ τοῦ ἀνθρώπου, εἰ μὴ τὸ πνεῦμα τοῦ ἀν‐ θρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς οἶδεν, εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ· οὐκ ἔτι, τὸ ἐν αὐ‐ τῷ, ἵνα μή τις σύνθετον τὸ Πνεῦμα νομίσῃ. Τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ, καὶ τὰ βάθη τοῦ Θεοῦ. Ναὶ, | |
48.1094(50) | ἐρευνᾷ μὲν, οὐ καταλαμβάνει δέ· οὐ γὰρ γέγραπται, ὅτι καταλαμβάνει. Πῶς οὖν ἐρευνᾷ; ὡς περίεργον; ὡς ἀλλότριον; ὡς ἀγνοοῦν; Εἰ γὰρ δὴ γέγραπται, Βαθύτερά σου μὴ ζήτει, καὶ ἰσχυρότερά σου μὴ ἐξέταζε· ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ | |
55 | γάρ ἐστι χρεία τῶν κρυπτῶν. Εἰ ἀλλότριόν ἐστι κατὰ τὸν σὸν λόγον, πῶς ἐτόλμα τὰ βάθη τοῦ Θεοῦ ἐρευ‐ νᾷν; Περὶ τοῦ Πατρὸς γέγραπται· Ἐγὼ Θεὸς δοκι‐ μάζων νεφροὺς, καὶ ἐρευνῶν ταμιεῖα κοιλίας. Ἆρα διὰ τὸ μὴ προσκεῖσθαι τὸ, Καταλαμβάνω, ἀγνοεῖν τὸν | |
60 | Πατέρα φήσεις; Εἰ ἀγνοῶν ἐρευνᾷ καὶ δοκιμάζει, ἵνα καὶ περὶ τοῦ προσκυνητοῦ Πνεύματος τοῦτο τολ‐ μήσῃς λέγειν; Πῶς εἶπεν, Ἀφορίσατε δή μοι τὸν Παῦλον καὶ τὸν Βαρνάβαν εἰς τὸ ἔργον, ὃ προσκέ‐ κλημαι αὐτούς; Ὁρᾷς τὴν ἐξουσίαν· νόει τὴν θεό‐ | |
65 | τητα. Καὶ ὁ Ἄγαβος· Τάδε λέγει τὸ Πνεῦμα τὸ ἅγιον· Τὸν ἄνδρα. οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτω δή‐ σουσιν ἐν Ἱερουσαλήμ. Καὶ οἱ ἀπόστολοι· Ἔδοξε τῷ ἁγίῳ Πνεύματι μηδὲν πλέον τηρεῖν· καὶ πά‐ λιν· Διελθόντες δὲ τὴν Φρυγίαν καὶ τὴν Γαλατι‐ | |
70 | κὴν χώραν, κωλυθέντες ὑπὸ τοῦ ἁγίου Πνεύμα‐ τος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ. Ἐλθόντες δὲ εἰς Μυσίαν, ἐπειρῶντο εἰς τὴν Βιθυνίαν πορεύε‐ σθαι, καὶ οὐκ εἴασεν αὐτοὺς τὸ Πνεῦμα τὸ ἅγιον. Καὶ πάλιν, ὅτι Τὸ Πνεῦμά μοι τὸ ἅγιον κατὰ πόλιν | |
75 | διαμαρτύρεται, λέγον, καὶ τὰ ἑξῆς· καὶ ὁ προφή‐ της· Τὸ Πνεῦμά μου, φησὶν, ἐφέστηκεν ἐν μέσῳ ὑμῶν· ὁ δὲ Κύριος, Ὅπου ἐάν εἰσι δύο ἢ τρεῖς | |
συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ | 1093 | |
48.1095 | αὐτῶν· καὶ, Κύριος ἀπέσταλκέ με, καὶ τὸ Πνεῦμα αὐτοῦ· Προσέχετε ἑαυτοῖς, καὶ παντὶ τῷ ποι‐ μνίῳ ἐν ᾧ ὑμᾶς ἔθετο τὸ Πνεῦμα τὸ ἅγιον ἐπι‐ σκόπους καὶ διακόνους. Ὅρα τὴν δύναμιν τοῦ ἁγίου | |
5 | Πνεύματος, καὶ τὴν αὐθεντίαν καὶ τὴν ἐξουσίαν. Οὐκ ἄρα ἀλλότριον τοῦ Θεοῦ τὸ Πνεῦμα. Εἶδον, φη‐ σὶν Ἡσαΐας, τὸν Θεὸν ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρ‐ μένου, καὶ τὰ Σεραφὶμ κύκλῳ αὐτοῦ, καὶ τὰ ἑξῆς· καὶ εἶπον· Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι | |
10 | ἀκάθαρτα χείλη ἔχων, ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, καὶ τὸν βασιλέα Κύριον σαββαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου· καὶ εἶπε, Τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; Καὶ εἶπον· Ἰδοὺ ἐγὼ, ἀπόστειλόν με. Καὶ εἶπε πρός με (δηλο‐ | |
15 | νότι ὁ καθήμενος ἐν τῷ θρόνῳ), Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε. Τίς ἐστιν ὁ καθήμενος ἐπὶ θρόνου; Ὁ Πατὴρ, φησίν. Ἐὰν δὲ μάθῃς παρὰ τοῦ Παύλου, ὅτι τὸ Πνεῦμά | |
20 | ἐστιν, ὁμολογεῖς αὐτὸ Θεόν; Δεῖξον, φησὶ, καὶ πι‐ στεύω. Ἄκουε λοιπὸν αὐτοῦ λέγοντος· Καλῶς εἶπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ Ἡσαΐου τοῦ προφήτου· Πορεύθητι πρὸς τὸν λαὸν τοῦτον, καὶ εἰπέ· Ἀκοῇ ἀκούσετε, καὶ τὰ ἑξῆς. Παῦλος λέγει, Εἶπε τὸ | |
25 | Πνεῦμα τὸ ἅγιον· Ἡσαΐας λέγει, Εἶπε Κύριος σαβ‐ βαὼθ, ὅτι ἀδιάφορόν ἐστι τῇ Γραφῇ, περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος λέγειν. Μηκέτι οὖν λέγε μέγαν καὶ μικρὸν Θεὸν, ἐμπίπτων εἰς Ἑλληνισμόν. Εἰ γὰρ μικρὸς Θεὸς ὁ Υἱὸς, ψεύδεται Παῦλος λέγων· | |
30 | Προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὃν οὖν Παῦλος καλεῖ μέγαν Θεὸν, σὺ μὴ κάλει μικρόν· ἐν γὰρ Θεῷ πάντα τέλεια. Καὶ πάλιν· Ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάν‐ | |
35 | των Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Μήτε κτιστὸν Θεὸν ὀνομάσῃς ποτέ· ἀσεβὴς γὰρ ὁ κτίσμα προσκυ‐ νῶν. Τί οὖν; οὐ λέγεις τὸ σῶμα τοῦ Κυρίου κτιστόν; Ἴδε οὖν, καὶ σὺ κτίσμα προσκυνεῖς, ἀνόητε. Οὐδεὶς λέγει βασιλεῖ, Ἔκδυσαι τὴν πορφυρίδα σου, ἢ, ἔγειραι | |
40 | ἐκ τοῦ θρόνου σου, ἵνα σοι ψιλῷ προσκυνήσω, ἀλλὰ προσκυνεῖ βασιλεῖ ἐπὶ θρόνου καθημένῳ, καὶ ἐν πορ‐ φυρίδι ὄντι. Ηὐδόκησε γὰρ ὁ Θεὸς Λόγος τὴν κτιστὴν σάρκα τὴν ἐξ ἡμῶν ἀκηλιδώτως ἑνῶσαι ἑαυτῷ· προσ‐ | |
κυνητὴ οὖν ἐστι σὺν τῷ Θεῷ Λόγω, καθὼς καὶ ἀπ‐ | Column end | |
48.1096 | εθέωσεν αὐτήν. Καὶ τοῦτο σημαίνων ὁ θεσπέσιος Δαυῒδ βοᾷ· Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ, ὅτι ἅγιός ἐστιν. *** Ἐν ἄλλῳ ῥητῷ λέγων· Ὁ οὐρανός | |
5 | μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Τῇ γῇ ἡμᾶς κελεύεις προσκυνεῖν, ὦ μακάριε Δαυΐδ; καὶ πῶς Μωϋσῆς νομοθετεῖ, μήτε τῷ οὐρανῷ, μήτε τῇ γῇ, μήτε τοῖς ἐν αὐτοῖς προσκυνεῖν; Ὁρᾶτε μυ‐ στήριον. Ἐπειδὴ ἤμελλε χωρὶς ἁμαρτίας τὴν ἡμετέ‐ | |
10 | ραν σάρκα ἑνοῦν ἑαυτῷ εἰς μίαν προσκύνησιν, ἡ δὲ σὰρξ ἡμῶν ἐκ τοῦ Ἀδὰμ, ἐκ τῆς γῆς· κατὰ τοῦτο λέ‐ γει, Καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐ‐ τοῦ. Ἡμεῖς τῇ γῇ οὐ προσκυνοῦμεν, ἀλλὰ τῷ Θεῷ Λόγῳ τῷ ἑνώσαντι ἑαυτῷ χωρὶς ἁμαρτίας τὴν ἐκ τῆς | |
15 | γῆς πλασθεῖσαν τοῦ Ἀδὰμ σάρκα. Μηκέτι οὖν λέγε κτιστὸν Θεὸν τὸν Υἱόν· εἰπὲ γὰρ, ποῦ εἶπεν ὁ Πατὴρ, Ἔκτισά μοι υἱόν· ἢ ὁ Υἱὸς, ἔκτισέ με ὁ Πα‐ τήρ; Μηδὲ τὰς ἀνθρωπίνας φωνὰς τοῦ Χριστοῦ εἰς ἐλάττωσιν αὐτοῦ λάμβανε. Εἰ γὰρ τούτων λεχθέντων, | |
20 | καὶ τῶν ἀνθρωπίνων ἐπ’ αὐτῷ δειχθέντων, ἐτόλμη‐ σάν τινες λέγειν, δοκήσει καὶ φαντασίᾳ αὐτὸν σεσαρ‐ κῶσθαι· εἰ μὴ ταῦτα ἐγεγόνει, ποῦ οὐκ εἶχον ἐξοκεῖ‐ λαι ἀσεβείας; Πᾶς οὖν ὁ ταῖς ἁγίαις Γραφαῖς πι‐ στεύων, προσκυνείτω Τριάδα ἄκτιστον, ἄτρεπτον, | |
25 | ἀναλλοίωτον, παντοδύναμον, συνάναρχον, συναΐδιον καὶ ὁμοούσιον, Πατέρα, καὶ Υἱὸν, τὸν πρώην μὲν ἄσαρκον, ἐπὶ τέλει δὲ βουλήσει ἰδίᾳ ἐνανθρωπήσαντα τελείως, χωρὶς ἁμαρτίας, ἀτρέπτως καὶ ἀναλλοιώ‐ τως· γεγονὼς γὰρ ἄνθρωπος ἔμεινε τὸ εἶναι Θεός· | |
30 | οὐ γὰρ ἐτράπη τῆς αὐτοῦ δόξης καὶ ἀξίας· καὶ τὸ Πνεῦμα τὸ ἅγιον, Πνεῦμα τὸ λαλῆσαν διὰ τῶν προ‐ φητῶν. Τοὺς δὲ λέγοντας τρεπτὸν τὸν Υἱὸν, ἢ τὸ Πνεῦμα, ἢ ἀλλοιωτὸν, ἢ ἐξ ἑτέρας οὐσίας, ἢ ἐξ οὐκ ὄντων γεγονότα, ἢ ὅτι ἦν καιρὸς ὅτε οὐκ ἦν, ἀναθε‐ | |
35 | ματιζέτω αὐτοὺς ἡ καθολικὴ Ἐκκλησία. Ἐπαρκεῖ δὲ ταῦτα τῷ βουλομένῳ, κἂν ὀλίγα ὦσιν· ἅπαντα γὰρ διεξελθεῖν ἀδύνατον· ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος. Οὐδὲ αὐτὸν γὰρ οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἡμεῖς δὲ οἱ ἀνάξιοι, οἱ κατ‐ | |
40 | αξιωθέντες ὠφεληθῆναι ἐκ τῶν θείων Γραφῶν, προσ‐ κυνῶμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, ᾧ ἡ | |
δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1095 |