TLG 2062 122 :: JOANNES CHRYSOSTOMUS :: Contra Judaeos, gentiles et haereticos et in illud: Vocatus est Jesus ad nuptias [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Contra Judaeos, gentiles et haereticos et in illud: Vocatus est Jesus ad nuptias [Sp.]

Citation: Vol — pg — (ln)

48

.

1075

(27t)

ΠΡΟΣ ΙΟΥΔΑΙΟΥΣ
28tκαὶ Ἕλληνας καὶ αἱρετικούς· καὶ εἰς τὸ, Ἐκλήθη Ἰησοῦς εἰς γάμον.
29Οἱ νεοττοὶ τῶν χελιδόνων καθέζονται ἐν τῇ καλιᾷ
30προσδεχόμενοι τὴν τῶν γονέων παρουσίαν, φερόντων αὐτοῖς τὴν τροφήν· ἐπὰν δὲ ἴδωσιν αὐτοὺς ἐρχομέ‐ νους, κούφῳ τῷ πτερῷ τῆς διανοίας πτεροῦνται. Ὁμοίως δὲ κἀγὼ μέλλων ἐγγίζειν τῇ καλιᾷ ταύτῃ τῇ πνευματικῇ, προαναφωνῶν δοξάζω τὸν Θεὸν, ὅτι
35τοιαῦτά μοι τέκνα δέδωκε φιλόστοργα. Ἀλλὰ μὴν ἐπὶ τῶν χελιδόνων ἀπὸ στόματος εἰς στόμα δίδο‐ ται ἡ τροφὴ, ἐπὶ δὲ ἡμῶν οὐκ ἔστιν οὕτως, ἀλλ’ ἀπὸ στόματος εἰς ἀκοήν. Ἐκεῖνα γὰρ εἰς φθορὰν προχω‐ ροῦσι, ταῦτα δὲ εἰς ἀφθαρσίαν· ἐκεῖνα σώματα τρέ‐
40φει, ταῦτα δὲ ψυχὴν πιαίνει. Ταῦτα δέ μοι πάντα οὐχ ἁπλῶς οὔτε εἰκῆ εἴρηται· ἀλλ’ ἐπειδὴ τοῦ Εὐαγγε‐ λίου τοῦ σήμερον ἀναγνωσθέντος ἡ περιοχὴ εἰς ταύ‐ την ἡμᾶς τὴν διδασκαλίαν χειραγωγεῖ, ἀναγκαῖον ὑμᾶς παιδεῦσαι. Ἐκλήθη, φησὶν, ὁ Ἰησοῦς εἰς γά‐
45μον. Ἀλλὰ συντείνατε ἑαυτοὺς, παρακαλῶ, προσ‐ έχετε τοῖς λεγομένοις· Ἐπειδή τινες προφασίζονται γάμον, ἄλλοι τέκνα, ἄλλοι στρατείαν, ἄλλοι ἐμπορίαν, ἄλλοι τέχνην, ἄλλοι δουλείαν, ἄλλοι πλοῦτον, ἄλλοι πενίαν, καὶ ἄλλα τινὰ ὅσα ἔστι· βούλομαι οὖν ὑμῖν

48

.

1075

(50)

δεῖξαι, ὅτι οὔτε πλοῦτος ἐμποδίζει, οὔτε πενία, οὔτε στρατεία, οὔτε ἐμπορία, οὔτε γάμος, οὔτε τέκνα, οὔτε δουλεία, οὔτε τέχνη, οὔτε τι τῶν τοιούτων οὐδέν. Ἐκλήθη ὁ Ἰησοῦς εἰς γάμον· ἀπῆλθεν, ἢ οὐκ ἀπῆλθεν; Δῆλον ὅτι ἀπῆλθεν. Εἰ οὖν ἀπῆλθε, πῶς ὁ
55γάμος κακός; μὴ ἔχεις ἀπολογίαν; Ἐγὼ δὲ οὐ μόνον λέγω, ὅτι ἀπῆλθεν, ἀλλὰ καὶ δῶρα προσήνεγκε· τὸ γὰρ ὕδωρ εἰς οἶνον μετέβαλε. Μὴ τοίνυν προφασίζου τὸν γάμον. Ὁ Δεσπότης σου παρεγένετο εἰς γάμον, καὶ ἐδόξασε τὸν γάμον, καὶ σὺ ἐνυβρίζεις τὸν γάμον,
60καὶ λέγεις ὅτι ἐμπόδισμά ἐστιν ὁ γάμος; Οὐδὲν ἐμ‐ πόδισμα πρὸς εὐσέβειαν. Βούλει μαθεῖν, ὅτι οὐδὲν παραβλάπτει ἔχειν γυναῖκα καὶ τέκνα; Μωϋσῆς οὐχὶ
γυναῖκα καὶ τέκνα εἶχεν; Ἠλίας οὐχὶ παρθένος ἦν;Column end

48

.

1076

(29)

οὐχὶ Μωϋσῆς μάννα κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; οὐχὶ
30Ἠλίας πῦρ κατήγαγεν ἐκ τοῦ οὐρανοῦ; οὐχὶ Μωϋ‐ σῆς ὀρτυγομήτραν ἐξεπέτασεν; οὐχὶ Ἠλίας τῷ λόγῳ τὸν οὐρανὸν ἔκλεισεν; οὐχὶ Μωϋσῇ ὁ Θεὸς ὡμίλει; οὐχὶ καὶ Ἠλίᾳ Θεὸς ὡμίλει; οὐχὶ Μωϋσῆς θάλασσαν ἔσχισε, καὶ διήγαγε τὸν λαόν; οὐχὶ Ἠλίας ἐν ἅρματι
35πυρίνῳ ἀνελήφθη; μή τι παρέβλαψε τοῦτον ἡ παρ‐ θενία; μή τι παρενεπόδισε τοῦτον ἡ γυνὴ καὶ τὰ τέκνα; Εἶδες Ἠλίαν τὸν τοῦ ἀέρος ἡνίοχον, εἶδες Μωϋσῆν τὸν τῆς θαλάσσης ὁδοιπόρον· βλέπε καὶ Πέτρον τὸν στῦλον τῆς Ἐκκλησίας, ὅτι καὶ αὐτὸς γυναῖκα εἶχεν.
40Οὐ γέγραπται, ὅτι Πέτρος γυναῖκα εἶχε· πόθεν οὖν δῆλον ὅτι γυναῖκα εἶχεν; Ἐγὼ λέγω· Εἰσῆλθε, φη‐ σὶν, ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου· καὶ ἦν ἐκείνη ἀῤῥωστοῦσα, καὶ ἥψατο αὐτῆς, καὶ ἔφυ‐ γεν ὁ πυρετὸς αὐτῆς, καὶ διηκόνει. Ὁρᾷς ὅτι καὶ
45Πέτρος γυναῖκα εἶχεν; ὅπου γὰρ πενθερὰ, εὔδηλον ὅτι καὶ γυνή. Ὁρᾷς ὅτι καὶ Πέτρος γυναῖκα εἶχε; Μή τι διαβάλλῃς τὸν γάμον. Ταῦτα δὲ λέγω, ἵνα μή τις προφασίσηται μήτε γυναῖκα, μήτε τέκνα, μήτε στρα‐ τείαν, μήτε ἐμπορίαν, μήτε τέχνην, μήτε δουλείαν,

48

.

1076

(50)

μήτε πλοῦτον, μήτε πενίαν· ταῦτα προφάσεις, ταῦ‐ τα σκήψεις, αὗται ἐπιβουλαὶ τοῦ διαβόλου. Στρατείαν προφασίζῃ, καὶ λέγεις, ὅτι Στρατιώτης εἰμὶ, καὶ οὐ δύναμαι εὐλαβὴς εἶναι. Ὁ ἑκατόνταρχος οὐχὶ στρα‐ τιώτης ἦν; καὶ λέγει τῷ Ἰησοῦ, ὅτι Οὐκ εἰμὶ ἱκα‐
55νὸς, ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλ’ εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. Καὶ θαυμάσας ὁ Ἰησοῦς, λέγει· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν ὅτι οὔτε ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Μήτι ἐνεπόδισεν αὐτῷ ἡ στρατεία; Ἀλλὰ τί εἶ; χειροτέ‐
60χνης εἶ; Καὶ Παῦλος, καὶ σκυλευτὴς τῶν Ἐκκλησιῶν ἦν, καὶ μετὰ ταῦτα γέγονε κήρυξ καὶ ἀπόστολος. Ἀλλὰ τί εἶ; πλούσιος; Καὶ Ἀβραὰμ, καὶ αὐτὸς γυ‐
ναῖκα εἶχε καὶ τέκνα· Καὶ ἐπίστευσε, φησὶν, Ἀβραὰμ1075

48

.

1077

τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος Θεοῦ ἐκλήθη. Μή τι ἐνεπόδισεν αὐτῷ ὁ πλοῦτος καὶ ἡ γυνὴ, ἢ τὰ τέκνα; Μὴ ἔχεις ἀπολογίαν; Ἰδοὺ ἅπερ προφασίζῃ τρία οὗτος ἔχει, καὶ γυναῖκα καὶ
5τέκνα καὶ πλοῦτον. Ἀλλὰ τί εἶ; δοῦλος; Καὶ Ὀνήσι‐ μος· καὶ γράφων Παῦλος Φιλήμονι ἔλεγεν· Ὀνήσι‐ μον τόν ποτε ἄχρηστον, νῦν δὲ κἀμοὶ καὶ σοὶ εὔ‐ χρηστον. Ἀλλὰ τί εἶ; βασιλεύς; Καὶ Δαυΐδ· καὶ εἰσῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης, καὶ ἤλεγξεν
10αὐτὸν περὶ τῆς ἁμαρτίας ἧσπερ ἐποίησε. Μήτι ἐτυ‐ ράνννησεν ὁ βασιλεύς; μήτι ἀπεφήνατο κατὰ τοῦ προφήτου; οὐχὶ καὶ ἐν τῇ βασιλείᾳ τὴν δουλείαν ὡμο‐ λόγει, καί φησιν, Ἥμαρτον τῷ Κυρίῳ; Καὶ ὁ προ‐ φήτης ἰδὼν τὴν μετάνοιαν αὐτοῦ, λέγει αὐτῷ· Ὁ Κύ‐
15ριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια ὀξυτέρα ἡ συγχώρησις. Μήτι προσέσχεν ἑαυτῷ ὁ βασιλεὺς, καὶ εἶπεν, ὅτι Βασιλεύς εἰμι, πορφύραν περιβέβλημαι, καὶ διάδημα περίκειμαι, καὶ ἔχω τόξα καὶ βέλη καὶ ἀσπίδας καὶ κρανέα καὶ στρατιώτας
20ὑπερασπιστάς· καὶ τοῦτον τὸν πένητα φοβοῦμαι, καὶ οὐ φονεύω αὐτὸν, ἀλλὰ ἀνέχομαι αὐτοῦ; Ἀλλ’ οὐδὲν τούτων εἶπεν· ἀλλ’ εἰ καὶ βασιλεὺς ἦν, ᾔδει ὅτι ἥμαρ‐ τε, καὶ διὰ τοῦτο μετενόησεν, ἐπειδὴ ᾔδει ὅτι χαλε‐ πὸν ἁμάρτημα ἐποίησε. Μήτι ἐνεπόδισεν αὐτῷ ἡ βα‐
25σιλεία; Ἀλλὰ τί εἶ; παῖς; Καὶ ὁ Δανιὴλ, καὶ λέον‐ τας ἐφίμωσε, καὶ δράκοντα διέῤῥηξε, τὸν Βὴλ κατ‐ έστρεψε, καὶ τοὺς πρεσβυτέρους κατέκρινε, τὴν δὲ Σωσάνναν ἔσωσε, καὶ τὸ ἀτελὲς τῆς νεότητος οὐδὲν ἐνεπόδισε τὴν τοσαύτην ἀρετήν. Ἀλλὰ τί εἶ; φιλά‐
30δελφος; Καὶ Ἰωσήφ· κἀκεῖνος πόσην φιλοσοφίαν ἐπ‐ εδείξατο καὶ σωφροσύνην ἐπὶ τῆς Αἰγυπτίας; Τὸν χι‐ τῶνα αὐτοῦ ἔσχισε, τὴν δὲ πίστιν αὐτοῦ οὐ διέῤῥηξε· τὴν ἀναισχυντίαν αὐτῆς ἐνίκησε, τὴν δὲ ἐπιθυμίαν αὐτῆς οὐκ ἐπλήρωσεν. Ἀλλὰ τί εἶ; [χήρα; Καὶ ἡ
35Σιδωνία, ἥτις Ἠλίαν τὸν προφήτην ὑπεδέξατο, καὶ ἔθρεψεν ἄρτῳ καὶ ὕδατι· καὶ τὸν αἴτιον τοῦ λιμοῦ λιμὸς οὐ κατέτηξεν. Ἀλλὰ τί εἶ;] πόρνη; Καὶ ἡ Ῥαὰβ, ἥτις ἔκρυψε τοὺς κατασκόπους, καὶ μετὰ τὸ παραλαβεῖν τοὺς υἱοὺς Ἰσραὴλ τὴν γῆν τῆς ἐπαγγε‐
40λίας, ἐσώθη καὶ αὐτὴ καὶ ὁ οἶκος αὐτῆς καὶ τὸ γένος αὐτῆς. Ἀλλὰ τί εἶ; πένης; Καὶ ὁ Λάζαρος, καὶ ἐν τῇ πενίᾳ πόσην φιλοσοφίαν ἐπεδείξατο καὶ ὑπομονὴν, καὶ οὐκ ἐδυσπέτησεν ἐν τοσαύτῃ ἀνάγκῃ ὤν! Ἀλλὰ τί εἶ; φιλογύναιος; Καὶ Σαμψών· εἰ γὰρ καὶ προ‐
45εδόθη ὑπὸ γυναικὸς, ἀλλὰ τὴν ἐκδικίαν παρέσχεν αὐτῷ ὁ Θεὸς, καὶ ἐξεδικήθη ὑπὸ τῶν ἀλλοφύλων. Ἀλλὰ τί εἶ; φιλότεκνος; Καὶ Ἰακώβ. Ὁρᾷς πόσοι ἐσώθησαν; Ἔχεις πίστιν; πάντα ἔχεις· οὐκ ἔχεις πίστιν, βασι‐ λεὺς δὲ εἶ; οὐδέν σε ὠφελεῖ ἡ βασιλεία. Ἀλλὰ τῆς

48

.

1077

(50)

ὑποσχέσεως οὐκ ἐπιλέλησμαι. Ἐκλήθη οὖν ὁ Ἰησοῦς εἰς γάμον. Παραγενομένου δὲ αὐτοῦ, οὐκ εἶχον οἶνον· λέγει αὐτῷ ἡ μήτηρ αὐτοῦ· Οἶνον οὐκ ἔχουσι. Λέ‐ γει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, γύναι· οὔπω γὰρ ἥκει ἡ ὥρα μου. Καὶ ταῦτα εἰπὼν ὁ Ἰησοῦς λέγει·
55Γεμίσατε τὰς ὑδρίας ὕδατος. Καὶ ἐγέμισαν τὰς ὑδρίας ὕδατος, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τί δὲ εἶπε, Γεμίσατε τὰς ὑδρίας ὕδατος; ἆρα ὁ λόγῳ τὸν οὐρανὸν ποιήσας, καὶ τὴν γῆν θεμελιώσας, καὶ πάντα τὰ ἐν αὐτοῖς, οὗ τὸ βλέμμα ξηραίνει ἀβύσ‐
60σους, ὃν φρίσσει καὶ τρέμει πᾶσα ἡ κτίσις ἐπου‐ ρανίων τε καὶ ἐπιγείων καὶ καταχθονίων, οὐκ ἐδύ‐ νατο τὰς ὑδρίας λόγῳ γεμίσαι; Ἀλλὰ λέγει· Ἀντλή‐ σατε ὕδωρ. Διὰ τί; Ἐγὼ λέγω, ἵνα, ἐὰν ἀρνήσωνται, αἱ χεῖρες αὐτῶν αἱ ἀντλήσασαι, καὶ οἱ ὦμοι αὐτῶν οἱ
65βαστάσαντες τὸ ὕδωρ, ἐλέγξωσιν αὐτούς· ἐπεὶ καὶ ἐπὶ τοῦ Λαζάρου τὸ αὐτὸ ἐποίησε. Πρὸ τοῦ παραγενέ‐ σθαι ἐπὶ τὸν τόπον, λέγει τοῖς μαθηταῖς· Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμηται· ἔπειτα ὡς ἦλθον αἱ ἀδελ‐ φαὶ τοῦ Λαζάρου, καὶ λέγουσιν αὐτῷ, ὅτι Λάζαρος
70ἀπέθανε, λέγει αὐταῖς· Ποῦ τεθείκατε αὐτόν; Αἱ δέ φασιν· Ἐλθὲ καὶ ἴδε. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων! Πρὸ μικροῦ ἔλεγες τοῖς μαθηταῖς, ὅτι Λάζαρος ἀπέθανε, καὶ νῦν λέγεις, Ποῦ τεθείκατε αὐτόν; Τὸν θάνατον προδηλοῖς τοῖς μαθηταῖς σου,
75καὶ τὸν τόπον οὐκ οἶδας; ᾜδει, ἀλλὰ διὰ τοὺς Ἰου‐ δαίους ἔλεγεν, ἐπειδὴ ἀγνώμονες ἦσαν· ὥστε τὸ εἰπεῖν, Ποῦ τεθείκατε αὐτόν; οὐκ ἀγνοίας ἦν· ἐπεὶ καὶ ἐν τῷ παραδείσῳ ἔλεγε τῷ Ἀδάμ· Ἀδὰμ, ποῦ εἶ; Ἆρα
οὖν οὐκ ᾔδει ποῦ ἦν; Ἀλλ’ ἐπειδὴ ἔλεγεν αὐτοῖς ὁ διά‐Column end

48

.

1078

βολος, ὅτι Ἐν ᾗ ἂν ἡμέρᾳ φάγησθε ἐκ τοῦ ξύλου τούτου, ἔσεσθε ὡς θεοὶ, ὑπελάμβανον ἐκεῖνοι ὅτι μέλλουσι γίνεσθαι θεοί. Καὶ διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· Ἀδὰμ, ποῦ εἶ; ἀφ’ οὗ ἔφαγες, καὶ ἔμεινας
5ἄνθρωπος· διὰ τοῦτο ἔλεγεν αὐτῷ ὁ Θεός· Ἀδὰμ, ποῦ εἶ; Οὕτω καὶ ἐπὶ τοῦ Λαζάρου ἐποίησεν. Ἐγ‐ γίσας τῷ μνήματι λέγει τοῖς Ἰουδαίοις· Ἄρατε τὸν λίθον ἐκ τοῦ μνήματος· καὶ ἦραν. Λέγει αὐτῷ ἡ ἀδελφὴ τοῦ Λαζάρου· Κύριε, ἤδη ὄζει· ἦν γὰρ τε‐
10τραήμερος. Καὶ κράξας φωνῇ μεγάλῃ λέγει· Λά‐ ζαρε, δεῦρο ἔξω· καὶ ἐξῆλθε κηρίαις δεδεμένος. Ἆρα οὖν ὁ μετατιθῶν ὄρη ἐν καρδίαις θαλασσῶν, οὐκ ἠδύνατο λόγῳ τὸν λίθον κινῆσαι; ὁ τὰ κέντρα τοῦ θανάτου κατακλάσας, ὁ τὰς θύρας τοῦ ᾅδου συντρί‐
15ψας, οὐκ ἠδύνατο καὶ τὰς κηρίας διαῤῥῆξαι; Καὶ λέγει αὐτοῖς· Λύσατε αὐτόν. Διὰ τί; Ἵνα, ἐὰν ἀρνή‐ σωνται, αἱ χεῖρες αὐτῶν καὶ οἱ ὀφθαλμοὶ ἐλέγξωσιν αὐτούς· διὰ τοῦτο εἶπε· Λύσατε αὐτόν. Καὶ ἐν τῷ γάμῳ τὸ αὐτὸ ἐποίησεν, ὅτι εἶπεν αὐτοῖς· Γεμίσατε
20τὰς ὑδρίας ὕδατος· καὶ ἐγέμισαν τὰς ὑδρίας, καὶ ἐποίησε τὸ ὕδωρ οἶνον. Διὰ τοῦτο οὖν πανταχό‐ θεν ἠσφαλίζετο αὐτούς· ἀεὶ γὰρ ἀγνώμονες ἐγένοντο οἱ Ἰουδαῖοι καὶ ἀναίσχυντοι. Θέλετε μαθεῖν πόσα παρ‐ έσχεν αὐτοῖς ὁ Θεὸς, καὶ ἀμνήμονες ἐγένοντο; Μά‐
25θετε· ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ, προσ‐ έχετε τοῖς λεγομένοις· βούλομαι γὰρ ὑμῖν δεῖξαι ὅτι ἀπ’ ἀρχῆς ἀγνώμονες ἦσαν οἱ Ἰουδαῖοι· Ἑβδομήκοντα καὶ πέντε ψυχαὶ κατέβησαν ἐν Αἰγύπτῳ, καὶ ἐγένον‐ το ἑξακόσιαι χιλιάδες. Ἐτελεύτησεν Ἰωσὴφ, καὶ ἀν‐
30έστη αὐτοῖς ἕτερος βασιλεὺς, ὃς οὐκ ἐμνήσθη τοῦ Ἰω‐ σήφ· ἔθλιβε δὲ τοὺς υἱοὺς Ἰσραὴλ σφόδρα. Ἐβόησαν οὖν πρὸς τὸν Θεὸν λέγοντες· Κύριε, σὺ ὤμοσας τοῖς πατράσιν ἡμῶν, ὅτι Δώσω τῷ σπέρματι ὑμῶν γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ νῦν, Κύριε, μνήσθητι
35τῆς διαθήκης ἧς ἔθου τοῖς πατράσιν ἡμῶν, καὶ ἐξ‐ ελοῦ ἡμᾶς ἐκ χειρὸς Φαραὼ βασιλέως Αἰγύπτου, καὶ ἐκ δουλείας τῶν Αἰγυπτίων. Ἤκουσεν οὖν ὁ Θεὸς τῆς φωνῆς αὐτῶν, καὶ ἔπεμψε τὸν Μωϋσῆν πρὸς αὐτούς. Ἀλλὰ συντείνατέ μοι ἑαυτοὺς, παρακαλῶ. Λέγει τῷ
40Μωϋσῇ ὁ Θεός· Λάβε ἀρνίον ἄμωμον ἐνιαύσιον πρω‐ τότοκον, καὶ θῦσον, καὶ τὸ αἷμα αὐτοῦ χρίσει ἕκαστος εἰς τὴν θύραν, ἵν’, ὅταν ἔλθῃ ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν, καὶ ἴδῃ ὅτι τὸ αἷμα κέχρισται εἰς τὸν οἶκον ἐκεῖνον, ἀναχωρῇ·
45ἐὰν δὲ ἴδῃ ὅτι οὐκ ἔνι, εἰσέρχηται, καὶ πάντας ἐξολοθρεύσῃ. Ἐποίησεν οὖν ὁ Μωϋσῆς οὕτω, καὶ ἔδωκε τῷ λαῷ· καὶ λαβόντες ἐκεῖνοι, ἕκαστος ἔχρισε τὰς θύρας αὐτῶν. Καὶ ἤρχετο ὁ ἄγγελος ἔχων ἐσπασμένην τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἔβλεπε τὸ

48

.

1078

(50)

αἷμα ἐν ταῖς θύραις, καὶ ἀνεχώρει· ὅπου δὲ οὐκ ἔβλεπεν, εἰσήρχετο, καὶ πάντας ἀνεῖλε. Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἐγίνετο· ἀλλ’ ἐπειδὴ ἐμέλλομεν δι’ αἵματος καὶ ξύλου σώζεσθαι, διὰ τοῦτο εἶπεν ὁ Θεὸς, ὅτι Χρίσει ἕκαστος τὸ αἷμα εἰς τὰς θύρας. Διὰ τί οὐκ
55εἶπε, Χρῖσον τὸ αἷμα εἰς τὸν τοῖχον; Ὅτι οὐκ ἤμελ‐ λον σώζεσθαι, εἰ μὴ διὰ ξύλου. Ἐξέβαλεν οὖν αὐ‐ τοὺς ὁ Μωϋσῆς ἐκ τῆς Αἰγύπτου, καὶ ἤνεγκεν αὐτοὺς εἰς τὴν ἔρημον, καὶ λέγουσι τῷ Μωϋσῇ, Διὰ τὸ μὴ εἶναι μνήματα ἐν Αἰγύπτῳ, ἤνεγκεν ἡμᾶς εἰς τὴν
60ἔρημον θανατῶσαι; Οὐ καλῶς ἡμῖν ἦν ἐν Αἰγύ‐ πτῳ, ὅτε ἐτρώγαμεν τοὺς σίκυας καὶ πέπονας καὶ τὰ κρόμμυα καὶ τὰ σκόροδα; Εἶδες ἀγνωμοσύνην; Αὐτοὶ ἔλεγον τῷ Θεῷ, αὐτοὶ ἠξίουν, ὅτι Ἐξάγαγε ἡμᾶς ἐκ γῆς Αἰγύπτου· καὶ ἐλθόντες εἰς τὴν ἔρημον ἠχα‐
65ρίστουν. Εἶδες ἀγνωμοσύνην αὐτῶν; Ἀλλὰ μάθετε τὸ μεῖζον καὶ ἐξαίρετον πρᾶγμα. Τεσσαράκοντα ἔτη ἐποίησαν ἐν τῇ ἐρήμῳ· θρὶξ αὐτῶν οὐκ ηὔξησεν, οὔτε ὄνυξ· ἱμάτιον αὐτῶν οὐκ ἐῤῥυπώθη, ὑπόδημα αὐτῶν οὐκ ἀπετρίβη· οὐκ ἔκαμον, οὐκ ἔσκαψαν·
70βόας οὐκ ἔζευξαν, ἄροτρον οὐχ εἵλκυσαν, αὔλακας οὐκ ἀνέτεμον, ἀκάνθας οὐκ ἀνέσπασαν, σπέρματα οὐ κατεβάλοντο, καὶ ὄμβρον οὐκ ἀνέμειναν, ἡλίου θερμὰς ἀκτῖνας οὐ προσεδόκησαν, καιρὸν θερισμοῦ οὐ προσεδέξαντο, δρεπάνην οὐκ ἠκόνησαν, οὔτε ἐθέρισαν,
75οὐκ ἔδησαν στάχυας καὶ ἐβάστασαν, οὔτε ἤνεγκαν εἰς
ἅλωνα καὶ ἐμόχθησαν, οὔτε ἠλόησαν, οὔτε ἐκάθαραν,1077

48

.

1079

οὔτε ἐφύρασαν ἄλευρα, οὔτε ὤπτησαν καὶ ἐποίη‐ σαν ἄρτους, ἀλλ’ οὐδὲ τῶν τοιούτων οὐδέν· ἀλλὰ ἄρτον ἀχειρογεώργητον ἔτρωγαν, αὐτοσχεδία τράπε‐ ζα παρετίθετο αὐτοῖς, τῇ ἀπαθείᾳ τοὺς ἀγγέλους
5ἐμιμοῦντο· ἡ φύσις τῆς οἰκείας ἀσθενείας ἐπελάθετο. Καὶ μετὰ τοσαύτας εὐεργεσίας ἔλεγον τῷ Ἀαρών· Δὸς ἡμῖν θεοὺς, οἵτινες προπορεύσονται ἡμῶν· Μωϋσῆς γὰρ οὗτος, ὅστις ἐξήγαγεν ἡμᾶς ἐκ τῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί γεγένηται αὐτῷ· καὶ
10ἐποίησαν βίαν μεγάλην τῷ Ἀαρών. Ἐκεῖνος ἰδὼν ὅτι σκληροκάρδιοι ἦσαν καὶ ἀπερίτμητοι, λέγει αὐτοῖς· Περιέλετε τὰ χρυσάφια ὑμῶν, καὶ βάλετε ἐν πυρὶ, καὶ εἴ τι ἀναβῇ, τοῦτο θεός. Καὶ ἀνέβη τὸ βουκέφα‐ λον. Ἐνταῦθά μοι τὸν αἱρετικὸν τὸν ἀγνώμονα, τὸν
15παράσιτον Ἰουδαῖον τὸν λέγοντα, ὅτι ἐγέννησε Θεὸς, καὶ ῥεῦσιν ὑπέμεινεν. Ἐφθαρμένε, ἄθλιε καὶ ταλαί‐ πωρε, ταῦτα ἐπὶ Θεοῦ ὑπολαμβάνεις; Ἀλλ’ ἡμεῖς οὐχ οὕτω, μὴ γένοιτο, ἀλλ’ ὅτι ἐγέννησε Πατὴρ Υἱὸν, μόνος μόνον, Θεὸς Θεὸν, τέλειος τέλειον· ταῦτα γὰρ
20φρονήματα Χριστιανῶν. Ἐπειδὴ οὖν δοκεῖς τὰ ἄνω περιεργάζεσθαι, τὰ σαυτοῦ, εἰ δοκεῖς εἰδέναι, εἰπέ μοι· Πῶς, βληθέντων τῶν χρυσαφίων εἰς τὴν πυρὰν, ἀνέβη τὸ βουκέφαλον; Χαλκοτύπος οὐκ εἰργάσατο, χωνευτὴς οὐκ ἦν· πῶς, ἀνέβη τὸ βουκέφαλον, τολμᾷς
25εἰπεῖν; Εἰ τὰ κάτω οὐκ οἶδας, πῶς τὰ ἄνω πε‐ ριεργάζῃ; ὁ τὰ ἴδια μὴ ἐπιστάμενος, πῶς τὰ ἀλλότρια περιεργάζῃ; Καὶ παράγουσιν ἡμῖν εὐαγγελικὴν φω‐ νὴν αὐτοῦ τοῦ Υἱοῦ λέγοντος τοῖς μαθηταῖς· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς ἐστε τὰ κλήματα, ὁ Πατήρ
30μου γεωργός ἐστιν. Ὁρᾷς, φησὶν, ὅτι εἰργάσατο τὸν Υἱόν; ἐὰν γὰρ μὴ ἐργάσηται γεωργὸς ἄμπελον, οὐ δύναται χρήσιμος εἶναι. Καὶ νομίζουσιν, ὅτι μέγα τι καὶ ἐνάρετον λέγουσιν. Ἀλλὰ συντείνατέ μοι ἑαυ‐ τοὺς, παρακαλῶ. Εἶπον πρὸς τοὺς ἀγνώμονας Ἰου‐
35δαίους· ἄφες εἴπω καὶ πρὸς τοὺς ἀναισχύντους αἱρε‐ τικούς· Δύνασαί μοι εἰπεῖν, ἀγνῶμον καὶ ἀναίσχυντε αἱρετικὲ, ὅτι ὁ γεωργὸς οὐ τρέφεται ἀπὸ τῆς ἀμπέ‐ λου; Ἀπὸ τοῦ ὅπλου σου χειροῦμαί σε. Ὥσπερ οὖν ἐστι γεωργὸς ἐργαζόμενος ἄμπελον, οὕτω καὶ ὁ Πα‐
40τὴρ εἰργάσατο τὸν ἴδιον Υἱόν. Ἴδωμεν οὖν, τίς ἐκ τίνος τρέφεται, ἡ ἄμπελος ἐκ τοῦ γεωργοῦ, ἢ ὁ γεωρ‐ γὸς ἐκ τῆς ἀμπέλου. Κατὰ σὲ ὁ Πατὴρ ἀπὸ τοῦ Υἱοῦ ἔχει τὸ εἶναι· οὐκ ἔνι γὰρ γεωργὸς μὴ τρεφόμενος ἐκ τῶν ἔργων αὐτοῦ. Τί οὖν; ὁ Υἱὸς τρέφει τὸν Πα‐
45τέρα; Οὐχὶ, μὴ γένοιτο· ταῦτα γὰρ ἐσχάτης ἀνοίας. Ἄμεινον λέγειν, ὥσπερ γεωργὸς χαίρει ἐπ’ ἀμπέλῳ, οὕτω καὶ ὁ Πατὴρ χαίρει ἐπὶ τὸν Υἱόν· οὐ γὰρ εἶπεν, ὅτι Ὁ Πατήρ μου ὁ ἐργασάμενός με· ἀλλ’, Ὁ Πατήρ μου ὁ γεωργός· ἔχαιρε γὰρ ἐπὶ τῷ Υἱῷ. Οὐκ ἤκου‐

48

.

1079

(50)

σας αὐτοῦ λέγοντος, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα, ὅτε ἕστηκεν εἰς τὰ Ἰορ‐ δάνια ῥεῖθρα; μὴ εἶπεν, ὅτι Οὗτός ἐστιν ὁ Υἱός μου, ὃν ἔκτισα, ἢ ὃν ἐποίησα; ἀλλ’ εἶπεν· Ἐν ᾧ ηὐδόκη‐ σα. Μὴ καὶ τὴν φωνὴν παραγράφεις; Καὶ πάλιν
55λέγει· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα τὸ ἐμὸν θέλημα ποιήσω, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Τίσιν ἔλεγε; Πάντως τοῖς Ἰουδαίοις· ἐπει‐ δὴ ἔλεγον αὐτῷ· Οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱὸς, καὶ ὡς ἀντιθέῳ αὐτῷ προσεῖχον, διὰ τοῦτο εἶπεν, ὅτι Κα‐
60ταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Καὶ ἐπειδὴ ἀντίθεον αὐ‐ τὸν ἔλεγον, διὰ τοῦτο ἔλεγεν αὐτοῖς, ὅτι Οὐκ ἦλθον τὸ ἐμὸν θέλημα ποιῆσαι, ἀλλὰ τοῦ πέμψαντός με Πατρός. Ἐπειδὴ ἐδόκουν τὸν Πατέρα τιμᾷν, αὐτὸν δὲ ἠρνοῦντο, διὰ τοῦτο συγκατέβαινε τῇ ἀσθενείᾳ αὐ‐
65τῶν· ἐπεὶ πῶς ἀπεστάλη ὁ πανταχοῦ ὢν, ὁ πάντα πληρῶν; Ὁρᾷς οὖν ὅτι διὰ τοὺς Ἰουδαίους εἶπεν, ὅτι
Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ. Μήτι δι’ ἑαυτὸν εἶπε;Column end

48

.

1080

Μὴ ἔχεις ἀπολογίαν; Ἀλλὰ καὶ ἐπάγουσιν ἡμῖν ἄλλην μαρτυρίαν τοῦ Ἀποστόλου λέγοντος· Εἷς Θεὸς ὁ Πα‐ τὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χρι‐ στὸς, δι’ οὗ τὰ πάντα. Λέγεις, ὅτι ἄλλος Θεὸς κατὰ
5τὸν Πατέρα οὐκ ἔστι· κἀγώ σοι λέγω, ὅτι ἄλλος Κύ‐ ριος κατὰ τὸν Υἱὸν τοιοῦτος οὐκ ἔστι. Τί οὖν φιλο‐ νεικοῦμεν; Οὐχὶ, μὴ γένοιτο! Ἴδωμεν οὖν τίσι διελέ‐ γετο ὁ Παῦλος, καὶ διὰ τίνας τοῦτο εἴρηται. Ἀλλὰ προσέχετέ μου μετὰ ἀκριβείας τῷ λόγῳ. Ἐπειδὴ
10Ἕλληνες πολυθεΐαν ἐσέβοντο, οἱ Ἰουδαῖοι δὲ μοναρ‐ χίαν, ἵνα δὴ καὶ τὴν πολυθεΐαν ἀνέλῃ καὶ τὴν μοναρ‐ χίαν, διὰ τοῦτο ἔλεγεν· Εἴτε γάρ εἰσι θεοὶ πολλοὶ, καὶ κύριοι πολλοὶ, εἴτε ἐν οὐρανῷ, εἴτε ἐπὶ γῆς, ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατήρ. Καὶ εἰπὼν τὸ, εἷς,
15ἀνεῖλε τὴν πολυθεΐαν· ὅπου γὰρ εἷς, οὐκ εἰσὶ πολλοί· καὶ εἰπὼν Πατέρα, ἀνεῖλε τὴν μοναρχίαν· ὅπου γὰρ πατὴρ, δῆλον ὅτι καὶ υἱός. Διὰ τοῦτο γοῦν εἶπεν· Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα. Ὁρᾷς ὅτι πρὸς
20Ἕλληνας καὶ Ἰουδαίους ἀπεδιδύσκετο ὁ Παῦλος· διὰ τοῦτο εἶπεν· Εἷς Κύριος Ἰησοῦς Χριστὸς δι’ οὗ τὰ πάντα· ἐπειδὴ τὰ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα. Καὶ ἄκουε Ἰωάννου λέγοντος· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν
25Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν. Ὁρᾷς ὅτι οὗτός ἐστιν ὁ τῶν ἁπάντων δημιουργός. Μὴ τολμᾷς μοι δεῖξαι ὅτι ὁ Υἱὸς σὺν τοῖς πᾶσιν ἀριθμεῖται; Ἀλλ’ ἀγνώμονες,
30ἕως πότε περιέρχεσθε τὰς Γραφὰς ἀνθολογοῦντες, ἵνα που τὸν Υἱὸν εἴπητε κτίσμα καὶ ποίημα; Θέλετε μα‐ θεῖν; Ἐὰν ἀκούσωσι περὶ τοῦ Υἱοῦ ὑψηλὸν ῥῆμα ἢ θεοπρεπὲς, μαίνονται· νομίζουσιν ὅτι κοπρίαν τις βάλ‐ λει εἰς τὸ στόμα αὐτῶν. Βούλομαι ὑμῖν ὑπόδειγμα
35εἰπεῖν. Ὥσπερ ἄν τις ἀῤῥωστίᾳ καὶ πυρετοῖς πολλοῖς φλέγηται, ὀλίγον δὲ αὐτοῦ ἐν ἀνέσει ἐλθόντος προσ‐ τάττωσιν οἱ ἰατροὶ μέλιτος περιχρίεσθαι τὸ στόμα αὐτοῦ· ποιοῦσι δὲ οὕτω καθὼς προστάττουσιν οἱ ἰα‐ τροί· ἐπιμελουμένου δὲ τοῦ ἀῤῥωστοῦντος ὑπὸ τῶν
40ὑπηρετῶν, νομίζει ὁ ἀῤῥωστῶν, ὅτι πικρόν ἐστι τὸ μέλι· καὶ λοιπὸν λέγουσιν οἱ παρεστῶτες, μέλι ἐστὶ, κύριε, καλόν ἐστι, προτρεπόμενοι τὸν ἀῤῥω‐ στοῦντα· πικρὸν δὲ φαίνεται τὸ μέλι εἰς τὸ στόμα τοῦ ἀσθενοῦντος, οὐχ ὅτι πικρόν ἐστι τὸ μέλι· τί γὰρ γλυ‐
45κύτερον μέλιτος; οὐκοῦν οὐ παρὰ τὴν φύσιν τοῦ μέ‐ λιτος, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τοῦ μὴ ὑποδεχομέ‐ νου· οὕτω καὶ ἐπὶ τούτων γίνεται· ἐὰν ἀκούσωσιν ὁμοούσιον, νομίζουσι πικρίαν ποτίζεσθαι, καὶ οὐ πα‐ ρὰ τὸν λόγον τοῦ λέγοντος, ἀλλὰ παρὰ τὴν ἀσθενῆ

48

.

1080

(50)

ἀκοὴν τοῦ μὴ ὑποδεχομένου. Ὁ Πατὴρ Υἱὸν καλεῖ· οἱ ἀπόστολοι ὁμοίως, καὶ οὗτοι κτίσμα καὶ ποίημα. Πῶς κτίσμα; τὸ γεννᾷν καὶ τὸ κτίζειν τὸ αὐτό ἐστιν; Εἰ πᾶς ὁ γεννῶν κτίζει, καὶ πᾶς ὁ κτίζων γεννᾷ, εὑ‐ ρίσκομεν πάντα τὰ κτίσματα ἔγγονα τυγχάνοντα τοῦ
55Θεοῦ· ἐπειδὴ γὰρ πάντα διὰ τοῦ Υἱοῦ γεγόνασιν, οὐ‐ κοῦν κτίσας αὐτὰ καὶ ἐγέννησεν. Ὁρᾷς ὅτι ἔγγονα τυγχάνουσι τοῦ Θεοῦ, καθὼς σὺ λέγεις; Ἕως πότε ἀγνώμονές ἐστε; Εἴπατέ μοι, κατὰ τίνα τρόπον τι‐ μᾶται ὁ Υἱός; Ἐπειδὴ Υἱὸς λέγεται; Καὶ σύ. Ἀλλὰ
60τί; ἐπειδὴ Θεός; Καὶ σύ. Ἀλλ’ ἔχεις μοι εἰπεῖν· Ἐκεῖ‐ νος πράγματι, σὺ δὲ ὀνόματι. Εἰ πράγματι; οὐκοῦν Υἱός. Ὁρᾷς, ὅτι τὸ στόμα σου ἐλέγχει σε; [μήτι κτί‐ σμα, μήτι ποίημα.] Ἐκεῖνος γὰρ φύσει Υἱός ἐστι, σὺ δὲ προσηγορίᾳ· ἐκεῖνος ἐξ ἀϊδίου Πατρὸς ἐγεννήθη,
65σὺ δὲ ἐξ ὑποκειμένης ὕλης ἐποιήθης. Ταῦτα δέ μοι εἴρηται πρὸς Ἰουδαίους καὶ Ἕλληνας καὶ αἱρετικούς. Ἀλλ’ ἡμεῖς δοξάσωμεν Πατέρα καὶ Υἱὸν καὶ ἅγιον
Πνεῦμα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1079