TLG 2062 121 :: JOANNES CHRYSOSTOMUS :: De fugienda simulata specie [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De fugienda simulata specie [Sp.]

Citation: Vol — pg — (ln)

48

.

1073

(4t)

ΟΤΙ ΕΠΙΠΛΑΣΤΟΝ ΣΧΗΜΑ ΚΑΙ ΜΗ ΑΛΗΘΕΣ ΦΕΥΓΕΙΝ ΧΡΗ, ΟΜΙΛΙΑ.
5 Πάλιν χρὴ μεταχειρίσασθαι ἡμᾶς τὴν εὐαγγελικὴν σάλπιγγα, καὶ τὴν τοῦ Κυρίου παραίνεσιν πρὸς ὑμᾶς ἐκφάναι· Προσέχετε γὰρ, φησὶν, ἀπὸ τῶν ψευδο‐ προφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύ‐ μασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες·
10ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ἐλέγ‐ χεται γὰρ, φησὶν, ἐπίπλαστον σχῆμα πανταχοῦ διὰ τῶν καθ’ ἑκάστην πραττομένων· ἀπὸ γὰρ τῆς προαι‐ ρέσεως αἱ πράξεις· τὸ σεμνὸν σχῆμα τὴν προαίρεσιν οὐκ ἀλλάττει. Ματαιόπονος οὖν παρὰ τοῖς σοφοῖς ὁ
15δολερὸς, τοῖς δυναμένοις αὐτὸν θηρᾶσαι διὰ τῶν καρ‐ πῶν, καὶ καταμαθεῖν ὅστις ὢν ὁποῖος φαίνεται. Τί οὖν κρύπτεις ἐν ἀλλοτρίῳ σχήματι σαυτόν; τί κατα‐ κρύπτεις τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον; Ἐκφαίνει γάρ σε μικρὸν ὕστερον ἡ ἀλήθεια, καὶ φεύγων ἀλή‐
20θειαν ἁλώσῃ διὰ τῆς ἀληθείας. Τί προβάλλῃ λόγους χρηστότητος, τὸ πικρὸν ἦθος κατακαλύπτων; Οὐ λά‐ θῃς πικρὸς ὢν, κἂν πάνυ γλυκὺς εἶναι προσποιήσῃ. Τί φιλίας ὑποδύῃ σχῆμα πολέμιος ὤν; Οὐκ ἐν σκότει ζῶμεν· ἐκφαίνεται τὰ κρυπτὰ, καὶ διελέγχεται τὸ
25μῖσος, ὅπερ ἔκρυπτες. Τί προσποιῇ τὴν φιλίαν; τί κολακεύεις μὴ φιλῶν; Μισητόν σου καὶ τὸ τῆς κολα‐ κείας γενήσεται, βλάβην ὡς παρὰ ἐχθροῦ φέρον, οὐκ ὠφέλειαν ὡς παρὰ φίλου. Ἐπαινεῖς γὰρ καὶ τὰ φαῦλα κολακείας ἕνεκα· οὐχ οὕτω δὲ ἀναίσθητος ὁ κολα‐
30κευόμενος· μισῆσαι γὰρ ὀφείλει τὸν ἐπὶ τοῖς ἁμαρτή‐ μασιν ἐπαινοῦντα. Τί δικαίου χαρακτῆρα καὶ σώφρο‐ νος ἐπιμορφάζεις ἐν ἀδικήμασιν ὢν καὶ ἀκολασίαις διατελῶν; τί καλύπτεις ὑπερηφανίαν σχήματι, καὶ ῥήματι ταπεινώσεως καὶ εὐλαβείας ὑποκρίνῃ τὸν
35φθόνον; Οὐκ ἔστι κεκαλυμμένον, ὃ οὐκ ἀποκα‐ λυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται. Μῶμος πονηρὸς ἀνθρώπου ψεῦδος· φύγωμεν τὴν ἐπὶ τῷ ψεύδει διαβολήν· μὴ ποιήσῃς ἄπιστον τῷ φίλῳ σεαυτὸν, ἵνα μὴ, καὶ ὅτε λαλεῖς ἀλήθειαν, οὐκ ἔτι
40πιστεύσῃ· ὁ γὰρ ἐν ἑνὶ εὑρεθεὶς ψεύστης, οὐκ ἔτι ἐστὶν ἄξιος πιστευθῆναι, οὐδὲ ἂν ἀληθεύσῃ ποτέ. Ὅτι τὸ λαλεῖν δίκαια, φησὶ, καὶ ἀληθεύειν, ἀρεστὸν Θεῷ μᾶλλον ἢ θυσιῶν αἷμα. Δῶρον δεκτὸν Θεῷ προσοίσεις πίστιν καὶ ἀλήθειαν· εὔκολον δὲ καὶ αὐτό
45σοι τὸ τὰ ὄντα λαλεῖν, καὶ μὴ τὰ μὴ ὄντα τεχνάζεσθαι. Οὐ γὰρ κάμῃς βιαζόμενος τὸ ψεῦδος εἰς ἀλήθειαν, οὐδὲ ἀτονιάσῃς μηδὲν, λέγων ἐναντία σεαυτῷ, ὅτι μὴ σύμφωνος ὁ ψευδὴς λόγος πρὸς ἑαυτόν· οὐκ αἰσχυν‐ θήσῃ ψευσάμενος ἄλλους σὺ τὴν ἀλήθειαν φυλάττων·

48

.

1073

(50)

ὅρκου πιστότερον τὸν λόγον οἱ φίλοι ἡγήσονται, καὶ πάσης ἐνόρκου μαρτυρίας ἰσχυρότερον τὸ ῥῆμα τὸ σὸν δικαίαν καὶ ἀναμφισβήτητον καταδέξεταί σου μαρτυρίαν· ὁπότε μαρτυρήσεις παρελθὼν, δόξαν μὲν σεαυτῷ καλλίστην ἐπὶ τὴν ἀλήθειαν, σωτηρίαν δὲ
55κινδυνεύουσιν καὶ ἀδικουμένοις ὠφέλειαν ἐν δικαστη‐ ρίῳ προξενῶν. Χείλη ἀληθινὰ, φησὶ, κατορθοῖ μαρ‐ τυρίαν ἀληθῆ· ὁ δὲ μάρτυς τῶν ἀδίκων δόλιος·
ὄψεταί σε δικαστὴς ἀσμένως ἀπαλλάττων τῆς περὶColumn end

48

.

1074

(5)

τὴν δίκην ζητήσεως. Ἀλλὰ γὰρ ἐπαινετὸν παρὰ Κυ‐ ρίου τῆς ταπεινοφροσύνης τὸ κατόρθωμα, εἰ δυνηθῶ‐ μεν κατορθῶσαι. Πολλοὶ μὲν οὖν κατορθώσαντές τι ἀγαθὸν, ἑαυτοὺς σμικρύνειν βούλονται παρὰ τὴν ἀλή‐ θειαν, ψεύδεσθαι καθ’ ἑαυτῶν βουλόμενοι μᾶλλον.
10Ἐγὼ δέ σοι λέγω, πρὸς τὴν ἀλήθειαν ταπεινοφρόνη‐ σον, ἄνθρωπε· εἰς ἀκοὰς Θεοῦ λάλει περὶ σεαυτοῦ ταπεινὰ, ὡς ὁ Ἀβραὰμ ἔλεγεν· Ἐγὼ δέ εἰμι γῆ καὶ σποδός· ὡς Παῦλος ἔλεγεν· Ἐγὼ δέ εἰμι ὁ ἐλάχι‐ στος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς κα‐
15λεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλη‐ σίαν τοῦ Θεοῦ. Πάλιν δὲ ἀληθεύων ἐπήγαγεν· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Τούτων δὲ οὕτω πρὸς ἡμετέραν διδασκαλίαν προκειμένων πανταχόθεν, φύγωμεν τὸ ἐπίπλαστον σχῆμα. Τί προσωπεῖα ἑαυτοῖς περιτιθέα‐
20μεν, μὴ ὄντες τοιοῦτοι οἵους ἑαυτοὺς ἐπιδεικνύομεν, τοὺς μὲν χιτῶνας μέχρι τῆς γῆς ἕλκοντες ἐν σχήματι ἁγίων, τὸν δὲ τρόπον ἠγριωμένοι, τῷ μὲν λόγῳ καὶ τῇ στολῇ ἅγιοι, τῇ δὲ γνώμῃ καὶ τοῖς ἔργοις ἀπάν‐ θρωποι; Στολισμὸς οὐκ εἰσάγει εἰς βασιλείαν οὐρανῶν,
25ἀλλ’ ἔργα δικαιοσύνης. Οὐχ οὕτως ὄψεται ἄνθρωπος ὡς ὄψεται Θεός· ἄνθρωπος μὲν εἰς πρόσωπον ὄψεται, ὁ δὲ Θεὸς εἰς καρδίαν· Ἐτάζων γὰρ, φησὶν, καρδίας καὶ νεφροὺς ὁ Θεός· ** καὶ διὰ τὸν ἐρχόμενον συν‐ αγαγεῖν τοὺς λογισμοὺς τῶν ἀνθρώπων· Πάντα γὰρ
30γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ· Οὐκ ἔνι ἀποκρυβῆναι τῆς θέρμης αὐτοῦ. Ἥξει καιρὸς ὅτε τὸ προσωπεῖον τοῦτο ῥίψας γυμνὸς εὑρεθή‐ σῃ, καὶ τότε ἔσῃ αἰσχυνόμενος ὀφθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὡς ὁ Ἀδὰμ ἐκπεσών. Ἐκεῖ γὰρ οὐκ ἔτι
35σχῆμα ζητεῖται, ἀλλὰ ἔργα. Ὧδε μὲν γὰρ πολλάκις πλανῶμεν, καὶ διαφεύγομεν τὸν ἔλεγχον, καὶ διὰ τοῦ σεμνοῦ σχήματος φαινόμεθα ὡς δίκαιοι, καὶ πολλάκις μακαριζόμεθα· ἐκεῖ δὲ οὐκ ἔτι ἔνι ψεύσασθαι· ἐκεῖ τὰ ἔργα ζητεῖται, οὐκ ἔτι τὸ σεμνὸν σχῆμα· μᾶλλον
40δὲ μείζονα τὴν κόλασιν καὶ τὸ κατάκριμα ἕξομεν, τὸ μὲν σχῆμα τὸ σεμνὸν φορέσαντες, τὰ δὲ ἔργα τοῦ σχήματος μὴ πονήσαντες. Ἄκουε τοῦ Σωτῆρος περὶ Ἰουδαίων μὲν λέγοντος, πρὸς ἡμᾶς δὲ διδασκαλίαν προτείνοντος· Πλατύνουσι γὰρ, φησὶ, τὰ κράσπεδα,
45καὶ ἐν ταῖς πλατείαις προσεύχονται, ὅπως φανῶσι τοῖς ἀνθρώποις δίκαιοι· οὗτοι δὲ λήψονται περισσό‐ τερον κρῖμα. Ἐπιθυμεῖς τὸ σεμνὸν σχῆμα, καὶ τὸ ὄνομα τοῦ Χριστιανισμοῦ ἐπεπόθησας· μὴ ἕως τούτου ἀπομείνῃς, ἀλλ’ ὡς ὡμολόγησας Θεῷ, ἀπόδος τὴν

48

.

1074

(50)

ἐπαγγελίαν τῇ τῶν ἔργων ἐπιδείξει. Τί προπετὴς εἶ εἰς τὴν ἐπαγγελίαν, μὴ ἔργοις βεβαιῶν αὐτήν; Χρὴ οὖν καὶ εὔχεσθαι μετὰ ἀσφαλείας, καὶ ἀποδιδόναι τὸ χρέος τῆς ἐπαγγελίας μετὰ ἀκριβείας· Εὔξασθε γὰρ καὶ ἀπόδοτε Κυρίῳ τῷ Θεῷ ὑμῶν. Ἁγνῇ πολιτείᾳ
55ὄφθητι αὐτῷ· τουτέστι, σώματι καὶ πνεύματι καὶ ψυχῇ· μή τι ὑφέλῃς τῆς ἐπαγγελίας, ἵνα μὴ πάθῃς τὰ Ἀνανίου καὶ Σαπφείφας. Ἐκεῖνοι γὰρ νοσφισά‐
μενοι ἐκ τῆς τοῦ ἐπαγγελθέντος κτήματος τιμῆς,1073

48

.

1075

θανάτῳ κατεδικάσθησαν· καὶ ἡμᾶς χρὴ ταῦτα φο‐ βεῖσθαι. Δεῖ γὰρ εἰδέναι, καὶ μὴ ἀγνοεῖν, ὅτι ἃ ἐπαγ‐ γελλόμεθα τῷ Θεῷ, οὐκ ἔτι λοιπὸν ἡμῖν ἐστιν, ἀλλὰ Θεῷ διαφέρει. Θεοῦ κειμήλιόν ἐστιν ἡ ἡμετέρα ἐπαγ‐
5γελία· καὶ ἐὰν ἀπὸ τούτων σύρωμεν, οὐκ ἔτι τὰ ἡμέ‐ τερά ἐσμεν λαμβάνοντες, ἀλλ’ ὡς τὰ τοῦ Θεοῦ ἱεροσυ‐ λοῦντες κειμήλια, καὶ ὄντως ὡς ἱερόσυλοι κριθησόμεθα. Ἡ δὲ ἐπαγγελία οὐ μόνον χρημάτων ἐστὶν, ἀλλὰ καὶ μέχρι λόγου καὶ προαιρέσεως· Ὑπὲρ παντὸς, φησὶ,
10λόγου ἀργοῦ ἀποδώσεις λόγον ἐν ἡμέρᾳ κρίσεως. Τὸ γὰρ θεῖον καὶ μέγα μυστήριον οὐκ ἐπὶ χρήμασιν ἔχει τὴν ὑπόστασιν, ἀλλ’ ἐπὶ προαιρέσει τελείᾳ καὶ τῇ κατὰ Θεὸν πίστει· πάντες γὰρ ἐπηγγειλάμεθα, καὶ πάντες ἐπαγγελίας ἐσμὲν χρεῶσται. Ὥστε ἀνάγκη
15ἀποδιδόναι τὴν μὲν παρθένον τὴν παρθενίαν, ὁποίαν καὶ ἐπηγγείλατο· τὸν δὲ ἐγκρατῆ τὴν ἐγκράτειαν, τὸν δὲ ἐν γάμῳ τὴν σωφροσύνην, καὶ τὴν πρὸς ἀλλήλους ἀγάπην. Ἥτις γὰρ παρθενεύειν ἢ ἐγκρατεύεσθαι διὰ χηρείας ἐπαγγέλληται, ψεύσηται δὲ τὴν ἐπαγγελίαν,
20καὶ εἰς γάμον μετενεχθῇ, κρῖμα ἔχει, ὅτι τὴν πρώτην
πίστιν ἠθέτησεν. Εἰκότως δὲ καὶ ὁ πρεσβύτερος ὀφεί‐Column end

48

.

1076

λει ἀποδοῦναι τὴν ἱερωσύνην εὐάρεστον, καὶ ὁ διά‐ κονος τὴν διακονίαν ἀμώμητον, μὴ κλοποφορῶν τὰ τῆς διακονίας, ἵνα μὴ κατακριθῇ ὡς ὁ Ἰούδας πω‐ λῶν. Πολλῆς οὖν ἀκριβείας ἐνταῦθα χρεία, μήπου
5τις ψεύσηται Θεὸν, μὴ ἀποδιδοὺς σώαν τὴν ἐπαγγε‐ λίαν, μᾶλλον δὲ τὴν παρακαταθήκην, ἥνπερ καὶ ἕκαστος ἡμῶν ἐπηγγειλάμεθα. Οὐκ ἔτι ἡμέτερόν ἐστιν· ἀλλ’ οὕτως ὀφείλομεν λογίζεσθαι, ὅτι παρακαταθήκην πα‐ ρὰ Θεοῦ ἐλάβομεν, καὶ ἵνα μετὰ προσευχῆς φυλά‐
10ξαντες ἀνόσφιστον τὸ ἐπάγγελμα παραστήσωμεν τῷ φοβερῷ βήματι Χριστοῦ, ἵνα μὴ ὡς ἀγνώμονας ἡμᾶς ἡ ἀπόφασις καταλάβῃ, κατὰ τὸ παράδειγμα Ἀνανίου. Οὐκοῦν ἐνταῦθα πολλῆς ἀσφαλείας χρεία, μὴ ἔν τινι πταῖσαι, μηδὲ ὑφείλασθαι τῆς ἐπαγγελίας, ἀλλὰ με‐
15τὰ ἀκριβείας ἀποδοῦναι τὴν ἐπαγγελίαν σπουδάσω‐ μεν. Μὴ ἕως τοῦ σχήματος εἶναι νομίσωμεν τὸν Χρι‐ στιανισμὸν, μηδὲ τούτῳ τερπόμενοι ἐναπομείνωμεν, ἀλλὰ τῇ διὰ τῶν ἔργων βεβαιώσει ἀληθείας καὶ δι‐ καιοσύνης οἰκεῖοι διαμείναντες, τῶν ἑπομένων τῇ δι‐
20καιοσύνῃ τιμῶν τευξώμεθα παρὰ Χριστοῦ, ᾧ ἡ δόξα
εἰς τοὺς αἰῶνας. Ἀμήν.1075