TLG 2062 120 :: JOANNES CHRYSOSTOMUS :: Christi discipulum benignum esse debere [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Christi discipulum benignum esse debere [Sp.] Citation: Vol — pg — (ln) | ||
48.1069(47t) | ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ | |
48t | ὅτι χρὴ τὸν Χριστοῦ μαθητὴν ἤπιον εἶναι, καὶ μὴ ταχέως ὀργίζεσθαι. | |
---|---|---|
49 | Ἡ θεία φωνὴ τοῦ Κυρίου ἐν τοῖς Εὐαγγελίοις δι‐ | |
48.1069(50) | δάσκει ἡμᾶς, ἡ ἀναπληροῦσα τὸν νόμον, οὐ καταρ‐ γοῦσα, μὴ ὀργίζεσθαι τῷ ἀδελφῷ, καὶ διὰ τῆς προσ‐ θήκης ταύτης τοῦ λόγου ἀνεπλήρωσε τὸ, Οὐ φονεύ‐ σεις, αὐτὴν τὴν ῥίζαν ἐξαίρων τοῦ φόνου, καὶ τὴν καρδίαν ἔσωθεν καθαρίζων, καὶ οὐχὶ τὰς χεῖρας ἔξω‐ | |
55 | θεν. Τιμωρίαν γὰρ ἐπέθηκεν οὐχὶ τοιαύτην, ἥνπερ ὁ νόμος, τὴν παρ’ εὐθὺ, ἀλλὰ τὴν ἐπὶ τῆς κρίσεως, λέγων· Ὁ γὰρ ὀργιζόμενος τῷ ἀδελφῷ αὑτοῦ εἰ‐ κῆ, ἔνοχος ἔσται τῇ κρίσει. Οὐ γὰρ ὀξεῖαι αἱ παρὰ Χριστοῦ τιμωρίαι, καθάπερ ἐν τῷ νόμῳ· ἀλλὰ πολ‐ | |
60 | λὴ μὲν ἀναβολὴ τῶν κατὰ τὸ δίκαιον ἀνταποδόσεων, φοβερὰ δὲ ὕστερον ἡ δίκη. Ὥσπερ ἐπιτάττει τὰ μεί‐ | |
ζω, οὕτω καὶ μειζόνως μακροθυμεῖ, κάθαρσιν καρ‐ | Column end | |
48.1070(49) | δίας ἐπιζητῶν, ἣν δυσκόλως ἔστιν ἐξεργάσασθαι. | |
48.1070(50) | Διόπερ εἰ καὶ προαχθείημεν εἰς ὀργὴν, οὐκ εὐθὺ τι‐ μωρεῖται· εἰ γὰρ παρ’ εὐθὺ ἐτιμωρεῖτο, οὐκ ἂν ἦν διὰ μετανοίας ἐπάνοδος. Διὰ τοῦτο ὑπερτίθεται τὴν τιμωρίαν, ἵνα ἔχωμεν καιρὸν μετανοίας, ἵνα ὁ χθὲς ὀργισθεὶς τῷ ἀδελφῷ, σήμερον μετανοήσῃ, καὶ διαθή‐ | |
55 | κην ἑαυτῷ διάθηται μηκέτι ὀργίζεσθαι τῷ ἀδελφῷ· καὶ κατὰ μέρος ὅμοιοι Θεῷ γινώμεθα. Μεταβάλλει γὰρ ἡμᾶς ἐκ τῶν ἀλλοτριούντων τὴν ζωὴν ἡμῶν ἐκ τῆς ὁμοιώσεως τοῦ Θεοῦ, καὶ ἄγει εἰς τὸ κατὰ φύσιν καλὸν μετὰ τὸ προκείμενον· εἰς γὰρ τὸ κατὰ φύσιν | |
60 | ἀγόμεθα, καὶ εἰς τὴν τοῦ θείου Πνεύματος κοινωνίαν, καὶ τὴν διηνεκῆ μετὰ Θεοῦ ζωὴν περὶ τηλικούτων | |
ἀγωνιζόμενοι. Πρόσχωμεν ἑαυτοῖς, καὶ μὴ καταφρο‐ | 1069 | |
48.1071 | νήσει τὸ ἔργον τῆς εἰς Θεὸν ὁμοιώσεως διαφθείρω‐ μεν, ἐπειδὴ χρονίζει ὁ Κύριος τοῦ ἐλθεῖν· μὴ ἑαυτοῖς ἄδειαν δῶμεν εἰς τὸ παραβαίνειν τὰ λόγια Κυρίου, μὴ ἀπελπίσαντες ὡς μὴ δυνάμενοι τούτου τυχεῖν τοῦ | |
5 | καθ’ ὁμοίωσιν Θεοῦ, καταλίπωμεν τὸν ἀγῶνα, ἀλλ’ ἡ ἐλπὶς παρέστω διὰ τὸν προστάξαντα καὶ δύναμιν χα‐ ριζόμενον ἐπὶ τῷ προσταχθέντι. Ἡ δὲ καταφρόνησις καὶ ἡ ἀμέλεια ἀπέστω, φοβερωτέραν ἡμῶν προσδο‐ κώντων τὴν τιμωρίαν διὰ τὴν μακροθυμίαν. Ὅσον | |
10 | γὰρ μακροθυμεῖ, ζητῶν τὴν διόρθωσιν, τοσοῦτον ἀγανακτήσει μὴ διορθουμένων ἡμῶν, καὶ ὡς ἐξυβρί‐ σασι τὴν χάριν ἐπελεύσεται ὀξέως. Καταφρονείσθω δὲ ἡμῖν ἅπαντα τὰ τοῦ αἰῶνος τούτου πράγματα μᾶλλον, ἢ τὸ θεῖον πρόσταγμα· πολλὰ γὰρ τὰ εἰς ὀρ‐ | |
15 | γὴν εἰσκαλούμενα τοὺς ὀξεῖς εἰς ὀργὴν, τοὺς εὐχερῶς παροξυνομένους. Ὁ δὲ τὸ πρόσταγμα τοῦ φοβεροῦ βασιλέως φοβούμενος, τοῦ κελεύσαντος ὅλως μὴ ὀρ‐ γίζεσθαι, πάντων καταπτύσεται τῶν παροξύνειν θε‐ λόντων· εὐχερῶς δὲ ὑπομενεῖ τοὺς διὰ λόγων λυποῦν‐ | |
20 | τας, καρτερήσει δὲ πρὸς τοὺς δι’ ἔργων λυπεῖν θέ‐ λοντας, καὶ τῷ τύπτοντι τὴν σιαγόνα, στρέψει καὶ τὴν ἄλλην, καὶ τὸν ῥῆμα αἰσχρὸν λοιδορίας χάριν ἐπάγοντα γενναίως ὑποίσει, θαυμαστὴν παραμυθίαν τοῦ μακαρισμοῦ κεκτημένος, καὶ ἵνα ὑπήκοος τῷ | |
25 | Κυρίῳ εὑρεθῇ, καὶ σβέσῃ τὴν πρὸς τὸν ἀδελφὸν ὀρ‐ γὴν, καὶ φύγῃ τὴν ἐπ’ αὐτῷ ὡρισμένην κόλασιν. Διὰ γὰρ τοῦτο τῆς σωματικῆς συμπαθείας ἀπηλλάχθαι Χριστὸς παρακελεύεται, φεύγειν τε φιλοχρηματίαν, καὶ φιλοδοξίας ἀφίστασθαι, ὅλως δὲ ἡδονὴν μὴ παρα‐ | |
30 | δέχεσθαι ἐν ἑαυτῷ, ἵνα μὴ διὰ μηδὲν τούτων κακω‐ θῶμεν τὴν ψυχὴν, καὶ διατεθῶμεν ἀλλότριοι εἰς τὸ ἅγιον Πνεῦμα. Ὁ γὰρ χρημάτων καταφρονεῖν διδα‐ χθεὶς, πῶς διὰ χρήματα παροξυνθήσεται, εἰ καὶ βού‐ λεταί τις ἁρπάζειν; καὶ ὁ δόξης μὴ ὀρεγόμενος, πῶς | |
35 | διὰ δόξαν παροξυνθήσεται; Ἀπόδυσαι τοίνυν τὸ κο‐ σμικὸν ἔνδυμα, καὶ τὸ πνευματικὸν ἔνδυσαι· ἀπόδυ‐ σαι τὸν παλαιὸν ἄνθρωπον, ἵνα τὸν νέον ἐνδύσῃ. Διὰ τοῦτο γὰρ ἀναγέννησις λέγεται, καὶ βεβόηται παρὰ τοῖς θείοις γράμμασι. Μεταβολῆς γὰρ τῶν προτέρων | |
40 | ἡ σωτηρία ἡ ἡμετέρα δεῖται, ἵνα ἕτεροι παρ’ ὅ ἐσμεν γενώμεθα, ἵνα παυσώμεθα ὅπερ ἐσμὲν, ἐναρ‐ ξώμεθα δὲ ἕτερον βίον, ὃν πρὸ τῆς παραβάσεως κρα‐ τοῦντες ἐτυγχάνομεν. Οὐκ ἦσθα γὰρ τοιοῦτος παρὰ Θεῷ, οἷος ἐκ παίδων γέγονας, οὐδὲ τοιοῦτον ἐκ τῆς | |
45 | θεοποιήτου πλάσεως εἶχες τὸ ἦθος, οἷον ἐκ τῆς ἀν‐ θρωπίνης γενέσεως. Ἄκουσον τοίνυν ὀμνύοντος τοῦ Κυρίου, καὶ φοβήθητι· Ἀμὴν γὰρ, φησὶ, λέγω ὑμῖν, ἐὰν μή τις ἄνωθεν γεννηθῇ, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διὸ | |
48.1071(50) | ἄρξαι βίον καινότερον, κατάλειπε τὸν ἐν ἁμαρτίαις παλαιωθέντα βίον· ὁ χθὲς πόρνος σήμερον γενέσθω σώφρων· ὁ χθὲς ἀμέτρως μεθύων σήμερον γενέσθω νηστευτής· τὸ κακῶς ὕστερον ἐπιγενόμενον ἀπόῤῥι‐ ψον, ἵνα τὸ καλῶς ἐξ ἀρχῆς δεδομένον ἐπαναλάβῃς. | |
55 | Μικρόν ἐστιν τὸ ἀτάραχον καὶ ἀόργητον διατελεῖν. Ὁ θέλων κατ’ εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι, ὀφείλει ὑπὸ πάντων καταφρονεῖσθαι, διαπτύεσθαι, ἐξευτελίζεσθαι, διὰ ῥημάτων, διὰ πραγμάτων. Διὰ τοῦτο γὰρ οὐδὲ ἀνταποδιδόναι κακὰ τῷ ἠδικηκότι | |
60 | ἐκέλευσεν, ἵνα μὴ ἀνταποδιδοὺς τῷ ἀδικοῦντι, τὴν κατὰ φύσιν ἀπολέσῃς ἠπιότητα. Μὴ τοίνυν γένῃ κατὰ σεαυτὸν φρόνιμος, ὡς δίκαιος ὢν τοῦ ἀμύνασθαι τὸν ἀδικοῦντα. Μέμνησο τῶν ἱερῶν τοῦ Παύλου διδασκα‐ λιῶν· Μὴ γίνεσθε, φησὶ, φρόνιμοι παρ’ ἑαυτοῖς, | |
65 | μηδὲ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες. Οὐκ ἔστι καλὸν ἀντίδικον γενέσθαι, οὐδὲ ὑπὲρ ἑαυτοῦ τὴν δίκην ζητεῖν, ἀλλ’ ἐπίῤῥιψον τὴν δίκην σου Θεῷ, τῷ τὴν ἄμυναν ἀοργήτως ἐπάγοντι τοῖς ἀδικοῦσι· Μὴ γὰρ ἑαυτοὺς ἐκδικοῦντες, φησὶν, ἀλλὰ δότε τόπον | |
70 | τῇ ὀργῇ· γέγραπται γὰρ, Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Μὴ λέγε, Θεὸς ἀντα‐ | |
ποδίδωσιν, ἀνταποδώσω κἀγώ· σκέψαι τί σοι Χριστὸς | Column end | |
48.1072 | ἐπέδειξεν εἰς κόσμον ἐλθὼν, ἵνα τὸν σωτήριον τῆς ζωῆς ἐπιδείξῃ τύπον, καὶ τοῦτον ζήλωσον, ἵνα σωθῇς. Οὐκ ἦλθε γὰρ κριτὴς, οὐδὲ τοὺς ἐπανισταμένους ἀμυνόμενος· καίτοι γε οὐχ ἑαυτῷ διὰ τῆς ἀνεξικακίας | |
5 | κέρδος μνηστευόμενος, ἀλλὰ τῷ κόσμῳ τὴν σωτη‐ ρίαν πραγματευόμενος. Ἡ γὰρ Χριστοῦ ἀνεξικακία τὴν τοῦ διαβόλου θρασύτητα καταβέβληκε, καὶ ἡ τοῦ Κυρίου ἠπιότης τὸν ἄγριον θυμὸν τοῦ Πονηροῦ κατ‐ επάλαισε. Καὶ σὺ τοίνυν τὸν τύπον εἰς μίμησιν προ‐ | |
10 | τίθει. Οὐκ ὠργίσθη τοῖς ἐξυβρίσασιν, ἀλλὰ Σαμα‐ ρείτης καὶ δαιμονιῶν ἀκούων, ἠπίως καὶ πραέως πρὸς τοὺς λέγοντας ἀποκρίνεται· Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν Πατέρα μου· ὑμεῖς δὲ ἀτιμά‐ ζετέ με· ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ | |
15 | ζητῶν καὶ κρίνων. Οὐκοῦν καὶ σὺ μὴ ἑαυτὸν ἐκδίκει, ἀλλ’ ἀνάμενε τὸν κριτήν. Εἰ γὰρ αὐτὸς ὁ κριτὴς ἐν ἀνθρωπίνῳ σχήματι ἐλθὼν οὐκ ἀνταπέδωκε δυνάμε‐ νος, ἀλλὰ ἐξεδέχετο κρίσιν Θεοῦ (Λοιδορούμενος γὰρ, φησὶν, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, | |
20 | παρεδίδου δὲ τῷ κρίνοντι δικαίως), καὶ σὺ τοίνυν ποίησον οὕτω, καὶ μίμησαι τὸν Δεσπότην, ὃς καὶ μέχρι σταυροῦ τὴν ἄθεον ὕβριν ἐβάστασε, καὶ τοῖς ἀξίοις ἀπωλείας σωτηρίαν ἐπιπροτείνει. Καὶ γὰρ πρὸς τὸν Πατέρα ἔλεγεν, Ἄφες αὐτοῖς τὴν ἁμαρτίαν | |
25 | ταύτην· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Ἠδίκησεν ὁ ἀδελφὸς, ἀνάξιος τῆς ἀδελφότητος ὤφθη· ἀλλὰ σὺ μὴ διαφθείρῃς τὴν ἀδελφότητα. Ὁ ἀδελφὸς ἐμιμήσατο τοὺς τοῦ Ἰωσὴφ ἀδελφοὺς, ἀδελφοκτονίαν ὡπλί‐ σατο, ἐχθρὸς ἀνεφάνη ἀντ’ ἀδελφοῦ, πονηρίας ἔδειξεν | |
30 | ὑπερβολὴν, οὐδὲν ἀδικούμενος ἀδικεῖ. Ἀλλὰ σὺ τὸ ἐναντίον ποίησον, ἵνα εἴπῃς καὶ σὺ κατὰ τὸν μελῳδὸν Δαυΐδ· Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός. Νίκα ἐν τῷ ἀγαθῷ τὸν κακὸν, προ‐ καλοῦ αὐτὸν εἰς τὸ ἀγαθὸν, λῦσον τὸν θυμὸν ἠπιότητι, | |
35 | δεῖξον αὐτῷ ὅτι ἀδίκως διώκει τὸν ἐν σοὶ Χριστὸν, οὐκ ἄξιον τοῦ διώκεσθαι σεαυτὸν ἐπιδεικνύων. Ἀλλ’ ἀδιόρθωτός ἐστι, καὶ πρὸς τὴν σὴν ἡμερότητα οὐ μεταβάλλεται. Καὶ θηρία μὲν μεταβάλλεται εἰς τὴν τῶν ἀνθρώπων ἡμερότητα, ἐκεῖνος δὲ τῶν θηρίων | |
40 | ἀγριώτερος καθέστηκε. Μὴ φιλονείκει πρὸς τὸν τοιοῦ‐ τον, μηδὲ ἀντιπαρεξάγαγε θυμῷ θυμόν· ἔκκλινον δὲ ὥσπερ [τὰς] χαλεπὰς τῶν πετρῶν ὁ σοφὸς κυβερνήτης· φύλαξαι δὲ ὥσπερ ἀσπίδα κωφὴν καὶ βύουσαν τὰ ὦτα αὐτῆς, ἥτις οὐκ εἰσακούσεται φωνὴν ἐπᾴδοντος. Ἐξ‐ | |
45 | αγόρασον τὸν καιρὸν, Ὅτι αἱ ἡμέραι πονηραί εἰσιν· ἐν σοφίᾳ περιπάτει, εἰδὼς, ὅτι ξένος εἶ καὶ πάροικος ἐπὶ τῆς γῆς καὶ παρεπίδημος, καθὼς πάντες οἱ πα‐ τέρες σου. Πρόβατον εἰς μέσον λύκων ἀπεστά‐ λης καὶ σὺ, ὥσπερ καὶ οἱ ἀπόστολοι· μὴ λύκος ἀντὶ | |
48.1072(50) | προβάτου γίνου· πρὸς λύκους φιλονεικῶν, φυλάσσου ὅση δύναμις, ἵνα μὴ τὸν θησαυρὸν τῆς δικαιοσύνης ἀπολέσῃς· φυλάσσου τοὺς διαρπάζοντας· φρόνιμος ὢν ὡς ὄφις φυλάσσου τὰς ἐπιβουλάς· εἰ δὲ καὶ βλάψειεν ὁ λύκος, εἰ δὲ καὶ σπαράττειν μέλλοι σε, παρα‐ | |
55 | σκευάζου φέρειν, μεμνημένος τοῦ λέγοντος· Ἐγενή‐ θημεν ὡς πρόβατα σφαγῆς· ἀφορῶν εἰς αὐτὸν τὸν Κύριον, Ὃς ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Ἥξει καὶ τῆς σῆς νίκης ὁ καιρὸς, ὅταν νικήσῃς ἀν‐ | |
60 | εξικακῶν μετὰ Χριστοῦ. Καὶ γὰρ ὁ Κύριος οὐκ ἤρισεν οὐδὲ ἐκραύγασεν, οὐδὲ ἤκουσέ τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Καὶ ὁ Ἀπόστολος ἐν ἑτοίμῳ ἔχειν φησὶν ἐκδικῆσαι πᾶσαν παρακοὴν, ὅταν πληρωθῇ τῶν ὑπακουσάντων ἡ ὑπακοή. Θεοῦ δὲ μακροθυμοῦντος, | |
65 | μακροθύμει καὶ σύ· ὅτε γὰρ σήμερον πάσχει Χριστὸς, σοῦ πάσχοντος, διὰ Χριστὸν ὑπομένειν δεῖ καὶ τὸν Χριστοῦ διάκονον. Βόα πρὸς αὐτὸν, καὶ ποιήσει τὴν ἐκδίκησιν ἐν τάχει· συντελέσει τὴν πονηρίαν ἁμαρ‐ τωλῶν, καὶ κατευθυνεῖ δίκαιον ὁ Θεὸς κριτὴς δίκαιος, | |
70 | ἰσχυρὸς καὶ μακρόθυμος· μακροθυμεῖ γὰρ πρὸς τὸ ἡμᾶς ἐπιστρέψαι. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. | |
Ἀμήν. | 1071 |