TLG 2062 119 :: JOANNES CHRYSOSTOMUS :: De sacerdotio (lib. 7) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De sacerdotio (lib. 7) [Sp.]

Cf. et 2062 085

Citation: Vol — pg — (ln)

48

.

1067

(4t)

ΤΟΥ ΑΥΤΟΥ [ΧΡΥΣΟΣΤΟΜΟΥ]
5tΠερὶ ἱερωσύνης λόγος ἕβδομος.
6 Ὦ θαῦμα παράδοξον! ὦ δύναμις ἄῤῥητος! ὦ φρι‐ κτὸν μυστήριον τὸ τῆς ἱερωσύνης· νοερὰ καὶ ἁγία, σεμνὴ καὶ ἀμώμητος, ἣν Χριστὸς τοῖς ἀξίοις ἐλθὼν ἐδωρήσατο. Προσπίπτω καὶ δέομαι δάκρυσι καὶ στε‐
10ναγμοῖς, ἵνα ἐσοπτρίσωμαι εἰς τοῦτον τὸν θησαυρὸν τῆς ἱερωσύνης, τοῖς αὐτὸν φυλάττουσιν ἀξίως καὶ ὁσίως. Θυρεὸς γάρ ἐστι λαμπρὸς καὶ ἀνείκαστος, καὶ πύργος ἀσάλευτος, τεῖχος ἀδιαίρετον· θεμέλιος γάρ ἐστιν ἑδραῖος ἀπὸ γῆς μέχρι τῆς οὐρανίου ἁψίδος
15ἐγγίζουσα. Καὶ τί λέγω, ἀδελφοί; Ὅτι τὰ τῶν ὑψί‐ στων ἁψίδων καθάπτεται, εἰς αὐτοὺς τοὺς οὐρανοὺς τῶν οὐρανῶν ἔρχεται ἀκωλύτως, ἐν μέσῳ τῶν ἀγγέ‐ λων ἅμα τῶν ἀσωμάτων λαμπρῶς καὶ ῥᾳδίως ἰχνο‐ βατεῖ. Καὶ τί λέγω ἐν μέσῳ τῶν ἄνω δυνάμεων; Αὐ‐
20τοῦ τοῦ Δεσπότου τῶν ἀγγέλων καὶ κτίστου καὶ φω‐ τοδότου συνόμιλος γίνεται, καὶ καθ’ ὅσον βούλεται παραυτίκα λαμβάνει τὰ αὐτοῦ αἰτήματα ἐν πολλῇ παῤῥησίᾳ. Οὐ παύομαι, ἀδελφοὶ, ὑμνῶν καὶ δοξά‐ ζων τὸν τοῦ ἀξιώματος βαθμὸν, ὃν ἡ Τριὰς δέδωκε
25τοῖς υἱοῖς τοῦ Ἀδὰμ, δι’ οὗ ὁ κόσμος σέσωσται, καὶ ἡ κτίσις πεφώτισται, δι’ οὗ ὄρη καὶ βουνοὶ καὶ νάπαι καὶ φάραγγες πεπλήρωνται τῆς φαιδρᾶς καὶ σεμνῆς πολιτείας τοῦ μακαρίου γένους· λέγω δὴ τῶν μοναχῶν, καθὼς Ἡσαΐας ὁ λαμπροφωνότατος ἔφησεν, ὅτι Ἐκ
30τῶν κορυφῶν τῶν ὀρέων δώσουσι φωνὰς αὐτῶν ἄνθρωποι εἰς δοξολογίαν· δι’ οὗ καὶ ἀνομία ἐκ τῆς γῆς ἀφῄρηται, δι’ οὗ καὶ σωφροσύνη ἐν τῇ γῇ αὐλίζεται, δι’ οὗ ὁ διάβολος πεσὼν κατήργηται, οἱ ἀσελγεῖς γε‐ γόνασι σκεύη ἡγιασμένα, οἱ πόρνοι ἁγνοὶ καὶ ἀμίαν‐
35τοι, οἱ ἄφρονες γεγόνασιν ὁδηγοὶ δικαιοσύνης· δι’ οὗ καὶ τὸ τοῦ θανάτου κράτος κατήργηται, καὶ ὁ ᾅδης τὴν ἰσχὺν ἀπώλεσε, καὶ ἡ κατάρα τοῦ Ἀδὰμ λέλυται, καὶ ὁ νυμφὼν ὁ οὐράνιος ηὐτρέπισται· δι’ οὗ τῶν ἀν‐ θρώπων ἡ φύσις πρὸς τὴν τῶν ἀσωμάτων μεταβάλ‐
40λεται δύναμιν. Τί εἴπω, ἢ τί ἐπαινέσω; ὑπερβαίνει γὰρ καὶ λόγον καὶ ἔννοιαν ἡ δωρεὰ τοῦ βαθμοῦ τῆς ἱερωσύνης. Καὶ, ὡς οἶμαι, τοῦτό ἐστιν ὃ ὁ Παῦλος ἐκπλαγεὶς αἰνίττεται λέγων· Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ! ὡς ἀνεξερεύνητα τὰ
45κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ! Ὑψιπέτης ὑπάρχει ἀπὸ γῆς εἰς οὐρανὸν, ὀξυτάτως προσφέρουσα τῷ Θεῷ τὰ αἰτήματα ἡμῶν· πρεσβεύει τῷ Δεσπότῃ ὑπὲρ τῶν δούλων. Καὶ πρόσχωμεν, ἀδελ‐ φοὶ, τηλαυγῶς εἰς τοῦτο τὸ μυστικὸν καὶ φρικτὸν

48

.

1067

(50)

διήγημα, ὅτι ἄνευ τῆς σεμνῆς ἱερωσύνης ἄφεσις ἁμαρτιῶν βροτοῖς οὐ δίδοται· θέτε τὸν νοῦν ὑμῶν, ἀδελφοί· ὑμεῖς γάρ ἐστε ἐρασταὶ τῆς εὐσεβείας, αὐ‐ γάζοντες τὸ φῶς τῶν διδαγμάτων. Τί ἐστιν ὃ πρώην ἐλέξαμεν περὶ τοῦ μυστηρίου τῆς ἱερωσύνης; Τὸ
55κλῆμα τῆς ἀμπέλου, καὶ ὁ κόκκος τοῦ σίτου, καὶ ἡ ἱερωσύνη ὁμόνοιαν κέκτηνται· τὸ κλῆμα καὶ ὁ σῖτος παιδίσκαι ὑπάρχουσιν, ἡ δὲ ἱερωσύνη ἐλευθέρα πέ‐ φυκε. Ὅταν οὖν συναχθῶσιν αἱ τρεῖς τοῦ αὐλισθῆναι ἐπάνω τῶν θησαυρῶν, προσφέρει τῷ βασιλεῖ ἑκάστη
60τὴν δύναμιν τῶν ἰδίων καρπῶν εἰς εὐωδίαν· τὸ κλῆ‐ μα προΐησι τὸ αἷμα, ὁμοίως καὶ ὁ σῖτος τὸν ἄρτον, ἡ
δὲ ἱερωσύνη εὐπαῤῥησιάστως ὑψηλοπετεῖ ἀπὸ γῆς εἰςColumn end

48

.

1068

(6)

οὐρανὸν, ἄχρις ἂν θεωρήσῃ αὐτὸν τὸν ἀόρατον, καὶ προσκυνήσασα ἔμπροσθεν τοῦ ὑψηλοῦ θρόνου, ἱστα‐ μένη δέηται ὑπὲρ τῶν δούλων πρὸς τὸν Δεσπότην, βαστάζουσα δάκρυα καὶ στεναγμοὺς τῶν συνδούλων
10καὶ προσφέρουσα τῷ Δεσπότῃ· ὁμοίως παράκλησιν ἅμα καὶ μετάνοιαν αἰτοῦσα, συγχώρησιν καὶ ἔλεον τῷ εὐσπλάγχνῳ βασιλεῖ, ὅπως τὸ παράκλητον Πνεῦ‐ μα συνέλθῃ, καὶ ἁγιάσῃ τὰ δῶρα ἐν γῇ προσκείμενα. Καὶ ὅταν προσκομισθῇ μυστήρια φοβερὰ, πλήρη ἀθα‐
15νασίας διὰ τοῦ προεστῶτος ἱερέως πρεσβείαν ποιοῦν‐ τος ὑπὲρ πάντων, τότε δὴ προσέρχονται ψυχαὶ διὰ τῶν μυστηρίων καθαρμὸν λαμβάνουσαι τῶν σπίλων. Ἴδετε, φιλόθεοι, πῶς οὐκ ἐνεργοῦσιν οἱ δύο ἐπὶ τῆς γῆς, εἰ μὴ ἡ οὐρανία ψῆφος παραγένηται, καὶ ἁγιά‐
20σῃ τὰ δῶρα. Ἑώρακας, ἄνθρωπε, φαιδρὰν θαυμα‐ τουργίαν; εἶδες βαθμὸν ἱερὸν πῶς ῥᾳδίως καθ‐ αίρει τῶν ψυχῶν τὰς κηλῖδας; Εὐλογεῖται ὁ Σωτὴρ ὁ δράσας ἐπὶ τῆς γῆς τοῦτο τὸ ὑπέρλαμπρον καὶ ῥυ‐ πτικὸν δώρημα, φωτίσας χάριτι τοὺς ἱερεῖς, τοῦ λάμ‐
25πειν ὡς φωστῆρας ἐν κόσμῳ. Ὁ λαὸς ὁ πρὸ ἡμῶν, κέρας ἐλαιοφόρον, προκοπὴν κατείληφεν· ἡμεῖς δὲ οἱ ἀχρεῖοι δοῦλοι τοῦ εὐλογητοῦ, οὐ κέρας, οὐκ ἔλαιον αἰσθητὸν εἰλήφαμεν· ἀλλ’ αὐτὸς ὁ κρανίον ὢν, ὁ ὑψη‐ λὸς καὶ φρικτὸς κατῆλθεν ἐξ οὐρανοῦ, καὶ ἐδωρή‐
30σατο ἡμῖν ἐν τῇ ἐπιθέσει τῶν χειρῶν τὸ Πνεῦμα τὸ ἑαυτοῦ, τὸ ἐλθὸν ὡσεὶ πῦρ ἐπὶ τοὺς ἀποστόλους. Ὦ δύναμις ἄῤῥητος ἡ καταπαύσασα οἰκῆσαι ἐν ἡμῖν δι’ ἐπιθέσεως τῶν χειρῶν τῶν ἱερέων! ὦ τί μέγαν βα‐ θμὸν ἔχει ἡ φρικτὴ ἱερωσύνη! Μακάριος ὑπάρχει
35ὅστις πολιτεύεται ἐν αὐτῇ ἁγνῶς καὶ ἀμώμως. Πέτρος ὁ κληθεὶς Κηφᾶς, ὁ σαγηνευθεὶς παρὰ τὸ χεῖλος τῆς θαλάσσης, ὁ μαρτυρηθεὶς ὑπὸ τοῦ μεγάλου ποιμένος ὅτι Ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, διὰ ἱερωσύνης καὶ τὰς κλεῖς τῶν οὐ‐
40ρανῶν εἴληφεν. Ὁμοίως δὲ καὶ Παῦλος, ὁ ποτὲ διώ‐ κτης, ταύτης ἀξιωθεὶς, ὑπόπτερος διέδραμε κηρύτ‐ των ἐν γῇ καὶ θαλάσσῃ τὴν ἐκ νεκρῶν ἀνάστασιν. Ἐπανέλθωμεν πρὸς Ἄβελ τὸν δίκαιον, ὃς γέγονεν ἐν ἀρχῇ τῆς κτίσεως ἱερεὺς, καὶ μάθωμεν ἐξ αὐτοῦ ὅτι
45ἱεράτευεν ἐν ἀρχῇ τὴν θυσίαν αὐτοῦ πρὸς τὸν Θεόν. Οὐχὶ πῦρ ἐξ οὐρανοῦ κατελθὸν κατέφαγε τὴν θυσίαν αὐτοῦ; Ὅτε δὲ προσέφερε τῷ Θεῷ τὰς ἀπαρχὰς, ὥς φησιν ἡ Γραφὴ, Ἐπεῖδεν ὁ Θεὸς ἐπὶ τὴν θυσίαν τοῦ Ἄβελ ἐπὶ δὲ τὴν τοῦ Κάϊν οὐκ εὐδόκησεν.

48

.

1068

(50)

Πάλιν δὲ ὁ Νῶε, ὁ σωθεὶς ἐν κιβωτῷ, ὅτε ἐκόπασε τὸ ὕδωρ, καὶ ἐκάθισεν ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, ταύτην πάλιν εὐθέως μετέσχε τὴν ἱερωσύνην, καὶ προσήνεγκε θυσίαν εἰλικρινῶς τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας. Ὅθεν διέθετο μετ’ αὐτοῦ διαθήκην ὁ Θεὸς, τοῦ μηκέτι ἐπ‐
55άξαι κατακλυσμὸν ἐπὶ τῆς γῆς, καὶ δίδωσιν αὐτῷ εὐ‐ λογίαν τοῦ αὐξάνεσθαι καὶ πληθύνεσθαι. Εἶδες θαυ‐ ματουργίαν τῆς ἱερωσύνης; ἑώρακας τὸν πρῶτον ἱε‐ ρέα Ἄβελ ἐν τῇ προτέρᾳ κτίσει, πῶς τὸ πῦρ κατ‐ ήνεγκεν οὐρανόθεν ἐπὶ γῆς διὰ τὴν ἄμωμον αὐτοῦ
60ὁλοκάρπωσιν; Εἶδες πάλιν τὸν Νῶε τὸν σεμνὸν ἱερέα ἐν τῇ δευτέρα κτίσει, πῶς ἔθετο ὁ Θεὸς μετ’ αὐτοῦ
διαθήκην; Ταύτην δὲ Ἀβραὰμ ἠξιώθη μετασχεῖν,1067

48

.

1069

καὶ προσήνεγκε τῷ Θεῷ τὸν Ἰσαὰκ, καὶ ἱερούργησε τὰ σπλάγχνα τὰ ἴδια. Ἐκεῖ αὐτῷ δείκνυσιν ὁ Θεὸς θαῦμα μέγα, τὴν τοῦ Κυρίου γέννησιν ἐν τῇ τοῦ φυ‐ τοῦ Σαβὲκ, τὴν ἐν ῥιπῇ αὔξησιν, καὶ τὸ τῆς εὐλογίας,
5ἧς αὐτὸς εὐλόγησεν· Ἐν τῷ σπέρματί σου εὐλογη‐ θήσονται πάντα τὰ ἔθνη. Ταύτης καὶ Μωσῆς κατ‐ ηξιώθη ἀναβὰς εἰς τὸ ὄρος τὸ Σινὰ πρὸς τὸν Θεὸν, καὶ δεξάμενος τὸν νόμον παρ’ αὐτοῦ· ὅθεν καὶ ἐδοξά‐ σθη τὸ πρόσωπον αὐτοῦ, ὥστε αὐτὸ ὁρᾶσθαι ὑπὲρ
10τὸν ἥλιον. Ὁμοίως καὶ Ἀρὼν ταύτης κατηξιώθη, πρεσβευτὴς γενόμενος ὑπὲρ τῶν ἁμαρτιῶν τοῦ λαοῦ πρὸς τὸν Θεόν. Μωσῆς γὰρ καὶ Ἀαρὼν ἐν τοῖς ἱε‐ ρεῦσιν αὐτοῦ. Ὁμοίως καὶ Φινεὲς ταύτῃ τῇ πανσέ‐ μνῳ ἐκώλυσε θάνατον ἐκ τοῦ λαοῦ ἐκείνου· καὶ Ἠλίας
15δὲ πάλιν ταύτῃ ἐνδυσάμενος εἰσηκούσθη ἐν πυρὶ, καὶ τοὺς ἱερεῖς τῆς αἰσχύνης κατέσφαξε. Μάθωμεν οὖν, ἀδελφοὶ, ὅτι μέγα ἐστὶ καὶ ὑπέρογκον τὸ τῆς ἱερωσύ‐ νης ἀξίωμα. Δόξα τῷ Μονογενεῖ καὶ μόνῳ ἀγαθῷ, τῷ παρασχόντι αὐτὴν τοῖς ἑαυτοῦ ἀποστόλοις, διὰ τῆς αὐ‐
20τοῦ καινῆς καὶ ἁγίας διαθήκης, ἵνα καὶ αὐτοὶ ἡμῖν ὑπόδειγμα δείξωσιν ἐν τῇ θέσει τῶν χειρῶν αὐτῶν πρὸς τοὺς ἀξίους. Πάντες οὖν εἰλικρινῶς τιμήσωμεν τοὺς τὸν βαθμὸν ἔχοντας τῆς ἱερωσύνης, γινώσκοντες ὅτι εἴ τις τῶν φίλων τοῦ βασιλέως φιλεῖ, τοῦτον πολ‐
25λῷ πλέον ἀγαπᾷ ὁ βασιλεύς. Ἀγαπήσωμεν οὖν τοὺς ἱερεῖς τοῦ Θεοῦ, ἐπειδὴ φίλοι εἰσὶ τοῦ Θεοῦ, καὶ πρε‐ σβεύουσιν ὑπὲρ ἡμῶν πάντοτε· τίμησον τοὺς ἱερεῖς, ἀναπληρῶν τὴν ἐντολὴν τοῦ Χριστοῦ τὴν λέγουσαν, ὅτι Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου,
30μισθὸν προφήτου λήψεται. Ἐὰν δὲ τὸν τυχόντα ἱερέα ἀγνοεῖς, εἰ ἄξιός ἐστι τοῦ βαθμοῦ ἢ ἀνάξιος, οὐ διὰ τὴν τοῦ Χριστοῦ ἐντολὴν μὴ παρίδῃς. Ὥσπερ γὰρ οὐ βλάπτεται χρυσὸς τῷ πηλῷ συμπεφυρμένος, οὐδὲ φαιδρὸς μαργαρίτης ἀλλοιοῦται, ὅταν τισὶ συν‐
35αφθῇ εἴδεσιν ἀκαθάρτοις· τὸν αὐτὸν οὖν τρόπον οὐδὲ ἡ ἱερωσύνη κηλιδοῦται ἔκ τινος, κἂν ἀνάξιος ᾖ ὁ ταύ‐ την δεχόμενος. Ἐὰν μέν τις ἀξιωθῇ εἰς ταύτην τὴν ἀξίαν ἐλθεῖν, καὶ πορευθῇ ἐν αὐτῇ ἀξίως καὶ ἀμέμ‐ πτως, ζωὴν αὐτῷ προξενεῖ καὶ στέφανον ἄφθαρ‐
40τον· ἐὰν δέ τις ἀναξίως εἰς ταύτην ἐλθεῖν τολμή‐ σῃ, προξενεῖ ἑαυτῷ σκότος τὸ ἐξώτερον καὶ κρίσιν ἀνίλεων. Ἄλλο σοι ὑπόδειγμα δίδωμι, ὦ ἄνθρωπε, ἵνα μὴ τολμήσῃς ἐν τῇ ἀλαζονείᾳ σου λαβεῖν ἀναξίως τὸν τῆς ἱερωσύνης βαθμὸν, ἐπειδὴ οὐκ εὐδοκεῖ ὁ Θεὸς
45ἐν τοῖς ἀλαζονικῶς κεχειροτονημένοις. Γνῶθι τοίνυν
ὃ πεπόνθασιν οἱ τάλανες ἐκεῖνοι, οἱ τῷ Μωσεῖ καὶColumn end

48

.

1070

Ἀαρὼν ἀντιστάντες ποτὲ, καὶ προπετευσάμενοι ἀναι‐ δῶς καὶ αὐθαδῶς θυμιᾶσαι τῷ Θεῷ· οὐχὶ πῦρ κατ‐ έφαγεν ἅπαντας, ἀνθ’ ὧν κατετόλμησαν εἰς βαθμὸν οὗ οὐκ ἦσαν ἄξιοι; Πάλιν δὲ καὶ Μαριὰμ ἡ προφῆτις
5τοῦ Θεοῦ, ἵνα βραχύν τινα λόγον τῷ Μωσῇ ὀνειδίσῃ περὶ ἱερωσύνης, τοιοῦτον αὐτῇ μῶμον ὥρισεν ὁ Ὕψι‐ στος, ἵνα λεπρωθεῖσα ἑπτὰ ἡμέρας ἀφορισθῇ ἔξω τῆς παρεμβολῆς. Καὶ τὸ νῦν, ἀδελφοὶ, ἁγνῶς αὐτὴν πολι‐ τεύσασθε, μιμούμενοι τὸν Μωσῆν καὶ Ἀαρὼν καὶ τὸν
10Ἐλεάζαρ. Θεώρησον τοὺς εὐσεβεῖς τούτους ἱερεῖς, πῶς ἐν αὐτῇ ἠμύναντο τὰς τῶν ἐχθρῶν παρεμβολάς. Ταύτην ἔχων ὁ Μωσῆς, ἥπλωσε τὰς χεῖρας πρὸς τὸν Θεὸν, καὶ ἔτρωσε τὸν Ἀμαλὴκ πληγὴν ἀνίατον· ταύ‐ την Ἀβραὰμ ζωσάμενος, τοὺς βασιλεῖς ἐτροπώσατο·
15ταύτην ὁ Μελχισεδὲκ ἀναλαβὼν, εὐλόγησε τὸν Ἀβραὰμ εὐλογίαν ἐξαίρετον. Ἠξιώθης οὖν, ἀδελφὲ, κομίσα‐ σθαι βαθμὸν ἱερωσύνης; σπουδὴν ἔχε εὐαρεστεῖν τῷ στρατολογήσαντί σε, ἐν ἁγνείᾳ καὶ ἐν δικαιοσύνῃ καὶ σοφίᾳ πνευματικῇ καὶ ἐν λαμπρᾷ παρθενίᾳ. Γενοῦ
20θερμὸς ζηλωτὴς ὡς Ἠλίας, κηδεμὼν ὡς Ἱερεμίας, σώφρων ὡς ὁ Ἰωσὴφ, καὶ ἁγνὸς ὡς Ἰησοῦς, φιλόξε‐ νος ὡς Ἀβραὰμ, φιλόστοργος ὡς Δαυῒδ, καὶ πρᾶος ὡς Μωσῆς· τὸν πλανηθέντα σύναξον, τὸν χωλὸν ἐπίδησον, τὸν πεσόντα ἀνάστησον, ἀσθενοῦντας ἀντιλαβοῦ, καὶ
25ὅσα ὅμοια. Ἐγὼ δὲ ἐκπλήττομαι, ἀγαπητοὶ, ὁποῖα εἰώθασί τινες ἐκ τῶν ἀφρόνων τολμᾷν, καὶ ἐπιχειροῦ‐ σιν ἀναιδῶς καὶ προπετῶς ἱερωσύνην λαβεῖν, μὴ κλη‐ θέντες ὑπὸ τῆς χάριτος τοῦ Χριστοῦ, ἀγνοοῦντες ὅτι πῦρ καὶ θάνατον ἑαυτοῖς σωρεύουσιν οἱ ἄθλιοι. Οὐ
30λέγω σοι, ἄνθρωπε, τὴν ἱερωσύνην μόνον μὴ προπε‐ τῶς κομίσασθαι, ἀλλ’ οὐδέ τι ἕτερον ἐκ τῶν σκευῶν ἅψασθαι τῆς πανσέμνου λατρείας, εἴ γε ἄρα ἀνέγνως τί πέπονθεν Ὀζᾶ, ἐν τῷ αὐτὸν ἅψασθαι τῆς κιβωτοῦ τοῦ Θεοῦ. Ταύτης ἀεὶ μέμνησο, ἀδελφὲ ἀγαπητὲ, τῆς
35θείας λέξεως τοῦ Ὑψίστου, τῆς ῥηθείσης διὰ Ἡσαΐου τοῦ προφήτου, τὸ, Ἐπὶ τίνα ἐγὼ ἀναπαύσομαι, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον καὶ ταπεινὸν καὶ τρέμοντά μου τοὺς λόγους; Ταύτης ἀεὶ τῆς ἐντολῆς μνημό‐ νευσον, καὶ κτῆσαι θησαυρὸν τὸν πρᾶον λογισμὸν,
40ἵνα οὕτω δυνηθῇς νοερῶς ἀναβῆναι εἰς τὴν ἄνω Ἱε‐ ρουσαλὴμ, καὶ θυσίας νοερὰς προσενέγκαι τῷ βασιλεῖ καὶ Θεῷ ἐπὶ τὸ ἄνω θυσιαστήριον, ὅπου πλέκονται στέφανοι ἀφθαρσίας· κἀκεῖσε ἐνώπιον τῶν ἀγγέλων ἀναδήσει σε ὁ Χριστὸς στέμμα ἀθανασίας, καὶ σὺν
45ταῖς ἄνω στρατείαις ὑμνήσεις ὕμνον ἐπινίκιον τῇ ἁγίᾳ
Τριάδι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.1069