TLG 2062 118 :: JOANNES CHRYSOSTOMUS :: De jejunio et eleemosyna [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De jejunio et eleemosyna [Sp.] Citation: Vol — pg — (ln) | ||
48.1059(34t) | ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΝΗΣΤΕΙΑΣ ΚΑΙ ΕΛΕΗΜΟΣΥΝΗΣ. | |
35 | Καλὴ ἡ νηστεία, καλὴ καὶ ἡ τῶν Γραφῶν ἀνάγνω‐ σις· καλὴ δέ ἐστιν, ὅταν καὶ ἡ ἐκ ταύτης πρᾶξις ἕπη‐ ται, ἐπεὶ, ἐὰν ἀναγινώσκῃς μὲν, μὴ ποιῇς δὲ, γίνεταί σοι εἰς κρῖμα ἡ ἀνάγνωσις, καὶ εἰς ἐφόδιον κολάσεως. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ γόμου, φησὶ, δίκαιοι παρὰ | |
---|---|---|
40 | τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσον‐ ται· καὶ πάλιν ὁ Χριστός· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὑτῶν. Μακάριος δὲ ὁ λέγων εἰς ὦτα ἀκουόντων, ὅταν μάλιστα τὸν τόκον | |
45 | καταβάλωσι· τόκος δέ ἐστιν ἡ ὑπακοὴ, καὶ ἡ τῶν ἐντολῶν τοῦ Θεοῦ ἐργασία, καθώς φησιν ὁ Κύριος· Κἀγὼ ἐλθὼν ἀπῄτησα ἂν τὸ ἐμὸν σὺν τό‐ κῳ. Τί οὖν συνήγαγες, ἀδελφὲ, ἀπὸ τῆς νηστείας; ἐπεὶ καὶ γεωργὸς διὰ τοῦτο σπείρει, ἵνα θερίσῃ, καὶ | |
48.1059(50) | ἔμπορος διὰ τοῦτο τὰς ἀποδημίας ἀποτελεῖ, ἵνα χρήματα συναγάγῃ, καὶ κυβερνήτης διὰ τοῦτο πολ‐ λὰ πελάγη διαπερᾷ, ἵνα τὸ σκάφος φορτίων ἐμπλή‐ σῃ. Μή μοι εἴπῃς, ὅτι Τόσας ἡμέρας ἐνήστευσα, τὸ καὶ τὸ οὐκ ἔφαγον, οἶνον οὐκ ἔπιον, ἀλουσίαν ὑπέμεινα, | |
55 | ἀλλὰ δεῖξόν μοι, εἰ θυμώδης ὢν, πρᾶος ἐγένου, καὶ εἰ ὠμὸς ὢν, ἐγένου φιλάνθρωπος. Ἐπεὶ ἐὰν μεθύῃς τῷ θυμῷ, τί τὴν σάρκα καταθλίβεις; ἐὰν φθόνος ᾖ ἔνδον καὶ πλεονεξία, τίς ἡ ὠφέλεια τῆς ὑδροποσίας; Οὐ ζητῶ νῦν ποταπὴ ἡ τράπεζα, ἀλλ’ εἰ γνώμης κακῆς | |
60 | ἐγένετο μεταβολή. Ἐὰν ἡ δέσποινα, ἡ ψυχὴ λέγω, πορνεύῃ, τί τὴν θεράπαιναν, τὴν γαστέρα φημὶ, μα‐ | |
στίζεις; εἰ ἡ ψυχὴ παρασύρεται, τί τὸ σῶμα τήκεις; | Column end | |
48.1060(35) | Ταῦτα λέγω οὐχ ὑμῶν κατηγορῶν, ἀλλὰ διὰ τοὺς ῥᾳ‐ θύμους. Ὅσον γὰρ ἐὰν ἴδω ὑμᾶς πετομένους, ἔτι βού‐ λομαι ὑμᾶς ἀνωτέρω πέτασθαι· τοιαύτη γὰρ ἡ τῆς ἀγάπης τυραννίς. Καὶ ὥσπερ οἱ φιλάργυροι, ὅσον ἐὰν συναγάγωσι χρυσίον, πλέον ἐπιζητοῦσιν· οὕτω | |
40 | καὶ ἡμεῖς πλέον ὀρεγόμεθα τῆς ὑμετέρας προκοπῆς. Εἰ οὖν θέλεις παρὰ Θεῷ προσδεχθῆναι, νήστευσον ὡς οἱ Νινευῗται, ἀδελφέ· ἐκεῖνοι νόμον οὐκ ἔλαβον· περὶ ὧν φησιν ὁ Παῦλος· Ὅταν γὰρ ἔθνη τὰ μὴ νόμον ἔχοντα φύσει τὰ τοῦ νόμου ποιῶσιν, οὗτοι νόμον | |
45 | μὴ ἔχοντες, ἑαυτοῖς εἰσι νόμος. Μὴ τοίνυν ἀργὴν τὴν νηστείαν ἐπιδείκνυσο· οὐ γὰρ ἀναβαίνει μόνη εἰς τὸν οὐρανὸν ἡ νηστεία, ἐὰν μὴ ἔχῃ τὴν ἀδελφὴν αὐ‐ τῆς τὴν ἐλεημοσύνην· ξυνωρὶς γὰρ αὐτῆς ἐστι, καὶ οὐ μόνον ἀδελφότης καὶ ξυνωρὶς, ἀλλὰ καὶ ὄχημα. | |
48.1060(50) | Καὶ πόθεν τοῦτο; Τῷ Κορνηλίῳ ἔλεγεν ὁ ἄγγελος· Αἱ προσευχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀν‐ έβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Πτερὸν γάρ ἐστι τῆς εὐχῆς ἡ ἐλεημοσύνη· ἐὰν οὖν μὴ ποιή‐ σῃς πτερὸν τῇ εὐχῇ, οὐ πέταται· ὅταν δὲ πτερωθῇ | |
55 | ἡ ψυχή σου, ἵπταται εἰς τὸν οὐρανόν. Ἕως πότε ἡ φιλαργυρία καὶ τῶν κτημάτων ἡ ἐπιθυμία; Ταῦτα πάντα, ἀδελφὲ, συγκαταλύεται τῷ παρόντι βίῳ. Ἀλλὰ πάντως μοι ἐρεῖς· Ταῦτα σεαυτῷ λέγε. Καὶ ἐμαυτῷ λέγω, ἀδελφὲ, καὶ ὑμῖν· κοινὸν γὰρ τὸ συμβούλιον. | |
60 | Ἐγὼ ταῦτα ἀκούων, καὶ διορθούμενος, παρ’ ὑμῶν χάριν λαμβάνω· κἂν δοῦλος ᾖ ὁ λέγων, δέχομαι τὴν | |
συμβουλὴν, κἂν ἐλεύθερος ᾖ, προθύμως ἀκούω. Οὐ | 1059 | |
48.1061 | γὰρ τὸ διάφορον τῶν προσώπων, ἀλλ’ ἡ χρῆσις τῆς συμβουλῆς ποιεῖ με δέχεσθαι τὰ λεγόμενα. Εἰ γὰρ Μωϋσῆς ἐκεῖνος, ὁ τηλικοῦτος, ὁ τῷ Θεῷ ὁμιλήσας, τὰς τοῦ κηδεστοῦ αὐτοῦ συμβουλίας οὐκ ἀπεστράφη, | |
5 | καὶ τούτου βαρβάρου ὄντος, ἀλλὰ κἀκεῖνος κατεδέξα‐ το, καὶ ὁ Θεὸς ἐβεβαίωσε· πόσῳ μᾶλλον ἡμεῖς; Οὐ λέγω σοι, ἀκτήμων γενοῦ, ἀλλὰ τὸ περισσὸν εἰς τοὺς πένητας ἀνάλωσον, ἵνα ἡ περισσεία σου ὑπόθεσις σωτηρίας σοι γένηται. Οὐχ ὁρᾶτε πολλοὺς κατὰ τὴν | |
10 | ὁδὸν πένητας, πῶς μένουσι νοσοῦντες καὶ γυμνητεύ‐ οντες; καὶ ὁ μὲν νεώτερος, ὁ δὲ πρεσβύτερος, καὶ ἄλλος ὑφ’ ἑτέρου στηρίζεται, καὶ πολλὴ ἡ τούτων τραγῳδία. Δὸς οὖν τῷ συνδούλῳ, ἵνα ἔχῃς τὸν Δεσπό‐ την χρεωφειλέτην, τὸν ἡδέως χρεωστοῦντα, τὸν δι‐ | |
15 | δόντα τὸ κεφάλαιον μετὰ τοῦ τόκου· ἐπὶ μὲν γὰρ τῶν ἔξω ἔγκλημα ὁ τόκος, ἐπὶ δὲ τοῦ Θεοῦ ἔπαινος. Οὐ δίδως τῷ πένητι; πρόσεχε τῷ δι’ αὐτοῦ αἰτοῦντι, καὶ αἰδέσθητι τὸ ἀξίωμα τοῦ λαμβάνοντος· ὁ πένης λαμ‐ βάνει, καὶ ὁ Θεὸς δανείζεται. Ἐννόησον ποῦ κατέβη | |
20 | ὁ Δεσπότης σου δι’ ἐκεῖνο, ἵνα σε ἐπικάμψῃ μὴ εἶναι ὠμὸν καὶ ἀπάνθρωπον. Πεινῶντα μὲν γὰρ, φησὶν, εἴδετέ με, καὶ οὐκ ἐθρέψατε· διψῶντα, καὶ οὐκ ἐποτίσατε· ξένον, καὶ οὐ συνηγάγετε· γυμνὸν, καὶ οὐ περιεβάλετε, καὶ τὰ ἑξῆς. Οὐ δίδως οὖν πει‐ | |
25 | νῶντι τῷ Χριστῷ; Σὺ καὶ ὁ πένης τὸ σῶμα αὐτοῦ κοινῶς ἐκ τῆς τραπέζης μεταλαμβάνετε, τοῦ ποτη‐ ρίου αὐτοῦ ὁμοίως μετέχετε· ἐν τοῖς μεγάλοις σοι καὶ φρικτοῖς κοινωνεῖ, καὶ τῶν μικρῶν αὐτῷ οὐ με‐ ταδίδως; Μὴ γὰρ τὰ σὰ αὐτῷ παρέχεις; Κἂν γὰρ | |
30 | παρὰ τῶν γονέων ἐδέξω, κἂν παρὰ τῶν προγόνων, τοῦ Θεοῦ εἰσι. Τί καταχωννύεις αὐτὰ εἰς τὴν γῆν; Δὸς τῷ πένητι, καὶ μετὰ πολλῆς τῆς ἀσφαλείας φυ‐ λάττει σοι αὐτὰ ὁ Δεσπότης. Οὐχ ὁρᾷς τοὺς γηπόνους τί ποιοῦσιν; ὅτι πολλάκις ὑπὸ πενίας μὴ ἔχων σπό‐ | |
35 | ρον, τίθησιν αὐτοῦ τὸ ἱμάτιον, καὶ λαμβάνει ὃ βού‐ λεται, καὶ τῇ γῇ καταπιστεύει; καίτοι πολλάκις ἦλθε καιρῶν ἀνωμαλία, καὶ ἀπῆλθε μηδὲν θερίσας, καὶ ὅμως πιστεύει τῇ γῇ διὰ τὴν ἐλπίδα. Ὅπερ οὖν ἡ γῆ ποιεῖ, τοῦτο ὁ Δεσπότης οὐ δύναται ποιῆ‐ | |
40 | σαι; Μίμησαι ἐκείνην τὴν ἐν τῇ Παλαιᾷ χήραν, τὴν ἔχουσαν δράκα ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὅτι ἐξ αὐτῶν τὸν προφήτην ἐξενο‐ δόχησεν· ἢ ταύτην τὴν ἐν τῷ Εὐαγγελίῳ, ἥτις δύο ὀβολοὺς βαλοῦσα πάντας ὑπερηκόντισεν· ὅλον γὰρ | |
45 | τὸν πλοῦτον ἑαυτῆς ἔβαλεν. Ἀλλὰ τί λέγεις; Πένης εἰμὶ καὶ οὐκ ἔχω χρήματα. Δύο ὀβολοὺς οὐκ ἔχεις; Εἰ δὲ καὶ οὐκ ἔχεις, γνώμης ἀγαθῆς περιουσίαν ζητεῖ ὁ Θεός. Διὰ τοῦτο ἔλεγεν, Ὅστις ἐὰν δῷ ποτήριον ψυχροῦ ὕδατος, οὐ μὴ ἀπολέσει τὸν μισθὸν αὐ‐ | |
48.1061(50) | τοῦ. Βλέπε, τί λέγει· ψυχροῦ ὕδατος, οὐ θερμοῦ, ἵνα μὴ διὰ τὴν δαπάνην τῶν ξύλων στερηθῇς τοῦ μισθοῦ. Καὶ βασιλεὺς μὲν ὅσον ἐὰν ἐπιβάλῃ σοι χρυσίον, κρε‐ μώμενος, σχοινιζόμενος, δίδως ὅπερ βούλεται· κἂν πένης ᾖς, οὐ προσέχει τῇ δυνάμει τῶν προσώπων, | |
55 | ἀλλὰ τῷ ἰδίῳ κέρδει. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν ἑκάστου δύναμιν ἀπαιτεῖ. Διὰ τί γάρ εἰσι πένητες; μὴ γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς ὄμβρον χρυσοῦν κατενεγκεῖν; ἀλλ’ ἵνα σοι ἡ ἐκείνου πενία παραμυθία τῶν ἁμαρτημάτων σου γένηται. Μέγα ἄνθρωπος, | |
60 | καὶ τίμιον ἀνὴρ ἐλεήμων· βλέπε πόσον ἐστὶν ἡ ἐλεη‐ μοσύνη. Ἑαυτῷ παραβάλλει ὁ Θεὸς τὸν ἐλεήμονα· Γίνεσθε γὰρ, φησὶν, οἰκτίρμονες, ὡς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Ἐὰν ἔλθῃ ὁ θά‐ νατος, ὧδε μένει τὰ χρήματα· διὰ τί οὖν οὐ προαπο‐ | |
65 | στέλλεις σεαυτῷ ἐκεῖ, ἵνα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ παρα‐ στῶσί σοι πένητες, ὅπου ῥήτωρ οὐκ ἔστιν, οὐδὲ συν‐ ήγορος; Ἐπιδείκνυνται γὰρ οἱ πένητες τὰ ἱμάτια, καὶ τὰ στρόφια, καὶ ἁρπάζουσί σε τοῦ πυρός. Οὐχ οὕτως ἥλιος εἰς πάγος ἐλθὼν λύει αὐτὸ, ὡς ἐλεημο‐ | |
70 | σύνη ἐμπεσοῦσα εἰς πλῆθος ἁμαρτιῶν ἀφανίζει αὐ‐ τάς. Ἵνα δὲ μάθῃς τῆς ἐλεημοσύνης τὸ ὕψος, τί τῆς παρθενίας ἐπιπονώτερον; Οὐδέν· πολλαί εἰσιν αἱ ἀρεταὶ, αἱ μὲν μεγάλαι, αἱ δὲ μείζους, αἱ δὲ ἐλάττο‐ νες, τῆς δὲ παρθενίας οὐδὲν ἐπιπονώτερον· πρὸς τὴν | |
75 | φύσιν παλαίει· ὁ πόλεμος οὗτος ἀνοχὴν οὐκ ἔχει· μάχη ἐστὶν εἰρήνην μηδέποτε ἔχουσα, εἰ μὴ διὰ τοῦ ἐλέους τοῦ Χριστοῦ. Ἕστηκεν ἡ παρθένος τὴν κά‐ | |
μινον πρὸς ἑαυτὴν συνάγουσα, καὶ μὴ καιομένη· παρ‐ | Column end | |
48.1062 | θένος ἐπὶ τῶν ἀνθράκων ἑστῶσα οὐ κατακαίεται· ἐν τῇ καμίνῳ οὖσα οὐ φλέγεται, δρόσον ἔχουσα καθάπερ οἱ τρεῖς παῖδες· πρὸς τὰς ἀοράτους δυνάμεις ἁμιλλω‐ μένη, τὸν Μιχαὴλ μιμεῖται, καὶ πρὸς τὸν Γαβριὴλ | |
5 | ἁμιλλᾶται. Ἐν τῷ παραδείσῳ ἦν ἡ παρθενία, καὶ ὑπὸ τοῦ δράκοντος κατεφθάρη. Διὰ τοῦτο ἐν τοῖς μέ‐ σοις χρόνοις οὐκ ἐφαίνετο· ὅτε δὲ ἦλθεν ὁ ἐκ παρθέ‐ νου γεννηθεὶς Ἰησοῦς Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ, τότε ἐφάνη πάλιν. Θέλεις δὲ γνῶναι τῆς παρθενίας τὸ μέ‐ | |
10 | γεθος; Μωϋσῆς τὴν θάλασσαν ἔσχισε, τὸν ἀέρα μετ‐ έβαλε, μάννα κατήγαγε, καὶ κατελάλησαν αὐτοῦ περὶ τῆς ἰδίας γυναικὸς, τῆς Αἰθιοπίσσης, ὅτι γυναῖκα εἶχε· καὶ Ἀβραὰμ δὲ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, ἀλλὰ καὶ Ἰωσὴφ, εἰ καὶ σωφρονῶν, ἀλλ’ ὅμως μετὰ ταῦτα | |
15 | γυναῖκα ἔσχε. Βούλει μαθεῖν, ὅσον ἐστὶν ἡ παρθενία; Ὁ Χριστὸς ἐλθὼν οὐ κατέδησεν αὐτὴν ἀνάγκῃ· ὁμοῦ γὰρ τὰς ἄλλας ἐπιτείνας ἀρετὰς, ταύτην οὐκ ἐπέτει‐ νεν, ἵνα, ἐὰν ἑκουσίως κατορθώσῃς, στεφανωθῇς. Οἱ ἐγκράτειαν ἀσκοῦντες, καὶ τὴν ἀκτημοσύνην πρώτην | |
20 | αὐτὴν μεταχειρίζονται. Εἰσὶ γὰρ εὐνοῦχοι, οἵτινες ἐγεννήθησαν οὕτω· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, οὐ τὰ μόρια κόψαντες, | |
25 | ἀλλὰ τὴν ἀκόλαστον ἐπιθυμίαν ἀποκοψάμενοι. Ὁ δυ‐ νάμενος χωρεῖν, χωρείτω. Καὶ ὁ Ἀπόστολος τὰς ἀρε‐ τὰς ἐπελθὼν πάσας, εἰδὼς αὐτῆς τὸ πέλαγος, λέγει· Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν Κυρίου οὐκ ἔχω. Εἶδες πῶς μεγάλη ἡ παρθενία; Καὶ ὅμως χωρὶς ἐλεη‐ | |
30 | μοσύνης οὐκ ἔσωσεν· ἐλεημοσύναι δὲ χωρὶς παρθε‐ νίας ἔσωσαν. Αἱ πέντε παρθένοι αἱ μωραὶ, ἐπειδὴ ἔλαιον οὐκ εἶχον, ἀλλὰ μόνην τὴν παρθενίαν, οὐκ ἐσῆλθον εἰς τὸν νυμφῶνα· λέγουσι γὰρ ταῖς φρονί‐ μοις· Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν. Δικαίως δὲ | |
35 | ἐκλήθησαν μωραὶ, ὅτι τὸ ἐπιπονώτερον κατορθώσα‐ σαι, τὸ χωρὶς πόνου οὐκ ἐποίησαν· τὸν μέγαν ἀντ‐ αγωνιστὴν κατήνεγκαν, καὶ ὑπὸ τοῦ ἐλάττονος ἡττή‐ θησαν. Καὶ ἐλθόντος τοῦ νυμφίου, εἰσῆλθον αἱ φρό‐ νιμοι εἰς τὸν νυμφῶνα· καὶ ἦλθον κἀκεῖναι κρούου‐ | |
40 | σαι· καὶ λέγει αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Διὰ τί; Ὅτι πεινῶντά με εἴδετε, καὶ οὐκ ἐθρέψατε. Ἡμᾶς δὲ μὴ γένοιτο ἀκοῦσαι φωνῆς τοιαύτης· τοῖς δὲ τὴν ἐλεημοσύνην κατορθώσασι λέγει· Δεῦτε, οἱ εὐλογη‐ μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐ | |
45 | μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Διὰ τί; ὅτι παρθενίαν ἐτήρησαν; Οὐδαμῶς· ἀλλ’ ὅτι Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν | |
48.1062(50) | φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Ἵνα δὲ μάθῃς πόσον ἐστὶν ἡ ἐλεημοσύνη, βούλομαι πάλιν ὑμᾶς ὑπομνῆσαι τῆς ἱστορίας ταύτης. Δέκα παρθένοι ἦσαν, αἱ πέντε φρόνιμοι, καὶ αἱ πέντε μωραί· καὶ φωνὴ ἐγένετο κατὰ τὸ μεσονύκτιον. Ἀνάστητε, ὁ νυμφίος ἔρχεται. | |
55 | Τὸ μεσονύκτιον ἡ ἀνάστασίς ἐστιν, ὅτε οἱ ἄγγελοι πάντας ἡμᾶς ἐπεγείρωσιν. Ἀναστᾶσαι δὲ αἱ παρθέ‐ νοι ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. Ἡ δὲ λαμπὰς ἡ παρθενία ἐστὶ, τὸ καθαρὸν, τὸ ὀξὺ, τὸ φωτεινόν. Λέγουσιν αἱ μωραὶ ταῖς φρονίμοις· Δότε ἡμῖν ἐκ | |
60 | τοῦ ἐλαίου ὑμῶν. Λέγουσιν αὐταῖς αἱ φρόνιμοι· Φοβούμεθα μή ποτε οὐκ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν (ἀλλ’ οὐχὶ βασκαίνουσαι οὐκ ἔδωκαν· ἐκεῖ γὰρ τίς χρεία χρυσίου λοιπόν; οὐ γάρ ἐστιν ἐκεῖ πλούσιος καὶ πένης), ἀλλ’ ἀπελθοῦσαι ἀγοράσατε. Καὶ τίνες οἱ | |
65 | πωλοῦντες; Πένητες· σὺ γὰρ μᾶλλον λαμβάνεις ἢ δίδως· δίδως αὐτῷ σὺ γήϊνα, καὶ λαμβάνεις ἐπουρά‐ νια. Ὡς οὖν ἀπῆλθον ἀγοράσαι, ἦλθεν ὁ νυμφίος· καὶ εἰσῆλθον εἰς τὸν νυμφῶνα αἱ ἕτοιμοι, καὶ ἐκλείσθησαν αἱ θύραι. Ἐλθοῦσαι δὲ ἐκεῖναι ἔκρουσαν, καὶ λέγει | |
70 | αὐταῖς· Οὐκ οἶδα ὑμᾶς. Ὁρᾷς, ἐπειδὴ ἐλεημοσύνην οὐκ εἶχον, καὶ τοῦ πόνου τῆς παρθενίας ἀπέτυχον, καὶ ἔξω τοῦ νυμφῶνος ἔμειναν. Μαθόντες οὖν τῆς ἐλεημοσύνης τὸ κέρδος, ἀδελφοὶ, ποιήσωμεν ἐλεημο‐ σύνην, ἵνα καὶ τοῦ νυμφῶνος ἐπιτύχωμεν, καὶ τῶν | |
75 | αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, χάριτι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 1061 |