TLG 2062 117 :: JOANNES CHRYSOSTOMUS :: Ascetam facetiis uti non debere [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Ascetam facetiis uti non debere [Sp.] Citation: Vol — pg — (ln) | ||
48.1055(1t) | ΟΤΙ ΟΥ ΧΡΗ ΕΥΤΡΑΠΕΛΙΖΕΙΝ ΤΟΝ ΑΣΚΗΤΗΝ | |
2 | Πανάγιαι αἱ παραινέσεις τοῦ μακαρίου Παύλου, μετὰ φόβου κελεύουσαι τὴν ἑαυτῶν σωτηρίαν κατερ‐ γάζεσθαι. Ὁ γὰρ μὴ μετὰ φόβου καὶ πολλῆς ἐπιμε‐ | |
---|---|---|
5 | λείας τὴν ἄσκησιν τῆς ἀρετῆς ἐργαζόμενος, πολλὰς ὑφίσταται τὰς εἰς τὸ κακὸν ἐκτροπὰς, καὶ ὥσπερ ἐξ εὐθείας καὶ βασιλικῆς ὁδοῦ πλανώμενος εἰς τὰς δι’ ἀκανθῶν καὶ σκολόπων πλαγίας καὶ ἀνοδίας· διὸ καὶ πρὸς τὸν Θεὸν εὐχαὶ ἀδιάλειπτοι ὁδηγοὶ εἰς τὸ ἀγαθὸν | |
10 | γίνονται, Ὁδήγησόν με, λεγόντων, ἐπὶ τὴν ἀλή‐ θειάν σου· καὶ, Κατάρτισον τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου. Ἀγαθὸν οὖν ἡ χρηστότης, καὶ ἡ ἀγάπη κεφάλαιόν ἐστι τῶν ἀγαθῶν· τούτοις δὲ ἀκολου‐ θεῖ φαιδρότης πολλὴ, καὶ γέλως ὑπερβάλλων τὸ μέτρον, | |
15 | καὶ ἡ τὴν σεμνότητα ταπεινοῦσα εὐτραπελία. Δεινὸν δὴ τὸ διαχυθῆναι τῇ εὐτραπελίᾳ. Ὁ γὰρ γέλως χαυνοῖ τὸν δεσμὸν τῆς σωφροσύνης, γέλως ἀπωθεῖ σεμνότητα, γέλως οὐ μιμνήσκεται φόβου Θεοῦ, γέλως οὐ φοβεῖται ἀπειλὴν γεέννης, γέλως πορνείας ὁδηγὸς, εὐτραπελία | |
20 | ἔλεγχός ἐστι τοῦ ἀκολάστου ἀνθρώπου, γελωτοποιία εἰς ῥᾳθυμίαν κατενεχθῆναι ποιεῖ, γελωτοποιία κα‐ ταφρονήσεως πρόφασις. Διὰ τοῦτο ὁ μακάριος Ἀπό‐ στολος ἀπαγορεύει λέγων· Μωρολογία ἢ εὐτραπελία, τὰ οὐκ ἀνήκοντα, ἐκ τοῦ στόματος ὑμῶν μὴ ἐκπο‐ | |
25 | ρευέσθω, ἀλλὰ μᾶλλον εὐχαριστία· τοῦτο λέγων, ὅτι τὴν εὐθυμίαν μὴ πρόφασιν κτήσησθε ῥᾳθυμίας, ἀλλὰ εὐχαριστίας ὑπόθεσιν πρὸς τὸν δεδωκότα. Διὰ τοῦτο μαρτυρεῖ μὲν Ἰὼβ ὑπὲρ ἑαυτοῦ λέγων· Εἰ δὲ καὶ ἤμην πεπορευμένος μετὰ γελοιαστῶν. Ἐπι‐ | |
30 | πλήττει δὲ τῷ φιλογέλωτι τρόπῳ Σολομών· Ἀγαθὸν, φησὶ, θυμὸς ὑπὲρ γέλωτα, ὅτι ἐν κακίᾳ προσώπου ἀγαθυνθήσεται καρδία. Καρδία σοφῶν ἐν οἴκῳ πένθους, καρδία δὲ ἀφρόνων ἐν οἴκῳ εὐφροσύνης. Ἀγαθὸν τὸ ἀκοῦσαι ἐπιτίμησιν σοφῶν ὑπὲρ ἄν‐ | |
35 | δρα ἀκούοντα ᾆσμα ἀφρόνων. Τὸ δὲ ἀπρεπὲς καὶ ἄτιμον τῶν εἰς γέλωτα ἐγκειμένων ἐλέγχων, φησί· Φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Πρὸς τί δὲ προσήκει τὸ πάνυ φαιδρὸν καὶ ἱλαρὸν εἰς τὸ σοφὸν ἡσύχιον καὶ σεμνὸν αἰσθήτι. | |
40 | Καὶ διὰ φόβου καὶ μερίμνης τοῦ ὀφθῆναι Θεῷ περιαι‐ ρεῖν τὸ ἄγαν ἱλαρόν. Οἱ γὰρ φαιδρότησιν ἀμέτροις καὶ γελοίοις διαχεόμενοι ἐοίκασιν ἀγνοεῖν τὰ καθ’ ἑαυτοὺς, λήθῃ τινὶ βεβαρημένοι τὴν ψυχὴν, καὶ μηδὲ τοῦ Δεσπότου τὴν παρουσίαν προσδοκῶντες. Οὔπω τοῦ | |
45 | Δεσπότου τὴν εὐμένειαν, ὦ ἄνθρωπε, οὔπω τῶν κα‐ κῶν βεβαίως ἔχεις τὴν ἀπαλλαγήν· οὐ γινώσκεις τὸ μικρὸν ὕστερον ἐσόμενον, ὅ τι μὲν αὐτὸς ἔσῃ, τί δέ σοι συμβήσεται· εἶτα γελᾷς ἀφροντίστως, καὶ εὐτρα‐ πελίζεις, καὶ ἄγεις σεαυτὸν ἀφόβως, δέον ἐγκεῖσθαι | |
48.1055(50) | ταῖς πρὸς Θεὸν ἱκεσίαις, ἀγωνιᾷν δὲ ὑπὲρ τῶν μελ‐ λόντων, καὶ τρέμειν μὲν ὑπὲρ αὑτοῦ μή ποτε τῆς ἀρετῆς ἐκτραπῇς, φροντίζειν δὲ καὶ δεδοικέναι περὶ τῶν ἀπαντησομένων μὴ χαλεπώτερα καὶ μείζονα τῆς σῆς δυνάμεως ἐπέλθοι, τοσούτων καὶ τηλικούτων ἐν | |
55 | μέσῳ πολέμων ἀπειλημμένος; Ἀγῶνα ἐχέτω ἡ ψυχή σου· πολεμοῦσιν ἀοράτως δαίμονες, πολεμοῦσι προ‐ φανῶς ἄνθρωποι, πολεμεῖ τὰ τῆς ψυχῆς ἔνδον πάθη, αἱ διὰ σώματος ἐγειρόμεναι ἡδοναὶ, καὶ αἱ περὶ τὸ σῶμα ἔξωθεν συμφοραί. Τοῖς γὰρ πλησίον οὐ συναλ‐ | |
60 | γεῖς, οὐκ ἀσθενεῖς μετὰ τῶν ἀσθενούντων, οὐ κλαίεις μετὰ τῶν κλαιόντων, οὐ δέδοικας περὶ τῶν μὴ βεβαίως περὶ τὴν πίστιν διακειμένων, μὴ μετακινηθῶσι καὶ | |
πέσωσιν· οὐ θρηνεῖς τοὺς πεπτωκότας, οὐ χεῖρα ὀρέ‐ | Column end | |
48.1056(2) | γεις τοῖς κειμένοις, οὐκ ἐπιλαμβάνῃ τοῦ γελῶντος ἔνδοθεν στεναγμοῖς, ἐπειδὴ ἐληθάργησε τὴν ἡτοιμα‐ σμένην κόλασιν· οὐκ ἀνατρέπει σου τὴν ἄκαιρον | |
5 | τρυφὴν ὁ τοῦ συνεσταλμένου καιροῦ λογισμὸς, οὐχὶ τῆς μελλούσης φοβερᾶς ἡμέρας παρουσία· ἀλλ’ ἐκεί‐ νους μὲν μεμίμησαι τοὺς μετὰ κιθάρας καὶ ψαλτηρίου τὸν οἶνον πίνοντας, οἷς ἀντὶ τῆς εὐφροσύνης τὸ οὐαὶ ἠπείλησεν ὁ προφήτης. Ἐγὼ μὲν γὰρ, φησὶν, | |
10 | ἐκήρυξα κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν κεφαλῆς, καὶ περίζωσιν σάκκου· αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύ‐ νην καὶ χαρὰν λέγοντες· Φάγωμεν καὶ πίωμεν, αὔ‐ ριον γὰρ ἀποθνήσκομεν· καὶ ἀνακεκαλυμμένα εἰσὶ ταῦτα ἐν τοῖς ὠσὶ Κυρίου Σαβαὼθ, ὅτι οὐκ ἀφεθή‐ | |
15 | σεται αὐτοῖς ἡ ἁμαρτία αὕτη, ἕως ἂν ἀποθάνωσιν. Ἀκούων ταῦτα φοβήθητι καὶ στέναξον· μὴ μιμήσῃ τοὺς φαγόντας καὶ πιόντας, καὶ ἀναστάντας παίζειν· καὶ ἵνα τὸ πικρότερον εἴπω, θυσίαι καὶ τροφαὶ καὶ παίγνια τοῦ πρὸς Θεὸν ληθαργῆσαι φόβου ἐποίησαν, | |
20 | καὶ πρὸς εἰδωλολατρείαν ἐξείλκυσαν. Φοβήθητι μὴ σοῦ γελῶντος ὁ Δεσπότης ὀργίζηται, ὁ τοὺς μὲν κλαίοντας μακαρίσας, τοὺς δὲ γελῶντας ταλανίσας, μὴ τὴν παιγνίαν σου, καὶ τὸν ἐκκεχυμένον γέλωτα ἀφοβίαν περὶ Θεοῦ καὶ λήθην τῶν συμφερόντων ὁ | |
25 | διάβολος εὑρὼν ἐπιβῇ τῇ ψυχῇ σου, καὶ σπείρῃ τὰ ἑαυτοῦ ζιζάνια. Ἦν ὅτε ἄνεσιν εἶχον οἱ καιροὶ μᾶλλον ἐπιτηδείως· ἀλλ’ ὅμως καὶ τότε πολὺ παρὰ τοῖς ἁγίοις ἦν τὸ σκυθρωπὸν ἀντὶ τοῦ περιχαροῦς· καί φησιν ὁ ψαλμῳδός· Ὅλην τὴν ἡμέραν σκυθρωπά‐ | |
30 | ζων ἐπορευόμην, καὶ, Λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δὲ δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· κατηφὴς ἐπὶ ταῖς ἁμαρτίαις γινόμενος, καὶ περὶ τῶν συμφορῶν ὀδυρόμενος, καὶ τὰς τῆς Ἱερουσαλὴμ συμφορὰς, κάθηται κλαίων ὁ προφήτης | |
35 | Ἱερεμίας. Καὶ σὺ τοίνυν μὴ καρηβαρίᾳ καὶ μέθῃ χρώμενος καὶ γελοίοις καὶ εὐτραπελίᾳ ἐκδώσῃς σε‐ αυτόν· διὰ τοῦτο γάρ σου καὶ κιθάρα περιῄρηται, καὶ οὔτε τύμπανον ἔχεις ἐν χερσί· καὶ καρδίᾳ μᾶλλον ἢ τῷ στόματι ψάλλειν ὁ Παῦλος ἐδίδασκεν, ὁ παντα‐ | |
40 | χόθεν συστέλλων τὸν ἄνθρωπον ἀπὸ πάσης ἐκλύσεως καὶ διαχύσεως. Ἔπαιζεν ὁ πατὴρ Ἰσαὰκ πρὸς τὴν ἑαυτοῦ γυναῖκα· ἀλλὰ σοὶ καὶ τὰ πρὸς γυναῖκα σεμνό‐ τερα διατέτακται, ὅτι Ὁ καιρὸς συνεσταλμένος ἐστὶν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες | |
45 | ὦσι, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, καὶ οἱ χρώμενοι τῷ κόσμῳ τούτῳ ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. Σὺ δὲ οὐ βούλῃ συστέλλεσθαι, πάντων τῶν πραγμάτων συστελλομέ‐ | |
48.1056(50) | νων, ἀλλὰ καὶ ἐνώπιον γυναικῶν ἀδιαφόρως ἐκχέεις δάκρυα, καὶ πληθύνεις παίγνια, καὶ γελοῖα προτείνεις, καὶ διακλᾶσαι αἰσχρολογίας προφέρων· μὴ φέρων γὰρ τὴν ἐν τῷ ἀκολάστῳ σου σώματι πύρωσιν, λοιπὸν ἐκφέρεις τὸν βόρβορον ἔξω, καὶ ἑαυτὸν φανερὸν ποιεῖς· | |
55 | οἷος εἶ διὰ ῥημάτων, τοιοῦτος πάντως ἔσῃ, καὶ πολὺ χείρων ἐν τῷ ἔσω ἀνθρώπῳ. Τί ἀφόβως συναναμίγνυ‐ σαι γυναιξί; τί σεαυτῷ εἰς τὴν παγίδα κατατρέχεις; τί εἰς τὸν κίνδυνον ἑαυτὸν ἐμβάλλεις; τί φαιδρύνῃ πρὸς θηλείας, καὶ συνδιάγειν τολμᾷς; Διὰ τοῦτο νη‐ | |
60 | στεῖαι, διὰ τοῦτο προσευχαὶ, διὰ τοῦτο κατὰ ξηροῦ δίαιτα, διὰ τοῦτο πολυτρόπους ἀσκήσεις ἐπινοοῦσιν ἄνθρωποι, διὰ τοῦτο τὰς ἐρήμους μεταδιώκουσιν· ἔνιοι δὲ οὐδὲ ἄρτου, οὐδὲ ὕδατος κορέννυνται, δι’ οὐδὲν ἕτερον ἢ διὰ τὸ φυγεῖν ἐκεῖνα τὰ σκάνδαλα, διὰ τὸ μὴ | |
65 | ἐμπεσόντας ταῖς θηλείαις πτῶμα γενέσθαι αἰσχρόν. Σὺ δὲ ταῦτα πάντα παραδραμὼν, καὶ μήτε τὸν κίν‐ δυνον ἐννοήσας μετὰ τὴν παγίδα, δι’ ἧς ὁ πρωτόπλα‐ στος ἐκ τῆς τηλικαύτης μακαριότητος ἐξέπεσεν, οὐκ ἐννοεῖς τὸ ὅπλον τοῦ διαβόλου, δι’ οὗ ὁ ἀρχαῖος τρωθεὶς | |
70 | καταβέβληται; Καὶ ὁ μὲν Δεσπότης καὶ τὸ ἐμβλέψαι γυναικὶ ἀπηγόρευσε, πορνείαν διαγράφων· σὺ δὲ εἰς τοσοῦτον ἐμάνης, καὶ πλαστὰ ὀνόματα ἐπιθεὶς τῇ | |
προσωνυμίᾳ τῆς ἀγάπης, προφάσει χρηστότητος ἑαυ‐ | 1055 | |
48.1057 | τῷ σύνοικον ἐπεσπάσω, ὡς ἡ Εὔα τὸν ὄφιν. Ἀποδή‐ σας τὸ πῦρ ἐν τῷ κόλπῳ, καὶ λύχνον εἰς χόρτον θήσας, κίνδυνον ἐξ ἀμφοτέρων ἕξεις· ἢ γὰρ εἰς αὐτὸ τὸ πτῶμα τοῦ βαράθρου ἐμπεσὼν περὶ τὴν σωφρο‐ | |
5 | σύνην ἐκινδύνευσας· ἢ εἰ μὴ τοῦτο πάθοις, φήμην αἰσχρὰν ἑαυτῷ περιάψεις, ὁ κελευόμενος προνοεῖσθαι καλὰ, οὐ μόνον ἐνώπιον Θεοῦ, ἀλλὰ καὶ ἐνώπιον ἀν‐ θρώπων. Διὸ παραίνεσιν ἔχων ἐκκλησιαστικὴν ὀφείλεις πα‐ | |
10 | ραφυλάττεσθαι ὅσα σεμνά· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ὅσα εὔφημα. Μέτρησον τῷ σεμνῷ τὸ χρηστόν· τὸν φόβον ἐπίθες σωφρονιστήν. Τί χραίνεις τὸ καλὸν ὄνομα τοῦ Χριστιανισμοῦ; τί καὶ τὰς ἑτέρων παγι‐ δεύεις ψυχὰς σύνοικον ἐπισπασάμενος; Οὐ μόνον | |
15 | γὰρ τῆς περὶ τῆς σῆς ψυχῆς ἀπολογίας δώσεις λόγον, ἀλλὰ καὶ περὶ ὧν διὰ σὲ ἐσκανδαλίσθησαν. Ἔκβαλε τὸν ὄφιν ἐκ τοῦ κόλπου σου, ἔκβαλε τὸν κίν‐ δυνον ἀπὸ σεαυτοῦ· εἰ ἐπιποθεῖς ὑπὸ θηλειῶν διακονεῖ‐ σθαι, διὰ τί ἀρχαῖον νόμον οὐκ ἐφύλαξας, καὶ γάμῳ | |
20 | νομίμῳ συνήφθης; Ὁ γάμος κόλασιν οὐκ ἔχει, ἡ μοιχεία κόλασιν ἔχει ἀπαραίτητον· μοιχεία γάρ ἐστι καὶ μεγάλη μοιχεία ἡ σὺν γυναιξὶ συνοίκησις. Ἀνερεύ‐ νησον τὴν συνείδησίν σου, εἰ οὐδέποτε ἐβλάβης, εἰ οὔτε νυκτὸς, οὔτε ἡμέρας ἐδέξω πληγήν. Ἐγὼ δὲ ἀναπτύξω | |
25 | σου τὴν καρδίαν, εἰ καὶ μέλλεις ἄχθεσθαι. Ἀλλ’ ἐμοὶ οὐ μέλει· πάνυ γὰρ ἀλγῶ, ὅταν ἴδω ἀσκητὴν συνείσ‐ ακτον ἐπισπασάμενον· ἐγὼ δέ σοι λέγω ὅτι κατὰ πᾶσαν ὥραν τραυματίζῃ, καὶ κατὰ πᾶσαν ὥραν θηριάλωτος γίνῃ· χαυνοῦσαι γὰρ τοῦ τῆς σωφροσύνης | |
30 | δεσμοῦ, ἐκλύῃ ὁ γενναῖος πολεμιστὴς, αἰχμάλωτος ἀντὶ νικητοῦ ἀναδεικνύῃ. Μὴ γὰρ λίθος εἶ; Ἄνθρωπος εἶ, τοῖς κοινοῖς τῆς φύσεως συμπτώμασιν ὑποκείμενος· πῦρ ἔχεις ἐν τῷ κόλπῳ, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; Θὲς λύχνον εἰς χόρτον, καὶ τότε ἴδε, εἰ δύνασαί | |
35 | μοι εἰπεῖν, ὅτι οὐ καίεται ὁ χόρτος. Εἰ δὲ ἄρνησαι, ὅτι οὐ καίεται ὁ χόρτος, ἐμοὶ μὴ λέγε, ἀλλὰ τῷ εἰ‐ δότι τὰ κρύφια, ὃς ἔρχεται συναγαγεῖν τοὺς λογι‐ σμούς· κριτικὸς γάρ ἐστιν ἐνθυμήσεων καὶ λογι‐ σμῶν, καὶ ἐννοίας καρδιῶν συνιεῖ· λέγει γάρ· Ὁ | |
40 | ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι, ἤδη ἐμοί‐ χευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Βλέπε μὴ κατὰ πᾶσαν ὥραν μοιχεία ἐν σοὶ εὑρίσκηται. Πάντως ἐρεῖς· Νηστείαις καὶ ἀσκήσεσι καὶ τῇ κατὰ ξηροῦ διαίτῃ τειχίζω ἐμαυτὸν, ἵνα μὴ τοῦ προκειμένου ἐκπέσω. | |
45 | Οὐκοῦν δι’ οὐδὲν ἕτερόν ἐστιν ἡ ἄσκησίς σου ἀλλ’ ἢ διὰ τὴν σύνοικόν σου· οὐκοῦν οὐκ ἔτι θησαυρίζεις δικαιοσύνην· ὑπέσυρε γάρ σου ἐκείνη τὴν ἄσκησιν. Ἔκβαλε τοίνυν ἀπὸ σεαυτοῦ τὴν ζημιοῦσάν σε πολλῶν ἀγαθῶν, μή σε ἐκβάλῃ ἐκ τοῦ παραδείσου, μή σε | |
48.1057(50) | ποιήσῃ παίγνιον τῷ διαβόλῳ· μὴ στήσῃς αὐτὴν παρὰ σαυτῷ, μήπως καταστρέψασά σε σὺν σοὶ εἰς γέεν‐ ναν κατενεχθῇ. Φοβήθητι τὸν φοβερὸν δικαστήν· διάθου σεαυτῷ διαθήκην μηδὲ ἀτενίσαι γυναικί· πρεσβυτέρων παρόντων αἰδοῦ πολιὰν, καὶ καθάπερ | |
55 | πατέρας αἰδούμενος φείδου μωρολογίας καὶ παιγνίας καὶ γέλωτος. Νεωτέρῳ μὴ πρόσπαιζε, μηδὲ δείκνυε ῥᾳθυμίας ὁδὸν, κατάρχων ταύτης αὐτὸς, καὶ πολὺ πλείονα τὴν καταφρόνησιν ἐμποιῶν· γυναῖκα δὲ καὶ μέχρι τῆς ἀντιβλέψεως αὐτῆς αἰδοῦ. Ὁ σὸς βίος ἐκεί‐ | |
60 | ναις γενέσθω τύπος· τοιοῦτον σεαυτὸν ἐπίδειξον, ἵνα σε ἐκεῖναι αἰδῶνται, καὶ τύπος καὶ ἀρχὴ τῆς αἰδοῦς ἐκείναις γένῃ, ὅτι καὶ ἡγεμονικώτερον ἀνὴρ γυναι‐ κὸς, καὶ μὴ τὴν σὴν εὐχέρειαν προσθῇς εὐχερεστέρᾳ φύσει τῇ γυναικείᾳ. Γυνὴ αἰδείσθω διαφερόντως, ὅσῳ | |
65 | καὶ χαλεπώτερον ὄνειδος ἀναισχυντία γυναικός. Εἰ καὶ παῤῥησιάζεσθαι πρὸς ἄνδρας πολὺ δεινὸν καὶ τολ‐ μηρὸν, φόβου προστεθέντος γυναικὶ πρὸς τὸν ἴδιον ἄνδρα μᾶλλον ἢ παῤῥησιάζεσθαι. Ἡ γὰρ γυνὴ, φη‐ σὶν, ἵνα φοβῆται τὸν ἄνδρα· εἰ οὖν τῇ ἐχούσῃ ἄνδρα | |
70 | τοιοῦτος ὁ νόμος πρόκειται τί λοιπὸν πρὸς σὲ τὴν | Column end |
48.1058 | μὴ ἔχουσαν ἄνδρα; Σοὶ λοιπὸν τοῦτο πρέπει, μηδὲ ὅλως ἐγγίζειν ἀνδρὶ, εἰ ἐνδέχεται, μηδὲ ὅλως βλε‐ πέτω ἀνὴρ τὸ πρόσωπόν σου. Νύμφη γὰρ Χριστοῦ εἶ· οὕτω προέρχου, ὡς νύμφη κεκοσμημένη, ἐσκεπα‐ | |
5 | σμένη τῷ περιβολαίῳ τὴν ὄψιν, ἵνα μή τινα διὰ τῆς ὁράσεως τραυματίσασα τῆς ἐκείνου ἀπωλείας σὺ τὴν ἀμοιβὴν ἀπολήψῃ. Καὶ ἡμεῖς μὲν ταῦτα λέγομεν κατὰ τὰς ἀῤῥήτους τῶν Γραφῶν διδασκαλίας· πολλαὶ δὲ μηδὲ τὸν φόβον τοῦ Θεοῦ ἐν νῷ λαβοῦσαι, μήτε τὴν | |
10 | εὐχερῆ αὐτῶν πτῶσιν φοβηθεῖσαι, μήτε τὴν ἀποκει‐ μένην κόλασιν προϊδοῦσαι ἀδιαφόρως ἤνεγκαν, καὶ οἰκείᾳ γνώμῃ προσῆλθον ὑπηρετεῖν ἀνδράσιν, οὔτε ἐξ ἴσου τῷ κανόνι τῆς γαμηθείσης καὶ ἐχούσης ἄνδρα. Σὺ δὲ οὐδὲ τοῦτον τὸν ὅρον φυλάττεις· οὐ γὰρ μετὰ | |
15 | φόβου συναναστρέφῃ, ἀλλὰ μετὰ πολλῆς ἀδείας καὶ καταφρονήσεως, καὶ συνεσθίεις, καὶ συμπίνεις, καὶ συνομιλεῖς, καὶ συγγελᾷς ἀτάκτως· καὶ ἐπὶ τού‐ τοις πᾶσιν σὺ μὲν θέλεις παρθένος καλεῖσθαι, οὐκ ἔτι δέ σε παρθένον ἐρῶ τὴν οὕτως ἑαυτὴν ῥίψασαν, | |
20 | καὶ μηδὲ φοβηθεῖσαν τὸν κίνδυνον. Τολμήσω εἰπεῖν τὸ προφητικὸν, Ἐκστήτω ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ φριξάτω ἡ κτίσις, εἰς ὅσην ἀναισχυντίαν κεχωρή‐ καμεν, καὶ τῶν ἐν τοῖς ἐργαστηρίοις πορνῶν. Ὥσπερ γὰρ ἐκεῖναι, ὑπὸ μίμων ἀγελώμεναι [?] ἀνθρώπων, | |
25 | [ἰτα]μώτεραι πρὸς τὰς ἀσέμνους πράξεις γίνονται· οὕτω καὶ αὗται εὐδοκιμήσασαι ἀνδράσι συνοικεῖν. Θεὸς ἀγανακτεῖ, ἄνθρωποι διασύρουσι, κἀκεῖναι τὸν ἄδικον κριτὴν μιμούμεναι, οὐδὲ τὸν Θεὸν φοβοῦνται, οὔτε ἄνθρωπον ἐντρέπονται· ἀλλ’ ἐπὶ τούτοις πᾶσι μειζό‐ | |
30 | νως παῤῥησιάζονται καὶ τῶν ἐν γάμῳ σεμνῶς παρ‐ οικουσῶν ἀνδράσιν. Αὗται μᾶλλον ἐπηρμένως τὰ μεθ’ ὧν συνοικοῦσιν διατίθενται, καὶ ἐκταράσσουσι, καὶ ἀνθυβρίζουσι, καὶ πάσης αὐτοῦ τῆς ὑπάρξεως δεσπό‐ ζειν βούλονται· κἂν ἐνίοτε βούληται εἰς εὐποιίαν ἐκ‐ | |
35 | τεῖναι τὴν χεῖρα αὐτοῦ, διακωλύει, καὶ λοιπὸν οὐκέτι ὑπηρέτις, ἀλλὰ δέσποινα γέγονεν. Ἀποχώρει οὖν τῆς ἀλλοτρίας συνοικήσεως, ὦ παρθένε, καὶ οὐχὶ μόνον τῆς συνοικήσεως λέγω, ἀλλὰ καὶ τοῦ συνομιλεῖν ἢ συγγελᾷν παρατήρησαι. Εἰ γὰρ τῷ φρονίμῳ ἀνδρὶ | |
40 | μόλις ἡσυχῇ μειδιᾷν ἐπιτέτραπται, τῇ σοφῇ γυναικὶ μόλις καὶ τοῦτο κελεύει. Καὶ γὰρ καὶ τὸ μειδιᾶσαι γυναικὶ ἐπαγγελλομένῃ θεοσέβειαν, βαρὺ καὶ ἐπικίν‐ δυνον· πολὺ γὰρ βελτίων ἐπὶ σεμνότητι θεωρεῖται γυνὴ, ἤπερ ἐπὶ τῇ φαιδρότητι καὶ ἱλαρότητι. Καὶ δὴ | |
45 | ἐπὶ τὴν πνευματικὴν νύμφην ἀπὸ τῆς γυναικὸς ἐπι‐ φέρων τοὺς ἐπαίνους ὁ τὸ μυστικὸν ᾆσμα γεγραφὼς τὴν σιωπὴν αὐτῆς θαυμάζων, καὶ τὸ τοῦ σχήματος αὐστηρὸν ἐπαινεῖ, θάμβος ὀνομάζων αὐτό· τοῦτο γὰρ τὸ πάνυ σεμνὸν καὶ καταπληκτικὸν τοῖς ὁρῶσι γίνε‐ | |
48.1058(50) | ται. Δεῖ γὰρ αὐτῆς τὴν σεμνότητα φοβερὰν εἶναι τοῖς περιέργοις ὀφθαλμοῖς, καὶ τῆς πολυπράγμονος ἀναι‐ δείας ἀποτρεπτικήν· ἧς διὰ τοῦτο καὶ τὸν κόσμον ἀφεῖλε τὸν διὰ χρυσοῦ καὶ τριχῶν ἐμπλοκῆς καὶ ἐσθῆτος πολυτελοῦς, ἵνα μὴ καταστίλβῃ τοῖς περι‐ | |
55 | κειμένοις κοσμήμασι, καὶ φαιδρύνῃ τὸν ὀφθαλμὸν τῶν ὁρώντων, καὶ προκαλῆται εἰς σκάνδαλον· διὰ τοῦτο νηστεῖαι, καὶ ἐγκράτειαι, καὶ ἀσκήσεις, καὶ ὠχρὸν καὶ στυγνὸν τὸ εἶδος, καὶ τὴν στολὴν εὐτελε‐ στέραν ὀφείλει ἔχειν ἡ παρθένος διὰ τὸ τῆς φύσεως | |
60 | εὐόλισθον· διὰ τοῦτο καὶ ὁ Παῦλος τῷ γνησίῳ τέκνῳ Τιμοθέῳ γράφων, τὴν πρὸς γυναῖκας αὐτοῦ τιμητι‐ κὴν χρηστότητα τῆς ἁγνείας ἀσφαλείᾳ προφυλάττει, λέγων· Νεωτέρας χήρας τιμᾷν ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ. Εἰ δὲ γυναικὸς τὸν περὶ τὸ σῶμα κό‐ | |
65 | σμον ἀφαιρεῖ τὰ θεῖα γράμματα, πόσῳ μᾶλλον ἀνδρὶ προσήκει τὸ παντελῶς ἀκαλλώπιστον, καὶ ἡ μέχρι τῆς χρείας περιβολὴ, ἵνα σκέπασμα ᾖ καὶ μὴ καλλώ‐ πισμα, καθάπερ ὠνόμασεν ὁ Παῦλος· Ἔχοντες δια‐ τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμε‐ | |
70 | θα. Αἱ γὰρ εἰς καλλωπισμὸν ἐσθῆτες, γυναικεῖαι μᾶλ‐ λον ἢ ἀνδρεῖαι νομιζέσθωσαν· καὶ γὰρ ὁ νόμος λέγει· Οὐκ ἐνδύσεται ἀνὴρ στολὴν γυναικείαν. Μὴ τοί‐ νυν θηλυνέσθω ἀνὴρ, ὅπου οὐδὲ τὸ θῆλυ σφόδρα προσ‐ ήκει θηλύνεσθαι παρὰ τῷ Θεῷ. Ἐκ τριχῶν καμήλου | |
75 | ὁ Ἰωάννης ἐσθῆτα ἐφόρει, καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· καὶ πρότερον Ἠλίας, οὗ τὸ | |
πνεῦμα ὁ Ἰωάννης ἐφόρεσε, μηλωτὴν μόνον κἀκεῖνος | 1057 | |
48.1059 | ἠμφίαστο. Νωθρᾶς καὶ ῥᾳθύμου ψυχῆς τὸ θαυμάζειν εὐανθὲς ἔνδυμα καὶ κατὰ τὴν ἐργασίαν λεπτόν· ψυχὴ δὲ μεγαλοφυὴς ἡ τοῦ ὄντως κόσμου τοῦ ἀληθινοῦ αἰσθανομένη διαπτύει πᾶσαν μαλακὴν ἐσθῆτα, τὴν | |
5 | ὑψηλοτέραν αὐτῆς ἐπιποθοῦσα τὴν ἀπερίεργον, τὴν εὐπρεπεστέραν, τὴν σεμνοτάτην, τὴν ἁγνείαν πάν‐ των προτιμήσασα. Ἀρκέσθητε τοίνυν τῇ διὰ τῶν εἰ‐ ρημένων ὑπομνήσει, φυλάξατε δὲ τὴν σεμνότητα, μὴ πέρα τοῦ μέτρου ἐξαγαγεῖν ὡς πικρὰν τὴν ἀκρίβειαν, | |
10 | ἥτις γλυκυτέρα ὑπὲρ μέλι καὶ κηρίον αὐτῷ τε τῷ ἀκούοντι καὶ τοῖς πλησιάζουσι γίνεται. Ἡ γὰρ πνευ‐ ματικὴ χαρὰ σεμνῶς καὶ μεγαλοπρεπῶς εἰς ἑνότητα Θεοῦ προσορμίζει τὴν ψυχὴν, πληροῖ δὲ τῆς γλυκύ‐ τητος καὶ τοὺς συντυγχάνοντας. Ἀλλὰ μὴ πρό‐ | |
15 | φασιν λαβὼν ἐκ τῶν ἐμῶν λόγων, ὅτι ἐκωλύθης ἐν ἱλαρότητι διάγειν, ἄρξῃ σκυθρωπὸς καὶ χαλεπὸς εἶ‐ ναι πρὸς τοὺς ἐρχομένους ἀδελφοὺς, μηδὲ ἀπηνής τις καὶ δυσπρόσιτος καὶ ἀπάνθρωπος ἔσο ἀντὶ χρησίμου καὶ ἀγαπητικοῦ, μηδὲ ἐν ταῖς δεξιώσεσι τῶν προσιόν‐ | |
20 | των ἀδελφῶν σκυθρωπὸς, καὶ περὶ ἀπόκρισιν καὶ λόγον ἀκοινώνητος. Πάντοτε γὰρ χαίρειν πρόσταγμά ἐστιν ἀποστολικὸν, καὶ τὸ, Παρακαλεῖτε ἀλλήλους, καὶ γίνεσθε εἰς ἀλλήλους χρηστοί· καὶ, Ἡ ἀγάπη, φησὶ, χρηστεύεται· καὶ αἱ τῶν ἀποστόλων φιλοφρο‐ | |
25 | σύναι τοῖς γράμμασιν αὐτῶν ἔνεισιν, ὡς τέκνα φιλο‐ φρονούμενοι τοὺς ἀκούοντας, ὡς ἀδελφοὺς παρακα‐ λοῦντες τοὺς προσέχοντας· καὶ πολλὰ περὶ τῆς ἱερᾶς | |
κατὰ τὴν ἀγάπην χρηστότητος ἔστιν ἐκ τῶν ἁγίων | Column end | |
48.1060 | Γραφῶν καταμαθεῖν. Μηδὲ δεῖ πρὸς ἄμετρον ἱλαρό‐ τητα μετάγειν, μηδὲ γελωτοποιίᾳ λυμήνασθαι τὴν εἰς Θεὸν μίμησιν χρηστότητα, ἀλλὰ μεταξὺ στῆναι τῆς τελείας ἱλαρότητος, καὶ μήτε λυπεῖν τοὺς συντυγχά‐ | |
5 | νοντας, μήτε ἐκλύειν καὶ ῥᾳθύμους ἀποτελεῖν, μήτε χαλεπῶς ἐπιπλήττειν, μήτε ἀπατηλῶς κολακεύειν, ἀλλὰ καὶ συμφερόντως ἐπιστρέφειν καὶ χρηστῶς πα‐ ρακαλεῖν. Ὃς φείδεται, φησὶ, ῥῆμα προέσθαι σκλη‐ ρὸν, νοήμων· κηρία δὲ μέλιτος λόγοι καλοὶ, γλύ‐ | |
10 | κασμα δὲ αὐτῶν ἴασις ψυχῆς· εἰσὶν οἳ λέγοντες τιτρώσκουσιν ὡς μάχαιραι, γλῶσσαι δὲ σοφῶν ἰῶνται. Καλὸν δὲ καὶ τὸ θείαις ᾠδαῖς ἀνακεῖσθαι μετρίως· ἡ γὰρ τοιαύτη φαιδρότης ἁγιάζει τὴν ψυ‐ χὴν, κατὰ τὸν Ἀπόστολον· Πληροῦσθε, φησὶ, Πνεύ‐ | |
15 | ματι, ᾄδοντες καὶ ψάλλοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Κυρίῳ. Καλὸν οὖν τῇ πρὸς τὴν τοιαύτην εὐφροσύνην σπουδῇ προσιέναι, καὶ μὴ διά τινα τρό‐ πον πικρὸν καὶ σκληρὸν ὀκνηρῶς ἔχειν πρὸς τὴν θείαν ᾠδὴν, ὡς μὴ καταξιοῦντα φωνὴν προσκομίσαι πρὸς | |
20 | τὴν τοῦ Θεοῦ μελῳδίαν. Πρὸς γὰρ τοιοῦτον θεῖον πνεῦμα, καὶ πρὸς τὴν ὁμιλίαν τὴν ἱερὰν φαιδρῶς ἔχειν δεῖ οὐκ εἰς ἡδυφωνίαν ἐκλυομένους, οὐδὲ βακή‐ λως διακεῖσθαι εἰς τὰς θείας ᾠδὰς, οὐδὲ μελῳδικῶς ἀνακλᾷν, καὶ περιβλέπεσθαι ὧδε κἀκεῖ, ὅπως ἐπαι‐ | |
25 | νεθῇς, ἀλλ’ ἐνευφραινομένους Θεῷ, καὶ αὐτῷ μόνῳ ἀρέσκειν σπουδάζοντας, καὶ ἐνταῦθα δὴ μάλιστα, ἵνα τῷ σεμνῷ τὸ ἱλαρὸν κεκραμένον εὑρήσηται, τοῦ μὲν πρὸς Θεὸν φόβου τὴν σεμνότητα παρέχοντος ἡμῖν, τῆς δὲ θείας ᾠδῆς εἰς φαιδρότητα ἐναγούσης, καὶ μί‐ | |
30 | μησιν τῆς αἰωνίου χαρᾶς ἐμποιούσης, ἐν ᾗ τὴν μέλ‐ λουσαν ζωὴν οἱ καλῶς ἐμπολιτευσάμενοι ζήσονται παρὰ Κυρίῳ· ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶ‐ | |
νας τῶν αἰώνων. Ἀμήν. | 1059 |