TLG 2062 116 :: JOANNES CHRYSOSTOMUS :: Comparatio regis et monachi [Dub.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Comparatio regis et monachi [Dub.]

Citation: Vol — pg — (ln)

47

.

387

(7t)

ΣΥΓΚΡΙΣΙΣ ΒΑΣΙΛΙΚΗΣ ΔΥΝΑΣΤΕΙΑΣ ΚΑΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΥΠΕΡΟΧΗΣ, ΠΡΟΣ ΜΟΝΑΧΟΝ ΣΥΖΩΝ‐
8tΤΑ Τῌ ΑΛΗΘΕΣΤΑΤῌ ΚΑΙ ΚΑΤΑ ΧΡΙΣΤΟΝ ΦΙΛΟΣΟΦΙᾼ.
9αʹ. Ὁρῶν ἐγὼ τοὺς πολλοὺς τῶν ἀνθρώπων τὰ δοκοῦντα
10εἶναι καλὰ μᾶλλον ἀγαπῶντάς τε καὶ θαυμάζοντας, ἢ τὰ φύσει χρηστὰ καὶ ὡς ἀληθῶς ἀγαθὰ, ἀναγκαῖον εἶναι νομίζω περὶ ἑκατέρων βραχεῖς ποιήσασθαι τοὺς λόγους, καὶ παραθεῖναι νῦν ἀλλήλοις τά τε κατεῤῥᾳθυμημένα παρὰ πολλοῖς, τά τε πολλῆς τυγχάνοντα σπουδῆς, ἵνα
15μαθόντες τὸ διάφορον ἑκατέρων, τὰ μὲν ὡς ἄξια σπουδῆς καὶ σωτηρίας περὶ πολλοῦ ποιησώμεθα, τῶν δὲ κατα‐ φρονεῖν παιδευθῶμεν ὡς οὐδενὸς ἀξίων. Οὐκοῦν ἀγα‐ πᾶται μὲν πλοῦτος καὶ δυναστεία καὶ ἀρχὴ καὶ δόξα, καὶ μακαρίζουσιν οἱ πολλοὶ τοὺς τῶν ἐθνῶν ἄρχοντας,
20φερομένους ἐπὶ λαμπρῶν ὀχημάτων, καὶ κηρύκων βοῆς ἀπολαύοντας καὶ δορυφορίας πολλῆς, καταπεφρόνηται δὲ τῶν φιλοσοφούντων ὁ βίος, καὶ τῶν τὴν μονήρη δίαι‐ ταν ᾑρημένων· κἀκεῖνοι μὲν φανέντες, πρὸς ἑαυτοὺς ἐπιστρέφουσι τὸν δῆμον, οὗτοι δὲ φανέντες οὐδενὸς
25ὀφθαλμοὺς, ἢ κομιδῇ γε ὀλίγων, πρὸς ἑαυτοὺς ἕλκουσι. Καὶ τούτων μὲν οὐδεὶς ἂν ἐπιθυμήσειε γενέσθαι ὅμοιος, ἐκείνων δὲ ἅπαντες· καίτοι γε δυναστείαν μὲν κτήσα‐ σθαι, καὶ ἀρχὴν ἔθνους λαβεῖν, χαλεπόν τε καὶ τοῖς πολλοῖς ἀδύνατον, καὶ πολλῶν ἂν δεηθεῖεν χρημάτων οἱ
30τῆς ἀρχῆς ἐρασταί· τὸ δὲ μονήρη βίον ἑλέσθαι, καὶ τῇ τοῦ Θεοῦ λατρείᾳ συζῇν, πᾶσιν ὁμοίως εὔπορόν τε καὶ ῥᾴδιον. Καὶ τῆς μὲν ἀρχῆς ἡ κτῆσις τῷ βίῳ τούτῳ συν‐ διαφθείρεται, μᾶλλον δὲ καὶ ζῶντας ἀπολιμπάνει τοὺς ἑαυτῆς ἐραστὰς, ἤδη δέ τινας καὶ εἰς κίνδυνον μέγαν ἢ
35ἀδοξίαν κατέστησεν· ὁ δὲ μονήρης βίος νῦν τε πολλῶν ἀγαθῶν ἀναπίμπλησι τοὺς δικαίους, καὶ μετὰ τὴν τοῦ βίου τελευτὴν λαμπροὺς καὶ χαίροντας ἐπὶ τὸ δικαστήριον ἄγει τοῦ Θεοῦ καὶ Πατρὸς, ὅτε τῶν ἀρξάν‐ των οἱ πλείους μεγάλην ὀφθήσονται διδόντες τῶν βεβιω‐
40μένων τὴν δίκην. Φέρε δὴ παραθέντες ἀλλήλοις τά τε τῆςColumn end

47

.

388

(9)

φιλοσοφίας ἀγαθὰ, τά τε δοκοῦντα εἶναι χρηστὰ τῆς ἐν τῷ
10παρόντι βίῳ δυναστείας καὶ δόξης, καταμάθωμεν τὸ διά‐ φορον ἑκατέρων τῶν ἀγαθῶν· παράλληλα γὰρ ἔσται φα‐ νερώτερα· μᾶλλον δὲ, εἰ δοκεῖ, τὴν κορυφὴν τῶν ἀγαθῶν, τὴν βασιλείαν λέγω, τῇ φιλοσοφίᾳ παραθέντες, θεωρή‐ σωμεν ἑκατέρας κτήσεως τοὺς καρποὺς, καταμαθόντες
15ἀκριβῶς τίνων μὲν ὁ βασιλεὺς, τίνων δὲ ὁ φιλόσοφος ἄρχει. Οὐκοῦν ὁ μὲν βασιλεὺς πόλεσι καὶ χώραις καὶ πολλοῖς ἐφέστηκεν ἔθνεσι, καὶ στρατηγοὺς καὶ ὑπάρ‐ χους καὶ στρατόπεδα καὶ δήμους καὶ βουλὰς τοῖς ἑαυ‐ τοῦ νεύμασιν ἄγων· ὁ δὲ Θεῷ δεδωκὼς ἑαυτὸν, καὶ τὸν
20μονήρη βίον ᾑρημένος, θυμοῦ καὶ φθόνου καὶ φιλαργυ‐ ρίας καὶ ἡδονῆς καὶ τῶν ἄλλων ἄρχει κακῶν, σκοπῶν ἀεὶ καὶ φροντίζων, ὅπως ἂν μὴ συγχωρήσειε τῇ ψυχῇ ὑπὸ τοῖς αἰσχροῖς γενέσθαι πάθεσι, μηδὲ δουλωθῆναι τὸν λογι‐ σμὸν τυραννίδι πικρᾷ, ἀλλ’ ἀνωτέρω πάντων ἀεὶ τὴν διά‐
25νοιαν ἔχοι, τὸν τοῦ Θεοῦ φόβον ἐπιστήσας τοῖς πάθεσι. Τοιαύτην μὲν οὖν ὁ βασιλεὺς, τοιαύτην δὲ ὁ μοναχὸς ἀρχὴν καὶ δυναστείαν κέκτηται, ὥστε δικαιότερον ἄν τις τοῦτον βασιλέα καλέσειεν, ἢ τὸν ἁλουργίδι καὶ στεφάνῳ λαμπόμενον, καὶ καθήμενον ἐπὶ θρόνου χρυσοῦ.
30 βʹ. Βασιλεὺς γὰρ ὡς ἀληθῶς ὁ θυμοῦ καὶ φθόνου καὶ ἡδονῆς κρατῶν, καὶ πάντα ὑπὸ τοὺς νόμους ἄγων τοῦ Θεοῦ καὶ τὸν νοῦν ἐλεύθερον τηρῶν, καὶ οὐκ ἐῶν ἐνδυ‐ ναστεῦσαι τῇ ψυχῇ τὴν δεσποτείαν τῶν ἡδονῶν. Τὸν τοιοῦτον ἡδέως ἂν εἶδον καὶ δήμων καὶ γῆς καὶ θαλάσσης
35ἄρχοντα, καὶ πόλεων καὶ δήμων καὶ στρατοπέδων. Ὁ γὰρ τοῖς πάθεσι τῆς ψυχῆς τὸν λογισμὸν ἐπιστήσας, ῥᾳδίως ἂν ἐπισταίη καὶ ἀνθρώποις μετὰ τῶν θείων νόμων, ὥστε αὐτὸν ἐν πατρὸς τάξει τοῖς ἀρχομένοις εἶναι, μετὰ πάσης ἡμερότητος ὁμιλοῦντα ταῖς πόλεσιν. Ὁ δὲ ἀν‐
40θρώπων μὲν ἄρχειν δοκῶν, θυμῷ δὲ καὶ φιλαρχίᾳ καὶ
ἡδοναῖς δουλεύων, πρῶτον μὲν καταγέλαστος εἶναι δό‐387

47

.

389

ξειεν ἂν τοῖς ἀρχομένοις, ὅτι στέφανον μὲν φορεῖ λιθο‐ κόλλητον καὶ χρυσοῦν, σωφροσύνῃ δὲ οὐκ ἐστεφάνωται, καὶ ἁλουργίδι μὲν ὅλον τὸ σῶμα λάμπεται, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ἔπειτα δὲ οὐδὲ ὅπως μεταχειρίσαιτο τὴν
5ἀρχὴν ἐπιστήσεται· ὁ γὰρ ἑαυτοῦ μὴ δυνηθεὶς ἄρχειν, πῶς ἂν ἑτέρους δυνηθείη κατευθύνειν τοῖς νόμοις; Εἰ δὲ βούλει καὶ τὸν πόλεμον ἑκατέρων ἰδεῖν, εὑρήσεις τὸν μὲν δαίμοσι μαχόμενον καὶ κρατοῦντα καὶ νικῶντα καὶ ὑπὸ τοῦ Χριστοῦ στεφανούμενον· μετὰ γὰρ τῆς θείας
10ῥοπῆς ἐπὶ τὸν πόλεμον ἔρχεται, οὐρανίοις πεφραγμένος ὅπλοις, ὥστε ἀνάγκη τούτου γενέσθαι τὸ κράτος· τὸν δὲ βασιλέα βαρβάροις μαχόμενον. Ὅσῳ δὲ τῶν ἀν‐ θρώπων οἱ δαίμονες φοβερώτεροι, τοσούτῳ λαμπρότερος ὁ τούτων κρατῶν τοῦ νικῶντος ἐκείνους. Εἰ δὲ καὶ τὴν
15αἰτίαν ἑκατέρου πολέμου καταμαθεῖν βουληθείης, πολὺ τὸ οὐκ ἴσον εὑρήσεις. Ὁ μὲν γὰρ ὑπὲρ εὐσεβείας καὶ τῆς τοῦ Θεοῦ λατρείας πολεμεῖ τοῖς δαίμοσιν, ἢ πόλεις ἢ κώ‐ μας ἐκ τῆς πλάνης ἐξαρπάσαι ποθῶν· ὁ δὲ μάχεται βαρ‐ βάροις ὑπὲρ τόπων ἢ ὅρων ἢ χρημάτων ἁρπασθέντων, ἢ
20πλεονεξίας καὶ ἔρωτος ἀρχῆς ἀδίκου παρακαλούσης ἐπὶ τὴν μάχην· ἔνθα δὴ πολλοὶ πολλάκις βασιλεῖς, τῶν μει‐ ζόνων ἐπιθυμήσαντες, καὶ τὰ παρόντα προσαπώλεσαν. Ἡ μὲν οὖν ἀρχὴ καὶ οἱ πόλεμοι τοσοῦτον ἀλλήλων διαφέ‐ ροντας ἔδειξαν τόν τε βασιλέα, καὶ τὸν ἐσπουδακότα τῇ
25τοῦ Θεοῦ λατρείᾳ συζῇν· γνοίη δ’ ἄν τις αὐτοὺς ἀκριβῶς, τὸν βίον ἑκατέρου καὶ τὰς πράξεις τὰς παρ’ ἡμέραν σκο‐ πῶν. Εὕροι γὰρ ἂν ὡς ἀληθῶς τὸν μὲν ὁμιλοῦντα προφή‐ ταις, καὶ τῇ τοῦ Παύλου σοφίᾳ τὴν ψυχὴν καλλωπίζοντα, καὶ μεταπηδῶντα συνεχῶς ἀπὸ μὲν Μωσέως πρὸς Ἡσα‐
30ΐαν, ἀπὸ δὲ τούτου πρὸς Ἰωάννην, ἀπὸ δὲ τούτου πρὸς ἕτερον· τὸν βασιλέα δὲ συνεχῶς ὁμιλοῦντα ταξιάρχοις καὶ ὑπάρχοις καὶ δορυφόροις· οἷς δέ τις ὁμιλεῖ συνεχῶς, τούτοις ἀφομοιοῦται τὸ ἦθος. Οὐκοῦν ὁ μὲν μονάζων πρὸς τὰ τῶν ἀποστόλων καὶ προφητῶν ἤθη ἐκτυποῦται
35τὴν γνώμην, ὁ δὲ βασιλεὺς πρὸς τὰ τῶν στρατηγῶν καὶ δορυφόρων καὶ ὑπασπιστῶν, ἀνθρώπων οἴνῳ δουλευόντων καὶ ἡδοναῖς χαριζομένων, καὶ τὸ πλέον τῆς ἡμέρας δια‐ τριβόντων ἐν πότῳ, οὐδὲν καίριον ἢ καλὸν διὰ τὸν οἶνον ἐπισταμένων. Οὕτως ἄρα καὶ διὰ τοῦτο τὸν μονήρη βίον
40προσήκει μακαρίζειν μᾶλλον ἢ τὸν ἐν δυναστείᾳ καὶ βα‐ σιλείᾳ καὶ σκήπτροις. γʹ. Εἰ δὲ καὶ τῆς νυκτὸς τὸν χρόνον ἐξετάζειν βουλη‐ θείημεν, τὸν μοναχὸν μὲν ὀψόμεθα τῇ τοῦ Θεοῦ λατρείᾳ καὶ ταῖς εὐχαῖς κοσμούμενον, πολὺ πρότερον ᾄδοντα τῶν
45ὀρνίθων, ἀγγέλοις συμβιοτεύοντα, Θεῷ συλλαλοῦντα, τῶν οὐρανίων ἀγαθῶν ἀπολαύοντα· τὸν δὲ πολλοῖς ἔθνεσιν ἐφεστηκότα καὶ δήμοις καὶ στρατοπέδοις, καὶ πολλῆς μὲν γῆς, πολλῆς δὲ ἄρχοντα θαλάττης, ἐπὶ τῆς κλίνης ἀνατε‐ ταμένον καὶ ῥέγχοντα. Καὶ ἐκεῖνος μὲν γὰρ τοσούτοις

47

.

389

(50)

τρέφεται σιτίοις, ὅσα οὐκ ἂν ἀπαιτήσειε τὸν μοναχὸν ὕπνον βαθύν· τὸν δὲ ἡ τρυφὴ κατακοιμίζει καὶ ὁ πότος μέχρις ἡμέρας αὐτῆς ἐν τῇ κλίνῃ κατέχων. Ἔστι τοίνυν τῷ μὲν μοναχῷ καὶ ἀμπεχόνη καὶ τράπεζα μετρία, καὶ σύσ‐
σιτοι τῆς αὐτῆς ἀρετῆς ἀθληταί· τὸν βασιλέα δὲ λίθοις τεColumn end

47

.

390

ἀνάγκη καὶ χρυσῷ καλλωπίζεσθαι, τράπεζάν τε παρατί‐ θεσθαι λαμπρὰν, καὶ χρῆσθαι συσσίτοις, εἰ μὲν ἄφρων εἴη, τῆς ἑαυτοῦ κακίας ἀξίοις, εἰ δὲ νοῦν ἔχοι καὶ σωφρο‐ νοίη, χρηστοῖς ἴσως καὶ δικαίοις, πολὺ δὲ λειπομένοις
5τῆς ἐκείνων ἀρετῆς. Οὕτω κἂν φιλοσοφῇ βασιλεὺς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν τῆς τοῦ μονάζοντος καλοκα‐ γαθίας δυνήσεται. Καὶ γὰρ ἐν ὁδοιπορίαις βαρύς ἐστι τοῖς ὑπηκόοις, καὶ πόλιν οἰκῶν, καὶ εἰρήνης ἀπολαύων, καὶ πολέμων ἁπτόμενος, φόρους τε εἰσπραττόμενος,
10καὶ στρατεύματα συγκροτῶν, καὶ αἰχμαλώτους ἄγων, καὶ νικῶν, καὶ ἡττώμενος· ἡττώμενος μὲν γὰρ τῶν οἰ‐ κείων κακῶν ἀναπίμπλησι τοὺς ἀρχομένους, νικῶν δὲ ἀφόρητος γίνεται, καλλωπιζόμενός τε τοῖς τροπαίοις, καὶ μέγα φρονῶν, καὶ τοῖς στρατιώταις παρέχων ἄδειαν
15ἁρπάζειν, συλᾷν, τοὺς ὁδοιπόρους ἀδικεῖν, τὰς πόλεις ἐν τῇ καθέδρᾳ πολιορκεῖν, τὰς τῶν πενήτων πορθεῖν οἰκίας, τοὺς ὑποδεξαμένους εἰσπράττεσθαι καθ’ ἑκάστην ἡμέραν ἃ μηδεὶς ἐπιτρέπει νόμος, ἐπὶ προφάσει τινὸς ἔθους ἀρ‐ χαίου παρανόμου τε καὶ ἀδίκου. Καὶ τὸν μὲν πλούσιον
20ἔβλαψεν οὐδὲν ὁ βασιλεὺς τοῖς τοιούτοις κακοῖς, τὴν πε‐ νίαν δὲ ἐκάκωσεν, ὥσπερ ὡς ἀληθῶς αἰσχυνόμενος τοὺς εὐπόρους. Οὐ μὴν ὅ γε μοναχὸς οὕτως, ἀλλ’ ἅμα τε ὤφθη, καὶ πλουσίων καὶ πενήτων χάριν τινὰ κομίζων ἦλθε καὶ τούτοις κἀκείνοις ὁμοίως, ἱματίῳ μὲν ἑνὶ δι’ ἔτους χρώ‐
25μενος, ὕδωρ δὲ πίνων ἥδιον, ἢ θαυμαστὸν οἶνον ἕτεροι· ὑπὲρ ἑαυτοῦ μὲν οὐδεμίαν, οὔτε μικρὰν, οὔτε μείζω χά‐ ριν παρὰ τῶν πλουσίων αἰτῶν, ὑπὲρ δὲ τῶν ἐν ἐνδείᾳ πολλάς τε καὶ συνεχεῖς, ἀμφοτέροις λυσιτελούσας, τοῖς τε παρέχουσι, καὶ τοῖς κομίζεσθαι μέλλουσιν. Οὕτω κοι‐
30νός ἐστιν ἰατρὸς καὶ πλουσίων καὶ πενήτων ὁμοίως, τοὺς μὲν ἁμαρτημάτων ἐλευθερῶν διὰ τῆς ἀγαθῆς νουθεσίας, τοῖς δὲ λύων τὴν ἔνδειαν. Βασιλεὺς δὲ τάς τε εἰσφορὰς κουφοτέρας εἶναι κελεύων, τοὺς πλουσίους μᾶλλον, ἢ τὴν πενίαν ὠφέλησε· καὶ τὰ ἐναντία ποιῶν, τοὺς μικρὰ κε‐
35κτημένους ἔβλαψε. Τὸν μὲν γὰρ πλούσιον ὀλίγα ἂν βλά‐ ψειεν ἡ χαλεπότης τῶν εἰσφορῶν, τὰς δὲ τῶν πενήτων οἰκίας ὥσπερ χειμάῤῥους παρασύρει, οἰμωγῆς πιμπλῶσα τὰς κώμας, καὶ οὔτε γῆρας ἐλεεινὸν τοῖς εἰσπραττομένοις τοὺς φόρους, οὔτε χηρεία γυναικῶν, οὐκ ὀρφανία παί‐
40δων, ἀλλὰ κωμάζουσι πάντα τὸν χρόνον, κοινοί τινες πολέμιοι τῆς χώρας, ἅπερ οὐκ ἐξήνεγκεν ἡ γῆ, ταῦτα τοὺς γεωργοὺς εἰσπραττόμενοι. δʹ. Φέρε δὴ κἀκεῖνο ἐξετάσωμεν, τί μὲν ὁ μοναχὸς, τί δὲ ὁ βασιλεὺς τοῖς ὑπηκόοις χαρίζεται. Οὐκοῦν ὁ μὲν χρυ‐
45σὸν, ὁ δὲ πνεύματος χάριν· καὶ ὁ μὲν ἔλυσε πενίαν, ὅταν ᾖ χρηστὸς, ὁ δὲ ψυχὰς τυραννουμένας ὑπὸ δαιμόνων ἠλευθέρωσε ταῖς προσευχαῖς. Κἂν συμβῇ τινα τοιαύταις χειμάζεσθαι συμφοραῖς, τὸν βασιλέα μὲν ὥσπερ τὰ ἄψυχα παρέρχεται, ἐπὶ δὲ τὴν τῶν μοναχῶν οἰκίαν καταφεύγει,

47

.

390

(50)

ὥσπερ ὁ λύκον ὑποφεύγων, καταφεύγων δὲ ἐπ’ ἄνδρα θη‐ ρευτὴν ξίφος ἐν τῇ χειρὶ φέροντα· ὅπερ γὰρ τῷ θηρευτῇ ξίφος, τοῦτο προσευχὴ τῷ μονάζοντι. Οὐ γὰρ οὕτω φοβε‐
ρὸν τοῖς λύκοις τὸ ξίφος, ὡς τοῖς δαίμοσιν αἱ προσευχαὶ389

47

.

391

τῶν δικαίων. Οὐ τοίνυν μόνον ἡμεῖς πρὸς τοὺς ἁγίους μο‐ ναχοὺς ἐν ταῖς χρείαις καταφεύγομεν, ἀλλὰ καὶ οἱ βασι‐ λεῖς αὐτοὶ πρὸς τούτους καταφεύγουσιν ἐν καιροῖς φοβε‐ ροῖς, ὥσπερ οἱ πτωχεύοντες ἐν λιμῷ πρὸς τὰς τῶν
5πλουσίων οἰκίας. Οὐκ Ἀχαὰβ, ὁ τῶν Ἰουδαίων βασιλεὺς, ἐν λιμῷ καὶ σιτοδείᾳ τὴν ἐλπίδα τῆς σωτηρίας εἶχεν ἐν ταῖς Ἠλίου προσευχαῖς; οὐκ Ἐζεκίας τὴν αὐτὴν ἔχων ἀρχὴν καὶ δυναστείαν, νοσῶν καὶ μέλλων τελευτᾷν, ἐφ‐ εστηκότα τὸν θάνατον ὁρῶν, ἐπὶ τὸν προφήτην κατέφυγεν,
10ὡς θανάτου δυνατώτερον καὶ ζωῆς χορηγόν; Καὶ μὴν καὶ πολέμου καταῤῥαγέντος, καὶ τῆς Παλαιστίνης ἐκ βάθρων αὐτῶν ἀνασπασθῆναι κινδυνευούσης, οἱ τῶν Ἰουδαίων βα‐ σιλεῖς, ἀφέντες τὴν στρατιὰν, καὶ πεζοὺς καὶ τοξότας καὶ ἱππέας καὶ στρατηγοὺς καὶ ταξιάρχους, ἐπὶ τὰς Ἑλισσαίου
15προσευχὰς κατέφυγον· ἡγοῦντο γὰρ αὐτοῖς ἀντὶ πολ‐ λῶν μυριάδων ἔσεσθαι τὸν θεράποντα τοῦ Θεοῦ. Τὸ δὲ αὐτὸ τοῦτο καὶ Ἐζεκίας, τοῦ Περσικοῦ πολέμου συ‐ στάντος, καὶ τῆς πόλεως περὶ τῶν ἐδάφων αὐτῶν εἰς κίνδυνον μέγιστον κατακεκλιμένης, καὶ τῶν ἐπὶ τῷ τείχει
20τρεμόντων καὶ δεδοικότων καὶ σειομένων, καθάπερ ἐν προσδοκίᾳ βροντῆς, ἢ σεισμοῦ πάντα κινοῦντος, τὰς Ἡσαΐου προσευχὰς ὁ βασιλεὺς ἀντέστησε ταῖς πολλαῖς τῶν Περσῶν μυριάσι· καὶ οὐκ ἐψεύσθη τῆς ἐλπίδος. Ἅμα τε γὰρ ὁ προφήτης τὰς χεῖρας ἦρεν εἰς τὸν οὐρανὸν,
25καὶ τοῖς ἐξ οὐρανοῦ βέλεσιν ὁ Θεὸς τὸν Περσικὸν κατ‐ έλυσε πόλεμον, παιδεύων τοὺς βασιλεῖς κοινοὺς τῆς γῆς ἡγεῖσθαι σωτῆρας τοὺς ἑαυτοῦ θεράποντας, ὅπως ἂν παιδευθεῖεν, καὶ παρακαλούμενοι παρὰ τῶν δικαίων ἐπὶ πᾶσαν πρᾶξιν ἀγαθὴν καὶ φιλάνθρωπον, αἰδεῖσθαι
30τὰς συμβουλίας, καὶ πείθεσθαι ταῖς ἀγαθαῖς νουθεσίαις. Οὐ τοίνυν ἐκ τούτων μόνον ἔστι τὸ διάφορον ἰδεῖν ἀμ‐ φοτέρων, ἀλλὰ κἂν ἐκπεσεῖν συμβῇ καὶ τοῦτον κἀ‐ κεῖνον, τὸν μὲν τῆς ἀρετῆς, τὸν δὲ τῆς βασιλείας στε‐ ρηθέντα, ὁ μὲν ῥᾳδίως ἂν ἑαυτοῦ γένοιτο, καὶ ταχέως
35διὰ προσευχῆς καὶ δακρύων καὶ πένθους καὶ θεραπείας πτωχῶν τὰς ἁμαρτίας ἀποτριψάμενος, πάλιν ῥᾳδίως ἐπὶ τὴν προτέραν ἀρχὴν ἀνατρέχει· βασιλεὺς δὲ ἐκπεσὼν πολλῶν μὲν ἂν δεηθείη συμμάχων, πολλῶν δὲ ὁπλιτῶν καὶ ἱππέων καὶ ἵππων καὶ χρημάτων καὶ κινδύνων·
40καὶ ὁ μὲν ὅλως ἐν ἑτέροις ἔχει τὴν ἐλπίδα τῆς σωτη‐ ρίας· ὁ δὲ τῇ βουλήσει καὶ τῇ σπουδῇ καὶ τῇ μεταβολῇ τῆς γνώμης ἑπομένην ἕξει τὴν σωτηρίαν εὐθέως· Ἡ βασιλεία γὰρ, φησὶ, τῶν οὐρανῶν ἐντὸς ὑμῶν ἐστι. Καὶ μὴν ὁ θάνατος τῷ μὲν βασιλεῖ φοβερὸς, τῷ φιλο‐
45σοφοῦντι δὲ ἄλυπος· τὸν γὰρ ὑπερορῶντα πλούτου καὶColumn end

47

.

392

ἡδονῆς καὶ τρυφῆς, ὧν ἕνεκα ζῇν ἐπιθυμοῦσιν οἱ πολ‐ λοὶ, καὶ τὴν ἐνθένδε μετάστασιν ἀνάγκη ῥᾳδίως φέ‐ ρειν. Εἰ δὲ καὶ σφαγῆναι τοῦτον συμβαίη κἀκεῖνον, ὁ μὲν ὑπὲρ εὐσεβείας ἐπισπάσεται κινδύνους, ἀθάνατον
5ζωὴν καὶ οὐράνιον διὰ θανάτου πραγματευόμενος· βα‐ σιλεὺς δὲ τύραννον ἕξει σφαγέα καὶ τῆς ἀρχῆς ἐραστὴν, ἐλεεινὸν θέαμα καὶ δεινὸν μετὰ τὴν σφαγὴν γινόμενος· μοναχὸν δὲ ἰδεῖν ὑπὲρ εὐσεβείας ἐσφαγμένον ἡδὺ καὶ σωτήριον θέαμα. Καὶ ὁ μὲν τοὺς ἐραστὰς τῶν οἰκείων
10ἀγαθῶν καὶ μιμητὰς ἕξει καὶ μαθητὰς πολλοὺς εὐχο‐ μένους αὐτῷ φανῆναι παραπλησίους· ὁ δὲ πολλοὺς ἂν ἐν προσευχαῖς ἀναλώσειεν λόγους δεόμενος τοῦ Θεοῦ μηδένα φανῆναι τῆς βασιλείας ἐραστήν. Καὶ τὸν μὲν οὐδεὶς ἂν ἀποκτεῖναι τολμήσειεν, εἰς τὸν Θεὸν ἀσε‐
15βεῖν ἡγούμενος, εἰ τὸν τοιοῦτον ἀνέλοι· τῷ δὲ πολλοὶ σφα‐ γεῖς ἐφεστήκασιν ἐρασταὶ τυραννίδος. Διόπερ ὁ μὲν φρου‐ ρεῖται στρατιώταις, ὁ δὲ πόλεις τειχίζει ταῖς εὐχαῖς, οὐδένα δεδοικώς· ὁ δὲ βασιλεὺς ἀεὶ φόβῳ συζῇ καὶ προσ‐ δοκίᾳ σφαγῆς· ὁ μὲν γὰρ ἐπικίνδυνον ἔχει πλεονεξίαν,
20ὁ δὲ ἀσφαλῆ σωτηρίαν. Περὶ μὲν οὖν τῶν ἐν τῷ παρ‐ όντι βίῳ πραγμάτων ἱκανῶς εἰρῆσθαί μοι δοκεῖ. Εἰ δὲ καὶ τὸν ἀγῶνα τὸν μέλλοντα βουληθείημεν ἐξετάζειν, τὸν μὲν ὀψόμεθα λαμπρὸν καὶ περίβλεπτον ἁρπαζόμενον ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα, κατὰ τὸν
25ἡγεμόνα καὶ παιδευτὴν τοῦ σωτηρίου τούτου βίου καὶ πάσης ἀρετῆς· ὁ δὲ βασιλεὺς, ἐὰν μὲν δικαίως φανείη καὶ φιλανθρώπως διοικήσας τὴν ἀρχὴν (πολὺ δὲ τοῦτο σπάνιον), ἐλάττονος ἔσται σωτηρίας τε καὶ τιμῆς· οὐ γὰρ ἴσον, οὐκ ἴσον βασιλεύς τε χρηστὸς καὶ μοναχὸς
30ἄκρως τῇ τοῦ Θεοῦ λατρείᾳ συζῶν. Εἰ δὲ φανείη πονη‐ ρὸς καὶ σκαιὸς, πολλῶν κακῶν ἐμπεπληκὼς τὴν γῆν, τίς ἂν εἰπεῖν δυνηθείη τὰς συμφορὰς αἷς ὀφθήσεται συνεχόμενος, πυρὶ καιόμενος, μαστιγούμενος, στρεβλού‐ μενος, τοιαῦτα πάσχων ἅπερ οὔτε λόγῳ ῥητὰ, οὐδὲ
35ἔργῳ φορητά; Ταῦτα πάντα δεῖ λογιζομένους καὶ μαν‐ θάνοντας, μὴ τοὺς πλουτοῦντας θαυμάζειν· ὁ γὰρ τού‐ των δεσπότης πεφηνὼς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν δύναται τῆς τοῦ μοναχοῦ ἀρετῆς. Ὅταν οὖν ἴδῃς πλού‐ σιον ἐσθῆτι κεκοσμημένον, χρυσῷ καλλωπιζόμενον, ἐπ’
40ὀχημάτων φερόμενον, ἐξόδους ἐξιόντα λαμπρὰς, μὴ μα‐ καρίσῃς τὸν ἄνθρωπον· πρόσκαιρος γὰρ ὁ πλοῦτος, καὶ τὸ δοκοῦν εἶναι καλὸν τῷ βίῳ τούτῳ συνδιαφθείρεται· μο‐ ναχὸν δὲ ἰδὼν βαδίζοντα μόνον, ταπεινὸν καὶ πρᾶον καὶ ἡσύχιον καὶ ἥμερον, ζήλωσον τὸν ἄνδρα, φάνηθι μιμη‐
45τὴς τῆς ἐκείνου φιλοσοφίας, εὖξαι γενέσθαι τῷ δικαίῳ παραπλήσιος· Αἰτεῖτε γὰρ, φησὶ, καὶ δοθήσεται ὑμῖν. Ταῦτα γὰρ ὡς ἀληθῶς καλὰ καὶ σωτήρια καὶ μόνιμα, διὰ τὴν τοῦ Χριστοῦ φιλανθρωπίαν καὶ πρόνοιαν· ᾧ ἡ
δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.391