TLG 2062 115 :: JOANNES CHRYSOSTOMUS :: De Davide et Saule (homiliae 1–3) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De Davide et Saule (homiliae 1–3) Citation: Vol — pg — (ln) | ||
54.675(46t) | ΟΜΙΛΙΑ Αʹ. | |
47n | Εἰς τὰ κατὰ τὸν Δαυῒδ καὶ τὸν Σαοὺλ, καὶ περὶ | |
---|---|---|
48n | ἀνεξικακίας, καὶ τοῦ δεῖν φείδεσθαι τῶν ἐχθρῶν, | |
49n | καὶ μηδὲ ἀπόντας λέγειν κακῶς. | |
54.675(50) | αʹ. Ὅταν χρονία τις καὶ σκληρὰ φλεγμονὴ τοῖς σώ‐ μασιν ἐναποσκιῤῥωθεῖσα τύχοι, πολλοῦ μὲν χρόνου | |
καὶ πόνου, πολλῆς δὲ τῆς ἀπὸ τῶν φαρμάκων δεῖται | Column end | |
54.676(46) | σοφίας, ὥστε ἀσφαλῶς αὐτῆς χαλασθῆναι τὸν ὄγκον. Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς ἔστιν ἰδεῖν. Ὅταν γὰρ πά‐ θος ἐῤῥιζωμένον καὶ πολὺν ἐμφιλοχωρῆσαν τῇ ψυχῇ χρόνον βούληταί τις πρόῤῥιζον ἀνελεῖν, οὐκ ἀρκεῖ | |
54.676(50) | μιᾶς, οὐδὲ δύο ἡμερῶν πρὸς τὴν διόρθωσιν ταύτην παραίνεσις, ἀλλὰ χρὴ πολλάκις καὶ ἐπὶ πολλαῖς ταῖς ἡμέραις περὶ ταύτης διαλέγεσθαι τῆς ὑποθέσεως· εἴ γε μὴ μέλλοιμεν πρὸς φιλοτιμίαν καὶ τέρψιν, ἀλλὰ πρὸς κέρδος καὶ ὠφέλειαν δημηγορεῖν. Διὰ δὴ τοῦτο, | |
55 | ὅπερ ἐπὶ τῶν ὅρκων ἐποιήσαμεν, πολλὰς ἐφεξῆς | 675 |
54.677 | ἡμέρας περὶ τῆς αὐτῆς ὑποθέσεως διαλεχθέντες ὑμῖν, τοῦτο καὶ ἐπὶ τῆς ὀργῆς ἐργασώμεθα, καὶ συνεχῆ περὶ αὐτῆς ποιησώμεθα συμβουλὴν κατὰ δύναμιν τὴν ἡμετέραν. Καὶ γὰρ οὗτος ἄριστος διδασκαλίας | |
5 | εἶναί μοι δοκεῖ τρόπος, τὸ μὴ πρότερον ἀφίστασθαι συμβουλεύοντας ὑπὲρ ὁτουοῦν, ἕως ἂν εἰς ἔργον τὴν συμβουλὴν ἐξελθοῦσαν ἴδωμεν. Ὁ γὰρ σήμερον μὲν περὶ ἐλεημοσύνης, αὔριον δὲ περὶ εὐχῆς, μετ’ ἐκεί‐ νην δὲ περὶ ἐπιεικείας, εἶτα πάλιν περὶ ταπεινοφρο‐ | |
10 | σύνης διαλεγόμενος, οὐδέτερον τούτων ἐν τοῖς ἀκροα‐ ταῖς κατορθῶσαι δυνήσεται, ἀπὸ τούτου πρὸς ἐκεῖνο, καὶ πάλιν ἀπ’ ἐκείνου πρὸς ἕτερον συνεχῶς μεταπηδῶν· ἀλλὰ χρὴ τὸν μέλλοντα κατορθοῦν ἐν τοῖς ἀκούουσι τὰ λεγόμενα, μὴ πρότερον ἀφίστασθαι | |
15 | περὶ τῶν αὐτῶν παραινοῦντα καὶ συμβουλεύοντα, μηδὲ ἐφ’ ἕτερόν τι μεταπηδᾷν, ἕως ἂν ἴδῃ τὴν προ‐ τέραν παραίνεσιν καλῶς ἐν αὐτοῖς ῥιζωθεῖσαν. Τοῦτο καὶ οἱ διδάσκαλοι ποιοῦσιν· οὐ πρότερον ἐπὶ τὰς συλλαβὰς τοὺς παῖδας ἄγουσιν, ἕως ἂν τῶν στοι‐ | |
20 | χείων τὴν γνῶσιν ἐν αὐτοῖς κατορθωθεῖσαν ἴδωσι. Πρώην μὲν οὖν ὑμῖν τὴν παραβολὴν ἀναγνόντες τῶν ἑκατὸν δηναρίων, καὶ τῶν μυρίων ταλάντων, ἐδεί‐ κνυμεν ὅσον ἦν κακὸν τὸ μνησικακεῖν. Ὃν γὰρ οὐκ ἀπώλεσε τὰ μυρία τάλαντα, τοῦτον ἑκατὸν δηνάρια | |
25 | κατεπόντισε, καὶ τὴν δοθεῖσαν συγγνώμην ἀνεκαλέ‐ σατο, καὶ τὴν δωρεὰν ἀπεκρούσατο, καὶ ἀπαλλα‐ γέντα τῶν εὐθυνῶν εἰς τὸ δικαστήριον πάλιν εἰσ‐ ήγαγε, κἀκεῖθεν εἰς τὸ δεσμωτήριον ἐνέβαλε, καὶ οὕτως ἀθανάτῳ αὐτὸν παρέδωκε τιμωρίᾳ. Σήμερον | |
30 | δὲ ἐφ’ ἑτέραν ὑπόθεσιν τὸν λόγον χειραγωγήσομεν. Ἔδει μὲν γὰρ, εἴπερ δίκαιον ἐγίνετο, τὸν λέγοντα περὶ ἐπιεικείας τε καὶ πραότητος, οἴκοθεν καὶ παρ’ ἑαυτοῦ τὰ παραδείγματα παρέχειν τῆς καλῆς ταύτης φιλοσοφίας, ὥστε καὶ διὰ τῶν λόγων διδά‐ | |
35 | σκειν, καὶ διὰ τῶν ἔργων παιδεύειν. Ἐπειδὴ δὲ πολὺ ταύτης ἀποδέομεν τῆς ἀρετῆς ἡμεῖς, ἕνα τινὰ τῶν ἁγίων ἑλκύσαντες εἰς μέσον, καὶ πρὸ τῶν ὀφθαλμῶν στήσαντες τῶν ὑμετέρων, ἐναργῆ τινα καὶ δυνατὴν ὑμῖν ποιησόμεθα τὴν παράκλησιν, ὥσπερ ἀρχέτυπόν | |
40 | τινα εἰκόνα, τὴν ἀρετὴν τοῦ δικαίου μιμεῖσθαι παρα‐ κελευόμενοι καὶ ὑμῖν καὶ ἡμῖν αὐτοῖς. Τίνα οὖν εἰς μέσον ἀγαγεῖν χρὴ περὶ ἐπιεικείας διαλεγόμενον; Τίνα δὲ ἄλλον, ἀλλ’ ἢ τὸν μαρτυρίαν ἄνωθεν δεξάμενον καὶ ἐπὶ τούτῳ μάλιστα θαυμα‐ | |
45 | σθέντα; Εὗρον γὰρ, φησὶ, Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὅταν δὲ ὁ Θεὸς ἀποφαίνηται, οὐδεμία τοῖς ἀντιλέγουσιν ὑπολέλειπται πρόφασις. Ἀδέκαστος γὰρ ἡ ψῆφος ἐκείνη, οὔτε πρὸς χάριν, οὔτε πρὸς ἀπέχθειαν τοῦ Θεοῦ κρίνοντος, | |
54.677(50) | ἀλλὰ τῇ τῆς ψυχῆς ἀρετῇ γυμνῇ ψηφιζομένου. Οὐ διὰ τοῦτο δὲ μόνον αὐτὸν εἰς μέσον ἄγομεν, ὅτι παρὰ τοῦ Θεοῦ τὴν ψῆφον ἐδέξατο, ἀλλ’ ὅτι καὶ τῶν ἐν τῇ Παλαιᾷ τραφέντων ἐστί. Τὸ μὲν γὰρ ἐπὶ τῆς χάριτος φανῆναί τινα καθαρὸν ὀργῆς, καὶ τοῖς ἐχθροῖς ἀφιέντα | |
55 | τὰ ἁμαρτήματα, καὶ τῶν λελυπηκότων φειδόμενον, θαυμαστὸν οὐδὲν μετὰ τὸν τοῦ Χριστοῦ θάνατον, μετὰ τὴν τοσαύτην τῶν ἁμαρτημάτων ἄφεσιν, μετὰ τὰ φιλοσοφίας γέμοντα ἐπιτάγματα· τὸ δὲ ἐπὶ τῆς Πα‐ λαιᾶς, ἡνίκα ὁ νόμος συνεχώρει ὀφθαλμὸν ἐξορύττειν | |
60 | ἀντὶ ὀφθαλμοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς | |
ἴσοις ἀμύνεσθαι τὸν ἀδικήσαντα, φανῆναί τινα ὑπερ‐ | Column end | |
54.678 | βάντα τὰ μέτρα τῶν προσταγμάτων, καὶ πρὸς τὴν ἀποστολικὴν φθάσαντα φιλοσοφίαν, τίνα μὲν οὐκ ἂν ἐκπλήξειε τῶν ἀκουόντων; τίνα δὲ οὐκ ἂν τῶν μὴ ζηλούντων πάσης ἀποστερήσειε συγγνώμης τε καὶ | |
5 | ἀπολογίας; Ἵνα δὲ ἀκριβέστερον αὐτοῦ καταμάθωμεν τὴν ἀρετὴν, δότε μοι μικρὸν ἀνωτέρω τὸν λόγον ἀγαγεῖν, καὶ τὰς εὐεργεσίας εἰπεῖν, ἃς εἰς τὸν Σαοὺλ κατέθετο ὁ μακάριος οὗτος ἀνήρ. Τὸ μὲν γὰρ ἁπλῶς ἐχθρὸν λυπήσαντα μὴ ἀμύνασθαι, θαυμαστὸν οὐδέν· | |
10 | τὸ δὲ ἄνθρωπον εὐεργετηθέντα πολλὰς καὶ μεγάλας εὐεργεσίας, εἶτα ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἀνελεῖν ἐπιχειρήσαντα τὸν εὐεργέτην, λαβόντα εἰς χεῖρας, καὶ κύριον γενό‐ μενον ἀνελεῖν, καὶ αὐτὸν ἀφεῖναι, καὶ τῆς ἑτέρων | |
15 | ἐπιβουλῆς ἐξαρπάσαι, καὶ ταῦτα πάλιν τοῖς αὐτοῖς ἐπιθήσεσθαι μέλλοντα, τίνα ἂν καταλίποι λοιπὸν φιλοσοφίας ὑπερβολήν; βʹ. Τίνας οὖν εὐηργέτησεν ὁ Δαυῒδ εὐεργεσίας τὸν Σαοὺλ, καὶ πότε καὶ πῶς, ἀνάσχεσθε διὰ βραχέων | |
20 | διηγουμένου. Πολέμου γάρ ποτε τοὺς Ἰουδαίους κα‐ ταλαβόντος χαλεπωτάτου, καὶ πάντων κατεπτηχότων καὶ δεδοικότων, καὶ οὐδενὸς προκύψαι τολμῶντος, ἀλλ’ ἐν ἐσχάτοις τῆς πόλεως οὔσης ἁπάσης, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἑκάστου βλέποντος, καὶ καθ’ | |
25 | ἑκάστην ἀποθανεῖσθαι τὴν ἡμέραν προσδοκώντων ἁπάντων, καὶ τῶν ἐπὶ τὸ βάραθρον ἀγομένων ἀθλιώ‐ τερον ζώντων τὸν βίον, εἰσελθὼν οὗτος ἀπὸ τῶν προ‐ βάτων ἐπὶ τὴν παράταξιν, καὶ τῆς ἡλικίας καὶ τῆς τέχνης ἀτέλειαν παρεχούσης αὐτῷ τῶν πολεμι‐ | |
30 | κῶν πόνων, τὸν ἁπάντων αὐτὸς ἀνεδέξατο πόλεμον, καὶ κατώρθωσεν ἐλπίδος ἁπάσης κρείττονα κατορ‐ θώματα. Καίτοι εἰ καὶ μηδὲν ἦν κατωρθωκὼς, τῆς προθυμίας αὐτὸν καὶ τῆς προθέσεως ἕνεκεν στεφα‐ νοῦν ἔδει μόνον. Τὸ μὲν γὰρ στρατιώτην τινὰ τῶν | |
35 | ἐν ἡλικίᾳ ποιῆσαι τοῦτο, θαυμαστὸν οὐδέν· ὁ γὰρ τῆς στρατείας νόμος τοῦτο ἀπῄτει. Οὗτος δὲ οὐδε‐ μίαν ὁρῶν ἀνάγκην ἐπικειμένην, ἀλλὰ καὶ πολλοὺς τοὺς κωλύοντας ἔχων (καὶ γὰρ καὶ ὁ ἀδελφὸς ἐπετί‐ μησε, καὶ ὁ βασιλεὺς πρὸς τὸ τῆς ἡλικίας ἄωρον | |
40 | καὶ τὸ τῶν κινδύνων ἀφόρητον βλέπων, κατεῖχε καὶ μένειν ἐκέλευε λέγων· Οὐ δυνήσῃ πορευθῆναι, ὅτι σὺ παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ), ἀλλ’ ὅμως οὐδεμιᾶς αὐτὸν ἑλκούσης προφάσεως, οἴκοθεν καὶ παρ’ ἑαυτοῦ διαθερμανθεὶς | |
45 | θείῳ ζήλῳ καὶ τῷ τῆς πατρίδος ἔρωτι, ὥσπερ πρό‐ βατα μᾶλλον ἢ ἀνθρώπους ὁρῶν, καὶ ὡς κύνας μᾶλ‐ λον ἢ στρατόπεδον ἀνθρώπων τοιοῦτον μέλλων ἐλαύ‐ νειν, οὕτω μετὰ ἀδείας ἐπὶ τοὺς βαρβάρους ἔτρεχε· καὶ τοσαύτην περὶ τὸν βασιλέα κηδεμονίαν ἐπεδεί‐ | |
54.678(50) | ξατο τότε, ὡς καὶ πρὸ τοῦ πολέμου καὶ τῆς νίκης ἐπ’ ὄψιν αὐτὸν κείμενον ἀναστῆσαι. Οὐ γὰρ δὴ μόνον αὐτὸν τοῖς ἔργοις μετὰ ταῦτα ὠφέλει, ἀλλὰ καὶ πρὸ τούτου τοῖς ῥήμασι παρεκάλει καὶ θαῤῥεῖν ἔπειθε, καὶ χρηστὰς περὶ τοῦ μέλλοντος ἐλπίδας ἔχειν, οὕτω | |
55 | λέγων· Μὴ συμπεσέτω ἡ καρδία τοῦ κυρίου μου ἐπ’ αὐτὸν, ὅτι ὁ δοῦλός σου πορεύσεται, καὶ πολεμήσει μετὰ τοῦ ἀλλοφύλου τούτου. Ἆρα μι‐ | |
κρὸν τοῦτο, εἰπέ μοι, τὸν μηδεμίαν ἀνάγκην ἔχοντα, | 677 | |
54.679 | τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ. καὶ ὑπὲρ τῆς ἐκεί‐ νων ὠφελείας εἰς μέσους πηδῆσαι τοὺς πολεμίους, μηδὲν μηδέποτε παρ’ αὐτῶν εὖ παθόντα; Ἆρα οὐκ ἔδει αὐτὸν μετὰ ταῦτα δεσπότην ἐπιγράφεσθαι, καὶ | |
5 | σωτῆρα κοινὸν τῆς πόλεως ἀναγορεύειν, τὸν καὶ τὸ σχῆμα τῆς βασιλείας, καὶ τὸ τῶν πόλεων ἔδαφος, καὶ τὴν ἁπάντων ζωὴν μετὰ τὴν τοῦ Θεοῦ χάριν διατηρήσαντα; Ποία γὰρ ταύτης εὐεργεσίας μείζων ἑτέρα ἦν; Οὐ γὰρ εἰς χρήματα, οὐδὲ εἰς δόξαν καὶ | |
10 | δυναστείαν, ἀλλ’ εἰς αὐτὴν αὐτοῦ τὴν ψυχὴν τὴν εὐεργεσίαν κατέθετο, καὶ ἐξ αὐτῶν αὐτὸν ἀνεκαλέ‐ σατο τῶν τοῦ θανάτου πυλῶν, καὶ τό γε εἰς ἄν‐ θρωπον ἧκον, δι’ ἐκεῖνον ἔζη λοιπὸν ὁ βασιλεὺς, καὶ ἀπέλαυε τῆς ἀρχῆς. Τίσιν οὖν αὐτὸν μετὰ ταῦτα | |
15 | ἠμείψατο; Εἰ μὲν γὰρ αὐτό τις τῶν κατορθωμάτων ἴδοι τὸ μέγεθος, οὐδ’ εἰ τὸν στέφανον ἀπὸ τῆς αὐτοῦ λαβὼν κεφαλῆς ἐπὶ τὴν τοῦ Δαυῒδ ἔθηκεν, οὐδέπω τὴν ἀξίαν ἦν ἀποδεδωκὼς, ἀλλὰ τὸ πλέον ὀφείλων. Ἐκεῖνος μὲν γὰρ καὶ ζωὴν καὶ βασιλείαν αὐτῷ ἐχα‐ | |
20 | ρίσατο· οὗτος δὲ βασιλείας αὐτῷ παραχωρεῖν ἔμελλε μόνης. Πλὴν ἀλλ’ ἴδωμεν αὐτοῦ τὰς ἀμοιβάς. Τίνες οὖν ἦσαν αὗται; Δι’ ὑποψίας εἶχεν αὐτὸν λοιπὸν, καὶ ὑπεβλέπετο ἀπὸ τῆς ἡμέρας ἐκείνης. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἀναγκαῖον γὰρ καὶ τῆς ὑποψίας | |
25 | τὴν αἰτίαν εἰπεῖν. Οὐδὲν μὲν γὰρ, ὅπερ ἂν εἴπῃ τις, ἐρεῖ δίκαιον. Πρὸς γὰρ τὸν τὴν ψυχὴν χαρισάμενον, καὶ τὴν ζωὴν δωρησάμενον, ποία δικαίας ὑποψίας πρόφασις ἦν; Πλὴν ἀλλὰ καὶ αὐτὴν τὴν αἰτίαν τῆς ἔχθρας ἴδωμεν, ἵνα μάθητε, ὅτι καὶ τῆς νίκης οὐκ | |
30 | ἔλαττον καὶ διὰ ταῦτα τιμᾶσθαι δίκαιος ἦν, δι’ ἅπερ ὑπωπτεύετο καὶ ἐπεβουλεύετο μετὰ ταῦτα. Τίς οὖν ἡ αἰτία τῆς ὑποψίας ἦν; Ἐπειδὴ τοῦ βαρβάρου τὴν κεφαλὴν ἔλαβε, καὶ τὰ λάφυρα ἔχων ἐπανῄει, Ἐξῆλ‐ θον αἱ χορεύουσαι, φησὶν, ᾄδουσαι καὶ λέγουσαι· | |
35 | Ἐπάταξε Σαοὺλ ἐν χιλιάσιν αὐτοῦ, καὶ Δαυῒδ ἐν μυριάσιν αὐτοῦ. Καὶ ὠργίσθη Σαοὺλ, καὶ ἦν ὑποβλεπόμενος τὸν Δαυῒδ ἀπὸ τῆς ἡμέρας ἐκεί‐ νης καὶ ἐπέκεινα. Τίνος ἕνεκεν, εἰπέ μοι; Μάλιστα μὲν γὰρ, εἰ καὶ ἀδίκως ταῦτα ἐλέγετο, οὐδὲ οὕτως | |
40 | πρὸς αὐτὸν ἀπεχθῶς διατεθῆναι ἔδει, ἀλλ’ ἀπὸ τῶν γεγενημένων τὴν εὔνοιαν αὐτοῦ μαθόντα, καὶ ὅτι μηδενὸς ἀναγκάζοντος, μηδὲ βιαζομένου, ἐξ οἰκείας εὐνοίας τοσοῦτον ὑπέμεινε κίνδυνον, μηδὲν μηκέτι λοιπὸν ὑποπτεύειν περὶ αὐτοῦ πονηρόν. Νυνὶ δὲ καὶ | |
45 | τὸ δίκαιον εἶχον αἱ εὐφημίαι· καὶ εἰ χρή τι θαυμα‐ στὸν εἰπεῖν, τῷ Σαοὺλ ἐχαρίσαντο μᾶλλον, ἢ τῷ Δαυῒδ ταῦτα λέγουσαι· καὶ ἀγαπᾷν αὐτὸν ἐχρῆν, ὅτι τὰς χιλιάδας γοῦν ἔδωκαν αὐτῷ. Τί οὖν ἀγανακτεῖ, ὅτι ἔδωκαν τὰς μυριάδας ἐκείνῳ; Εἰ μὲν γὰρ ἦν τι συν‐ | |
54.679(50) | τελέσας εἰς τὸν πόλεμον, καὶ μικρὰν γοῦν τινα μοῖ‐ ραν εἰσενεγκὼν, καλῶς ταῦτα ἐλέγετο, ὅτι Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν. Εἰ δὲ αὐτὸς μὲν δεδοικὼς καὶ τρέμων ἔνδον ἐκάθητο, καθ’ ἑκά‐ στην ἡμέραν ἀποθανεῖσθαι προσδοκῶν, οὗτος δὲ τὸ | |
55 | πᾶν εἰργάσατο, πῶς οὐκ ἄτοπον ἦν, τὸν μηδὲν εἰς τοὺς κινδύνους ἐκείνους συμβαλλόμενον ἀγανακτεῖν, ὅτι μὴ τὸ πλέον τῆς εὐφημίας ἔλαβεν; Εἰ γὰρ ἀγα‐ νακτεῖν ἐχρῆν, τὸν Δαυῒδ ἀγανακτεῖν ἔδει, ὅτι τὸ πᾶν αὐτὸς κατορθώσας, μεριστὴν ἕτερον ἔσχε τῆς εὐ‐ | |
60 | φημίας. γʹ. Πλὴν ἀλλ’ οὐδὲν τούτων λέγω, ἀλλ’ ἐκεῖνο ἂν εἴ‐ | |
ποιμι· ἔστω κακῶς πεποιηκέναι τὰς γυναῖκας, καὶ | Column end | |
54.680 | ἐγκλημάτων ἀξίας εἶναι καὶ κατηγορίας· τί ταῦτα πρὸς τὸν Δαυΐδ; Οὐ γὰρ δὴ τὰ ᾄσματα αὐτὸς συνέθη‐ κεν, οὐδὲ ἐκείνας λέγειν ἅπερ ἔλεγον αὐτὸς ἀνέπει‐ σεν, οὐδὲ κατεσκεύασε τοῦτον τὸν τρόπον γενέσθαι | |
5 | τῆς εὐφημίας. Ὥστε εἰ καὶ ἀγανακτεῖν ἔδει, ἐκεί‐ ναις ἐχρῆν ἀγανακτεῖν, οὐ τῷ κοινῷ τῆς πόλεως εὐεργέτῃ, καὶ μυρίων στεφάνων ἀξίῳ. Ὁ δὲ ἐκείνας ἀφεὶς, ἐπὶ τοῦτον ᾔει. Καὶ εἰ μὲν ἀπὸ τῆς εὐφημίας ἐκείνης ἐπαρθεὶς ὁ μακάριος ἐφθόνει τῷ κρατοῦντι | |
10 | καὶ ὕβριζεν εἰς αὐτὸν, καὶ διέπτυσεν αὐτοῦ τὴν βασιλείαν, τάχα εἶχέ τινα λόγον ὁ φθόνος· εἰ δὲ ἐπιεικέστερος ἐγίνετο καὶ πραότερος, καὶ τὴν τῶν ἀρχομένων ἔμενε διατηρῶν τάξιν, ποίαν εἶχε δικαίαν πρόφασιν ἡ λύπη; Ὅταν μὲν γὰρ ὁ τιμώμενος ἐπαί‐ | |
15 | ρηται κατὰ τοῦ παρευδοκιμουμένου, καὶ διατελῇ ταῖς τιμαῖς εἰς ὕβριν κεχρημένος ἐκείνου, λαμβάνει τινὰ ἀφορμὴν τὸ πάθος· ὅταν δὲ μένῃ τιμῶν, μᾶλλον δὲ θεραπεύων μειζόνως, καὶ εἴκων ἐν ἅπασι, ποίαν ἂν ἔχοι πρόφασιν ἡ βασκανία λοιπόν; | |
20 | Ὥστε εἰ καὶ μηδὲν αὐτῷ κατώρθωται ἕτερον, δι’ αὐτὸ τοῦτο μειζόνως αὐτὸν ἀγαπᾷν ἔδει, ὅτι τοσαύτην ἀφορμὴν λαβὼν πρὸς τυραννίδος ἐπίθεσιν, ἔμενε τὴν αὐτῷ πρέπουσαν ἐπιείκειαν διατηρῶν. Οὐδὲ γὰρ δὴ μόνον τὰ πρότερα, ἀλλ’ οὐδὲ τὰ μετὰ | |
25 | ταῦτα πολλῷ μείζονα ὄντα ἐπῆρεν αὐτόν. Ποῖα δὴ ταῦτα; Ἦν Δαυῒδ συνιὼν, φησὶν, ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ, καὶ Κύριος παντοκράτωρ μετ’ αὐ‐ τοῦ, καὶ πᾶς Ἰσραὴλ καὶ Ἰούδας ἠγάπων τὸν Δαυῒδ, ὅτι αὐτὸς ἐξεπορεύετο καὶ εἰσεπορεύετο | |
30 | πρὸ προσώπου τοῦ λαοῦ. Καὶ Μελχὼλ ἡ θυγάτηρ Σαοὺλ καὶ πᾶς Ἰσραὴλ ἠγάπα αὐτόν. Καὶ συνῆκε παρ’ ἅπαντας τοὺς δούλους Σαούλ· καὶ ἐτιμήθη τὸ ὄνομα αὐτοῦ σφόδρα. Καὶ Ἰωνάθαν υἱὸς Σαοὺλ ἠγάπα τὸν Δαυῒδ σφόδρα. Ἀλλ’ ὅμως τὸν δῆμον | |
35 | ἅπαντα καὶ τὴν οἰκίαν τοῦ βασιλέως οἰκειωσάμενος, καὶ κρατῶν ἐν τοῖς πολέμοις πανταχοῦ, καὶ οὐδαμοῦ διαμαρτάνων, καὶ τοιαύτας ἀντὶ τῶν εὐεργεσιῶν ἐκείνων ἀπολαβὼν τὰς ἀμοιβὰς, οὐκ ἐξετραχηλίζετο, οὐδὲ ἐπεθύμει τῆς βασιλείας, οὐδὲ ἠμύνατο τὸν | |
40 | ἐχθρὸν, ἀλλ’ ἔμενεν εὐεργετῶν. καὶ τοὺς ὑπὲρ αὐτοῦ πολέμους κατορθῶν. Τίνα οὐκ ἂν ἔπεισε ταῦτα ἐκ‐ τεθηριωμένον καὶ ἄγριον καταθέσθαι τὴν ἔχθραν, καὶ ἀπαλλαγῆναι τῆς βασκανίας; Ἀλλὰ τὸν ὠμὸν ἐκεῖ‐ νον καὶ ἀπάνθρωπον οὐδὲν τούτων ἔπεισεν· ἀλλὰ | |
45 | πρὸς ἅπαντα ἀποτυφλωθεὶς, καὶ τῇ βασκανίᾳ τὴν ψυ‐ χὴν ἐπιδοὺς, ἀνελεῖν αὐτὸν ἐπιχειρεῖ· καὶ τί ποιοῦντα (τοῦτο γάρ ἐστι τὸ μεῖζον καὶ θαυμαστόν); ψάλ‐ λοντα καὶ καταστέλλοντα αὐτοῦ τὴν μανίαν. Δαυῒδ ἔψαλλε τῇ χειρὶ αὐτοῦ, φησὶν, ὡς καθ’ ἑκάστην | |
54.680(50) | ἡμέραν· καὶ τὸ δόρυ ἐν τῇ χειρὶ Σαούλ· καὶ ἦρε Σαοὺλ τὸ δόρυ, καὶ εἶπε· Πατάξω ἐν Δαυΐδ· καὶ ἐπάταξεν ἐν τῷ τοίχῳ· καὶ ἐξέκλινε Δαυῒδ ἀπὸ προσώπου αὐτοῦ δίς. Ἆρα ἂν ἔχοι τις εἰπεῖν μείζονα τούτων πονηρίας ὑπερβολήν; Ἄρα δὲ καὶ | |
55 | τὰ μετὰ ταῦτα. Ἄρτι τῶν πολεμίων ἀπελαθέντων, καὶ τῆς πόλεως ἑαυτὴν ἀνακτησαμένης, καὶ πάντων ἐπινίκια θυόντων, τὸν εὐεργέτην καὶ σωτῆρα καὶ τῶν ἀγαθῶν ἐκείνων αἴτιον ἀνελεῖν ἐπεχείρησε ψάλλοντα, καὶ οὐδὲ τῆς εὐεργεσίας ἡ ὑπόθεσις τὸν μεμηνότα | |
60 | καὶ παραπαίοντα κατέστειλεν ἐκεῖνον, ἀλλὰ καὶ ἅπαξ | |
καὶ δὶς ἠκόντισε, βουλόμενος ἀνελεῖν. Καὶ τοιαύτας | 679 | |
54.681 | αὐτῷ ἀντὶ τῶν κινδύνων τὰς ἀμοιβὰς ἐδίδου. Καὶ πολλάκις τοῦτο ἐποίησε, καὶ οὐκ ἐν ἡμέρᾳ μιᾷ. Ὁ δὲ ἅγιος ἐκεῖνος καὶ μετὰ ταῦτα πάντα ἔμενε τὰ ἐκείνου θεραπεύων, καὶ ὑπὲρ τῆς σωτηρίας αὐτοῦ κινδυ‐ | |
5 | νεύων, καὶ παραταττόμενος ἐν τοῖς πολέμοις ἅπασι, καὶ τὸν ἑαυτοῦ διασώζων σφαγέα τοῖς οἰκείοις κινδύ‐ νοις, καὶ οὔτε ἐν ῥήμασιν, οὔτε ἐν πράγμασιν ἐλύ‐ πησε τὸν ἄγριον θῆρα ἐκεῖνον, ἀλλὰ πρὸς πάντα εἶκε καὶ ὑπήκουε, καὶ τὸ ὁρισθὲν αὐτῷ τῆς νίκης | |
10 | ἔπαθλον οὐ λαβὼν, ἀλλ’ ἀποστερηθεὶς τὸν μισθὸν τῶν κινδύνων ἐκείνων, οὐδὲ λόγῳ ποτὲ ἐνεκάλεσεν, οὐ τοῖς στρατιώταις, οὐ τῷ βασιλεῖ· οὐ γὰρ ἐπὶ μισθῷ ταῦτα ἔπραττεν ἀνθρωπίνῳ, ἀλλὰ τὴν ἄνωθεν ἐκδε‐ χόμενος ἀμοιβήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυ‐ | |
15 | μαστὸν, ὅτι οὐκ ἀπῄτησε τὸν μισθὸν, ἀλλ’ ὅτι καὶ δι‐ δόμενον διεκρούσατο διὰ πολλὴν ταπεινοφροσύνης ὑπερβολήν. Ἐπειδὴ γὰρ ὁ Σαοὺλ πάντα κινῶν καὶ πραγματευόμενος οὐκ ἴσχυσεν αὐτὸν ἀνελεῖν, ῥάπτει τὸν διὰ τοῦ γάμου δόλον, καὶ καινόν τινα προικὸς | |
20 | καὶ ἕδνων ἐπινοεῖται τρόπον. Οὐ γὰρ βούλεται, φησὶν, ὁ βασιλεὺς ἕδνα, ἀλλ’ ἢ ἑκατὸν ἀκρο‐ βυστίας ἐκδικῆσαι εἰς τοὺς ἐχθροὺς τοῦ βασι‐ λέως. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἄνελέ μοι, φη‐ σὶν, ἑκατὸν ἄνδρας, καὶ τοῦτο ἀντὶ τῶν ἕδνων ἔσται | |
25 | μοι. Ταῦτα δὲ ἔλεγε βουλόμενος αὐτὸν προφάσει τοῦ γάμου παραβαλεῖν τοῖς ἐχθροῖς. δʹ. Ἀλλ’ ὅμως ὁ Δαυῒδ κατὰ τὴν αὑτοῦ πραότητα τὰ πράγματα κρίνων, διεκρούσατο τὸν γάμον, οὐ διὰ τὸν κίνδυνον, οὐδὲ διὰ τὸν φόβον τῶν πολεμίων, ἀλλὰ | |
30 | διὰ τὸ νομίζειν ἀνάξιον ἑαυτὸν εἶναι τῆς πρὸς ἐκεῖ‐ νον συγγενείας, καὶ ταυτὶ πρὸς τοὺς δούλους αὐτοῦ λέγει τὰ ῥήματα· Εἰ κοῦφόν ἐστιν ἐν ὀφθαλμοῖς ὑμῶν ἐπιγαμβρεῦσαί με τῷ βασιλεῖ; ἐγὼ δὲ ἀνὴρ ταπεινὸς, καὶ οὐκ ἔντιμος. Καὶ μὴν ὀφειλὴ τὸ | |
35 | πρᾶγμα ἦν, καὶ μισθὸς καὶ ἀνταπόδοσις τῶν πόνων· ἀλλ’ οὕτως ἦν συντετριμμένην ἔχων τὴν καρδίαν, ὡς μετὰ τοσαῦτα κατορθώματα, καὶ λαμπρὰν οὕτω νί‐ κην, καὶ ὑπόσχεσιν ὡμολογημένην, ἀνάξιον εἶναι νομίζειν τοῦ λαβεῖν τὸν ὀφειλόμενον αὐτῷ μισθόν· | |
40 | καὶ ταῦτα ἐνόμιζε, πάλιν μέλλων κινδυνεύειν. Ἐπειδὴ δὲ τῶν πολεμίων ἐκράτησε, καὶ τὴν θυγατέρα ἔλαβε τοῦ βασιλέως, πάλιν Ἔψαλλεν ὁ Δαυῒδ, καὶ ἐζήτει Σαοὺλ τοῦ πατάξαι αὐτὸν ἐν τῷ δόρατι, καὶ ἐπά‐ ταξε· καὶ ἐξέκλινεν ὁ Δαυΐδ· καὶ ἐπάταξε τὸ | |
45 | δόρυ ἐν τῷ τοίχῳ. Τίνα οὐκ ἂν καὶ τῶν σφόδρα φιλοσοφεῖν ἐπισταμένων εἰς θυμὸν ταῦτα ἐξήνεγκε, καὶ εἰ μηδὲν ἕτερον, τῆς οἰκείας προνοοῦντα ἀσφα‐ λείας ἔπεισεν ἀνελεῖν τὸν ἀδίκως ἐπιβουλεύοντα; Οὐδὲ γὰρ φόνος τὸ πρᾶγμα λοιπὸν ἦν, ἀλλὰ καὶ οὕτω | |
54.681(50) | τὸ μέτρον τοῦ νόμου τότε ὑπερβαίνειν ἔμελλεν. Ἐκεῖ‐ νος μὲν γὰρ ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ ἐξορύττειν ἐκέ‐ λευεν· οὗτος δὲ εἰ καὶ ἔσφαξεν, ἀντὶ τριῶν φόνων ἕνα εἰργάζετο, τριῶν φόνων οὐδεμίαν εὔλογον ἐχόν‐ των πρόφασιν. Ἀλλ’ ὅμως οὐδὲν τούτων ἐπεχείρησεν, | |
55 | ἀλλ’ ᾑρεῖτο φυγεῖν μᾶλλον, καὶ τῆς πατρῴας οἰκίας ἐκπεσεῖν, καὶ πλανήτης εἶναι, καὶ δραπετεύειν, καὶ ταλαιπωρούμενος τὴν ἀναγκαίαν πορίζειν τροφὴν, ἢ τῷ βασιλεῖ γενέσθαι σφαγῆς αἴτιος. Οὐ γὰρ ὅπως ἑαυτὸν ἐκδικήσειεν, ἀλλ’ ὅπως ἐκεῖνον ἀπαλλάξειε | |
60 | τοῦ πάθους ἐσκόπει. Διὰ τοῦτο τῶν ὀφθαλμῶν ἑαυτὸν ὑπεξήγαγε τοῦ ἐχθροῦ, ὥστε ὑποσῦραι τὸν ὄγκον, καὶ καταστεῖλαι τὴν φλεγμονὴν, καὶ παραμυθήσα‐ | |
σθαι τὴν βασκανίαν. Βέλτιον ἐμὲ, φησὶν, ταλαιπω‐ | Column end | |
54.682 | ρεῖσθαι καὶ μυρία πάσχειν δεινὰ, ἢ τοῦτον ἀδίκου σφαγῆς παρὰ τῷ Θεῷ κρίνεσθαι. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀλλὰ καὶ μιμώμεθα, καὶ πάντα ὑπομέ‐ νωμεν καὶ ποιεῖν καὶ πάσχειν, ὥστε ἀπαλλάξαι τοὺς | |
5 | ἐχθροὺς τῆς πρὸς ἡμᾶς ἀπεχθείας· καὶ μὴ τοῦτο ζητῶμεν, εἰ δικαίως, ἢ ἀδίκως πρὸς ἡμᾶς ἀπ‐ εχθάνονται, ἀλλ’ ἐκεῖνο μόνον, ὅπως μηκέτι καθ’ ἡμῶν ἐχθραίνοιεν. Καὶ γὰρ ὁ ἰατρὸς τοῦτο σκοπεῖ, ὅπως ἀπαλλάξειε τοῦ νοσήματος τὸν κάμνοντα, οὐκ | |
10 | εἰ δικαίως, ἢ ἀδίκως τὴν ἀῤῥωστίαν ἑαυτῷ ἐπεσπά‐ σατο. Καὶ σὺ τοίνυν ἰατρὸς εἶ τοῦ λελυπηκότος· ἓν ζήτει μόνον, ὅπως αὐτοῦ τὴν ἀῤῥωστίαν ἀνέλῃς. Ὃ καὶ ὁ μακάριος οὗτος ἐποίησε, πενίαν ἀντὶ πλούτου, ἐρημίαν ἀντὶ πατρίδος, πόνους καὶ κινδύνους ἀντὶ | |
15 | τρυφῆς καὶ ἀδείας, φυγὴν διηνεκῆ ἀντὶ τῆς οἴκοι μονῆς ἑλόμενος, ἵνα ἐκεῖνον ἀπαλλάξῃ τῆς πρὸς ἑαυτὸν ἀπεχθείας καὶ ἔχθρας. Ἀλλ’ οὐδὲν οὐδὲ οὕτως ἐκέρδανεν ὁ Σαοὺλ, ἀλλ’ ἐδίωκε καὶ πανταχοῦ περιῄει ζητῶν τὸν ἠδικηκότα μὲν οὐδὲν, ἀδικηθέντα δὲ τὰ | |
20 | ἔσχατα, καὶ μυρία αὐτὸν ἀντὶ τούτων ποιήσαντα ἀγαθά· καὶ οὐκ εἰδὼς, εἰς αὐτὰ λοιπὸν τοῦ Δαυῒδ ἐμπίπτει τὰ δίκτυα. Ἦν γὰρ ἐκεῖ σπήλαιον, φησὶ, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι. Καὶ Δαυῒδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῷ σπηλαίῳ τῷ ἐσω‐ | |
25 | τέρῳ ἐκάθηντο. Καὶ εἶπον οἱ ἄνδρες Δαυῒδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα, καθὼς εἶπε Κύριος· Δί‐ δωμι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ τὸ ἀρεστὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυῒδ, καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς | |
30 | διπλοΐδος Σαοὺλ λαθραίως. Καὶ μετὰ ταῦτα ἐπά‐ ταξε τὸν Δαυῒδ ἡ καρδία αὐτοῦ, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος, καὶ εἶπε Δαυῒδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου ποιῆσαι τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου, τῷ χριστῷ | |
35 | Κυρίου, ἐπενεγκεῖν τὴν χεῖρά μου ἐπ’ αὐτὸν, ὅτι χριστὸς Κυρίου ἐστίν. Εἶδες τὰ δίκτυα τεταμένα, καὶ τὸ θήραμα ἐναπειλημμένον, καὶ τὸν κυνηγέτην ἑστῶτα, καὶ πάντας ἐγκελευομένους βαπτίσαι τὸ ξί‐ φος εἰς τὸ τοῦ πολεμίου στῆθος; Θέα μοι λοιπὸν τὴν | |
40 | φιλοσοφίαν, θέα τὴν πάλην, τὴν νίκην, τὸν στέφανον. Καὶ γὰρ στάδιον ἦν τὸ σπήλαιον ἐκεῖνο, καὶ πάλη θαυμαστή τις ἐγίνετο καὶ παράδοξος. Ἐπάλαιε μὲν γὰρ ὁ Δαυῒδ, ἐπύκτευε δὲ ὁ θυμὸς, καὶ ἔπαθλον ὁ Σαοὺλ ἔκειτο, καὶ ἀγωνοθέτης ἦν ὁ Θεός· μᾶλλον δὲ | |
45 | οὐ πρὸς ἑαυτὸν μόνον καὶ τὴν ἐπιθυμίαν τὴν ἑαυτοῦ ἦν αὐτῷ ὁ πόλεμος, ἀλλὰ καὶ πρὸς τοὺς παρόντας στρατιώτας. Εἰ γὰρ καὶ φιλοσοφεῖν ἤθελε καὶ φείδε‐ σθαι τοῦ λελυπηκότος, εἰκὸς ἦν καὶ δεδοικέναι αὐτὸν ἐκείνους, μήποτε καὶ συγκόψωσιν αὐτὸν ἐν τῷ σπη‐ | |
54.682(50) | λαίῳ, ἅτε λυμεῶνα καὶ προδότην αὐτὸν ὄντα τῆς αὐτῶν σωτηρίας, καὶ τὸν κοινὸν ἐχθρὸν αὐτῶν δια‐ σώζοντα. Καὶ γὰρ εἰκὸς ἦν ταῦτα κατὰ διάνοιαν ἕκαστον αὐτῶν δυσχεραίνοντα λέγειν· Πλανῆται καὶ φυγάδες ἐγενόμεθα ἡμεῖς, καὶ οἰκίας καὶ πατρίδος | |
55 | καὶ τῶν ἄλλων ἁπάντων ἐξεπέσομεν, καὶ τῶν δυσχε‐ ρῶν σοι πάντων ἐκοινωνήσαμεν· καὶ σὺ τῶν κακῶν τούτων τὸν αἴτιον εἰς χεῖρας λαβὼν, ἀφεῖναι διανοῇ, ἵνα μηδέποτε τῶν κακῶν τούτων ἡμεῖς ἀναπνεύσω‐ μεν, καὶ σπουδάζων τὸν ἐχθρὸν διασῶσαι, προδίδως | |
60 | τοὺς φίλους; Καὶ ποῦ ταῦτα δίκαια; Εἰ γὰρ τῆς ἑαυ‐ τοῦ καταφρονεῖς σωτηρίας, ἀλλὰ τῆς ἡμετέρας φεῖσαι ψυχῆς. Οὐ λυπεῖ σε τὰ παρελθόντα; οὐδὲ μέ‐ | |
μνησαι τῶν κακῶν ὧν ἔπαθες παρ’ αὐτοῦ; Διὰ τὰ | 681 | |
54.683 | μέλλοντα ἄνελε, ἵνα μὴ μείζονα καὶ χαλεπώτερα ὑποστῶμεν κακά. Ταῦτα γὰρ εἰ καὶ μὴ τοῖς ῥήμασιν ἔλεγον, ἀλλ’ ὅμως κατὰ διάνοιαν ἐλογίζοντο καὶ ταῦτα, καὶ τούτων πλείονα ἕτερα. | |
5 | εʹ. Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος ἐκεῖνος ὑπελογίζετο, ἀλλ’ εἰς ἓν ἔβλεπε μόνον, ὅπως τὸν τῆς ἀνεξικακίας ἀναδήσασθαι δυνηθῇ στέφανον, καὶ φιλοσοφῆσαι φι‐ λοσοφίαν τινὰ καινοτέραν καὶ παράδοξον. Οὐδὲ γὰρ ἦν οὕτω θαυμαστὸν, εἰ μόνος ὢν καὶ καθ’ ἑαυτὸν | |
10 | ἐφείσατο τοῦ λελυπηκότος, ὡς νῦν παράδοξόν ἐστιν, ὅτι παρόντων ἑτέρων αὐτῷ τοῦτο ἐποίησεν. Ἡ γὰρ τῶν στρατιωτῶν ἐκείνων παρουσία διπλοῦν ἐγίνετο τῇ φιλοσοφίᾳ τὸ κώλυμα. Πολλάκις γοῦν αὐτοὶ κρί‐ ναντες ὀργὴν ἀφεῖναι, καὶ συγχωρῆσαι τὰ πεπλημ‐ | |
15 | μελημένα τινὶ, ἐπειδὰν ἴδωμέν τινας παροξύνοντας καὶ διεγείροντας, τὴν ἡμετέραν καταλύομεν κρίσιν, τοῖς ἐκείνων παραπειθόμενοι λόγοις. Ἀλλ’ ὁ μακάριος ἐκεῖνος τοῦτο οὐκ ἔπαθεν, ἀλλὰ καὶ μετὰ τὴν παραί‐ νεσιν καὶ τὴν συμβουλὴν ἔμενε τὴν οἰκείαν διατηρῶν | |
20 | ψῆφον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι οὔτε ταῖς παρ’ ἑτέρων παρετράπη συμβουλαῖς, οὐδ’ ὅτι αὐτοὺς οὐκ ἔδεισεν, ἀλλ’ ὅτι καὶ ἐκείνους τὰ αὐτὰ αὐτῷ φιλοσοφεῖν παρεσκεύασε. Μέγα μὲν γὰρ τὸ καὶ αὐτόν τινα τῶν οἰκείων περιγενέσθαι παθῶν· πολὺ | |
25 | δὲ μεῖζον τὸ καὶ ἑτέρους δυνηθῆναι πεῖσαι, τὴν αὐτὴν αὐτῷ κτήσασθαι γνώμην· καὶ ἑτέρους, οὐκ ἐπιεικεῖς ἀνθρώπους καὶ μετρίους, ἀλλὰ στρατιώτας καὶ πολε‐ μεῖν μεμαθηκότας, καὶ τοῖς πολλοῖς ἀπεγνωκότας πόνοις, καὶ μικρὸν ἀναπνεῦσαι ἐπιθυμοῦντας, καὶ εἰ‐ | |
30 | δότας ὅτι τῶν κακῶν ἡ λύσις πᾶσα ἐν τῇ τοῦ πολε‐ μίου σφαγῇ τότε ἔκειτο· οὐ μόνον δὲ λύσις κακῶν, ἀλλὰ καὶ μυρίων κτῆσις ἀγαθῶν· οὐδὲν γὰρ ἐκώλυεν, ἐκείνου σφαγέντος, ἐπὶ τοῦτον εὐθέως διαβῆναι τὴν βασιλείαν. Ἀλλ’ ὅμως τοσούτων ὄντων τῶν παροξυ‐ | |
35 | νόντων τοὺς στρατιώτας, ἴσχυσεν ὁ γενναῖος ἐκεῖνος πάντων περιγενέσθαι τούτων, καὶ πεῖσαι φείσασθαι τοῦ πολεμίου. Ἄξιον δὲ καὶ αὐτῆς ἀκοῦσαι τῶν στρατιωτῶν τῆς συμβουλῆς· ἡ γὰρ κακουργία τῆς παραινέσεως τὸ | |
40 | στεῤῥὸν καὶ ἀπερίτρεπτον τῆς τοῦ δικαίου δείκνυσι γνώμης. Οὐδὲ γὰρ εἶπον· Ἰδοὺ ὁ μυρία σε διαθεὶς κακὰ, ὁ τῆς σφαγῆς ἐπιθυμήσας τῆς σῆς, ὁ περιβα‐ λὼν ἡμᾶς τοῖς ἀνηκέστοις δεινοῖς· ἀλλ’ ἐπειδὴ συν‐ εῖδον ὅτι πάντων τούτων ὑπερεώρα, καὶ τῶν εἰς αὐ‐ | |
45 | τὸν ἡμαρτημένων οὐ πολὺν ἐποιεῖτο τὸν λόγον, ἄνω‐ θεν αὐτῷ τὴν ψῆφον φέρουσιν, Ὁ Θεὸς αὐτὸν παρ‐ έδωκε, λέγοντες, ἵνα τὴν ἐκεῖθεν αἰδεσθεὶς κρίσιν ἑτοιμότερον ἐπὶ τὴν σφαγὴν ἔλθῃ. Μὴ γὰρ σαυτὸν ἐκδικεῖς; φησί. Τῷ Θεῷ διακονῇ καὶ ὑπηρετεῖς, καὶ | |
54.683(50) | τὴν ἐκείνου ψῆφον κυροῖς. Ἀλλ’ ὅσῳ ταῦτα ἔλεγον, τοσούτῳ μᾶλλον ἐφείδετο. ᾜδει γὰρ τοῦτο, ὅτι ὁ Θεὸς αὐτὸν αὐτῷ παρέδωκεν, ἵνα πλείονος εὐ‐ δοκιμήσεως αὐτῷ παράσχῃ πρόφασιν. Καὶ σὺ τοίνυν, ὅταν ἴδῃς τὸν ἐχθρὸν εἰς τὰς χεῖρας ἐμπεσόντα τὰς | |
55 | σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας εἶναι καιρὸν | |
ἐκεῖνον. Διὰ τοῦτο τότε μάλιστα φείδεσθαι δεῖ τῶν | Column end | |
54.684 | ἐχθρῶν, ὅταν αὐτῶν γενώμεθα κύριοι. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ τί μέγα καὶ θαυμαστὸν γενόμενον κύριον φείσασθαι; Πολλοὶ γὰρ καὶ ἄλλοι βασιλεῖς πολλάκις ἐπὶ τὴν ἀρχὴν ἐλθόντες, τοὺς πάλαι λελυ‐ | |
5 | πηκότας λαβόντες, ἀνάξιον αὐτῶν εἶναι ἐνόμισαν ἐν ἀρχῆς ὄγκῳ τοσούτῳ δίκην ἀπαιτῆσαι τῶν πεπλημ‐ μελημένων, καὶ ἡ τῆς ἐξουσίας περιουσία καταλλα‐ γῆς ὑπόθεσις γέγονεν. Ἀλλ’ ἐνταῦθα οὐδὲν τοιοῦτον ἔστιν εἰπεῖν. Οὐ γὰρ ἐπὶ τὴν ἀρχὴν ἀνελθὼν ὁ Δαυῒδ, | |
10 | οὐδὲ τὴν βασιλείαν ἀπολαβὼν, καὶ τὸν Σαοὺλ ὑπὸ χεῖρας ἔχων, οὕτως ἐφείσατο, ἵνα μή τις εἴπῃ, ὅτι τὸ τῆς ἀρχῆς μέγεθος τὸν θυμὸν ἐξέλυσεν· ἀλλ’ εἰδὼς ὅτι διασωθεὶς τοῖς αὐτοῖς ἐπιθήσεται πάλιν, καὶ εἰς μείζονας ἐμβαλεῖ τοὺς κινδύνους, οὐδὲ οὕτως ἀπ‐ | |
15 | έκτεινε. Μὴ δὴ τοῦτον ἐκείνοις παραβάλωμεν. Ἐκεῖνοι μὲν γὰρ ἀσφαλὲς τὸ ἐνέχυρον ἔχοντες τῆς μετὰ ταῦτα ἀδείας, εἰκότως φείδονται· οὗτος δὲ μέλλων τὸν ἐχθρὸν καθ’ ἑαυτοῦ ἀφιέναι, καὶ πολέμιον ἑαυτῷ σώζειν, οὐδὲ οὕτως αὐτὸν ἠφάνισε, καὶ ταῦτα πολλὰ | |
20 | ἔχων τὰ πρὸς τὴν σφαγὴν αὐτὸν ταύτην ὠθοῦντα. Καὶ γὰρ ἡ ἐρημία τῶν βοηθούντων τῷ Σαοὺλ, καὶ ἡ παραίνεσις τῶν στρατιωτῶν, καὶ ἡ μνήμη τῶν παρ‐ ελθόντων, καὶ ὁ φόβος τῶν μελλόντων, καὶ τὸ μηδὲ σφαγῆς κρίνεσθαι λοιπὸν ἀποκτείναντα τὸν ἐχθρὸν, | |
25 | καὶ τὸ μετὰ τὸν φόνον τοῦτον δύνασθαι τὸν νόμον ὑπερβαίνειν, καὶ πολλὰ ἕτερα πλείονα τούτων ἐβιά‐ ζετο καὶ ἠνάγκαζεν ὠθῆσαι τὸ ξίφος εἰς ἐκεῖνον. Ἀλλ’ οὐδενὶ τούτων εἶξεν, ἀλλ’ ἔμενεν ὥσπερ τις ἀδάμας, ἀκίνητον τὸν τῆς φιλοσοφίας διατηρῶν νόμον. Εἶτα | |
30 | ἵνα μὴ λέγῃς ὅτι οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, ἀλλ’ ἀναισθησία τὸ γινόμενον ἦν, οὐχὶ φιλοσοφία, ὅρα πῶς ἀγριωθεὶς ἐκαρτέρησεν. Ὅτι γὰρ αὐτῷ δι‐ ανέστη τὰ κύματα τῆς ὀργῆς, καὶ πολλὴ τῶν λογισμῶν ἐκινήθη ἡ ζάλη, καὶ τὸν χειμῶνα ἐχαλίνου τῷ φόβῳ | |
35 | τοῦ Θεοῦ, καὶ τὴν διάνοιαν ἐπιέζετο, ἐκ τῶν γενομέ‐ νων ἔστιν ἰδεῖν. Ἀνέστη γὰρ, φησὶ, καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος Σαοὺλ λαθραίως. Εἶδες πό‐ σος ἠγέρθη τῆς ὀργῆς ὁ χειμών; Ἀλλ’ οὐ προῆλθε πε‐ ραιτέρω, οὐδὲ εἰργάσατο τὸ ναυάγιον· ὁ γὰρ κυβερ‐ | |
40 | νήτης ταχέως αἰσθόμενος, ὁ εὐσεβὴς λογισμὸς, γα‐ λήνην ἀντὶ χειμῶνος ἐποίησεν. Ἐπάταξε γὰρ αὐ‐ τὸν, φησὶν, ἡ καρδία αὐτοῦ, καὶ καθάπερ σκιρτῶντα καὶ μαινόμενον ἵππον, τὸν θυμὸν ἀνεχαίτισε. ϛʹ. Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· πρὶν ἢ πεσεῖν, | |
45 | ἀνίστανται, πρὶν ἢ πρὸς τὴν ἁμαρτίαν ἐλθεῖν, ἀναχαι‐ τίζονται, ἐπειδὴ νήφουσι καὶ διαπαντός εἰσιν ἐγρη‐ γορυῖαι. Καίτοι πόσον τοῦ σώματος ἦν καὶ τοῦ ἱμα‐ τίου τὸ μέσον; Ἀλλ’ ὅμως ἴσχυσε μὴ προελθεῖν περαιτέρω, καὶ ἐπ’ αὐτῷ δὲ τούτῳ σφόδρα ἑαυτὸν | |
54.684(50) | κατεδίκασεν. Ἐπάταξε γὰρ αὐτὸν ἡ καρδία αὐτοῦ, φησὶν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοΐδος, καὶ εἶπε πρὸς τοὺς ἄνδρας· Μηδαμῶς ἐμοὶ παρὰ Κυρίου. Τί ἐστι, Μηδαμῶς ἐμοὶ παρὰ Κυρίου; Ἀντὶ τοῦ, Ἵλεώς μοι Κύριος, φησὶ, καὶ αὐτὸς εἰ | |
55 | βουληθείην, μὴ συγχωρήσαι μοί ποτε τοῦτο ἐργά‐ σασθαι ὁ Θεὸς, μηδὲ ἐπιτρέψειεν εἰς ταύτην ἐλθεῖν | |
τὴν ἁμαρτίαν. Ἐπειδὴ γὰρ οἶδε τὴν τοιαύτην φιλο‐ | 683 | |
54.685 | σοφίαν σχεδὸν τὴν ἀνθρωπίνην ὑπερβαίνουσαν φύσιν, καὶ τῆς ἄνωθεν δεομένην ῥοπῆς, καὶ μικροῦ περι‐ τραπέντα πρὸς τὴν σφαγὴν, εὔχεται λοιπὸν, ὥστε καθαρὰν τὸν Θεὸν αὐτῷ διατηρῆσαι τὴν χεῖρα. Τί | |
5 | ταύτης γένοιτ’ ἂν τῆς ψυχῆς ἡμερώτερον; Ἆρα ἄν‐ θρωπον ἔτι τοῦτον ἐροῦμεν, τὸν ἐν ἀνθρωπείᾳ φύσει πολιτείαν ἀγγελικὴν ἐπιδειξάμενον; Ἀλλ’ οὐκ ἂν ἀνάσχοιντο οἱ θεῖοι νόμοι. Τίς γὰρ ἂν, εἰπέ μοι, τα‐ χέως ἕλοιτο τοιαύτην εὐχὴν εὔξασθαι τῷ Θεῷ; Τί | |
10 | λέγω, τοιαύτην; Μὴ κατεύξασθαι μὲν οὖν τοῦ λελυ‐ πηκότος τίς ἂν ῥάδιως ὑπομείνειε; Καὶ γὰρ εἰς τοῦτο θηριωδίας ἐληλάκασιν οἱ πολλοὶ τῶν ἀνθρώπων, ὡς, ἐπειδὰν ἀσθενήσωσι, καὶ μηδὲν δυνηθῶσι κακὸν ποιῆσαι τὸν λελυπηκότα, αὐτὸν ἐπὶ τὴν ἄμυναν κα‐ | |
15 | λεῖν τὸν Θεὸν, καὶ παρακαλεῖν δοῦναι αὐτοῖς ἐπεξελ‐ θεῖν τοῖς ἠδικηκόσιν. Οὗτος δὲ ὥσπερ ἐκ διαμέτρου πᾶσιν ἐκείνοις καὶ ἀπεναντίας ποιούμενος τὴν εὐχὴν, παρακαλεῖ μὴ δοῦναι ἐπεξελθεῖν, οὕτω λέγων· Μή μοι γένοιτο παρὰ Κυρίου, ἐπενεγκεῖν τὴν χεῖρά | |
20 | μου ἐπ’ αὐτὸν, ὡς περὶ υἱοῦ τοῦ πολεμίου διαλεγό‐ μενος, ὡς περὶ γνησίου παιδός. Καὶ οὐ μόνον ἐφείσατο, ἀλλὰ καὶ ἀπολογίαν τὴν ὑπὲρ αὐτοῦ συντίθησι. Καὶ ὅρα πῶς συνετῶς καὶ σοφῶς. Ἐπειδὴ γὰρ τὸν βίον αὐτοῦ διερευνώμενος, οὐ‐ | |
25 | δὲν εὕρισκεν ἀγαθὸν, οὐδὲ εἶχεν εἰπεῖν, ὅτι Οὐκ ἠδίκη‐ μαι παρ’ αὐτοῦ, οὐδὲ ἔπαθον κακῶς (ἔμελλον γὰρ ἀντι‐ φθέγγεσθαι τούτοις οἱ στρατιῶται παρόντες, οἱ τῇ πεί‐ ρᾳ μαθόντες αὐτοῦ τὴν πονηρίαν), περιέρχεται ἑτέρω‐ θεν ζητῶν ἀπολογίαν εὐπρόσωπον εὑρεῖν. Εἶτα οὐκ | |
30 | ἔχων ἀπὸ τοῦ βίου, οὐδὲ ἀπὸ τῶν ἔργων τῶν ἐκείνου τοῦτο ποιῆσαι, ἐπὶ τὴν τιμὴν τὴν ἐκείνου κατέφυγεν εἰπὼν, Ὅτι χριστὸς Κυρίου ἐστί. Τί λέγεις, φησί; ὅτι μιαρὸς καὶ παμμίαρος, καὶ μυρίων γέμων κακῶν, καὶ τὰ ἔσχατα ἡμᾶς διαθείς; Ἀλλὰ βασιλεὺς, ἀλλὰ | |
35 | ἄρχων, ἀλλὰ τὴν προστασίαν τὴν ἡμετέραν ἐνεχει‐ ρίσθη. Καὶ οὐκ εἶπε, βασιλεὺς, ἀλλὰ τί; Ὅτι χριστὸς Κυρίου ἐστὶν, οὐκ ἀπὸ τῆς κάτωθεν τιμῆς, ἀλλ’ ἀπὸ τῆς ἄνωθεν ψήφου ποιήσας αἰδέσιμον. Καταφρο‐ νεῖς τοῦ συνδούλου, φησίν; Αἰδέσθητι τὸν Δεσπότην. | |
40 | Διαπτύεις τὸν κεχειροτονημένον; Φοβήθητι τὸν χει‐ ροτονήσαντα. Εἰ γὰρ τοὺς ἄρχοντας τούτους τοὺς ὑπὸ βασιλέως χειροτονουμένους, κἂν πονηροὶ, κἂν κλέ‐ πται, κἂν λῃσταὶ, κἂν ἄδικοι, κἂν ὁτιοῦν ὦσιν ἕτερον, δεδοίκαμεν καὶ πεφρίκαμεν, οὐ διὰ τὴν πονηρίαν | |
45 | καταφρονοῦντες αὐτῶν. ἀλλὰ διὰ τὴν ἀξίαν τοῦ χει‐ ροτονήσαντος δυσωπούμενοι· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ χρὴ τοῦτο ποιεῖν. Οὔπω παρέλυσεν αὐτὸν, φησὶ, τῆς ἀρχῆς, οὐδὲ ἰδιώτην ἐποίησε. Μὴ τοίνυν τὴν τάξιν ἀνατρέπωμεν, μηδὲ τῷ Θεῷ πολεμῶμεν, τὸ ἀποστο‐ | |
54.685(50) | λικὸν ἐκεῖνο διὰ τῶν ἔργων ἐπιδεικνύμενοι· Ὅτι πᾶς ὁ ἀντιτασσόμενος τῇ ἐξουσίᾳ, τῇ τοῦ Θεοῦ δια‐ ταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Οὐχὶ χριστὸν δὲ αὐτὸν ἐκάλει μόνον, ἀλλὰ καὶ ἑαυτοῦ κύριον. Οὐ τῆς τυχούσης δὲ | |
55 | φιλοσοφίας ἐστὶ, τὸ τὸν ἐχθρὸν τοῖς τῆς τιμῆς καὶ τῆς θεραπείας ὀνόμασι προσειπεῖν. Καὶ τοῦτο αὐτὸ πάλιν ἀφ’ ὧν ἕτεροι πάσχουσιν ἴδοι τις ἂν ἡλίκον ἐστί. Πολλοὶ γοῦν τοὺς ἑαυτῶν ἐχθροὺς οὐδὲ ἀπὸ γυμνῶν καὶ ψιλῶν τῶν ὀνομάτων καλεῖν ἀνέχονται, | |
60 | ἀλλ’ ἀφ’ ἑτέρων πολλὴν ἐχόντων κατηγορίαν, τὸν μιαρὸν, τὸν μαινόμενον, τὸν ἐξεστηκότα, τὸν πα‐ ραπαίοντα, τὸν λυμεῶνα, καὶ ἕτερα πολλὰ τοιαῦτα | |
συνείροντες, οὕτω προσαγορεύουσι τοὺς ἐχθρούς. Καὶ | Column end | |
54.686 | ὅτι τοῦτό ἐστιν ἀληθὲς, οὐ πόῤῥωθεν, ἀλλ’ ἐγγύθεν οἴσω σοι τὸ παράδειγμα ἀπ’ αὐτοῦ τούτου τοῦ Σαούλ. Τὸν γοῦν ἅγιον τοῦτον διὰ τὴν πολλὴν ἀπέχθειαν οὐχ ὑπέμεινε διὰ τοῦ οἰκείου καλεῖν ὀνόματος, ἀλλὰ παν‐ | |
5 | ηγύρεώς ποτε τελουμένης, ἐπιζητῶν ἔλεγε· Ποῦ ἔστιν ὁ υἱὸς Ἰεσσαί; Οὕτω δὲ αὐτὸν ἐκάλεσεν, ὁμοῦ μὲν αὐτοῦ τὸ ὄνομα μισῶν, ὁμοῦ δὲ τῇ τοῦ γεγεννηκότος εὐτελείᾳ προσδοκῶν λυμανεῖσθαι τὴν τοῦ δικαίου δό‐ ξαν· οὐκ εἰδὼς ὅτι λαμπρὸν καὶ ἐπίσημον οὐ περιφά‐ | |
10 | νεια προγόνων, ἀλλὰ ψυχῆς ἀρετὴ ποιεῖν εἴωθεν. Ἀλλ’ οὐχ ὁ μακάριος Δαυῒδ οὕτως. Οὔτε γὰρ ἀπὸ τοῦ πα‐ τρὸς αὐτὸν ἐκάλεσε· καίτοι κἀκεῖνος σφόδρα εὐτελὴς ἦν καὶ ἀπεῤῥιμμένος· οὔτε ἀπὸ ψιλοῦ καὶ γυμνοῦ τοῦ ὀνόματος, ἀλλ’ ἀπὸ τοῦ τῆς τιμῆς, ἀπὸ τοῦ τῆς δε‐ | |
15 | σποτείας. Οὕτω καθαρὰ πάσης ἀπεχθείας ἦν αὐτῷ ἡ ψυχή. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, τοῦτον ζήλωσον, καὶ τοῦτο παιδεύθητι πρότερον, μηδέποτε τὸν ἐχθρὸν ἀπὸ τῶν διαβεβλημένων, ἀλλ’ ἀπὸ τῶν ἐντίμων καλεῖν ὀνομάτων. Ἂν γὰρ μελετήσῃ τὸ στόμα ἐντίμῳ καὶ | |
20 | θεραπείαν ἔχοντι καλεῖν τὸν λελυπηκότα ὀνόματι, καὶ ἀκούσασα ἡ ψυχὴ παρὰ τῆς γλώττης παιδευομένη καὶ συνεθιζομένη καταδέξεται τὴν πρὸς ἐκεῖνον κα‐ ταλλαγήν. Αὐτὰ γὰρ τὰ ῥήματα τῆς ἐν τῇ καρδίᾳ φλεγμονῆς ἔσται φάρμακον ἄριστον. | |
25 | ζʹ. Ταῦτα εἴρηκα νῦν, οὐχ ἵνα ἐπαινέσωμεν μόνον, ἀλλ’ ἵνα καὶ ζηλώσωμεν. Ταύτην οὖν ἕκαστος τὴν ἱστορίαν ἐπὶ τῆς καρδίας ζωγραφείτω τῆς ἑαυτοῦ, καθάπερ χειρὶ τοῖς λογισμοῖς ὑπογράφων διηνεκῶς τὸ σπήλαιον τὸ διπλοῦν, τὸν Σαοὺλ ἔνδον καθεύδοντα, | |
30 | καὶ καθάπερ ἁλύσει τινὶ δεδεμένον τῷ ὕπνῳ, καὶ ὑποκείμενον τῇ δεξιᾷ τοῦ τὰ μέγιστα ἠδικημένου· τὸν Δαυῒδ ἐφεστῶτα καθεύδοντι, τοὺς στρατιώτας παρόντας, καὶ παροξύνοντας πρὸς σφαγήν· τὸν μα‐ κάριον ἐκεῖνον φιλοσοφοῦντα, καὶ τὸν οἰκεῖον καὶ τὸν | |
35 | τούτων θυμὸν καταστέλλοντα, καὶ ὑπὲρ τοῦ τοσαῦτα πεπλημμεληκότος ἀπολογούμενον. Ταῦτα μὴ μό‐ νον ἐπὶ τῆς διανοίας γράφωμεν, ἀλλὰ καὶ ἐν συνεδρίοις διαλεγώμεθα πρὸς ἀλλήλους διηνεκῶς· ταῦτα καὶ πρὸς γυναῖκα, καὶ πρὸς παιδία συνεχῶς ἀνακινῶμεν | |
40 | τὰ διηγήματα. Εἴτε γὰρ περὶ βασιλέως διαλέγεσθαι βούλει, ἰδοὺ βασιλεύς· εἴτε περὶ στρατιωτῶν, εἴτε περὶ οἰκίας, εἴτε περὶ πολιτικῶν πραγμάτων, πολλὴν ἐν ταῖς Γραφαῖς ὄψει τούτων τὴν εὐπορίαν. Ταῦτα μεγίστην ἔχει τὰ διηγήματα τὴν ὠφέλειαν. Ἀμήχανον | |
45 | γὰρ, ἀμήχανον, ψυχὴν ἐν ταύταις στρεφομένην ταῖς ἱστορίαις, δυνηθῆναί ποτε κρατηθῆναι τῷ πάθει. Ἵν’ οὖν μὴ μάτην τὸν καιρὸν δαπανῶμεν, μηδὲ εἰκῆ τὴν ζωὴν ἡμῶν ἀναλίσκωμεν εἰς φλυαρίας ἀκαίρους καὶ περιτ‐ τὰς, μαθόντες τῶν γενναίων ἀνδρῶν τὰς ἱστορίας, | |
54.686(50) | ταῦτα συνεχῶς διαλεγώμεθα, καὶ περὶ τούτων. Κἂν βουληθῇ τις τῶν συνεδρευόντων ἢ περὶ θεάτρων, ἢ περὶ ἱπποδρομίας, ἢ περὶ πραγμάτων οὐδέν σοι προσηκόν‐ των ποιήσασθαι λόγον, ἀπαγαγὼν αὐτὸν τῆς ὑποθέ‐ σεως ἐκείνης, εἰς ταύτην ἔμβαλε τὴν διήγησιν, ἵνα | |
55 | καὶ τὴν ψυχὴν ἐκκαθάραντες, καὶ ἡδονῆς μετὰ ἀσφα‐ λείας ἀπολαύσαντες, καὶ πράους ἑαυτοὺς καταστή‐ σαντες καὶ ἡμέρους τοῖς λελυπηκόσιν ἅπασιν, ἀπέλ‐ θωμεν ἐκεῖ μηδένα ἔχοντες ἐχθρὸν, καὶ τῶν αἰωνίων ἀγαθῶν τύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου | |
60 | ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. | |
Ἀμήν. | 685 | |
54.687(1t) | ΟΜΙΛΙΑ Βʹ. | |
2n | Ὅτι μέγα ἀγαθὸν οὐ τὸ μετιέναι μόνον ἀρετὴν, | |
3n | ἀλλὰ καὶ τὸ ἐπαινεῖν ἀρετήν· καὶ ὅτι μεῖζον | |
4n | ἔστησε τρόπαιον φεισάμενος τοῦ Σαοὺλ ὁ | |
5n | Δαυῒδ, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε· καὶ ὅτι | |
6n | ἑαυτὸν μᾶλλον ἢ τὸν Σαοὺλ ὠφέλησε τοῦτο | |
7n | ποιήσας· καὶ εἰς τὴν ἀπολογίαν αὐτοῦ τὴν πρὸς | |
8n | τὸν Σαούλ. | |
9 | αʹ. Ὑμεῖς μὲν πρώην ἐπῃνέσατε τὸν Δαυῒδ τῆς ἀνεξι‐ | |
10 | κακίας· ἐγὼ δὲ ὑμᾶς ἐθαύμασα τῆς περὶ τὸν Δαυῒδ εὐνοίας τε καὶ φιλοστοργίας. Οὐ γὰρ δὴ μόνον τὸ μετ‐ ιέναι καὶ ζηλοῦν ἀρετὴν, ἀλλὰ καὶ τὸ τοὺς μετιόντας ἐπαινεῖν καὶ θαυμάζειν, φέρει τινὰ μισθὸν ἡμῖν οὐ μικρόν· ὥσπερ οὖν οὐ μόνον τὸ ζηλοῦν κακίαν, ἀλλὰ | |
15 | καὶ τὸ τοὺς ἐν αὐτῇ ζῶντας ἐπαινεῖν, φέρει κόλασιν οὐ τὴν τυχοῦσαν ἡμῖν, καὶ εἰ χρή τι καὶ θαυμαστὸν εἰπεῖν, αὐτῶν τῶν ἐν πονηρίᾳ ζώντων χαλεπωτέραν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δείκνυσιν ὁ Παῦλος ἐν οἷς φησιν· ἐπειδὴ γὰρ κακίας ἅπαν εἶδος ἠρίθμησε, καὶ | |
20 | τῶν καταπατούντων τοὺς τοῦ Θεοῦ νόμους κατηγό‐ ρησεν ἁπάντων, ἐπήγαγε λέγων περὶ αὐτῶν ἐκείνων· Οἵτινες τὸ δικαίωμα τοῦ Θεοῦ γνόντες, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες ἄξιοι θανάτου εἰσὶν, οὐ μόνον αὐτὰ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσ‐ | |
25 | σουσι· διὸ ἀναπολόγητος εἶ, ὦ ἄνθρωπε. Ὁρᾷς ὅτι διὰ τοῦτο οὕτως εἶπεν, ἵνα δείξῃ τοῦτο ἐκεί‐ νου χαλεπώτερον ὄν. Τοῦ γὰρ ἁμαρτάνειν τὸ καὶ ἐπαινεῖν τοὺς ἁμαρτάνοντας, πολὺ μεῖζον εἰς κολά‐ σεως λόγον· καὶ μάλα εἰκότως· διεφθαρμένης γάρ | |
30 | ἐστι γνώμης καὶ ἀνίατα νοσούσης αὕτη ἡ ψῆφος. Ὁ μὲν γὰρ μετὰ τοῦ πλημμελεῖν καταγινώσκων τῆς ἁμαρτίας, χρόνῳ ποτὲ ἑαυτὸν δυνήσεται ἀνακτήσα‐ σθαι· ὁ δὲ ἐπαινῶν πονηρίαν, τῆς ἐκ τοῦ μετανοῆσαι θεραπείας ἑαυτὸν ἀπεστέρησεν. Ὥστε εἰκότως τοῦτο | |
35 | ἐκείνου χαλεπώτερον ὁ Παῦλος εἶναι ἀπέδειξεν. Ὥσπερ οὖν οὐχ οἱ τὰ φαῦλα πράσσοντες μόνον, ἀλλὰ καὶ οἱ τούτους ἐγκωμιάζοντες, τῆς αὐτῆς, ἢ καὶ χαλεπωτέρας, ἐκείνοις κοινωνοῦσι κολάσεως· οὕτως οἱ τοὺς ἀγαθοὺς ἐπαινοῦντες καὶ θαυμάζοντες, συμ‐ | |
40 | μερισταὶ τῶν ἐκείνοις ἀποκειμένων στεφάνων εἰσί. Καὶ τοῦτο αὐτὸ πάλιν ἀπὸ τῆς Γραφῆς ἔστιν ἰδεῖν. Πρὸς γὰρ τὸν Ἀβραὰμ διαλεγόμενός φησιν ὁ Θεός· Εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς κατ‐ αρωμένους σε καταράσομαι. Τοῦτο καὶ ἐπὶ τῶν | |
45 | Ὀλυμπιακῶν ἀγώνων συμβαῖνον ἴδοι τις ἄν. Οὐ γὰρ ὁ τὸν στέφανον περικείμενος ἀθλητὴς, οὐδὲ ὁ τοὺς πόνους ὑπομένων καὶ τοὺς ἱδρῶτας μόνον, ἀλλὰ καὶ ὁ θαυμαστὴς τοῦ νενικηκότος οὐκ ὀλίγην ἐκ τῆς εὐφημίας ἐκείνης καρποῦται τὴν ἡδονήν. Διά τοι | |
54.687(50) | τοῦτο οὐχὶ τὸν γενναῖον ἐκεῖνον τῆς φιλοσοφίας μα‐ καρίζω μόνον, ἀλλὰ καὶ ὑμᾶς τῆς περὶ αὐτὸν εὐνοίας. Ἐπάλαισε μὲν γὰρ ἐκεῖνος, καὶ ἐνίκησε, καὶ ἐστε‐ φανώθη· ἐπαινέσαντες δὲ τὴν νίκην ὑμεῖς, οὐ μικρὸν τοῦ στεφάνου μέρος λαβόντες ἀπήλθετε. Ἵν’ οὖν | |
55 | μείζων ἡ ἡδονὴ γένηται καὶ πλέον τὸ κέρδος, φέρε καὶ τὰ λειπόμενα τῆς ἱστορίας ἀποδῶμεν ὑμῖν. Εἰπὼν γὰρ ὁ συγγραφεὺς τὰ ῥήματα, δι’ ὧν παρῃτήσατο τὴν σφαγὴν, ἐπήγαγεν, ὅτι Οὐκ ἔδωκεν αὐτοῖς ἀναστῆναι καὶ ἀποκτεῖναι τὸν Σαοὺλ, ὁμοῦ καὶ | |
60 | τὴν ἐκείνων ἐπιθυμίαν τὴν περὶ τὴν σφαγὴν, καὶ τὴν ἀνδρείαν τὴν τούτου δεῖξαι βουλόμενος. Καίτοι | |
γε πολλοὶ τῶν ἐχθρῶν, καὶ οἱ δοκοῦντες φιλοσοφεῖν, | Column end | |
54.688 | κἂν αὐτοὶ μὴ καταδέξωνται ἀνελεῖν, ὑφ’ ἑτέρων ἀναιρεῖσθαι μέλλοντας οὐκ ἂν ἕλοιντο κωλῦσαι. Ὁ δὲ Δαυῒδ οὐχ οὕτως, ἀλλ’ ὥσπερ τινὰ παρακαταθήκην λαβὼν, καὶ μέλλων αὐτῆς εὐθύνας διδόναι, οὐ μόνον | |
5 | αὐτὸς οὐχ ἥψατο τοῦ πολεμίου, ἀλλὰ καὶ ἑτέρους βουλομένους ἀνελεῖν ἐκώλυσε, σωματοφύλαξ ἀντὶ πολεμίου γενόμενος καὶ δορυφόρος ἄριστος. Ὥστε οὐκ ἄν τις ἁμάρτοι τὸν Δαυῒδ μᾶλλον κινδύνῳ τότε περι‐ πεπτωκέναι εἰπὼν, ἢ τὸν Σαούλ. Οὐ γὰρ τὸν τυχόντα | |
10 | ἀγῶνα ὑπέμεινε, παντὶ τρόπῳ σπουδάζων αὐτὸν ἐξ‐ ελέσθαι τῆς ἐπιβουλῆς τῆς παρ’ ἐκείνων· οὐδὲ οὕτως ἐδεδοίκει μέλλων αὐτὸς ἀποσφάττεσθαι, ὡς ἐδεδοίκει μήποτε τῶν στρατιωτῶν τις ἐνδοὺς τῷ θυμῷ διαφθείρῃ τὸν ἄνθρωπον· διὰ τοῦτο καὶ δικαιολογίαν τοιαύτην | |
15 | συνέθηκε. Καὶ γὰρ κατηγόρουν μὲν ἐκεῖνοι, κατηγο‐ ρεῖτο δὲ ὁ καθεύδων, ἀπελογεῖτο δὲ ὁ πολέμιος, ἐδίκαζε δὲ ὁ Θεὸς, καὶ τὴν τοῦ Δαυῒδ ψῆφον ἐκύρωσεν. Οὐ γὰρ ἄνευ τῆς τοῦ Θεοῦ ῥοπῆς ἴσχυσεν ἂν τῶν μαινομένων ἐκείνων περιγενέσθαι· ἀλλ’ ἡ τοῦ Θεοῦ | |
20 | χάρις ἦν ἡ τοῖς χείλεσιν ἐγκαθημένη τοῦ προφήτου, καὶ πειθώ τινα δοῦσα τοῖς ῥήμασιν ἐκείνοις. Οὐ μι‐ κρὸν δὲ καὶ ὁ Δαυῒδ συνεβάλετο· ἐπειδὴ γὰρ αὐτοὺς τὸν ἔμπροσθεν χρόνον οὕτως ἐπαίδευε, διὰ τοῦτο ἐν τῷ καιρῷ τῶν ἀγώνων παρεσκευασμένους εὗρε καὶ | |
25 | εἴκοντας. Οὐ γὰρ ὡς στρατηγὸς στρατιωτῶν, ἀλλ’ ὡς ἱερεὺς, οὕτως αὐτῶν προειστήκει, καὶ ἦν ἐκκλησία τὸ σπήλαιον ἐκεῖνο λοιπόν. Καὶ γὰρ ὥσπερ τις ἐπισκοπὴν λαχὼν, οὕτω πρὸς αὐτοὺς ἐποιήσατο ὁμιλίαν· καὶ μετὰ τὴν ὁμιλίαν | |
30 | ταύτην θυσίαν ἀνήνεγκε θαυμαστήν τινα καὶ πα‐ ράδοξον, οὐ μόσχον καταθύσας, οὐκ ἀρνίον κατα‐ σφάξας, ἀλλ’, ὃ πολλῷ τούτων τιμιώτερον ἦν, πραότητα καὶ ἐπιείκειαν ἀναθεὶς τῷ Θεῷ, καὶ τὸν ἄλογον καταθύσας θυμὸν, καὶ τὴν ὀργὴν ἀποκτείνας, | |
35 | καὶ νεκρώσας τὰ μέλη τὰ ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο αὐτὸς καὶ ἱερεῖον, καὶ ἱερεὺς, καὶ θυσιαστήριον. Ὅ τε γὰρ προσενεγκὼν τὴν πραότητα καὶ τὴν ἐπιείκειαν λογισμὸς, ἥ τε ἐπιείκεια καὶ ἡ πραότης καὶ ἡ καρδία, ἐν ᾗ ταῦτα προσεφέρετο, ἅπαντα ἦν παρ’ | |
40 | αὐτῷ. βʹ. Ἐπεὶ οὖν προσήνεγκε τὴν καλὴν ταύτην θυσίαν, καὶ τὴν νίκην ἀπήρτισε, καὶ οὐδὲν τῷ τροπαίῳ ἐν‐ έλιπεν, ἀνέστη λοιπὸν ἡ τῶν ἀγώνων ὑπόθεσις ὁ Σαοὺλ, καὶ ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου, τῶν γεγενη‐ | |
45 | μένων οὐδὲν εἰδώς. Ἐξῄει δὲ καὶ ὁ Δαυῒδ ὄπισθεν, ἐλευθέροις λοιπὸν ὀφθαλμοῖς πρὸς τὸν οὐρανὸν βλέ‐ πων, καὶ μᾶλλον τότε γαννύμενος, ἢ ὅτε τὸν Γολιὰθ κατήνεγκε, καὶ τὴν τοῦ βαρβάρου κεφαλὴν ἀπέτεμε. Καὶ γὰρ αὕτη λαμπροτέρα ἐκείνης ἡ νίκη, καὶ τὰ | |
54.688(50) | λάφυρα σεμνότερα, καὶ τὰ σκῦλα περιφανέστερα, καὶ τὸ τρόπαιον ἐνδοξότερον. Ἐκεῖ μὲν γὰρ καὶ σφενδό‐ νης ἐδεήθη καὶ λίθων καὶ παρατάξεως· ἐνταῦθα δὲ πάντα ὁ λογισμὸς ἐγίνετο, καὶ χωρὶς ὅπλων ἡ νίκη κατωρθοῦτο, καὶ ἀναιμωτὶ τὸ τρόπαιον ἵστατο. | |
55 | Ἐπανῄει τοίνυν οὐχὶ κεφαλὴν βαστάζων βαρβάρου, ἀλλὰ θυμὸν νενεκρωμένον καὶ ὀργὴν ἐκνενευρισμένην· καὶ ταῦτα οὐκ εἰς τὴν Ἱερουσαλὴμ ἀνετίθει τὰ λά‐ φυρα, ἀλλ’ εἰς τὸν οὐρανὸν καὶ τὴν ἄνω πόλιν. Νῦν | |
οὐχὶ γυναῖκες χορεύουσαι ἀπήντων, ταῖς εὐφημίαις | 687 | |
54.689 | αὐτὸν δεχόμεναι, ἀλλὰ τῶν ἀγγέλων ὁ δῆμος ἄνωθεν ἐπεκρότει, ἀγάμενος τὴν φιλοσοφίαν καὶ τὴν ἐπιεί‐ κειαν. Ἐπανῄει γὰρ τῷ πολεμίῳ μυρία τραύματα δοὺς, τὸν μὲν Σαοὺλ διασώσας, τὸν δὲ ἀληθῶς ἐχθρὸν | |
5 | τὸν διάβολον πολλαῖς κατακεντήσας πληγαῖς. Ὥσπερ γὰρ ὀργιζομένων ἡμῶν καὶ πυκτευόντων, καὶ πρὸς ἀλλήλους συγκρουομένων, χαίρει τε καὶ γέγηθεν ἐκεῖ‐ νος· οὕτως εἰρηνευόντων καὶ ὁμονοούντων, καὶ κρα‐ τούντων ὀργῆς, συστέλλεται πάλιν καὶ ταπεινοῦται, | |
10 | ἅτε ἐχθρὸς εἰρήνης ὢν, καὶ πολέμιος ὁμονοίας, καὶ βασκανίας πατήρ. Ἐξῄει τοίνυν ὁ Δαυῒδ, δεξιὰν τῆς οἰκουμένης ἀντίῤῥοπον ἔχων μετὰ τῆς κεφαλῆς ἐστεφανωμένην. Καθάπερ γὰρ ἐπὶ τῶν ἄριστα πυκτευόντων, πρὸ τῆς κεφαλῆς πολλάκις οἱ βασιλεῖς | |
15 | τὴν δεξιὰν τοῦ πυκτεύοντος ἢ παγκρατιάζοντος ἐστεφάνωσαν· οὕτω δὴ καὶ τὴν χεῖρα ἐκείνην ὁ Θεὸς ἐστεφάνου, ἣ τὸ ξίφος ἴσχυσε καθαρὸν ἐξενεγκεῖν, καὶ ἀναίμακτον τῷ Θεῷ δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντιστῆναι θυμοῦ ῥύμην. Οὐκ ἐξῆλθεν | |
20 | ἔχων τὸ διάδημα τοῦ Σαοὺλ, ἀλλ’ ἐξῆλθεν ἔχων στέφανον δικαιοσύνης· οὐκ ἐξῆλθεν ἔχων πορφυρίδα βασιλικὴν, ἀλλ’ ἐξῆλθε περιβεβλημένος ἐπιείκειαν ὑπερβαίνουσαν ἀνθρωπίνην φύσιν, ἱμάτιον πάσης στολῆς λαμπρότερον. | |
25 | Ἐξῆλθεν ἀπὸ τοῦ σπηλαίου μετὰ τοσαύτης περι‐ φανείας, μεθ’ ὅσης οἱ παῖδες οἱ τρεῖς ἀπὸ τῆς καμί‐ νου. Καθάπερ γὰρ ἐκείνους οὐ κατέκαυσε τὸ πῦρ, οὕτω καὶ τοῦτον ἡ πυρὰ τῆς ὀργῆς οὐκ ἐνέπρησε. Κἀκείνοις μὲν ἔξωθεν τὸ πῦρ ὁμιλοῦν οὐδὲν ἐποίησεν· | |
30 | οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν ὁρῶν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθησόντων, ἀπὸ τῆς | |
35 | μνήμης τῶν παρελθόντων, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος, καὶ πίσσης, καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόν‐ των κάμινον λαμπροτέραν ἀνῆγε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν, | |
40 | ἀλλ’ ἐξῆλθε καθαρὸς, καὶ ἰδὼν τοῦ πολεμίου τὴν ὄψιν, ἐντεῦθεν μάλιστα ἐφιλοσόφησεν. Ἰδὼν γὰρ αὐτὸν καθεύδοντα καὶ ἀκίνητον μένοντα, καὶ οὐδὲν δυνά‐ μενον ἐργάσασθαι, πρὸς ἑαυτὸν εἶπε· Ποῦ νῦν ὁ θυμὸς ἐκεῖνος; ποῦ δὲ ἡ πονηρία; ποῦ δὲ αἱ τοσαῦται | |
45 | μαγγανεῖαι καὶ ἐπιβουλαί; Οἴχεται πάντα ἐκεῖνα καὶ ἀπόλωλεν ὕπνου μικρᾷ προσβολῇ, καὶ κεῖται δεδεμένος ὁ βασιλεὺς, οὐδὲν ἡμῶν περὶ τούτων βουλευσαμένων, οὐδὲ πραξάντων. Ἑώρα καθεύδοντα, καὶ περὶ τοῦ κοινοῦ πάντων ἐφιλοσόφει θανάτου. | |
54.689(50) | Ὕπνος γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἢ θάνατος πρόσκαιρος, καὶ ἐφήμερος τελευτή. Οὐκ ἄν τις ἀκαίρως καὶ τοῦ Δανιὴλ ἐνταῦθα ἀναμνησθείη. Καθάπερ γὰρ ἐκεῖνος ἀνέβαινεν ἀπὸ τοῦ λάκκου, τῶν θηρίων περιγενόμε‐ νος· οὕτω καὶ οὗτος ἀπὸ τοῦ σπηλαίου, θηρίων ἑτέ‐ | |
55 | ρων χαλεπωτέρων κρατήσας. Ὥσπερ γὰρ τῷ δικαίῳ ἐκείνῳ λέοντες ἑκατέρωθεν παρεκάθηντο, οὕτω καὶ | |
τούτῳ λέοντες ἀγριώτεροι πάντων, τὰ πάθη ἐπετί‐ | Column end | |
54.690 | θετο· θυμὸς τῶν παρελθόντων ἔνθεν, φόβος τῶν μελλόντων ἐκεῖθεν· ἀλλ’ ὅμως ἀμφότερα οὗτος κατ‐ έστελλε καὶ ἐπεστόμιζε τὰ θηρία, διδάσκων διὰ τῶν ἔργων, ὅτι οὐδὲν ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν | |
5 | ἐχθρῶν, οὐδὲ σφαλερώτερον τοῦ βούλεσθαι ἐκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Ὁ γοῦν βουληθεὶς ἐπεξελθεῖν, γυμνὸς καὶ ἄοπλος καὶ πάντων ἔρημος, καθάπερ αἰχμάλωτος παραδοθεὶς, οὕτως ἔκειτο· ὁ δὲ εἴκων καὶ παραχωρῶν πανταχοῦ, καὶ μηδὲ δικαίως ἐπεξελθεῖν | |
10 | ἑλόμενος, χωρὶς μηχανημάτων, καὶ ὅπλων, καὶ ἵππων, καὶ στρατιωτῶν, τὸν πολέμιον εἰς χεῖρας ἐλάμβανε· καὶ ὃ δὴ μεῖζον ἁπάντων ἦν, τὸν Θεὸν εἰς πλείονα εὔνοιαν ἐπεσπάσατο. γʹ. Οὐ γὰρ διὰ τοῦτο μακαρίζω τὸν ἅγιον ἐκεῖνον, οὐχ | |
15 | ὅτι τὸν ἐχθρὸν ὑπὸ τοὺς πόδας εἶδε τοὺς ἑαυτοῦ κεί‐ μενον, ἀλλ’ ὅτι εἰς χεῖρας λαβὼν ἐφείσατο. Τὸ μὲν γὰρ τῆς τοῦ Θεοῦ δυνάμεως ἔργον ἦν, τὸ δὲ τῆς αὐτοῦ φιλοσοφίας. Πῶς ἦν εἰκὸς λοιπὸν τοὺς στρατιώτας ἐκείνῳ προσέχειν; μεθ’ ὅσης εὐνοίας διακεῖσθαι πρὸς | |
20 | αὐτόν; Εἰ γὰρ μυρίας εἶχον ψυχὰς, οὐκ ἂν ἑτοίμως ἁπάσας ἐπέδωκαν ὑπὲρ τοῦ στρατηγοῦ, ἔργῳ μαθόν‐ τες ἐν τῇ τοῦ πολεμίου κηδεμονίᾳ τὴν περὶ τοὺς οἰ‐ κείους εὔνοιαν; Ὁ γὰρ περὶ τοὺς λελυπηκότας πρᾶος καὶ ἥμερος ὢν, πολλῷ μᾶλλον περὶ τοὺς εὐνοϊκῶς δια‐ | |
25 | κειμένους οὕτως ἔμελλε διακεῖσθαι· ὃ δὴ μέγιστον ἐνέχυρον ἀσφαλείας ἦν αὐτῷ. Οὐκ εὐνούστεροι δὲ μό‐ νον, ἀλλὰ καὶ προθυμότεροι περὶ τοὺς πολεμίους ἦσαν, εἰδότες ὅτι τὸν Θεὸν ἔχουσιν ὑπὲρ αὐτῶν πολεμοῦντα, τὸν ἀεὶ παρόντα τῷ στρατηγῷ, καὶ τὰ πράγματα | |
30 | ἅπαντα ἐξευμαρίζοντα. Καὶ τῷ Δαυῒδ δὲ, οὐχ ὡς ἀν‐ θρώπῳ λοιπὸν, ἀλλ’ ὡς ἀγγέλῳ προσεῖχον. Καὶ πρὸ τῆς ἀντιδόσεως τοῦ Θεοῦ μείζονα καὶ ἐνταῦθα τοῦ διασωθέντος αὐτὸς ἐκαρποῦτο, καὶ λαμπροτέραν ἤρατο νίκην, ἢ εἰ κατέθυσε τὸν Σαούλ. Τί γὰρ ἂν τοσοῦτον | |
35 | ἐκέρδανε σφάξας τὸν ἐχθρὸν, ὅσον ἐκαρπώσατο φει‐ σάμενος νῦν; Τοῦτο τοίνυν καὶ σὺ λογίζου, ἐπειδὰν λάβῃς τὸν λελυπηκότα σε, ὅτι πολλῷ μεῖζον καὶ κερ‐ δαλεώτερον τὸ φείσασθαι τοῦ διαφθεῖραι. Ὁ μὲν γὰρ διαφθείρας καὶ καταγνώσεται πολλάκις ἑαυτοῦ, καὶ | |
40 | πονηρὸν ἕξει συνειδὸς, καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς ἁμαρτίας ἐκείνης διωκόμενος· ὁ δὲ φεισάμε‐ νος καὶ μικρὸν καρτερήσας χρόνον, γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς ἀναμένων ἐλπίδας, καὶ τὰς ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκῶν. | |
45 | Καὶ εἴ ποτε περιπέσοι τινὶ δεινῷ, μετὰ πολλῆς παῤ‐ ῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν· καθάπερ οὖν καὶ οὗτος ἁπάντων ἀπήλαυσε τούτων, μεγάλας καὶ θαυμαστὰς τῆς περὶ τὸν ἐχθρὸν τοῦτον κηδεμονίας λαβὼν παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβὰς ὕστερον. Ἀλλὰ | |
54.690(50) | γὰρ ἴδωμεν καὶ τὰ μετὰ ταῦτα. Καὶ ἐξῆλθε Δαυῒδ ἐκ τοῦ σπηλαίου, φησὶν, ὀπίσω Σαοὺλ καὶ ἐβόη‐ σεν ὀπίσω αὐτοῦ, οὕτω λέγων· Κύριέ μου βασι‐ λεῦ. Καὶ ἀνέβλεψε Σαοὺλ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυῒδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσ‐ | |
55 | εκύνησεν αὐτῷ. Ταῦτα τοῦ σῶσαι τὸν ἐχθρὸν οὐκ ἐλάττονα φέρει κόσμον. Οὐδὲ γὰρ τῆς τυχούσης ψυ‐ χῆς ἦν τὸ μὴ φυσηθῆναι ταῖς εἰς τὸν πλησίον εὐερ‐ γεσίαις, μᾶλλον δὲ τὸ μὴ τὸ τῶν πολλῶν παθεῖν, οἳ | |
καθάπερ ἀνδραπόδων, οὕτως ὑπερορῶσι τῶν εὐεργε‐ | 689 | |
54.691 | τηθέντων, καὶ τὰς ὀφρῦς ἀνασπῶσιν. Ἀλλ’ οὐχ ὁ μακάριος Δαυῒδ οὕτως, ἀλλὰ μειζόνως ἐμετρίαζε, καὶ μετὰ τὴν εὐεργεσίαν. Τὸ δὲ αἴτιον, ὅτι οὐδὲν τῶν κατορθωμάτων τούτων ἐνόμιζε τῆς αὐτοῦ σπουδῆς | |
5 | εἶναι, ἀλλὰ τὸ πᾶν ἀνετίθει τῇ θείᾳ χάριτι. Διὰ τοῦτο αὐτὸς σώσας, αὐτὸς προσκυνεῖ τὸν σωθέντα, καὶ βα‐ σιλέα καλεῖ πάλιν, καὶ δοῦλον ὀνομάζει ἑαυτὸν, διὰ τοῦ σχήματος ἐκείνου καταστέλλων τὸ φύσημα, καὶ τὸν θυμὸν παραμυθούμενος, καὶ τὴν βασκανίαν ἀναι‐ | |
10 | ρῶν. Ἀκούσωμεν δὲ καὶ τῆς ἀπολογίας αὐτῆς· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ, λεγόντων, Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου; Καὶ μὴν ἀνωτέρω τούτων ὁ συγγραφεὺς εἶπεν, ὅτι πᾶς ὁ λαὸς ἦν μετ’ αὐτοῦ, καὶ ἤρεσκεν ἐν ὀφθαλμοῖς τῶν δούλων τοῦ βα‐ | |
15 | σιλέως, καὶ ὁ τοῦ κρατοῦντος υἱὸς καὶ τὸ στρατόπεδον ἅπαν μετ’ αὐτοῦ ταῖς γνώμαις εἱστήκεσαν. Πῶς οὖν ἐνταῦθά φησιν, ὅτι ἦσαν οἱ ἐνδιαβάλλοντες καὶ συκο‐ φαντοῦντες, καὶ τὸν Σαοὺλ παροξύνοντες; Ὅτι γὰρ οὐ παρ’ ἑτέρων ἀναπεισθεὶς, ἀλλ’ αὐτὸς οἴκοθεν τὴν | |
20 | πονηρίαν ταύτην τεκὼν ἐπολέμει τῷ δικαίῳ, καὶ τοῦτο ἐδήλωσεν ὁ τὸ βιβλίον γράψας, εἰπὼν ὅτι ἐκ τῆς εὐ‐ φημίας ὁ φθόνος ἐτίκτετο, καὶ προϊὼν ηὔξετο καθ’ ἑκάστην ἡμέραν. Τίνος οὖν ἕνεκεν ἐφ’ ἑτέρους μεθ‐ ίστησι τὴν αἰτίαν, λέγων· Ἵνα τί ἀκούεις τῶν λό‐ | |
25 | γων τοῦ λαοῦ σου λεγόντων· Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου; Διδοὺς ἐξουσίαν αὐτῷ ἀποκρούσα‐ σθαι τὴν πονηρίαν. Τοῦτο γοῦν καὶ πατέρες πολλάκις ποιοῦσιν ἐπὶ υἱῶν· καὶ λαβών τις ἐκείνων τὸν ἑαυτοῦ υἱὸν διεφθαρμένον, καὶ πολλὰ εἰργασμένον κακὰ, κἂν | |
30 | πεπεικὼς τύχοι ἑαυτὸν, ὅτι οἴκοθεν καὶ παρ’ ἑαυτοῦ πρὸς τὴν πονηρίαν ἐξώκειλεν, ὅμως ἐφ’ ἕτερον μετ‐ άγει τὰ ἐγκλήματα πολλάκις, οὑτωσὶ λέγων, Οἶδα ὅτι οὐ σὸν γέγονε τὸ ἁμάρτημα· ἕτεροί σε διέφθειραν καὶ ἠπάτησαν· ἐκείνων ἅπαν ἐστὶ τὸ πλημμέλημα. Ὁ | |
35 | γὰρ ταῦτα ἀκούων δυνήσεται μικρὸν ἀπὸ τῆς κακίας διαβλέψας εὐκολώτερον πρὸς ἀρετὴν ἐπανελθεῖν, αἰσχυνόμενος καὶ ἐρυθριῶν ἀνάξιος τῆς περὶ αὐτοῦ δόξης φανῆναι. Τοῦτο καὶ Παῦλος ἐποίησε τοῖς Γα‐ λάταις γράφων. Μετὰ τοὺς πολλοὺς γοῦν καὶ μακροὺς | |
40 | ἐκείνους λόγους καὶ τὰς ἀφάτους κατηγορίας, ἃς αὐ‐ τῶν κατηγόρησε, πρὸς τῷ τέλει τῆς ἐπιστολῆς, βου‐ λόμενος αὐτῶν ἀποσκευάσασθαι τὴν κατηγορίαν, ἵνα μικρὸν ἀναπνεύσαντες ἐκ τῶν ἐγκλημάτων δυνηθῶ‐ σιν εἰς ἀπολογίαν ἐλθεῖν, οὕτω πώς φησιν· Ἐγὼ | |
45 | πέποιθα εἰς ὑμᾶς, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς, βαστάσει τὸ κρῖμα, ὅστις ἂν ᾖ. Οὕτω καὶ ὁ Δαυῒδ ἐποίησεν ἐνταῦθα. Τὸ γὰρ εἰ‐ πεῖν, Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λέγον‐ τος· Ἰδοὺ Δαυῒδ ζητεῖ τὴν ψυχήν σου, ἔδειξεν | |
54.691(50) | ἑτέρους ὄντας τοὺς παροξύνοντας, ἑτέρους τοὺς δια‐ φθείροντας· παντὶ τρόπῳ σπουδάζων ἀπολογίαν αὐτῷ παρασχεῖν τῶν ἐγκλημάτων. Εἶτα ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογούμενός φησι· Καὶ ἰδοὺ ἑωράκα‐ σιν οἱ ὀφθαλμοί σου σήμερον, ὡς παρέδωκέ σε | |
55 | Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε· καὶ ἐφεισά‐ μην σου, καὶ εἶπον· Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστίν. Ἐκεῖνοι μὲν οὖν διὰ ῥημάτων διαβάλλουσι, φησίν· | |
60 | ἐγὼ δὲ διὰ πραγμάτων ἀπολογοῦμαι, καὶ δι’ ἔργων ἀποσκευάζομαι τὴν κατηγορίαν. Οὐ χρεία μοι λόγων, αὐτῆς τῶν πραγμάτων τῆς ἐκβάσεως παντὸς λόγου | |
σαφέστερον δυναμένης διδάξαι, τίνες μὲν ἐκεῖνοι, τίς | Column end | |
54.692 | δὲ ἐγώ· καὶ ὡς συκοφαντία καὶ ψεῦδος ἡ κατ’ ἐμοῦ γενομένη διαβολή. Καὶ τούτων οὐχ ἕτερον, ἀλλ’ αὐτὸν σὲ καλῶ μάρτυρα τὸν εὖ παθόντα. δʹ. Καὶ πῶς, φησὶν, ἠδύνατο μαρτυρεῖν ἐκεῖνος; Ἡνίκα | |
5 | γὰρ ταῦτα ἐγίνετο, ἐκάθευδε, καὶ οὔτε τῶν ῥημάτων ἤκουσεν, οὔτε τὸν Δαυῒδ εἶδε παρόντα, οὔτε τοῖς στρα‐ τιώταις διαλεγόμενον. Πῶς οὖν ἀπαντησόμεθα, ἵνα σαφὴς ἡ ἀπόδειξις γένηται; Εἰ γὰρ μάρτυρας παρ‐ ῆγεν ἀνθρώπους τότε σὺν αὐτῷ ὄντας, ὑπώπτευσεν ἂν | |
10 | τὴν μαρτυρίαν ὁ Σαοὺλ, καὶ χαριζομένους τῷ δικαίῳ ταῦτα λέγειν ἐνόμιζεν. Εἰ δὲ ἀπὸ λογισμῶν καὶ εἰκό‐ των ἐπεχείρησεν ἀπολογήσασθαι, μειζόνως ἔμελλεν ἀπιστεῖσθαι, τῆς τοῦ δικάζοντος γνώμης διεφθαρμέ‐ νης. Πῶς γὰρ ὁ μετὰ τοσαύτας εὐεργεσίας πολεμῶν | |
15 | τῷ μηδὲν ἠδικηκότι, ἐδύνατο πιστεῦσαι, ὅτι ὁ ἀδικη‐ θεὶς τὸν ἀδικήσαντα λαβὼν εἰς χεῖρας, ἐφείσατο; Καὶ γὰρ, ὡς τὰ πολλὰ, οἱ πολλοὶ τῶν ἀνθρώπων ἐκ τῶν καθ’ ἑαυτοὺς καὶ περὶ τῶν ἄλλων τὰς ψήφους φέρου‐ σιν· οἷον, ὁ μεθύων διηνεκῶς οὐκ ἂν ῥᾳδίως πιστεύ‐ | |
20 | σειεν εἶναί τινα ἄνθρωπον ἐν ἐγκρατείᾳ ζῶντα· ὁ πόρναις προσέχων, καὶ τοὺς κοσμίως βιοῦντας ἀκολά‐ στους εἶναι νομίζει· πάλιν ὁ τὰ τῶν ἄλλων ἁρπάζων, οὐκ ἂν πεισθείη ῥᾳδίως, ὅτι εἰσὶν ἄνθρωποι καὶ τὰ ἑαυτῶν προέμενοι. Οὕτω δὴ καὶ οὗτος ἅπαξ ὑπὸ τῆς | |
25 | ὀργῆς ἁλοὺς, οὐκ ἂν ῥᾳδίως ἐπίστευσεν, ὅτι ἔστιν ἄν‐ θρωπος οὕτω τοῦ πάθους περιγενόμενος, ὡς μὴ μόνον μηδὲν ἀδικεῖν, ἀλλὰ καὶ τὸν ἀδικοῦντα σώζειν. Ἐπεὶ οὖν καὶ ἡ γνώμη τοῦ δικάζοντος διέφθαρτο, καὶ μάρ‐ τυρες, εἰ παρήχθησαν, δι’ ὑποψίας ἔμελλον εἶναι, | |
30 | ᾠκονομήθη ἀπόδειξίν τινα γενέσθαι δυναμένην καὶ τοὺς σφόδρα ἀναισχυντοῦντας ἐπιστομίσαι. Ποίαν δὴ ταύτην; Τὸ πτερύγιον τῆς διπλοΐδος, ὃ καὶ προβαλλό‐ μενος ἔλεγεν· Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, ὃ ἐγὼ ἀφεῖλον, καὶ οὐκ ἀπέκτεινά | |
35 | σε. Ἄφωνος ὁ μάρτυς, ἀλλὰ τῶν φωνὴν ἐχόντων σα‐ φέστερος. Οὐ γὰρ ἂν εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς εἰστήκειν τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου. Ὁρᾷς ὅσον ἀγαθὸν ἐγένετο ἐκ τοῦ κινηθῆναι παρὰ τὴν ἀρχὴν τὸν Δαυΐδ; Εἰ μὴ γὰρ | |
40 | ἐκινήθη πρὸς τὴν ὀργὴν, οὐκ ἂν οὔτε τὴν φιλοσοφίαν ἐμάθομεν τοῦ ἀνδρὸς (οὐδὲ γὰρ ἀπὸ φιλοσοφίας, ἀλλ’ ἐξ ἀναισθησίας μᾶλλον ἔδοξεν ἂν πολλοῖς ἡ φειδὼ γενέσθαι), οὐδ’ ἂν ἐξέκοψε τὴν διπλοΐδα· μὴ ἐκκόψας δὲ, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν. | |
45 | Νυνὶ δὲ κινηθεὶς καὶ τεμὼν, ἀναμφισβήτητον ἀπόδειξιν τῆς αὑτοῦ προνοίας παρέσχετο. Ἐπεὶ οὖν οὕτως ἀληθῆ καὶ ἀνύποπτον μαρτυρίαν παρήγαγεν, αὐτὸν λοιπὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰκείας κηδεμονίας, οὑτωσὶ λέγων· Γνῶθι | |
54.692(50) | καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου κακία, οὐδὲ ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυ‐ χήν μου, τοῦ λαβεῖν αὐτήν. Ἐντεῦθεν μάλιστα ἄν τις αὐτὸν θαυμάσειε τῆς μεγαλοψυχίας, ὅτι ἀπὸ τῶν κατ’ ἐκείνην τὴν ἡμέραν συμβάντων τὴν ἀπολογίαν | |
55 | ποιεῖται μόνον. Τοῦτο γὰρ ᾐνίξατο εἰπών· Γνῶθι καὶ ἴδε σήμερον. Οὐδὲν λέγω τῶν παρελθόντων, φησίν· ἀρκεῖ μοι πρὸς ἀπόδειξιν ἡ παροῦσα ἡμέρα. Καίτοι | |
γε πολλὰς καὶ μεγάλας ἔμπροσθεν εὐεργεσίας γεγε‐ | 691 | |
54.693 | νημένας εἶχεν ἀριθμεῖν, εἴπερ ἠβούλετο· καὶ γὰρ τῆς πρὸς τὸν βάρβαρον μονομαχίας αὐτὸν ἀναμνῆσαι ἐδύ‐ νατο, καὶ εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου, καθά‐ περ κατακλυσμοῦ τινος, ἅπασαν μέλλοντος παρασύ‐ | |
5 | ρειν τὴν πόλιν, κατεπτηχότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ’ ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχοντος καὶ λέγοντος, Οὐ δυνήσῃ πορευθῆναι, ὅτι παιδάριον εἶ, αὐτὸς δὲ ἀνὴρ πο‐ | |
10 | λεμιστὴς ἐκ νεότητος αὐτοῦ· οὐκ ἠνεσχόμην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων ἐπήδησα, καὶ τὸν πολέμιον ἐδεξάμην, καὶ τὴν κεφαλὴν ἀπέτεμον, καὶ ὥσπερ τινὰ χειμάῤῥου ῥύμην ἀνέστειλα τὴν ἔφοδον τῶν βαρβά‐ ρων ἐκείνων, καὶ τὴν πόλιν σειομένην ἔστησα· καὶ | |
15 | δι’ ἐμὲ σὺ μὲν τὴν βασιλείαν καὶ τὴν ψυχὴν, οἱ δὲ λοιποὶ πάντες μετὰ τῆς ψυχῆς τὴν πόλιν καὶ τὰς οἰ‐ κίας, καὶ τὰ παιδία καὶ τὰ γύναια ἔχουσι. Καὶ μετ’ ἐκεῖνο δὲ πάλιν τὸ τρόπαιον, ἑτέρους οὓς κατώρθωσε πολέμους εἰπεῖν εἶχεν οὐκ ἐλάττους ἐκείνου. Καὶ ὅτι | |
20 | καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀν‐ ελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε, καὶ ὅτι μετὰ ταῦτα μέλλων ἀπο‐ διδόναι τὸν μισθὸν τῆς προτέρας μάχης, ἕδνα ἀπῄτη‐ σεν, οὐ χρυσίον καὶ ἀργύριον, ἀλλὰ σφαγὴν καὶ παν‐ | |
25 | ωλεθρίαν· καὶ οὐδὲ ἐνταῦθα ἀνένευσε. Ταῦτα γὰρ πάντα, καὶ πολλῷ πλείονα τούτων καὶ μείζονα εἶχεν εἰπεῖν· ἀλλ’ οὐδὲν τούτων εἶπεν. Οὐ γὰρ ὀνειδίσαι αὐτῷ τὰς εὐεργεσίας ἐβούλετο, ἀλλὰ πεῖσαι μόνον, ὅτι τῶν φιλούντων αὐτὸν καὶ κηδομένων ἐστὶν, οὐχὶ | |
30 | τῶν ἐπιβουλευόντων καὶ πολεμούντων. Διὰ τοῦτο πάντα ἐκεῖνα ἀφεὶς, τὸ ἐν αὐτῇ τῇ ἡμέρᾳ συμβὰν μόνον εἰς λόγον ἀπολογίας παρήγαγεν. Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον. Εἶτά φησι· Κρί‐ | |
35 | ναι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Τοῦτο εἶπε τὸ ῥῆμα, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ’ αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως· καὶ οὐ φοβῆσαι μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογήσασθαι. Μάλιστα | |
40 | μὲν γὰρ, φησὶν, ἔχω καὶ ἀπὸ τῶν πραγμάτων ἀπο‐ δείξεις· εἰ δὲ ἀπιστεῖς, αὐτὸν καλῶ τὸν Θεὸν μάρτυρα, τὸν τὰ ἀπόῤῥητα τῆς ἑκάστου διανοίας εἰδότα, καὶ τὸ συνειδὸς ἐρευνῆσαι δυνάμενον. εʹ. Ταῦτα δὲ ἔλεγε, δεικνὺς ὅτι οὐκ ἂν ἐτόλμησε κα‐ | |
45 | λέσαι τὸν ἀπαραλόγιστον δικαστὴν, καὶ ἐπ’ αὐτοῦ τὴν δίκην εἰσαγαγεῖν, εἰ μὴ σφόδρα ἦν πεπεικὼς ἑαυτὸν, ὅτι πάσης ἐπιβουλῆς ἦν καθαρός. Καὶ ὅτι οὐ στοχα‐ σμὸς τὰ εἰρημένα, ἀλλὰ καὶ ὑπὲρ τῶν καθ’ ἑαυτὸν ἀπολογήσασθαι βουληθεὶς, κἀκεῖνον σωφρονίσαι θέ‐ | |
54.693(50) | λων, τῆς δίκης ἐκείνης ἀνέμνησεν, ἱκανὰ μὲν καὶ τὰ ἤδη γεγενημένα δηλῶσαι· οὐκ ἔλαττον δὲ ἐκείνων καὶ τὰ μετὰ ταῦτα συμβάντα τοῦτο πιστώσασθαι δύναται. Καὶ γὰρ πάλιν αὐτὸν εἰς χεῖρας λαβὼν, μετὰ τὴν σω‐ τηρίαν ταύτην ἐπιθέμενον αὐτῷ καὶ ἀνελεῖν βουλόμε‐ | |
55 | νον, καὶ δυνάμενος αὐτὸν μετὰ τοῦ στρατοπέδου κα‐ τακόψαι παντὸς, ἀφῆκεν, οὐδὲν, ὧν εἰκὸς ἦν παθεῖν, πεπονθότα. Διὸ καὶ συνιδὼν ὡς ἀνήκεστα νοσεῖ, καὶ τῆς πρὸς αὐτὸν ἔχθρας οὐδαμοῦ λήξει ποτὲ, ἐξήγαγεν ἑαυτὸν τῶν ὀφθαλμῶν τῶν ἐκείνου, καὶ παρὰ τοῖς | |
60 | βαρβάροις ἔζη, δουλεύων, ἠτιμωμένος, αἰσχυνόμενος, ἐκ πόνου καὶ ταλαιπωρίας τὴν ἀναγκαίαν ἑαυτῷ πο‐ | |
ρίζων τροφήν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, | Column end | |
54.694 | ἀλλ’ ὅτι καὶ πεσόντα ἀκούσας ἐπὶ τῆς παρατάξεως, διέῤῥηξέ τε τὸν χιτωνίσκον, καὶ σποδὸν κατεπάσατον καὶ θρῆνον ἐθρήνησεν, ὃν ἄν τις θρηνήσειε, παῖδα μονογενῆ καὶ γνήσιον ἀποβαλὼν, συνεχῶς αὐτοῦ τὸ | |
5 | ὄνομα ἀνακαλῶν μετὰ τοῦ παιδίου, καὶ ἐγκώμια συν‐ τιθεὶς, καὶ πικρὰν ἀφιεὶς φωνὴν, καὶ μέχρις ἑσπέρας ἄσιτος μένων, καὶ αὐτὰ τὰ χωρία καταρώμενος τὰ δεξάμενα τὸ αἷμα τοῦ Σαούλ· Ὄρη γὰρ, φησὶν, τὰ Γελβουὲ, μὴ πέσοι ἐφ’ ὑμᾶς, μήτε δρόσος, μήτε | |
10 | ὑετός· ὄρη θανάτου, ὅτι ἐκεῖ ἐξήρθη σκέπη δυ‐ νατῶν. Ὅπερ πατέρες ποιοῦσι πολλάκις, καὶ τὴν οἰκίαν ἀποστρέφονται, καὶ τὸν στενωπὸν ἀηδῶς ὁρῶσι, δι’ οὗ τὸν υἱὸν προέπεμψαν, τοῦτο καὶ οὗτος ἐποίησε, καὶ κατηρᾶτο τοῖς ὄρεσι τοῖς τὴν σφαγὴν δεξαμένοις. | |
15 | Μισῶ καὶ τὸν τόπον αὐτὸν διὰ τοὺς ἐκεῖ πεσόντας νεκροὺς, φησί. Μηκέτι τοίνυν βραχῆτε τοῖς ἄνωθεν ὑετοῖς· ἐβράχητε γὰρ ἅπαξ κακῶς τῷ τῶν φίλων μου αἵματι· καὶ συνεχῶς δὲ αὐτῶν περιστρέφει τὰ ὀνό‐ ματα, οὑτωσὶ λέγων· Σαοὺλ καὶ Ἰωνάθαν, οἱ ἠγα‐ | |
20 | πημένοι καὶ ὡραῖοι, οὐ κεχωρισμένοι ἐν τῇ ζωῇ αὐτῶν, καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθη‐ σαν. Ἐπειδὴ γὰρ τὰ σώματα μὴ παρόντα περιπτύ‐ ξασθαι οὐκ εἶχε, περιπλέκεται αὐτῶν ταῖς προσηγο‐ ρίαις, τὴν οἰκείαν ὀδύνην, ὡς οἷόν τε, τούτοις κα‐ | |
25 | ταπραΰνων, καὶ τὸ τῆς συμφορᾶς παραμυθούμενος μέγεθος. Ἐπειδὴ γὰρ πολλοῖς ἐδόκει τὸ πεσεῖν ἀμφο‐ τέρους ἐν ἡμέρᾳ μιᾷ ἀνήκεστον εἶναι κακὸν, αὐτὸ δὴ τοῦτο εἰς ὑπόθεσιν παραμυθίας ἔλαβε. Τὸ γὰρ εἰπεῖν, Ἐν τῇ ζωῇ αὐτῶν οὐ κεχωρισμένοι, καὶ ἐν | |
30 | τῷ θανάτῳ αὐτῶν οὐκ ἐχωρίσθησαν, οὐδὲν ἕτερον, ἢ τοῦτο κατασκευάζοντος ἦν. Οὐ γὰρ ἔστι, φησὶν, εἰπεῖν, ὅτι ὀρφανίαν ὁ παῖς ἐθρήνησεν, οὐδὲ ἀπαιδίαν ὁ πατὴρ ὠδύρατο, ἀλλ’ ὃ μηδενὶ συνέβη, συνέβη, φη‐ σὶν, ἐκείνοις· ὁμοῦ γὰρ καὶ κατὰ μίαν ἡμέραν τῆς | |
35 | ζωῆς ἀπεῤῥάγησαν, καὶ οὐ καταλειφθεὶς θάτερος. Ἦ γὰρ ἂν ἀβίωτον ἑαυτῷ εἶναι τὸν βίον ἐνόμισε τῇ δια‐ στάσει θατέρου. Διεθερμάνθητε νῦν, ἐδακρύσατε, συν‐ εχύθητε τὸν λογισμὸν, καὶ πρὸς ἄφεσιν δακρύων εὐ‐ τρεπεῖς ὑμῶν οἱ ὀφθαλμοὶ γεγένηνται; Νῦν ἕκαστος | |
40 | ἀναμιμνησκέσθω μοι τοῦ ἐχθροῦ καὶ τοῦ λελυπηκότος, ἔτι ζεούσης τῷ πένθει τῆς διανοίας, καὶ τοῦτον καὶ ζῶντα φυλαττέτω, καὶ ἀπελθόντα πενθείτω, μὴ πρὸς ἐπίδειξιν, ἀλλ’ ἀπὸ διανοίας καὶ ψυχῆς γνησίας· κἂν δέῃ τι παθεῖν, ὥστε μὴ λυπῆσαι τὸν ἠδικηκότα, πάν‐ | |
45 | τα ποιείτω καὶ πασχέτω, παρὰ τοῦ Θεοῦ μεγάλας ἀναμένων τὰς ἀμοιβάς. Ἰδοὺ γοῦν οὗτος καὶ τὴν βα‐ σιλείαν ἔλαβε, καὶ τὴν χεῖρα οὐκ ἐμόλυνεν, ἀλλὰ κα‐ θαρὰν ἔχων τὴν δεξιὰν, οὕτω τὸν στέφανον ἀνεδήσατο, καὶ ἐπὶ τὸν θρόνον ἀνέβη, τῆς ἁλουργίδος καὶ τοῦ | |
54.694(50) | διαδήματος λαμπροτέραν ἔχων εὐφημίας ὑπόθεσιν, τὸ φείσασθαι τοῦ πολεμίου, τὸ θρηνῆσαι πεσόντα. Διὰ τοῦτο οὐχὶ ζῶν μόνον, ἀλλὰ καὶ τελευτήσας μνημο‐ νεύεται. Ὥστε εἰ βούλει καὶ σὺ καὶ ἐνταῦθα διηνε‐ κοῦς δόξης τυχεῖν, ἄνθρωπε, κἀκεῖ τῶν ἀκινήτων | |
55 | ἀπολαῦσαι καλῶν, μίμησαι τὴν ἀρετὴν τοῦ δικαίου, | |
ζήλωσον τὴν φιλοσοφίαν, ἐπίδειξαι διὰ τῶν ἔργων τὴν | 693 | |
54.695 | ἀνεξικακίαν ταύτην, ἵνα τοὺς αὐτοὺς ὑπομείνας αὐτῷ πόνους, καὶ τῶν αὐτῶν ἀξιωθῇς ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ Πατρὶ σὺν τῷ | |
5 | ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
7t | ΟΜΙΛΙΑ Γʹ. | |
8n | Ὅτι ἐπισφαλὲς τὸ εἰς θέατρα ἀναβαίνειν, καὶ ὅτι | |
9n | μοιχοὺς ἀπηρτισμένους ποιεῖ, καὶ ὅτι ἀθυμίας | |
10n | αἴτιον καὶ πολέμου τοῦτο· καὶ ὅτι πᾶν ἀνεξικα‐ | |
11n | κίας εἶδος ὑπερεβάλετο ὁ Δαυῒδ ἐν τοῖς κατὰ | |
12n | τὸν Σαούλ· καὶ ὅτι τὸ φέρειν ἁρπαγὴν πράως | |
13n | τοῦ δοῦναι ἐλεημοσύνην ἴσον. | |
14 | αʹ. Πολλοὺς οἶμαι τῶν πρώην καταλιπόντων ἡμᾶς, | |
15 | καὶ πρὸς τὰ θέατρα τῆς παρανομίας αὐτομολησάντων παρεῖναι τήμερον. Καὶ ἐβουλόμην εἰδέναι τούτους σα‐ φῶς, ὥστε αὐτοὺς τῶν ἱερῶν ἐκβαλεῖν προθύρων, οὐχ ἵνα μένωσιν ἔξω διηνεκῶς, ἀλλ’ ἵνα διορθωθέντες ἐπανέλθωσι πάλιν· ἐπεὶ καὶ πατέρες παῖδας σφαλλο‐ | |
20 | μένους τῆς οἰκίας ἐκβάλλουσι πολλάκις, καὶ τῆς τρα‐ πέζης ἀπείργουσιν, οὐχ ἵνα διὰ παντὸς τούτων ἐκ‐ πέσωσιν, ἀλλ’ ἵνα βελτίους τῇ νουθεσίᾳ ταύτῃ γενό‐ μενοι, μετὰ τῆς προσηκούσης δόξης εἰς τὸν πατρῷον ἐπανέλθωσι κλῆρον. Τοῦτο δὴ καὶ ποιμένες | |
25 | ποιοῦσι, τὰ ψώρας ἐμπεπλησμένα πρόβατα τῶν ὑγιαινόντων ἀπείργουσιν, ἵνα τὴν μοχθηρὰν ἀπο‐ θέμενα [τὴν] ἀῤῥωστίαν, μετ’ ἀσφαλείας πρὸς τὰ ὑγιαίνοντα ἐπανέλθῃ πάλιν, καὶ μὴ νοσοῦντα τὴν ἀγέλην ἅπασαν ἐμπλήσῃ τῆς ἀῤῥωστίας ἐκείνης. Διά | |
30 | τοι τοῦτο καὶ ἡμεῖς ἐβουλόμεθα τούτους εἰδέναι· ἀλλ’ εἰ καὶ μὴ τοῖς αἰσθητοῖς ὀφθαλμοῖς αὐτοὺς διακρῖναι δυνάμεθα, ὁ λόγος αὐτοὺς ἐπιγνώσεται πάντως, καὶ τοῦ συνειδότος αὐτῶν ἐπιλαβόμενος πείσει ῥᾳδίως ἑκόντας αὐτοὺς ἐξελθεῖν, διδάσκων ὅτι ἐκεῖνος ἔνδον | |
35 | ἐστὶ μόνος, ὁ τῆς ἐνταῦθα διατριβῆς ἀξίαν ἔχων τὴν γνώμην· ὡς ὁ μετὰ πολιτείας διεφθαρμένης τοῦ ἱεροῦ τούτου μετέχων συλλόγου, κἂν τὸ σῶμα ἐνταῦθα εἰσ‐ άγῃ, ἐκβέβληται, καὶ τῶν ἀποκεκλεισμένων ἔξω καὶ μηδέπω δυναμένων τῆς ἱερᾶς μετασχεῖν τραπέζης | |
40 | μᾶλλον ἀπελήλαται. Ἐκεῖνοι μὲν γὰρ οἱ κατὰ τοὺς τοῦ Θεοῦ νόμους ἐκβληθέντες, καὶ μένοντες ἔξω, τέως χρηστὰς ἔχουσι τὰς ἐλπίδας· κἂν γὰρ ἐθέλωσι διορ‐ θώσασθαι τὰ παραπτώματα, δι’ ἃ τῆς Ἐκκλησίας ἐξέπεσον, δυνήσονται μετὰ καθαροῦ συνειδότος πάλιν | |
45 | ἐπανελθεῖν. Οἱ δὲ μολύναντες ἑαυτοὺς, καὶ κελευσθέν‐ τες μὴ πρότερον ἐπιβῆναι, ἕως ἂν ἀποκαθάρωνται τὴν κηλῖδα τὴν ἐκ τῶν ἁμαρτημάτων, εἶτα ἀναι‐ σχυντοῦντες, χαλεπώτερον τὸ τραῦμα ἐργάζονται, καὶ μεῖζον τὸ ἕλκος. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν ἐστὶ | |
54.695(50) | χαλεπὸν, ὡς ἡ μετὰ τὴν ἁμαρτίαν ἀναισχυντία, καὶ τὸ μὴ πείθεσθαι τοῖς ἱερεῦσι τὰ τοιαῦτα κελεύουσι. Καὶ τί τοσοῦτον ἡμάρτηται τούτοις, φησὶν, ὥστε αὐ‐ τοὺς ἐκβαλεῖν τῶν ἱερῶν τούτων περιβόλων; Καὶ ποίαν ἑτέραν ταύτης ζητεῖς μείζονα ἁμαρτίαν, ὅταν | |
55 | μοιχοὺς ἑαυτοὺς ἀπηρτισμένους ποιήσαντες, ἀναιδῶς, καθάπερ κύνες λυττῶντες, ἐπιπηδῶσι τῇ ἱερᾷ ταύτῃ τραπέζῃ; Καὶ εἰ βούλει μαθεῖν καὶ τὸν τρόπον τῆς μοιχείας, οὐκ ἐμὸν ἐρῶ σοι λόγον, ἀλλ’ αὐτοῦ τοῦ μέλ‐ λοντος ἡμῶν δικάζειν τὴν ζωὴν ἅπασαν· Ὁ γὰρ ἐμ‐ | |
60 | βλέψας, φησὶ, γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, | Column end |
54.696 | ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. Εἰ δὲ ἡ ἀπὸ ταὐτομάτου κατὰ τὴν ἀγορὰν ἐντυχοῦσα γυνὴ καὶ ὡς ἔτυχεν ἐσταλμένη τὸν περιέργως ἰδόντα εἷλε πολλάκις τῇ τῆς ὄψεως θεωρίᾳ· οἱ μὴ ἁπλῶς μηδὲ | |
5 | ἀπὸ ταὐτομάτου, ἀλλ’ ἀπὸ σπουδῆς τοσαύτης, ὡς καὶ τῆς Ἐκκλησίας ὑπεριδεῖν, καὶ διὰ τοῦτο ἀναβάντες ἐκεῖ, καὶ διημερεύσαντες, καὶ ταῖς ὄψεσι τῶν ἠτι‐ μωμένων γυναικῶν ἐκείνων προσηλωμένοι, πῶς δυνή‐ σονται λέγειν, ὅτι οὐ πρὸς ἐπιθυμίαν εἶδον; ὅπου καὶ | |
10 | ῥήματα διακεκλασμένα, καὶ ᾄσματα πορνικὰ, καὶ φωνὴ πολλὴν ἡδονὴν ἔχουσα, καὶ ὀφθαλμῶν ὑπογρα‐ φαὶ, καὶ ἐπιτρίμματα παρειᾶς, καὶ στολὴ περιεργό‐ τερον συγκειμένη, καὶ σχῆμα γοητείας γέμον πολλῆς, καὶ ἕτεραι πολλαὶ μαγγανεῖαι πρὸς ἀπάτην καὶ δέ‐ | |
15 | λεαρ τῶν ὁρώντων κατεσκευασμέναι, καὶ ῥᾳθυμία ψυχῆς τῶν θεωμένων, καὶ πολλὴ ἡ διάχυσις, καὶ ἡ παρὰ τοῦ τόπου πρὸς ἀσέλγειαν παράκλησις, καὶ ἡ τῶν φθασάντων, καὶ ἡ τῶν μετὰ ταῦτα ἀκου‐ σμάτων· ἡ διὰ τῶν συρίγγων, ἡ διὰ τῶν αὐλῶν καὶ | |
20 | τῶν ἄλλων τῶν τοιούτων μελῳδία καταγοητεύουσα, καὶ τὸ στεῤῥὸν τῆς διανοίας καταμαλάττουσα, καὶ ταῖς τῶν πορνῶν ἐπιβουλαῖς προευτρεπίζουσα τὰς τῶν καθημένων ψυχὰς, καὶ εὐαλώτους ποιοῦσα. Εἰ γὰρ ἐνταῦθα, ὅπου ψαλμοὶ, καὶ εὐχαὶ, καὶ θείων λο‐ | |
25 | γίων ἀκρόασις, καὶ Θεοῦ φόβος, καὶ εὐλάβεια πολλὴ, πολλάκις, ὥσπερ τις λῃστὴς κακοῦργος, λαθοῦσα ἐπεισῆλθεν ἡ ἐπιθυμία· πῶς οἱ ἐν θεάτρῳ καθήμενοι, καὶ μηδὲν μήτε ὁρῶντες, μήτ’ ἀκούοντες ὑγιὲς, ἀλλὰ πολλῆς γέμοντες αἰσχρότητος, πολλῆς τῆς βλακείας, | |
30 | καὶ διὰ πάντων πολιορκούμενοι, καὶ δι’ ὤτων, καὶ δι’ ὀφθαλμῶν, δύναιντ’ ἂν ἀνώτεροι γενέσθαι τῆς πονη‐ ρᾶς ἐκείνης ἐπιθυμίας; Μὴ δυνάμενοι δὲ, πῶς δυνή‐ σονται τῶν τῆς μοιχείας ἐγκλημάτων ἀπηλλάχθαι ποτέ; Οἱ δὲ τῶν τῆς μοιχείας ἐγκλημάτων οὐκ ἀπηλ‐ | |
35 | λαγμένοι, πῶς δυνήσονται χωρὶς μετανοίας τῶν ἁγίων τούτων ἐπιβῆναι προθύρων, καὶ τοῦ καλοῦ τούτου με‐ τασχεῖν συλλόγου; βʹ. Διὸ δὴ παραινῶ καὶ δέομαι, πρότερον ἐξομολογή‐ σει καὶ μετανοίᾳ καὶ τοῖς ἄλλοις ἅπασιν ἀποσμηξα‐ | |
40 | μένους τὴν ἐκ τῆς ἐκεῖ θεωρίας ἁμαρτίαν, οὕτω τῶν θείων ἀκροᾶσθαι λογίων. Οὐ γὰρ τὸ τυχὸν ἡμῖν πε‐ πλημμέληται· καὶ τοῦτο καὶ ἐκ παραδειγμάτων ἴδοι τις ἂν σαφῶς. Εἰ γάρ τις οἰκέτης εἰς κιβώτιον, ἔνθα τὰ δεσποτικὰ ἱμάτια ἐναπέκειτο πολυτελῆ καὶ διά‐ | |
45 | χρυσα, ἱμάτιον δουλικὸν ῥύπου γέμον καὶ πολλῶν τῶν φθειρῶν ἐναπέθετο, ἆρα ἂν πράως ἤνεγκας τὴν ὕβριν, εἰπέ μοι; Τί δὲ, εἴ τις εἰς ἀγγεῖον χρυσοῦν μύρα διηνεκῶς ἔχειν εἰωθὸς, κόπρον καὶ βόρβορον ἐνέχεεν, οὐκ ἂν καὶ πληγὰς ἐπέθηκας τῷ πλημμελή‐ | |
54.696(50) | σαντι τοῦτο; Εἶτα κιβωτίων μὲν καὶ σκευῶν καὶ ἱμα‐ τίων καὶ μύρων τοσαύτην ποιησόμεθα τὴν πρόνοιαν, τὴν δὲ ψυχὴν τὴν ἡμετέραν πάντων τούτων εὐτελε‐ στέραν εἶναι νομιοῦμεν; καὶ ἔνθα τὸ μύρον τὸ πνευ‐ ματικὸν εἰσεχύθη, διαβολικὰς πομπὰς ἐπεμβαλοῦ‐ | |
55 | μεν, καὶ ἀκούσματα σατανικὰ, καὶ ᾄσματα πορνείας γέμοντα; Καὶ πῶς ταῦτα ὁ Θεὸς οἴσει, εἰπέ μοι; Καίτοι οὐ τοσοῦτον τὸ μέσον μύρου καὶ βορβόρου, καὶ ἱματίων δεσποτικῶν καὶ δουλικῶν, ὅσον τὸ μέσον τῆς πνευματικῆς χάριτος καὶ ταύτης τῆς πονηρᾶς ἐνερ‐ | |
60 | γείας. Οὐ δέδοικας, ἄνθρωπε, τοῖς αὐτοῖς ὀφθαλμοῖς | |
καὶ τὴν κλίνην τὴν ἐπὶ τῆς ὀρχήστρας βλέπων, ἔνθα | 695 | |
54.697 | τὰ μυσαρὰ τελεῖται τῆς μοιχείας δράματα, καὶ τὴν τράπεζαν ταύτην τὴν ἱερὰν, ἔνθα τὰ φρικτὰ τελεῖται μυστήρια; ταῖς αὐταῖς ἀκοαῖς πόρνης ἀκούων αἰσχρο‐ λογούσης, καὶ προφήτου καὶ ἀποστόλου σε μυσταγω‐ | |
5 | γοῦντος; τῇ αὐτῇ καρδίᾳ τὰ δηλητήρια δεχόμενος φάρμακα, καὶ τὴν θυσίαν τὴν φρικτὴν καὶ ἁγίαν; Οὐκ ἐντεῦθεν ἀνατροπαὶ βίων, καὶ διαφθοραὶ γάμων, καὶ πόλεμοι καὶ μάχαι ἐν ταῖς οἰκίαις· Ὅταν γὰρ ὑπὸ τῆς ἐκεῖ θεωρίας διαχυθῇς, καὶ χαυνότε‐ | |
10 | ρος γενόμενος καὶ ἀσελγέστερος καὶ σωφροσύνης ἁπά‐ σης ἐχθρὸς, ἐπανελθὼν ἴδῃς τὴν γυναῖκα τὴν ἰδίαν, ἀηδέστερον ὄψει πάντως, οἵα ἂν ᾖ. Ὑπὸ γὰρ τῆς ἐν τοῖς θεάτροις ἐμπρησθεὶς ἐπιθυμίας, καὶ ὑπὸ τῆς ξένης ἐκείνης θεωρίας ἁλοὺς τῆς γεγοητευμένης, τὴν | |
15 | σώφρονα καὶ κοσμίαν καὶ τοῦ βίου παντὸς κοινωνὸν ἀτιμάζεις, ὑβρίζεις, μυρίοις περιβάλλεις ὀνείδεσιν, οὐδὲν ἔχων ὅλως ἐγκαλέσαι, ἀλλ’ αἰσχυνόμενος τὸ πάθος εἰπεῖν, καὶ τὸ τραῦμα δεῖξαι, ὅπερ ἐκεῖθεν λα‐ βὼν ἐπανῆλθες, ἑτέρας πλέκεις προφάσεις, ἀφορμὰς | |
20 | ζητῶν ἀπεχθείας ἀλόγους, καὶ τῶν μὲν οἴκοι πάν‐ των ὑπερορῶν, πρὸς δὲ τὴν μιαρὰν καὶ ἀκάθαρτον κεχηνὼς ἐκείνην ἐπιθυμίαν, παρ’ ἧς τὸ τραῦμα ἐδέ‐ ξω· καὶ τὴν ἠχὴν τῆς φωνῆς ἔχων ἐγκαθημένην τῇ ψυχῇ ἔναυλον, καὶ τὸ σχῆμα καὶ τὸ βλέμμα καὶ τὰ | |
25 | κινήματα, καὶ πάντα τῆς πορνείας τὰ εἴδωλα, οὐδὲν μεθ’ ἡδονῆς ὁρᾷς τῶν ἐπὶ τῆς οἰκίας. Καὶ τί λέγω τὴν γυναῖκα καὶ τὴν οἰκίαν; Καὶ τὴν ἐκκλησίαν γὰρ αὐτὴν ἀηδέστερον ὄψει, καὶ ῥημάτων ἀπεχθῶς ἀκούσῃ τῶν περὶ σωφροσύνης, τῶν περὶ σεμνότητος. Οὐκέτι | |
30 | γὰρ ἔσται σοι διδασκαλία, ἀλλὰ κατηγορία τὰ λεγό‐ μενα, καὶ εἰς ἀπόγνωσιν κατὰ μικρὸν ὑποσυρεὶς, τέ‐ λεον ἑαυτὸν ἀποῤῥήξεις τῆς κοινωφελοῦς ταύτης δι‐ δασκαλίας. Διὰ τοῦτο παρακαλῶ πάντας ὑμᾶς, αὐτούς τε φεύγειν τὰς πονηρὰς ἐν τοῖς θεάτροις διατριβὰς, | |
35 | καὶ τοὺς ἐσχολακότας τούτοις ἐκεῖθεν ἀφέλκειν. Οὐ γάρ ἐστι ψυχαγωγία, ἀλλ’ ὄλεθρος, καὶ τιμωρία, καὶ κόλασις τὰ ἐκεῖ γινόμενα ἅπαντα. Τί γὰρ ὄφελος τῆς προσκαίρου ταύτης ἡδονῆς, ὅταν διηνεκὴς ἐντεῦθεν ἡ ὀδύνη τίκτηται, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ κεντού‐ | |
40 | μενος ὑπὸ τῆς ἐπιθυμίας, πᾶσιν ᾖς δυσχερὴς καὶ δυσάρεστος; Ἐξέτασον γοῦν σαυτὸν, τίς μὲν γίνῃ ἀπὸ ἐκκλησίας ἀναχωρῶν, τίς δὲ ἀπὸ θεάτρων, καὶ ἑκατέρας παράβαλε τὰς ἡμέρας, καὶ οὐδὲν δεήσῃ τῶν ἡμετέρων λόγων. Ἀρκέσει γὰρ ἑκατέρας ἡ σύγ‐ | |
45 | κρισις τῆς ἡμέρας δεῖξαι τὸ μέγεθος καὶ τῆς ἐν‐ τεῦθεν ὠφελείας, καὶ τῆς ἐκεῖθεν βλάβης. Ταῦτα καὶ ἤδη πρὸς τὴν ὑμετέραν ἀγάπην εἶπον, καὶ οὐ‐ δέποτε παύσομαι λέγων. Τούς τε γὰρ νοσοῦντας τὰ τοιαῦτα νοσήματα παραμυθησόμεθα, τούς τε ὑγιαί‐ | |
54.697(50) | νοντας ἀσφαλεστέρους ποιήσομεν· ἑκατέροις γὰρ ὁ περὶ τούτων χρήσιμος λόγος· τοῖς μὲν, ἵνα ἀποστῶσι, τοῖς δὲ, ἵνα μὴ ἐμπέσωσιν. Ἀλλ’ ἐπειδὴ χρὴ καὶ τοὺς ἐπιτιμῶντας τοῦτο συμμέτρως ποιεῖν, μέχρι τούτου ταύτην στήσαντες τὴν παραίνεσιν, τὰ ὑπολειφθέντα | |
55 | ἐκ τῆς προτέρας ὑποθέσεως ὑμῖν ἀποδώσομεν, ἐπὶ τὸν Δαυῒδ ἐπανελθόντες πάλιν. Καὶ γὰρ τοῖς ζω‐ γράφοις ἔθος, ἐπειδὰν μέλλωσιν ἐμφερῆ τινα ἐργά‐ ζεσθαι εἰκόνα, καὶ μίαν καὶ δύο καὶ τρεῖς ἡμέρας τοὺς γράφεσθαι μέλλοντας παρακαθίζουσιν αὑτοῖς, | |
60 | ἵνα τῇ συνεχείᾳ τῆς θεωρίας ἀδιάπτωτον τῆς μορφῆς | Column end |
54.698 | διασώσωσι τὴν ἀκρίβειαν. Ἐπεὶ οὖν καὶ ἡμῖν ζωγραφῆσαι πρόκειται νῦν, οὐχὶ τύπον μορφῆς σω‐ ματικῆς, ἀλλὰ ψυχῆς κάλλος καὶ νοητὴν εὐμορφίαν, καὶ σήμερον ὑμῖν παρακαθῆσθαι βουλόμεθα τὸν Δαυΐδ, | |
5 | ἵνα πρὸς αὐτὸν πάντες ὁρῶντες, εἰς τὰς οἰκείας ἕκα‐ στος ψυχὰς ἀπομάξησθε τὴν εὐμορφίαν τοῦ δικαίου, καὶ τὸ πρᾶον καὶ ἥμερον, καὶ τὸ μεγαλόψυχον, καὶ τὴν ἄλλην ἅπασαν αὐτοῦ ἀρετήν. Εἰ γὰρ σώματος εἰκόνες φέρουσί τινα παραμυθίαν τοῖς ὁρῶσι, πολλῷ | |
10 | μᾶλλον αἱ τῆς ψυχῆς εἰκόνες. Κἀκείνας μὲν οὐ δυνα‐ τὸν πανταχοῦ ὁρᾷν, ἀλλ’ ἀνάγκη διηνεκῶς ἐφ’ ἑνὸς ἵδρυσθαι τόπου· ταύτην δὲ ὅπουπερ ἂν θέλῃς περι‐ αγαγεῖν, οὐδὲν τὸ κωλύον. Ἐναποθέμενος γὰρ αὐτὴν τοῖς τῆς διανοίας ταμιείοις, ὅπουπερ ἂν ᾖς, συνεχῶς | |
15 | εἰς αὐτὴν ὁρᾷν δυνήσῃ, καὶ πολλὴν παρ’ αὐτῆς καρ‐ ποῦσθαι τὴν ὠφέλειαν. Καὶ καθάπερ οἱ τοὺς ὀφθαλ‐ μοὺς νοσοῦντες, σπογγιὰς καὶ ἱματίων ῥάκη κυανι‐ ζόντων κατέχοντες, καὶ συνεχῶς εἰς αὐτὰ βλέποντες, καρποῦνταί τινα τοῦ νοσήματος παραμυθίαν ἀπὸ τοῦ | |
20 | χρώματος ἐκείνου· οὕτω καὶ σὺ, ἂν τὴν εἰκόνα τοῦ Δαυῒδ πρὸ ὀφθαλμῶν ἔχῃς τῶν ἑαυτοῦ, καὶ συνεχῶς εἰς αὐτὴν ἀτενίζῃς, κἂν μυριάκις θυμὸς ἐνοχλῇ καὶ συγχέῃ τὸν ὀφθαλμὸν τῆς διανοίας, ὁρῶν εἰς ἐκεῖνον τὸν χαρακτῆρα τῆς ἀρετῆς, ὁλόκληρον δέξῃ τὴν ὑγί‐ | |
25 | ειαν, καὶ καθαρὰν τὴν φιλοσοφίαν. γʹ. Μὴ γάρ μοι λεγέτω τις, ὅτι Μιαρὸν ἐχθρὸν ἔχω, πονηρὸν, διεφθαρμένον, ἀδιόρθωτον. Οἷον ἂν εἴπῃς, οὐκ ἔστι τοῦ Σαοὺλ χείρων, ὃς καὶ ἅπαξ καὶ δὶς, καὶ πολλάκις διασωθεὶς ὑπὸ τοῦ Δαυῒδ, αὐτὸς μυρία ἐπι‐ | |
30 | βουλεύσας, εἶτα ἀντὶ τούτων εὐεργετηθεὶς, ἔμενε τὴν ἑαυτοῦ πονηρίαν διατηρῶν. Τί γὰρ ἔχεις εἰπεῖν, Ὅτι γῆν ἀπετέμετο, καὶ ἐν ἀγροῖς ἠδίκησε, καὶ οἰ‐ κίας ὅρια ὑπερέβη, καὶ ἀνδράποδα ἥρπασε, καὶ ὕβρισε, καὶ ἐπλεονέκτησε, καὶ εἰς πενίαν ἤγαγεν; Ἀλλ’ οὔπω | |
35 | τὴν ψυχὴν ἀφείλετο, ὅπερ οὗτος ἐσπούδαζεν· εἰ δὲ καὶ τὴν ψυχὴν ἐσπούδασεν ἀφελέσθαι, ἀλλ’ ἅπαξ τοῦτ’ ἐτόλμησεν ἴσως, οὐχὶ δὶς καὶ τρὶς, καὶ πολλάκις καθάπερ οὗτος· εἰ δὲ καὶ ἅπαξ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἀλλ’ οὐ τοσαῦτα εὐεργετηθεὶς, ἀλλ’ οὐκ | |
40 | ἐλθὼν εἰς τὰς χεῖρας καὶ ἅπαξ καὶ δεύτερον, καὶ δια‐ σωθείς· εἰ δὲ καὶ τοῦτο, καὶ οὕτω πλεονεκτεῖ πάλιν ὁ Δαυΐδ. Οὐ γάρ ἐστιν ἴσον ἐπὶ τῆς Παλαιᾶς ὄντα τοιαῦτα φιλοσοφεῖν, καὶ νῦν μετὰ τὴν χάριν τοιαύτας χαρίζεσθαι δωρεάς. Οὐκ ἦν ὁ Δαυῒδ ἀκούσας τὴν πα‐ | |
45 | ραβολὴν τῶν μυρίων ταλάντων καὶ τῶν ἑκατὸν δη‐ ναρίων· οὐκ ἦν ὁ Δαυῒδ ἀκούσας τῆς εὐχῆς τῆς λεγού‐ σης, Ἄφετε τοῖς ἀνθρώποις τὰ ὀφλήματα αὐτῶν, καθὼς καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος· οὐκ ἦν ἰδὼν τὸν Χριστὸν σταυρωθέντα, οὐχ αἷμα τὸ τίμιον ἐκχυ‐ | |
54.698(50) | θὲν, οὐδὲ τοὺς μυρίους περὶ φιλοσοφίας ἀκούσας λό‐ γους· οὐκ ἀπέλαυσε θυσίας τοσαύτης, οὐδ’ αἵματος μετέσχε Δεσποτικοῦ, ἀλλ’ ἀτελεστέροις ἐντρε‐ φόμενος νόμοις καὶ οὐδὲν ἀπαιτοῦσι τοιοῦτον, πρὸς αὐτὴν τὴν κορυφὴν τῆς ἐν τῇ χάριτι ἔφθασε φιλοσο‐ | |
55 | φίας. Καὶ σὺ μὲν πολλάκις ὑπὲρ τῶν παρελθόντων ὀργιζόμενος μνησικακεῖς· οὗτος δὲ καὶ ὑπὲρ τῶν μελ‐ | |
λόντων δεδοικὼς, καὶ εἰδὼς ἀκριβῶς, ὅτι ἀοίκητος | 697 | |
54.699 | αὐτῷ ἔσται ἡ πόλις, καὶ ἀβίωτος ὁ βίος σώσαντι τὸν ἐχθρὸν, οὐκ ἀφίστατο τῆς ἐκείνου κηδεμονίας, ἀλλὰ πάντ’ ἔπραττε, καθ’ ἑαυτοῦ τὸν πολέμιον τρέφων. Τίς ἂν σχοίη ταύτης μείζονα ἀνεξικακίαν εἰπεῖν; Ἵνα | |
5 | δὲ καὶ ἐκ τῶν νῦν γινομένων μάθῃς, ὅτι δυνατὸν, ἂν ἐθέλωμεν, πάντα ἄνθρωπον πρὸς ἡμᾶς ἀπεχθῶς ἔχοντα καταλλάξαι, τί λέοντος ἀγριώτερον; Ἀλλ’ ὅμως τοῦτον ἡμεροῦσιν ἄνθρωποι, καὶ ἡ τέχνη τὴν φύσιν βιάζεται, καὶ γίνεται προβάτου παντὸς ἐπιει‐ | |
10 | κέστερος ὁ πάντων θηρίων ἀγριώτερος καὶ βασιλι‐ κώτερος, καὶ διὰ τῆς ἀγορᾶς βαδίζει μηδένα δεδιτ‐ τόμενος. Τίν’ οὖν ἕξομεν ἀπολογίαν, τίνα συγγνώ‐ μην, θηρία μὲν ἡμεροῦντες, ἀνθρώπους δὲ λέγοντες μὴ δύνασθαι καταπραΰνειν ποτὲ, μηδὲ ποιεῖν πρὸς | |
15 | ἡμᾶς ἔχειν ἡδέως; Καίτοι γε τῷ θηρίῳ μὲν παρὰ φύσιν τὸ ἥμερον· τῷ ἀνθρώπῳ δὲ παρὰ φύσιν τὸ ἄγριον. Ὅταν οὖν τῆς φύσεως περιγινώμεθα, τίν’ ἕξομεν ἀπολογίαν, προαίρεσιν λέγοντες μὴ δύνασθαι διορθοῦν; Εἰ δ’ ἔτι φιλονεικεῖς, ἐκεῖν’ ἂν εἴποιμι, ὅτι | |
20 | κἂν ἀνίατα νοσῇ, ὅσος σοι μείζων ὁ πόνος, τοσοῦτός σοι καὶ ὁ μισθὸς παραμένοντι, καὶ θεραπεύοντι τὸν νοσοῦντα ἀνίατα. Ἓν τοίνυν σκοπῶμεν μόνον, οὐχ ὅπως μηδὲν πάθω‐ μεν παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ’ ὅπως μηδὲν αὐ‐ | |
25 | τοὺς ἡμεῖς ἐργασώμεθα κακόν· καὶ οὐδὲν πεισόμεθα δεινὸν, κἂν μυρία πάσχωμεν δεινά· ὡσπεροῦν οὐδ’ ὁ Δαυῒδ ἐλαυνόμενος, φυγαδευόμενος, μέχρι τῆς ψυχῆς αὐτῆς ἐπιβουλευόμενος, ἔπαθέ τι δεινόν. ἀλλ’ ἐκείνου λαμπρότερος ἦν καὶ σεμνότερος καὶ ποθεινότερος | |
30 | ἅπασιν, οὐκ ἀνθρώποις δὲ μόνον, ἀλλὰ καὶ αὐτῷ τῷ Θεῷ. Τί γὰρ ἠδικήθη ὁ ἅγιος ἐκεῖνος τότε τοσαῦτα παθὼν παρὰ τοῦ Σαούλ; Οὐχὶ μέχρι τῆς σήμερον ἡμέρας ᾄδεται, καὶ λαμπρὸς μὲν ἐν γῇ, λαμπρότερος δὲ ἐν οὐρανῷ; οὐχὶ τὰ ἀπόῤῥητα αὐτὸν ἀγαθὰ μένει, | |
35 | καὶ ἡ τῶν οὐρανῶν βασιλεία; Τί δ’ ὠφέλησεν ὁ τα‐ λαίπωρος ἐκεῖνος καὶ ἄθλιος τοσαῦτα ἐπιβουλεύσας; Οὐχὶ καὶ τῆς βασιλείας ἐξέπεσε, καὶ ἐλεεινὸν ὑπέστη τὸν θάνατον μετὰ τοῦ παιδὸς, καὶ παρὰ πάντων κατ‐ ηγορεῖται, καὶ τὸ δὴ χαλεπώτερον, τὰς ἀθανάτους νῦν | |
40 | ἐκδέχεται τιμωρίας; Ὅλως δὲ τί ποτέ ἐστιν, ὅπερ ἐγκαλῶν τῷ ἐχθρῷ οὐ βούλει καταλλαγῆναι; Χρή‐ ματά σε ἀφείλετο; Ἀλλ’ ἂν ἐνέγκῃς γενναίως τὴν ἁρπαγὴν, τοσοῦτον λήψῃ μισθὸν, ὅσον ἂν εἰ ταῖς τῶν πενήτων αὐτὰ χερσὶν ἐναπέθηκας. Καὶ γὰρ ὁ πένησι | |
45 | δεδωκὼς, καὶ ὁ τῷ πλεονεκτήσαντι μήτε ἐπιβου‐ λεύων, μήτε καταρώμενος, διὰ τὸν Θεὸν ταῦτα ἀμ‐ φότεροι ποιοῦσιν. Ὅταν οὖν ἡ ὑπόθεσις τῆς δαπάνης ᾖ μία, εὔδηλον ὅτι καὶ στέφανος εἷς. Ἀλλ’ εἰς ψυχὴν ἐπεβούλευσε, καὶ ἀνελεῖν ἐπεχείρησε; Μαρτύ‐ | |
54.699(50) | ριόν σοι τὸ πρᾶγμα λογίζεται, ἂν τὸν ἐπίβουλον, καὶ μέχρι τοσούτου τὴν ἔχθραν ἐξαγαγόντα, ἐν τοῖς εὐερ‐ γέταις ἀριθμῇς, καὶ διατελῇς εὐχόμενος ὑπὲρ αὐτοῦ, καὶ τὸν Θεὸν ἵλεω γενέσθαι παρακαλῶν. δʹ. Μὴ γὰρ δὴ τοῦτο ἴδωμεν, ὅτι διεκώλυσεν ὁ Θεὸς | |
55 | σφαγῆναι τὸν Δαυῒδ, ἀλλ’ ἐκεῖνο σκόπει, ὅτι τριπλοῦν καὶ τετραπλοῦν στέφανον μαρτυρίου ἀνεδήσατο ἀπὸ τῆς τοῦ Σαοὺλ ἐπιβουλῆς. Ὁ γὰρ διὰ τὸν Θεὸν τὸν | |
πολέμιον σώζων, τὸν ἅπαξ καὶ δὶς καὶ πολλάκις τὸ | Column end | |
54.700 | δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀκοντίσαντα, καὶ γε‐ νόμενος κύριος ἀνελεῖν, εἶτα φεισάμενος, καὶ ταῦτ’ εἰδὼς, ὅτι μετὰ τὴν φειδὼ ταύτην πάλιν ἐπιθήσεται, εὔδηλον ὅτι μυριάκις ἐσφάγη τῇ προθέσει· μυριάκις | |
5 | δὲ σφαγεὶς διὰ τὸν Θεὸν, πολλοὺς ἔχει μαρτυρίου στεφάνους, καὶ ὅπερ ὁ Παῦλος ἔλεγεν, ὅτι Καθ’ ἑκά‐ στην ἡμέραν ἀποθνήσκω διὰ τὸν Θεὸν, τοῦτο καὶ αὐτὸς ἔπασχε διὰ τὸν Θεόν. Δυνάμενος γὰρ ἀνελεῖν τὸν ἐπιβουλεύοντα, διὰ τὸν Θεὸν οὐκ ἠθέλησεν· ἀλλ’ | |
10 | εἵλετο κινδυνεύειν καθ’ ἑκάστην ἡμέραν μᾶλλον, ἢ δι‐ καίαν ἐργασάμενος σφαγὴν ἀπὸ τοσούτων ἀπαλλα‐ γῆναι θανάτων. Εἰ δὲ τὸν μέχρι τῆς ζωῆς αὐτῆς ἐπι‐ βουλεύοντα ἀμύνασθαι καὶ μισεῖν οὐ χρὴ, πολλῷ μᾶλ‐ λον εἰς ὁτιοῦν ἄλλο ἀδικοῦντα. | |
15 | Πολλοῖς δοκεῖ τὸ κακῶς ἀκούειν, καὶ εἰς ὑπόληψιν παραβλάπτεσθαι παρὰ τῶν ἐχθρῶν, πάντων θανάτων ἀφορητότερον εἶναι. Φέρε οὖν καὶ αὐτὸ τοῦτο ἐξετά‐ σωμεν· Εἶπέ σέ τις κακῶς, καὶ μοιχὸν καὶ πόρνον ἐκάλεσε; Ταῦτα εἰ μὲν ἀληθῆ λέγῃ, διόρθωσαι· εἰ | |
20 | δὲ ψευδῆ, καταγέλασον· εἰ σύνοιδας σαυτῷ τὰ εἰρη‐ μένα, σωφρόνησον· εἰ δὲ μὴ σύνοιδας, καταφρόνη‐ σον· μᾶλλον δὲ μὴ καταγελάσῃς, μηδὲ καταφρονήσῃς μόνον, ἀλλὰ καὶ χαῖρε, καὶ σκίρτα κατὰ τὸν τοῦ Κυ‐ ρίου λόγον, τὸν κελεύοντα οὕτω ποιεῖν. Ὅταν γὰρ | |
25 | ὀνειδίσωσι, φησὶν, ὑμᾶς, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ’ ὑμῶν ψευδόμενοι, χαίρετε καὶ ἀγαλ‐ λιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρα‐ νοῖς. Καὶ πάλιν, Χαίρετε καὶ σκιρτᾶτε, ὅταν ἐκ‐ βάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ψευδόμενοι. | |
30 | Ὅτι δὲ κἂν ἀληθεύων εἴπῃ, σὺ δὲ μετ’ ἐπιεικείας ἐνέγ‐ κῃς τὰ ῥήματα, καὶ μὴ ἀνθυβρίσῃς, μηδὲ λοιδορήσῃς, ἀλλὰ στενάξῃς πικρὸν, καὶ καταγνῷς τῶν πεπλημμελη‐ μένων, οὐκ ἐλάττονα τοῦ προτέρου καρπώσῃ μισθόν· καὶ τοῦτο ἀπὸ τῶν Γραφῶν ὑμῖν παραστῆσαι πειρά‐ | |
35 | σομαι, ἵνα μάθητε ὅτι ὅσα οὐκ ὠφελοῦσι φίλοι ἐπαι‐ νοῦντες καὶ χαριζόμενοι, τοσαῦτα ὠφελοῦσιν ἐχθροὶ κακῶς λέγοντες, κἂν ἀληθεύωσι, μόνον ἂν εἰς δέον ἡμεῖς ταῖς κατηγορίαις χρήσασθαι βουληθῶμεν. Οἱ μὲν γὰρ φίλοι πολλάκις καὶ πρὸς χάριν κολακεύουσιν· | |
40 | οἱ δ’ ἐχθροὶ τὰ ἁμαρτήματα εἰς μέσον ἄγουσιν. Ἐπειδὴ γὰρ ὑπὸ φιλαυτίας ἡμεῖς τὰ ἡμέτερα πλημμελή‐ ματα οὐχ ὁρῶμεν, ὑπὸ τῆς ἔχθρας ἐκεῖνοι πολλάκις ἡμῶν ἀκριβέστερον θεασάμενοι, καὶ ὀνειδίσαντες εἰς ἀνάγκην ἡμᾶς ἐνέβαλον διορθώσεως, καὶ γέγονεν | |
45 | ἡμῖν ἡ ἔχθρα μεγίστης ὠφελείας ὑπόθεσις, οὐ μόνον ὅτι μιμνησκόμενοι παρ’ ἐκείνων νοοῦμεν ἡμῶν τὰ ἁμαρτήματα, ἀλλ’ ὅτι αὐτὰ καὶ ἀποτιθέμεθα. Ἂν γὰρ ὀνειδίσῃ σε ὁ ἐχθρὸς ἁμάρτημα, ὃ σὺ σαυτῷ σύν‐ οιδας, σὺ δ’ ἀκούσας ἐκεῖνον μὲν μὴ ὑβρίσῃς, στενάξῃς | |
54.700(50) | δὲ πικρὸν, καὶ τὸν Θεὸν παρακαλέσῃς, εὐθέως ἀπέθου τὴν ἁμαρτίαν ἅπασαν. Ἆρα τί τούτου γένοιτ’ ἂν μα‐ καριώτερον; τί δ’ εὐκολώτερον πρὸς ἁμαρτημάτων ἀπαλλαγήν; Ἀλλ’ ἵνα μὴ νομίσῃς ἡμᾶς ἁπλῶς σε ψυχαγωγεῖν, ἀπὸ τῶν θείων Γραφῶν τὴν ὑπὲρ τούτων | |
55 | παρέξομαι μαρτυρίαν, ἵνα μηδὲν ἀμφιβάλῃς λοιπόν. | |
Φαρισαῖός τις ἦν, καὶ τελώνης· ὁ μὲν εἰς ἐσχάτην | 699 | |
54.701 | κακίαν ἐληλακὼς, ὁ δὲ δικαιοσύνης ἐπιμελόμενος ἄκρας· καὶ γὰρ τὰ ὄντα προήκατο, καὶ νηστεύων διετέλει, καὶ πλεονεξίας ἦν καθαρός· ἐκεῖνος δ’ ἐν ἁρπαγαῖς καὶ βίαις τὸν ἅπαντα χρόνον ἀνήλωσεν. | |
5 | Ἀνῆλθον ἀμφότεροι προσεύξασθαι εἰς τὸ ἱερόν. Εἶτα ἐκεῖνος στὰς ἔλεγεν· Εὐχαριστῶ σοι, Κύριε, ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, πλεονέκται, οὐδ’ ὡς οὗτος ὁ τελώνης. Ὁ δὲ τελώνης πόῤῥωθεν ἑστὼς, οὐκ ἀνθύβρισεν, οὐκ ἀντελοιδόρη‐ | |
10 | σεν, οὐκ εἶπε ταῦτα τὰ τῶν πολλῶν ῥήματα· Σὺ δὲ τολμᾷς τοῦ ἐμοῦ μεμνῆσθαι βίου, ἐπιλαβέσθαι δὲ τῶν ἐμοὶ πεπραγμένων; Οὐ γάρ εἰμί σου βελτίων; Εἴπω τά σοι πεπλημμελημένα, καὶ ποιήσω μηδέποτέ σε τῶν ἱερῶν τούτων ἐπιβῆναι προθύρων. Οὐδὲν τούτων εἶπε | |
15 | τῶν ψυχρῶν ῥημάτων, ἃ καθ’ ἑκάστην ἡμέραν ἀλλήλους πλύνοντες λέγομεν· ἀλλὰ πικρῶς στενάξας καὶ πα‐ τάξας τὸ στῆθος, τοσοῦτον εἶπε μόνον, Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ κατῆλθε δεδικαιωμένος. Εἶδες τάχος; Κατεδέξατο ὄνειδος, καὶ ἀπενίψατο | |
20 | ὄνειδος· ἐπέγνω τὰ ἁμαρτήματα, καὶ ἀπέθετο τὰ ἁμαρτήματα· καὶ ἡ κατηγορία τῆς ἁμαρτίας γέγονεν ἀναίρεσις τῆς ἁμαρτίας, καὶ ὁ ἐχθρὸς ἄκων εὐερ‐ γέτης καθίστατο. Πόσα γὰρ ἔδει καμεῖν τὸν τελώνην νηστεύοντα, χαμευνοῦντα, ἀγρυπνοῦντα, τὰ ὄντα τοῖς | |
25 | δεομένοις παρέχοντα, ἐν σποδῷ καὶ σάκκῳ καθήμενον ἐν πολλῷ τῷ χρόνῳ, ὥστε δυνηθῆναι τὰ ἁμαρτήματα ἀποθέσθαι ἐκεῖνα; Καὶ νῦν οὐδὲν τούτων ποιήσας, διὰ ψιλοῦ ῥήματος πᾶσαν ἀπέθετο τὴν κακίαν· καὶ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τοῦ δόξαντος αὐτὸν ὑβρίζειν | |
30 | στέφανον αὐτῷ δικαιοσύνης ἐκόμισαν, χωρὶς ἱδρώτων, καὶ πόνων, καὶ χρόνου μακροῦ. Ὁρᾷς ὅτι κἂν ἀληθῆ τις λέγῃ περὶ ἡμῶν, κἂν τοιαῦτα ἅπερ ἡμεῖς ἑαυτοῖς σύνισμεν, ἡμεῖς δὲ τὸν λέγοντα μὴ ὑβρίσωμεν, ἀλλὰ στενάξωμεν πικρὸν, καὶ τὸν Θεὸν ὑπὲρ τῶν ἁμαρτη‐ | |
35 | μάτων παρακαλέσωμεν, πάντα δυνησόμεθα ἀποθέσθαι τὰ πλημμελήματα; Οὕτω γοῦν καὶ οὗτος ἐδικαιώθη· ἐπειδὴ γὰρ οὐκ ἀνθύβρισεν ἐκεῖνον, ἀλλ’ ἐστέναξεν ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, κατῆλθε δεδικαιω‐ μένος μᾶλλον οὗτος, ἢ ἐκεῖνος. | |
40 | εʹ. Ὁρᾷς ὅσον ἔχει κέρδος ἡ τῶν ἐχθρῶν ὕβρις, ἐὰν φιλοσόφως αὐτὴν φέρωμεν; Ὅταν γοῦν καὶ ψευδόμε‐ νοι καὶ ἀληθεύοντες ἡμᾶς ὠφελῶσι, τίνος ἕνεκεν ἀλγοῦμεν; τίνος ἕνεκεν δακνόμεθα; Ἂν μὴ σὺ σαυτὸν παραβλάψῃς, ἄνθρωπε, οὔτε φίλος, οὔτ’ ἐχθρὸς, οὔτ’ | |
45 | αὐτός σε ὁ διάβολος παραβλάψαι δυνήσεται. Ὅταν γὰρ οἱ ὑβρίζοντες, οἱ δημεύοντες, οἱ μέχρι τῆς ζωῆς αὐτῆς ἐπιβουλεύοντες ὠφελῶσιν ἡμᾶς, καὶ οἱ μὲν μαρτυρίου στέφανον ἡμῖν πλέκωσι, καθάπερ ἀπεδεί‐ ξαμεν, οἱ δὲ τὰ ἁμαρτήματα ἡμῶν ὑποσύρωσι, καὶ | |
54.701(50) | δικαίους ἡμᾶς ἐργάζωνται, ὥσπερ ἐπὶ τοῦ τελώνου γέγονε, τίνος ἕνεκεν ἐκθηριούμεθα πρὸς αὐτούς; Μὴ τοίνυν λέγωμεν· Ὁ δεῖνά με παρώξυνε, καὶ ὁ δεῖνά με προήγαγεν εἰπεῖν ῥήματα αἰσχρά· ἡμεῖς αἴτιοι πανταχοῦ τούτων. Ἂν γὰρ θέλωμεν φιλοσοφεῖν, οὐδὲ | |
55 | δαίμων ἡμᾶς δυνήσεται κινῆσαι πρὸς ὀργήν· καὶ τοῦτο δῆλον καὶ ἐξ ἄλλων μὲν πολλῶν, καὶ ἀπ’ αὐτῆς δὲ τῆς προκειμένης ἡμῖν ἱστορίας τῆς περὶ τοῦ Δαυῒδ, ἣν ἄξιον καὶ σήμερον παραγαγεῖν εἰς μέσον, πρότερον ἀναμνήσαντες ὑμῶν τὴν ἀγάπην, ποῦ τὸν | |
60 | λόγον κατελύσαμεν πρώην. Ποῦ τοίνυν αὐτὸν κατελύ‐ | Column end |
54.702 | σαμεν; Εἰς τὴν ἀπολογίαν τὴν τοῦ Δαυΐδ. Οὐκοῦν ἀνάγκη σήμερον τὰ τοῦ Σαοὺλ ῥήματα εἰπεῖν, καὶ ἰδεῖν τί πρὸς τὴν δικαιολογίαν ἐκείνου ἀπεκρίνατο οὗτος. Οὐ γὰρ δὴ μόνον ἀφ’ ὧν ὁ Δαυῒδ ἐφθέγξατο | |
5 | ῥημάτων, ἀλλὰ καὶ ἀφ’ ὧν ὁ Σαοὺλ λέγει, τὴν ἀρετὴν εἰσόμεθα τοῦ Δαυΐδ· ἂν γὰρ φανῇ τι πρᾶον καὶ ἥμερον οὗτος φθεγγόμενος, τὴν αἰτίαν τούτων ἐκείνῳ λογιούμεθα τῷ μεταβαλόντι τὸν ἄνθρωπον, τῷ παι‐ δεύσαντι καὶ ῥυθμίσαντι τὴν ψυχὴν αὐτοῦ. Τί οὖν | |
10 | φησιν ὁ Σαούλ; Ἀκούσας τοῦ Δαυῒδ εἰπόντος, Ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος ἐν τῇ χειρί μου, καὶ τἄλλα πάνθ’ ἃ μετὰ τούτων ἀπελογήσατο, Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Ὢ πόση γέγονεν ἀθρόον ἡ μεταβολή! Ὁ γὰρ μηδ’ ἀπὸ ψιλοῦ τοῦ ὀνόματος | |
15 | ἀνεχόμενος αὐτὸν καλέσαι ποτὲ, ἀλλὰ καὶ αὐτὴν αὐτοῦ μισῶν τὴν προσηγορίαν, καὶ εἰς συγγένειαν αὐτὸν ἤγαγε, τέκνον αὐτὸν προσειπών. Τί τοῦ Δαυῒδ μακαριώτερον, ὃς τὸν ἀνδροφόνον πατέρα ἐποίησε, καὶ τὸν λύκον πρόβατον, καὶ τὴν κάμινον τῆς ὀργῆς | |
20 | δρόσου πολλῆς ἐνέπλησε, καὶ τὰ κύματα εἰς γαλήνην μετέβαλε, καὶ τὴν φλεγμονὴν τοῦ θυμοῦ κατέσβεσεν ἅπασαν; Τὰ γὰρ ῥήματα ἐκεῖνα τοῦ Δαυῒδ εἰς τὴν διάνοιαν εἰσελθόντα τοῦ τεθηριωμένου τούτου, πᾶσαν ταύτην εἰργάσατο τὴν μεταβολὴν, ἣν ἀπὸ τῶν ῥημά‐ | |
25 | των τούτων ἔστι ἰδεῖν. Οὔτε γὰρ εἶπεν, Οἱ λόγοι σοι οὗτοι, τέκνον Δαυΐδ; ἀλλὰ τί; Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; καὶ πρὸς αὐτὸν γὰρ τὸν φθόγγον διεθερ‐ μαίνετο λοιπόν. Καὶ καθάπερ πατὴρ χρονίας ἀκούσας φωνῆς παιδὸς ἐπανελθόντος ποθὲν, οὐχὶ πρὸς τὴν | |
30 | ὄψιν μόνην, ἀλλὰ καὶ πρὸς τὴν φωνὴν αὐτὴν διεγεί‐ ρεται· οὕτω καὶ ὁ Σαοὺλ, ἐπειδὴ τὰ ῥήματα τοῦ Δαυῒδ εἰσελθόντα τὴν ἔχθραν ἐξέβαλεν, ἐπέγνω λοιπὸν τὸν ἅγιον, καὶ πάθος ἀποθέμενος, πάθος ἐδέξατο. Ἐκβα‐ λὼν γὰρ θυμὸν, ἐδέξατο εὐθυμίαν τε καὶ συμπάθειαν. | |
35 | Καὶ καθάπερ νυκτὸς μὲν παρούσης οὐδὲ παρόντα πολλάκις ἐπιγινώσκομεν φίλον, ἡμέρας δὲ γε‐ νομένης, καὶ πόῤῥωθεν ὁρῶντες αὐτὸν γνωρίζομεν· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας συμβαίνειν εἴωθεν. Ἕως μὲν ἂν ὦμεν ἀηδῶς πρὸς ἀλλήλους ἔχοντες, καὶ φω‐ | |
40 | νῆς ἑτέρως ἀκούομεν, καὶ ὄψιν μετὰ διεφθαρμένης βλέπομεν γνώμης· ἐπειδὰν δ’ ἀποθώμεθα τὴν ὀργὴν, ἡ πρὸ τούτου πολεμία καὶ ἐχθρὰ φωνὴ, προσηνὴς καὶ ἡδίστη ἡμῖν φαίνεται, καὶ ἡ πολεμία ὄψις καὶ ἀηδὴς ποθεινὴ καὶ ἐπίχαρις. | |
45 | ϛʹ. Τοῦτο γίνεται καὶ ἐπὶ τοῦ χειμῶνος. Οὐκ ἀφίησι τοῦ οὐρανοῦ τὸ κάλλος ἡ τῶν νεφῶν φαίνεσθαι συν‐ δρομή· ἀλλὰ κἂν μυριάκις ὀξυδερκὲς ἔχωμεν τὸ ὄμμα, οὐκ ἰσχύομεν ἀντιλαβέσθαι τῆς ἄνω φαιδρό‐ τητος. Ἐπειδὰν δ’ ἡ τῆς ἀκτῖνος θερμότης ἐνδιατρί‐ | |
54.702(50) | ψασα καὶ διαῤῥήξασα τὸ νέφος, δείξῃ τὸν ἥλιον, δεί‐ κνυσι καὶ τὴν τοῦ οὐρανοῦ πάλιν εὐπρέπειαν. Οὕτω καὶ ἐφ’ ἡμῶν ὀργιζομένων γίνεται· καὶ καθάπερ νέφος πεπυκνωμένον πρὸ τῶν ὀφθαλμῶν καὶ πρὸ τῶν ἀκοῶν ἑστῶσα ἡ ἔχθρα, ἑτέρας καὶ τὰς φωνὰς καὶ | |
55 | τὰς ὄψεις ποιεῖ φαίνεσθαι. Ἐπειδὰν δὲ φιλοσοφήσας τις τὴν ἔχθραν ἀπόθηται καὶ διαῤῥήξῃ τῆς λύπης τὸ | |
νέφος, τότε ἀδεκάστῳ λογισμῷ καὶ ὄψεται πάντα, καὶ | 701 | |
54.703 | ἀκούσεται· ὅπερ οὖν καὶ ὁ Σαοὺλ οὗτος ἔπαθεν. Ἐπειδὴ γὰρ τὸ νέφος διεῤῥάγη τῆς ἔχθρας, ἐπέγνω τοῦ Δαυῒδ τὴν φωνὴν, καί φησιν· Ἡ φωνή σου αὕτη, τέκνον Δαυΐδ; Ποία Αὕτη; Ἡ τὸν Γολιὰθ κατενεγ‐ | |
5 | κοῦσα, καὶ τὴν πόλιν ἐξαρπάσασα τῶν κινδύνων, καὶ περὶ δουλείας καὶ περὶ θανάτου κινδυνεύοντας ἅπαν‐ τας καὶ πρὸς ἀσφάλειαν καὶ πρὸς ἐλευθερίαν ἐπανά‐ γουσα πάλιν, ἡ τὴν ἐκείνου καταστέλλουσα μανίαν, πολλὰ καὶ μεγάλα αὐτὸν ἐργασαμένη καλά. Αὕτη γὰρ | |
10 | ἡ φωνὴ τὸν βάρβαρον ἐκεῖνον κατήνεγκε· πρὸ γὰρ τοῦ λίθου, ἡ τῆς εὐχῆς δύναμις αὐτὸν ἐχειρώσατο. Οὐ γὰρ ἁπλῶς τὸν λίθον ἔῤῥιψεν, ἀλλὰ πρότερον εἰπὼν, Σὺ ἔρχῃ πρός με ἐν τοῖς θεοῖς σου· ἐγὼ δὲ ἔρχο‐ μαι πρὸς σὲ ἐν ὀνόματι Κυρίου Σαβαὼθ, ὃν ὠνεί‐ | |
15 | δισας σήμερον, οὕτως ἀφῆκε. Καὶ αὕτη τὸν λίθον ἐχειραγώγησεν ἡ φωνὴ, αὕτη τὴν ἀγωνίαν ἐνέβαλε τῷ βαρβάρῳ, αὕτη τὸ θράσος ἐξέκοψε τοῦ πολεμίου. Καὶ τί θαυμάζεις, εἰ θυμὸν καταστέλλει φωνὴ δι‐ καίου, καὶ πολεμίους καθαιρεῖ, ὅπου γε καὶ δαίμονας | |
20 | ἀπελαύνει; Ἐφθέγγοντο γοῦν μόνον οἱ ἀπόστολοι, καὶ πᾶσαι ἐδραπέτευον αἱ ἀντικείμεναι δυνάμεις. Ἡ φωνὴ τῶν ἁγίων καὶ τὰ στοιχεῖα πολλάκις ἔστησε, καὶ τὰς ἐνεργείας αὐτῶν μετέβαλεν. Εἶπε γοῦν ὁ Ἰησοῦς τοῦ Ναυῆ μόνον, Στήτω ὁ ἥλιος καὶ ἡ σελήνη, καὶ | |
25 | ἔστη· οὕτω καὶ ὁ Μωϋσῆς θάλατταν ἐπέδησε, καὶ ἀνῆκεν· οὕτως οἱ παῖδες οἱ τρεῖς τὴν ἐνέργειαν τοῦ πυρὸς ἔσβεσαν διὰ τῶν ὕμνων ἐκείνων καὶ διὰ τῆς φωνῆς. Διὰ τοῦτο καὶ πρὸς αὐτὴν τὴν φωνὴν διαθερ‐ μανθεὶς ὁ Σαοὺλ ἔλεγεν· Ἡ φωνή σου αὕτη, τέκνον | |
30 | Δαυΐδ; Τί γοῦν ὁ Δαυΐδ; Δοῦλός σου, κύριέ μου βασιλεῦ. Ἅμιλλα λοιπὸν καὶ φιλονεικία γίνεται, τίς τὸν πλησίον μειζόνως τιμήσει. Ἐκεῖνος εἰς συγγέ‐ νειαν ἤγαγεν, οὗτος δεσπότην αὐτὸν ὠνόμασεν. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἓν ζητῶ μόνον, φησὶ, σωτηρίαν | |
35 | τὴν σὴν, καὶ τὴν ἐπίδοσιν τῆς ἀρετῆς. Τέκνον με ἐκάλεσας, ἐγὼ δὲ ἀγαπῶ καὶ στέργω, ἐὰν δοῦ‐ λόν με ἔχῃς, μόνον μετὰ τοῦ ἀποθέσθαι τὴν ὀργὴν, μόνον μετὰ τοῦ μηδὲν ὑποπτεύειν περὶ ἐμοῦ πονηρὸν, καὶ μὴ νομίζειν ἐπίβουλον εἶναι καὶ πολέμιον. Τὸν | |
40 | γὰρ ἀποστολικὸν ἐκεῖνον ἐπλήρου νόμον, τὸν κε‐ λεύοντα τῇ τιμῇ ἀλλήλους προηγεῖσθαι, ὑπερέχοντας ἑαυτῶν· οὐ καθάπερ πολλοὶ, βοσκημάτων διακείμενοι χεῖρον, οὐδὲ προσειπεῖν τὸν πλησίον ἀνέχονται πρό‐ τεροι, νομίζοντες ὑβρίζεσθαι καὶ ἐλαττοῦσθαι, εἰ | |
45 | ψιλῆς τινι μεταδοῖεν προσρήσεως. Τί ταύτης τῆς ἀνοίας γένοιτ’ ἂν καταγελαστότερον; τί τοῦ τύφου τούτου καὶ τῆς ἀπονοίας αἰσχρότερον; Τότε γὰρ, τότε ἠλαττόνηκας, ὦ ἄνθρωπε, τότε ὑβρί‐ σθης, τότε ἠτιμάσθης, ὅταν ἀναμείνῃς τὸν πλησίον | |
54.703(50) | πρότερόν σε προσειπεῖν. Τί γὰρ ἀπονοίας χεῖρον; τί δὲ τύφου καὶ κενοδοξίας καταγελαστότερον; Ἂν μὲν γὰρ πρότερος προσείπῃς, καὶ ὁ Θεὸς ἐπαινέσεται, ὃ πάντων μεῖζον, καὶ ἄνθρωποι δὲ ἀποδέξονται, καὶ τῆς ἐκείνου προσρήσεως σὺ τὸν μισθὸν ἅπαντα λήψῃ· | |
55 | ἂν δ’ ἀναμείνῃς πρότερον τιμηθεὶς οὕτω τιμῆσαι, οὐδὲν μέγα εἰργάσω λοιπόν. Ὁ γὰρ τῆς εἰς σὲ κατ‐ άρξας τιμῆς, αὐτὸς καὶ τῆς παρὰ σοῦ γενομένης εἰς αὐτὸν θεραπείας τὸν μισθὸν ἅπαντα λήψεται. Μὴ ἀναμένωμεν τοίνυν τιμᾶσθαι παρ’ ἑτέρων πρότεροι· | |
60 | ἀλλ’ ἐπιτρέχωμεν ταῖς εἰς τὸν πλησίον τιμαῖς, καὶ τῆς προσρήσεως ἀεὶ κατάρχωμεν, καὶ μὴ νομίζωμεν | |
ψιλὸν εἶναι καὶ εὐτελὲς τὸ κατόρθωμα τοῦτο, τὸ γενέ‐ | Column end | |
54.704 | σθαι εὐπροσήγορον καὶ φιλοπροσήγορον. Πολλὰς γοῦν φιλίας ἐλλειφθὲν τοῦτο διέκοψε, πολλὰς ἔχθρας εἰργά‐ σατο· ὡσπεροῦν μετὰ σπουδῆς πληρούμενον χρονίους πολέμους κατέλυσε, καὶ τὰς οὔσας φιλίας ἀπέσφιγξε. | |
5 | Μὴ τοίνυν ἀμελῇς, ἀγαπητὲ, τῆς περὶ ταῦτα σπου‐ δῆς· ἀλλ’ εἰ μὲν οἷόν τε, τοὺς ἀπαντῶντας, οἷοί τινες ἂν ὦσι, καὶ ἐν ταῖς προσρήσεσι, καὶ ἐν τοῖς ἄλλοις ἅπασι πρότεροι θεραπεύωμεν. Ἂν δέ σε ἕτερος φθάσῃ, μείζονα ἐπίδειξαι τὴν τιμὴν πάλιν. Καὶ γὰρ καὶ τοῦτο | |
10 | παρῄνεκεν ὁ Παῦλος, οὕτως εἰπών· Ἀλλήλους ἡγεῖσθε ὑπερέχοντας ἑαυτῶν. Οὕτως ὁ Δαυῒδ ἐποίησε, καὶ πρότερος ἐτίμησε, καὶ τιμηθεὶς πάλιν μειζόνως ἀντετίμησεν, εἰπών· Δοῦλός σου, κύριέ μου βασιλεῦ. Καὶ ὅρα ὅσον εἰργάσατο κέρδος. Ἐπειδὴ | |
15 | γὰρ εἶπε τοῦθ’ ὁ Δαυῒδ, οὐκ ἤνεγκεν ἀδακρυτὶ λοιπὸν ταύτην ἀκοῦσαι τὴν φωνὴν ὁ Σαούλ· ἀλλ’ ὠλόλυξε πι‐ κρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ, καὶ τὴν φιλοσο‐ φίαν, ἣν ὁ Δαυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν. ζʹ. Τί γένοιτ’ ἂν τοῦ Προφήτου μακαριώτερον, ὃς ἐν | |
20 | βραχείᾳ καιροῦ ῥοπῇ οὕτω τὸν ἐχθρὸν μετεῤῥύθμισε, καὶ ψυχὴν αἵματος καὶ σφαγῆς διψῶσαν λαβὼν εἰς θρήνους ἐνέβαλεν ἀθρόον καὶ ὀλολυγμούς; Οὐχ οὕτω θαυμάζω τὸν Μωσέα, ὅτι ἀπὸ πέτρας ἀκροτόμου πη‐ γὰς ἐξήγαγεν ὑδάτων, ὡς θαυμάζω τὸν Δαυῒδ, ὅτι ἐξ | |
25 | ὀφθαλμῶν λιθίνων πηγὰς ἐξήγαγε δακρύων. Ἐκεῖνος μὲν γὰρ τὴν φύσιν ἐνίκησεν, οὗτος δὲ τῆς προαιρέ‐ σεως περιεγένετο· ἐκεῖνος ἐπάταξε τῇ ῥάβδῳ τὸν λίθον, οὗτος ἔκρουσε τῷ λόγῳ τὴν καρδίαν, οὐχ ἵνα λυπήσῃ, ἀλλ’ ἵνα καθαρὰν ἐργάσηται καὶ προσ‐ | |
30 | ηνῆ· ὅπερ οὖν καὶ ἐποίησε, μείζονα τῆς προτέρας εὐεργεσίας ἐπιδειξάμενος. Ἐπαίνου μὲν ἄξιον καὶ μεγίστου θαύματος καὶ τὸ μὴ βαπτίσαι τὸ ξίφος, μηδὲ ἀποτεμεῖν τὴν πολεμίαν ἐκείνην κεφαλήν· πολλῷ δὲ πλειόνων ἂν εἴη στεφάνων τὸ καὶ αὐτὴν αὐτοῦ | |
35 | μεταβαλεῖν τὴν προαίρεσιν, καὶ βελτίω ποιῆσαι, καὶ πρὸς τὴν οἰκείαν αὐτὸν ἐπιείκειαν μεταβαλεῖν. Αὕτη μείζων ἐκείνης ἡ εὐεργεσία. Οὐ γάρ ἐστιν ἴσον ζωὴν χαρίσασθαι, καὶ εἰς φιλοσοφίαν ἐναγαγεῖν· οὐκ ἔστιν ἴσον ἀπαλλάξαι θυμοῦ πνέοντος φόνον ἄδικον, ἐξελέ‐ | |
40 | σθαι σφαγῆς, καὶ ἐξελέσθαι παραπληξίας ἐπὶ τοσοῦτον ὁδευούσης κακόν. Τοὺς μὲν γὰρ δορυφόρους κωλύσας αὐτὸν ἀνελεῖν, κατὰ τὸν παρόντα βίον ὠφελεῖ· τὴν δὲ πονηρίαν τῆς ψυχῆς ἐκβαλὼν διὰ τῆς τῶν ῥημάτων ἐπιεικείας, τὴν μέλλουσαν αὐτῷ ζωὴν ἐχαρίσατο καὶ | |
45 | τὰ ἀκίνητα ἀγαθὰ, τό γε εἰς αὐτὸν ἧκον. Ὅταν οὖν αὐτὸν ἐπαινέσῃς διὰ τὴν οἰκείαν πραότητα, μειζόνως αὐτὸν θαύμασον διὰ τὴν τοῦ Σαοὺλ μεταβολήν. Τοῦ γὰρ τῶν οἰκείων κρατῆσαι παθῶν, πολὺ πλέον ἐστὶ τὸ καὶ τῆς ἑτέρων περιγενέσθαι μανίας, καὶ φλεγμαί‐ | |
54.704(50) | νουσαν καταστεῖλαι καρδίαν, καὶ τοσαύτην γαλήνην ἀπὸ τοσαύτης ἐργάσασθαι ζάλης, καὶ ὀφθαλμοὺς φό‐ νον βλέποντας δακρύων ἐμπλῆσαι θερμῶν. Καὶ τοῦτό ἐστιν, ὃ πολλῆς ἐκπλήξεως γέμει καὶ θαύματος. Καὶ γὰρ εἰ μὲν τῶν ἐπιεικῶν καὶ μετρίων ἀνθρώπων ἦν | |
55 | ὁ Σαοὺλ, οὐ μέγα ἦν σφόδρα ἐπαναγαγεῖν αὐτὸν πρὸς τὴν οἰκείαν ἀρετήν· τὸ δ’ ἐκτεθηριωμένον καὶ πρὸς ἐσχάτην κακίαν ἐξοκείλαντα, καὶ πρὸς σφαγὴν ἐπει‐ | |
γόμενον, ἐν βραχείᾳ καιροῦ ῥοπῇ παρασκευάσαι πᾶ‐ | 703 | |
54.705 | σαν τὴν πικρίαν σβέσαι ἐκείνην, τίνα οὐκ ἂν ἀποκρύ‐ ψειε τῶν πώποτε ἐπὶ διδασκαλίᾳ φιλοσοφίας βεβοη‐ μένων; Καὶ σὺ τοίνυν, ὅταν λάβῃς τὸν ἐχθρὸν, μὴ τοῦτο | |
5 | σκόπει, ὅπως αὐτὸν ἀμυνόμενος καὶ μυρίαις πλύνας ταῖς λοιδορίαις ἐκπέμψῃς, ἀλλ’ ὅπως θεραπεύσῃς, ὅπως ἐπαναγάγῃς πρὸς ἐπιείκειαν· καὶ μὴ πρότερον ἀποστῇς πάντα καὶ ποιῶν καὶ λέγων, ἕως ἂν περι‐ γένῃ τῇ πραότητι τῆς ὠμότητος τῆς ἐκείνου. Οὐδὲν | |
10 | γὰρ ἐπιεικείας δυνατώτερον. Καὶ τοῦτ’ αὐτὸ δηλῶν τις ἔλεγεν, ὅτι Λόγος ἁπαλὸς συγκλάσει ὀστᾶ. Καίτοι τί ὀστέου σκληρότερον; Ἀλλ’ ὅμως κἂν οὕτω σκληρός τις ᾖ καὶ ἀκαμπὴς, περιέσται ῥᾳδίως ὁ μετ’ ἐπιεικείας αὐτῷ χρώμενος. Καὶ πάλιν· Ἀπόκρισις | |
15 | ὑποπίπτουσα ἀποστρέφει ὀργάς. Ὅθεν δῆλον ὅτι τοῦ κινηθῆναι τὸν ἐχθρὸν, καὶ τοῦ καταλλαγῆναι, σὺ κυριώτερος ἐκείνου. Ἐν γὰρ ἡμῖν, οὐκ ἐν τοῖς ὀργι‐ ζομένοις κεῖται καὶ τὸ σβεσθῆναι, καὶ τὸ πρὸς μεί‐ ζονα ἐξενεχθῆναι φλόγα τὸν θυμὸν τὸν ἐκείνων. Καὶ | |
20 | τοῦτ’ αὐτὸ πάλιν ὁ τὰ πρότερα εἰπὼν ἐδήλωσε διὰ ψιλοῦ παραδείγματος. Ὥσπερ γὰρ, φησὶν, εἰς σπιν‐ θῆρα πυρὸς ἂν μὲν φυσήσῃς, ἐξῆψας τὴν φλόγα, ἂν δὲ πτύσῃς, κατέσβεσας, καὶ ἀμφοτέρων σὺ κύριος (Ἀμφότερα γὰρ, φησὶν, ἐκ τοῦ στόματός σου πο‐ | |
25 | ρεύεται)· οὕτω καὶ ἐπὶ τῆς ἔχθρας τοῦ πλησίον· ἂν μὲν πεφυσημένους καὶ ἀπονενοημένους προσενέγ‐ κῃς λόγους, ἀνάπτεις ἐκείνου τὸ πῦρ, ἐκκαίεις τοὺς ἄνθρακας· ἂν δὲ προσηνεῖς καὶ περιεσταλμένους, πρὶν τὴν πυρὰν ἀρθῆναι, κατέσβεσας τὴν ὀργὴν ἅπα‐ | |
30 | σαν. Μὴ τοίνυν λέγε, ὅτι Τὰ καὶ τὰ ἔπαθον, τὰ καὶ τὰ ἤκουσα· πάντων γὰρ τούτων σὺ κύριος. Οὕτω γὰρ ὥσπερ σπινθῆρα καὶ σβέσαι καὶ ἀνάψαι, καὶ θυμὸν ἐκκαῦσαι καὶ καταστεῖλαι πάλιν ἐν σοί. Ὅταν ἴδῃς ἐχθρὸν, ἢ καὶ εἰς νοῦν λάβῃς, ὅσα μὲν ἤκουσας καὶ | |
35 | ἔπαθες λυπηρὰ, πάντ’ ἐπιλανθάνου ταῦτα· εἰ δὲ καὶ ἀναμνησθείης, τῷ διαβόλῳ ταῦτα λογίζου. Σύλλεγε δὲ, εἴ τί σοι χρηστὸν εἶπε πώποτε, καὶ ἐποίησε. Κἂν τῇ τούτων ἐνδιατρίβῃς μνήμῃ ταχέως καταλύσεις τὴν ἔχθραν. Κἂν μέλλῃς ἐγκαλεῖν καὶ διαλέγεσθαι, | |
40 | πρότερον τὸ πάθος ἐκβαλὼν καὶ τὸν θυμὸν σβέσας, οὕτως εὐθύνας ἀπαίτει, οὕτως ἔλεγχε, καὶ δυνήσῃ περιγενέσθαι ῥᾳδίως. Θυμούμενοι γὰρ οὔτ’ εἰπεῖν, οὔτ’ ἀκοῦσαί ποτε δυνησόμεθά τι ὑγιές· ἀπαλλαγέν‐ τες δὲ τοῦ πάθους, οὔτ’ αὐτοὶ ῥῆμά ποτ’ ἐξοίσομεν | |
45 | τραχὺ, οὔθ’ ἑτέρων λεγόντων οὕτως ἀκουσόμεθα. Οὐ γὰρ ἡ τῶν λεγομένων φύσις, ὡς ἡ τῆς ἔχθρας πρό‐ ληψις ἡμᾶς ἀγριοῦν εἴωθε. Πολλάκις γοῦν παρὰ φίλων τὰς αὐτὰς ἀκούσαντες λοιδορίας παιζόντων, ἢ καὶ χαριεντιζομένων, ἢ καὶ παρὰ παιδίων μικρῶν, οὐ | |
54.705(50) | μόνον οὐδὲν ἐπάθομεν ἀηδὲς, οὐδ’ ἐξηγριώθημεν, ἀλλὰ καὶ ἐγελάσαμεν καὶ διεχύθημεν· οὐ γὰρ μετὰ διεφθαρμένης ἠκούσαμεν γνώμης, οὐδὲ μετὰ ψυχῆς θυμῷ προκατειλημμένης. Ὥστε καὶ ἐπὶ τῶν ἐχθρῶν, ἂν σβέσῃς τὸν θυμὸν, ἂν τὴν ἔχθραν ἐκβάλῃς, οὐδέν | |
55 | σε τῶν λεγομένων λυπῆσαι δυνήσεται. | |
ηʹ. Καὶ τί λέγω, τῶν λεγομένων; Οὐδὲν τῶν γινομέ‐ | Column end | |
54.706 | νων, ὡσπεροῦν οὐδὲ τὸν μακάριον τοῦτον· ἀλλ’ ὁρῶν τὸν πολέμιον κατὰ τῆς αὐτοῦ σωτηρίας ὁπλιζόμενον, καὶ πάντα διὰ τοῦτο κινοῦντα, οὐ μόνον οὐκ ἠγρία‐ νεν, ἀλλὰ καὶ εἰς πλείονα ἦλθε συμπάθειαν· ὅσῳ | |
5 | μείζονα ἐπεβούλευε, τοσούτῳ μᾶλλον αὐτὸν ἐδάκρυεν. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι οὐχ ὁ πάσχων κακῶς, ἀλλ’ ὁ ποιῶν, οὗτός ἐστι δακρύων ἄξιος καὶ θρήνων, ἑαυτὸν καταβλάπτων. Διὰ τοῦτο καὶ μακρὰν πρὸς αὐτὸν συνέθηκεν ἀπολογίαν, καὶ οὐ πρότερον ἀπέστη, | |
10 | ἕως καὶ αὐτὸν ἀπολογήσασθαι παρεσκεύασε μετὰ δακρύων καὶ θρήνων. Ἐπειδὴ γὰρ ἀνῴμωξε καὶ πι‐ κρὰν ἀφῆκε φωνὴν, καὶ μέγα ἀνωλόλυξεν, ἄκουσον τί φησι· Δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ μὲν ἀνταπ‐ έδωκάς μοι ἀγαθὰ, ἐγὼ δ’ ἀνταπέδωκά σοι κακά. | |
15 | Ὁρᾷς πῶς καὶ τῆς οἰκείας κακίας καταγινώσκει, καὶ τὴν ἀρετὴν ἀνυμνεῖ τοῦ δικαίου, καὶ μηδενὸς ἀναγκάζοντος ἀπολογεῖται; Οὕτω καὶ σὺ ποίησον. Ἐπειδὰν λάβῃς τὸν ἐχθρὸν, μὴ κατηγορήσῃς, ἀλλ’ ἀπολόγησαι, ἵνα παρασκευάσῃς ἐκεῖνον ἑαυτοῦ | |
20 | κατηγορῆσαι. Ἂν μὲν γὰρ ἡμεῖς κατηγορῶμεν, τρα‐ χύνεται· ἂν δ’ ἀπολογησώμεθα, ἐντρεπόμενος ἡμῶν τὴν ἐπιείκειαν, αὐτὸς ἑαυτοῦ κατηγορήσει λοιπόν. Καὶ οὕτως ὅ τε ἔλεγχος ἀνύποπτος γίνεται, ἐκεῖνός τε τῆς πονηρίας ἀπαλλάττεται πάσης. Ὅπερ οὖν καὶ | |
25 | ἐνταῦθα συνέβη· καὶ κατηγορεῖ μετὰ πολλῆς τῆς σφοδρότητος ὁ ἀδικήσας, τοῦ ἠδικημένου σιγῶντος. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, Εἰργάσω εἰς ἐμὲ ἀγαθὰ, ἀλλ’, Ἀνταπέδωκάς μοι ἀγαθά· τουτέστιν, Ἀντὶ τῆς ἐπι‐ βουλῆς, ἀντὶ τῆς σφαγῆς, ἀντὶ τῶν μυρίων κακῶν | |
30 | ἐκείνων εὐεργεσίαις ἡμᾶς ἠμείψω μεγάλαις. Ἐγὼ δ’ οὐδ’ οὕτως ἐγενόμην βελτίων, ἀλλὰ καὶ μετὰ τὰς εὐεργεσίας ἐκείνας ἐπέμεινα τῇ πονηρίᾳ· καὶ οὐδ’ οὕτω μετεβάλου, ἀλλὰ διέμεινας τὸν σαυτοῦ διατηρῶν τρόπον καὶ πάλιν ἡμᾶς ἐπιβουλεύοντας εὐεργετῶν. | |
35 | Πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος καθ’ ἕκαστον τῶν ῥημάτων τούτων ὁ Δαυΐδ; Εἰ γὰρ καὶ τὸ στόμα αὐτὰ ἐφθέγγετο τοῦ Σαοὺλ, ἀλλ’ ἡ σοφία καὶ ἡ τέχνη τοῦ Δαυῒδ εἰς τὴν ἐκείνου κατεφύτευσεν αὐτὰ ψυχήν. Καὶ ἀπήγγειλάς μοι σήμερον, φησὶν, ἃ ἐποίησάς μοι | |
40 | ἀγαθὰ, ὡς ἀπέκλεισέ με Κύριος σήμερον εἰς τὰς χεῖράς σου, καὶ οὐκ ἀπέκτεινάς με. Καὶ ἑτέραν αὐτῷ μαρτυρεῖ πάλιν ἀρετὴν, ὅτι εὐεργετήσας οὐκ ἐσίγησεν, οὐδ’ ὑπερεῖδεν, ἀλλ’ ἐλθὼν εἶπεν, οὐ πρὸς ἐπίδειξιν τοῦτο ποιῶν, ἀλλὰ δεῖξαι βουλόμενος, καὶ | |
45 | διὰ τῶν ἔργων αὐτῶν διδάξαι, ὅτι τῶν κηδομένων ἐστὶ καὶ προνοούντων, οὐ τῶν ἐπιβουλευόντων καὶ πονη‐ ρευομένων. Τὸ γὰρ τὰς ἰδίας εὐεργεσίας λέγειν ἔστιν, ὅπου τὸ κέρδος ἔχει μέγιστον. Ὅταν γὰρ μηδεμιᾶς ὑποθέσεως οὔσης προσφέρῃ τις αὐτὰς καὶ ἀνακηρύττῃ, | |
54.706(50) | τῶν ὀνειδιζόντων οὐδὲν ἄμεινον διακείσεται· ὅταν δὲ βουλόμενος πεῖσαι τὸν διεφθαρμένον, καὶ πονηρὰν περὶ αὐτοῦ πρόληψιν ἔχοντα τοῦτο ποιῇ, κηδεμών ἐστι καὶ εὐεργέτης· ὅπερ οὖν καὶ ὁ Δαυῒδ ἐποίησεν, οὐ τῆς παρ’ αὐτοῦ δόξης ἐρῶν, ἀλλὰ τὸν ἐῤῥιζωμένον | |
55 | ἐν αὐτῷ θυμὸν ἀνασπάσαι βουλόμενος. Καὶ διὰ τοῦτο γοῦν αὐτὸν ἐπῄνεσεν, ὅτι καὶ εὐεργέτησε, καὶ τὴν εὐεργεσίαν εἶπεν. Εἶτα ζητῶν ἀμοιβὴν, καὶ οὐδεμίαν ἔχων τῶν γεγε‐ νημένων ἴσην εὑρεῖν, τὸν Θεὸν αὐτὸν αὐτῷ δίδωσιν | |
60 | ὀφειλέτην, οὑτωσὶ λέγων· Ὅτι εἰ εὕροι τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει, καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποδῷ αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σὺ σήμερον. Τί γὰρ καὶ εἶχεν | |
ἄξιον ἀποδοῦναι τῶν εὐεργεσιῶν, εἰ καὶ βασιλείαν | 705 | |
54.707 | ἔδωκε, καὶ τὰς πόλεις ἁπάσας; Οὐ γὰρ πόλεις ἁπλῶς καὶ βασιλείαν, ἀλλὰ καὶ αὐτὴν αὐτῷ τὴν ψυχὴν ἐχα‐ ρίσατο ὁ Δαυΐδ· οὗτος δὲ ψυχὴν ἀντιδοῦναι ἑτέραν οὐκ εἶχε. Διὰ τοῦτο αὐτὸν τῷ Θεῷ παραπέμπει, καὶ ταῖς | |
5 | ἐκεῖθεν γεραίρει ἀμοιβαῖς, τοῦτόν τ’ ἐπαινῶν καὶ παιδεύων ἅπαντας, ὅτι τότε μείζους ἡμῖν παρὰ τοῦ Θεοῦ κείσονται αἱ ἀντιδόσεις, ὅταν μυρία τοὺς ἐχθροὺς ἀγαθὰ ποιήσαντες, τὰ ἐναντία ἀπολάβωμεν. Εἶτά φησιν, ὅτι Ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βα‐ | |
10 | σιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν χειρί σου. Καὶ νῦν ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ πόθεν γινώσκεις, εἰπέ μοι, | |
15 | τοῦτο; Παρὰ σοὶ τὰ στρατόπεδα, παρὰ σοὶ τὰ χρή‐ ματα, τὰ ὅπλα, αἱ πόλεις, οἱ ἵπποι, οἱ στρατιῶται, ἅπασα τῆς βασιλικῆς παρασκευῆς ἡ δύναμις· οὗτος δὲ ἔρημος καὶ γυμνὸς, ἄπολις καὶ ἀνέστιος, ἄοικος. Πόθεν οὖν ταῦτα λέγεις, εἰπέ μοι; Ἀπ’ αὐτοῦ μὲν | |
20 | οὖν τοῦ τρόπου. Οὐ γὰρ ἂν ὁ γυμνὸς καὶ ἄοπλος καὶ ἔρημος ἐμοῦ τοῦ καθωπλισμένου καὶ τοσαύτην περι‐ βεβλημένου δύναμιν περιεγένετο, εἰ μὴ τὸν Θεὸν εἶχε μεθ’ ἑαυτοῦ· ὁ δὲ τὸν Θεὸν ἔχων μεθ’ ἑαυτοῦ, πάντων ἐστὶν ἰσχυρότερος. Εἶδες οἷα φιλοσοφεῖ μετὰ | |
25 | τὴν ἐπιβουλὴν ὁ Σαούλ; εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν; θʹ. Μὴ τοίνυν καταῤῥᾳθυμῶμεν τῆς ἑαυτῶν σωτη‐ ρίας. Κἂν γὰρ πρὸς αὐτὰ κατενεχθῶμεν τῆς κακίας τὰ | |
30 | βάραθρα, δυνατὸν ἑαυτοὺς ἀνακτήσασθαι πάλιν, καὶ γενέσθαι βελτίους, καὶ πᾶσαν ἀποθέσθαι κακίαν. Εἶτα τί φησιν; Ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ | |
35 | πατρός μου. Δέησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περικείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα. Καὶ τοῦτο τῆς τοῦ Δαυῒδ ἀρετῆς τεκμήριον, τὸ περὶ τῶν τοιούτων θαῤῥῆσαι τὸν ἐχθρόν. Εἰ δ’ ὅρκον ἀπαι‐ | |
40 | τεῖ, οὐκ ἀπιστῶν τῷ τρόπῳ τοῦ Δαυῒδ, ἀλλ’ ἐννοῶν ὅσα εἰς αὐτὸν εἰργάσατο κακά. Ὄμοσόν μοι, μὴ ἀφανίσαι τὸ σπέρμα μου ὀπίσω μου. Ἐπίτροπον τὸν πολέμιον καταλιμπάνει τῶν ἑαυτοῦ παίδων, καὶ ταῖς ἐκείνου χερσὶν ἐντίθησι τὰ ἔκγονα, μονονουχὶ | |
45 | τῆς δεξιᾶς αὐτῶν λαβόμενος διὰ τῶν ῥημάτων τού‐ των, καὶ τὸν Θεὸν μεσίτην εἰσάγων. Τί οὖν ὁ Δαυΐδ; Ἆρα κἂν μικρὸν εἰρωνεύσατο πρὸς ταῦτα; Οὐδαμῶς· ἀλλ’ εὐθέως ἐπένευσε, καὶ τὴν χάριν ἔδωκε· καὶ τε‐ λευτήσαντος τοῦ Σαοὺλ, οὐ μόνον οὐκ ἀπέκτεινεν, | |
54.707(50) | ἀλλὰ καὶ πλέον, ὧν ὡμολόγησε, τότε παρέσχε. Τὸν γὰρ ἔκγονον τὸν τούτου, χωλὸν ὄντα καὶ πεπηρωμέ‐ νον τὸ σκέλος, εἰς τὴν οἰκίαν εἰσήγαγε τὴν ἑαυτοῦ, καὶ ὁμοτράπεζον ἐποίησε, καὶ τῆς μεγίστης ἠξίωσε τιμῆς· καὶ οὐκ ἠρυθρία, οὐδ’ ἐνεκαλύπτετο, οὐδὲ τὴν | |
55 | τράπεζαν ἐνόμιζε καταισχυνθῆναι τὴν βασιλικὴν τῇ πηρώσει τοῦ παιδός· ἀλλ’ ἐνεκαλλωπίζετο καὶ ἐν‐ ηβρύνετο μᾶλλον. Καὶ γὰρ ἕκαστος τῶν συνδειπνούν‐ των αὐτῷ, μεγάλην φιλοσοφίας διδασκαλίαν λαμβάνων | |
ἀπῄει. Ὁρῶν γὰρ τὸν ἔκγονον τοῦ Σαοὺλ, τοῦ τοσαῦτα | Column end | |
54.708 | κακὰ ἐργασαμένου τὸν Δαυῒδ, τοσαύτης ἀπολαύοντα παρ’ αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, αἰσχυνόμενος καὶ ἐρυθριῶν πρὸς ἅπαντας τοὺς ἐχθροὺς ἐσπένδετο. Καίτοι εἰ καὶ ἑτέρωθεν αὐτῷ τρο‐ | |
5 | φὴν ἐπέταξε, καὶ σιτηρέσιον ὥρισε τεταγμένον πολὺ, μέγα ἦν· τὸ δὲ καὶ εἰς αὐτὴν αὐτὸν ἀγαγεῖν τὴν τρά‐ πεζαν ὑπερβολὴν ἔχει φιλοσοφίας. Ἴστε γὰρ δήπου, ὡς οὐ σφόδρα εὔπορον ἐχθρῶν παῖδας φιλεῖν. Τί λέγω φιλεῖν; Μὴ μισεῖν μὲν οὖν, μηδ’ ἐλαύνειν. Πολλοὶ | |
10 | γοῦν καὶ τελευτησάντων τῶν ἐχθρῶν εἰς τοὺς παῖδας τοὺς ἐκείνων τὴν πρὸς ἐκείνους ἀφῆκαν ὀρ‐ γήν. Ἀλλ’ οὐχ ὁ γενναῖος οὗτος, ἀλλὰ καὶ ζῶντα τὸν πολέμιον διετήρησε, καὶ ἀπελθόντος ἐκείνου, τὴν περὶ ἐκείνου εὔνοιαν εἰς τοὺς παῖδας ἐνεδείξατο. Τί | |
15 | τῆς τραπέζης τῆς ἐκείνου ἁγιώτερον, ἣν ἐχθροῦ παῖ‐ δες ἐκύκλουν, καὶ ἐχθροῦ σφαγέως; τί τῆς εὐωχίας ἐκείνης πνευματικώτερον, ἐν ᾗ τοσαῦται ἔβρυον εὐ‐ λογίαι; Ἀγγέλου μᾶλλον, ἢ ἀνθρώπου συγκροτοῦντος ἦν. Τὸ γὰρ ἀσπάζεσθαι καὶ φιλεῖν τοὺς παῖδας τοῦ | |
20 | μυριάκις αὐτὸν ἀνελεῖν ἐπιχειρήσαντος, καὶ οὕτω τὴν ζωὴν καταλύσαντος, εἰς ἐκεῖνον αὐτὸν τελεῖν ποιεῖ τὸν χορόν. Τοῦτο καὶ σὺ ποίησον, ἀγαπητὲ, καὶ ζώντων καὶ τελευτώντων τῶν ἐχθρῶν τοὺς παῖδας θεραπεύων· ζώντων μὲν, ἵνα τῷ τρόπῳ τούτῳ καταλ‐ | |
25 | λάξῃς αὐτῶν τοὺς πατέρας· ἀπελθόντων δὲ τοὺς παῖ‐ δας θεραπεύων, ἵνα παρὰ τοῦ Θεοῦ πολλὴν ἐπισπάσῃ τὴν εὔνοιαν, καὶ μυρίους ἀναδήσῃ στεφάνους, καὶ μυρίας δέξῃ παρὰ πάντων εὐχὰς, οὐχὶ τῶν εὖ πα‐ σχόντων μόνον, ἀλλὰ καὶ τῶν ὁρώντων. Τοῦτό σοι | |
30 | κατ’ ἐκείνην προστήσεται τὴν ἡμέραν, καὶ μεγάλοι συνήγοροί σου εἰ εὐεργετηθέντες ἐχθροὶ κατὰ τὸν καιρὸν τῆς κρίσεως ἔσονται, καὶ πολλὰ διαλύσῃ τῶν ἁμαρτημάτων, καὶ ἀπαιτήσεις τὸν μισθόν. Κἂν μυρία πεπλημμεληκὼς ᾖς, τὴν εὐχὴν ἐκείνην προτεινόμενος | |
35 | τὴν λέγουσαν, Ἄφετε τοῖς ἐχθροῖς ὑμῶν, καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσει ὑμῖν τὰ παραπτώματα ὑμῶν, μετὰ πολλῆς τῆς παῤῥησίας τὴν ἄφεσιν λήψῃ τῶν ἡμαρτημένων ἁπάντων, καὶ ἐνταῦθα δὲ μετὰ χρη‐ στῆς βιώσῃ τῆς ἐλπίδος, καὶ πάντας ἕξεις εὐνοϊκῶς | |
40 | πρὸς σὲ διακειμένους. Οἱ γὰρ ὁρῶντες ὅτι τοὺς ἐχθροὺς καὶ τοὺς ἐκείνων παῖδας οὕτω φιλεῖς, πῶς οὐχ αἱρή‐ σονται φίλοι γενέσθαι καὶ ἐπιτήδειοι, καὶ πάνθ’ ὑπὲρ σοῦ καὶ ποιῆσαι καὶ παθεῖν; Ὅταν οὖν τοσαύτης μὲν παρὰ τοῦ Θεοῦ τῆς εὐνοίας ἀπολαύῃς, οὕτω δὲ πάν‐ | |
45 | τας ἔχῃς τἀγαθά σοι συνευχομένους ἅπαντα, τίνος αἰσθήσῃ λυπηροῦ, τίνων δ’ οὐ βιώσεις μακαριώτερον βίον; Ταῦτα μὴ ἐνταῦθα θαυμάζωμεν μόνον, ἀλλὰ καὶ ἐξελθόντες φυλάττωμεν, καὶ περιελθόντες, καὶ διερευνησάμενοι τοὺς ἐχθροὺς ἕκαστος τοὺς ἑαυτοῦ, | |
54.708(50) | καταλλάξωμεν ἡμῖν ἑαυτοῖς, καὶ φίλους ποιήσωμεν γνησίους. Κἂν ἀπολογήσασθαι δέῃ, καὶ συγγνώμην αἰτῆσαι παρ’ ἐκείνων, μὴ παραιτώμεθα, κἂν αὐτοὶ ὦμεν ἠδικημένοι. Οὕτω μείζων ἡμῖν ὁ μισθὸς, οὕτω πλείων ἡ παῤῥησία, οὕτω τῆς βασιλείας τῶν οὐρα‐ | |
55 | νῶν ἐπιτευξόμεθα πάντως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ νῦν καὶ | |
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 707 |