TLG 2062 114 :: JOANNES CHRYSOSTOMUS :: De Anna (sermones 1–5)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De Anna (sermones 1–5)

Citation: Vol — pg — (ln)

54

.

631

(40t)

ΛΟΓΟΣ Αʹ.
41nΕἰς τὸ δεῖν καὶ ἐν τῇ Πεντηκοστῇ καὶ ἀεὶ τῆς
42nνηστείας μεμνῆσθαι, καὶ ὅτι οὐ παρουσία μό‐
43nνον, ἀλλὰ καὶ μνήμη νηστείας ὠφελεῖ· καὶ
44nπερὶ τῆς τοῦ Θεοῦ προνοίας, καὶ ὅτι μετὰ τῶν
45nἄλλων οὐ μικρὸν μέρος αὐτῆς ἡ φυσικὴ τῶν
46nγονέων περὶ τὰ ἔκγονα φιλία· καὶ ὅτι οὐ πα‐
47nτράσι μόνον, ἀλλὰ καὶ μητράσιν ἐπιτέτακται
48nτὰ παιδία ῥυθμίζειν, καὶ πρὸς τῷ τέλει περὶ τῆς
49nἌννης.

54

.

631

(50)

αʹ. Ἐπειδὰν ξένον τινὰ καταχθέντα πρὸς ἡμᾶς ἡμέ‐ ρας τινὰς ὑποδεξάμενοι φιλοφρόνως, καὶ λόγων αὐτῷ καὶ ἁλῶν κοινωνήσαντες, ἀποπέμψωμεν· τῇ μετὰ τὴν ἀποδημίαν ἐκείνην ἡμέρᾳ, τραπέζης παρατεθείσης,
εὐθέως ἀναμιμνησκόμεθα αὐτοῦ τε καὶ τῶν λόγωνColumn end

54

.

632

(40)

τῆς συνουσίας, καὶ μετὰ πολλῆς αὐτὸν ἐπιζητοῦμεν τῆς ἀγάπης· τοῦτο δὴ καὶ ἐπὶ τῆς νηστείας ποιήσω‐ μεν. Καὶ γὰρ κατήχθη πρὸς ἡμᾶς ἡμέρας τεσσαρά‐ κοντα, ὑπεδεξάμεθα αὐτὴν φιλοφρόνως, καὶ ἀπεπέμ‐ ψαμεν· ἐπεὶ οὖν μέλλομεν παρατιθέναι τράπεζαν νῦν
45πνευματικὴν, ἀναμνησθῶμεν αὐτῆς, καὶ τῶν ἐξ αὐ‐ τῆς ἁπάντων ἐγγενομένων ἡμῖν ἀγαθῶν. Οὐ γὰρ δὴ παρουσία νηστείας μόνον, ἀλλὰ καὶ μνήμη νηστείας τὰ μέγιστα ὠφελῆσαι δύναιτ’ ἄν. Καὶ καθάπερ οἱ φιλούμενοι παρ’ ἡμῶν, οὐχὶ παρόντες μόνον, ἀλλὰ

54

.

632

(50)

καὶ εἰς νοῦν ἡμῖν ἐρχομένοι, πολλῆς ἡμᾶς πληροῦσιν ἡδονῆς· οὕτω καὶ αἱ τῆς νηστείας ἡμέραι, καὶ οἱ σύλ‐ λογοι, καὶ αἱ διατριβαὶ αἱ κοιναὶ, καὶ τὰ ἄλλα ἃ παρ’ ἐκείνης ἐκαρπούμεθα καλὰ, καὶ ἀπὸ τῆς μνήμης εὐ‐
φραίνει, κἂν ταῦτα ἅπαντα συλλέξαντες ἀναμνησθῶ‐631

54

.

633

μεν, μεγάλα καὶ κατὰ τὸν παρόντα καιρὸν κερδανοῦ‐ μεν. Ταῦτα δὲ λέγω οὐκ ἀναγκάζων νηστεύειν, ἀλλὰ πείθων μὴ τρυφᾷν, μηδὲ κατὰ τοὺς πολλοὺς τῶν ἀν‐ θρώπων διακεῖσθαι, εἴγε ἀνθρώπους τοὺς οὕτω μικρο‐
5ψύχως διακειμένους χρὴ καλεῖν, οἳ καθάπερ ἐκ δε‐ σμῶν ἀφεθέντες, καὶ δεσμωτηρίου τινὸς ἀπαλλαγέν‐ τες χαλεποῦ, πρὸς ἀλλήλους λέγουσι· Μόλις ποτὲ τὸ χαλεπὸν τῆς νηστείας διηνύσαμεν πέλαγος· ἄλλοι δὲ τούτων ἀσθενέστερον διακείμενοι, καὶ ὑπὲρ
10τῆς μελλούσης δεδοίκασι Τεσσαρακοστῆς. Τοῦτο δὲ γίνεται ἐκ τοῦ τὸν ἄλλον ἅπαντα καιρὸν τρυφῇ, καὶ ἀσωτίᾳ, καὶ μέθῃ πάσῃ μεθ’ ὑπερβολῆς ἑαυτοὺς ἐκ‐ διδόναι. Ὡς εἴγε μεμελετήκειμεν τὰς ἄλλας ἡμέρας σεμνῶς καὶ ἐπιεικῶς ζῇν, καὶ ἀπελθοῦσαν ἂν ἐπο‐
15θήσαμεν τὴν νηστείαν, καὶ παραγίνεσθαι μέλλουσαν μετὰ πολλῆς ἂν ὑπεδεξάμεθα τῆς ἡδονῆς. Τί γὰρ οὐκ ἀγαθὸν ἡμῖν ἀπὸ νηστείας; Πάντα γαλήνης γέμει καὶ καθαρᾶς εὐδίας. Οὐχὶ καὶ οἰκίαι θορύβων καὶ δρόμων καὶ πάσης εἰσὶν ἠλευθερωμέναι ταραχῆς; Καὶ πρὸ
20τῶν οἰκιῶν δὲ ἡ τῶν νηστευόντων διάνοια ταύτης ἀπολαύει τῆς ἡσυχίας· πόλις δὲ ἅπασα τὴν ἐν τῇ διανοίᾳ καὶ τὴν ἐν ταῖς οἰκίαις εὐταξίαν μιμεῖται. Οὔτε γὰρ ἐν ἑσπέρᾳ ᾀδόντων ἔστιν ἀκοῦσαι, οὔτε ἐν ἡμέρᾳ θορυβούντων καὶ μεθυόντων, οὐ κραζόντων, οὐ
25μαχομένων, ἀλλὰ πολλὴν πανταχοῦ τὴν ἡσυχίαν ἔστιν ὁρᾷν. Ἀλλ’ οὐχὶ νῦν οὕτως, ἀλλ’ εὐθέως ὑπὸ τὴν ἕω κραυγαὶ, καὶ θόρυβοι, καὶ μαγείρων δρόμοι, καὶ πολὺς μὲν ἐν ταῖς οἰκίαις, πολὺς δὲ ἐν τοῖς λο‐ γισμοῖς ὁ καπνὸς, τῶν παθῶν ἡμῖν ἔνδον ὑποκαιομέ‐
30νων, καὶ τῆς φλογὸς διεγειρομένης τῆς ἐν ταῖς ἀτόποις ἐπιθυμίαις ὑπὸ τῆς τρυφῆς. Διὰ ταῦτα ζητῶμεν καὶ ἀπελθοῦσαν τὴν νηστείαν· ἐκείνη γὰρ ταῦτα πάντα κατέστελλε. Κἂν τὸν πόνον αὐτῆς ἀπεθέμεθα, ἀλλὰ τὸν πόθον αὐτῆς μὴ καταλύσωμεν, μηδὲ τὴν μνήμην
35σβέσωμεν· ἀλλ’ ὅταν ἀριστήσας καὶ καθευδήσας εἰς τὴν ἀγορὰν ἐμβάλῃς, καὶ τὴν ἡμέραν πρὸς ἑσπέραν ἤδη ἐπειγομένην ἴδῃς, εἰσελθὼν εἰς τὴν ἐκκλησίαν ταύτην, καὶ παρὰ τὸ βῆμα τοῦτο ἐλθὼν, ἀναμιμνή‐ σκου τοῦ καιροῦ τῆς νηστείας, καθ’ ὃν μεστὴ μὲν ἡ
40ἐκκλησία τοῦ πλήθους ἡμῖν ἦν, σφοδρὰ δὲ ἡ τῆς ἀκρο‐ άσεως προθυμία, πολλὴ δὲ ἡδονὴ, καὶ διεγηγερμένη πάντων ἡ διάνοια· καὶ πάντα ταῦτα συλλέγων, ἀνα‐ μιμνήσκου τῶν ποθεινῶν ἡμερῶν ἐκείνων. Κἂν μέλ‐ λῃς παρατίθεσθαι τράπεζαν, μετὰ τῆς μνήμης ταύτης
45ἅπτου τῶν ἐδεσμάτων, καὶ οὐδέποτε εἰς μέθην ἐξολι‐ σθῆσαι δυνήσῃ· ἀλλ’ ὥσπερ οἱ γυναῖκα σεμνὴν καὶ σώφρονα καὶ ἐλευθέραν ἔχοντες, καὶ σφόδρα αὐτῆς περικαιόμενοι, οὐδὲ ἀπούσης αὐτῆς, πόρνης καὶ διε‐ φθαρμένης ἐρασθεῖεν ἂν, τοῦ πόθου τοῦ περὶ ἐκείνην

54

.

633

(50)

προκατέχοντος τὴν διάνοιαν, καὶ ἕτερον ἐπεισελθεῖν ἔρωτα οὐκ ἐῶντος· οὕτω δὴ καὶ ἐπὶ τῆς νηστείας καὶ τῆς μέθης γίνεται. Ἂν τοίνυν ἐκείνης τῆς ἐλευθέ‐ ρας καὶ σώφρονος μνημονεύωμεν, τὴν πάνδημον πόρ‐ νην ταύτην, καὶ πάσης ἀσχημοσύνης μητέρα, τὴν
55μέθην λέγω, μετὰ πολλῆς διακρουσώμεθα τῆς εὐκο‐ λίας, τοῦ πόθου τῆς νηστείας, πάσης χειρὸς σφοδρό‐
τερον, ἀπωθοῦντος τὴν ταύτης ἀναισχυντίαν. ΔιὰColumn end

54

.

634

ταῦτα δὴ πάντα, παρακαλῶ κατὰ νοῦν ἀεὶ τὰς ἡμέ‐ ρας ἐκείνας ἔχωμεν· ἵνα δέ τι κἀγὼ πρὸς τὴν μνήμην ἐκείνην συμβάλωμαι, τὴν αὐτὴν ὑπόθεσιν, ἣν τότε κινεῖν παρεσκευαζόμην, ταύτην καὶ νῦν εἰς μέσον ἀγα‐
5γεῖν πειράσομαι, ὥστε καὶ τῇ κατὰ τὴν διδασκαλίαν ὁμοιότητι γενέσθαι τινὰ τοῦ καιροῦ μνήμην ἡμῖν ἐκείνου. Ὑμεῖς μὲν γὰρ ἴσως ἐπιλέλησθε, διὰ τὸ μεταξὺ πολλὰς γεγενῆσθαι διαλέξεις ἡμῖν, καὶ ὑπὲρ ἑτέρων πραγμάτων. Καὶ γὰρ ἐλθόντος τοῦ πατρὸς ἀπὸ
10τῆς μακρᾶς ἀποδημίας, ἀναγκαῖον ἦν τὰ κατὰ τὸ στρατόπεδον συμβάντα ἅπαντα εἰπεῖν, καὶ μετὰ ταῦτα πρὸς Ἕλληνας ἀποτείνεσθαι, ὥστε τούτους ἀπὸ τῆς συμφορᾶς βελτίους γενομένους. καὶ πρὸς ἡμᾶς ἐκ τῆς Ἑλληνικῆς αὐτομολήσαντας πλάνης, μετ’ ἀκριβείας
15ῥιζῶσαι, καὶ διδάξαι, οἵου μὲν ἀπηλλάγησαν σκό‐ τους, οἵῳ δὲ προσέδραμον ἀληθείας φωτί. Μετ’ ἐκεῖνο πάλιν, πολλὰς ἡμέρας τῆς τῶν μαρτύρων ἀπελαύσα‐ μεν πανηγύρεως, καὶ ἄκαιρον ἦν ἐν τάφοις μαρτύρων διατρίβοντας, τῶν τοῖς μάρτυσι πρεπόντων ἐγκω‐
20μίων ἀμοίρους ἀπελθεῖν. Ταῦτα τὰ ἐγκώμια διε‐ δέξατο πάλιν ἡ περὶ τῶν ὅρκων παραίνεσις· ἐπειδὴ γὰρ τὴν ἀγροικίαν ἅπασαν τῆς πόλεως εἴδομεν ἐπι‐ βᾶσαν, ἐβουλήθημεν αὐτοῖς δόντες ἐφόδια ταῦτα, οὕ‐ τως αὐτοὺς ἐκπέμψαι παρ’ ἡμῶν ἅπαντας.
25 βʹ. Ὑμῖν μὲν οὖν διὰ ταῦτα οὐκ ἂν εἴη δυνατὸν ῥᾳ‐ δίως ἀνενεγκεῖν τὴν τότε ἡμῖν γενομένην πρὸς Ἕλ‐ ληνας ζήτησιν· ἐγὼ δὲ ὁ διὰ παντὸς ἐν τούτοις ἐσχο‐ λακὼς, καὶ ταύτην ἔχων μελέτην, ῥᾷστα πρὸς ὑμᾶς ὀλίγα τῶν τότε εἰρημένων εἰπὼν, ὁλοκλήρου τῆς τῶν
30λόγων ὑποθέσεως ἀναμνῆσαι δυνήσομαι. Τίς οὖν ἦν ἡμῖν ἡ ὑπόθεσις; Ἐζητοῦμεν πῶς ἐξ ἀρχῆς ὁ Θεὸς ἡμῶν προενόει τοῦ γένους, καὶ πῶς τὰ συμφέροντα ἐπαίδευσεν, οὔτε γραμμάτων ὄντων, οὔτε Γραφῶν δοθεισῶν· καὶ ἐδείκνυμεν ὅτι διὰ τῆς κατὰ τὴν κτίσιν
35θεωρίας πρὸς τὴν αὐτοῦ θεογνωσίαν ἐχειραγώγησεν· ὅτε καὶ λαβόμενος ὑμῶν οὐχὶ τῆς χειρὸς, ἀλλὰ τῆς διανοίας, πανταχοῦ τῆς κτίσεως περιήγαγον, δεικνὺς οὐρανὸν, καὶ γῆν, καὶ θάλατταν, καὶ λίμνας, καὶ πηγὰς, καὶ ποταμοὺς, καὶ πελάγη μακρὰ, καὶ λει‐
40μῶνας, καὶ παραδείσους, καὶ κομῶντα τὰ λήϊα, καὶ βριθόμενα τοῖς καρποῖς τὰ δένδρα, καὶ καλυπτομένας δρυμοῖς κορυφὰς ὁρῶν· ὅτε καὶ περὶ σπερμάτων, καὶ περὶ βοτανῶν, καὶ περὶ ἀνθέων, καὶ περὶ φυτῶν ἐγκάρ‐ πων τε καὶ ἀκάρπων, καὶ περὶ ἀλόγων, ἡμέρων τε καὶ
45ἀγρίων, ἐνύδρων τε καὶ χερσαίων, καὶ ἀμφιβίων, περὶ τῶν τὸν ἀέρα τεμνόντων, περὶ τῶν χαμαὶ συρομένων, καὶ περὶ αὐτῶν τῶν τοῦ παντὸς στοιχείων πολλὰ διελέχθην, καὶ καθ’ ἕκαστον ἐπεβοῶμεν κοινῇ πάντες, ἀτονούσης ἡμῖν πρὸς τὸν ἄπειρον πλοῦτον τῆς δια‐

54

.

634

(50)

νοίας, καὶ τὸ πᾶν καταλαβεῖν μὴ δυναμένης· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίησας. Οὐ διὰ τὸ πλῆθος δὲ μόνον ἐθαυμάζομεν τοῦ Θεοῦ τὴν σοφίαν, ἀλλὰ καὶ δι’ ἀμφότερα ταῦτα, ὅτι καὶ καλὴν καὶ μεγάλην καὶ θαυμαστὴν τὴν κτίσιν
55ἐποίησε, καὶ ὅτι πολλὰ πάλιν τῆς ἀσθενείας αὐτῆς δείγματα ἐναπέθετο τοῖς ὁρωμένοις· τὸ μὲν, ἵνα θαυ‐ μάζηται ἐπὶ σοφίᾳ, καὶ πρὸς τὴν ἑαυτοῦ λατρείαν τοὺς ὁρῶντας ἐφέλκηται· τὸ δὲ, ἵνα μὴ τὸν ποιή‐
σαντα ἀφέντες οἱ θεωροῦντες αὐτῶν τὸ κάλλος καὶ τὸ633

54

.

635

μέγεθος, ἀντ’ ἐκείνου προσκυνήσωσι τὰ ὁρώμενα, τῆς ἐν αὐτοῖς ἀσθενείας δυναμένης τὴν τοιαύτην διορ‐ θῶσαι πλάνην. Καὶ πῶς φθαρτὴ πᾶσά ἐστιν ἡ κτίσις, καὶ πρὸς τὸ βέλτιον μεταστήσεται σχῆμα, καὶ
5πλείονος ἀπολαύσεται δόξης, καὶ πότε, καὶ διὰ τί, καὶ τίνος ἕνεκεν φθαρτὴ γέγονε, καὶ ταῦτα ἅπαντα πρὸς ὑμᾶς ἐφιλοσοφοῦμεν τότε, καὶ τοῦ Θεοῦ τὴν δύναμιν κἀντεῦθεν ἐδείκνυμεν, ὅτι ἐν φθαρτοῖς σώμασι τοσοῦ‐ τον εἰργάσατο κάλλος, ὅπερ καὶ ἐξ ἀρχῆς αὐτοῖς συν‐
10εκλήρωσεν ὁ Θεὸς, τὸ τῶν ἄστρων, τὸ τοῦ οὐρανοῦ, τὸ τοῦ ἡλίου. Καὶ γὰρ ὄντως ἔστι θαυμάσαι, πῶς ἐτῶν παρελθόντων τοσούτων, οὐδὲν ἔπαθον, οἷον τὰ ἡμέτερα σώματα, οὐδὲ τῷ γήρᾳ ἀσθενέστερα γέγονεν, οὐδὲ νόσῳ καὶ ἀῤῥωστίᾳ τινὶ κατεμαλακίσθη, ἀλλὰ
15τὴν οἰκείαν ἀκμὴν καὶ τὸ κάλλος, ὅπερ, ὡς ἔφθην εἰπὼν, ἐξ ἀρχῆς αὐτοῖς συνεκλήρωσεν ὁ Θεὸς, μένει διατηροῦντα, καὶ οὔτε τὸ ἡλιακὸν ἐξετρίβη φῶς, οὔτε τὸ τῶν ἄστρων ἄνθος ἀμαυρότερον γέγονεν, οὐχ ἡ τοῦ οὐρανοῦ φαιδρότης ἐξεῤῥύη, οὐχ οἱ τῆς θαλάτ‐
20της ἐκινήθησαν ὅροι, οὐχ ἡ τῆς γῆς ἐσβέσθη δύναμις ἡ περὶ τοὺς τόκους τῶν ἐτησίων καρπῶν. Καὶ ὅτι μὲν φθαρτὰ ταῦτά ἐστι, καὶ ἀπὸ λογισμῶν. καὶ ἀπὸ τῶν θείων Γραφῶν ἀπεδείξαμεν· ὅτι δὲ καλὰ, καὶ φαιδρὰ, καὶ τὸ ἄνθος ἀκμάζον διετήρησεν, ἡ καθημερινὴ μαρ‐
25τυρεῖ τῶν ὁρώντων ὄψις, ὃ δὴ μάλιστα ἔστι θαυμά‐ σαι τοῦ ποιήσαντος οὕτως αὐτὰ ἐξ ἀρχῆς Θεοῦ. Ἐπειδὴ δὲ ταῦτα λεγόντων ἡμῶν τότε τινὲς ἀντέτει‐ νον, λέγοντες· Οὐκοῦν πάντων τῶν ὁρωμένων ἀτιμό‐ τερον ὁ ἄνθρωπος, εἴγε οὐρανοῦ μὲν σῶμα, καὶ γῆς,
30καὶ ἡλίου, καὶ τὸ τῶν ἄστρων ἁπάντων πρὸς τοσοῦτον διήρκεσε χρόνον, οὗτος δὲ μετὰ ἑβδομήκοντα ἔτη δια‐ λύεται, καὶ ἀπόλλυται· πρῶτον μὲν ἐκεῖνο ἂν εἴποι‐ μεν, ὅτι οὐχ ὁλόκληρον διαλύεται τὸ ζῶον, ἀλλὰ τὸ κυριώτερον αὐτοῦ καὶ ἀναγκαιότερον, ἡ ψυχὴ, μένει
35διηνεκῶς ἀθάνατος, οὐδενὶ τούτων εἴκουσα τῶν πα‐ θῶν, καὶ ἡ φθορὰ περὶ τὸ ἔλαττον γίνεται· δεύτερον ὅτι καὶ τούτῳ αὐτῷ τιμώμεθα μειζόνως. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ἄνευ αἰτίας τινὸς, ἀλλὰ καὶ δικαίως, καὶ ἐπὶ χρησίμῳ, καὶ γῆρας καὶ νόσους ὑπομένομεν·
40δικαίως μὲν, ὅτι πρὸς ἁμαρτίαν κατεπέσομεν· χρη‐ σίμως δὲ, ἵνα τὴν ἐκ τῆς ῥᾳθυμίας ἐγγινομένην ἡμῖν ἀπόνοιαν διὰ τῆς ἐνδείας ταύτης καὶ τῶν παθῶν διορ‐ θώσωμεν. Οὐ τοίνυν ἀτιμάζων ἡμᾶς ὁ Θεὸς τοῦτο γενέσθαι εἴασεν. Εἰ γὰρ ἠτίμαζεν, οὐκ ἂν τὴν ψυχὴν
45ἡμῖν ἀφῆκεν ἀθάνατον εἶναι. Ἀλλ’ οὐδὲ ἀσθενῶν, τὸ σῶμα τὸ ἡμέτερον ἐποίησε τοιοῦτον. Εἰ γὰρ ἠσθένει, οὐκ ἂν τὸν οὐρανὸν, καὶ τοὺς ἀστέρας, καὶ τὸ σῶμα τῆς γῆς ἴσχυσε τοσοῦτον διακρατῆσαι χρόνον· ἀλλ’ ὑπὲρ τοῦ βελτίους ποιῆσαι καὶ σωφρονεστέρους, καὶ

54

.

635

(50)

αὐτῷ μᾶλλον καταπειθεῖς, ὅπερ ἁπάσης ἐστὶ σωτη‐ ρίας ὑπόθεσις. Διὰ ταῦτα οὐρανὸν μὲν οὐκ ἐποίησεν οὔτε γήρᾳ ἁλίσκεσθαι τέως, οὔτε ἄλλαις τισὶ τοιαύ‐ ταις ἀῤῥωστίαις. Ὁ γὰρ προαιρέσεως καὶ ψυχῆς ἀπε‐ στερημένος οὔτε ἁμαρτεῖν, οὔτε κατορθῶσαι δύναιτ’
55ἄν· ὅθεν οὐδὲ διορθώσεως αὐτῷ χρεία τοιαύτης. Ἡμῖν δὲ τοῖς λόγῳ καὶ ψυχῇ τετιμημένοις ἀναγκαίως γέγονεν ἡ διὰ τῶν παθῶν τούτων ἐγγενομένη σωφρο‐ σύνη, καὶ ταπεινοφροσύνη, ἐπειδὴ καὶ παρὰ τὴν ἀρχὴν πρὸ τῶν ἄλλων ἁπάντων εἰς ἀπόνοιαν ἀπεσκίρτησεν
60ὁ πρῶτος γενόμενος ἄνθρωπος. Ἄλλως δὲ, εἰ καθά‐ περ τὰ ἡμέτερα σώματα, οὕτω καὶ ὁ οὐρανὸς ἔμελλε
κατασκευάζεσθαι καὶ γηρᾷν, πολλὴν ἂν πολλοὶ τοῦColumn end

54

.

636

ποιοῦντος κατέγνωσαν ἀσθένειαν, ὡς οὐκ ἰσχύοντος ἓν σῶμα διακρατῆσαι ἐπὶ πολλὰς ἐτῶν περιόδους· νῦν δὲ αὐτοῖς καὶ αὕτη ἡ πρόφασις ἀνῄρηται, τῶν ἔργων ἐπὶ τοσοῦτον χρόνον μενόντων.
5 γʹ. Πρὸς δὲ τοῖς εἰρημένοις, οὐδὲ μέχρι τούτου στή‐ σεται τὰ ἡμέτερα, ἀλλ’ ἐπειδὰν τῷ παρόντι βίῳ σω‐ φρονισθῶμεν καλῶς, μετὰ πλείονος ἀναστήσει δόξης τὰ σώματα, καὶ οὐρανοῦ, καὶ ἡλίου, καὶ τῶν ἄλλων ἁπάντων ἔσται λαμπρότερα, καὶ πρὸς τὴν ἄνω μετα‐
10στήσεται λῆξιν. Εἷς μὲν οὖν θεογνωσίας τρόπος, ὁ διὰ τῆς κτίσεως ἁπάσης· ἕτερος δὲ οὐκ ἐλάττων, ὁ τοῦ συνειδότος, ὃν καὶ τοῦτον ἅπαντα τότε διὰ πλειόνων ἐξεθέμεθα λόγων, δεικνύντες πῶς αὐτοδίδακτος ἡμῖν ἐστιν ἡ τῶν καλῶν καὶ τῶν οὐ τοιούτων γνῶσις, καὶ
15πῶς ἔνδοθεν ἡμῖν τὸ συνειδὸς ἅπαντα ἐνηχεῖ ταῦτα. Δύο γὰρ οὗτοι διδάσκαλοι γεγόνασιν ἡμῖν ἐξαρχῆς, ἡ κτίσις, καὶ τὸ συνειδός· καὶ οὐδέτερος αὐτῶν φωνὴν ἀφιεὶς, σιγῇ τοὺς ἀνθρώπους ἐπαίδευον. Ἥ τε γὰρ κτίσις διὰ τῆς ὄψεως ἐκπλήττουσα τὸν θεατὴν, εἰς τὸ
20τοῦ ποιήσαντος αὐτὴν θαῦμα παραπέμπει τὸν ὁρῶντα ἅπαντα· τό τε συνειδὸς ἔνδον ἐνηχοῦν, ἅπαντα ὑπο‐ βάλλε τὰ πρακτέα· καὶ τὴν δύναμιν αὐτοῦ, καὶ τῆς ψήφου τὴν κρίσιν διὰ τῶν τῆς ὄψεως πραγμάτων καταλαμβάνομεν. Ὅταν γὰρ ἔνδον κατηγορῇ τῆς
25ἁμαρτίας, συγχεῖ τὴν ὄψιν ἔξωθεν, καὶ πολλῆς τῆς ἀθυμίας πληροῖ. Πάλιν ὠχροὺς ἐργάζεται καὶ περι‐ δεεῖς, ὅταν ἐπί τινι τῶν αἰσχίστων ἁλῶμεν, καὶ τῆς φωνῆς μὲν οὐκ ἀκούομεν, διὰ δὲ τῆς ἔξωθεν ὄψεως τὴν ἔνδον γινομένην ἀγανάκτησιν θεωροῦμεν. Μετὰ δὲ
30τούτων τῶν δύο καὶ τρίτον ἡμῖν διδάσκαλον ἐδείκνυ προστεθέντα παρὰ τῆς τοῦ Θεοῦ κηδεμονίας ὁ λόγος, οὐκέτι ἄφωνον, καθάπερ τοὺς προτέρους, ἀλλὰ λόγῳ, καὶ παραινέσει, καὶ συμβουλῇ ῥυθμίζοντα ἡμῶν τὴν γνώμην. Τίς δὲ οὗτός ἐστιν; Ὁ συγκεκληρωμένος
35ἑκάστῳ πατήρ. Διὰ γὰρ τοῦτο φιλεῖσθαι παρὰ τῶν γεννησάντων ἡμᾶς κατεσκεύασεν ὁ Θεὸς, ἵνα παιδευ‐ τὰς ἔχωμεν τῆς ἀρετῆς. Οὐ γὰρ τὸ σπεῖραι ποιεῖ πα‐ τέρα μόνον, ἀλλὰ τὸ παιδεῦσαι καλῶς· οὐδὲ τὸ κυῆ‐ σαι μητέρα ἐργάζεται, ἀλλὰ τὸ θρέψαι καλῶς. Καὶ
40ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ οὐχ ἡ φύσις, ἀλλ’ ἡ ἀρετὴ ποιεῖ πατέρας, αὐτοὶ συνομολογήσαιεν ἂν ἡμῖν οἱ γονεῖς. Τοὺς γοῦν υἱοὺς τοὺς ἑαυτῶν πολλάκις, ἐπειδὰν φαύλους ἴδωσι γενομένους, καὶ εἰς πονηρίαν ἀποσκιρτήσαντας, τῆς συγγενείας τῆς ἑαυτῶν ἐκκό‐
45πτουσιν, ἀποκηρύττοντες, ἑτέρους ποιοῦντες υἱοὺς οὐδαμόθεν αὐτοῖς πολλάκις προσήκοντας. Ἆρά τι τούτου γενοιτ’ ἂν παραδοξότερον, ὅταν οὓς μὲν ἐγέν‐ νησαν ἐκβάλλωσιν, οὓς δὲ οὐκ ἐγέννησαν εἰσάγωσιν;

54

.

636

(50)

Οὐχ ἁπλῶς ἡμῖν ταῦτα εἴρηται, ἀλλ’ ἵνα μάθῃς, ὅτι προαίρεσις φύσεως δυνατωτέρα, καὶ αὕτη μᾶλλον ἐκείνης καὶ υἱοὺς καὶ πατέρας ποιεῖν εἴωθε. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ κηδεμονίας ἔργον ἐγένετο, τὸ μήτε γυμνοὺς τῆς φυσικῆς διαθέσεως ἀφεῖναι γενέσθαι τοὺς
55παῖδας, μήτε τὸ πᾶν ἐπιτρέψαι πάλιν ἐκείνῃ. Εἰ μὲν γὰρ μηδ’ ὅλως ἔμελλον φιλεῖν τοὺς ἑαυτῶν υἱοὺς οἱ
γονεῖς ἀνάγκῃ κινούμενοι φυσικῇ, ἀλλ’ ἀπὸ τῶν τρό‐635

54

.

637

πων, καὶ τῶν κατορθωμάτων μόνον, πολλοὺς ἂν εἶδες ἔξω τῆς πατρῴας οἰκίας γινομένους διὰ τὴν οἰκείαν ὀλιγωρίαν, καὶ διασπώμενον ἡμῶν τὸ γένος. Πάλιν εἰ τὸ πᾶν ἐπέτρεψε τῇ τυραννίδι τῆς φύσεως, καὶ μηδὲ
5πονηροὺς ὄντας μισεῖν ἀφῆκεν, ἀλλὰ καὶ ὑβριζόμενοι καὶ μυρία πάσχοντες παρ’ αὐτῶν οἱ πατέρες δεινὰ, διὰ τὴν τῆς φύσεως ἀνάγκην ἔμενον θεραπεύοντες ὑβρίζον‐ τας καὶ ἐμπαροινοῦντας αὐτοῖς τοὺς παῖδας, εἰς ἔσχα‐ τον ἂν κακίας τὸ γένος ἡμῖν ἐξώλισθεν. Εἰ γὰρ νῦν οὐ
10τὸ πᾶν ἔχοντες τῇ φύσει θαῤῥεῖν οἱ παῖδες, ἀλλ’ εἰδότες ὅτι πολλοὶ γενόμενοι φαῦλοι, καὶ τῆς οἰκίας, καὶ τῆς οὐσίας ἐξέπεσον τῆς πατρικῆς, ὅμως πολλαχοῦ τῷ τῶν γονέων φίλτρῳ θαῤῥοῦντες ἐνυβρίζουσιν εἰς τοὺς τε‐ κόντας· εἰ μὴ συνεχώρησεν αὐτοῖς ὁ Θεὸς καὶ ἀγα‐
15νακτεῖν. καὶ ἐπεξιέναι, καὶ κακοὺς γινομένους ἐκ‐ βάλλειν τοὺς παῖδας, ποῦ πονηρίας ἂν ἔστησαν; Διὰ ταῦτα καὶ τῇ τῆς φύσεως ἀνάγκῃ, καὶ τῷ τῶν παι‐ δίων τρόπῳ τὸ φίλτρον ἐνεπίστευσε τῶν γονέων ὁ Θεὸς, ἵνα καὶ ἁμαρτάνουσι σύμμετρα συγγινώσκωσι
20τοῖς παισὶ, τῆς φύσεως αὐτοὺς ἐπὶ τοῦτο παρακα‐ λούσης, καὶ πονηροὺς γινομένους καὶ ἀνίατα νοσοῦν‐ τας μὴ παιδοτριβῶσιν ἐπὶ κακίαν τῇ πονηρίᾳ, τῆς φύσεως πάλιν ἐλεγχούσης καὶ δυναμένης ἀναγκάσαι καὶ φαύλους γενομένους θεραπεύειν τοὺς παῖδας. Πό‐
25σης ταῦτα προνοίας, εἰπέ μοι, καὶ τὸ κελεῦσαι δὲ φιλεῖν, καὶ τὸ μέτρον ἐπιθεῖναι τῷ φίλτρῳ, καὶ τὸ πάλιν ἀμοιβὴν ὁρίσαι τῇ καλῇ παιδοτροφίᾳ; Ὅτι γὰρ ἀμοιβὴ κεῖται, καὶ οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν, ἄκουσον πῶς πολλαχοῦ καὶ ταύταις καὶ περὶ
30τούτων ἡ Γραφὴ διαλέγεται, καὶ οὐχ ἧττον ταύταις, ἢ τοῖς ἀνδράσιν. Εἰπὼν γὰρ ὁ Παῦλος, Ἡ δὲ γυνὴ ἐξαπατηθεῖσα ἐν παραβάσει γέγονεν, ἐπήγαγε· Σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἀλγεῖς, φησὶν, ὅτι σε ἡ πρώτη γυνὴ
35εἰς ὠδῖνας καὶ πόνους ἐνέβαλε καὶ κύησιν μακράν; Ἀλλὰ μὴ δυσχεράνῃς· οὐ γὰρ τοσοῦτον ἐπηρεάσθης ἀπὸ τῶν ὠδίνων, καὶ τῶν πόνων, ὅσον κερδαίνεις, ἐὰν θέλῃς, ἀπὸ τῆς παιδοτροφίας πρόφασιν λαμβάνουσα κατορθωμάτων. Τὰ γὰρ παιδία τὰ τικτόμενα, ἂν τῆς
40προσηκούσης ἀπολαύῃ θεραπείας, καὶ εἰς ἀρετὴν ἐνά‐ γηται παρὰ τῆς σῆς προνοίας, πολλῆς σοι σωτηρίας ἀφορμὴ καὶ πρόφασις γίνεται, καὶ πρὸς τοῖς οἰκείοις κατορθώμασι, καὶ τῆς περὶ ταῦτα θεραπείας πολλὴν ἀπολήψῃ τὴν ἀμοιβήν.
45 δʹ. Καὶ ἵνα μάθῃς, ὅτι οὐ τὸ τεκεῖν ποιεῖ μητέ‐ ρα, οὐδὲ τούτῳ κεῖται μισθὸς, καὶ ἀλλαχοῦ μὲν χήρᾳ διαλεγόμενος ὁ Παῦλος οὕτως εἶπεν, Εἰ ἐτεκνοτρό‐ φησε· καὶ οὐκ εἶπεν, εἰ ἐτεκνοποίησεν, ἀλλ’ Εἰ ἐτεκνοτρόφησε. Τὸ μὲν γὰρ τῆς φύσεως, τὸ δὲ τῆς

54

.

637

(50)

προαιρέσεώς ἐστι. Καὶ διὰ τοῦτο καὶ ἐνταῦθα εἰπὼν, Σωθήσεται διὰ τῆς τεκνογονίας, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι οὐ τὸ γεννῆσαι τέκνα, ἀλλὰ τὸ θρέψαι τέκνα καλῶς, τοῦτο ἡμῖν φέρει τὸν μισθὸν, ἐπήγαγεν· Ἐὰν ἐπιμείνωσι τῇ πίστει,
55καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ μετὰ σωφροσύνης. Ὃ δὲ λέγει, τοῦτό ἐστι· Τότε λήψῃ πολὺν τὸν μισθὸν, ἐὰν οἱ γεννηθέντες παῖδες ἐπιμείνωσι τῇ πίστει καὶ τῇ ἀγάπῃ καὶ τῷ ἁγιασμῷ. Ἂν τοίνυν αὐτοὺς εἰς
ταῦτα ἐνάγῃς, ἂν παρακαλῇς, ἂν διδάξῃς, ἂν συμ‐Column end

54

.

638

βουλεύσῃς, τῆς ἐπιμελείας ταύτης κείσεταί σοι παρὰ τοῦ Θεοῦ πολλὴ ἡ ἀμοιβή. Μὴ τοίνυν ἀλλότριον αὐτῶν εἶναι νομιζέτωσαν αἱ γυναῖκες τὸ καὶ θηλειῶν καὶ ἀῤῥένων ἐπιμελεῖσθαι.
5Οὐ γὰρ διέκρινεν ἐνταῦθα τὸ γένος, ἀλλὰ καὶ ἐκεῖ ἁπλῶς εἶπεν, Εἰ ἐτεκνοτρόφησε, καὶ ἐνταῦθα, Ἐὰν ἐπιμείνωσι τῇ πίστει, καὶ τῇ ἀγάπῃ, καὶ τῷ ἁγιασμῷ. Ὥστε ἀμφοτέρων ἡμῖν ἐπιμελητέον τῶν παιδίων, καὶ μάλιστα ταῖς γυναιξὶν, ὅσῳ καὶ τὰ
10πλείονα οἴκοι κάθηνται. Τοὺς μὲν γὰρ ἄνδρας καὶ ἀποδημίαι, καὶ αἱ τῆς ἀγορᾶς φροντίδες, καὶ τὰ τῆς πόλεως πράγματα περιέλκουσι πολλάκις· ἡ δὲ γυνὴ πάσης τοιαύτης φροντίδος ἀτέλειαν ἔχουσα, εὐκολώτερον δύναιτ’ ἂν τῶν τεχθέντων ἐπιμελεῖσθαι,
15πολλῆς ἀπολαύουσα τῆς σχολῆς. Οὕτως αἱ παλαιαὶ ἐποίουν γυναῖκες· οὐ γὰρ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν ἀναγκαῖον τοῦτο τὸ ὄφλημα· λέγω δὲ τὸ τῶν οἰκείων προνοεῖσθαι παίδων, καὶ εἰς φιλοσοφίαν αὐ‐ τοὺς ἐνάγειν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἀρχαίαν
20τινὰ ἱστορίαν ὑμῖν διηγήσομαι. Ἄννα τις ἐγένετο παρὰ τοῖς Ἰουδαίοις γυνή. Αὕτη ἡ Ἄννα πολὺν ἐνό‐ σησεν ἀπαιδίας χρόνον, καὶ τὸ δὴ χαλεπώτερον, ὅτι ἡ ἀντίζηλος αὐτῆς παίδων ἦν μήτηρ πολλῶν. Ἴστε δὲ ὡς τῇ φύσει καὶ καθ’ ἑαυτὸ τὸ πρᾶγμα ἀφόρητόν
25ἐστι ταῖς γυναιξίν· ὅταν δὲ καὶ ἀντίζηλος προσῇ παῖδας ἔχουσα, πολλῷ χαλεπώτερον γίνεται· ἐν γὰρ τῇ τῆς γυναικὸς ἐκείνης εὐπραγίᾳ τὴν οἰκείαν ἀκρι‐ βέστερον καταμανθάνει συμφοράν· καθάπερ οὖν καὶ οἱ πενίᾳ συζῶντες ἐσχάτῃ, τότε ὀδυνῶνται μει‐
30ζόνως, ὅταν ἐννοήσωσι τοὺς πλουτοῦντας. Καὶ οὐ τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι παῖδας αὕτη μὲν οὐκ εἶχεν, ἐκείνη δὲ εἶχεν, ἀλλ’ ὅτι καὶ ἀντίζηλος ἦν, καὶ οὐχ ὅτι ἀντίζηλος ἦν μόνον, ἀλλ’ ὅτι παρώργιζεν αὐτὴν διὰ τὸ ἐξουθενεῖν αὐτήν. Ὁ δὲ Θεὸς ταῦτα
35πάντα ὁρῶν ἠνείχετο, καὶ Οὐκ ἔδωκεν αὐτῇ Κύριος, φησὶ, παιδίον κατὰ τὴν θλίψιν αὐτῆς, καὶ κατὰ τὴν ἀθυμίαν τῆς ψυχῆς αὐτῆς. Τί ἐστι, Κατὰ τὴν θλίψιν αὐτῆς; Οὐκ ἔστιν εἰπεῖν, φησὶν, ὅτι πράως ὁρῶν φέρουσαν τὴν συμφορὰν, ἐπεῖχεν αὐτῆς
40τὴν τόκον, ἀλλὰ καίτοι διακοπτομένην ὁρῶν, ὀδυνωμέ‐ νην, θλιβομένην, οὐκ ἔλυσε τὴν ἀθυμίαν, ἕτερόν τι πολλῷ μεῖζον οἰκονομῶν. Ταῦτα μὴ παρέργως ἀκούωμεν, ἀλλὰ καὶ ἐντεῦθεν μάθωμεν μεγίστην φιλοσοφίαν, καὶ ἐπειδὰν δεινῷ τινι περιπέσωμεν,
45κἂν ἀλγῶμεν, κἂν ὀδυρώμεθα, κἂν ἀφόρητον ἡμῖν εἶναι δοκῇ τὸ κακὸν, μὴ σπεύδωμεν, μηδὲ ἀλύωμεν, ἀλλ’ ἀναμένωμεν τοῦ Θεοῦ τὴν πρόνοιαν. Ἐκεῖνος γὰρ οἶδε σαφῶς πότε δεῖ λῦσαι τὸ ποιοῦν τὴν ἀθυ‐ μίαν ἡμῖν· ὅπερ οὖν καὶ ἐπὶ ταύτης συνέβη. Οὐ γὰρ

54

.

638

(50)

μισῶν αὐτὴν, οὐδὲ ἀποστρεφόμενος ὁ Θεὸς ἀπέκλει‐ σεν αὐτῆς τὴν μήτραν, ἀλλ’ ἵνα ἡμῖν ἀνοίξῃ τὰς θύρας τῆς φιλοσοφίας τῆς ἐν τῇ γυναικὶ, καὶ τὸν πλοῦτον αὐτῆς τῆς πίστεως κατίδωμεν, καὶ γνῶμεν ὅτι λαμπροτέραν αὐτὴν ἐκ τούτου εἰργάζετο. Ἄκουε
55δὲ καὶ τὰ ἑξῆς. Καὶ οὕτως ἐποίει, φησὶν, ἐνιαυτὸν κατ’ ἐνιαυτὸν ἀπὸ ἱκανοῦ, ἐν τῷ ἀναβαίνειν αὐ‐ τὴν εἰς οἶκον Κυρίου. Καὶ ἠθύμει, καὶ ἔκλαιε,
καὶ οὐκ ἤσθιεν. Ἐπιτεταμένη ἡ ὀδύνη, πολὺ τὸ637

54

.

639

μῆκος τῆς λύπης, οὐ δύο καὶ τρεῖς ἡμέραι, οὐδὲ εἴκοσι καὶ ἑκατὸν, οὐδὲ χίλιαι καὶ δὶς τοσαῦται· ἀλλ’, Ἐξ ἱκανοῦ, φησὶν, ἔτη πολλὰ λυπουμένη καὶ ὀδυ‐ νωμένη ἦν ἡ γυνή· τοῦτο γάρ ἐστι τὸ, Ἀπὸ ἱκανοῦ·
5καὶ ὅμως οὐκ ἀπεδυσπέτησεν, οὐδὲ ἤλεγξεν αὐτῆς τὴν φιλοσοφίαν τοῦ χρόνου τὸ μῆκος, οὐδὲ τὰ ὀνείδη καὶ αἱ λοιδορίαι τῆς ἀντιζήλου, ἀλλ’ ηὔχετο συνεχῶς καὶ ἱκέτευε· καὶ τὸ δὴ μεῖζον ἁπάντων, καὶ ὃ μά‐ λιστα δείκνυσιν αὐτῆς τὸν περὶ τὸν Θεὸν πόθον, ὅτι
10οὐχ ἁπλῶς αὐτὸ τοῦτο τὸ παιδίον κτήσασθαι ἐπεθύ‐ μει, ἀλλὰ καρπὸν ἀναθεῖναι τῷ Θεῷ, καὶ τῆς οἰκείας γαστρὸς ἀπάρξασθαι, καὶ τῆς καλῆς ταύτης ὑποσχέ‐ σεως λαβεῖν τὸν μισθόν. Πόθεν τοῦτο δῆλον; Ἐκ τῶν μετὰ ταῦτα ῥημάτων. Ἴστε γὰρ δήπου πάντες, ὅτι
15ταῖς γυναιξὶ διὰ τοὺς ἄνδρας μάλιστα ἀφόρητον ἡ ἀπαιδία. Πολλοὶ γὰρ τῶν ἀνθρώπων οὕτως ἀλόγως διάκεινται, ὡς ταῖς γυναιξὶν ἐγκαλεῖν, ἐπειδὰν μὴ τίκτωσιν, οὐκ εἰδότες ὅτι τὸ τεκεῖν ἄνωθεν ἔχει τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ προνοίας, καὶ οὔτε γυναι‐
20κὸς φύσις, οὔτε συνουσία, οὔτε ἄλλο οὐδὲν αὐταρκὲς πρὸς τοῦτό ἐστιν. Ἀλλ’ ὅμως, καίτοι γε εἰδότες ὅτι ἀδίκως ἐγκαλοῦσιν, ὀνειδίζουσι, καὶ ἀποστρέφονται πολλάκις, καὶ οὐχ ἡδέως πρὸς αὐτὰς ἔχουσιν. εʹ. Ἴδωμεν τοίνυν καὶ ἐπὶ ταύτης τῆς γυναικὸς εἰ
25τοῦτο συνέβαινεν. Ἂν μὲν γὰρ ἴδῃς αὐτὴν καταφρο‐ νουμένην, ἀτιμαζομένην, ὑβριζομένην, παῤῥησίαν οὐκ ἔχουσαν πρὸς τὸν ἄνδρα, οὐδὲ πολλῆς ἀπολαύου‐ σαν τῆς εὐνοίας, δυνήσῃ στοχάσασθαι, ὅτι διὰ τοῦτο ἐπεθύμει παιδίου, ἵνα παῤῥησίαν ἔχῃ καὶ ἐλευθερίαν
30πολλὴν, καὶ ποθεινοτέρα γένηται τῷ ἀνδρί. Ἂν δὲ τοὐναντίον ἅπαν εὕρῃς, αὐτὴν τῆς τὰ παιδία ἐχούσης μᾶλλον ἀγαπωμένην, καὶ πλείονος ἀπολαύουσαν εὐ‐ νοίας, εὔδηλον ὅτι οὐ δι’ ἀνθρώπινόν τι, οὐδ’ ἵνα τὸν ἄνδρα ἐπισπάσηται μᾶλλον, ἐπεθύμει παιδίου, ἀλλὰ
35διὰ τὴν εἰρημένην αἰτίαν. Πόθεν οὖν τοῦτο δῆλον; Ἄκουσον αὐτοῦ τοῦ συγγραφέως αὐτὸ λέγον‐ τος· οὐδὲ γὰρ ἁπλῶς αὐτὸ τέθεικεν, ἀλλ’ ἵνα τῆς γυναικὸς μάθῃς τὴν ἀρετήν. Τί οὖν οὗτός φησιν; Ἠγάπα γὰρ ὁ Ἐλκανὰ τὴν Ἄνναν ὑπὲρ τὴν Φε‐
40νάνναν. Εἶτα μετὰ ταῦτα ἰδὼν αὐτὴν οὐκ ἐσθίουσαν, ἀλλὰ κλαίουσαν, φησί· Τί ἔστι σοι, ὅτι κλαίεις; καὶ ἵνα τί οὐκ ἐσθίεις; καὶ ἵνα τί τύπτει σε ἡ καρδία σου; οὐκ ἀγαθὸς ἐγώ σοι ὑπὲρ δέκα τέ‐ κνα; Ὁρᾷς πῶς αὐτῆς ἐξήρτητο, καὶ ὑπὲρ ἐκείνης
45ἤλγει πλέον, οὐ διὰ τὸ μὴ ἔχειν παιδία, ἀλλὰ διὰ τὸ ὁρᾷν ἀθυμοῦσαν αὐτὴν καὶ περιοδυνίᾳ κατεχομένην; Ἀλλ’ ὅμως οὐκ ἔπεισεν αὐτὴν ἀποστῆναι τῆς ἀθυ‐ μίας. Οὐ γὰρ δι’ αὐτὸν ἐζήτει τὸ παιδίον, ἀλλ’ ἵνα τινὰ καρπὸν ἐπιδείξηται τῷ Θεῷ. Καὶ ἀνέστη, φησὶ,

54

.

639

(50)

μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ μετὰ τὸ πιεῖν, καὶ κατέστη ἐνώπιον Κυρίου. Οὐχ ἁπλῶς οὐδὲ τοῦτο εἴρηται, ὅτι Μετὰ τὸ φαγεῖν καὶ πιεῖν· ἀλλ’ ἵνα μάθῃς, ὅτι τὸν καιρὸν, ὃν ἀνέσεως ἕτεροι καὶ ἀδείας ποιοῦνται, τοῦτον εὐχῆς καὶ δακρύων
55ἐποιεῖτο καιρὸν, διὰ τὸ σφόδρα νήφειν καὶ ἐγρηγο‐ ρέναι. Καὶ κατέστη ἐνώπιον Κυρίου· καὶ Ἠλεὶ ὁ ἱερεὺς, φησὶν, ἐκάθητο ἐπὶ τοῦ δίφρου ἐπὶ τῶν φλιῶν ναοῦ Κυρίου. Οὐδὲ τοῦτο ἁπλῶς εἴρηται, ὅτι ὁ Ἠλεὶ ὁ ἱερεὺς ἐκάθητο ἐπὶ τῶν φλιῶν ναοῦ
60Κυρίου· ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι τὴν θερμότητα τῆς γυναικός. Καθάπερ γὰρ χήρα πολλάκις γυνὴ ἀπρο‐
στάτευτος οὖσα καὶ ἔρημος, ἐπηρεαζομένη, πολλὰColumn end

54

.

640

ἀδικουμένη, βασιλέως εἰσελαύνειν μέλλοντος, δορυ‐ φόρων, ἀσπιδηφόρων, ἱππέων, ἑτέρας πολλῆς θερα‐ πείας προαπαντώσης, οὐ καταπλήττεται, οὐδὲ προ‐ στάτου δεῖται, ἀλλὰ πάντας αὐτοὺς διατεμοῦσα μετὰ
5πολλῆς ἐντυγχάνει τῷ βασιλεῖ παῤῥησίας, τὴν οἰ‐ κείαν ἐκτραγῳδοῦσα συμφορὰν, τῆς ἀνάγκης αὐτὴν χειραγωγούσης· οὕτω δὴ καὶ αὕτη ἡ γυνὴ οὐκ ἠρυ‐ θρίασεν, οὐκ ᾐσχύνθη, τοῦ ἱερέως καθημένου, αὐτὴ δι’ ἑαυτῆς αἰτῆσαι καὶ μετὰ πολλῆς τῆς παῤῥησίας
10τῷ βασιλεῖ προσελθεῖν· ἀλλ’ ὑπὸ τοῦ πόθου πτερω‐ θεῖσα, καὶ πρὸς τὸν οὐρανὸν ἀναβᾶσα τῇ διανοίᾳ, ὡς αὐτὸν ὁρῶσα τὸν Θεὸν, οὕτω μετὰ πάσης αὐτῷ θερμότητος διελέγετο. Καὶ τί φησι; Μᾶλλον δὲ οὐδὲν φθέγγεται πρότερον, ἀλλ’ ἀπ’ ὀδυρμῶν ποιεῖται τὰ
15προοίμια, καὶ θερμὰς ἀφίησι πηγὰς δακρύων. Καὶ καθάπερ, ὄμβρων καταφερομένων, καὶ ἡ σκληρο‐ τέρα γῆ καταβρεχθεῖσα καὶ καταμαλαχθεῖσα, ῥᾳ‐ δίως ἑαυτὴν πρὸς τὰς τῶν καρπῶν διεγείρει γονὰς, οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ταύτης ἐγένετο. Καθάπερ
20γὰρ ὑπ’ ὄμβρων τῶν δακρύων ἡ μήτρα μαλαττομένη, καὶ διὰ τῆς ὀδύνης διαθερμαινομένη, πρὸς τὴν κα‐ λὴν ἐκείνην τεκνογονίαν ἤρχετο διεγείρεσθαι. Ἀκού‐ σωμεν δὲ καὶ αὐτῶν τῶν ῥημάτων, καὶ τῆς καλῆς ταύτης ἱκετηρίας. Κλαίουσα ἔκλαυσε, φησὶ, καὶ
25ηὔξατο εὐχὴν τῷ Κυρίῳ, λέγουσα· ΑΔΩΝΑΙ ΚΥ‐ ΡΙΕ ΕΛΩΙ ΣΑΒΑΩΘ. Φοβερὰ τὰ ῥήματα, καὶ φρίκης γέμοντα· καὶ καλῶς ἐποίησεν ὁ συγγραφεὺς μὴ μετ‐ ενεγκὼν αὐτὰ πρὸς τὴν ἡμετέραν φωνήν· οὐ γὰρ ἴσχυσε μετὰ τῆς οἰκείας αὐτὰ ἀρετῆς μεταθεῖναι
30πρὸς τὴν Ἑλλάδα γλῶτταν. Οὐκ ἀφ’ ἑνὸς δὲ αὐτὸν ἐκάλεσε ῥήματος ἡ γυνὴ, ἀλλ’ ἀπὸ πολλῶν τῶν προσόντων αὐτῷ, τὸν περὶ αὐτὸν πόθον ἐνδει‐ κνυμένη, καὶ τὴν θερμὴν διάθεσιν. Καὶ καθάπερ οἱ τὰς δεήσεις γράφοντες τῷ βασιλεῖ, οὐκ ἐντιθέασιν ἓν
35ὄνομα μόνον, ἀλλὰ τὸν τροπαιοῦχον, τὸν αὔγουστον, τὸν αὐτοκράτορα, καὶ πολλὰ ἕτερα τούτων ἄνω προ‐ θέντες, τότε ποιοῦνται τὴν ἱκετηρίαν· οὕτω καὶ αὕτη δέησίν τινα ἀναφέρουσα τῷ Θεῷ, πολλὰ τίθησιν ἐν τῷ προοιμίῳ τῆς δεήσεως ὀνόματα, τήν τε οἰκείαν
40διάθεσιν ἐνδεικνυμένη, καθάπερ ἔφθην εἰπὼν, καὶ τὴν εἰς τὸν παρακαλούμενον τιμήν. Καὶ τὴν δέησιν αὐτὴν ὑπηγόρευσεν ἡ ὀδύνη· διὸ καὶ ταχέως ἠκούετο μετὰ πολλῆς αὐτὴν γράψασα τῆς συνέσεως. Τοιαῦται γὰρ αἱ ἐξ ὀδύνης ψυχῆς γινόμεναι εὐχαί.
45Καὶ γὰρ ἀντὶ χάρτου μὲν ἦν αὐτῆς ἡ διάνοια, ἀντὶ καλάμου δὲ ἡ γλῶττα, τὰ δάκρυα δὲ ἀντὶ μέλανος· διὸ καὶ μέχρι τῆς σήμερον ἡμέρας ἡ δέησις ἔμεινεν. Ἀνεξάλειπτα γὰρ τὰ τοιαῦτα γίνεται γράμματα, ἅπερ ἂν ἐκείνῳ βαφῇ τῷ μέλανι. Καὶ τὰ μὲν προοί‐

54

.

640

(50)

μια τῆς δεήσεως τοιαῦτα· τὰ δὲ ἑξῆς τίνα; Ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς, φησὶν, ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου. Οὕτω οὐδὲν ἔλαβε, καὶ ἐξ ὑπο‐ σχέσεως τὴν ἀρχὴν ἐποιήσατο τῆς εὐχῆς. Ἀμείβεται τὸν Θεὸν ἤδη, μηδὲν ἐν χερσὶ κατέχουσα. Οὕτως ἔζεε
55καὶ ὤδινε πρὸς τοῦτο μᾶλλον, ἢ πρὸς ἐκεῖνο, καὶ διὰ τοῦτο ηὔξατο λαβεῖν τὸ παιδίον. Ἐὰν ἐπιβλέπων ἐπι‐ βλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου. Δύο δι‐ καιώματα, φησὶν, ἔχω, τὴν δουλείαν, καὶ τὴν συμφο‐ ράν. Καὶ δός μοι τῇ δούλῃ σου σπέρμα ἀνδρός·
60δώσω αὐτὸ ἐνώπιόν σου δοτόν. Τί ἐστιν, Ἐνώπιόν639

54

.

641

σου δοτόν; Ἔκδοτον καὶ ὁλόκληρον δοῦλον. Ἀφίσταμαι τῆς ἐξουσίας ἁπάσης. Τοσοῦτον γὰρ βούλομαι γενέ‐ σθαι μήτηρ μόνον, ὅσον τὴν ἀρχὴν παρ’ ἐμοῦ λα‐ βεῖν τὸ παιδίον, καὶ λοιπὸν ἐξίσταμαι καὶ παρα‐
5χωρῶ. ϛʹ. Καὶ σκόπει γυναικὸς εὐλάβειαν. Οὐκ εἶπεν, Ἐὰν δῷς μοι τρεῖς, τοὺς δύο σοι δίδωμι, ἐὰν δὲ δύο, τὸν ἕνα σοι δίδωμι· ἀλλ’, ἐὰν μόνον ἕνα δῷς, ὁλόκληρον ἀνατίθημί σοι τὸν καρπόν. Καὶ οἶνον καὶ μέθυσμα
10οὐ μὴ πίεται. Οὔπω ἔλαβε τὸ παιδίον, καὶ ἤδη δια‐ πλάττει προφήτην, καὶ περὶ τῆς παιδοτροφίας αὐ‐ τοῦ διαλέγεται, καὶ συνθήκας ποιεῖται πρὸς τὸν Θεόν. Ὢ παῤῥησίας γυναικός! Ἐπειδὴ καταβαλεῖν οὐδὲ τότε εἶχε, διὰ τὸ μηδέπω λαβεῖν, ἀπὸ τῶν μελ‐
15λόντων καταβάλλει τὴν τιμήν. Καὶ καθάπερ πολλοὶ τῶν γηπόνων ἐν πενίᾳ ζῶντες ἐσχάτῃ, καὶ ἀργύριον οὐκ ἔχοντες ὥστε μόσχον ἢ πρόβατον πρίασθαι, ἐφ’ ἡμισείᾳ παρὰ τῶν δεσποτῶν αὐτὰ λαμβάνουσιν, ἀπὸ τῶν μελλόντων καρπῶν τὴν τιμὴν ὑπισχνούμενοι
20καταβαλεῖν· οὕτω δὴ καὶ αὕτη, μᾶλλον δὲ καὶ πολλῷ πλέον ἐποίησεν. Οὐ γὰρ ἐφ’ ἡμισείᾳ τὸν υἱὸν λαμ‐ βάνει παρὰ τοῦ Θεοῦ, ἀλλ’ ὥστε ὁλόκληρον αὐτῷ ἀποδοῦναι πάλιν, καὶ τὴν παιδοτροφίαν καρπώσα‐ σθαι. Ἀρκοῦσαν γὰρ ἀμοιβὴν εἶναι ἐνόμισε, τὸ πο‐
25νέσαι περὶ τὸν τοῦ Θεοῦ ἱερέα. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴ πίεται, φησίν. Οὐκ ἐνενόησε πρὸς ἑαυτὴν, λέγουσα· Τί δὲ ἂν ἁπαλὸς ὢν ὑπὸ τῆς ὑδρο‐ ποσίας διαφθείρηται; τί δὲ ἂν ἀῤῥωστίᾳ περιπέσῃ; τί δὲ ἂν ἀποθάνῃ, νόσῳ παραδοθεὶς χαλεπῇ; Ἀλλ’
30ἐννοήσασα ὅτι ὁ δοὺς αὐτὸν, αὐτὸς καὶ τῆς ὑγείας προνοῆσαι δυνήσεται, ἐξ αὐτῶν τῶν σπαργάνων καὶ τῶν ὠδίνων εἰς τὴν ἁγιωσύνην αὐτὸν ἐνεβίβασεν, ἐπὶ τὸν Θεὸν ῥίψασα τὸ πᾶν, καὶ πρὸ τῶν ὠδίνων ἡ γαστὴρ αὐτῆς ἡγιάζετο προφήτην ἔχουσα, καὶ ἱερέα
35κυοῦσα, καὶ τὸ ἀνάθημα φέρουσα, ἀνάθημα ἔμψυ‐ χον. Διὰ ταῦτα ἠνείχετο ἀθυμούσης αὐτῆς ὁ Θεὸς, διὰ τοῦτο βραδέως ἐδίδου, ἵνα λαμπροτέραν αὐτὴν τῷ τρόπῳ τοῦ τόκου ποιήσῃ, ἵνα δείξῃ τὴν φιλοσο‐ φίαν. Καὶ γὰρ εἰς τὴν εὐχὴν καταστᾶσα οὐκ ἐμνήσθη
40τῆς ἀντιζήλου, οὐκ εἶπεν αὐτῆς τὰς λοιδορίας, οὐκ ἤνεγκεν εἰς μέσον τὰ ὀνείδη, οὐκ εἶπεν· Ἐκδίκησόν με ἐκ τῆς μιαρᾶς καὶ πονηρᾶς γυναικὸς ἐκείνης· ἅπερ πολλαὶ ποιοῦσι γυναῖκες· ἀλλὰ μηδὲ μνησθεῖσα τῶν ὀνειδῶν ἐκείνων, περὶ τῶν αὐτῇ συμφερόντων
45ηὔχετο μόνον. Τοῦτο καὶ σὺ ποίησον, ἄνθρωπε, καὶ ὅταν ἴδῃς ἐχθρὸν λυποῦντα, πρὸς ἐκεῖνον μὲν μηδὲν ἐκβάλῃς ῥῆμα πικρὸν, μηδὲ εὔξῃ κατ’ αὐτοῦ πρὸς σὲ ἀπεχθῶς ἔχοντος· εἰσελθὼν δὲ, καὶ τὰ γόνατα κάμψας, καὶ δάκρυα ἀφεὶς, παρακάλει τὸν Θεὸν λῦ‐

54

.

641

(50)

σαι τὴν ἀθυμίαν, σβέσαι τὴν λύπην· ὅπερ οὖν καὶ αὕτη πεποίηκε, καὶ τὰ μέγιστα παρὰ τῆς ἐχθρᾶς ἐκαρπώσατο γυναικός. Ἐκείνη γὰρ πρὸς τὸν τόκον τοῦ παιδίου συνέπραξε. Καὶ πῶς, ἐγὼ λέγω. Ἐπειδὴ ὠνείδισεν, ἔθλιψε, καὶ μείζονα τὴν ὀδύνην εἰργάσατο,
55ἀπὸ τῆς ὀδύνης ἡ εὐχὴ προσεκτικωτέρα γέγονεν, ἡ εὐχὴ τὸν Θεὸν ἐπεσπάσατο, καὶ ἐπινεῦσαι ἐποίησε, καὶ οὕτως ὁ Σαμουὴλ ἐτέχθη. Ὥστε, ἐὰν νήφωμεν, οὐ μόνον ἡμᾶς οἱ ἐχθροὶ οὐδὲν παραβλάψαι δυνήσον‐ ται, ἀλλὰ καὶ ὠφελήσουσι τὰ μέγιστα, πρὸς πάντα
60ἡμᾶς σπουδαιοτέρους ἐργαζόμενοι, μόνον ἂν μὴ
πρὸς λοιδορίας καὶ ὕβρεις, ἀλλὰ πρὸς εὐχὰς ἑαυτοὺςColumn end

54

.

642

ἄγωμεν ἀπὸ τῆς παρ’ ἐκείνων ἐγγινομένης ἡμῖν ἀθυμίας. Τεκοῦσα δὲ τὸ παιδίον, ἐκάλεσεν αὐτὸ Σαμουὴλ, τουτέστιν, Ἀκούσει Θεοῦ. Ἐπειδὴ γὰρ ἐκ τοῦ ἀκου‐
5σθῆναι, καὶ ἐξ εὐχῆς αὐτὸν ἔλαβε, καὶ οὐκ ἀπὸ φύ‐ σεως, τῆς ἐργασίας τὴν μνήμην, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τοῦ παιδίου λοιπὸν ἐναπέθετο. Καὶ οὐκ εἶπε, Καλέσωμεν αὐτὸν τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ, ἢ τοῦ θείου, ἢ τοῦ πάππου, ἢ τοῦ ἐπιπάππου·
10ἀλλ’ αὐτὸς ὁ δεδωκὼς αὐτὸν, αὐτὸς καὶ τῇ προσηγορίᾳ τοῦ παιδίου τιμάσθω, φησί. Ταύτην ζηλώσατε, γυναῖ‐ κες, ταύτην μιμησώμεθα, ἄνδρες, καὶ τοσαύτην περὶ τὰ παιδία ποιώμεθα τὴν ἐπιμέλειαν, οὕτως ἐκτρέφωμεν τοὺς τεχθέντας, ἔν τε τοῖς ἄλλοις ἅπασιν, ἕν τε
15τῷ τῆς σωφροσύνης λόγῳ. Οὐδὲν γὰρ οὕτω σπουδάζειν χρὴ καὶ φροντίζειν τῶν νέων, ὡς σωφροσύνης ἕνε‐ κεν καὶ σεμνότητος. Τοῦτο γὰρ μάλιστα τὸ πάθος ἐκείναις ἐνοχλεῖ ταῖς ἡλικίαις· καὶ ὅπερ ἐπὶ τῶν λύχνων ποιοῦμεν, τοῦτο καὶ ἐπὶ τῶν παιδίων φυλάτ‐
20τωμεν. Πολλάκις γοῦν θεραπαινίδι λύχνον ἁπτούσῃ παρακελευόμεθα μὴ παραγαγεῖν τὸν λύχνον, ἔνθα ἂν ᾖ καλάμη, ἢ χόρτος, ἤ τι τῶν τοιούτων, μήποτε ἀγνοούντων ἡμῶν, σπινθήρ τις ἐκπεσὼν, καὶ τῆς ὕλης ἐπιλαβόμενος ἐκείνης, ὁλόκληρον ἐμπρήσῃ τὴν
25οἰκίαν· ταύτην καὶ ἐπὶ τῶν παιδίων τὴν πρόνοιαν ἔχωμεν, καὶ μὴ παράγωμεν αὐτῶν τὰς ὄψεις, ἔνθα θεραπαινίδες ἀσελγεῖς, ἔνθα κόραι ἄσωτοι, ἔνθα δοῦ‐ λαι ἀκόλαστοι, ἀλλὰ κελεύωμεν, καὶ παρεγγυῶμεν, κἂν θεραπαινίδα τοιαύτην ἔχωμεν, κἂν γείτονα, κἂν
30ἁπλῶς ἑτέραν τινὰ τοιαύτην, μήτε εἰς ὄψιν, μήτε εἰς συνουσίαν λόγων τοῖς νέοις ἔρχεσθαι, ὥστε μὴ σπινθῆρα ἐκεῖθεν ἐκπεσόντα ὁλόκληρον ἀνάψαι τοῦ παιδίου τὴν ψυχὴν, καὶ ἀπαραμύθητον γενέσθαι τὴν συμφοράν. Μὴ θεαμάτων δὲ μόνον, ἀλλὰ καὶ ἀκου‐
35σμάτων αὐτοὺς μαλθακῶν καὶ διακεκλασμένων ἀπ‐ άγωμεν, ἵνα μὴ γοητεύηται διὰ τούτων αὐτοῖς ἡ ψυχή· μηδὲ εἰς θέατρα αὐτοὺς ἀνάγωμεν, μηδὲ εἰς συμ‐ πόσια καὶ μέθας, ἀλλὰ τῶν θαλαμευομένων παρθέ‐ νων μᾶλλον ἡμῖν οἱ νέοι φυλαττέσθωσαν. Οὐδὲν γὰρ
40οὕτω τὴν ἡλικίαν ἐκείνην κοσμεῖν πέφυκεν, ὡς ὁ τῆς σωφροσύνης στέφανος, καὶ τὸ πάσης ἀσελγείας καθαρεύοντα πρὸς γάμον ἐλθεῖν. Οὕτω καὶ αἱ γυ‐ ναῖκες αὐτοῖς γένοιντ’ ἂν ποθειναὶ, ὅταν μὴ πορ‐ νείαν ἡ ψυχὴ προμεμελετηκυῖα, μηδὲ διεφθαρμένη
45ᾖ, ὅταν ἐκείνην εἰδὼς ᾖ τὴν γυναῖκα μόνον ὁ νέος τὴν γάμῳ συναφθεῖσαν αὐτῷ. Οὕτω καὶ οἱ ἔρωτες θερμότεροι, καὶ ἡ εὔνοια γνησιωτέρα, καὶ ἡ φιλία ἀκριβεστέρα γίνεται, ὅταν μετὰ τοιαύτης φυλακῆς ἐπὶ τοὺς γάμους οἱ νέοι βαδίζωσιν. Ὡς τά γε νῦν

54

.

642

(50)

γινόμενα, οὐ γάμος ἐστὶν, ἀλλ’ ἁπλῶς χρημάτων ἐμ‐ πορία, καὶ καπηλεία. Ὅταν γὰρ καὶ πρὸ τῶν γάμων διεφθαρμένος ὁ νέος ᾖ, καὶ μετὰ τὸν γάμον πάλιν πρὸς ἑτέραν βλέπῃ γυναῖκα, τί τῶν γάμων ὄφελος, εἰπέ μοι; Μείζων μὲν οὖν ἡ κόλασις, ἀσύγγνωστος ἡ
55ἁμαρτία, ὅταν γυναικὸς ἔνδον οὔσης εἰς πόρνας ἑαυ‐ τὸν καταισχύνῃ, καὶ μοιχείαν ἐργάζηται. Μετὰ γὰρ γυναῖκα, κἂν πόρνη ᾖ ἡ προσφθειρομένη τῷ γεγα‐
μηκότι, μοιχεία τὸ πρᾶγμά ἐστι. Ταῦτα δὲ γίνεται,641

54

.

643

καὶ μετὰ γάμον πρὸς τὰς ἑταιριζομένας γυναῖκας τρέχουσιν, ἐπειδὴ πρὸ τοῦ γάμου σωφρονεῖν οὐκ ἐμε‐ λέτησαν. Ἐντεῦθεν μάχαι, καὶ λοιδορίαι, καὶ οἰκιῶν ἀνατροπαὶ, καὶ καθημερινοὶ πόλεμοι· ἐντεῦθεν ὁ πρὸς
5τὴν γυναῖκα ἔρως ὑποῤῥεῖ καὶ μαραίνεται, τῆς ἐν τοῖς πορνείοις ὁμιλίας ἐκλυούσης αὐτόν. Ὡς ἐὰν σωφρονεῖν μάθῃ, πάντων ποθεινοτέραν τὴν αὐτοῦ γυναῖκα ἡγή‐ σεται, καὶ μετὰ πολλῆς αὐτὴν ὄψεται τῆς εὐνοίας, καὶ πολλὴν πρὸς αὐτὴν τηρήσει τὴν ὁμόνοιαν, εἰρήνης δὲ
10οὔσης καὶ ὁμονοίας, πάντα εἰς τὴν οἰκίαν ἐκείνην εἰσελεύσεται τὰ ἀγαθά. Ἵν’ οὖν καὶ τὰ ἐνταῦθα ἡμῖν καλῶς οἰκονομῆται, καὶ μετὰ τούτων καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχωμεν, καὶ ἡμῶν αὐτῶν καὶ τῶν παιδίων προνοῶμεν, ταύτης ἕνεκεν μάλιστα
15τῆς ἐντολῆς, ὅπως μὴ ῥυπαρὰ ἐνδεδυμένοι ἱμάτια, εἰς τὸν πνευματικὸν ἐκεῖνον εἰσέλθωμεν γάμον, ἀλλὰ μετὰ παῤῥησίας πολλῆς ἀπολαύσωμεν τῆς ἐκεῖ κειμένης τοῖς ἀξίοις τιμῆς· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
20Χριστοῦ, μεθ’ οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
23tΛΟΓΟΣ Βʹ.
24nΕἰς τὴν πίστιν τῆς Ἄννης, καὶ εἰς τὴν φιλοσο‐
25nφίαν, καὶ εἰς τὴν ἐπιείκειαν αὐτῆς, καὶ περὶ
26nτῆς εἰς τοὺς ἱερέας τιμῆς, καὶ εἰς τὸ δεῖν καὶ
27nἀρχομένους ἀρίστου, καὶ λήγοντας εὔχεσθαι.
28 αʹ. Οὐδὲν ἄρα ἴσον εὐχῆς, ἀγαπητοὶ, οὐδὲν πίστεως δυνατώτερον. Ἀμφότερα ἔδειξεν ἡμῖν ἡ Ἄννα πρώην·
30μετὰ γὰρ τούτων προσελθοῦσα τῷ Θεῷ τῶν δώρων, πάντα ὅσα ἠθέλησεν ἤνυσε, καὶ φύσιν πεπηρωμένην διώρθωσε, καὶ μήτραν κεκλεισμένην ἀνέῳξε, καὶ αἰ‐ σχύνην ἀνεῖλε, καὶ τὰ ὀνείδη τῆς ἀντιζήλου κατέλυσε, καὶ πρὸς παῤῥησίαν ἑαυτὴν πολλὴν ἐπανήγαγεν, ἐκ
35πέτρας ἀγόνου στάχυν κομῶντα θερίσασα. Καὶ πάν‐ τες ἠκούσατε, πῶς ηὔξατο, πῶς ᾔτησε, καὶ ἔπεισε καὶ ἔλαβε, καὶ ἔτεκε καὶ ἔθρεψε καὶ ἀνέθηκε τὸν Σα‐ μουήλ. Ὥστε οὐκ ἄν τις ἁμάρτοι, μητέρα ὁμοῦ καὶ πατέρα τοῦ παιδίου τὴν γυναῖκα ταύτην προσειπών.
40Εἰ γὰρ καὶ ὁ ἀνὴρ ἔσπειρεν, ἀλλὰ τῷ σπέρματι τὴν δύναμιν ταύτης παρέσχεν ἡ εὐχὴ, καὶ σεμνοτέρας τοῦ Σαμουὴλ τὰς ἀρχὰς τῆς γεννήσεως ἐποίησεν. Οὐ γὰρ δὴ, καθάπερ ἐπὶ τῶν λοιπῶν, ὕπνος καὶ σύνοδοι τῶν γεννησαμένων μόνον, ἀλλ’ εὐχαὶ, καὶ δάκρυα, καὶ
45πίστις ἀρχαὶ τῆς γεννήσεως ταύτης ἐγένοντο, καὶ σεμνοτέρας τῶν ἄλλων ἔσχε τὰς γονὰς προφήτης, διὰ τὴν πίστιν τῆς μητρὸς γεγονώς. Διὸ καὶ περὶ ταύτης εὐκαίρως ἄν τις εἴποι τῆς γυναικός· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Ταύτην ζη‐

54

.

643

(50)

λώσωμεν ἄνδρες, ταύτην μιμησώμεθα, γυναῖκες· καὶ γὰρ ἑκατέρου τοῦ γένους διδάσκαλός ἐστιν ἡ γυνή. Ὅσαι στεῖραι, μὴ ἀπαγορευέτωσαν· ὅσαι μητέρες, οὕτω τρεφέτωσαν τεχθέντα τὰ παιδία· καὶ πάντες ζηλώσωμεν τῆς γυναικὸς τὴν φιλοσοφίαν τὴν πρὸ τοῦ
55τόκου, τὴν πίστιν τὴν ἐν τῷ τόκῳ, τὴν σπουδὴν τὴν μετὰ τὸν τόκον. Τί γὰρ ἂν γένοιτο τῆς γυναικὸς ἐκεί‐ νης φιλοσοφώτερον, ἣ συμφορὰν οὕτως ἀφόρητον πράως ἤνεγκε καὶ γενναίως, καὶ οὐκ ἀπέστη πρότε‐ ρον, ἕως ἔλυσε τὸ δεινὸν, καὶ τοῦ κακοῦ πέρας εὗρε
60θαυμαστὸν καὶ παράδοξον, οὐδένα κάτωθεν λαβοῦσα σύμμαχον καὶ βοηθόν; Καὶ γὰρ ᾔδει τὴν τοῦ Δεσπό‐ του φιλανθρωπίαν· διὸ καὶ μόνη προσῆλθε, καὶ
ἤνυσεν ὅπερ ἠθέλησεν. Οὐ γὰρ ἀνθρωπίνης βοηθείας,Column end

54

.

644

ἀλλὰ τῆς θείας ἐδεῖτο χάριτος ἡ διόρθωσις τῆς ἀθυ‐ μίας ἐκείνης· καὶ γὰρ οὐκ ἐν ζημίᾳ χρημάτων ἦν, ἵνα τις ἐνεγκὼν χρυσίον λύσῃ τὴν ἀθυμίαν· οὐκ ἐν σώματος ἀῤῥωστίᾳ, ἵνα ἰατρῶν παρακαλέσῃ παῖδας,
5καὶ ἀπελάσῃ τὸ νόσημα. Φύσις ἦν ἡ ἐπηρεαζομένη, τῆς ἄνωθεν δεομένη χειρός. Διὸ δὴ πάντα τὰ ἐπὶ γῆς ἀφεῖσα, πρὸς τὸν τῆς φύσεως ἔδραμε Δεσπότην, καὶ οὐκ ἀπέστη πρότερον, ἕως ἂν αὐτὸν ἔπεισε λῦσαι τὴν ἀπαιδίαν, καὶ τὴν μήτραν ἀνοῖξαι, καὶ ποιῆσαι μη‐
10τέρα τὴν στεῖραν. Μακαρία μὲν οὖν καὶ διὰ τοῦτο, οὐχ ὅτι μήτηρ ἐγένετο, ἀλλ’ ὅτι οὐκ οὖσα ἐγένετο. Ἐκεῖνο μὲν γὰρ κοινὸν τῆς φύσεως, τοῦτο δὲ ἐξαίρε‐ τον τῆς γυναικὸς ἦν κατόρθωμα. Μακαρία μὲν οὖν καὶ διὰ τὰς ὠδῖνας ἐκείνας, μακαρία δὲ οὐχ ἧττον
15καὶ διὰ τὰ πρὸ τῶν ὠδίνων ἅπαντα. Ἴστε γὰρ δήπου πάντες, καὶ γυναῖκες, καὶ ἄνδρες, ὡς οὐδὲν ἀφορη‐ τότερον ἀπαιδίας γυναικὶ γένοιτ’ ἄν· ἀλλὰ κἂν μυ‐ ριάκις ἀπολαύῃ τῆς εὐημερίας, τὴν ἐκ τῆς πληγῆς ταύτης ὀδύνην ἐγγινομένην αὐτῇ οὐκ ἄν ποτε ἀπο‐
20κρούσαιτο. Εἰ δὲ νῦν οὕτως ἀφόρητον, ὅτε πρὸς μείζονα φιλοσοφίαν ἐκλήθημεν, καὶ πρὸς τὸν οὐρανὸν ὁδεύομεν, καὶ λόγος ἡμῖν τῶν παρόντων οὐδεὶς, ἀλλὰ πρὸς ἑτέραν ζωὴν παρασκευαζόμεθα, καὶ πολὺ τὸ τῆς παρθενίας ἐγκώμιον, ἐννόησον ἡλίκον τότε κακὸν
25τὸ πρᾶγμα ἐνομίζετο εἶναι, ὅτε τῶν μελλόντων μὲν οὐδεμία τις ἦν ἐλπὶς, οὐδὲ ἔννοια τοῖς παλαιοῖς, πάντα δὲ ὑπὲρ τῶν παρόντων ἔπραττον πραγμάτων, καὶ ἀρά τις ἦν καὶ καταδίκη τὸ στεῖραν εἶναι καὶ ἄγονον. Οὐκ ἔστιν εἰπεῖν, οὐδὲ παραστῆσαι τῷ λόγῳ τὴν ἀπὸ τῆς
30πληγῆς ταύτης ὀδύνην. Μαρτυροῦσι δὲ γυναῖκες, ὅσαι πᾶσαν μὲν ἐπεδείξαντο φιλοσοφίαν, ταύτην δὲ τὴν δυσκληρίαν οὐκ ἤνεγκαν· ἀλλ’ αἱ μὲν πρὸς τοὺς ἄν‐ δρας ἐδυσχέραινον, αἱ δὲ τὸν βίον ἀβίωτον εἶναι ἐνό‐ μισαν. Τὴν δὲ γυναῖκα ταύτην οὐκ ἀθυμία μόνον ἡ
35διὰ τὴν στείρωσιν, ἀλλὰ καὶ ἕτερον ἐπολιόρκει πάθος, θυμὸς διὰ τὰ ὀνείδη τῆς ἀντιζήλου. Καὶ καθάπερ ἀνέμων ἀπεναντίας ἀλλήλοις ἐμπιπτόντων, καὶ σκάφος μέσον ἐν τῇ πρὸς ἀλλήλους ἀπολαβόντων μάχῃ, καὶ πολλὰ μὲν ἀπὸ τῆς πρύμνης, πολλὰ δὲ ἀπὸ τῆς πρώ‐
40ρας ἐγειρόντων τὰ κύματα, ὁ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος διασώζει τὸ σκάφος, τὰς τῶν κυ‐ μάτων ἐμβολὰς τῇ τῆς ἐπιστήμης σοφίᾳ διακρουόμε‐ νος· οὕτω καὶ ἡ γυνὴ τότε ἐκείνη, καθάπερ πνευμά‐ των ἐναντίων, τοῦ θυμοῦ, καὶ τῆς ἀθυμίας, εἰς τὴν
45ψυχὴν αὐτῆς ἐμπεσόντων, καὶ τοὺς λογισμοὺς αὐτῆς διακοπτόντων, καὶ πολλὰ τὰ κύματα ἐγειρόντων, οὐχὶ δύο, καὶ τρεῖς, καὶ εἴκοσι ἡμέρας, ἀλλ’ ἐπ’ ἐνιαυτοὺς ὁλοκλήρους (καὶ γὰρ ἐξ ἱκανοῦ τοῦτο ἐγένετο, φησίν)· ἤνεγκε τὸν χειμῶνα γενναίως, καὶ καταποντισθῆναι

54

.

644

(50)

τὸν λογισμὸν οὐκ εἴασεν. Ὁ γὰρ τοῦ Θεοῦ φόβος, καθάπερ κυβερνήτης ἐπὶ τῶν οἰάκων καθήμενος, ἔπειθε γενναίως φέρειν τὸ κλυδώνιον ἐκεῖνο· καὶ οὐ πρότερον ἀπέστη διακυβερνῶν αὐτῆς τὴν ψυ‐ χὴν, ἕως εἰς τὸν εὔδιον λιμένα κατήγαγε πεπληρω‐
55μένην τοῦ φορτίου τὴν ναῦν, καὶ πολυτίμου θησαυ‐ ροῦ τὴν γαστέρα γέμουσαν. Οὐ γὰρ χρυσίον, οὐδὲ ἀρ‐
γύριον ἐβάσταζεν, ἀλλὰ προφήτην καὶ ἱερέα· καὶ643

54

.

645

διπλοῦς ἦν αὐτῆς τῆς γαστρὸς ὁ ἁγιασμὸς, ὅτι τε τοιοῦτον ἦν τὸ κυούμενον παιδίον, ὅτι τε ἐξ εὐχῆς καὶ τῆς ἄνωθεν χάριτος τὴν ἀρχὴν τῆς κυήσεως ἔλαβεν. βʹ. Οὐχ ὁ φόρτος δὲ μόνον παράδοξος ἦν καὶ θαυ‐
5μαστὸς, ἀλλὰ καὶ ὁ τρόπος τῆς ἐμπορίας παραδοξότε‐ ρος γέγονεν· οὐδὲ γὰρ αὐτὸν ἀνθρώποις ἀπέδοτο, οὐδὲ ἐμπόροις τισὶ καὶ καπήλοις, ἀλλ’ εὐθέως αὐτὸν ἐκβα‐ λοῦσα τοῦ σκάφους ἐπώλησε τῷ Θεῷ· καὶ τοσαύτην εἰργάσατο τὴν ἐμπορίαν, ὅσην εἰκὸς ἦν Θεῷ συμβα‐
10λοῦσαν ἐργάσασθαι. Μετὰ γὰρ τὸ λαβεῖν αὐτὸν, ἀντ‐ έδωκεν ἕτερον αὐτῇ τέκνον· μᾶλλον δὲ οὐχ ἓν, οὐδὲ δύο, οὐδὲ τρία, καὶ τέσσαρα μόνον, ἀλλὰ καὶ πολλῷ πλείονα, Ὅτι στεῖρα, φησὶν, ἔτεκεν ἑπτὰ, καὶ ὑπερέβη τὸ κεφάλαιον ὁ τόκος. Τοιαύτη γὰρ ἡ πρὸς
15τὸν Θεὸν πραγματεία· οὐ τὸ πολλοστὸν τοῦ κεφαλαίου, ἀλλὰ τὸ πολυπλάσιον ἀποδίδωσι. Καὶ οὐ θήλεα μόνον ἔδωκε τὰ παιδία, ἀλλὰ καὶ ἐξ ἑκατέρας τῆς φύσεως τὸν τόκον αὐτῆς συνεκρότησεν· ὥστε ἀπηρτισμένην αὐτῇ γενέσθαι τὴν ἡδονήν. Ταῦτα λέγω, οὐχ ἵνα
20ἐπαινέσητε μόνον, ἀλλ’ ἵνα καὶ ζηλώσητε τὴν πίστιν, τὴν ἀνεξικακίαν τῆς γυναικὸς, ἣν ἠκούσατε μὲν ἐκ μέρους καὶ πρώην· ὥστε δὲ καὶ τὰ λείψανα ἀποδοῦ‐ ναι, δότε μοι μικρὸν διηγήσασθαι περὶ τῶν ῥημάτων τῶν μετὰ τὴν πρώτην εὐχὴν πρὸς τὸν ἱερέα καὶ τὸν
25παῖδα τοῦ ἱερέως γενομένων, ἵνα μάθητε τὸ πρᾶον καὶ τὸ ἥμερον φρόνημα τῆς γυναικός. Καὶ ἐγένετο, φησὶν, ὅτε ἐπλήθυνε προσευχομένη ἐνώπιον Κυ‐ ρίου, καὶ Ἠλεὶ ὁ ἱερεὺς ἐφύλασσε τὸ στόμα αὐτῆς.
30 Διπλῆν ἐνταῦθα ὁ συγγραφεὺς ἀρετὴν μαρτυρεῖ τῇ γυναικὶ, καὶ τὴν καρτερίαν τὴν ἐν ταῖς εὐχαῖς, καὶ τὸ τῆς διανοίας ἐγρηγορός· τὸ μὲν, διὰ τοῦ εἰπεῖν, Ἐπλήθυνε· τὸ δὲ, διὰ τοῦ προσθεῖναι, Ἐνώπιον Κυρίου· πάντες μὲν γὰρ εὐχόμεθα, ἀλλ’ οὐ πάντες
35ἐνώπιον τοῦ Θεοῦ. Ὅταν γὰρ τοῦ σώματος ἐπὶ γῆς κειμένου, καὶ τοῦ στόματος εἰκῆ ληροῦντος, ἡ διά‐ νοια πανταχοῦ τῆς οἰκίας καὶ τῆς ἀγορᾶς περιέρχη‐ ται, πῶς ὁ τοιοῦτος δυνήσεται εἰπεῖν, ὅτι ἐνώπιον τοῦ Θεοῦ ηὔξατο; Ἐνώπιον γὰρ Κυρίου εὔχεται ὁ πάν‐
40τοθεν ἑαυτοῦ τὴν ψυχὴν συλλέγων, καὶ μηδὲν ἔχων κοινὸν πρὸς τὴν γῆν, ἀλλὰ πρὸς αὐτὸν τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀπὸ τῆς ψυχῆς ἐκβαλών· καθάπερ οὖν καὶ αὕτη ἡ γυνὴ ἐποίησε τότε· ὅλην γὰρ ἑαυτὴν συναγαγοῦσα, καὶ
45συντείνασα τὴν διάνοιαν, ἐκάλει τὸν Θεὸν μετ’ ὀδυ‐ νωμένης ψυχῆς. Πῶς δέ φησιν, ὅτι καὶ ἐπλήθυνε τὴν εὐχήν; καίτοι γε βραχὺ τὸ μέτρον τῆς εὐχῆς τῆς γυναικός. Οὐ γὰρ μακροὺς ἀπέτεινε λόγους, οὐδὲ εἰς μῆκος τὴν ἱκετηρίαν ἐξέτεινεν, ἀλλ’ ὀλίγα καὶ

54

.

645

(50)

ψιλὰ εἶπε ῥήματα. Ἀδωναῒ Κύριε Ἐλωῒ Σαβαὼθ, ἐὰν ἐπιβλέπων ἐπιβλέψῃς ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης σου, καὶ μνησθῇς μου, μὴ ἐπιλάθῃς τῆς δούλης σου, καὶ δῷς τῇ δούλῃ σου σπέρμα ἀν‐ δρὸς, δώσω αὐτὸ ἐνώπιόν σου δοτὸν ἕως ἡμέρας
55θανάτου αὐτοῦ. Καὶ οἶνον καὶ μέθυσμα οὐ μὴColumn end

54

.

646

πίεται, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κε‐ φαλὴν αὐτοῦ. Ποῖον τοῦτο πλῆθος ῥημάτων; Τί ποτ’ οὖν ᾐνίξατο εἰπὼν, Ἐπλήθυνε; Συνεχῶς τὰ αὐτὰ ἐφθέγγετο, καὶ οὐκ ἀφίστατο πολὺν δαπανῶσα
5χρόνον διὰ τῶν αὐτῶν ῥημάτων. Οὕτω γοῦν καὶ ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστὸς ἐπέταξεν εὔχεσθαι. Εἰπὼν γὰρ τοῖς μαθηταῖς, μὴ κατὰ τοὺς ἐθνικοὺς εὔχεσθαι, καὶ μὴ βαττολογεῖν, καὶ μέτρον ἡμᾶς εὐχῆς ἐδίδαξε· δεικνὺς ὅτι οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ’ ἐν
10τῇ νήψει τῆς διανοίας κεῖται τὸ ἀκουσθῆναι. Πῶς οὖν, φησὶν, εἰ ὀλίγα δεῖ εὔχεσθαι, παραβολὴν εἶπεν αὐτοῖς πρὸς τὸ δεῖν ἀεὶ προσεύχεσθαι, ὅτι χήρα τις ἦν, ἣ τῇ συνεχείᾳ τῆς ἐντεύξεως ὠμὸν δικαστὴν καὶ ἀπάνθρωπον, οὔτε Θεοῦ φόβον, οὔτε ἀνθρώπων ἔχοντα
15αἰδῶ, τῇ πυκνότητι τῆς προσόδου κατέκαμψε; Πῶς δὲ καὶ ὁ Παῦλος παραινεῖ λέγων, Τῇ προσευχῇ προσ‐ καρτεροῦντες, καὶ πάλιν, Ἀδιαλείπτως προσεύ‐ χεσθε; Εἰ γὰρ δεῖ μὴ μακροὺς ἀποτείνειν λόγους, καὶ συνεχῶς εὔχεσθαι, ἐναντίον τοῦτο ἐκείνου. Ἀλλ’
20οὐκ ἔστιν ἐναντίον, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα συμβαῖνον. Καὶ γὰρ καὶ ὁ Χριστὸς καὶ ὁ Παῦλος βρα‐ χείας καὶ πυκνὰς ποιεῖσθαι τὰς εὐχὰς ἐκέλευσαν ἐξ ὀλίγων διαλειμμάτων. Ἂν μὲν γὰρ εἰς μῆκος ἐκτείνῃ τὸν λόγον, ὀλιγωρήσας πολλάκις, πολλὴν ἔδωκας τὴν
25ἄδειαν τῷ διαβόλῳ προσελθεῖν, καὶ ὑποσκελίσαι, καὶ τὴν διάνοιαν ἀπαγαγεῖν τῶν λεγομένων· ἂν δὲ συν‐ εχεῖς καὶ πυκνὰς ποιῇς τὰς εὐχὰς, τὸν καιρὸν ἅπαν‐ τα τῇ πυκνότητι διαλαμβάνων, δυνήσῃ σωφρονεῖν εὐκόλως, αὐτάς τε τὰς εὐχὰς μετὰ πολλῆς ποιήσῃ
30τῆς νήψεως. Ὃ δὴ καὶ αὕτη ἐποίει, οὐ μακροὺς ἀπο‐ τείνουσα λόγους, ἀλλὰ συχνῶς καὶ πυκνότερον προσ‐ ιοῦσα τῷ Θεῷ. Εἶτα ἐπειδὴ ἐπεστόμισεν αὐτὴν ὁ ἱερεύς· τοῦτο γάρ ἐστι τὸ, Ἐφύλασσε τὸ στόμα αὐτῆς, καὶ τὰ χείλη αὐτῆς ἐκινεῖτο, φωνὴ δὲ
35αὐτῆς οὐκ ἠκούετο· ἐβιάσατο καὶ ὑπακοῦσαι τῷ ἱερεῖ, καὶ τῆς εὐχῆς ἀποστῆναι. Ἐπεστόμιστο οὖν αὐτῆς ἡ φωνὴ, οὐκ ἐπεστόμιστο δὲ ἡ παῤῥησία, ἀλλὰ μειζόνως ἡ καρδία ἔνδον ἐβόα. Τοῦτο γάρ ἐστι μά‐ λιστα εὐχὴ, ὅταν ἔνδον αἱ βοαὶ ἀναφέρωνται· τοῦτο
40μάλιστα ψυχῆς πεπονημένης, μὴ τῷ τόνῳ τῆς φωνῆς, ἀλλὰ τῇ προθυμίᾳ τῆς διανοίας τὴν εὐχὴν ἐπιδεί‐ κνυσθαι. γʹ. Οὕτω καὶ Μωϋσῆς ηὔχετο· διὸ καὶ μηδὲν αὐτοῦ φθεγγομένου, φησὶν ὁ Θεὸς, Τί βοᾷς πρός με; Ἄν‐
45θρωποι μὲν γὰρ ταύτης μόνον ἐπακούουσι τῆς φωνῆς. ὁ δὲ Θεὸς πρὸ ταύτης τῶν ἔνδοθεν κραζόντων ἀκούει. Ἄρα ἔστι καὶ μὴ κράζοντας ἀκούεσθαι, καὶ ἐπ’ ἀγορᾶς βαδίζοντας εὔχεσθαι κατὰ διάνοιαν μετὰ πολλῆς ἀκριβείας, καὶ μετὰ φίλων συνεδρεύοντας, καὶ

54

.

646

(50)

πᾶν ὁτιοῦν ποιοῦντας μετὰ σφοδρᾶς τῆς βοῆς καλεῖν τὸν Θεὸν, τῆς ἔνδον λέγω, καὶ μηδενὶ τῶν παρόντων κατάδηλον ταύτην ποιεῖν. Ὅπερ οὖν καὶ ἡ γυνὴ αὕτη τότε ἐποίησε. Φωνὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησί· καὶ εἰσήκουσεν αὐτῆς ὁ Θεός. Τοιαύτη ἦν αὐτῆς ἔνδο‐
55θεν ἡ κραυγή. Καὶ εἶπεν αὐτῇ τὸ παιδάριον Ἠλεί· Ἕως πότε μεθυσθήσῃ; Περιελοῦσα τὸν οἶνόν σου ἀπὸ σοῦ, ἄπελθε ἐκ προσώπου Κυρίου. Ἐνταῦθα μάλιστα ἔστι τὴν φιλοσοφίαν τῆς γυναικὸς ἰδεῖν. Ἐπὶ τῆς οἰκίας ἡ ἀντίζηλος ὠνείδιζεν· ἦλθεν εἰς τὸν ναὸν,
60καὶ τὸ παιδάριον τοῦ ἱερέως ὕβρισε, καὶ ὁ ἱερεὺς645

54

.

647

ἐπετίμησεν. Ἔφυγε τὸν οἴκοι χειμῶνα, ἦλθεν εἰς λιμένα, καὶ κύματα πάλιν εὗρεν· ἦλθε φάρμακον λαβεῖν, ἡ δὲ οὐ μόνον οὐκ ἔλαβεν, ἀλλὰ καὶ πληγὴν διὰ τῶν ὀνειδῶν προσεκτήσατο, καὶ τὸ ἕλκος μᾶλλον
5δι’ αὐτῶν ἀνεξαίνετο, Ἴστε γὰρ πῶς αἱ ὀδυνώμεναι ψυχαὶ πρὸς τὰς λοιδορίας καὶ τὰς ὕβρεις διάκεινται. Καθάπερ γὰρ τὰ μείζονα τῶν τραυμάτων, οὐ τὴν τυχοῦσαν ἐπιβολὴν τῆς χειρὸς ἀνεχόμενα, χείρονα γίνεται· οὕτω καὶ ἡ ψυχὴ τεταραγμένη δυσάρεστός
10τέ ἐστι, καὶ πρὸς ἅπαντα δυσχεραίνει. καὶ ὑπὸ τοῦ τυχόντος δάκνεται ῥήματος. Ἀλλ’ ὅμως οὐδὲν τοιοῦτον ἔπαθεν ἡ γυνὴ, καὶ ταῦτα, τοῦ παιδὸς λοιδορουμένου. Εἰ μὲν οὖν ὁ ἱερεὺς ἦν ὁ ὑβρικὼς, οὐχ οὕτω θαυμαστὴ ἦν ἡ ἀνεξικακία· τὸ γὰρ μέγεθος τοῦ ἀξιώματος,
15καὶ ὁ τῆς ἀρχῆς ὄγκος καὶ ἄκουσαν αὐτὴν ἔπειθε σωφρονεῖν. Νυνὶ δὲ οὐδὲ πρὸς τὸ παιδάριον τοῦ ἱερέως ἐδυσχέρανε· διὰ τοῦτο καὶ μᾶλλον τὸν Θεὸν εἰς εὔνοιαν ἐπεσπάσατο. Οὕτω καὶ ἡμεῖς ἂν λοιδορηθέντες, καὶ μυρία παθόντες δεινὰ, τοὺς ὀνειδίζοντας φέρωμεν
20γενναίως, μείζονα παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπι‐ σπασόμεθα. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν τῷ Δαυῒδ συμβάντων. Τί δὴ οὖν οὗτος ἔπαθεν; Ἐξέπεσέ ποτε τῆς πατρίδος, καὶ περὶ τῆς ἐλευθερίας καὶ τῆς ψυχῆς αὐτῆς ἐκιν‐
25δύνευσε, καὶ τοῦ στρατοπέδου πρὸς τὸν ἀκόλαστον νεανίσκον τὸν τύραννον ἐκεῖνον καὶ πατραλοίαν με‐ ταταξαμένου, ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησε πρὸς τὸν Θεὸν, οὐδὲ εἶπε· Τί ποτε τοῦτό ἐστι; συνεχώρησε τῷ παιδὶ κατ‐
30εξαναστῆναι τοῦ γεγεννηκότος; καίτοι καὶ εἰ δίκαια ἐγκαλεῖν εἶχεν, οὐδὲ οὕτω τοῦτο γενέσθαι ἔδει· νυνὶ δὲ οὐ μικρὸν, οὐ μέγα ἠδικημένος παρ’ ἡμῶν, πε‐ ριέρχεται τὴν δεξιὰν ἐπιθυμῶν αἵματι μολῦναι πα‐ τρικῷ, καὶ ὁ Θεὸς ἀνέχεται ταῦτα ὁρῶν. Ἀλλ’ οὐδὲν
35τούτων εἶπε. Καὶ τὸ δὴ μεῖζον καὶ θαυμαστὸν, ὅτι πλανωμένῳ, καὶ πάντων ἐκπεπτωκότι, Σεμεεί τις ἄνθρωπος πονηρὸς καὶ μιαρὸς ἐπέθετο αὐτῷ, μιαι‐ φόνον ἀποκαλῶν καὶ ἀσεβῆ, καὶ ἑτέροις μυρίοις αὐτὸν πλύνων ὀνείδεσιν· ὁ δὲ οὐδὲ οὕτως ἠγρίανεν, Εἰ δὲ
40λέγοι τις· Ναὶ τί θαυμαστὸν, ὅτι οὐκ ἠμύνατο ἀσθενὴς ὢν, καὶ οὐκ ἰσχύων; πρῶτον μὲν ἐκεῖνο ἂν εἴποιμι, ὅτι οὐχ οὕτως αὐτὸν ἐθαύμασα εἰ τὸ διάδημα καὶ τὴν βασιλείαν ἔχων, καὶ ἐπὶ τοῦ θρόνου καθήμε‐ νος, εἶτα λοιδορούμενος ἤνεγκεν, ὡς νῦν αὐτὸν ἐπαινῶ
45καὶ ἐκπλήττομαι ἐν τῷ καιρῷ τῆς συμφορᾶς φιλοσο‐ φήσαντα. Τότε μὲν γὰρ ὁ τῆς ἀρχῆς ὄγκος, καὶ τὸ εὐτελὲς τοῦ ὑβρίζοντος καταφρονῆσαι αὐτὸν πολλάκις ἔπειθε. Πολλοὶ δὲ καὶ ἄλλοι βασιλεῖς πολλάκις τοιαῦτα ἐφιλοσόφησαν, τὴν ὑπερβολὴν τῆς μανίας τῶν ὑβρικό‐

54

.

647

(50)

των εἰς ἀπολογίαν λαβόντες. Οὐ γὰρ ὁμοίως ἡμῶν εὐημερίας ἀπολαυόντων, καὶ κακουμένων, τὰ ὀνείδη καθάπτεσθαι πέφυκεν· ἀλλ’ ὅταν πταίσωμεν, τότε καθικνεῖται μειζόνως ἡμῶν, καὶ δάκνει σφοδρότερον. Ἐπὶ δὲ τούτου, καὶ ἕτερόν τι πρὸς τοῖς εἰρημένοις
55ἔστιν εἰπεῖν, ὅτι καὶ κύριος ἦν ἀμύνασθαι, ἀλλ’ οὐκColumn end

54

.

648

ἠμύνατο. Καὶ ἵνα μάθῃς, ὅτι οὐκ ἀσθενείας, ἀλλ’ ἀνεξι‐ κακίας ἦν ἡ φιλοσοφία, τοῦ στρατηγοῦ τότε ἀξιοῦν‐ τος ἐπιτραπῆναι διαβῆναι, καὶ τὴν κεφαλὴν ἀποτε‐ μεῖν τὴν ἐκείνου, οὐ μόνον οὐκ ἐπέτρεψεν ὁ Δαυῒδ,
5ἀλλὰ καὶ ἐδυσχέρανε, λέγων· Τί ἐμοὶ καὶ σοὶ, υἱὲ Σαρουία; Ἄφετε αὐτὸν καταρᾶσθαι, ὅπως ἴδοι τὴν ταπείνωσίν μου Κύριος, καὶ ἀνταποδῷ μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῆς ἐν τῇ ἡμέρᾳ ταύτῃ· ὅπερ οὖν καὶ ἐγένετο.
10 δʹ. Ὁρᾷς πῶς οἶδεν ὁ δίκαιος, ὅτι τὸ φέρειν γενναίως τὰς λοιδορίας, ἀφορμὴ πλείονος εὐδοκιμήσεως γίνε‐ ται; Διὰ τοῦτό ποτε καὶ τὸν Σαοὺλ εἴσω διπλοῦ τειχίου λαβὼν, καὶ κύριος ὢν ἀποσφάξαι, ἐφείσατο· καὶ ταῦτα, τῶν παρόντων κελευόντων ὠθῆσαι τὸ ξίφος.
15Ἀλλ’ οὔτε τὸ τῆς ἐξουσίας εὔκολον, οὔτε τὸ παρ’ ἑτέ‐ ρων παροξύνεσθαι, οὔτε τὸ πολλὰ πεπονθέναι δεινὰ, οὔτε τὸ προσδοκᾷν πείσεσθαι χαλεπώτερα, συνεχώρη‐ σεν ἑλκύσαι τὸ ξίφος· καίτοι γε οὐδὲ τῷ στρατοπέδῳ κατάφωρος ἔμελλεν ἔσεσθαι ταύτην ἐργασάμενος τὴν
20σφαγήν. Σπήλαιον γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν, ἀλλὰ μόνος αὐτός. Καὶ οὐκ εἶπεν, ὅπερ τις μοιχείαν ἐργαζόμενος ἔλεγε, Σκότος κύκλῳ μου καὶ τοῖχοι, τί εὐλαβοῦμαι; ἀλλ’ ἑώρα τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ ᾔδει ὅτι ὀφθαλμοὶ Κυρίου μυριοπλασίως ἡλίου
25φωτεινότεροι. Διὰ τοῦτο πάντα οὕτως ἔπραττέ τε καὶ ἔλεγεν, ὡς ἐκείνου παρόντος, καὶ δικάζοντος τοῖς λε‐ γομένοις, καί φησιν· Οὐ μὴ ἐπαγάγω τὴν χεῖρά μου ἐπὶ χριστὸν Κυρίου. Οὐχ ὁρῶ τὴν πονηρίαν, ἀλλ’ ὁρῶ τὴν ἀξίαν. Μή μοι λεγέτω τις ὅτι βίαιος καὶ
30μιαρὸς οὗτος· ἐγὼ γὰρ τὴν τοῦ Θεοῦ τιμῶ ψῆφον, κἂν οὗτος ἀνάξιος φαίνηται. Οὐ γάρ ἐστιν ἐμὸν ἔγκλημα, τὸ τοῦτον ἀνάξιον φανῆναι τῆς τιμῆς. Ἀκουέτωσαν ὅσοι καταφρονοῦσιν ἱερέων, μανθανέτωσαν ὅσην εὐ‐ λάβειαν οὗτος περὶ βασιλέα ἐπεδείξατο. Καίτοι
35πολὺ τιμιώτερος καὶ αἰδεσιμώτερος βασιλέως ὁ ἱερεὺς, ὅσον καὶ ἐπὶ μείζονα ἀρχὴν κέκληται. Μαν‐ θανέτωσαν μὴ κρίνειν, μηδὲ εὐθύνας ἀπαιτεῖν, ἀλλ’ ὑποτάσσεσθαι καὶ εἴκειν. Σὺ μὲν γὰρ τὸν τοῦ ἱερέως βίον, κἂν φαῦλος ᾖ τις καὶ ἠμελημένος, οὐκ οἶδας·
40οὗτος δὲ ᾔδει μετ’ ἀκριβείας ἅπαντα, ὅσα ἐποίησεν ὁ Σαούλ· ἀλλ’ ὅμως καὶ οὕτως ᾐδεῖτο τὴν παρὰ τοῦ Θεοῦ δοθεῖσαν ἀρχήν. Ὅτι δὲ κἂν εἰδὼς ᾖς ἀκριβῶς, οὐκ ἔχεις ἀπολογίαν, οὐδὲ συγγνώμην, καταφρονῶν τῶν προεστώτων, καὶ παρακούων τῶν λεγομένων,
45ἄκουσον πῶς καὶ ταύτην ἡμῶν ἀνεῖλε τὴν πρόφασιν ὁ Χριστὸς, δι’ ὧν φησιν ἐν Εὐαγγελίοις, Ἐπὶ τῆς καθέδρας Μωϋσέως ἐκάθισαν οἱ γραμματεῖς, καὶ οἱ Φαρισαῖοι· πάντα οὖν ὅσα ἂν εἴπωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε.

54

.

648

(50)

Ὁρᾷς πῶς ὧν ὁ βίος οὕτω διεφθαρμένος ἦν, ὡς ἄξιος εἶναι διαβολῆς τοῖς μαθητευομένοις, τούτων τὴν παρ‐ αίνεσιν οὐκ ἠτίμασεν, οὐδὲ τὴν διδαχὴν ἐξέβαλε; Ταῦτα δὲ λέγω, οὐχὶ τῶν ἱερέων κατηγορεῖν βουλό‐ μενος· μὴ γένοιτο· καὶ γὰρ ὑμεῖς μάρτυρες ἦτε τῆς
55τε ἀναστροφῆς αὐτῶν καὶ τῆς εὐλαβείας ἁπάσης· ἀλλ’ ἵνα ἐκ πολλῆς τῆς περιουσίας πολλὴν αὐτοῖς τὴν αἰδῶ καὶ τὴν τιμὴν παρέχωμεν. Οὐ γὰρ αὐτοὺς το‐ σοῦτον, ὅσον ἡμᾶς αὐτοὺς ὠφελήσομεν. Ὁ δεχόμενος
οὖν προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προ‐647

54

.

649

φήτου λήψεται. Εἰ γὰρ τοὺς ἀλλήλων βίους οὐκ ἐπ‐ ετράπημεν κρίνειν, πολλῷ μᾶλλον τοὺς τῶν πατέρων. Ἀλλ’ ὅπερ ἔλεγον (πάλιν γὰρ ἐπὶ τὴν γυναῖκα ταύτην ἐπανελθεῖν ἀναγκαῖον), καὶ ὅτι τὸ φέρειν γενναίως
5τὰς λοιδορίας πολλῶν ἡμῖν ἀγαθῶν αἴτιον γίνεται, τοῦτο καὶ ἐπὶ τοῦ Ἰὼβ συνέβη. Καὶ γὰρ ἐκεῖνον οὐχ οὕτω θαυμάζω πρὸ τῆς παραινέσεως τῆς γυναικὸς, ὡς μετὰ τὴν ὀλεθρίαν συμβουλὴν ἐκείνην. Καὶ μή τις παράδοξον εἶναι νομιζέτω τὸ λεγόμενον. Πολλάκις
10γοῦν οὓς ἡ τῶν πραγμάτων φύσις οὐχ ὑπεσκέλισε, ῥῆμα καὶ παραίνεσις διεφθαρμένη κατέλυσεν. Ὅπερ οὖν καὶ ὁ διάβολος συνειδὼς, μετὰ τὴν ἀπὸ τῆς πείρας πληγὴν, καὶ τὴν διὰ τῶν ῥημάτων ἐπάγει προσβολήν· ὅπερ οὖν ἐποίησεν καὶ ἐπὶ τοῦ Δαυΐδ. Ἐπειδὴ γὰρ
15εἶδεν αὐτὸν γενναίως ἐνεγκόντα τὴν ἐπανάστασιν τοῦ παιδὸς, καὶ τὴν παράνομον ἐκείνην τυραννίδα, βουλό‐ μενος ὑποσκελίσαι τὴν διάνοιαν, καὶ πεῖσαι εἰς ὀργὴν ἐκπεσεῖν, καθῆκεν ἐκεῖνον τὸν Σεμεεὶ, ῥήμασι πι‐ κροῖς παρασκευάσας δακεῖν αὐτοῦ τὴν ψυχήν. Τοῦτο
20καὶ ἐπὶ τοῦ Ἰὼβ ἐκακούργησεν. Ὡς γὰρ εἶδε κἀκεῖ‐ νον καταγελάσαντα αὐτοῦ τῶν βελῶν, καὶ ὥσπερ ἀδα‐ μάντινον πύργον πρὸς πάντα στάντα γενναίως, καθ‐ ώπλισε τὴν γυναῖκα, ἵνα ἀνύποπτος ἡ συμβουλὴ γένη‐ ται, καὶ ἐνέκρυψε τὸ δηλητήριον τοῖς ἐκείνης ῥήμασι,
25καὶ τὴν συμφορὰν ἐτραγῴδησε. Τί οὖν ὁ γενναῖος ἐκεῖνος; Ἵνα τί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυ‐ ρίου, τὰ κακὰ οὐχ ὑποίσομεν; Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Εἰ μὴ Δεσπότης ἦν, μηδὲ τοσοῦτον
30ἡμῶν ὑπερέχων, ἀλλὰ φίλος τις ὁμότιμος, ποίαν εἴχο‐ μεν ἀπολογίαν, τοσαῦτα εὐεργετηθέντες παρ’ αὐτοῦ, καὶ τοῖς ἐναντίοις αὐτὸν ἀμειβόμενοι; Εἶδες γνώμην φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας
35πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας τὴν τοσαύτην ὑπομονὴν, ἀλλ’ ὥσπερ ἀναγκαῖον ὄφλη‐ μα ἐκτιννὺς, καὶ οὐδὲν ἀπεικὸς παθὼν, οὕτως ἐκ περιουσίας τὸ γύναιον ἐπεστόμισε; Τοῦτο καὶ ἐπὶ τῆς γυναικὸς ταύτης γέγονεν. Ἐπειδὴ γὰρ εἶδεν αὐτὴν
40γενναίως φέρουσαν τὴν ἀπαιδίαν, καὶ τῷ Θεῷ προσ‐ πίπτουσαν, καθῆκε τὸ παιδάριον τοῦ ἱερέως, ὥστε μᾶλλον αὐτὴν ἀγριᾶναι. Ἀλλ’ οὐδὲν τούτων ἔπαθεν ἡ γυνὴ, ἀλλὰ μελετήσασα φέρειν τὰς λοιδορίας ἐπὶ τῆς οἰκίας, καὶ τοῖς ὀνείδεσιν ἐγγυμνασαμένη τῆς
45ἀντιζήλου, ἀδεῶς λοιπὸν πρὸς τὰς τοιαύτας ἀπεδύετο προσβολάς. Διὸ καὶ ἐν τῷ ἱερῷ πολλὴν ἐπιείκειαν ἐπ‐ εδείκνυτο, ἀνδρείως μάλα καὶ μεγαλοψύχως τὰ σκώμ‐ ματα φέρουσα, τὰ ἐπὶ τῇ μέθῃ καὶ τῇ παροινίᾳ. Οὐ‐ δὲν δὲ οἷον καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων. Εἰπόν‐

54

.

649

(50)

τος γὰρ τοῦ παιδαρίου· Περιελοῦ τὸν οἶνόν σου ἀπὸ σοῦ, καὶ ἄπελθε ἐκ προσώπου Κυρίου, ἀπεκρίθη ἡ Ἄννα, καὶ εἶπεν, Οὐχὶ, κύριε. Τὸν ὑβρίσαντα δεσπότην ἐκάλεσε. Καὶ οὐκ εἶπεν ὃ πολλοὶ τῶν ἀνθρώ‐ πων λέγουσιν· Εἶπέ μοι ταῦτα ὁ ἱερεύς; ταῦτα ὁ δι‐
55δάσκων τοὺς ἄλλους εἰς μέθην καὶ παροινίαν ἔσκωψεν; ἀλλ’ ἐσκόπησεν ὅπως ἀποκρούσαιτο μόνον τὴν ὑπό‐ νοιαν, καίτοι γε οὐκ οὖσαν ἀληθῆ.
εʹ. Ἡμεῖς δὲ πολλάκις, ἐπειδὰν λοιδορηθῶμεν, δέονColumn end

54

.

650

ἀπολογήσασθαι καὶ ἀπαλλαγῆναι, ἐξάπτομεν τὸ πῦρ, καὶ καθάπερ θηρία τοῖς ὑβρικόσιν ἐπιπηδῶμεν, ἄγ‐ χοντες, ἕλκοντες, εὐθύνας ἀπαιτοῦντες τῶν εἰρημέ‐ νων, καὶ τούτοις αὐτοῖς, οἷς ποιοῦμεν, τὴν καθ’ ἡμῶν
5βεβαιοῦντες ὑπόνοιαν. Εἰ γὰρ βούλει δεῖξαι τοῖς ὑβρι‐ κόσιν, ὡς οὐ μεθύεις, δεῖξον διὰ πραότητος καὶ ἐπιει‐ κείας, μὴ δι’ ὕβρεως, μηδὲ διὰ λοιδορίας. Ἂν μὲν γὰρ τυπτήσῃς τὸν ὑβρικότα, μέθην σου καταγνώ‐ σονται πάντες· ἂν δὲ γενναίως ἐνέγκῃς, ἀπεκρούσω
10διὰ τῶν ἔργων τὴν πονηρὰν ὑποψίαν· ὅπερ οὖν καὶ ἡ γυνὴ τότε ἐποίησε, καὶ εἰποῦσα, Οὐχὶ, κύριε, δι’ αὐ‐ τῶν τῶν πραγμάτων ἐδείκνυ, ὅτι ψευδὴς ἦν ἡ ὑπ‐ οψία. Πόθεν δὲ ὅλως καὶ ὑπώπτευσεν ὁ ἱερεὺς τοῦτο; μὴ γὰρ γελῶσαν εἶδε; μὴ γὰρ χορεύουσαν; μὴ γὰρ
15περιφερομένην καὶ καταπίπτουσαν; μὴ γὰρ αἰσχρόν τι καὶ ἀνελεύθερον φθεγγομένην ῥῆμα; Πόθεν οὖν ταύτην ἔσχε τὴν ὑπόνοιαν; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν ἐκεῖνος, ἀλλ’ ἀπὸ τοῦ καιροῦ τῆς ἡμέρας· καὶ γὰρ ἦν τὸ μεσημβρινὸν, ὅτε τὴν εὐχὴν ἐποιεῖτο. Πόθεν τοῦτο
20δῆλον; Ἀπ’ αὐτῶν τῶν ἄνωθεν εἰρημένων. Ἀνέστη γὰρ, φησὶν, Ἄννα μετὰ τὸ φαγεῖν αὐτοὺς ἐν Σηλὼμ, καὶ μετὰ τὸ πιεῖν, καὶ κατέστη ἐνώπιον Κυρίου. Ὁρᾷς; Ὃν ἀνέσεως καιρὸν ποιοῦνται ἅπαν‐ τες, τοῦτον εὐχῆς ἐποιεῖτο αὕτη καιρὸν, καὶ μετὰ
25τράπεζαν πρὸς ἱκετηρίαν ἀνέτρεχε, καὶ πηγὰς ἠφίει δακρύων, καὶ διάνοιαν παρεῖχε σωφρονοῦσαν καὶ νή‐ φουσαν, καὶ μετὰ τράπεζαν οὕτως ἐκτενῶς ηὔξατο, ὡς δῶρον ὑπὲρ φύσιν λαβεῖν, καὶ λῦσαι στείρωσιν, καὶ φύσιν ἀσθενήσασαν διορθῶσαι. Ταῦτα τοίνυν ἀπὸ τῆς
30γυναικὸς ἐκερδάναμεν, ὥστε εἰδέναι μετ’ εὐωχίαν εὔ‐ χεσθαι. Ὁ γὰρ πρὸς τοῦτο παρεσκευασμένος, οὐδέ‐ ποτε εἰς μέθην καὶ παροινίαν ἐκπεσεῖται, οὐδέποτε ὑπὸ ἀδδηφαγίας διαῤῥαγήσεται, ἀλλὰ τὴν προσδοκίαν τῆς εὐχῆς ἀντὶ χαλινοῦ τοῖς λογισμοῖς ἐπικειμένην
35ἔχων, μετὰ τοῦ προσήκοντος μέτρου τῶν παρακειμέ‐ νων ἅψεται πάντων, καὶ πολλῆς μὲν τὴν ψυχὴν, πολ‐ λῆς δὲ τὸ σῶμα ἐμπλήσει τῆς εὐλογίας. Τράπεζα γὰρ ἀπὸ εὐχῆς ἀρχομένη, καὶ εἰς εὐχὴν καταλήγουσα, οὐδέποτε ὑστερηθήσεται, ἀλλὰ πηγῆς δαψιλέστερον
40ἅπαντα ἡμῖν οἴσει τὰ ἀγαθά. Μὴ δὴ τοσοῦτον παρ‐ ορῶμεν κέρδος. Καὶ γὰρ ἄτοπον τοὺς μὲν οἰκέτας τοὺς ἡμετέρους, εἴ ποτέ τι τῶν παρακειμένων λάβοιεν παρ’ ἡμῶν μέρος, εὐχαριστεῖν τε ἡμῖν καὶ μετ’ εὐ‐ φημίας ἀναχωρεῖν· ἡμᾶς δὲ τοσούτων ἀπολαύοντας
45ἀγαθῶν μηδὲ τοσαύτην ἀποδιδόναι τῷ Θεῷ τὴν τιμὴν, καὶ ταῦτα, μέλλοντας πολλῆς ἀπολαύσεσθαι τῆς ἀσφα‐ λείας. Ὅπου γὰρ εὐχὴ καὶ εὐχαριστία, ἁγίου Πνεύ‐ ματος παραγίνεται χάρις, καὶ φυγαδεύονται δαίμονες, καὶ πᾶσα ἀντικειμένη δύναμις δραπετεύει καὶ ἀφ‐

54

.

650

(50)

ίσταται. Ὁ μέλλων εἰς εὐχὴν τρέπεσθαι, οὐδὲν ἄτοπον τολμᾷ φθέγξασθαι, οὐδὲ ἐν μέσῃ τραπέζῃ· κἂν φθέγ‐ ξηται, μεταγινώσκει ταχέως. Διὸ χρὴ καὶ ἀρχομέ‐ νους καὶ λήγοντας εὐχαριστεῖν τῷ Θεῷ· μάλιστα μὲν γὰρ οὐδὲ εἰς μέθην ἐμπεσούμεθα ῥᾳδίως, καθάπερ
55ἔφθην εἰπὼν, εἰ καταστήσαιμεν εἰς ταύτην ἑαυτοὺς τὴν συνήθειαν. Ὥστε κἂν κραιπαλῶν κἂν μεθύων ποτὲ ἀναστῇς, μηδὲ οὕτω καταλύσῃς τὸ ἔθος, ἀλλὰ
κἂν καρηβαρῶμεν, κἂν περιφερώμεθα καὶ καταπί‐649

54

.

651

πτωμεν, καὶ οὕτως εὐξώμεθα, καὶ μὴ διαλύσωμεν τὴν συνήθειαν. Ἂν γὰρ τῇ προτέρᾳ ἡμέρᾳ οὕτως εὔξῃ, τῇ δευτέρᾳ διορθώσῃ τὴν ἐν τῇ προτέρᾳ γενομένην ἀσχημοσύνην ἡμέρᾳ. Ὅταν τοίνυν ἀριστοποιώμεθα,
5μνημονεύωμεν ταύτης τῆς γυναικὸς, καὶ τῶν ταύτης δακρύων, καὶ τῆς μέθης τῆς καλῆς ταύτης. Ἐμέθυε γὰρ καὶ ἡ γυνὴ, οὐκ ἀπὸ οἴνου, ἀλλ’ ἀπ’ εὐλαβείας πολλῆς. Εἰ γὰρ μετ’ ἄριστον τοιαύτη ἦν, ποία ἦν ὑπὸ τὴν ἕω; εἰ μετὰ τὸ φαγεῖν καὶ πιεῖν οὕτως ἐκτενῶς
10προσηύχετο, ὁποία ὑπῆρχε νῆστις οὖσα; ϛʹ. Ἐπανέλθωμεν τοίνυν πάλιν ἐπὶ τὰ ῥήματα αὐτῆς, τὰ φιλοσοφίας γέμοντα πολλῆς καὶ πραότητος. Εἰ‐ ποῦσα γὰρ, Οὐχὶ, κύριε, ἐπήγαγε· Γυνὴ ἐν σκληρᾷ ἡμέρᾳ ἐγώ εἰμι, καὶ οἶνον καὶ μέθυσμα οὐ πέπωκα.
15Παρατήρησον πῶς οὐδὲ ἐνταῦθα λέγει τὰ ὀνείδη τῆς ἀντιζήλου, οὐδὲ ἐκπομπεύει τὴν πονηρίαν ἐκείνης, οὐδὲ ἐκτραγῳδεῖ τὴν συμφορὰν τὴν οἰκείαν, ἀλλὰ τοσοῦτον ἀποκαλύπτει τὴν ἑαυτῆς ἀθυμίαν, ὅσον ἀπολογήσασθαι πρὸς τὸν ἱερέα μόνον. Γυνὴ ἐν
20σκληρᾷ ἡμέρᾳ, φησὶν, ἐγώ εἰμι· καὶ οἶνον καὶ μέ‐ θυσμα οὐ πέπωκα, καὶ ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου. Οὐκ εἶπεν, Εὔχομαι τῷ Θεῷ, ἱκε‐ τεύω τὸν Θεὸν, ἀλλ’ Ἐκχέω τὴν ψυχήν μου ἐνώπιον Κυρίου· τουτέστιν, ὅλην ἐμαυτὴν μετέστησα πρὸς τὸν
25Θεὸν, τὴν διάνοιάν μου ἐξεκένωσα πρὸς αὐτὸν, ὅλῃ ψυχῇ καὶ δυνάμει τὴν εὐχήν μου ἐποιησάμην, εἶπον τῷ Θεῷ τὴν συμφορὰν τὴν ἐμὴν, ἔδειξα τὸ ἕλκος· ἐκεῖνος τὸ φάρμακον θεῖναι δύναται. Μὴ δῷς τὴν δούλην σου εἰς πρόσωπον, εἰς θυγατέρα λοιμήν.
30Πάλιν δούλην ἑαυτὴν καλεῖ, καὶ πολλὴν ποιεῖται σπουδὴν, ὥστε μὴ πονηρὰν δόξαν παρὰ τῷ ἱερεῖ λα‐ βεῖν. Καὶ οὐκ εἶπε πρὸς ἑαυτήν· Τί δέ μοι μέλει τῆς τούτου διαβολῆς; ἁπλῶς καὶ εἰκῆ κατηγόρησεν, ὑπ‐ ώπτευσεν εἰς οὐδὲν δέον· τὸ συνειδός μου καθαρὸν
35ἔστω, καὶ πάντες με διαβαλλέτωσαν· ἀλλὰ τὸν ἀποστο‐ λικὸν ἐκεῖνον ἐπλήρου νόμον, τὸν κελεύοντα προνοεῖ‐ σθαι καλὰ μὴ μόνον ἐνώπιον Κυρίου, ἀλλὰ καὶ ἐνώπιον ἀνθρώπων. Καὶ παντὶ τρόπῳ τὴν ὑποψίαν ἀπεκρούετο λέγουσα· Μὴ δῷς τὴν δούλην σου εἰς πρόσωπον,
40εἰς θυγατέρα λοιμήν. Τί δέ ἐστιν, Εἰς πρόσωπον; Μὴ νομίσῃς, ἀναίσχυντον εἶναί με καὶ ἰταμήν. Ἀθυ‐ μίας, οὐ παροινίας, ἐστὶν αὕτη ἡ παῤῥησία· ὀδύνης, οὐχὶ μέθης. Τί οὖν ὁ ἱερεύς; Ὅρα κἀκείνου τὴν σύν‐ εσιν· οὐ περιειργάσατο τὴν συμφορὰν, οὐκ ἠβουλήθη
45πολυπραγμονῆσαι τὴν αἰτίαν, ἀλλὰ τί φησι; Πο‐ ρεύου ἐν εἰρήνῃ· δῴη σοι Κύριος ὁ Θεὸς τοῦ Ἰσραὴλ πᾶν αἴτημα, ὃ ᾐτήσω παρ’ αὐτοῦ. Τὸν κατήγορον συνήγορον εἰργάσατο ἡ γυνή. Τοσοῦτόν ἐστιν ἐπιείκεια καὶ πραότης καλόν. Καὶ ἀντὶ ὕβρεως

54

.

651

(50)

ἐφόδια ἱκανὰ λαβοῦσα ἀπῆλθε, καὶ προστάτην ἔσχε καὶ πρεσβευτὴν τὸν ἐπιτιμήσαντα. Καὶ οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ πάλιν φησίν· Εὕροι ἡ δούλη σου χάριν ἐν ὀφθαλμοῖς σου· τουτέστι, Μάθοις διὰ τοῦ τέλους αὐτοῦ, καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως,
55ὡς οὐκ ἀπὸ παροινίας, ἀλλ’ ἐξ ὀδύνης τοσαύτης ἐποιησάμην ἱκετηρίαν καὶ τὴν δέησιν. Καὶ ἀπελ‐ θοῦσα, φησὶν, οὐκέτι συνέπεσεν. Εἶδες πίστιν γυναικός; Πρὶν λάβῃ ὅπερ ᾔτησεν, ἐθάρσησεν ὡς λα‐ βοῦσα. Τὸ δὲ αἴτιον, ὅτι μετὰ πολλῆς ηὔξατο τῆς
60σφοδρότητος, μετὰ σπουδῆς ἀδιακρίτου. Διὰ τοῦτο,
ὡς τὸ πᾶν εἰληφυῖα, κατῆλθεν. Ἄλλως δὲ, καὶ ὁ ΘεὸςColumn end

54

.

652

λοιπὸν αὐτῆς τὴν ἀθυμίαν ἐξέβαλε, μέλλων διδόναι τὸ δῶρον. Ταύτην ζηλώσωμεν καὶ ἡμεῖς, καὶ ἐν ἁπάσαις ταῖς συμφοραῖς πρὸς τὸν Θεὸν καταφεύγωμεν. Κἂν μὴ
5ἔχωμεν παιδία, παρ’ ἐκείνου αἰτῶμεν· κἂν λάβωμεν, μετὰ πολλῆς ἀνατρέφωμεν αὐτὰ τῆς σπουδῆς, καὶ πάσης μὲν κακίας ἀπάγωμεν τοὺς νέους, μάλιστα δὲ ἀσελγείας· χαλεπὸς γὰρ οὗτος ὁ πόλεμος, καὶ οὐδὲν οὕτως ἐνοχλεῖ τὴν ἡλικίαν ἐκείνην, ὡς τοῦτο τὸ πά‐
10θος. Πανταχόθεν τοίνυν αὐτοὺς τειχίζωμεν συμβου‐ λαῖς, παραινέσεσι, φόβοις, ἀπειλαῖς. Ἂν ταύτης περιγένωνται τῆς ἐπιθυμίας, οὐδὲ ἑτέρᾳ ταχέως ἁλώ‐ σονται, ἀλλὰ καὶ χρημάτων ἔσονται κρείττους, καὶ μέθης κρατήσουσι, καὶ τὰς παροινίας καὶ τὰς πονη‐
15ρὰς συνουσίας πάσῃ σπουδῇ διακρούσονται, καὶ πο‐ θεινότεροι μὲν ἔσονται τοῖς γεγεννηκόσιν, αἰδεσιμώ‐ τεροι δὲ πᾶσιν ἀνθρώποις. Τίς γὰρ οὐκ αἰδεσθήσεται σωφρονοῦντα νέον; τίς δὲ οὐκ ἀσπάσεται καὶ φιλήσει τὸν χαλινώσαντα τὰς ἀτόπους ἐπιθυμίας; τίς δὲ οὐχ
20αἱρήσεται καὶ τῶν σφόδρα εὐπορωτάτων μετὰ πολ‐ λῆς αὐτῷ τῆς χάριτος ἐκδοῦναι τὸ θυγάτριον, κἂν ἁπάντων ἐκεῖνος πενέστερος ᾖ; Ὥσπερ γὰρ τὸν ἐν ἀσωτίᾳ ζῶντα, καὶ πόρναις προσέχοντα, κἂν ἁπάντων εὐπορώτερος ᾖ, οὐδεὶς οὕτως ἄθλιος καὶ ταλαίπωρος,
25ὡς θελῆσαι κηδεστὴν λαβεῖν· οὕτω τὸν σώφρονα καὶ σεμνὸν οὐδεὶς οὕτως ἀνόητος, ὡς ἀποκρούσασθαι καὶ ἀτιμάσαι. Ἵν’ οὖν καὶ ἀνθρώποις αἰδέσιμοι, καὶ τῷ Θεῷ ποθεινοὶ οἱ παῖδες γένωνται, κατακοσμῶμεν αὐτῶν τὰς ψυχὰς, καὶ μετὰ σωφροσύνης ἐπὶ τοὺς γά‐
30μους ἄγωμεν. Οὕτω γὰρ καὶ τὰ παρόντα αὐτοῖς, ὥσπερ ἐκ πηγῶν, ἅπαντα ἥξει, καὶ τὸν Θεὸν ἕξουσιν ἵλεων, καὶ τῆς παρούσης, καὶ τῆς μελλούσης ἀπολαύ‐ σονται δόξης· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά‐ ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χρι‐
35στοῦ, μεθ’ οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν.
38tΟΜΙΛΙΑ Γʹ.
39nΕἰς τὴν Ἄνναν, καὶ εἰς τὴν τοῦ Σαμουὴλ γαλα‐
40nκτοτροφίαν· καὶ ὅτι χρήσιμος ἡ περὶ τὸν τόκον
41nβραδύτης, καὶ ὅτι ἐπικίνδυνον καὶ σφαλερὸν τὸ
42nτῶν παίδων ἀμελεῖν.
43 αʹ. Εἰ μὴ δοκῶ προσκορής τισιν εἶναι καὶ φορτικὸς, βούλομαι τῆς αὐτῆς ὑποθέσεως ἅψασθαι πάλιν, ὑπὲρ
45ἧς καὶ πρώην ὑμῖν διελέχθην, καὶ πρὸς τὴν Ἄνναν ὑμᾶς χειραγωγῆσαι, καὶ εἰς τὸν λειμῶνα τῶν κατορ‐ θωμάτων τῆς γυναικὸς εἰσαγαγεῖν τὸν λόγον· λειμῶνα οὐχὶ ῥοδωνιὰν ἔχοντα, οὐδὲ ἄνθη μαραινόμενα, ἀλλ’ εὐχὴν καὶ πίστιν καὶ ἀνεξικακίαν πολλήν. Πολὺ γὰρ

54

.

652

(50)

ταῦτα τῶν ἠρινῶν ἀνθέων εὐωδέστερα οὐχὶ πηγαῖς ὑδάτων, ἀλλ’ ὄμβροις δακρύων ἀρδόμενα. Οὐ γὰρ οὕτω τοὺς κήπους αἱ πηγαὶ τῶν ναμάτων εὐθαλεστέ‐ ρους ποιοῦσιν, ὡς τὸ φυτὸν τῆς εὐχῆς αἱ πηγαὶ τῶν δακρύων ποτίζουσαι, πρὸς ὕψος μέγιστον ἀνατρέχειν
55παρασκευάζουσιν· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς ταύ‐ της ἐγένετο. Ὁμοῦ γὰρ ἐφθέγξατο, καὶ πρὸς τὸν οὐρα‐ νὸν ἀνέδραμεν ἡ εὐχὴ, καὶ καρπὸν ἤνεγκεν ὥριμον αὐτῇ, τὸν ἅγιον Σαμουήλ. Μὴ δὴ δυσχεράνητε, εἰ τῆς
αὐτῆς ὑποθέσεως ἀρχόμεθα πάλιν. Οὐ γὰρ τὰ αὐτὰ651

54

.

653

ἐροῦμεν, ἀλλ’ ἕτερά τινα νέα καὶ πρόσφατα. Καὶ γὰρ ἐπὶ τῆς αἰσθητῆς τραπέζης ἐξ ἑνὸς ὄψου πολλὰ ἄν τις ἐδέσματα κατασκευάσειε. Καὶ τοὺς χρυσοχόους δὲ ὁρῶμεν ἀπὸ μιᾶς μάζης χρυσίου καὶ ψέλλια,
5καὶ περιδέῤῥαια, καὶ ἕτερα πολλὰ ποιοῦντας χρυσία. Εἰ γὰρ καὶ μονοειδὴς ἡ ὕλη, ἀλλὰ ποικίλον ἡ τέχνη, καὶ οὐ στενοχωρεῖται τῷ μονοτρόπῳ τῆς ὑποκειμένης οὐσίας εὐπόριστος οὖσα καὶ πολυμήχανος. Εἰ δὲ τὰ ἐνταῦθα τοιαῦτα, πολλῷ μᾶλλον ἡ τοῦ Πνεύματος χά‐
10ρις. Ὅτι γὰρ ποικίλη ταύτης ἡ τράπεζα, καὶ πολύ‐ τροπος, καὶ πολυειδὴς, ἄκουσον τοῦ Παύλου λέγοντος· ᾯ μὲν διὰ τοῦ Πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως, ἑτέρῳ δὲ πίστις, ἄλλῳ δὲ χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις,
15γένη γλωσσῶν. Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. Ὁρᾷς πῶς ποικίλη; Οἱ ποταμοὶ πολλοὶ, ἀλλὰ μία, φησὶν, ἡ πηγή· διάφορα τὰ ἐδέσματα, ἀλλ’ εἷς ὁ ἑστιάτωρ. Ἐπεὶ οὖν τοσαύτη ἡ τοῦ Πνεύ‐
20ματος χάρις, μὴ ἀποκάμωμεν. Εἴδομεν δὲ αὐτὴν στεῖραν οὖσαν, εἴδομεν αὐτὴν μητέρα γενομένην, εἴ‐ δομεν δακρύουσαν, εἴδομεν χαίρουσαν· συνηλγήσα‐ μεν τότε, συνησθῶμεν σήμερον. Οὕτω καὶ ὁ Παῦλος ἐκέλευσε, Χαίρειν μετὰ χαιρόντων, καὶ κλαίειν
25μετὰ κλαιόντων. Τοῦτο δὲ οὐκ ἐπὶ τῶν συνακμασάν‐ των ἡμῖν ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν πάλαι γεγενημένων ποιεῖν χρή. Καὶ μή μοι λεγέτω τις· Ναὶ τί μοι κέρδος ἀπὸ τῆς Ἄννης ἔσται, καὶ τῶν ταύτης διηγημάτων; Αἵ τε γὰρ στεῖραι δυνήσονται μαθεῖν,
30πῶς ἂν γένοιντο μητέρες· καὶ αἱ μητέρες εἴσονται πάλιν, ποῖος παιδοτροφίας ἄριστος ἂν γένοιτο τρόπος. Οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἄνδρες μέγιστα ἀπὸ τῆς ἱστορίας ταύτης καρπώσονται, παιδευθέντες ἡμέ‐ ρως πρὸς τὰς αὐτῶν διακεῖσθαι γυναῖκας, κἂν ἀπαι‐
35δίαν νοσῶσι, καθάπερ ὁ Ἐλκανὰ πρὸς τὴν Ἄνναν διέκειτο. Οὐ τοῦτο δὲ μόνον, ἀλλὰ καὶ ἕτερον τούτου μεῖζον κερδανοῦσι, μαθόντες ὅτι δεῖ τοὺς γονεῖς ἅπαν‐ τας τῷ Θεῷ τὰ τεχθέντα τρέφειν παιδία. Μὴ τοίνυν, ἐπειδὴ χρήματα καὶ ἀργύριον οὐκ ἔστι λαβεῖν ἀπὸ
40τοῦ διηγήματος, ἀνόνητον ἡμῖν εἶναι τὴν ἀκρόασιν νομίζωμεν, ἀλλὰ δι’ αὐτὸ μὲν οὖν τοῦτο κερδαλέαν καὶ ὠφέλιμον, ἐπειδὴ οὐ χρυσίον καὶ ἀργύριον, ἀλλ’ ὃ πολλῷ μεῖζον τούτων ἐστὶ, ψυχῆς εὐλάβειαν, καὶ τοὺς ἐν τοῖς οὐρανοῖς ἡμῖν δείκνυσι θησαυροὺς, καὶ
45διδάσκει πῶς ἅπαντα διακρουσόμεθα κίνδυνον. Χρή‐ ματα μὲν γὰρ παρασχεῖν καὶ ἀνθρώποις ῥᾴδιον· διορ‐ θῶσαι δὲ φύσιν, καὶ ἀθυμίαν λῦσαι τοιαύτην, καὶ ὀδύνην ἀνελεῖν, καὶ ψυχὴν ἀναστῆσαι καταπίπτειν μέλλουσαν, ἀνθρώπῳ μὲν οὐδενὶ, τῷ δὲ τῆς φύσεως

54

.

653

(50)

Δεσπότῃ μόνῳ δυνατόν. Σὺ δὲ, εἰ μὲν νόσημα ἀνία‐ τον ἔχουσα, καὶ τὴν πόλιν περιελθοῦσα ἅπασαν, καὶ χρήματα δαπανήσασα, καὶ ἰατροῖς χρησαμένη πολ‐ λοῖς, καὶ μηδεμίαν εὑροῦσα παραμυθίαν, ἐνέτυχες γυναικὶ τὸ αὐτὸ παθούσῃ πάθος καὶ ἀπαλλαγείσῃ, οὐκ
55ἂν ἀπέστης ἱκετεύουσα, παρακαλοῦσα, δεομένη, ὥστε πεῖσαι τὸν ἀπαλλάξαντα δεῖξαι· νυνὶ δὲ ὁρῶσα Ἄνναν ἑστῶσαν ἐν τῷ μέσῳ, καὶ τὸ πάθος αὐτῆς ἐξηγουμέ‐ νην, καὶ τὸ φάρμακον λέγουσαν, καὶ τὸν ἰατρὸν δεικνύουσαν χωρὶς ἱκετηρίας, χωρὶς παρακλήσεως, οὐ
60προσελεύσῃ καὶ λήψῃ τὸ φάρμακον, οὐδὲ ἀκούσῃ τῆς ἱστορίας μετ’ ἀκριβείας ἁπάσης; Καὶ τίνος δυνήσῃ
ποτὲ ἐπιτυχεῖν ἀγαθοῦ; Ἀλλ’ ἕτεροι μὲν καὶ πελάγηColumn end

54

.

654

διέβαλον μακρὰ πολλάκις, καὶ πολλὴν ἀποδημίαν ἐστείλαντο, καὶ χρήματα ἐδαπάνησαν, καὶ πόνον ὑπ‐ έμειναν, ἵνα τὸν ἐπὶ τῆς ἀλλοτρίας μηνυθέντα ἰατρὸν ἴδωσι, καὶ ταῦτα οὐ σφόδρα θαῤῥοῦντες, ὅτι πάντως
5ἀπαλλαγήσονται τοῦ νοσήματος· σὺ δὲ, ὦ γύναι, οὐ διαπόντιον ἀποδημίαν στέλλεσθαι μέλλουσα, οὐδὲ εἰς τὴν ὑπερορίαν μετοικίζεσθαι, οὐδὲ πόνον τινὰ τοιοῦτον ὑπομένειν· καὶ τί λέγω τὴν ὑπερορίαν; οὐδὲ αὐτὸν μὲν οὖν τὸν οὐδὸν ἀναγκαζομένη τῆς οἰκίας ὑπερβῆναι,
10ἀλλὰ καὶ ἐν αὐτῷ δυναμένη τῷ θαλάμῳ συγγενέσθαι τῷ ἰατρῷ, καὶ χωρὶς μεσίτου τινὸς αὐτῷ διαλεχθῆναι περὶ πάντων ὧν ἂν ἐθέλῃς (Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν), ἀναβάλλῃ καὶ ὀκνεῖς; Καὶ ποίαν ἕξεις ἀπολογίαν; τίνος ἀπολαύσῃ
15συγγνώμης, ὅταν καὶ εὔκολον καὶ πανταχόθεν ῥᾳδίαν τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὑρεῖν δυναμένη, ῥᾳθυμῇς, καὶ τὴν σαυτῆς σωτηρίαν προδιδῷς; Οὐ γὰρ δὴ μόνον στείρωσιν ὁ ἰατρὸς οὗτος, ἀλλὰ καὶ πᾶν ὁτιοῦν νόσημα καὶ ψυχῆς καὶ σώματος θεραπεῦσαι
20δύναται, θελήσας μόνον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι χωρὶς πόνου, καὶ ἀποδημίας, καὶ δα‐ πάνης, καὶ μεσιτῶν, ἀλλ’ ὅτι καὶ χωρὶς ἀλγηδόνος τὴν ἰατρείαν ποιεῖται. Οὐ γὰρ σιδήρῳ καὶ πυρὶ πρὸς τὸ πάθος ἵσταται, καθάπερ οἱ τῶν ἰατρῶν παῖδες ποιοῦ‐
25σιν· ἀλλ’ ἀρκεῖ νεῦσαι μόνον, καὶ πᾶσα μὲν ἀθυμία, πᾶσα δὲ ὀδύνη, καὶ πάθος ἅπαν δραπετεύει καὶ φυ‐ γαδεύεται. βʹ. Μὴ τοίνυν ἀμελῶμεν, μηδὲ ἀναβαλλώμεθα, κἂν πένητες ὦμεν καὶ εἰς ἐσχάτην καταπεπτωκότες ἔν‐
30δειαν. Οὐδὲ γὰρ χρήματά ἐστι καταβαλεῖν, ἵνα πενίαν προβαλλώμεθα. Οὐ γὰρ ἀργύριον οὗτος ὁ ἰατρὸς ἀπαιτεῖ τὸν μισθὸν, ἀλλὰ δάκρυα, καὶ εὐχὰς, καὶ πίστιν. Κἂν ταῦτα ἔχων πρὸς αὐτὸν ἔλθῃς, λήψῃ πάντως, ὅπερ ἂν αἰτήσῃς, καὶ ἀπελεύσῃ μετὰ πολ‐
35λῆς τῆς εὐφροσύνης. Καὶ τοῦτο μὲν πολλαχόθεν ἔξ‐ εστι μαθεῖν, οὐχ ἥκιστα δὲ καὶ ἀπὸ τῆς γυναικὸς ταύ‐ της· οὐ γὰρ χρυσίον καὶ ἀργύριον καταβαλοῦσα, ἀλλ’ εὐχὴν καὶ πίστιν καὶ δάκρυα, ὅπερ ᾔτησε λα‐ βοῦσα, οὕτως ἀπῆλθε. Μὴ τοίνυν νομίζωμεν ἀκερδὲς
40ἡμῖν εἶναι τὸ διήγημα· Ταῦτα γὰρ ἐγράφη, φησὶ, πρὸς νουθεσίαν ἡμῶν, εἰς οὓς τὰ τέλη τῶν αἰώ‐ νων κατήντησεν· ἀλλὰ προσέλθωμεν αὐτῇ, καὶ μά‐ θωμεν, πῶς ἐλύθη τὸ νόσημα, καὶ τί μετὰ τὸ λυθῆναι πάλιν ἐποίησε, καὶ πῶς ἐχρήσατο τῷ δοθέντι δώρῳ
45παρὰ τοῦ Θεοῦ. Ἐκάθισε, φησὶ, καὶ ἐθήλασε τὸν Σαμουήλ. Ὅρα πῶς ἑώρα τὸ παιδίον ἐκεῖνο λοιπὸν οὐχ ὡς παιδίον μόνον, ἀλλὰ καὶ ὡς ἀνάθημα· καὶ διπλοῦν αὐτῇ τὸ φίλτρον ἐγίνετο, τὸ μὲν ἀπὸ τῆς φύσεως, τὸ

54

.

654

(50)

δὲ ἀπὸ τῆς χάριτος. Ἐμοὶ δὲ δοκεῖ καὶ αἰδεῖ‐ σθαι τὸ παιδίον τὸ ἑαυτῆς· καὶ εἰκότως. Εἰ γὰρ φιά‐ λας καὶ ποτήρια χρυσᾶ μέλλοντές τινες ἀνατιθέναι τῷ Θεῷ, ἐπειδὰν κατασκευασθέντα λάβωσι, καὶ πρὸ τῆς ἡμέρας ἀποθῶνται οἴκοι, οὐχ ὡς κοινὰ λοιπὸν ὁρῶσι
55σκεύη, ἀλλ’ ὡς ἀναθήματα, καὶ οὐδὲ τολμῶσιν ἁπλῶς
καὶ εἰκῆ τούτων ἅψασθαι, καθάπερ καὶ τῶν λοιπῶν·653

54

.

655

πολλῷ μᾶλλον ἡ γυνὴ μετὰ τοιαύτης τῷ παιδίῳ γνώ‐ μης προσέχουσα, καὶ πρὶν εἰς τὸν ναὸν εἰσαγα‐ γεῖν, καὶ ἐφίλει μειζόνως ἢ ὡς παιδίον, καὶ ἐθερά‐ πευεν ὡς ἀνάθημα, ἁγιάζεσθαι δι’ ἐκείνου νομίζουσα·
5καὶ γὰρ ἡ οἰκία αὐτῆς ναὸς ἐγένετο, τὸν προφήτην ἔνδον ἔχουσα καὶ τὸν ἱερέα. Οὐκ ἐξ ὧν ὑπέσχετο δὲ μόνον αὐτὸν, ἀλλὰ καὶ ἐξ ὧν οὐκ ἐτόλμησεν ἐπιβῆναι τοῦ ναοῦ, πρὶν ἢ τῆς γαλακτοτροφίας ἀπαγαγεῖν αὐτὸν, τὴν εὐλάβειαν αὐτῆς ἔστιν ἰδεῖν. Εἶπε γὰρ,
10φησὶ, τῷ ἀνδρὶ αὐτῆς· Οὐκ ἀναβήσομαι, ἕως τοῦ ἀναβῆναι τὸ παιδάριον μετ’ ἐμοῦ· ὅταν δὲ ἀπογα‐ λακτίσω αὐτὸ, ὀφθήσεται τῷ προσώπῳ Κυρίου, καὶ καθίσεται ἐκεῖ ἕως αἰῶνος. Ὁρᾷς; Ἀφεῖναι ἐπὶ τῆς οἰκίας, καὶ ἀνελθεῖν, οὐκ ἐνόμιζεν εἶναι ἀσφα‐
15λές· μετὰ γὰρ τὴν τοῦ δώρου δόσιν, οὐκ ἠνείχετο χωρὶς τοῦ δώρου φανῆναι· ἀναγαγοῦσα δὲ πάλιν, καὶ λαβοῦσα αὐτὸ, κατελθεῖν ἐδεδοίκει. Διὰ τοῦτο ἔμεινε χρόνον τοσοῦτον, ὥστε μετὰ τοῦ δώρου φανῆναι. Καὶ ἀνήγαγεν οὖν, καὶ κατέλιπε, καὶ οὔτε ἐκεῖνος τῆς
20θηλῆς ἀποσπασθεὶς ἐδυσχέρανεν· ἴστε δὲ πῶς ἀσχάλ‐ λειν εἴωθε τὰ παιδία τῆς γαλακτοτροφίας ἀπαγόμενα· ἀλλ’ οὔτε ἐκεῖνος ἤσχαλλε τῆς μητρὸς ἀποσπώμενος, ἀλλὰ πρὸς τὸν Δεσπότην ἔβλεπε, τὸν καὶ ἐκείνην ποιή‐ σαντα μητέρα, οὔτε αὕτη ἤλγει τοῦ παιδίου χωρι‐
25ζομένη· τὴν γὰρ ἀπὸ τῆς φύσεως συμπάθειαν μεσι‐ τεύουσα ἡ χάρις ἐνίκησε, καὶ συνεῖναι ἀλλήλοις ἐδό‐ κουν. Καὶ καθάπερ ἄμπελος ἐν ἑνὶ ἱδρυμένη χωρίῳ, μέχρι πολλοῦ προάγει τὰ κλήματα, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος κρεμάμενος ὁ βότρυς τῇ ῥίζῃ συγγίνε‐
30ται· οὕτω δὴ καὶ ἐπὶ ταύτης ἐγένετο τῆς γυναικός. Μένουσα γὰρ ἐπὶ τῆς πόλεως, τὸ κλῆμα αὐτῆς ἐξέτει‐ νεν ἕως τοῦ ναοῦ, κἀκεῖ τὸν βότρυν ἐκρέμασεν ὥρι‐ μον· καὶ οὐδὲν τὸ διάστημα τοῦ τόπου διεκώλυσε, τῆς κατὰ Θεὸν ἀγάπης συναπτούσης τῇ μητρὶ τὸ παιδίον.
35Εἰ γὰρ καὶ ἄωρος ἡ ἡλικία, ἀλλ’ ὥριμος ἦν αὐτῷ ἡ ἀρετὴ, καὶ τοῖς ἀναβαίνουσιν εἰς τὸν ναὸν διδάσκαλος πᾶσιν ἐγίνετο θεοσεβείας πολλῆς. Περιεργαζόμενοι γὰρ καὶ μανθάνοντες τῆς γεννήσεως αὐτοῦ τὸν τρό‐ πον, ἀρκοῦσαν ἐλάμβανον παράκλησιν, τὴν εἰς τὸν
40Θεὸν ἐλπίδα. Καὶ οὐδεὶς ὁρῶν τὸ παιδίον, σιγῇ κατῄει, ἀλλὰ πάντες ἐδόξαζον τὸν παρ’ ἐλπίδας αὐτὸ δεδωκότα. Διὰ ταῦτα ὁ Θεὸς ἀνεβάλετο τὸν τόκον, ὥστε ἐπιτεῖναι ταύτην τὴν ἡδονὴν, ὥστε περιφανε‐ στέραν τὴν γυναῖκα ποιῆσαι. Οἱ γὰρ τὴν συμφορὰν
45αὐτῆς ἐπιστάμενοι, μάρτυρες ἐγίνοντο τῆς τοῦ Θεοῦ χάριτος· ὥστε τὸ πολὺν αὐτὴν ἐν ἀπαιδίᾳ μεῖναι χρό‐ νον γνωριμωτέραν τε πᾶσιν ἐποίησε, καὶ παρὰ πάν‐ των αὐτὴν μακαρίζεσθαι καὶ θαυμάζεσθαι, καὶ τὸν Θεὸν εὐχαριστεῖσθαι δι’ αὐτῆς παρεσκεύασε.

54

.

655

(50)

Ταῦτα δὲ λέγω, ἵνα κἂν ἡμεῖς ἴδωμεν ἁγίας γυναῖκας ἐν ἀπαιδίᾳ οὔσας, ἢ ἐν ἄλλῳ τινὶ δεινῷ τοιούτῳ, μὴ δυσχεραίνωμεν, μηδὲ ἀσχάλλωμεν, μηδὲ λέγωμεν πρὸς ἑαυτούς· Τί δήποτε περιεῖδεν ὁ Θεὸς μετ’ ἀρετῆς τοσαύτης ζῶσαν γυναῖκα, καὶ παιδίον αὐτῇ οὐκ ἔδω‐
55κεν; Οὐ γὰρ περιορῶντος ταῦτά ἐστιν, ἀλλ’ εἰδότος τὸ συμφέρον ἡμῖν ἡμῶν αὐτῶν ἀκριβέστερον. Ἀνῄει τοίνυν εἰς τὸν ναὸν, καὶ τὸ ἀρνίον εἰς τὴν ποίμνην, καὶ τὸν μόσχον εἰς τὴν ἀγέλην εἰσήγαγε, καὶ εἰς τὸν λειμῶνα τὸ ῥόδον τὸ ἀκανθῶν ἀπηλλαγμένον, ῥόδον
60οὐδέποτε μαραινόμενον, ἀλλὰ διηνεκῶς ἀνθοῦν, καὶ πρὸς αὐτὸν δυνάμενον ἀναδραμεῖν τὸν οὐρανὸν, οὗ
τῆς εὐωδίας ἅπαντες οἱ κατὰ τὴν οἰκουμένην ἀντι‐Column end

54

.

656

λαμβάνονται μέχρι τήμερον. Τοσοῦτος οὖν ἐτῶν παρ‐ ῆλθεν ἀριθμὸς, καὶ τὰ τῆς ἀρετῆς τῆς κατὰ τὴν εὐω‐ δίαν ταύτην ἐπιτείνεται, καὶ οὐ γέγονεν ἀσθενεστέρα τῷ πλήθει τοῦ χρόνου Τοιαύτη γὰρ τῶν πνευματι‐
5κῶν ἡ φύσις. γʹ. Ἀνῆλθε τοίνυν τὸ καλὸν ἔρνος τοῦτο μεταφυτεύου‐ σα, καὶ καθάπερ οἱ φιλόπονοι τῶν γηπόνων πρότε‐ ρον σπέρματα εἰς τὴν γῆν καταβάλλουσι κυπαρίττων καὶ ἑτέρων τοιούτων, εἶτα, ἐπειδὰν ἴδωσι τὸ σπέρμα
10δένδρον γενόμενον, οὐκ ἀφιᾶσιν ἐπὶ τῆς αὐτῆς γῆς, ἀλλ’ ἀνασπάσαντες ἐκεῖθεν, ἐφ’ ἑτέραν μεταμοσχεύ‐ ουσι χώραν, ὥστε νεαρώτερον τοῖς κόλποις ὑποδε‐ ξαμένην τὴν γῆν, ἀκραιφνῆ καὶ ὁλόκληρον τὴν ἑαυτῆς δύναμιν εἰς τὴν ἀνατροφὴν ἐκείνης ἐπιδεῖξαι τῆς
15ῥίζης· οὕτω καὶ ἡ γυνὴ ἐποίησεν αὕτη. Τὸ γὰρ παι‐ δίον τὸ παρ’ ἐλπίδας σπαρὲν ἐν τῇ γαστρὶ ἐκείνῃ, μετέθηκεν ἀπὸ τῆς οἰκίας, καὶ εἰς τὸν ναὸν ἐφύτευσεν, ἔνθα πηγαὶ καὶ ἀρδεῖαι πνευματικαὶ καὶ διηνεκεῖς. Καὶ ἦν ἰδεῖν ἐκεῖνο τὸ προφητικὸν ἐπ’ αὐτοὺς πλη‐
20ρούμενον, ὅπερ ὁ Δαυῒδ ἔλεγεν ᾄδων οὕτως· Μακά‐ ριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ’ ἢ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετή‐
25σει ἡμέρας καὶ νυκτός· καὶ ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ. Οὐ γὰρ μετὰ τὴν πεῖραν τῆς κακίας ἐπὶ τὴν ἀπαλλαγὴν τῆς κακίας ἦλθεν, ἀλλ’ ἐξ αὐτῶν τῶν σπαργάνων
30τὴν ἀρετὴν εἵλετο· οὐ μετέσχε συνεδρίων παρανομίαν ἐχόντων, οὐδὲ ἐκοινώνησε συλλόγων ἀσεβείας πεπλη‐ ρωμένων, ἀλλ’ ἐκ πρώτης ἡλικίας ἀπὸ τοῦ μαζοῦ τῆς μητρὸς ἐφ’ ἕτερον ἦλθε μαζὸν πνευματικόν. Καὶ ὥσπερ δένδρον διηνεκοῦς ἀπολαῦον ἀρδείας, πρὸς
35ὕψος ἀνατρέχει μέγα· οὕτω δὴ καὶ οὗτος πρὸς ἄκρον ἔφθασεν ἀρετῆς, τῇ τῶν θείων λογίων ποτιζόμενος ἀκροάσει διηνεκῶς. Ἀλλ’ ἴδωμεν πῶς αὐτὸν ἐφύτευ‐ σεν· ἀκολουθήσωμεν τῇ γυναικὶ, εἰσέλθωμεν εἰς τὸν ναὸν μετ’ αὐτῆς. Ἀνέβη, φησὶ, μετ’ αὐτοῦ εἰς Ση‐
40λὼμ ἐν μόσχῳ τριετίζοντι. Διπλῆ λοιπὸν ἡ θυσία ἐγίνετο· καὶ ἦν μόσχος, ὁ μὲν ἄλογος, ὁ δὲ λο‐ γικός· καὶ τὸν μὲν ὁ ἱερεὺς κατέθυσε, τοῦτον δὲ ἡ γυνὴ ἀνέθηκε· μᾶλλον δὲ τῆς γυναικὸς ἦν βελτίων ἡ θυσία τῆς θυσίας, ἣν ὁ ἱερεὺς ἀνήνεγκε· καὶ γὰρ αὕτη
45ἱέρεια τῶν οἰκείων σπλάγχνων ἐγίνετο, καὶ τὸν πα‐ τριάρχην Ἀβραὰμ ἐμιμήσατο, καὶ πρὸς ἐκεῖνον τὴν ἅμιλλαν ἔθετο. Ἀλλ’ ἐκεῖνος μὲν λαβὼν τὸν υἱὸν, κατήγαγεν· αὕτη δὲ ἀφῆκεν ἐν τῷ ναῷ μένειν διηνε‐ κῶς· μᾶλλον δὲ κἀκεῖνος ἀνέθηκε καθόλου. Μὴ γὰρ

54

.

656

(50)

δὴ τοῦτο ἴδῃς, ὅτι οὐκ ἔσφαξεν, ἀλλ’ ὅτι τῇ γνώμῃ τὸ πᾶν ἀπήρτισεν. Εἶδες γυναῖκα πρὸς ἄνδρα ἁμιλ‐ λωμένην; εἶδες οὐδὲν παρὰ τῆς φύσεως ἐμποδισθεῖ‐ σαν ζηλῶσαι τὸν πατριάρχην; Ἀλλ’ ἴδωμεν πῶς αὐ‐ τὸν ἀνατίθησι. Προσελθοῦσα τῷ ἱερεῖ, εἶπεν αὐτῷ·
55Ἐν ἐμοὶ, κύριε. Τί ποτέ ἐστιν, Ἐν ἐμοί; Μετ’ ἀκριβείας πρόσεχε τοῖς λεγομένοις, φησίν. Ἐπειδὴ
γὰρ χρόνος παρῆλθε πολὺς, ἀναμνῆσαι βούλεται πά‐655

54

.

657

λιν τῶν πρώην εἰρημένων· διό φησιν· Ἐν ἐμοὶ, κύ‐ ριε· ζῇ ἡ ψυχή σου· ἐγὼ ἡ γυνὴ ἡ καταστᾶσα ἐνώπιόν σου ἐν τῷ προσεύξασθαι πρὸς Κύριον ὑπὲρ τοῦ παιδαρίου τούτου. Προσηυξάμην πρὸς
5Κύριον, καὶ ἔδωκέ μοι τὸ αἴτημά μου, ὃ ᾐτησά‐ μην παρ’ αὐτοῦ. Κἀγὼ κιχρῶ αὐτὸν τῷ Κυρίῳ πάσας τὰς ἡμέρας, ἃς ζῇ αὐτὸς, χρήσειν τῷ Κυ‐ ρίῳ. Οὐκ εἶπεν· Ἐγὼ ἡ γυνὴ, ἣν ὠνείδισας, ἣν ἐλοι‐ δόρησας, ἣν ἔσκωψας εἰς παροινίαν καὶ μέθην· διὸ
10ἔδειξέ σοι ὁ Θεὸς, ὅτι οὐ μεθύω· σὺ δὲ ἁπλῶς τοῦτο ἐνεκάλεις. Οὐδὲν τούτων τῶν τραχέων ῥημάτων εἶπεν, ἀλλὰ μετ’ ἐπιεικείας ἀποκρίνεται πολλῆς· καίτοι τὴν ἀπὸ τῶν πραγμάτων ἔκβασιν ἔχουσα μαρτυροῦ‐ σαν αὐτῇ, καὶ δυναμένη ὀνειδίσαι νῦν τῷ ἱερεῖ, ὡς
15εἰκῆ καὶ μάτην αὐτὴν μεμψαμένῳ τότε, οὐδὲν τούτων ποιεῖ, ἀλλὰ τὴν εὐεργεσίαν τοῦ Θεοῦ λέγει μόνον. Καὶ σκόπει δούλης εὐγνωμοσύνην. Ὅτε ἔπασχε κα‐ κῶς, οὐδενὶ τὴν συμφορὰν ἐξεκάλυψεν, οὐδὲ εἶπε πρὸς τὸν ἱερέα· Ἀντίζηλον ἔχω γυναῖκα, κἀκείνη μὲν ὀνει‐
20δίζουσά με καὶ λοιδορουμένη χορὸν ἔχει παίδων, ἐγὼ δὲ ἐν ἐπιεικείᾳ ζῶσα, οὐδέπω καὶ τήμερον ἠδυνήθην γενέσθαι μήτηρ, ἀλλὰ συνέκλεισέ μου ὁ Θεὸς τὴν μή‐ τραν, καὶ θλιβομένην ὁρῶν οὐκ ἠλέησεν. Οὐδὲν τούτων εἶπεν, ἀλλὰ σιγήσασα τῆς συμφορᾶς τὸ εἶδος, ὅτι
25ἀθυμεῖ μόνον ἐδήλωσεν, εἰποῦσα, ὅτι Γυνὴ ἐν σκλη‐ ρᾷ ἡμέρᾳ ἐγώ εἰμι· καὶ οὐδ’ ἂν τοῦτο ἐφθέγξατο, εἰ μὴ ὁ ἱερεὺς ἠνάγκασε, μεθύειν ὑποπτεύσας αὐτήν. Ἐπειδὴ δὲ ἀνῆκε τὴν πληγὴν ἐκείνην, καὶ τὴν αἴτη‐ σιν ὁ Θεὸς ἔδωκε, τότε ποιεῖ καταφανῆ τὴν εὐεργεσίαν
30τῷ ἱερεῖ, βουλομένη κοινωνὸν τῆς εὐχαριστίας λαβεῖν, ὥσπερ τότε τῆς εὐχῆς ἔλαβε· καί φησιν· Ὑπὲρ τοῦ παιδαρίου τούτου προσηυξάμην, καὶ ἔδωκέ μοι Κύριος τὸ αἴτημά μου, ὃ ᾐτησάμην παρ’ αὐτοῦ. Καὶ νῦν κιχρῶ αὐτὸν τῷ Κυρίῳ. Ὅρα πῶς μετριά‐
35ζει. Μὴ νομίσῃς με μέγα τι καὶ θαυμαστὸν ποιεῖν, φησὶν, ὅτι τὸ παιδίον ἀνατίθημι· οὐκ ἐγὼ κατῆρξα τοῦ κατορθώματος, ἀλλ’ ὀφειλὴν ἀποδί‐ δωμι. Παρακαταθήκην γὰρ ἔλαβον, καὶ ταύτην ἀπο‐ καθίστημι τῷ δεδωκότι. Καὶ ταῦτα τὰ ῥήματα λέ‐
40γουσα, καὶ ἑαυτὴν ἀνετίθει μετὰ τοῦ παιδίου, καθάπερ σειρᾷ τινι, τῇ τῆς φύσεως συμπαθείᾳ, πρὸς τὸν ναὸν ἑαυτὴν ἀναδήσασα. δʹ. Εἰ γὰρ ὅπου ὁ θησαυρὸς τοῦ ἀνθρώπου, ἐκεῖ καὶ ἡ καρδία αὐτοῦ, πολλῷ μᾶλλον ὅπου τὸ παιδίον τῆς γυ‐
45ναικὸς, ἐκεῖ καὶ ἡ διάνοια τῆς μητρὸς ἦν, καὶ ἡ γα‐ στὴρ αὐτῆς εὐλογίας ἐπληροῦτο πάλιν. Ἐπειδὴ γὰρ ταῦτα εἶπε τὰ ῥήματα, καὶ ηὔξατο, ἄκουσον τί φη‐ σιν ὁ ἱερεὺς πρὸς τὸν Ἐλκανά· Ἀνταποδῷ σοι Κύ‐ ριος σπέρμα ἕτερον ἀπὸ τῆς γυναικὸς ταύτης,

54

.

657

(50)

ἀντὶ τοῦ χρέους, οὗ ἔχρησας τῷ Κυρίῳ. Παρὰ μὲν τὴν ἀρχὴν οὐκ ἔλεγεν, Ἀνταποδῷ σοι· ἀλλὰ τί; Δῴη σοι πᾶν αἴτημά σου. Ἐπειδὴ δὲ ὀφειλέτην κατέστησε τὸν Θεὸν, Ἀνταποδῷ σοι, λέγει, χρηστὰς περὶ τῶν μελλόντων ὑποτείνων ἐλπίδας. Εἰ γὰρ οὐκ
55ὀφείλων ἔδωκε, πολλῷ μᾶλλον μετὰ τὸ λαβεῖν ἀντ‐ αποδώσει. Καὶ ὁ πρῶτος τοίνυν ἐξ εὐχῆς, καὶ οἱ μετ’ ἐκεῖνον ἐξ εὐλογίας τὰς ἀρχὰς ἔλαβον· καὶ οὕτω λοι‐ πὸν ὁλόκληρος ὁ καρπὸς τῆς γυναικὸς ἡγιάζετο. Καὶ ἦν ὁ μὲν πρωτότοκος κατόρθωμα τῆς γυναικὸς, ὁ
60δεύτερος δὲ αὐτῆς καὶ τοῦ ἱερέως κοινωνός. Καὶ καθά‐
περ γῆ λιπαρὰ καὶ πίων, δεξαμένη τὰ σπέρματα,Column end

54

.

658

κομῶντα δείκνυσιν ἡμῖν τὰ λήϊα· οὕτω καὶ ἡ γυνὴ, μετὰ πίστεως τὰ ῥήματα δεξαμένη τοῦ ἱερέως, κο‐ μῶντας ἡμῖν στάχυας ἑτέρους ἤνεγκε, καὶ τὴν πα‐ λαιὰν μετέβαλεν ἀρὰν, ἀπὸ εὐχῆς καὶ εὐλογίας τί‐
5κτουσα. Καὶ σὺ τοίνυν, ὦ γύναι, ταύτην ζήλωσον, κἂν μὲν στεῖρα ᾖς, εὐχήν τε ἐπίδειξαι τοιαύτην, καὶ τὸν ἱερέα παρακάλεσον συνεφάψασθαί σοι τῆς πρε‐ σβείας. Πάντως ἂν μετὰ πίστεως δέξῃ τὰ ῥήματα, εἰς καρπὸν τελευτήσει καλὸν καὶ ὥριμον τῶν πατέρων
10ἡ εὐλογία. Ἂν δὲ γένῃ μήτηρ, ἀνάθες σου καὶ σὺ τὸν υἱόν. Ἐκείνη εἰς ναὸν ἀνήγαγε, σὺ ναὸν κατα‐ σκεύασον σαυτὴν βασιλικόν. Τὰ γὰρ μέλη ὑμῶν, φησὶ, σῶμα τοῦ Χριστοῦ ἐστι, καὶ ναὸς τοῦ ἐν ὑμῖν ἁγίου Πνεύματος. Καὶ πάλιν· Ἐνοικήσω
15ἐν ὑμῖν αὐτοῖς, καὶ ἐμπεριπατήσω. Πῶς γὰρ οὐκ ἄτοπον οἰκίαν μὲν γεγηρακυῖαν καὶ καταπί‐ πτειν μέλλουσαν διορθοῦν, καὶ χρήματα δαπανῶν‐ τας, καὶ οἰκοδόμους συλλέγοντας, καὶ πάντα πρα‐ γματευομένους, τὴν δὲ οἰκίαν τοῦ Θεοῦ (οἰκία γὰρ
20τοῦ Θεοῦ, τοῦ νέου γένοιτ’ ἂν ἡ ψυχὴ) μηδὲ τῆς τυχούσης ἀξιοῦν προνοίας; Ὅρα μὴ ταὐτὸν ἀκού‐ σῃς, ὅπερ καὶ Ἰουδαῖοί ποτε ἤκουσαν. Ἐκεῖνοι γὰρ ἐπειδὴ τὸν ναὸν τοῦτον τὸν αἰσθητὸν ἀπὸ τῆς αἰχμα‐ λωσίας ἐπανελθόντες ἠμελημένον ἑώρων, καὶ τὰς
25ἑαυτῶν ἐκαλλώπιζον οἰκίας, οὕτω παρώξυναν τὸν Θεὸν, ὡς πέμψαι τὸν προφήτην, καὶ λιμὸν ἀπειλῆ‐ σαι, καὶ πολλὴν τῶν ἀναγκαίων τὴν σπάνιν, καὶ τὴν αἰτίαν τῆς ἀπειλῆς ταύτης εἰπεῖν· αὕτη δὲ ἦν, ὅτι Ὑμεῖς μὲν οἰκεῖτε ἐν οἴκοις κοιλοστάθμοις, ὁ δὲ
30οἶκός μου ἠρήμωται. Εἰ δὲ περὶ τὸν ναὸν ἐκεῖνον ἡ ὀλιγωρία τοσαύτην ἐξήγειρε τοῦ Θεοῦ τὴν ὀργὴν, πολλῷ μᾶλλον ἡ τοῦ ναοῦ τούτου ῥᾳθυμία παροξυνεῖ τὸν Δεσπότην· πολὺ γὰρ οὗτος ἐκείνου τιμιώτε‐ ρος, ὅσῳ καὶ μείζονα ἔχει τῆς ἁγιαστίας τὰ σύμβολα.
35Μὴ τοίνυν ἀφῇς τοῦ Θεοῦ τὸν οἶκον σπήλαιον γενέσθαι λῃστῶν, ἵνα μὴ καὶ ἑτέραν ἐπιτίμησιν ἀκούσῃς, ἣν πρὸς τοὺς Ἰουδαίους ὁ Χριστὸς ἐποιήσατο λέγων· Ὁ οἶκος τοῦ Πατρός μου, οἶκος προσευχῆς ἐστιν· ὑμεῖς δὲ ἐποιήσατε αὐτὸν σπήλαιον λῃστῶν. Πῶς
40δὲ σπήλαιον λῃστῶν γίνεται; Ὅταν ἀνελευθέρους καὶ ἀνδραποδώδεις ἐπιθυμίας, ὅταν ἀσέλγειαν πᾶσαν εἰσ‐ ελθεῖν καὶ ἐμφιλοχωρῆσαι ταῖς ψυχαῖς τῶν νέων ἐάσωμεν. Λῃστῶν γὰρ χαλεπώτεροι οἱ τοιοῦτοι λογι‐ σμοὶ, τὴν ἐλευθερίαν τῶν παίδων ἐξανδραποδίσαντες,
45καὶ δούλους τῶν ἀλόγων ποιοῦσι παθῶν, κατακεντοῦν‐ τες αὐτοὺς πάντοθεν, καὶ πολλῶν τραυμάτων πλη‐ ροῦντες αὐτῶν τὴν διάνοιαν. Διὸ δὴ ταῦτα καθ’ ἑκά‐ στην ἡμέραν περισκοπῶμεν, καὶ καθάπερ μάστιγι τῷ λόγῳ χρώμενοι, πάντα τὰ τοιαῦτα πάθη τῆς ἐκείνων

54

.

658

(50)

ψυχῆς ἀπελαύνωμεν, ἵνα τῆς ἄνω πολιτείας μετασχεῖν δυνηθῶσιν ἡμῖν οἱ παῖδες, καὶ τὴν ἐκεῖ λειτουργίαν ἐπιτελέσαι πᾶσαν. Οὐκ εἴδετε, ὅτι οἱ ἐν ταῖς πό‐ λεσι πολιτευόμενοι, τῆς θηλῆς πολλάκις τοὺς ἑαυτῶν παῖδας εὐθὺς ἀποσπασθέντας, θαλλοφόρους, καὶ
55ἀγωνοθέτας, καὶ γυμνασιάρχους καὶ χορειάρχας ποι‐ οῦσι; Τοῦτο καὶ ἡμεῖς ἐργασώμεθα· ἐκ πρώτης ἡλι‐ κίας αὐτοὺς εἰς τὴν πολιτείαν εἰσάγωμεν τὴν ἐν τοῖς οὐρανοῖς. Αὕτη μὲν γὰρ ἡ ἐπίγειος δαπανηρὰ μόνον
ἐστὶ, καὶ κέρδος οὐδὲν ἔχει.657

54

.

659

εʹ. Ποῖον γὰρ ἂν γένοιτο κέρδος ἐκ· τῆς τῶν δήμων εὐφημίας; εἰπέ μοι. Τῆς ἑσπέρας γὰρ καταλαβούσης εὐθέως ὁ κρότος ἐκεῖνος καὶ ὁ θόρυβος ἅπας μαραίνε‐ ται, καὶ παρελθούσης τῆς πανηγύρεως, ὥσπερ ὄναρ
5τρυφήσαντες, οὕτως ἔρημοι πάσης καθίστανται εὐ‐ φροσύνης, καὶ οὔτε τὴν ἀπὸ τοῦ στεφάνου, οὔτε τὴν ἀπὸ τῆς στολῆς τῆς λαμπρᾶς καὶ τῆς ἄλλης φαντα‐ σίας ἁπάσης εὐθυμίαν ἐγγινομένην αὐτοῖς ζητοῦντες εὑρεῖν δύναιντ’ ἂν, ἀνέμου παντὸς ταχύτερον παρα‐
10δραμόντων αὐτοὺς ἁπάντων. Ἡ δὲ τῶν οὐρανῶν πολιτεία τοὐναντίον ἅπαν· χωρὶς δαπάνης πολὺ φέρει τὸ κέρδος ἡμῖν καὶ μό‐ νιμον. Οὐ γὰρ ἄνθρωποι μεθύοντες, ἀλλὰ τῶν ἀγγέλων ὁ δῆμος τὸν ἐκεῖ πολιτευόμενον κροτοῦσι
15διηνεκῶς. Καὶ τί λόγω τῶν ἀγγέλων τὸν δῆμον; Αὐτὸς αὐτὸν ὁ τῶν ἀγγέλων Δεσπότης ἐπαινέσει καὶ ἀποδέξεται. Ὁ δὲ παρὰ τοῦ Θεοῦ ἐπαινούμενος, οὐ μίαν, οὐδὲ δύο, καὶ τρεῖς ἡμέρας, ἀλλὰ διὰ παντὸς τοῦ αἰῶνος πομπεύει στεφανηφορῶν, καὶ γυμνὴν οὐκ
20ἄν ποτε ἴδοις τῆς δόξης ἐκείνης τὴν τοῦ τοιούτου κεφαλήν· οὐ γὰρ ὡρισμέναις ἡμέραις ὁ τῆς παν‐ ηγύρεως ταύτης περιγέγραπται χρόνος, ἀλλὰ πρὸς τὴν ἀθανασίαν τῶν μελλόντων ἐκτείνεται. Ταύτης τῆς λειτουργίας οὐκ ἄν ποτε γένοιτο πενία κώλυμα,
25ἀλλὰ δυνατὸν καὶ τὸν πένητα λειτουργῆσαι ταύτην τὴν λειτουργίαν, καὶ μάλιστα τὸν πένητα, ἅτε πάσης ἀπηλλαγμένον φαντασίας βιωτικῆς· οὐ γὰρ δαπάνης χρημάτων καὶ περιουσίας, ἀλλὰ ψυχῆς δεῖ καθαρᾶς καὶ σωφρονούσης διανοίας. Ἀπὸ ταύτης καὶ τὰ ἱμάτια
30τῆς πολιτείας ἐκείνης ὑφαίνεται τῇ ψυχῇ, καὶ ὁ στέ‐ φανος πλέκεται· ὥστε ἂν μὴ τοῖς τῆς ἀρετῆς ᾖ κε‐ κοσμημένη κατορθώμασιν, οὐδὲν ὄφελος αὐτῇ χρυσίου πολλοῦ· ὥσπερ οὖν οὐδὲ βλάβος ἔσται πενίας, ἐὰν τὸν ἔνδοθεν ἔχῃ πλοῦτον ἐναποκείμενον. Ταύτην τὴν
35λειτουργίαν μὴ μόνον ἄῤῥενες παῖδες, ἀλλὰ καὶ θυγα‐ τέρες ἡμῖν λειτουργείτωσαν· οὐ γὰρ ὥσπερ ἐπὶ τῆς ἔξωθεν πολιτείας ἀνδράσι μόνον ταῦτα λειτουργεῖν ἐπιτέτακται, ἀλλὰ καὶ γυναῖκας ἐκεῖνο τὸ θέατρον δέχεται, καὶ γέροντας, καὶ νέους, καὶ δούλους, καὶ
40ἐλευθέρους. Ὅπου γὰρ ψυχῆς ἐστιν ἡ ἐπίδειξις, οὐ φύσις, οὐχ ἡλικία, οὐκ ἀξίωμα βιωτικὸν, οὐκ ἄλλο οὐδὲν ἐμποδίζειν πέφυκε. Διὰ δὴ τοῦτο, παρακαλῶ πάντας ὑμᾶς, ἐκ πρώτης ἡλικίας ἐκδιδόναι καὶ υἱοὺς καὶ θυγατέρας ταῖς τοιαύταις λειτουργίαις, καὶ τὸν
45τῇ τοιαύτῃ πολιτείᾳ ἁρμόζοντα προαποτίθεσθαι πλοῦ‐ τον αὐτοῖς, οὐ χρυσίον κατορύττοντας, οὐδὲ ἀργύριον συλλέγοντας, ἀλλ’ ἐπιείκειαν, σωφροσύνην, σεμνό‐ τητα, τὴν ἄλλην ἅπασαν ἀρετὴν ἐναποτιθεμένους αὐ‐ τῶν τῇ ψυχῇ. Ταύτης γὰρ δεῖται τῆς δαπάνης ἐκείνη

54

.

659

(50)

ἡ λειτουργία. Ἂν ταύτην οὖν καὶ ἑαυτοῖς καὶ τοῖς παιδίοις συλλέξωμεν τὴν εὐπορίαν, καὶ κατὰ τὸν παρόντα βίον πολλῆς ἀπολαυσόμεθα τῆς λαμπρότη‐ τος, καὶ κατὰ τὴν μέλλουσαν ζωὴν τῆς μακαρίας ἐκείνης ἀκουσόμεθα φωνῆς, δι’ ἣν ἅπαντας τοὺς ὁμο‐
55λογήσαντας αὐτὸν ὁ Χριστὸς ἀνακηρύττει. Ὁμολογία δὲ οὐχ ἡ διὰ τῆς πίστεως μόνον ἐστὶν, ἀλλὰ καὶ ἡ διὰ τῶν ἔργων, ὡς ἐὰν μὴ καὶ αὐτὴ παρῇ, κινδυ‐ νεύομεν μετὰ τῶν ἀρνουμένων κολάζεσθαι. Οὐ γὰρ εἷς ἀρνήσεώς ἐστι τρόπος, ἀλλὰ πολλοὶ καὶ διάφοροι,
60οὓς ὁ Παῦλος ἡμῖν ὑπογράφων οὕτως ἔλεγε· Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται· καὶ πάλιν· Εἰ δέ τις τῶν ἰδίων, καὶ μάλιστα τῶν οἰκείων οὐ προνοεῖ, τὴν πίστιν ἤρνηται, καὶ ἔστιν
ἀπίστου χείρων· καὶ πάλιν· Φεύγετε τὴν πλεον‐Column end

54

.

660

εξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία. Ἐπεὶ οὖν ἀρνήσεως τοσοῦτοι τρόποι, εὔδηλον ὅτι καὶ ὁμολογίας τοσοῦτοι, καὶ πολλῷ πλείους· οὓς δὴ πάντας ὁμολογῆσαι σπουδά‐ σωμεν, ἵνα καὶ αὐτοὶ τῆς ἐν τοῖς οὐρανοῖς τιμῆς
5ἀπολαύσωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ, καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
9tΛΟΓΟΣ Δʹ.
10nΠρὸς τοὺς τὰς συνάξεις καταλιμπάνοντας, καὶ
11nεἰς τὰ θέατρα ἀναβαίνοντας, καὶ ὅτι οὐ μόνον
12nχρησιμωτέρα τῆς ἐν θεάτροις διαγωγῆς ἡ ἐν
13nἐκκλησίᾳ διατριβὴ, ἀλλὰ καὶ ἡδίων· καὶ εἴς τε
14nτὴν δευτέραν ῥῆσιν τῆς εὐχῆς τῆς Ἄννης, καὶ
15nεἰς τὸ δεῖν συνεχῶς εὔχεσθαι, καὶ ἐν παντὶ
16nτόπῳ, κἂν ἐν ἀγορᾷ ὦμεν, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ
17nκλίνης.
18 αʹ. Οὐκ οἶδα ποίοις χρήσομαι λόγοις σήμερον. Καὶ γὰρ ὁρῶν τὰς συνάξεις ἐλαττουμένας, προφήτας ὑβρι‐
20ζομένους, ἀποστόλους ὑπερορωμένους, πατέρας κατα‐ φρονουμένους, διὰ τῶν δούλων εἰς τὸν Δεσπότην δια‐ βαίνουσαν τὴν ὕβριν, βούλομαι μὲν ἐγκαλέσαι, τοὺς δὲ ὀφείλοντας ἀκοῦσαι τῆς κατηγορίας οὐχ ὁρῶ παρόντας, ἀλλ’ ὑμᾶς τοὺς οὐδὲν δεομένους τῆς παραι‐
25νέσεως ταύτης καὶ τῆς νουθεσίας. Πλὴν ἀλλ’ οὐδὲ οὕτως σιγητέον ἡμῖν· τήν τε γὰρ ὀδύνην τὴν ἐπ’ ἐκείνοις διαπνεῦσαι μικρὸν παρασκευάσομεν εἰς τὰ ἔξω, διὰ τῶν ῥημάτων ἐκβάλλοντες αὐτὴν, αὐτούς τε ἐκείνους αἰσχύνεσθαι καὶ ἐρυθριᾷν ποιήσομεν, τοσούτους αὐτοῖς
30ἐπαφέντες κατηγόρους, τοὺς ἀκούοντας ἅπαντας ὑμᾶς. Εἰ μὲν γὰρ ἐνταῦθα παρεγένοντο, ἡμῶν μόνον ἐπιτι‐ μώντων ἤκουσαν ἄν· νῦν δὲ φεύγοντες τὴν παρ’ ἡμῶν ἐπιτίμησιν, παρ’ ὑμῶν ταῦτα ἀκούσονται πάντα. Οὕτω καὶ φίλοι ποιοῦσιν· ἐπειδὰν τοὺς ὑπευθύνους μὴ
35εὕρωσι, τοῖς ἐκείνων ἐντυγχάνουσι φίλοις, ὥστε ἀπελθόντας εἰπεῖν τὰ εἰρημένα. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε· τοὺς γὰρ εἰς αὐτὸν ἡμαρτηκότας ἀφεὶς, τῷ μηδὲν ἠδικηκότι κατεντυγχάνει τῷ Ἱερεμίᾳ, λέγων· Εἶδες τί ἐποίησέ μοι ἡ ἀσύνετος θυγάτηρ Ἰούδα;
40Διὰ δὴ τοῦτο καὶ ἡμεῖς ὑμῖν ὑπερεντυγχάνομεν κατ’ ἐκείνων, ἵνα ἀπελθόντες διορθώσητε αὐτούς. Τίς γὰρ ἂν ἐνέγκῃ τὴν ὀλιγωρίαν τὴν τοσαύτην; Ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα συλλεγόμεθα, καὶ οὐδὲ ταύτην ἀνέχονται τὴν ἡμέραν τῶν βιωτικῶν ὑπερορᾷν φροντί‐
45δων· κἂν ἐγκαλῇ τις, εὐθέως πενίαν προβάλλονται, καὶ τὴν ἀναγκαίαν τροφὴν, καὶ ἀσχολίας κατεπειγού‐ σας, ἀπολογίαν κατηγορίας ἁπάσης χαλεπωτέραν μελετήσαντες. Τί γὰρ ἂν ταύτης τῆς κατηγορίας γέ‐ νοιτ’ ἂν χεῖρον, ἀλλ’ ἢ ὅταν τῶν τοῦ Θεοῦ πραγμάτων

54

.

660

(50)

ἕτερον ἀναγκαιότερον ὑμῖν τι φαίνηται καὶ κατεπεῖ‐ γον μᾶλλον; Μάλιστα μὲν οὖν εἰ καὶ τοῦτο ἦν ἀληθὲς, κατηγορία ἡ ἀπολογία ἦν, ὥσπερ ἔφην. Ἵνα δὲ μά‐ θητε, ὅτι καὶ ταῦτα σκῆψις καὶ πρόφασις καὶ ῥᾳθυμίας ἐστὶ παραπετάσματα, οὐδὲν ἐμοῦ λέγοντος, ἡ μετὰ
55τὴν αὔριον αὐτοὺς ἐλέγξει πάντας ἡμέρα τοὺς τὰ τοιαῦτα προφασιζομένους, ὅταν πᾶσα ἡ πόλις πρὸς τὸν ἱππόδρομον μεταστῇ, καὶ οἰκίαι, καὶ ἀγοραὶ εἰς τὴν παράνομον θεωρίαν κενωθῶσιν ἐκείνην. Καὶ ἐνταῦθα μὲν οὐδὲ τὸν κύριον τῆς ἐκκλησίας τόπον
60πληρούμενον ἔστιν ἰδεῖν· ἐκεῖ δὲ οὐ τὸν ἱππόδρομον μόνον, ἀλλὰ καὶ ὑπερῷα, καὶ οἰκίας, καὶ δώματα,
καὶ κρημνοὺς, καὶ μυρίους ἑτέρους ἄνωθεν καταλαμ‐659

54

.

661

βάνουσι τόπους· καὶ οὔτε πενία, οὔτε ἀσχολία, οὔτε ἀσθένεια σώματος, οὐ ποδῶν ἀῤῥωστία, οὐκ ἄλλο οὐδὲν τῶν τοιούτων ἐπέχει τὴν ἀκάθεκτον μανίαν· ἀλλ’ ἄνθρωποι γεγηρακότες νέων ἀκμαζόντων σφο‐
5δρότερον ἐκεῖ τρέχουσι, τὴν πολιὰν καταισχύνοντες, τὴν ἡλικίαν παραδειγματίζοντες, τὸ γῆρας αὐτὸ καταγέλαστον ποιοῦντες. Καὶ ἐνταῦθα μὲν εἰσιόντες, ναυτιῶντες ὥσπερ καὶ ἐνοχλεῖσθαι νομίζουσι, καὶ ἀναπεπτώκασιν ἐν τῇ τῶν θείων λόγων ἀκροάσει,
10στενοχωρίαν, καὶ πνιγμὸν, καὶ τὰ τοιαῦτα προβαλ‐ λόμενοι· ἐκεῖ δὲ καὶ ἥλιον γυμνῇ δεχόμενοι τῇ κε‐ φαλῇ, καὶ πατούμενοι, καὶ ὠθούμενοι, καὶ μετὰ πολλῆς πιεζόμενοι τῆς σφοδρότητος, καὶ μυρία ἕτερα πάσχοντες δεινὰ, καθάπερ ἐν λειμῶνι τρυφῶντες,
15οὕτω διάκεινται. Διὰ τοῦτο ἡμῖν αἱ πόλεις εἰσὶ δι‐ εφθαρμέναι, ὅτι πονηροὶ τῆς νεότητός εἰσι δι‐ δάσκαλοι. Πῶς γὰρ δυνήσῃ τὸν νέον ἄκοσμον ὄντα καὶ ἀσελγαίνοντα σωφρονίσαι, αὐτὸς ἐν πολιᾷ τοιαῦτα μετεωρίζων, αὐτὸς μετὰ τοσοῦτον χρόνον κόρον μὴ
20λαβὼν τῆς ἀτερπεστάτης θέας ἐκείνης; πῶς δυνήσῃ ῥυθμίσαι τὸν υἱὸν, πῶς κολάσαι τὸν οἰκέτην ἁμαρ‐ τάνοντα, πῶς ἑτέρῳ συμβουλεῦσαι τὰ δέοντα ἀμε‐ λοῦντι, τοιαῦτα αὐτὸς ἐν ἐσχάτῳ γήρᾳ ἀσχημονῶν; Κἂν μὲν ὑβρίσῃ νέος τὸν γεγηρακότα, τὴν ἡλικίαν
25εὐθέως προβάλλεται, καὶ μυρίους ἔχει συναγανακ‐ τοῦντας· ὅταν δὲ σωφρονίζειν δέῃ τὸν νέον, καὶ κανόνα τινὰ ἀρετῆς αὐτὸν γίνεσθαι, οὐδαμοῦ τῆς ἡλικίας αὐτοῖς λόγος, ἀλλ’ αὐτῶν ἐκείνων μανικώτερον ἐπὶ τὴν παράνομον βαδίζουσι θεωρίαν. Ταῦτα δὲ λέγω,
30καὶ τῶν γεγηρακότων καθάπτομαι, οὐχὶ τοὺς νέους ἀπαλλάττων κατηγορίας καὶ διαβολῆς, ἀλλὰ δι’ ἐκείνων τούτους ἀσφαλιζόμενος. Εἰ γὰρ τὸν γεγηρακότα οὐ δεῖ, πολλῷ μᾶλλον τὸν νέον. Ἐκεῖ μὲν γὰρ πολὺς ὁ γέλως, καὶ μείζων ἡ ἀσχημοσύνη· ἐνταῦθα δὲ χα‐
35λεπώτερος ὁ ὄλεθρος, βαθὺ τὸ βάραθρον, ὅσῳ καὶ ἀκμαιότερα μᾶλλον τὰ τῆς ἐπιθυμίας τοῖς νέοις, καὶ σφοδροτέρα αὐτοῖς ἡ φλὸξ, κἂν μικρᾶς ἐπιλάβηται μόνον ἔξωθεν ὕλης, τὰ πάντα ἐμπίπρησι. Καὶ γὰρ πρὸς θυμὸν καὶ πρὸς ἐπιθυμίας εὐέμπτωτος μᾶλλόν
40ἐστιν ὁ νέος· διὸ καὶ πλείονος δεῖται τῆς φυλακῆς, σφοδροτέρου τοῦ χαλινοῦ, ἀσφαλεστέρου τοῦ τειχίου καὶ τοῦ κωλύματος. βʹ. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ἄνθρωπε, ὅτι ἡδονὴν ἔχει ἡ θεωρία· ἀλλ’ εἰ μὴ μετὰ τῆς ἡδονῆς καὶ βλά‐
45βην ἔχει, τοῦτό με δίδαξον. Καὶ τί λέγω βλάβην; Ὅτι γὰρ οὐδὲ ἡδονὴν τὸ πρᾶγμα ἔχει, ἐντεῦθεν εἴσῃ σαφῶς. Ἐκ τῆς ἱπποδρομίας ἀναχωρῶν ἐκείνης, ἀπάντησον τοῖς ἐκ τῆς ἐκκλησίας ἀναχωροῦσι, καὶ κατάμαθε μετὰ ἀκριβείας, τίς ἐστιν ἐν ἡδονῇ μείζο‐

54

.

661

(50)

νι, ὁ προφητῶν ἀκούσας, καὶ μετασχὼν εὐλογίας, καὶ διδασκαλίας ἀπολαύσας, καὶ τὸν Θεὸν παρακαλέ‐ σας ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων, καὶ κουφότερον ποιήσας τὸ συνειδὸς, καὶ μηδὲν ἑαυτῷ κατεγνωκὼς τοιοῦτο· ἢ σὺ ὁ καταλιπὼν τὴν μητέρα, καὶ τοὺς προ‐
55φήτας ἀτιμάσας, καὶ εἰς τὸν Θεὸν ἐξυβρίσας, καὶ μετὰ τοῦ διαβόλου χορεύσας, καὶ βλασφημούντων ἀκούσας καὶ λοιδορουμένων, καὶ τὸν καιρὸν ἀναλώσας εἰκῆ καὶ μάτην, καὶ μηδὲν οἴκαδε ἔχων ἀπενεγκεῖν, μήτε σωματικὸν, μήτε πνευματικὸν κέρδος ἐκεῖθεν.
60Ὥστε ἡδονῆς ἕνεκεν μάλιστα ἐνταῦθα ἀπαντᾷν χρή.
Ἐκεῖ μὲν γὰρ εὐθέως κατάγνωσις, κατηγορία τοῦColumn end

54

.

662

συνειδότος, μετάνοια ἐπὶ τοῖς γεγενημένοις, αἰσχύνη, καὶ ὄνειδος, καὶ τὸ ἀπαῤῥησιάστους ἔχειν τοὺς ὀφθαλ‐ μούς· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν, παῤῥησία, καὶ τὸ ἐλευθεροστομεῖν, καὶ τὸ μετὰ ἀδείας ἅπασι διαλέγε‐
5σθαι περὶ τῶν ἐνταῦθα ἀκουσμάτων ἁπάντων. Ὅταν τοίνυν εἰς ἀγορὰν ἐμβάλῃς, καὶ πάντας ἴδῃς ἐπὶ τὴν θεωρίαν τρέχοντας ἐκείνην, κατάφυγε σὺ ἐπὶ τὴν ἐκκλησίαν εὐθέως, καὶ μικρὸν καρτερήσας χρόνον, τρύφα διηνεκῶς τῶν θείων ῥημάτων. Ἂν μὲν γὰρ
10παρασυρεὶς μετὰ τῶν πολλῶν ἀπέλθῃς ἐκεῖ, μικρὸν ψυχαγωγηθεὶς, διὰ πάσης τῆς ἡμέρας ἀλγήσεις, τῆς τε ἐπιούσης, καὶ πολλῶν ἑτέρων, καταγινώσκων σαυτοῦ· ἂν δὲ μικρὸν ἐπίσχῃς σαυτὸν, διὰ πάσης τῆς ἡμέρας ἕξεις τρυφᾷν. Οὐ γὰρ ἐπὶ τούτου μόνον, ἀλλὰ
15καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων οὕτω συμβαίνειν εἴωθεν. Ἡ μὲν γὰρ κακία πρόσκαιρόν τινα ἔχει τὴν ἡδονὴν, διηνεκῆ δὲ τὴν ὀδύνην· ἡ δὲ ἀρετὴ, βραχὺν μὲν τὸν πόνον, διηνεκὲς δὲ τὸ κέρδος μετὰ τῆς εὐφροσύνης. Οἷον, ηὔξατό τις πρὸς Θεὸν, ἐδάκρυσεν, ἤλγησεν
20ὀλίγον χρόνον κατὰ τὴν εὐχήν· ἕτερος διὰ πάσης τῆς ἡμέρας ἐτρύφα, εἶτα ἐλεημοσύνην ἔδωκεν, ἐνήστευ‐ σεν, ἄλλο τι τῶν ἀγαθῶν εἰργάσατο, ἢ ὑβρισθεὶς οὐκ ἀντελοιδόρησεν· ἐν μιᾷ γοῦν καιροῦ ῥοπῇ καρτερήσας καὶ κατασχὼν τὸν θυμὸν, διὰ παντὸς γάννυται καὶ
25εὐφραίνεται, τῶν κατορθωμάτων ἀναμιμνήσκων ἑαυ‐ τὸν ἐκείνων. Ἐπὶ δὲ τῆς κακίας τοὐναντίον· ὕβρισέ τις, ἀντελοιδόρησε· μετὰ ταῦτα οἴκοι γενόμενος, ἑαυτὸν κατεσθίει, τὰ ῥήματα ἀναλογιζόμενος, ἃ πολ‐ λάκις πολλὴν ἤνεγκε βλάβην. Ὥστε εἰ διώκεις ἡδο‐
30νὴν, Φεῦγε τὰς νεωτερικὰς ἐπιθυμίας, καὶ σωφροσύ‐ νης ἐπιμελοῦ, καὶ ἀκροάσει θείων πρόσεχε λογίων. Ταῦτα πρὸς ὑμᾶς λέγομεν, ἵνα ὑμεῖς πρὸς ἐκείνους λέγοντες, καὶ συνεχῶς τούτοις αὐτοὺς ἐπαντλοῦντες τοῖς ῥήμασιν, ἀφέλκητε πάσης πονηρᾶς συνηθείας,
35καὶ πείθητε λογισμῷ πάντα ποιεῖν τῷ προσήκοντι. Τῶν γὰρ τοιούτων καὶ ἁπλῶς καὶ εἰκῆ φερομένων οὐδὲ τὴν σπουδὴν ἐπαινετὴν εὕροι τις ἂν οὖσαν· καὶ τοῦτο ἀπὸ τῆς ἐπιούσης συνάξεως δῆλον καθίστημι. Τῆς γὰρ ἁγίας ἡμῖν τελουμένης Πεντηκοστῆς, τοσοῦ‐
40τον δραμεῖται πλῆθος, ὡς ἅπαντα ἡμῖν τὰ ἐνταῦθα στενοχωρεῖσθαι. Ἀλλ’ ὅμως οὐδὲ ταύτην ἀποδέχομαι τὴν συλλογήν· συνηθείας γάρ ἐστιν, οὐκ εὐλαβείας. Τί τοίνυν γένοιτ’ ἂν ἐκείνων ἀθλιώτερον, ὅταν καὶ ἡ ῥᾳθυμία αὐτῶν τοσούτων ἐγκλημάτων γέμῃ, καὶ ἡ
45δοκοῦσα εἶναι σπουδὴ ἐγκωμίων ᾖ ἔρημος; Τὸν γὰρ ζήλῳ καὶ πόθῳ καὶ σώφρονι λογισμῷ τοῦ θείου τούτου μετέχοντα συλλόγου, διηνεκῶς ταῦτα ποιεῖν χρὴ, ἀλλ’ οὐχὶ μετὰ τῶν ἐν ἑορτῇ μόνον φαινομένων, μετ’ ἐκείνων ἀφίστασθαι πάλιν, θρεμμάτων δίκην ἁπλῶς

54

.

662

(50)

ἀγόμενον. γʹ. Ἠδυνάμην μὲν οὖν καὶ πρὸς πλέον μῆκος ἐκτεῖναι τὸ προοίμιον τοῦ λόγου· ἀλλ’ ἐπειδὴ οἶδα σαφῶς, ὅτι καὶ πρὸ τῆς ἡμετέρας παραινέσεως τὰ προσήκοντα ὑμῖν αὐτοῖς ποιοῦντες, καὶ πλείονα τῶν εἰρημένων
55ἐρεῖτε, ὥστε μὴ δόξαι παρενοχλεῖν ἐν ταῖς κατ’ ἐκεί‐ νων ἐπιτιμήσεσι, τὰ λειπόμενα ἅπαντα ὑμῖν ἀφεὶς,
τῆς εἰωθυίας ἅψομαι διδασκαλίας, ἐπὶ τὴν τῆς Ἄν‐661

54

.

663

νης ἱστορίαν ἐπαναγαγὼν τὸν λόγον. Καὶ μὴ θαυμά‐ σητε, εἰ μηδέπω τῆς ὑποθέσεως ταύτης ἀπηλλάγη‐ μεν. Καὶ γὰρ οὐ δύναμαι τὴν γυναῖκα ταύτην ἀπὸ τῆς διανοίας ἐκβαλεῖν τῆς ἐμῆς· οὕτως αὐτῆς θαυμάζω
5τὴν εὐμορφίαν τῆς ψυχῆς, καὶ τὸ κάλλος τῆς διανοίας. Φιλῶ γὰρ ὀφθαλμοὺς δακρύοντας ἐν εὐχαῖς, διὰ παντὸς μελετῶντας. καὶ χείλη, καὶ στόμα οὐκ ἐπιτρίμ‐ μασί τισιν ἐρυθραινόμενον, ἀλλ’ εὐχαριστίᾳ τῇ πρὸς τὸν Θεὸν καλλωπιζόμενον, οἷον ἦν τὸ ταύτης· ἣν
10θαυμάζω μὲν ὅτι ἐφιλοσόφησε, θαυμάζω δὲ μειζόνως, ὅτι γυνὴ οὖσα ἐφιλοσόφησε, γυνὴ, ἧς πολλοὶ πολλάκις κατηγόρησαν. Ἀπὸ γὰρ γυναικὸς, φησὶν, ἀρχὴ ἁμαρ‐ τίας, καὶ δι’ αὐτὴν ἀποθνήσκομεν πάντες· καὶ πά‐ λιν· Μικρὰ πᾶσα κακία πρὸς κακίαν γυναικός· καὶ
15ὁ Παῦλος· Ἀδὰμ γὰρ οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπα‐ τηθεῖσα ἐν παραβάσει γέγονε. Διὰ τοῦτο μάλιστα αὐτὴν θαυμάζω, ὅτι τὰ ἐγκλήματα ταῦτα διεκρούσατο, ὅτι τὴν κατηγορίαν ἀπέθετο, ὅτι τοῦ διαβαλλομένου γέ‐ νους οὖσα καὶ κατηγορουμένου, τὰ ὀνείδη πάντα ἀπ‐
20ετρίψατο, διὰ τῶν ἔργων παιδεύουσα, ὅτι κἀκεῖναι οὐ παρὰ τὴν φύσιν τοιαῦται γεγόνασιν, ἀλλὰ παρὰ τὴν προαίρεσιν καὶ τὴν οἰκείαν ὀλιγωρίαν, καὶ ὅτι ἐν τῷ γένει τούτῳ δυνατὸν ἄκρας ἀρετῆς ἐπιλαβέσθαι. Φιλό‐ νεικον γάρ ἐστι τὸ ζῶον τοῦτο καὶ εὔτονον, κἂν εἰς πο‐
25νηρίαν ἀποκλίνῃ, μεγάλα ἐργάζεται κακά· κἂν ἀρε‐ τῆς ἐπιλάβηται, τὴν ψυχὴν προήσεται πρότερον, ἢ τῆς προθέσεως ἀποστήσεται. Οὕτω γοῦν καὶ αὕτη τὴν φύσιν ἐνίκησε, καὶ τὴν ἀνάγκην ἐβιάσατο, καὶ τῇ προσεδρίᾳ τῆς εὐχῆς ἀπὸ
30μήτρας πεπηρωμένης τέκνον βλαστῆσαι παρεσκεύασε, Διὰ τοῦτο πάλιν ἐπὶ τὴν εὐχὴν καταφεύγει, καὶ μετὰ τὸ λαβεῖν οὕτω λέγουσα· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου. Ὅτι μὲν οὖν, τί ἐστιν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ,
35πρώην εἶπον πρὸς τὴν ὑμετέραν ἀγάπην, δῆλον ὑμῖν· νυνὶ δὲ ἀναγκαῖον τὴν ἑξῆς ἑρμηνεῦσαι ῥῆσιν. Εἰποῦσα γάρ· Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ· ἐπήγα‐ γεν· Ὑψώθη κέρας μου ἐν Θεῷ μου. Τί ἐστι, Κέρας μου; Καὶ γὰρ συνεχῶς ταύτῃ κέχρηται τῇ λέξει ἡ
40Γραφὴ, ὡς ὅταν λέγῃ· Ὑψώθη κέρας αὐτοῦ, καὶ, Ὑψώθη κέρας χριστοῦ αὐτοῦ. Τί ποτ’ οὖν λέγει κέ‐ ρας; Τὴν δύναμιν, τὴν δόξαν, τὴν περιφάνειαν, ἀπὸ μεταφορᾶς τῶν ἀλόγων ζώων αὐτὸ τιθείς· καὶ γὰρ ἐκείνοις ἀντὶ δόξης καὶ ὅπλου τὸ κέρας μόνον ἐνέθηκεν
45ὁ Θεὸς, κἂν ἀποβάλωσι τοῦτο, τὸ πλέον ἀπέβαλον τῆς δυνάμεως· καὶ καθάπερ ἄοπλος στρατιώτης, οὕτω καὶ ταῦρος χωρὶς κεράτων ῥᾳδίως ἁλίσκεται. Οὐδὲν οὖν διὰ τούτου ἄλλο φησὶν ἡ γυνὴ, ἀλλ’ ἢ, ὅτι Ὑψώθη ἡ δόξα μου. Καὶ πῶς ὑψώθη; Ἐν Θεῷ μου, φησί. Διὰ τοῦτο

54

.

663

(50)

καὶ ἀσφαλὲς τὸ ὕψος ἐστὶ, βεβαίαν καὶ ἀκίνητον ἔχον τὴν ῥίζαν. Ἡ μὲν γὰρ παρὰ τῶν ἀνθρώπων δόξα, τῶν δοξαζόντων μιμεῖται τὴν εὐτέλειαν, ὅθεν καὶ μεταπί‐ πτει ῥᾳδίως· ἡ δὲ τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ ἀκίνητος μένει διὰ παντός. Καὶ ταῦτα ἀμφότερα δηλῶν ὁ προ‐
55φήτης, κἀκείνης τὸ εὐμετάπτωτον, καὶ ταύτης τὸ μό‐ νιμον, οὕτως ἔλεγε· Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσε. Περὶ δὲ τῆς τοῦ Θεοῦ οὐχ οὕτως, ἀλλὰ πῶς; Τὸ δὲ ῥῆμα τοῦ Θεοῦ εἰς τὸν
60αἰῶνα μένει. Καὶ δῆλον τοῦτο καὶ ἀπὸ ταύτης τῆς γυ‐
ναικός. Βασιλεῖς μὲν γὰρ καὶ στρατηγοὶ καὶ δυνάσται,Column end

54

.

664

πολλὰ πραγματευσάμενοι πολλάκις, ὥστε αὐτῶν ἄλη‐ στον γενέσθαι τὴν μνήμην, καὶ τάφους λαμπροὺς οἰκο‐ δομησάμενοι, καὶ ἀνδριάντας ἀναστήσαντες, καὶ εἰκό‐ νας πολλὰς πολλαχοῦ, καὶ κατορθωμάτων ὑπομνήματα
5μυρία καταλιπόντες, σεσίγηνται, καὶ οὐδὲ ἀπὸ ψιλῆς προσηγορίας εἰσί τινι γνώριμοι· αὕτη δὲ ἡ γυνὴ παν‐ ταχοῦ τῆς οἰκουμένης ᾄδεται νῦν· κἂν εἰς Σκυθίαν ἀπέλθῃς, κἂν εἰς Αἴγυπτον, κἂν εἰς Ἰνδοὺς, κἂν εἰς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, πάντων ἀκούσῃ τὰ
10κατορθώματα τῆς γυναικὸς ταύτης ᾀδόντων, καὶ πᾶ‐ σαν ἁπλῶς, ὅσην ἥλιος ἐφορᾷ γῆν, ἡ δόξα τῆς Ἄννης καταλαμβάνει. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ θαυμαστὸν, ὅτι πανταχοῦ τῆς οἰκουμένης ᾄδεται ἡ γυνὴ, ἀλλ’ ὅτι τοσούτου παρελθόντος χρόνου, οὐ μόνον οὐκ ἐσβέσθη
15τὰ τῆς εὐφημίας αὐτῆς, ἀλλὰ καὶ αὔξεται καὶ ἐπι‐ τείνεται πολλῷ πλέον, καὶ τὴν φιλοσοφίαν αὐτῆς καὶ τὴν ὑπομονὴν καὶ τὴν καρτερίαν ἅπαντες ἴσασι, καὶ ἐν πόλεσι καὶ ἐν ἀγροῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν στρατο‐ πέδοις, καὶ ἐν πλοίοις, καὶ ἐν ἐργαστηρίοις, καὶ παν‐
20ταχοῦ τῆς γυναικὸς ἐγκωμιαζομένης ἀκούσῃ ταύτης. Ὅταν γὰρ ὁ Θεός τινα δοξάσαι βουληθῇ, κἂν θάνατος ἐπιγένηται, κἂν χρόνου πλῆθος, κἂν ἄλλο ὁτιοῦν, μέ‐ νει τὰ τῆς δόξης ἐκείνης ἀνθοῦντα διηνεκῶς, καὶ οὐ‐ δεὶς ἐπισκοτῆσαι τῇ περιφανείᾳ ταύτῃ δυνήσεται.
25Διὰ τοῦτο καὶ αὐτὴ παιδεύουσα τοὺς ἀκούοντας ἅπαν‐ τας, ὅτι οὐ χρὴ καταφεύγειν τοῖς ἐπικήροις, ἀλλ’ ὅθεν βέβαια καὶ ἀκίνητα ἡμῖν μένει τὰ ἀγαθὰ, εἶπε τὸν τῆς δόξης αἴτιον. Εἰποῦσα γὰρ, ὅτι Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ἐπήγαγεν, Ὑψώθη κέρας
30μου ἐν Θεῷ μου, διπλᾶ ἐνταῦθα ἡμῖν αἰνιττομένη τὰ ἀγαθὰ, ἅπερ δύσκολον συμβαίνειν ταχέως. Καὶ γὰρ τοῦ σάλου, φησὶν, ἀπηλλάγην, καὶ τὴν ἀτιμίαν ἀπεθέ‐ μην, καὶ ἀσφαλείας ἀπέλαυσα, καὶ δόξης μετέσχον. Ταῦτα δὲ ἀμφότερα οὐκ ἄν τις ἴδοι ῥᾳδίως ἀλλήλοις
35συντρέχοντα. Πολλοὶ γὰρ κινδύνων μὲν ἀπαλλάττονται, ἐπίδοξον δὲ οὐκ ἔχουσι βίον· ἕτεροι πάλιν δόξης μὲν ἀπολαύουσι καὶ περιφανείας, κινδυνεύειν δὲ ἀναγκά‐ ζονται διὰ τὴν δόξαν ταύτην. Οἷόν τι λέγω· πολλοὶ πολλάκις τὸ δεσμωτήριον οἰκήσαντες, μοιχοὶ καὶ γόη‐
40τες καὶ τυμβωρύχοι, καὶ οἱ ἕτερά τινα τοιαῦτα ἡμαρ‐ τηκότες, εἶτα ἀπό τινος φιλανθρωπίας βασιλικῆς ἀφέθησαν τοῦ οἰκήματος· οὗτοι τῆς κολάσεως μὲν ἀπηλλάγησαν, τὰ δὲ ὀνείδη οὐκ ἀπετρίψαντο, ἀλλ’ ἔχουσι τὴν αἰσχύνην ἑπομένην αὐτοῖς. Ἄλλοι στρα‐
45τιῶται γενναῖοι τὸν ἐπίδοξον καὶ περιφανῆ βίον διώ‐ κοντες, ῥιψοκινδύνως ἑαυτοὺς τοῖς πολεμίοις ἐνδόν‐ τες, πολλὰ πολλάκις ἔλαβον τραύματα, καὶ ἔσχατον ἄωρον ὑπέστησαν θάνατον· οὗτοι δόξης ἐπιθυμήσαν‐ τες, ἀσφαλείας ἐξέπεσον.

54

.

664

(50)

δʹ. Ἐπὶ δὲ τῆς γυναικὸς ἀμφότερα ταῦτα συνέβη, καὶ ἀσφαλείας ἀπέλαυσε καὶ δόξης ἐπέτυχεν. Οὕτω καὶ ἐπὶ τῶν τριῶν παίδων ἐγένετο· καὶ γὰρ κινδύνων ἀπηλλάγησαν διαφυγόντες τὸ πῦρ, καὶ περιφανεῖς ἐγένοντο, ὑπὲρ φύσιν τοῦ στοιχείου νικήσαντες τὴν
55δύναμιν. Τοιαῦτα τοῦ Θεοῦ τὰ κατορθώματα· ὁμοῦ γὰρ λαμπρὸν καὶ ἀσφαλῆ χαρίζεται βίον. Ἅπερ οὖν ἀμφότερα καὶ αὕτη αἰνιττομένη ἔλεγεν. Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου. Οὐχ ἁπλῶς εἶπεν, Ἐν Θεῷ, ἀλλ’, Ἐν Θεῷ μου,
60τὸν κοινὸν τῆς οἰκουμένης Δεσπότην ἁρπάζουσα πρὸς
ἑαυτήν. Τοῦτο δὲ ἐποίησεν, οὐκ ἐλαττοῦσα αὐτοῦ τὴν663

54

.

665

δεσποτείαν, ἀλλὰ τὸν οἰκεῖον ἔρωτα ἐνδεικνυμένη τε καὶ παραμυθουμένη. Τοιοῦτον γὰρ τῶν φιλούντων τὸ ἔθος· οὐκ ἀνέχονται μετὰ πολλῶν φιλεῖν, ἀλλ’ ἐξαιρέ‐ τως καὶ ἰδιαζόντως βούλονται αὐτῶν ἐνδείκνυσθαι τὸ
5φίλτρον. Οὕτω καὶ ὁ Δαυῒδ ποιεῖ λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω. Εἰπὼν γὰρ τὴν κοινὴν αὐτοῦ δεσποτείαν, εἶπε καὶ τὴν ἰδιάζουσαν τὴν ἐπὶ τῶν ἁγίων. Καὶ πάλιν, Ὁ Θεὸς, ὁ Θεός μου, πρόσχες μοι· ἵνα τί ἐγκατέλιπές με; Καὶ πάλιν·
10Ἐρῶ τῷ Θεῷ· Ἀντιλήπτωρ μου εἶ· ψυχῆς γὰρ ζεού‐ σης καὶ θερμῆς καὶ διακαιομένης ὑπὸ τοῦ πόθου ταῦτα τὰ ῥήματα. Οὕτω καὶ ἡ γυνὴ αὕτη ἐποίησεν. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν, θαυμαστὸν οὐδέν· ὅταν δὲ ἴδῃς τὸν Θεὸν τοῦτο ποιοῦντα, τότε ἐκπλάγηθι.
15Καθάπερ γὰρ οὗτοι οὐ κοινῇ μετὰ τῶν πολλῶν αὐτὸν καλοῦσιν, ἀλλὰ καὶ ἰδιαζόντως ἑαυτῶν αὐτὸν βούλονται εἶναι Θεόν· οὕτω καὶ αὐτὸς, οὐ κοινῇ μετὰ τῶν ἄλλων φησὶν αὐτῶν εἶναι Θεὸν μόνον, ἀλλὰ καὶ ἰδιαζόντως αὐτῶν. Διὰ τοῦτο λέγει, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ
20καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, οὐ συστέλλων αὐτοῦ τὴν δε‐ σποτείαν, ἀλλ’ ἐκτείνων μᾶλλον· οὐ γὰρ οὕτω τὸ πλῆ‐ θος τῶν ἀρχομένων, ὡς ἡ ἀρετὴ τῶν βασιλευομένων δείκνυσιν αὐτοῦ τὴν ἀρχήν· οὐδὲ οὕτω χαίρει καλού‐ μενος Θεὸς οὐρανοῦ καὶ γῆς, καὶ θαλάττης, καὶ τῶν
25ἐν τούτοις, ὡς χαίρει καλούμενος Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. Καὶ ὅπερ ἐπ’ ἀνθρώπων οὐ γίνε‐ ται, τοῦτο ἐπὶ τοῦ Θεοῦ συμβαῖνον ἔστιν ἰδεῖν. Οἷόν τι λέγω· ἐπὶ τῶν ἀνθρώπων ἀπὸ τῶν δεσποτῶν οἱ δοῦλοι καλοῦνται, καὶ οὕτως ἔθος ἅπασι λέγειν, Ὁ δεῖνα
30ἐπίτροπος τοῦ δεῖνος, ὁ δεῖνα οἰκονόμος τοῦ δεῖνος, στρατηγοῦ καὶ ὑπάρχου· οὐδεὶς δέ φησιν, Ὁ δεῖνα ὁ ὕπαρχος τοῦδε τοῦ ἐπιτρόπου, ἀλλὰ τοὺς ἐλάττονας ἀπὸ τῶν μειζόνων ἀεὶ καλεῖν εἰώθαμεν. Ἐπὶ δὲ τοῦ Θεοῦ τοὐναντίον γέγονεν· οὐ γὰρ μόνον Ἀβραὰμ
35τοῦ Θεοῦ λέγεται, ἀλλὰ καὶ ὁ Θεὸς τοῦ Ἀβραὰμ, καὶ ὁ Δεσπότης ἀπὸ τοῦ δούλου καλεῖται. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος ἐκπληττόμενος ἔλεγε· Δι’ ἣν αἰτίαν οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Οὐκ ἐπαισχύνεται, φησὶν, ὁ Δεσπότης ἀπὸ τῶν δούλων
40καλεῖσθαι. Διὰ τί οὐκ ἐπαισχύνεται; εἰπὲ τὴν αἰτίαν. Ἵνα μιμησώμεθα καὶ ἡμεῖς. Ἀλλ’ ἐκεῖνοι ξένοι καὶ παρεπίδημοι ἦσαν, φησίν. Καὶ μὴν καὶ διὰ τοῦτο ἐπαισχύνεσθαι δεῖ· ὁ γὰρ ξένος εὐτελὴς καὶ εὐκατα‐ φρόνητος εἶναι δοκεῖ. Ἀλλ’ ἐκεῖνοι οἱ ἅγιοι οὐ τοῦτον
45ᾖσαν ξένοι τὸν τρόπον, ὃν ἡμεῖς νομίζομεν, ἀλλ’ ἕτε‐ ρόν τινα καὶ παράδοξον. Ἡμεῖς μὲν γὰρ ξένους ἐκείνους καλοῦμεν τοὺς τὴν αὐτῶν πατρίδα ἀφέντας, καὶ εἰς ἑτέραν γῆν ἐλθόντας· ἐκεῖνοι δὲ οὐχ οὕτως ἦσαν ξένοι, ἀλλὰ τῆς οἰκουμένης ἁπάσης ὑπεριδόντες,

54

.

665

(50)

καὶ μικρὰν εἶναι νομίσαντες τὴν γῆν, πρὸς τὴν ἐν τοῖς οὐρανοῖς πόλιν ἔβλεπον, οὐ δι’ ἀλαζονείαν, ἀλλὰ διὰ μεγαλοψυχίαν, οὐ δι’ ἀπόνοιαν, ἀλλὰ διὰ φιλοσο‐ φίαν. Ἐπειδὴ γὰρ ἐσκέψαντο τὰ ἐπὶ γῆς ἅπαντα, καὶ εἶδον ὅτι ῥεῖ καὶ ἀπόλλυται, καὶ οὐδὲν ἐνταῦθα
55βέβαιον καὶ ἀκίνητον, οὐ πλοῦτος, οὐ δυναστεία, οὐ δόξα, οὐκ αὐτὴ ἡ ζωὴ, ἀλλ’ ἕκαστον ἔχει τέλος, καὶ πρὸς τὸ οἰκεῖον ἐπείγεται πέρας, τὰ δὲ ἐν τοῖς οὐρανοῖς οὐ τοιαῦτα, ἀλλὰ ἀτελεύτητα καὶ ἀθάνατα, εἵλοντο ξένοι τῶν ῥεόντων καὶ παρατρεχόντων γενέ‐
60σθαι, ἵν’ ἐκείνων τῶν μενόντων ἐπιλάβωνται. Ξένοι τοίνυν ἦσαν, οὐ τῷ μὴ ἔχειν πατρίδα, ἀλλὰ τῷ πατρί‐
δος ἐφίεσθαι τῆς ἀεὶ μενούσης. Ὅπερ οὖν καὶ αὐτὸςColumn end

54

.

666

παραδηλῶν ἔλεγεν· Οἱ δὲ ταῦτα λέγοντες, ἐμφαί‐ νουσιν ὅτι πατρίδα ζητοῦσι. Ποίαν, εἰπὲ, πατρίδα; ἆρα τὴν προτέραν, ἣν ἀπέλιπον; Οὐχὶ, φησί· Εἰ γὰρ ἐκείνης ἐμέμνηντο, εἶχον ἂν καιρὸν ἀνακάμψαι·
5νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν, ἐπουρα‐ νίου, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Διὰ τοῦτο οὐκ ἐπαισχύνεται ὁ Θεὸς καλεῖσθαι αὐτῶν Θεός. εʹ. Μιμησώμεθα δὴ καὶ ἡμεῖς τούτους, παρακαλῶ·
10ὑπερίδωμεν τῶν παρόντων, ἐπιθυμήσωμεν τῶν μελ‐ λόντων, λάβωμεν τὴν γυναῖκα ταύτην διδάσκαλον, καὶ πρὸς τὸν Θεὸν ἀεὶ καταφεύγωμεν, καὶ παρ’ ἐκείνου πάντα αἰτῶμεν. Οὐδὲν γὰρ εὐχῆς ἴσον· καὶ γὰρ τὰ ἀδύνατα αὕτη ποιεῖ δυνατὰ, καὶ τὰ δύσκολα ῥᾴδια,
15καὶ τὰ δυσχερῆ εὐθέα καθίστησι. Ταύτην καὶ ὁ μα‐ κάριος Δαυῒδ κατώρθου· διὸ καὶ ἔλεγεν· Ἑπτάκις τῆς ἡμέρας ᾔνησά σε ἐπὶ τὰ κρίματα τῆς δικαιο‐ σύνης σου. Εἰ δὲ βασιλεὺς ἀνὴρ μυρίαις βαπτιζόμε‐ νος φροντίσι, καὶ πανταχόθεν περιελκόμενος, τοσαυ‐
20τάκις τῆς ἡμέρας παρεκάλει τὸν Θεὸν, τινὰ ἂν ἔχοι‐ μεν ἀπολογίαν ἢ συγγνώμην ἡμεῖς, τοσαύτην σχολὴν ἄγοντες, καὶ μὴ συνεχῶς αὐτὸν ἱκετεύοντες, καὶ ταῦτα τοσοῦτον μέλλοντες καρποῦσθαι κέρδος; Ἀμή‐ χανον γὰρ, ἀμήχανον, ἄνθρωπον μετὰ τῆς προσηκούσης
25προθυμίας εὐχόμενον, καὶ παρακαλοῦντα τὸν Θεὸν συνεχῶς, ἁμαρτεῖν ποτε. Καὶ πῶς, ἐγὼ λέγω. Ὁ διαθερμάνας αὐτοῦ τὴν διάνοιαν, καὶ τὴν ψυχὴν ἀνα‐ στήσας, καὶ πρὸς τὸν οὐρανὸν ἑαυτὸν μετοικίσας, καὶ οὕτω τὸν Δεσπότην τὸν ἑαυτοῦ καλέσας, καὶ τῶν
30ἁμαρτημάτων ἀναμνησθεὶς, καὶ περὶ τῆς συγχωρή‐ σεως τούτων αὐτῷ διαλεχθεὶς, καὶ παρακαλέσας ἵλεων γενέσθαι καὶ ἥμερον, ἀπὸ τῆς ἐν τοῖς λόγοις τούτοις διατριβῆς πᾶσαν ἀποτίθεται βιωτικὴν φροντίδα, καὶ πτεροῦται, καὶ τῶν ἀνθρωπίνων παθῶν ὑψηλότερος
35γίνεται· κἂν ἐχθρὸν ἴδῃ μετὰ τὴν εὐχὴν, οὐκ ἔτι ὡς ἐχθρὸν ὄψεται· κἂν γυναῖκα εὔμορφον, οὐ κατακλα‐ σθήσεται πρὸς τὴν ὄψιν, τοῦ πυρὸς τοῦ κατὰ τὴν εὐ‐ χὴν ἔνδον μένοντος, καὶ πάντα ἄτοπον λογισμὸν δι‐ ωθουμένου. Ἀλλ’ ἐπεὶ ἀνθρώπους ὄντας εἰκὸς καὶ
40εἰς ῥᾳθυμίαν ἐμπεσεῖν, ἐπειδὰν παρέλθῃ μία καὶ δευ‐ τέρα ὥρα καὶ τρίτη μετὰ τὴν εὐχὴν, καὶ ἴδῃς τὴν γενο‐ μένην σοι θερμότητα κατὰ μικρὸν ὑποῤῥεῖν μέλλουσαν, δράμε ταχέως πάλιν ἐπὶ τὴν εὐχὴν, καὶ καταψυγεῖσάν σου τὴν διάνοιαν θέρμανον. Κἂν τοῦτο ποιῇς διὰ πά‐
45σης τῆς ἡμέρας, τὰ μεταξὺ διαλείμματα τῇ πυκνότητι τῶν εὐχῶν διαθερμαίνων, οὐ δώσεις τῷ διαβόλῳ ἀφορμὴν καὶ εἴσοδον κατὰ τῶν σῶν λογισμῶν. Καὶ ὅπερ ἀριστοποιούμενοι καὶ πίνειν μέλλοντες ποιοῦ‐ μεν, ἐπειδὰν ἴδωμεν τὸ θερμανθὲν ὕδωρ καταψυγὲν,

54

.

666

(50)

ἐπὶ τῆς ἐσχάρας αὐτὸ τίθεμεν πάλιν, ὥστε διαθερ‐ μανθῆναι ταχέως· τοῦτο καὶ ἐνταῦθα ποιῶμεν, καὶ καθάπερ ἐπ’ ἀνθράκων, τῆς εὐχῆς, τιθέντες ἡμῶν τὸ στόμα, οὕτω πάλιν ἀνάπτωμεν ἡμῶν τὴν διάνοιαν εἰς εὐλάβειαν, καὶ μιμώμεθα τοὺς οἰκοδόμους. Καὶ γὰρ
55ἐκεῖνοι πλίνθους μέλλοντες οἰκοδομεῖν, διὰ τὸ τῆς ὕλης σαθρὸν ξύλοις μακροῖς ἀποσφίγγουσι τὴν οἰκο‐ δομὴν, καὶ οὐδὲ διὰ πολλοῦ τοῦτο ποιοῦσι τοῦ δια‐ στήματος, ἀλλὰ δι’ ὀλίγου, ἵνα τῇ πυκνότητι τῶν ξύλων τούτων ἀσφαλεστέραν τὴν συνθήκην τῶν πλίν‐
60θων ἐργάσωνται. Τοῦτο καὶ σὺ ποίησον, καὶ τὰς βιω‐665

54

.

667

τικὰς πράξεις ἁπάσας, καθάπερ ἱμαντώσεσί τισι ξύλων, τῇ συνεχείᾳ τῶν εὐχῶν διαλαμβάνων, πάντο‐ θέν σου περίφραξον τὴν ζωήν. Ἂν τοίνυν οὕτω ποιῇς, κἂν μυρίοι πνεύσωσιν ἄνεμοι λοιπὸν, κἂν πειρασμοὶ
5κἂν ἀθυμίαι, κἂν λογισμοί τινες ἀηδεῖς, κἂν ὁτιοῦν ἐπέλθῃ δεινὸν, οὐ δυνήσεται καταβαλεῖν τὴν οἰκίαν ἐκείνην πυκναῖς οὕτως εὐχαῖς συνδεδεμένην. Καὶ πῶς δυνατὸν, φησὶν, ἄνθρωπον βιωτικὸν, δικαστηρίῳ προσηλωμένον, κατὰ τρεῖς ὥρας εὔχεσθαι τῆς ἡμέρας,
10καὶ εἰς ἐκκλησίαν ἐκτρέχειν; Δυνατὸν, καὶ σφόδρα εὔκολον· κἂν γὰρ εἰς ἐκκλησίαν δραμεῖν μὴ ῥᾴδιον, ἑστῶτα ἐκεῖ πρὸ τῶν θυρῶν, καὶ τῷ δικαστηρίῳ προσηλωμένον εὔξασθαι δυνατόν· οὐδὲ γὰρ οὕτω φω‐ νῆς χρεία, ὡς διανοίας, οὐδὲ ἐκτάσεως χειρῶν, ὡς
15συντεταμένης ψυχῆς, οὐδὲ σχήματος, ἀλλὰ φρονήμα‐ τος· ἐπεὶ καὶ ἡ Ἄννα αὕτης, οὐκ ἐπειδὴ λαμπρὰν καὶ μεγάλην ἀφῆκε φωνὴν, διὰ τοῦτο ἠκούετο, ἀλλ’ ἐπειδὴ μεγάλα ἔνδον κατὰ τὴν καρδίαν ἐβόα. Ἡ φω‐ νὴ γὰρ αὐτῆς οὐκ ἠκούετο, φησὶ, καὶ εἰσήκουεν
20αὐτῆς ὁ Θεός. Τοῦτο καὶ ἄλλοι πολλοὶ πολλάκις ἐποίησαν, καὶ βοῶντος τοῦ ἄρχοντος ἔνδοθεν, ἀπει‐ λοῦντος, διατεινομένου, μαινομένου, πρὸ τῶν θυρῶν ἑστῶτες σφραγισάμενοι, καὶ ὀλίγα ῥήματα κατὰ διάνοιαν εὐξάμενοι, εἰσελθόντες μετέβαλον αὐτὸν καὶ
25ἐπράϋναν, καὶ ἥμερον ἐξ ἀγρίου κατέστησαν· καὶ οὐ‐ δὲν οὔτε ἀπὸ τοῦ τόπου, οὔτε ἀπὸ τοῦ καιροῦ, οὔτε ἀπὸ τῆς σιγῆς πρὸς τὴν εὐχὴν ταύτην ἐνεποδίσθησαν. ϛʹ. Τοῦτο δὴ καὶ σὺ ποίησον· στέναξον πικρῶς, ἀνα‐ μνήσθητι τῶν ἁμαρτημάτων τῶν σῶν, ἀνάβλεψον εἰς
30τὸν οὐρανὸν, εἰπὲ κατὰ διάνοιαν· Ἐλέησόν με, ὁ Θεὸς, καὶ ἀπήρτισταί σου ἡ εὐχή. Ὁ γὰρ εἰπὼν, Ἐλέησον, ἐξομολόγησιν ἐπεδείξατο, καὶ τῶν οἰκείων ἁμαρτημά‐ των ἐπέγνω· τῶν γὰρ ἡμαρτηκότων ἐστὶ τὸ ἐλεεῖσθαι. Ὁ εἰπὼν, Ἐλέησόν με, συγχώρησιν ἔλαβε
35τῶν πεπλημμελημένων· ὁ γὰρ ἐλεηθεὶς οὐ κολάζεται. Ὁ εἰπὼν, Ἐλέησόν με, βασιλείας ἔτυχεν οὐρανῶν· ὃν γὰρ ὁ Θεὸς ἐλεήσει, οὐ κολάσεως ἀπαλλάττει μό‐ νον, ἀλλὰ καὶ τῶν μελλόντων ἀγαθῶν ἀξιοῖ. Μὴ τοίνυν προφασιζώμεθα λέγοντες, ὡς οὐκ ἔστι
40πλησίον εὐκτήριος οἶκος· ἡμᾶς γὰρ αὐτοὺς, ἐὰν νήφω‐ μεν, ναοὺς ἐποίησε τοῦ Θεοῦ τοῦ Πνεύματος ἡ χάρις, ὥστε πολλὴ πάντοθεν ἡμῖν ἡ εὐκολία. Καὶ γὰρ οὐ τοιαύτη ἡμῶν ἡ λατρεία, οἵα παρὰ Ἰουδαίοις τὸ πρό‐ τερον ἦν, πολὺ τὸ αἰσθητὸν ἔχουσα, καὶ πολλῆς δεομένη
45πραγματείας. Ἐκεῖ μὲν γὰρ τὸν εὐχόμενον καὶ εἰς τὸ ἱερὸν ἀναβῆναι ἔδει, καὶ τρυγόνα πρίασθαι, καὶ ξύλα καὶ πῦρ μεταχειρίσαι, καὶ μάχαιραν λαβεῖν, καὶ τῷ βωμῷ παραστῆναι, καὶ πολλὰ ἕτερα διανύσαι ἐπιτά‐ γματα· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον, ἀλλ’ ὅπουπερ ἂν

54

.

667

(50)

ᾖς, τὸ θυσιαστήριον ἔχεις μετὰ σαυτοῦ, καὶ τὴν μά‐ χαιραν, καὶ τὸ ἱερεῖον, αὐτὸς ὢν σὺ καὶ ἱερεὺς, καὶ θυσιαστήριον, καὶ ἱερεῖον. Ὅπου γὰρ ἂν ᾖς, δύνασαι στῆσαι τὸν βωμὸν, προαίρεσιν νήφουσαν ἐπιδειξάμε‐ νος μόνον, καὶ οὐδὲν κωλύει τόπος, οὐδὲ ἐμποδίζει
55καιρὸς, ἀλλὰ κἂν γόνατα μὴ κλίνῃς, κἂν μὴ στῆθος
τύψῃ, καὶ τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατείνῃς, διά‐Column end

54

.

668

νοιαν δὲ μόνον ἐπιδείξῃς θερμὴν, τὸ πᾶν ἀπήρτισας τῆς εὐχῆς. Ἔξεστι καὶ γυναῖκα ἠλακάτην κατέχου‐ σαν, καὶ ἱστουργοῦσαν ἀναβλέψαι εἰς τὸν οὐρανὸν τῇ διανοίᾳ, καὶ καλέσαι μετὰ θερμότητος τὸν Θεόν· ἔξ‐
5εστι καὶ ἄνθρωπον εἰς ἀγορὰν ἐμβάλλοντα, καὶ καθ’ ἑαυτὸν βαδίζοντα εὐχὰς ποιεῖσθαι ἐκτενεῖς· καὶ ἕτερον ἐπ’ ἐργαστηρίου καθήμενον καὶ δέρματα ῥάπτοντα, τὴν ψυχὴν ἀναθεῖναι πρὸς τὸν Δεσπότην· ἔξεστιν οἰ‐ κέτῃ, καὶ ὠνουμένῳ, καὶ ἀναβαίνοντι καὶ καταβαί‐
10νοντι, καὶ μαγειρείῳ παρεστῶτι, ὅταν μὴ δυνατὸν εἰς ἐκκλησίαν ἐλθεῖν, εὐχὴν ποιεῖσθαι ἐκτενῆ καὶ διεγη‐ γερμένην. Οὐκ ἐπαισχύνεται τόπον ὁ Θεός· ἓν ζητεῖ μόνον, διάνοιαν θερμὴν, καὶ ψυχὴν σωφρονοῦσαν. Καὶ ἵνα μάθῃς, ὅτι οὐ σχήματος χρεία καὶ τόπων
15πάντως καὶ καιρῶν, ἀλλὰ φρονήματος γενναίου καὶ διεγηγερμένου, ὁ Παῦλος ὕπτιος ἐπὶ τοῦ δεσμωτηρίου κείμενος, καὶ οὐκ ὀρθὸς ἑστὼς (οὐ γὰρ ἠφίει τὸ ξύλον, ᾧ τοὺς πόδας ἐδέδετο), ἐπειδὴ μετὰ προθυμίας ηὔ‐ ξατο κείμενος, τὸ δεσμωτήριον ἔσεισε, καὶ τὰ θεμέ‐
20λια διεσάλευσε, καὶ τὸν δεσμοφύλακα ἔδησε, καὶ πρὸς τὴν ἱερὰν μετὰ ταῦτα μυσταγωγίαν ἐχειραγώ‐ γησε. Πάλιν ὁ Ἐζεκίας οὐκ ὀρθὸς ἑστὼς, οὐδὲ γόνατα κλίνας, ἀλλ’ ὕπτιος ἐπὶ τῆς κλίνης κείμενος διὰ τὴν ἀῤῥωστίαν, στρέψας ἑαυτὸν ἐπὶ τὸν τοῖχον, ἐπειδὴ
25τὸν Θεὸν θερμῶς ἐκάλεσε καὶ μετὰ ψυχῆς σωφρο‐ νούσης, καὶ ἀπόφασιν ἐξενεχθεῖσαν ἀνεκαλέσατο, καὶ πολλὴν ἐπεσπάσατο τὴν εὔνοιαν, καὶ πρὸς τὴν προ‐ τέραν ἐπανῆλθε ὑγείαν. Οὐκ ἐπ’ ἀνδρῶν δὲ ἁγίων καὶ μεγάλων μόνον, ἀλλὰ καὶ ἐπὶ πονηρῶν τοῦτο ἴδοι τις
30ἂν συμβαῖνον. Καὶ γὰρ ὁ λῃστὴς, οὐκ ἐν οἴκῳ στὰς εὐκτηρίῳ, οὐδὲ γόνατα κλίνας, ἀλλ’ ἐπὶ τοῦ σταυροῦ τεταμένος, ἀπὸ ῥημάτων ὀλίγων τῆς βασιλείας τῶν οὐρανῶν ἐπέτυχεν· ἄλλος ἐν βορβόρῳ καὶ λάκκῳ, ἄλλος ἐν λάκκῳ καὶ θηρίοις, ἕτερος ἐν αὐτῇ τοῦ
35κήτους τῇ νηδύϊ, τὸν Θεὸν παρακαλέσαντες, τὰ ἐπικεί‐ μενα ἅπαντα διέλυσαν, καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπ‐ εσπάσαντο. Καὶ ταῦτα μὲν λέγων, παραινῶ συνεχῶς ταῖς ἐκκλησίαις ἐπιχωριάζειν, καὶ ἐν οἰκίᾳ μετὰ πολλῆς ἡσυχίας εὔχεσθαι, καὶ κατὰ σχολὴν γόνατα
40κλίνοντας, καὶ τὰς χεῖρας ἀνατείνοντας· εἰ δὲ ἢ διὰ καιρὸν, ἢ διὰ τόπον ἀποληφθείημεν μεταξὺ πολλῶν ἑτέρων, μὴ διὰ τοῦτο τὰς συνήθεις ἀπολιμπάνειν εὐ‐ χὰς, ἀλλὰ τοῦτον τὸν τρόπον, ὅνπερ εἶπον πρὸς τὴν ὑμετέραν ἀγάπην, εὔχεσθε καὶ παρακαλεῖτε τὸν Θεὸν,
45ὡς οὐδὲν ἔλαττον παρὰ ταύτην ἕξοντες τὴν εὐχήν. Ταῦτα εἶπον, οὐχ ἵνα κροτήσητε καὶ θαυμάσητε, ἀλλ’ ἵνα διὰ τῶν ἔργων αὐτὰ ἐπιδείξησθε, καὶ τὸν καιρὸν τὸν τῆς νυκτὸς καὶ τὸν τῆς ἡμέρας, καὶ τὸν τῆς ἐργασίας καιρὸν ἐν εὐχαῖς καὶ δεήσεσι διαλαμ‐

54

.

668

(50)

βάνοντες. Ἂν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, καὶ τὸν παρόντα μετὰ ἀσφαλείας διανύσομεν βίον, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτευξόμεθα· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ
55Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.667

54

.

669

(1t)

ΛΟΓΟΣ Εʹ.
2nΠρὸς τοὺς ἐν ἑορταῖς μόνον συναγομένους, καὶ τί
3nποτέ ἐστιν ἑορτή· καὶ πρὸς τοὺς ἐγκαλοῦντας
4nτῇ τοῦ Θεοῦ προνοίᾳ, διὰ τὸ πλουσίους εἶναι
5nκαὶ πένητας ἐν τῷ βίῳ· καὶ ὅτι χρησιμώτατον
6nἡ πενία καὶ ὅτι πλούτου πλείονα ἡδονὴν ἔχει
7nπανταχοῦ καὶ ἀσφάλειαν· καὶ εἰς τὴν Ἄνναν.
8 αʹ. Μάτην, ὡς ἔοικε, τοὺς τῇ προτέρᾳ συνάξει παρα‐ γενομένους ἡμῖν παρεκαλέσαμεν, πείθοντες μένειν
10ἐπὶ τῆς οἰκίας τῆς πατρῴας, καὶ μὴ μετὰ τῶν ἐν ἑορτῇ μόνον ἡμῖν φαινομένων ἐφίστασθαι καὶ ἀφ‐ ίστασθαι πάλιν· μᾶλλον δὲ οὐ μάτην. Εἰ γὰρ καὶ μη‐ δεὶς τούτων ἐπείσθη τοῖς λεγομένοις, ἀλλ’ ἡμῖν ὁ μισθὸς ἀπήρτισται, καὶ τὰ τῆς πρὸς τὸν Θεὸν ἀπο‐
15λογίας πεπλήρωται. Διόπερ τὸν λέγοντα, κἂν προσέχῃ τις, κἂν μὴ προσέχῃ, τὰ σπέρματα χρὴ καταβάλλειν, καὶ τὸ ἀργύριον κατατιθέναι, ἵνα μηκέτι πρὸς αὐτὸν, ἀλλὰ πρὸς τοὺς τραπεζίτας ὁ λόγος ᾖ τῷ Θεῷ. Ὃ δὴ καὶ ἡμεῖς ἐποιήσαμεν, ἐλέγξαντες, ἐπιτιμήσαντες,
20παρακαλέσαντες, νουθετήσαντες. Καὶ γὰρ τοῦ τὴν οὐσίαν κατεδηδοκότος υἱοῦ, καὶ πρὸς τὴν πατρικὴν οἰ‐ κίαν ἐπανελθόντος ἀνεμνήσαμεν, καὶ τὴν ταλαιπω‐ ρίαν ἅπασαν, καὶ τὸν λιμὸν, καὶ τὴν αἰσχύνην, καὶ τὰ ὀνείδη καὶ τὰ ἄλλα, ὅσα ἐπὶ τῆς ἀλλοτρίας ὑπέμεινε,
25προσεθήκαμεν, τῷ παραδείγματι τούτῳ σωφρονεστέ‐ ρους ποιῆσαι βουλόμενοι καὶ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν, ἀλλὰ καὶ τὴν τοῦ πατρὸς φιλοστοργίαν περὶ αὐτοὺς ἐπεδειξάμεθα, οὐκ ἀπαιτήσαντες αὐτοὺς τῆς ῥᾳθυμίας εὐθύνας, ἀλλ’ ὑπτίαις τούτους δεξάμενοι
30ταῖς χερσὶ, καὶ συγγνώμην δόντες ὑπὲρ τῶν πεπλημμελημένων, καὶ τὴν οἰκίαν ἀνοίξαντες, καὶ τὴν τράπεζαν παραθέντες, καὶ στολὴν αὐτοὺς περι‐ βαλόντες τὴν ἀπὸ τῆς διδασκαλίας, καὶ τὴν ἄλλην ἅπασαν παρασχόντες αὐτοῖς θεραπείαν. Ἐκεῖνοι δὲ
35τὸν υἱὸν ἐκεῖνον οὐκ ἐμιμήσαντο, οὐδὲ κατέγνωσαν τῆς ἔμπροσθεν ἀναχωρήσεως, οὐδὲ ἔμειναν ἐπὶ τῆς πα‐ τρῴας οἰκίας, ἀλλ’ ἀπεπήδησαν πάλιν. Ὑμέτερον μὲν οὖν εἴη, ὑμῶν τῶν ἀεὶ μεθ’ ἡμῶν ὄντων, ἐπαναγαγεῖν αὐτοὺς, καὶ πεῖσαι κοινωνεῖν ἡμῖν τῆς καθ’ ἑκάστην
40σύναξιν ἑορτῆς. Εἰ γὰρ καὶ ἡ Πεντηκοστὴ παρῆλθεν, ἀλλ’ ἡ ἑορτὴ οὐ παρῆλθε· πᾶσα γὰρ σύνοδος ἑορτή. Πόθεν δῆλον τοῦτο; Ἀπ’ αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων, δι’ ὧν φησιν· Ὅπου ἂν ὦσι δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ
45αὐτῶν. Ὅταν δὲ ὁ Χριστὸς ἐν μέσῳ ᾖ τῶν συνειλε‐ γμένων, ποίαν ἑτέραν ζητεῖς ἀπόδειξιν ἑορτῆς ταύτης μείζονα; Ὅπου διδασκαλία καὶ εὐχαὶ, ὅπου πατέρων εὐλο‐ γίαι καὶ θείων νόμων ἀκρόασις, ὅπου σύνοδος ἀδελ‐

54

.

669

(50)

φῶν καὶ γνησίας ἀγάπης σύνδεσμος, ὅπου πρὸς Θεὸν ὁμιλία, καὶ Θεοῦ πρὸς ἀνθρώπους διάλεξις, πῶς οὐκ ἂν εἴη ἑορτὴ καὶ πανήγυρις; Τὰς γὰρ ἑορτὰς οὐ τὸ πλῆθος, ἀλλ’ ἡ ἀρετὴ τῶν συλλεγομένων ποιεῖν εἴ‐ ωθεν· οὐχ ἡ πολυτέλεια τῶν ἱματίων, ἀλλ’ ὁ τῆς εὐ‐
55λαβείας καλλωπισμός· οὐχ ἡ δαψίλεια τῆς τραπέζης, ἀλλ’ ἡ τῆς ψυχῆς πρόνοια. Ἑορτὴ γὰρ μεγίστη, συν‐ ειδὸς ἀγαθόν. Καὶ καθάπερ ἐπὶ τῶν ἔξωθεν πανηγύ‐ ρεων, ὁ μὲν μήτε ἱμάτιον ἔχων περιβαλέσθαι λαμ‐ πρὸν, μήτε δαψιλεστέρας ἀπολαῦσαι τραπέζης, ἀλλ’
60ἐν πενίᾳ καὶ λιμῷ ζῶν καὶ τοῖς ἐσχάτοις κακοῖς, οὐκColumn end

54

.

670

αἰσθάνεται τοῦ καιροῦ τῆς ἑορτῆς, κἂν πᾶσαν τὴν πόλιν ἴδῃ χορεύουσαν, ἀλλὰ τοσούτῳ μᾶλλον ὀδυνᾶται καὶ δάκνεται, ὅσῳ καὶ τοὺς μὲν ἄλλους ὁρᾷ ἐν ἀπο‐ λαύσει, ἑαυτὸν δὲ ἐν ἀπορίᾳ· ὁ δὲ πλουτῶν καὶ τρυ‐
5φῶν, καὶ στολὰς καθ’ ἑκάστην ἀμείβειν ἔχων, καὶ πολλῆς ἀπολαύων εὐημερίας, κἂν μὴ παρῇ καιρὸς ἑορτῆς, ἑορτάζειν νομίζει· οὕτω δὴ καὶ ἐπὶ τῶν πνευματικῶν πραγμάτων, ὁ μὲν ἐν δικαιοσύνῃ ζῶν καὶ κατορθώμασι, κἂν μὴ παρούσης ἑορτῆς, ἑορτὴν
10ἄγει, τὴν καθαρὰν ἡδονὴν καρπούμενος τὴν ἀπὸ τοῦ συνειδότος· ὁ δὲ ἐν ἁμαρτίᾳ καὶ πονηρίᾳ καὶ τρεφό‐ μενος, καὶ πολλὰ κακὰ συνειδὼς ἑαυτῷ, καὶ παρού‐ σης ἑορτῆς, ἀνέορτος μάλιστα πάντων ἐστίν. Ὥστε ἔξεστιν ἡμῖν, ἂν ἐθέλωμεν, καθ’ ἑκάστην ἡμέραν
15ἑορτὴν ἄγειν, ἂν ἀρετῆς ἐπιμελώμεθα, καὶ τὸ συν‐ ειδὸς ἡμῶν ἐκκαθαίρωμεν. Τί γὰρ ἡ παρελθοῦσα σύναξις τῆς παρούσης πλεονεκτεῖ; ἢ οὐχὶ τῷ θορύβῳ καὶ τῇ ταραχῇ μόνον, ἄλλῳ δὲ οὐδενί; Ὅταν γὰρ καὶ ἡ τῶν ἁγίων μυστηρίων ἀπόλαυσις, καὶ ἡ τῶν ἄλλων
20τῶν πνευματικῶν κοινωνία, οἷον εὐχῆς λέγω, καὶ ἀκροάσεως, καὶ εὐλογιῶν, καὶ ἀγάπης, καὶ τῶν ἄλλων ἁπάντων, ἡ αὐτὴ καὶ σήμερον ᾖ, οὐδὲν ἔσται ἐλάττων ἐκείνης αὕτη ἡ ἡμέρα, οὔτε ὑμῖν, οὔτε ἐμοὶ τῷ λέ‐ γοντι. Οἱ γὰρ τότε ἡμῶν ἀκούσαντες, οὗτοι καὶ νῦν
25ἀκούσονται· οἱ δὲ μὴ παρόντες νῦν, οὐδὲ τότε παρ‐ ῆσαν, εἰ καὶ ἐδόκουν παρεῖναι τῷ σώματι· οὐκ ἀκού‐ ουσι νῦν· μᾶλλον δὲ οὐδὲ τότε ἤκουον· οὐ μόνον δὲ οὐκ ἤκουον, ἀλλὰ καὶ τοῖς ἀκούουσιν ἠνώχλουν, θόρυβον καὶ ταραχὴν ἐμποιοῦντες. Ὥστε ἴσον ἐμοὶ τὸ
30θέατρον καὶ τότε καὶ νῦν, καὶ ὁ τῶν ἀκροατῶν σύλ‐ λογος, ὁ αὐτὸς, καὶ οὐδὲν οὗτος ἐλάττων ἐκείνου. Ἀλλ’, εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, ἔχει τι πλέον οὗτος ἐκείνου, ὅσῳ καὶ ἀτάραχος ἡ διάλεξις, καὶ ἀθόρυβος ἡ διδασκαλία, καὶ μετὰ πλείονος συνέσεως ἡ ἀκρόασις,
35οὐδενὸς ἡμῶν τὴν ἀκοὴν ἐνοχλοῦντος θορύβου. βʹ. Ταῦτα δὲ λέγω, οὐκ ἀτιμάζων τὸ πλῆθος τῶν τότε συλλεγέντων, ἀλλὰ πείθων ὑμᾶς μὴ στυγνάζειν, μηδὲ κατηφιᾷν διὰ τὴν ὀλιγότητα τῶν νῦν συλλεγέν‐ των ἐνταῦθα. Οὐ γὰρ δὴ σωμάτων πλῆθος βουλόμεθα
40ἐπὶ τῆς ἐκκλησίας ὁρᾷν, ἀλλὰ ἀκροατῶν πλῆθος. Ἐπεὶ οὖν οἱ αὐτοὶ δαιτυμόνες καὶ τότε καὶ νῦν ἡμῖν πάρ‐ εισι, μετὰ τῆς αὐτῆς προθυμίας καὶ σήμερον τὴν ἑστίασιν ὑμῖν παραθήσομαι, ἐπὶ τὴν ὑπόθεσιν ἐπαν‐ ελθὼν, ἣν ὁ τῆς ἑορτῆς καιρὸς διέκοψεν. Ὥσπερ
45γὰρ τῆς Πεντηκοστῆς παρούσης, ἄκαιρον ἦν, ἀφέντας λέγειν περὶ τῶν δοθέντων ἡμῖν κατ’ ἐκεῖνον τὸν και‐ ρὸν ἀγαθῶν, τῆς ἀκολουθίας τῆς προτέρας ἔχεσθαι· οὕτω νῦν τῆς Πεντηκοστῆς παρελθούσης, εἰς καιρὸν τὴν ἀκολουθίαν τῆς ἱστορίας ἀναληψόμεθα, ἐπὶ τῆς

54

.

670

(50)

κατὰ τὴν Ἄνναν ὑποθέσεως ἐχόμενοι. Οὐδὲ γὰρ εἰ πολλὰ τὰ εἰρημένα χρὴ σκοπεῖν, καὶ ἐν πολλαῖς ἡμέ‐ ραις, ἀλλ’ εἰ πρὸς τὸ τέλος ἤλθομεν τῆς ὑποθέσεως. Καὶ γὰρ οἱ θησαυρὸν εὑρόντες, κἂν μυρία λάβωσιν ἐκεῖθεν χρήματα, οὐ πρότερον ἀφίστανται, ἕως ἂν τὸ
55πᾶν ἐξαντλήσωσιν· οὐ γὰρ τὸ πολλὰ λαβεῖν, ἀλλὰ τὸ μηδὲν ἀφεῖναι, τοῦτο μάλιστα αὐτοὺς ἀνακτᾶσθαι πέφυκεν. Εἰ δὲ οἱ περὶ τὰ χρήματα μαινόμενοι τοσ‐
αύτῃ περὶ τὰ ἀπολλύμενα καὶ μὴ μένοντα κέχρηνται669

54

.

671

τῇ σπουδῇ, πολλῷ μᾶλλον ἡμᾶς ἐπὶ τῶν θείων θησαυ‐ ρῶν τοῦτο ποιεῖν χρὴ, καὶ μὴ πρότερον ἀφίστασθαι, ἕως ἅπαν τὸ φαινόμενον ἐξαντλήσωμεν. Τὸ φαινόμε‐ νον δὲ εἶπον, ἐπειδὴ πάντα ἐξαντλῆσαι ἀμήχανον.
5Πηγὴ γάρ ἐστι διηνεκῶς βλύζουσα τῶν θείων νοημά‐ των ἡ δύναμις, οὐδέποτε ἐπιλείπουσα, οὐδὲ δαπανω‐ μένη. Μὴ τοίνυν ἀποκάμωμεν· οὐδὲ γὰρ ὑπὲρ τῶν τυχόντων ἡμῖν ὁ λόγος, ἀλλὰ περὶ εὐχῆς, τῆς ἐλπίδος τῆς ἡμετέρας· εὐχῆς δὲ, δι’ ἧς ἡ στεῖρα μήτηρ ἐγένε‐
10το, καὶ πολύπαις ἡ ἄπαις, καὶ ἡ κατώδυνος ἐν εὐθυ‐ μίᾳ· δι’ ἣν ἡ πεπηρωμένη διωρθοῦτο φύσις, καὶ μήτρα ἀποκεκλεισμένη ἀνεῴγνυτο, καὶ τὰ ἀδύνατα δυνατὰ πάντα ἐγίνετο. Διὸ δὴ κατὰ μικρὸν διερευνώμεθα πάντα, καθ’ ἑκάστην ῥῆσιν ἀναπτύξαντες, ὥστε
15μηδὲ τὸ μικρότατον ἡμᾶς, ὡς οἷόν τε, παραδραμεῖν. Διὰ δὴ τοῦτο δύο διαλέξεις ὁλοκλήρους εἰς δύο ῥήσεις ἀνηλώσαμεν μόνας, εἴς τε τὴν πρώτην τὴν λέγουσαν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, καὶ τὴν δευ‐ τέραν τὴν μετ’ ἐκείνην, Ὑψώθη κέρας μου ἐν Θεῷ
20μου. Ἀκόλουθον δὴ σήμερον ἐπὶ τὴν τρίτην ἐλθεῖν. Τίς δέ ἐστιν αὕτη; Ἐπλατύνθη στόμα μου ἐπ’ ἐχθρούς μου, φησίν· εὐφράνθην ἐν σωτηρίᾳ σου. Προσέχετε τῇ ἀκριβείᾳ τῆς λέξεως. Οὐκ εἶπεν· Ἠκο‐ νήθη στόμα μου ἐπ’ ἐχθρούς μου· οὐ γὰρ πρὸς λοι‐
25δορίας καὶ σκώμματα παρεσκεύαστο, οὐ πρὸς ὀνείδη καὶ κατηγορίαν, ἀλλὰ πρὸς παραίνεσιν καὶ συμ‐ βουλὴν, πρὸς διόρθωσιν καὶ νουθεσίαν. Διὰ τοῦτο οὐκ εἶπεν, Ἠκονήθη ἡ γλῶσσά μου ἐπ’ ἐχθρούς μου, ἀλλ’, Ἐπλατύνθη. Ἀνέσεως ἀπέλαυσα, φησὶν,
30ἐλευθεροστομεῖν δύναμαι. Νῦν ἀπεκρουσάμην τὴν αἰσχύνην, πρὸς παῤῥησίαν ἐπανῆλθον. Καὶ οὐδὲ ἐνταῦθα εἶπεν ὀνομαστὶ τὴν γυναῖκα τὴν ἀντίζηλον, ἀλλὰ ἁπλῶς τῷ τῆς προσηγορίας ἀδιορίστῳ, καθάπερ προσωπείῳ κατέκρυψε τὴν τοσαῦτα λυπήσασαν. Οὐκ
35εἶπεν, ὃ πολλαὶ λέγουσι γυναῖκες· Κατῄσχυνεν αὐτὴν ὁ Θεὸς, κατέῤῥαξε καὶ κατέβαλε τὴν μιαρὰν καὶ ἀλα‐ ζόνα καὶ μεγαλήγορον· ἀλλ’ ἁπλῶς, Ἐπλατύνθη στόμα μου ἐπ’ ἐχθρούς μου· εὐφράνθην ἐν σω‐ τηρίᾳ σου.
40 Ὅρα πῶς τὸν αὐτὸν διατηρεῖ νόμον διὰ τῆς εὐχῆς ἁπάσης. Ὥσπερ γὰρ ἐν ἀρχῇ ἔλεγεν, Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, ὑψώθη κέρας μου ἐν Θεῷ μου, ἐπλατύνθη στόμα μου ἐπ’ ἐχθρούς μου· οὕτω καὶ ἐνταῦθα, Εὐφράνθην ἐν σωτηρίᾳ σου. Οὐχ
45ἁπλῶς, ἐν σωτηρίᾳ, ἀλλ’, Ἐν σωτηρίᾳ σου· Οὐ γὰρ ἐπειδὴ ἐσώθην, φησὶν, ἀλλ’ ἐπειδὴ διὰ σοῦ ἐσώθην, διὰ τοῦτο χαίρω καὶ ἀγάλλομαι. Τοιαῦται τῶν ἁγίων αἱ ψυχαί· τῶν δώρων μᾶλλον χαίρουσιν ἐπὶ τῷ δε‐ δωκότι Θεῷ· οὐ γὰρ αὐτὸν διὰ τὰ αὐτοῦ φιλοῦσιν,

54

.

671

(50)

ἀλλ’ ἐκεῖνα δι’ αὐτόν. Τοῦτο οἰκετῶν εὐγνωμόνων, τοῦτο δούλων εὐχαρίστων, πάντων τῶν ἑαυτῶν τὸν Δεσπότην τὸν ἑαυτῶν προτιθέναι. Οὕτω, παρακαλῶ, καὶ ἡμεῖς διακεώμεθα· κἂν ἁμάρτωμεν, μὴ ἀλγῶμεν, ἐπειδὴ κολαζόμεθα, ἀλλ’ ἐπειδὴ παρωξύναμεν τὸν
55Δεσπότην· κἂν κατορθώσωμεν, μὴ χαίρωμεν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ἐπειδὴ ἠρέσαμεν τῷ βασιλεῖ τῶν οὐρανῶν. Τῷ γὰρ νοῦν ἔχοντι γεέννης ἁπάσης φοβερώτερον τὸ προσκροῦσαι Θεῷ, ὥσπερ καὶ βασιλείας ἁπάσης ποθεινότερον τὸ ἀρέσαι Θεῷ. Καὶ
60μὴ θαυμάσῃς εἰ ἐπὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, ὅπου γε καὶ ἐπ’ ἀνθρώπων οὕτω πολλοὶ διάκεινται. Υἱοὺς γοῦν ἔχομεν πολλάκις γνησίους· κἂν ἄκοντες
αὐτοὺς διαθῶμέν τι κακὸν, ἑαυτοὺς τιμωρούμεθα καὶColumn end

54

.

672

κολάζομεν· καὶ ἐπὶ φίλων δὲ τοῦτο ποιοῦμεν. Εἰ δὲ ἐπὶ φίλων καὶ υἱῶν τοῦ κολασθῆναι τὸ λυπῆσαι ἐκεί‐ νους πολλῷ χαλεπώτερον εἶναι νομίζομεν, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ οὕτω διακεῖσθαι χρὴ, καὶ γεέν‐
5νης ἁπάσης χαλεπώτερον εἶναι νομίζειν τὸ ποιῆσαί τι τῶν μὴ δοκούντων αὐτῷ. Τοιοῦτος ἦν ὁ μακάριος Παῦλος· διὰ τοῦτο ἔλεγε· Πέπεισμαι ὅτι οὔτε ἄγ‐ γελοι, οὔτε ἀρχαὶ, οὔτε δυνάμεις, οὔτε ἐνεστῶτα, οὔτε μέλλοντα, οὔτε ὕψωμα, οὔτε βάθος, οὔτε τις
10κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ Θεοῦ, τῆς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. Καὶ ἡμεῖς δὲ τοὺς ἁγίους μάρτυρας ὅταν μακαρίζωμεν, ἀπὸ τῶν τραυμάτων πρότερον μακα‐ ρίζομεν, καὶ τότε ἀπὸ τῶν βραβείων· ἀπὸ τῶν πλη‐
15γῶν, καὶ τότε ἀπὸ τῶν ἀποκειμένων στεφάνων. Ἀπὸ γὰρ τῶν τραυμάτων τὰ βραβεῖα, οὐκ ἀπὸ τῶν βρα‐ βείων τὰ τραύματα τὴν ἀρχὴν λαμβάνει καὶ τὴν ὑπόθεσιν. γʹ. Οὕτω καὶ ὁ μακάριος Παῦλος πρὸ τῶν ἀποκειμένων
20ἀγαθῶν ἐπὶ τοῖς συμβαίνουσιν αὐτῷ διὰ τὸν Χριστὸν λυπηροῖς ἔχαιρε, καὶ ἐβόα λέγων, Χαίρω ἐν τοῖς παθήμασιν ὑπὲρ ὑμῶν· καὶ πάλιν, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι· καὶ πάλιν, Ὅτι ἡμῖν ἐχαρίσθη ἀπὸ τοῦ Θεοῦ, οὐ μόνον τὸ
25εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Καὶ γὰρ ὄντως χάρις μεγίστη, τὸ κατ‐ αξιωθῆναι διὰ Χριστόν τι παθεῖν, καὶ στέφανος δὲ ἀπηρτισμένος, καὶ ἀμοιβὴ τῆς μελλούσης ἀντιδόσεως οὐκ ἐλάττων· καὶ τοῦτο ἴσασιν ὅσοι γνησίως καὶ
30θερμῶς φιλεῖν ἴσασι τὸν Χριστόν. Τοιαύτη τις ἦν καὶ ἡ γυνὴ αὕτη, θερμὸν ἔχουσα περὶ τὸν Θεὸν πόθον, καὶ φίλτρον διακαές· διὰ τοῦτο ἔλεγεν, Εὐφράνθην ἐν σωτηρίᾳ σου. Οὐδὲν γὰρ κοινὸν αὐτῇ πρὸς τὴν γῆν ἦν, ἀλλ’ ὑπερεώρα ἀνθρωπίνης βοηθείας ἁπάσης,
35καὶ ἐπτέρωτο τῇ τοῦ Πνεύματος χάριτι, καὶ μετάρ‐ σιος ἦν, καὶ πρὸς τὸν Θεὸν ἐν ἅπασιν ἔβλεπε, καὶ τῶν ἐπικειμένων δεινῶν τὴν λύσιν ἐκεῖθεν ἐζήτει. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι τὰ μὲν ἀνθρώπινα, οἷα ἂν ᾖ, μιμεῖται τὴν φύσιν τῶν δεδωκότων· δεῖ δὲ πανταχοῦ
40τῆς ἄνωθεν ἡμῖν ῥοπῆς, εἴγε μέλλοιμεν ἐπ’ ἀσφαλοῦς ὁρμεῖν τῆς ἀγκύρας. Διὰ τοῦτο καὶ πρὸς αὐτὸν ἐν ἅπασι κατέφευγε, καὶ λαβοῦσα τὴν χάριν, ἐπὶ τῷ δεδωκότι μᾶλλον ἔχαιρε, καὶ εὐχαριστοῦσα ἔλεγεν· Οὐκ ἔστιν ἅγιος, ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δί‐
45καιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν ἅγιος πλὴν σοῦ. Ἄληπτος γὰρ ἡ κρίσις αὐτοῦ, φησὶ, καθαρὰ καὶ ἀπαραλόγιστος ἡ ψῆφος. Εἶδες ψυχῆς εὐγνώμονος ἔννοιαν; Οὐ γὰρ εἶπε πρὸς ἑαυτήν· Τί γάρ μοι μέγα γέγονε; τί δὲ πλέον τῶν

54

.

672

(50)

ἄλλων; Ὅπερ ἡ ἀντίζηλος πάλαι ἔλαβε καὶ μετὰ πολ‐ λῆς τῆς δαψιλείας, τοῦτο μετὰ πολὺν χρόνον ἐγὼ, μετὰ καμάτου, καὶ δακρύων, καὶ ἱκετηρίας, καὶ δεήσεως, καὶ πόνου πολλοῦ. Ἀλλ’ ἐπειδὴ καλῶς ἐπέπειστο περὶ τῆς τοῦ Θεοῦ προνοίας, οὐκ ἀπαιτεῖ τὸν Δεσπότην εὐθύ‐
55νας τῶν γινομένων, ὃ πολλοὶ τῶν ἀνθρώπων ποιοῦσι, καθ’ ἑκάστην ἡμέραν τῷ Θεῷ δικάζοντες. Κἂν ἴδωσι τὸν μὲν πλουτοῦντα, τὸν δὲ πενόμενον, μυρίους κατὰ τῆς προνοίας αὐτοῦ κινοῦσι λόγους. Τί ποιεῖς, ἄν‐
θρωπε; Τῷ συνδούλῳ δικάζειν σε οὐκ ἀφῆκε Παῦλος671

54

.

673

οὕτω λέγων· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος· καὶ τὸν Δεσπότην εἰς δικαστήριον ἕλκεις, καὶ λόγον ἀπαιτεῖς τῶν πεπραγμένων, καὶ οὐ φρίττεις, οὐδὲ δέδοικας; Καὶ ποίας τεύξῃ συγγνώμης,
5ποίας δὲ ἀπολογίας, εἰπέ μοι, τοσαύτας μὲν τῆς προ‐ νοίας αὐτοῦ καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν ἀποδείξεις λαμβάνων, ἀπὸ δὲ τῆς κατὰ τὸν πλοῦτον καὶ τὴν πε‐ νίαν δοκούσης ἀνωμαλίας εἶναι καταψηφιζόμενος τῆς ἐν ἅπασιν εὐταξίας, καὶ ταῦτα ἀδίκως; Εἰ γὰρ μετὰ
10τῆς προσηκούσης γνώμης, καὶ πεπονημένης διανοίας καὶ ταῦτα ἐξετάζειν ἤθελες, εἰ καὶ μηδὲν ἕτερον ἦν τὸ συνιστῶν τὴν τοῦ Θεοῦ πρόνοιαν, ὁ πλοῦτος καὶ ἡ πενία ταύτην ἂν μάλιστα σαφῶς ἀπέδειξεν. Ἂν γὰρ ἀνέλῃς τὴν πενίαν, τοῦ βίου τὴν σύστασιν ἀνεῖλες
15ἅπασαν, καὶ διέφθειρας ἡμῶν τὴν ζωήν· καὶ οὔτε ναύτης, οὔτε κυβερνήτης, οὐ γεωργὸς, οὐκ οἰκοδόμος, οὐχ ὑφάντης, οὐχ ὑποδηματοῤῥάφος, οὐ τέκτων, οὐ χαλκοτύπος, οὐ σκυτοτόμος, οὐ σιτοποιὸς, οὐκ ἄλλος τις τῶν δημιουργῶν ἔσται τούτων· τούτων δὲ οὐκ ὄντων,
20πάντα ἡμῖν οἰχήσεται. Νῦν μὲν γὰρ, καθάπερ διδάσκα‐ λός τις ἀρίστη, ἑκάστῳ τούτων ἐπικαθημένη ἡ τῆς πε‐ νίας ἀνάγκη, πρὸς τὰ ἔργα καὶ ἄκοντας συνωθεῖ· εἰ δὲ ἅπαντες ἔμελλον πλουτεῖν, ἅπαντες ἔμελλον ἐν ἀργίᾳ ζῇν· καὶ οὕτω πάντα ἂν ἀπώλετο καὶ διεφθάρη. Χω‐
25ρὶς δὲ τῶν εἰρημένων καὶ ἑτέρως αὐτοὺς ἀπ’ αὐτῶν, ὧν ἐγκαλοῦσι, πάλιν ἐπιστομίσαι ῥᾴδιον. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, κατηγορεῖς τῆς τοῦ Θεοῦ προνοίας; ἐπειδὴ ὁ μὲν πλείω, ὁ δὲ ἐλάττω κέκτηται χρήματα; Τί οὖν; ἂν ἐν τοῖς ἀναγκαιοτάτοις, καὶ πολλῷ μείζοσι,
30καὶ συνέχουσιν ἡμῶν τὴν ζωὴν, δείξωμεν ἰσομοιρίαν οὖσαν πᾶσιν ἀνθρώποις, ψηφιῇ τῇ τοῦ Θεοῦ προνοίᾳ; Ἀνάγκη πᾶσα. Εἰ γὰρ τὸ μὴ πάντας ἐπίσης ἀπο‐ λαύειν ἑνὸς πράγματος, χρημάτων λέγω, ἀπόδειξιν ποιῇ τοῦ μηδεμίαν εἶναι πρόνοιαν, ἂν φανῶσιν ἐξίσης
35ἅπαντες ἀπολαύοντες, οὐχ ἑνὸς πράγματος, οὐδὲ οὕτως εὐτελοῦς, ἀλλὰ πλειόνων καὶ πολὺ μειζόνων, εὔδηλον ὅτι καὶ ἄκων ἐκεῖθεν συναναγκασθήσῃ ψηφί‐ σασθαι τῇ τοῦ Θεοῦ προνοίᾳ. Δεῦρο οὖν ἐπὶ τὰ συνέχοντα τὴν ζωὴν ἡμῶν ἴωμεν τῷ
40λόγῳ, καὶ διερευνησώμεθα αὐτὰ μετὰ ἀκριβείας, καὶ ἴδωμεν εἰ πλεονεκτεῖ τὸν πένητα ὁ πλούσιος ἐν ἐκείνοις. Οἷον, ὁ πλούσιος ἔχει Θάσιον, καὶ ἕτερα πολλὰ τοι‐ αῦτα πόματα πεφαρμακευμένα, καὶ μετὰ πολλῆς κατ‐ εσκευασμένα τῆς καρυκείας· ἀλλ’ αἱ τῶν ὑδάτων
45πηγαὶ κοινῇ πᾶσι πρόκεινται, καὶ πλουσίοις, καὶ πένησι. Τάχα ἐγέλασας ἀκούων τὴν ἰσότητα ταύτην. Οὐκοῦν μάθε, πόσῳ τιμιώτερον οἴνου παντὸς, ὕδατος φύσις, καὶ ἀναγκαιότερον καὶ χρησιμώτερον· καὶ τότε σαυτοῦ καταγνώσῃ, καὶ τὸν ἀληθῆ τῶν πενήτων εἴσῃ

54

.

673

(50)

πλοῦτον. Οἴνου μὲν γὰρ ἀναιρεθέντος, οὐ πολλή τις ἂν γένοιτο βλάβη τινὶ, πλὴν τοῖς ἀσθενέσι μόνοις· ἂν δέ τις σβέσῃ τὰς τοῦ ὕδατος πηγὰς καὶ τὸ στοιχεῖον ἀνέλῃ, τὸν βίον ἡμῶν ἀνέτρεψεν ἅπαντα, καὶ πάσας τὰς τέχνας ἠφάνισε· καὶ οὔτε δύο δυνησόμεθα μόνον
55διαρκέσαι ἡμέρας, ἀλλ’ εὐθέως ἀποθανούμεθα πάντες θάνατον ἐλεεινόν τινα καὶ χαλεπώτατον. δʹ. Ὥστε ἐν τοῖς ἀναγκαιοτάτοις καὶ συνέχουσιν ἡμῶν τὴν ζωὴν ὁ πένης οὐδὲν πλεονεκτεῖται, ἀλλ’, εἰ δεῖ τι καὶ θαυμαστὸν εἰπεῖν, καὶ πλεονεκτεῖ τοῦ πλουτοῦντος.
60Πλουσίους μὲν γὰρ πολλοὺς ἔστιν ἰδεῖν ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας τῆς διὰ τὴν τρυφὴν ἐγγινομένης
αὐτοῖς τὰ πολλὰ ὑδροποσίας ἀπεχομένους· ὁ δὲ πένηςColumn end

54

.

674

διὰ τοῦ βίου παντὸς ἀδεῶς ἀπολαύει τῶν ναμάτων τούτων, ὡς ἐπὶ πηγὰς μέλιτος, οὕτως ἐπὶ τὰς τῶν ὑδάτων τρέχων πηγὰς, καὶ εἰλικρινῆ καὶ καθαρὰν ἐκεῖθεν καρπούμενος τὴν ἡδονήν. Τί δὲ ἡ τοῦ πυρὸς
5φύσις; οὐχὶ μυρίων ἀναγκαιοτέρα θησαυρῶν καὶ πλού‐ του παντὸς ἀνθρωπίνου; Καὶ οὗτος πάλιν ἐξ ἴσης πλουσίῳ καὶ πένητι πρόκειται τῆς χρείας ὁ θησαυρός. Ἡ δὲ παρὰ τοῦ ἀέρος γινομένη τοῖς σώμασιν ἡμῶν ὠφέλεια, καὶ τὸ φῶς τῆς ἀκτῖνος, ἆρα τοῖς μὲν εὐπό‐
10ροις πλέον, τοῖς δὲ πένησιν ἔλαττον παραγίνεται, κἀ‐ κεῖνοι μὲν τέτρασιν, οὗτοι δὲ δύο μόνον καθορῶσιν αὐτὸ ὀφθαλμοῖς; Ἀλλ’ οὐδὲ τοῦτο ἂν ἔχοι τις εἰπεῖν· καὶ γὰρ καὶ πλουσίοις καὶ πένησιν ἴσον τῆς ἀπολαύ‐ σεως ὥρισται μέτρον, μᾶλλον δὲ καὶ ἐνταῦθα τοὺς
15πένητας τῶν πλουτούντων πλεονεκτοῦντας ἴδοι τις ἂν, ὅσῳ καὶ τρανοτέρας τὰς αἰσθήσεις, καὶ ὀξύτερον τὸ ὄμμα, καὶ ἀκριβεστέρας ἔχουσι τὰς ἀντιλήψεις ἁπά‐ σας. Διὸ καὶ γνησιωτέραν καρποῦνται τὴν ἡδονὴν, καὶ μᾶλλον ἐντρυφῶσι καὶ ἀπολαύουσι τῇ θεωρίᾳ τῆς κτί‐
20σεως. Οὐκ ἐπὶ τῶν στοιχείων δὲ μόνον τούτων, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τῆς φύσεως εἰσενεχθέν‐ των ἡμῖν, πολλὴν ὄψει τὴν ἰσότητα, μᾶλλον δὲ τὴν πλεονεξίαν παρὰ τοῖς πένησιν οὖσαν. Καὶ γὰρ ὕπνος, ὁ πάσης τρυφῆς ἡδίων καὶ ἀναγκαιότερος, καὶ τροφῆς
25ἁπάσης χρησιμώτερος, εὐκολώτερος τοῖς πένησιν, ἢ τοῖς πλουσίοις ἐστίν· οὐκ εὐκολώτερος δὲ μόνον, ἀλλὰ καὶ εἰλικρινέστερος. Ἐκείνοις μὲν γὰρ ἡ πολλὴ τρυφὴ, καὶ τὸ μήτε πεινῶντας ἐσθίειν, μήτε διψῶντας πίνειν, μήτε καθεύδειν νυστάζοντας, τὴν ἐν ἅπασιν ἡδονὴν
30ἐκλύειν εἴωθεν· οὐ γὰρ οὕτως ἡ τῶν πραγμάτων φύ‐ σις, ὡς τὸ τῆς χρείας ἀναγκαῖον ἕκαστον ἡμῖν τούτων ἡδὺ καθίστησιν. Οὐχ οὕτω γοῦν τὸ πίνειν οἶνον ἡδὺν καὶ ἀνθοσμίαν, ὡς τὸ διψῶντας πίνειν ὕδωρ εὐφραίνειν εἴωθεν· οὐχ οὕτω τὸ πλακοῦντας ἐσθίειν, ὡς τὸ πει‐
35νῶντας ἐσθίειν· οὐχ οὕτω τὸ καθεύδειν ἐπὶ στρωμνῆς ἁπαλῆς, ὡς τὸ νυστάζοντας καθεύδειν· ἅπερ ἅπαντα παρὰ τοῖς πένησι μᾶλλόν ἐστιν, ἢ παρὰ τοῖς πλουτοῦσι. Τὰ δὲ τῆς ὑγιείας τοῦ σώματος καὶ τῆς ἄλλης εὐεξίας ἁπάσης οὐ κοινὰ καὶ πλουσίοις καὶ πένησι πρόκειται;
40Μὴ δύναταί τις εἰπεῖν ἢ δεῖξαι, ὅτι πένητες μὲν ἀῤῥω‐ στοῦσι μόνον, πλούσιοι δὲ διὰ παντὸς ἐν καθαρᾷ δια‐ μένουσιν ὑγιείᾳ; Τοὐναντίον μὲν οὖν ἔστιν ἰδεῖν, πένη‐ τας μὲν οὐ ῥᾳδίως ἁλισκομένους τοῖς ἀνιάτοις νοσή‐ μασι, πανταχοῦ δὲ ἐν τοῖς τῶν πλουτούντων σώμασι
45ταῦτα βλαστάνοντα. Ποδαλγίαι γοῦν, καὶ καρηβαρίαι, καὶ παρέσεις, καὶ νεύρων ἀνήκεστοι διαστροφαὶ, καὶ πο‐ νηρὰ καὶ διεφθαρμένα ῥεύματα παντοδαπὰ, κἀκείνοις μάλιστα ἐνοχλεῖν εἴωθε τοῖς τρυφῶσι, τοῖς μύρων ὄζουσιν, οὐ τοῖς πονοῦσι καὶ ταλαιπωρουμένοις, καὶ

54

.

674

(50)

ἐκ τῆς καθ’ ἑκάστην ἡμέραν ἐργασίας τὴν ἀναγκαίαν τροφὴν πορίζουσι. εʹ. Διὰ τοῦτο καὶ τῶν προσαιτῶν οἱ τρυφῇ συζῶντες ἀθλιώτεροι πάντες· καὶ τοῦτο οὐδ’ ἂν αὐτοὶ οἱ τρυ‐ φῶντες ἀντείποιεν. Πολλάκις γοῦν πλούσιος ἐπὶ στρω‐
55μνῆς κατακείμενος ἁπαλῆς, οἰκετῶν καὶ θεραπαινίδων παρόντων, πολλῆς θεραπείας ἀπολαύων παρὰ πάντων, πένητος διὰ τοῦ στενωποῦ ἀκούσας βοῶντος, ἄρτον αἰ‐ τοῦντος, ἐδάκρυσε, καὶ ἐστέναξε, καὶ ηὔξατο γε‐ νέσθαι τοιοῦτος μετὰ τῆς ὑγιείας, ἢ μετὰ τοῦ πλούτου
60τὴν ἀῤῥωστίαν ἔχειν. Οὐκ ἐπὶ τῆς ὑγιείας δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς παιδοποιίας πάλιν οὐδὲν ὄψεταί τις τὸν πλούσιον τοῦ πένητος πλεονεκτοῦντα· ἀλλ’ ὁμοίως
καὶ παρὰ τούτοις, καὶ παρ’ ἐκείνοις καὶ πολυπαιδίαι673

54

.

675

καὶ ἀπαιδίαι· μᾶλλον δὲ κἀνταῦθα ἴδοι τις ἂν τὸν πλούσιον ἐλαττούμενον. Ὁ μὲν γὰρ πένης, κἂν μὴ γένηται πατὴρ, οὐ πολλῆς αἰσθάνεται τῆς ὀδύνης· ὁ δὲ πλούσιος, ὅσῳ τὴν οὐσίαν αὐξομένην ὁρᾷ, τοσούτῳ
5δάκνεται μᾶλλον ὑπὸ τῆς ἀπαιδίας, οὐδεμιᾶς ἡδονῆς αἰσθανόμενος διὰ τὴν ἐρημίαν τοῦ κληρονόμου. Καὶ τοῦ πένητος μὲν ὁ κλῆρος, κἂν ἄπαις ἀπέλθῃ, διὰ τὴν εὐτέλειαν οὐκ ὢν περιμάχητος, εἰς φίλους διέβη καὶ συγγενεῖς· ὁ δὲ τοῦ πλουτοῦντος πολλοὺς πάντο‐
10θεν πρὸς ἑαυτὸν ὀφθαλμοὺς ἕλκων, εἰς τὰς χεῖρας τῶν ἐχθρῶν τοῦ τετελευτηκότος ἦλθε πολλάκις· καὶ ταῦτα ζῶν ἐκεῖνος, καὶ βλέπων ἐφ’ ἑτέρων συμβαί‐ νοντα, θανάτου παντὸς χαλεπώτερον βιώσεται βίον, καὶ ἐπ’ αὐτοῦ τοῦτο συμβήσεσθαι προσδοκῶν. Ἀλλὰ
15τὰ τοῦ θανάτου οὐ κοινά; οὐχὶ καὶ ἐπὶ πλουσίων καὶ ἐπὶ πενήτων ἄωροι γίνονται θάνατοι, καὶ μετὰ τὸν θά‐ νατον δὲ οὐχ ἅπασιν ὁμοίως καὶ τοῦτο κἀκεῖνο τὸ σῶμα διαλύεται, καὶ γίνεται τέφρα καὶ κόνις, καὶ σκώλη‐ κας τίκτει; Ἀλλὰ τὰ τῶν ἐνταφίων οὐ κοινὰ, φησί.
20Καὶ τί τὸ ὄφελος; Ὅταν γὰρ πολλὴν ἐπιστιβάσῃς τῷ πλουσίῳ στολὴν καὶ πολυτελῆ καὶ διάχρυσον, οὐ‐ δὲν ἕτερον ἢ πλέον αὐτῷ προξενεῖς τὸ μῖσος, καὶ μείζονα τὴν κατηγορίαν, καὶ τὰ πάντων ἀνοίγεις στόματα κατὰ τοῦ τετελευτηκότος, καὶ ἀρὰς μυρίας
25ἐπισπᾶσαι κατ’ αὐτοῦ, καὶ σφοδροτέραν τῆς πλεον‐ εξίας ἀνάπτεις τὴν διαβολὴν, ἑκάστου διαῤῥηγνυμένου, καὶ ἀποπνιγομένου, καὶ καταρωμένου τὸν τελευτή‐ σαντα, ὅτι μηδὲ ἀποθανὼν τὴν περὶ τὰ χρήματα μα‐ νίαν κατέλυσε. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν,
30ἀλλ’ ὅτι καὶ τοὺς τῶν τοιχωρύχων ἀνοίγει ὀφθαλμούς. Ὥστε ἡ πλείων θεραπεία πλείονος ἀσχημοσύνης αὐτῷ γίνεται πρόφασις. Τὸ μὲν γὰρ σῶμα τοῦ πένητος οὐκ ἄν τις ἕλοιτο γυμνῶσαι λοιπόν· ἡ γὰρ εὐτέλεια τῶν ἱματίων φυλακὴ τῇ περιβολῇ τοῦ σώματος γίνεται.
35Ἐνταῦθα δὲ κλεῖθρα καὶ μοχλοὶ καὶ θύραι καὶ φύλα‐Column end

54

.

676

κες, καὶ πάντα εἰκῆ καὶ μάτην, τῆς τῶν χρημάτων ἐπιθυμίας τοὺς τὰ τοιαῦτα κακουργεῖν ἐπισταμένους πάντα. τολμᾷν ἀναπειθούσης. Ὥστε ἡ πλείων τιμὴ πλείονα ἐπάγει τῷ τετελευτηκότι τὴν ὕβριν, καὶ
5ὁ μὲν εὐτελῆ λαβὼν ἐντάφια, κεῖται τῆς τιμῆς ἀπολαύων· ὁ δὲ πολυτελῆ, γυμνοῦται καὶ ἀτιμάζε‐ ται· εἰ δὲ μηδὲν τούτων γένοιτο, οὐδὲ οὕτως ἔσται τι πλέον αὐτῷ, ἀλλ’ ἢ τὸ δαψιλεστέραν παρασχεῖν τῷ σκώληκι τὴν τράπεζαν, καὶ πλείω γενέσθαι
10τὴν σηπεδόνα. Ταῦτα οὖν, εἰπέ μοι, μακαρισμῶν ἄξια; Καὶ τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς ἀπὸ τούτων ζηλωτὸν νομίζειν εἶναι ἄνθρωπον; Οὐ ταῦτα δὲ μόνον, ἀλλὰ καὶ τὰ ἄλλα καθ’ ἕκαστον ἐπιόντες, καὶ μετὰ ἀκριβείας διερευνώμενοι, τοὺς πένητας τῶν
15πλουτούντων πολὺ πλέον εὑρήσομεν ἔχοντας. Ταῦτ’ οὖν ἅπαντα μετὰ ἀκριβείας σκοποῦντες, καὶ τοῖς ἄλλοις ἅπασιν ἐπεξιόντες (Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), κἀκεῖνο μεμνημένοι διηνεκῶς, ὅτι οὐδὲ ἀπ’ αὐτῆς τῆς τῶν χρημάτων
20περιουσίας ἔσται τι πλέον τοῖς κεκτημένοις, ἀλλὰ φροντίδες, καὶ ἀγωνίαι, καὶ φόβοι, καὶ κίνδυνοι· μηδὲν νομίζωμεν ἔλαττον ἔχειν τῶν πλουτούντων. Ἐὰν γὰρ νήφωμεν, καὶ πλέον ἕξομεν, ἔν τε τοῖς κατὰ Θεὸν πράγμασιν, ἔν τε τοῖς παροῦσιν ἅπασι. Καὶ γὰρ
25ἡδονὴν καὶ ἀσφάλειαν, καὶ δόξαν ἀγαθὴν, καὶ ὑγίειαν σώματος, καὶ φιλοσοφίαν ψυχῆς, καὶ χρηστὰς ἐλπί‐ δας, καὶ τὸ μὴ ταχέως ἁμαρτάνειν παρὰ τοῖς πένη‐ σιν εὑρήσει τις μᾶλλον, ἢ παρὰ τοῖς πλουτοῦσι. Μὴ τοίνυν κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν γογγύζωμεν,
30μηδὲ τοῦ Δεσπότου κατηγορῶμεν, ἀλλ’ ἐν πᾶσιν εὐ‐ χαριστῶμεν, καὶ ἓν μόνον νομίζωμεν εἶναι δεινὸν, ἁμαρτίαν, καὶ ἀγαθὸν, δικαιοσύνην. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, οὐ νόσος, οὐ πενία, οὐκ ἀτιμία, οὐκ ἄλλο οὐδὲν τῶν δοκούντων εἶναι λυπηρῶν ἡμᾶς δήξε‐
35ται· ἀλλὰ καθαρὰν ἡδονὴν καρπωσάμενοι διὰ πάντων, τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν, χάριτι καὶ φιλ‐ ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.675