TLG 2062 113 :: JOANNES CHRYSOSTOMUS :: In Genesim (sermones 1–9) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Genesim (sermones 1–9) Citation: Vol — pg — (ln) | ||
54.581(1t) | ΛΟΓΟΣ Αʹ. | |
2n | Λεχθεὶς ἐν ἀρχῇ τῆς τεσσαρακοστῆς εἰς τὸ, Ἐν | |
---|---|---|
3n | ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· | |
4n | καὶ περὶ νηστείας καὶ ἐλεημοσύνης. | |
5 | αʹ. Ἡδὺ μὲν ναύταις τὸ ἔαρ, ἡδὺ δὲ καὶ γηπόνοις· ἀλλ’ οὔτε ναύταις, οὔτε γηπόνοις οὕτως ἡδὺ τὸ ἔαρ, ὡς τοῖς βουλομένοις φιλοσοφεῖν ἡδὺς ὁ τῆς νηστείας καιρὸς, τὸ πνευματικὸν τῶν ψυχῶν ἔαρ, ἡ ἀληθὴς τῶν λογισμῶν γαλήνη. Γηπόνοις μὲν γὰρ ἡδὺ τὸ | |
10 | ἔαρ, ὅτι τοῖς ἄνθεσι τότε στεφανουμένην ὁρῶσι τὴν γῆν, καὶ καθάπερ ἱμάτιον ποικίλον ἐφαπλούμενον αὐ‐ τῇ πάντοθεν, τὴν βλάστησιν τὴν ἀπὸ τῶν βοτανῶν· ναύταις δὲ ἡδὺ τὸ ἔαρ, ὅτι τὰ θαλάττια νῶτα μετὰ ἀσφαλείας ἔχουσι πλεῖν, κυμάτων ἐστορεσμένων, | |
15 | δελφίνων ἐν πολλῇ παιζόντων γαλήνῃ καὶ παρ’ αὐ‐ τοὺς τῆς νηὸς τοὺς τοίχους κυβιστώντων πολλάκις. Ἡμῖν δὲ ἡδὺ τὸ τῆς νηστείας ἔαρ, ὅτι κύματα ἡμῖν, οὐχ ὑδάτων, ἀλλ’ ἐπιθυμιῶν ἀλόγων καταστέλλειν εἴωθε, καὶ στέφανον ἡμῖν οὐ τὸν ἀπὸ τῶν ἀνθέων, | |
20 | ἀλλὰ τὸν ἀπὸ τῶν χαρίτων περιτίθησι τῶν πνευμα‐ τικῶν· Στέφανον γὰρ χαρίτων, φησὶ, δέξῃ σῇ κορυφῇ. Οὐχ οὕτω χελιδὼν φανεῖσα τὸν χειμῶνα ἀπελαύνειν εἴωθεν, ὡς νηστεία φανεῖσα τὸν χειμῶνα τῶν παθῶν τῆς διανοίας ἐκβάλλει τῆς ἡμετέρας. Οὐ‐ | |
25 | κέτι μάχη τῇ ψυχῇ πρὸς τὴν σάρκα, οὐδὲ κατεξαν‐ ίσταται τῆς κυρίας ἡ δούλη, ἀλλὰ πᾶς οὗτος τοῦ σώ‐ ματος ὁ πόλεμος λέλυται. Ἐπεὶ οὖν πολλὴ μὲν παρ’ ἡμῖν εἰρήνη, πολλὴ δὲ καὶ ἡ γαλήνη, φέρε καὶ ἡμεῖς τὸ σκάφος τῆς διδασκαλίας ἑλκύσωμεν, ἀπὸ λιμένος | |
30 | εἰς λιμένα παραπέμποντες τῶν ὑμετέρων ἀκοῶν τὴν ἡμερότητα. Φέρε, λεπτοτέρων κατατολμήσωμεν νοη‐ μάτων, περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης καὶ τοῦ λοιποῦ τῆς κτίσεως φιλοσοφοῦντες σώματος· ταῦτα γὰρ ἡμῖν ἀνεγνώσθη σήμερον. Καὶ τί πρὸς ἡμᾶς, | |
35 | φησὶν, ὁ περὶ κτίσεως λόγος; Πρὸς ἡμᾶς μὲν οὖν, ἀγαπητοί. Εἰ γὰρ ἐκ μεγέθους καὶ καλλονῆς κτισμά‐ των ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται, ὅσῳπερ ἂν τῷ μεγέθει τῆς καλλονῆς τῶν κτισμάτων ἐνδιατρίψω‐ μεν, τοσοῦτον πρὸς τὸν γενεσιουργὸν χειραγωγούμεθα. | |
40 | Μέγα ἀγαθὸν εἰδέναι, τί μέν ἐστι κτίσμα, τί δὲ κτιστής· τί μὲν ἔργον, τί δὲ ποιητής. Καὶ γὰρ εἰ ταῦτα ᾔδεισαν ἀκριβῶς διαιρεῖν οἱ τῆς ἀληθείας ἐχθροὶ, οὐκ ἂν πάντα συνέχεον, τὰ ἄνω κάτω ποιοῦντες· οὐχ ὅτι τὰ ἄστρα καὶ τὸν οὐρανὸν κατήνεγκαν, τὴν δὲ γῆν | |
45 | ἀνήνεγκαν· ἀλλ’ ὅτι τὸν τῶν οὐρανῶν βασιλέα ἀπὸ τῶν θρόνων καταβιβάσαντες τῶν βασιλικῶν, μετὰ τῆς κτίσεως ἔστησαν, τὴν δὲ κτίσιν τοῖς τῆς θεότητος προεδρίοις ἐτίμησαν. Εἰ περὶ κτίσεως ᾔδεισαν φιλο‐ σοφεῖν Μανιχαῖοι καλῶς, οὐκ ἂν τὴν ἐξ οὐκ ὄντων, | |
54.581(50) | τὴν φθειρομένην, τὴν ῥέουσαν, τὴν ἀλλοιουμένην τοῖς τῆς ἀγεννησίας πρεσβείοις ἐτίμησαν. Εἰ περὶ κτίσεως ᾔδεισαν Ἕλληνες φιλοσοφεῖν καλῶς, οὐκ ἂν ἀπεπλανήθησαν τῆς ἀληθείας, οὐκ ἂν ἐσεβάσθησαν καὶ ἐλάτρευσαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Καλὸς ὁ οὐ‐ | |
55 | ρανὸς, ἀλλὰ διὰ τοῦτο ἐδημιουργήθη, ἵνα προσκυνήσῃς τὸν ποιήσαντα· φαιδρὸς ὁ ἥλιος, ἀλλ’ ἵνα θεραπεύσῃς τὸν ἐργασάμενον· εἰ δὲ μέλλεις ἐναπομένειν τῷ τῆς κτίσεως θαύματι, καὶ τῷ κάλλει τῶν ἔργων παρα‐ | |
καθῆσθαι, τὸ φῶς σοι γέγονε σκότος, μᾶλλον δὲ τῷ φωτὶ | Column end | |
54.582 | πρὸς σκότος ἐχρήσω. Εἶδες ὅσον ἀγαθόν ἐστι τὸ εἰδέ‐ ναι τοὺς περὶ κτίσεως λόγους; Μὴ τοίνυν παραδρά‐ μῃς τὸ κέρδος, ἀλλὰ μετὰ ἀκριβείας πρόσεχε τοῖς λεγομένοις· οὐ γὰρ δὴ περὶ οὐρανοῦ μόνον ἐροῦμεν, | |
5 | καὶ γῆς, καὶ θαλάττης, ἀλλὰ καὶ περὶ τῆς γεννήσεως τῆς ἡμετέρας, καὶ πόθεν ὁ θάνατος, καὶ πόθεν ἡ ἐπί‐ μοχθος ζωὴ, καὶ πόθεν αἱ ἀθυμίαι καὶ φροντίδες. Καὶ γὰρ ὑπὲρ τούτων καὶ ὑπὲρ πλειόνων ἑτέρων ἀπολο‐ γίαν συνθεὶς ὁ Θεὸς, τὸ βιβλίον τοῦτο πρὸς ἡμᾶς | |
10 | ἔπεμψεν· οὐδὲ γὰρ ἀπολογεῖσθαι παραιτεῖται τοῖς ἀνθρώποις ὁ Θεὸς, ἀλλὰ βοᾷ διὰ τοῦ προφήτου λέ‐ γων· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Οὐκ ἀπολογεῖται δὲ μόνον καὶ δικάζεται, ἀλλὰ καὶ ὅπως διαφύγωμεν τὴν καταδίκην διδάσκει· οὐ γὰρ ἁπλῶς | |
15 | εἶπε, Δεῦτε, καὶ διαλεχθῶμεν· ἀλλὰ πρότερον διδά‐ ξας τί μὲν εἰπεῖν, τί δὲ ποιῆσαι χρὴ, οὕτω πρὸς τὸ δικαστήριον εἵλκυσεν. Ἄκουσον οὖν ἄνωθεν τοῦ προ‐ φητικοῦ ῥήματος. Λούσασθε, καθαροὶ γίνεσθε, ἀφ‐ έλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν· μάθετε | |
20 | καλὸν ποιεῖν, κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ τότε φησί· Δεῦτε, καὶ διαλεχθῶμεν, λέγει Κύριος. Οὐ βούλομαι γυμνοὺς, φησὶ, καὶ ἐρή‐ μους τῶν δικαιωμάτων λαβεῖν, ἀλλὰ καθοπλίσας ὑμᾶς ταῖς ἀπολογίαις, οὕτως ἐπὶ τὰς εὐθύνας καλῶ· καὶ | |
25 | γὰρ δικάζεσθαι βούλομαι πρὸς ὑμᾶς, οὐχ ἵνα κατα‐ κρίνω, ἀλλ’ ἵνα φείσωμαι. Οὕτω καὶ ἀλλαχοῦ φησι· Λέγε σὺ πρῶτον τὰς ἀνομίας σου, ἵνα δικαιω‐ θῇς. Ἔχεις κατήγορον πικρὸν καὶ ἀνήμερον, προ‐ λαβὼν ἅρπασον ἐκείνου τὴν τάξιν, ἔμφραξον τὸ ἀναί‐ | |
30 | σχυντον στόμα. βʹ. Παρὰ μὲν οὖν τὴν ἀρχὴν δι’ ἑαυτοῦ τοῖς ἀνθρώ‐ ποις ὁ Θεὸς ὡμίλει, ὡς ἀνθρώποις ἀκοῦσαι δυνατόν. Οὕτω πρὸς τὸν Ἀδὰμ ἦλθεν· οὕτως ἐπετίμησε τῷ Κάϊν· οὕτω διελέχθη τῷ Νῶε· οὕτως ἐπεξενώθη τῷ | |
35 | Ἀβραάμ. Ἐπειδὴ δὲ πρὸς κακίαν ἡ φύσις ἡμῶν ἀπ‐ έκλινε, καὶ καθάπερ εἰς ὑπερορίαν τινὰ μακρὰν ἑαυτὴν διέστησε, τηνικαῦτα λοιπὸν, καθάπερ ἐν μακρᾷ καθ‐ εστῶσιν ἀποδημίᾳ, γράμματα πέμπει, ὥσπερ διά τινος ἐπιστολῆς τὴν παλαιὰν πρὸς ἡμᾶς ἀνανεού‐ | |
40 | μενος φιλίαν. Καὶ τὰ μὲν γράμματα ταῦτα ἔπεμψεν ὁ Θεὸς, ἐκόμισε δὲ ὁ Μωϋσῆς. Τί οὖν λέγει τὰ γράμ‐ ματα; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τίνος ἕνεκεν οὐ περὶ τῶν ἀγγέλων ἡμῖν διαλέγεται, οὐ περὶ τῶν ἀρχαγγέλων; Εἰ γὰρ ἀπὸ | |
45 | τῶν κτισμάτων ὁ δημιουργὸς θεωρεῖται, πολλῷ μᾶλ‐ λον ἀπ’ ἐκείνων φαίνεται. Καλὸς ὁ οὐρανὸς, ἀλλ’ οὐχ οὕτω καλὸς, ὡς ἄγγελος· φαιδρὸς ὁ ἥλιος, ἀλλ’ οὐχ οὕτω φαιδρὸς, ὡς ὁ ἀρχάγγελος. Τίνος οὖν ἕνεκεν τὴν ὑψηλοτέραν ἀφεὶς ὁδὸν, διὰ τῆς ταπεινοτέρας ἡμᾶς | |
54.582(50) | ὁδηγεῖ; Ὅτι Ἰουδαίοις διαλέγεται, τοῖς ἀλογώτερον διακειμένοις, τοῖς πρὸς τὰ αἰσθητὰ ἐπτοημένοις, τοῖς ἐξ Αἰγύπτου νῦν ἐπανιοῦσιν, ἔνθα κροκοδείλους καὶ κύνας καὶ πιθήκους ἐθεράπευον οἱ ἄνθρωποι· καὶ οὐκ ἐνῆν διὰ τῆς ὑψηλοτέρας αὐτοὺς ὁδοῦ χειρ‐ | |
55 | αγωγῆσαι πρὸς τὸν δημιουργόν. Ὑψηλοτέρα μὲν γὰρ ὁδός ἐστιν ἐκείνη, ἀλλὰ τραχυτέρα, καὶ προσάντης, καὶ μᾶλλον ὄρθιος τοῖς ἀσθενεστέροις. Διὰ τοῦτο αὐ‐ τοὺς διὰ τῆς εὐκολωτέρας ἄγει, δι’ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, καὶ τῆς ὁρωμένης κτίσεως ἁπάσης. | |
60 | Ὅτι μὲν γὰρ τοῦτο τὸ αἴτιον, ὅτε μικρὸν ἐπέδωκαν, | 581 |
54.583 | ἄκουσον πῶς αὐτοῖς ὁ Προφήτης καὶ περὶ ἐκείνων διαλέγεται τῶν ἄνω δυνάμεων. Αἰνεῖτε τὸν Κύριον, φησὶν, ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτὸν, πάντες οἱ ἄγγελοι αὐτοῦ, | |
5 | αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ· ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. Καὶ τί θαυμαστὸν, εἰ ἐν τῇ Παλαιᾷ οὗτος ὁ τρόπος τῆς διδασκαλίας ἐστὶν, ὅπουγε καὶ ἐν τῇ Καινῇ, ὅτε τῶν ὑψηλοτέρων διδαγμάτων καιρὸς | |
10 | ἦν, Ἀθηναίοις διαλεγόμενος ὁ Παῦλος ταύτην ἦλθε τὴν ὁδὸν, ἥνπερ ἦλθε Μωϋσῆς Ἰουδαίους παιδεύων; Οὐδὲ γὰρ οὗτος περὶ ἀγγέλων καὶ ἀρχαγγέλων εἶπεν αὐτοῖς, ἀλλὰ περὶ οὐρανοῦ καὶ γῆς καὶ θαλάττης, οὕτω πως δημηγορῶν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κό‐ | |
15 | σμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ὑπάρχων Κύριος, οὐκ ἐν χειροποιήτοις κατ‐ οικεῖ ναοῖς. Ἀλλ’ οὐχ, ὅτε Φιλιππησίοις διελέγετο, διὰ ταύτης ἤγαγεν αὐτοὺς τῆς ὁδοῦ· ἀλλ’ ἐπὶ τὴν ὑψηλοτέ‐ ραν αὐτοὺς ἀνάγει δημηγορίαν, οὑτωσὶ λέγων· Ὅτι ἐν | |
20 | αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι· πάντα δι’ αὐτοῦ, καὶ εἰς αὐτὸν ἔκτισται. Οὕτω καὶ Ἰωάννης, ἐπειδὴ τελειοτέρους εἶχε τοὺς μαθητευομένους, πάσης ὁμοῦ τῆς κτίσεως ἐμνημό‐ | |
25 | νευσεν. Οὐ γὰρ εἶπεν, οὐρανὸν καὶ γῆν καὶ θάλατταν, ἀλλ’, ὅτι Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν· εἴτε ὁρώμενον, φησὶν, εἴτε μὴ ὁρώμενον. Καθάπερ γὰρ ἐπὶ τῶν διδασκάλων, ὁ μὲν παρὰ τῆς μητρὸς διδάσκαλος τὸ παιδίον λαβὼν, | |
30 | τὰ πρῶτα αὐτὸν παιδεύει στοιχεῖα, ὁ δὲ παρ’ ἑτέρου λαβὼν διδασκάλου, μαθητὴν πρὸς τὰ ὑψηλότερα τῶν διδαγμάτων ἄγει· οὕτω καὶ ἐπὶ Μωϋσέως καὶ Παύ‐ λου καὶ Ἰωάννου γέγονε. Μωϋσῆς μὲν γὰρ μηδὲν εἰδυῖαν τὴν φύσιν ἡμῶν παραλαβὼν ἄρτι τοῦ γάλα‐ | |
35 | κτος ἀπαλλαγεῖσαν, τὰ πρῶτα τῆς θεογνωσίας ἐπαί‐ δευσε στοιχεῖα· Ἰωάννης δὲ καὶ Παῦλος, καθάπερ παρὰ διδασκάλου τοῦ Μωϋσέως αὐτοὺς λαβόντες, ἐπὶ τὰ ὑψηλότερα τῶν διδαγμάτων ἀνάγουσι, τῶν προ‐ τέρων ἀναμιμνήσκοντες ἐν βραχεῖ. Εἶδες ἑκατέρων | |
40 | τῶν Διαθηκῶν τὴν συγγένειαν; Εἶδες τὴν συμφωνίαν τῶν διδαγμάτων; Ἤκουσας περὶ τῆς τῶν αἰσθητῶν δημιουργίας ἐν τῇ Παλαιᾷ, καὶ περὶ τῆς τῶν νοητῶν τοῦ Δαυῒδ λέγοντος, Ὅτι αὐτὸς εἶπε, καὶ ἐγεννή‐ θησαν; Οὕτω πάλιν ἐν τῇ Καινῇ, εἰπὼν περὶ τῶν | |
45 | ἀοράτων δυνάμεων, εἶπε καὶ περὶ τῆς αἰσθητῆς κτί‐ σεως· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τὸ ῥῆμα τοῦτο βραχὺ μέν ἐστι καὶ ψιλὸν, καὶ ῥῆμα ἕν· ἅπαντας δὲ τῶν ἐναντίων τοὺς πύργους καταστρέψαι δυνήσεται. Σκόπει δέ. | |
54.583(50) | Προσέρχεται Μανιχαῖος λέγων, Ἀγέννητός ἐστιν ἡ ὕλη· εἰπὲ πρὸς αὐτὸν, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ πάντα τὸν τῦφον αὐτοῦ κατέστρεψας εὐθέως. Ἀλλ’ οὐ πιστεύει τῷ ῥήματι τῆς Γραφῆς, φησίν. Οὐκοῦν διὰ τοῦτο αὐτὸν | |
55 | ὡς μαινόμενον διάκρουσον καὶ ἀποστράφηθι. Ὁ γὰρ τῷ Θεῷ μὴ πιστεύων ἀποφαινομένῳ, ἀλλὰ ψεῦδος τῆς ἀληθείας καταγινώσκων, πῶς οὐ λαμπρῶς μα‐ | |
νίας ἐκφέρει δεῖγμα, τὴν ἀπιστίαν; Καὶ πῶς ἐξ οὐκ | Column end | |
54.584 | ὄντων γένοιτ’ ἄν τι, φησί; Σὺ δέ μοι εἰπὲ, πῶς ἐξ ὄντων γένοιτό τι; Ὅτι μὲν γὰρ ἐξ οὐκ ὄντων ἡ γῆ γέγονεν, ἐγὼ μὲν πιστεύω, σὺ δὲ ἀμφιβάλλεις· ὅτι δὲ ἐκ γῆς γέγονεν ἄνθρωπος, ἀμφότεροι ὁμολογοῦμεν. | |
5 | Εἰπὲ τοίνυν τὸ συνομολογούμενον καὶ εὐκολώτερον, πῶς ἀπὸ τῆς γῆς γέγονε σαρκὸς φύσις. Ἀπὸ γῆς γὰρ πηλὸς, καὶ πλίνθος, καὶ κέραμος, καὶ ὄστρακον γί‐ νεται· σάρκα δὲ ἀπὸ γῆς γινομένην οὐδεὶς ἂν ἴδοι ποτέ. Πῶς οὖν γέγονε σαρκὸς φύσις; πῶς ὀστοῦν | |
10 | διεπλάσθη; πῶς νεῦρα; πῶς φλέβες; πῶς ἀρτηρίαι; πῶς ὑμὴν, καὶ λίπος, καὶ σάρκες, καὶ δέρμα, καὶ ὄνυχες, καὶ τρίχες, καὶ τοσαύτη ποικιλία διαφόρων οὐσιῶν ἐκ μιᾶς τῆς ὑποκειμένης γῆς; Ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν. Πῶς οὖν οὐκ ἄτοπον τὸ σαφέστερον καὶ | |
15 | εὐκολώτερον ἀγνοοῦντα, τὸ δυσχερέστερον καὶ ἀποῤ‐ ῥητότερον περιεργάζεσθαι καὶ πολυπραγμονεῖν; γʹ. Βούλει σε καὶ ἐφ’ ἕτερον καὶ εὐκολώτερον ἀγάγω, καὶ καθ’ ἑκάστην ἡμέραν γινόμενον; Ἀλλ’ ὅμως οὐδὲ τούτου μοι τὸν λόγον ἐρεῖ. Ἄρτον σιτούμεθα καθ’ | |
20 | ἑκάστην ἡμέραν. Πῶς οὖν, εἰπέ μοι, ἡ τοῦ ἄρτου φύσις αὕτη εἰς αἷμα μεθίσταται καὶ φλέγμα, καὶ χολὴν, καὶ τοὺς λοιποὺς ἐν ἡμῖν χυμούς; Ὁ μὲν γάρ ἐστι πυκνὸς καὶ σκληρὸς, τὸ δὲ αἷμα χαυνὸν καὶ διαῤῥέον, καὶ ὁ μὲν λευκὸς ἢ σιτόχρους, τὸ δὲ ἐρυθρὸν | |
25 | καὶ μέλαν. Καὶ τῶν ἄλλων δὲ ποιοτήτων τὰς διαφορὰς εἴ τις ἐπέλθοι, πολὺ τὸ μέσον εὑρήσει ἄρτου καὶ αἵματος. Πῶς οὖν ταῦτα γίνεται, εἰπέ μοι, καὶ τὸν λόγον ἀπόδος. Ἀλλ’ οὐκ ἂν ἔχοις. Εἶτα τροφῆς τῆς καθ’ ἡμέραν ἀλλοιουμένης παρασχεῖν τὸν λόγον οὐκ | |
30 | ἔχων, τῆς τοῦ Θεοῦ δημιουργίας ἀπαιτεῖς με εὐθύ‐ νας; Καὶ πῶς οὐκ ἐσχάτης ἀνοίας τοῦτο; Εἰ μὲν γὰρ καθ’ ἡμᾶς ἐστιν ὁ Θεὸς, ἀπαίτει τῶν γενομένων τὸν λόγον· μᾶλλον δὲ μηδὲ οὕτω· πολλὰ γὰρ τῶν ἀνθρω‐ πίνῃ γινομένων τέχνῃ ὅπως γίνεται εἰπεῖν οὐκ ἔχο‐ | |
35 | μεν· οἷον, πῶς ἀπὸ γῆς τῆς ἐν τοῖς μετάλλοις χρυ‐ σίου γίνεται φύσις· πῶς εἰς ὑελοῦ καθαρότητα ἡ ψάμμος μεθίσταται. Καὶ ἕτερα τούτων ἔστι πλείονα εἰπεῖν, ἃ γίνεται μὲν ἀνθρωπίνῃ τέχνῃ, τὸν δὲ λόγον οὐκ ἴσμεν ἡμεῖς. Πλὴν ἀλλ’ εἰ μὲν καθ’ ἡμᾶς ὁ Θεός | |
40 | ἐστιν, ἀπαίτει λόγον· εἰ δὲ ἀπείρως ἡμῶν διέστηκε καὶ ἀσυγκρίτως ὑπερέχει, πῶς οὐκ ἐσχάτης ἂν εἴη μανίας, ἄπειρον αὐτοῦ καὶ τὴν σοφίαν καὶ τὴν δύνα‐ μιν ὁμολογοῦντας, καὶ θείαν καὶ ἀκατάληπτον, ὡς περὶ ἀνθρωπίνης τινὸς τέχνης, οὕτω καθ’ ἕκαστον | |
45 | τῶν γινομένων ἀπαιτεῖν εὐθύνας αὐτόν; Ἀλλὰ γὰρ ἀφέντες τοὺς λογισμοὺς, ἐπὶ τὴν πέτραν ἐπ‐ ανέλθωμεν τὴν ἀῤῥαγῆ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐπὶ τούτῳ στῆθι τῷ θεμελίῳ· μή τίς σε εἰς λογισμῶν ἀνθρωπίνων ταρα‐ | |
54.584(50) | χὴν καταγάγῃ· Λογισμοὶ γὰρ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Μὴ τοίνυν τὸ στεῤ‐ ῥὸν ἀφεὶς, τῷ σαθρῷ καὶ ἐπισφαλεῖ τὴν σωτηρίαν ἐγχειρίσῃς τῆς σῆς ψυχῆς· ἀλλὰ μένε ἐν οἷς ἔμαθες καὶ ἐπιστώθης, καὶ λέγε· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς | |
55 | τὸν οὐρανὸν καὶ τὴν γῆν. Κἂν Μανιχαῖος προσ‐ έλθῃ, κἂν Μαρκίων, κἂν οἱ τὰ Οὐαλεντίνου νοσοῦντες, κἂν ὁστισοῦν ἕτερος, τοῦτο προβάλλου τὸ ῥῆμα· κἂν | |
ἴδῃς γελῶντα, σὺ δάκρυσον αὐτὸν ὡς μαινόμενον. Πύ‐ | 583 | |
54.585 | ξινον ἔχουσιν ἐκεῖνοι τὸ χρῶμα, καὶ κατεσταλμένην τὴν ὀφρὺν, καὶ ῥημάτων ἐπιείκειαν· ἀλλὰ φύγε τὸ δέλεαρ, καὶ τὸν ἐν τῇ δορᾷ τοῦ προβάτου κρυπτόμε‐ νον καταμάνθανε λύκον. Διὰ τοῦτο αὐτὸν μάλιστα | |
5 | μίσησον, ὅτι πρὸς μὲν τὸν ὁμόδουλόν σε προσηνὴς καὶ ἥμερος εἶναι δοκεῖ, πρὸς δὲ τὸν κοινὸν ἡμῶν ἁπάν‐ των Δεσπότην κυνῶν λυττώντων ἐστὶν ἀγριώτερος, ἀκήρυκτον εἰς τὸν οὐρανὸν μάχην εἰσάγων καὶ πόλε‐ μον ἄσπονδον, καὶ δύναμίν τινα ἐξ ἐναντίας ἀντικαθ‐ | |
10 | ιστῶν τῷ Θεῷ. Φύγε τὸν ἰὸν τῆς πονηρίας, μίσησον τὰ δηλητήρια φάρμακα· καὶ ἢν παρὰ τῶν πατέρων ἐδέξω κληρονομίαν, τὴν ἀπὸ τῶν θείων Γραφῶν πί‐ στιν καὶ διδασκαλίαν, ταύτην κάτεχε μετὰ πολλῆς τῆς ἀσφαλείας. Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐ‐ | |
15 | ρανὸν καὶ τὴν γῆν. Τί τοῦτο; πρῶτον τὸν οὐρανὸν, εἶτα τὴν γῆν; πρῶτον τὸν ὄροφον, εἶτα τὸ ἔδαφος; Οὐ γὰρ ἀνάγκῃ φύσεως ὑπόκειται, οὐδὲ ἀκολουθίᾳ τέχνης δουλεύει. Καὶ γὰρ καὶ φύσεως καὶ τέχνης καὶ τῶν ὄντων ἁπάντων ἡ βούλησις τοῦ Θεοῦ δημιουργὸς | |
20 | καὶ τεχνίτης ἐστί. Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατα‐ σκεύαστος. Τίνος ἕνεκεν τὸν μὲν οὐρανὸν ἀπαρτι‐ σθέντα παρήγαγε, τὴν δὲ γῆν κατὰ μικρὸν τεχνεύειν αὐτόν φησιν ὁ Μωϋσῆς; Ἵνα ἐν τῷ βελτίονι στοιχείῳ μαθὼν αὐτοῦ τὴν δύναμιν πληροφορηθῇς ὅτι καὶ ταύ‐ | |
25 | την ἠδύνατο, καθάπερ ἐκεῖνον, ἀπηρτισμένην παρ‐ αγαγεῖν. Ἀλλὰ διὰ σὲ καὶ τὴν σωτηρίαν τὴν σὴν οὐκ ἐποίησεν οὕτω. Πῶς δι’ ἐμὲ καὶ τὴν σωτηρίαν τὴν ἐμὴν, φησί; Κοινὴ τράπεζα καὶ πατρὶς καὶ τροφὸς καὶ μήτηρ ἁπάντων ἐστὶν ἡ γῆ, καὶ πόλις καὶ τάφος | |
30 | κοινός. Καὶ γὰρ τὰ σώματα ἡμῶν ἐξ αὐτῆς, καὶ τρο‐ φὴ τοῖς σώμασιν ἡμῶν ἐκεῖθεν, καὶ οἴκησις ἐν αὐτῇ καὶ διαγωγὴ, καὶ μετὰ θάνατον πρὸς αὐτὴν πάλιν ἐπάνοδος. Ἵν’ οὖν μὴ τὸ τῆς χρείας ἀναγκαῖον ὑπὲρ τὴν ἀξίαν σε θαυμάζειν αὐτὴν παρασκευάσῃ, καὶ τὸ | |
35 | τῶν εὐεργεσιῶν πλῆθος πρὸς ἀσέβειαν ὑποσκελίσῃ, δείκνυσί σοι, πρὶν ἢ γενέσθαι, αὐτὴν ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἵνα τὴν ἀσθένειαν ἰδὼν, θαυμάσῃς τὸν παραγαγόντα αὐτὴν, καὶ πᾶσαν ἐνθέντα αὐτῇ τὴν δύναμιν ταύτην· ἵνα δοξάσῃς τὸν τὰ τοσαῦτα | |
40 | πρὸς ἡμετέραν ἄνεσιν κατεσκευακότα. Δοξάζεται δὲ ὁ Θεὸς οὐ διὰ δογμάτων ὀρθῶν μόνον, ἀλλὰ καὶ διὰ πολιτείας ἀρίστης· Λαμψάτω γὰρ ὑμῶν, φησὶ, τὸ φῶς ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν | |
45 | τὸν ἐν τοῖς οὐρανοῖς. δʹ. Ἐβουλόμην τοὺς περὶ ἐλεημοσύνης προσθεῖναι λόγους· ἀλλὰ περιττόν μοι δοκεῖ εἶναι λόγῳ διδά‐ σκειν ὑμᾶς, τοῦ διὰ τῶν ἔργων ὑμᾶς παιδεύειν δυνα‐ μένου νῦν ἐν μέσῳ καθημένου, τοῦ κοινοῦ πατρὸς | |
54.585(50) | ἡμῶν καὶ διδασκάλου, ὃς τὴν οἰκίαν τὴν πατρῴαν, ὥσπερ εἰς αὐτὸ τοῦτο παρὰ τῶν προγόνων δεξάμενος, ἵνα ταῖς τῶν ξένων αὐτὴν θεραπείαις παράσχῃ, οὕτω διαπαντὸς τοῖς πάντοθεν ἐλαυνομένοις ὑπὲρ τῆς ἀλη‐ θείας ἀνῆκε, καὶ ὑποδέχεται, καὶ θεραπεύει θεραπείας | |
55 | τρόπῳ παντοδαπῷ· ὥστε οὐκ οἶδα εἰ χρὴ τούτου μᾶλ‐ λον, ἢ τῶν ξένων καλεῖν τὴν οἰκίαν τὴν τούτου· μᾶλ‐ λον δὲ διὰ τοῦτο τούτου νομίζειν εἶναι αὐτὴν, ἐπειδὴ τῶν ξένων ἐστί. Καὶ γὰρ τὰ ἡμέτερα κτήματα τότε | |
μάλιστα ἡμέτερα γίνεται, ὅταν μὴ ἡμῖν αὐτοῖς, ἀλλὰ | Column end | |
54.586 | τοῖς πένησιν αὐτὰ κεκτημένοι διαπαντὸς ὦμεν. Καὶ πῶς, ἐγὼ λέγω. Ἂν εἰς δεξιὰν τοῦ πένητος ἀποθῇς τὸ ἀργύριον, οὐ συκοφάντης ἐπιτίθεται, οὐ βάσκανος ὀφθαλμὸς ὁρᾷ, οὐ λῃστὴς ὑφαιρεῖται, οὐ τοιχωρύχος | |
5 | διορύξας, οὐκ οἰκέτης ἀφελόμενος ἀποδιδράσκει· καὶ γάρ ἐστιν ἄσυλον ἐκεῖνο τὸ ταμιεῖον. Ἂν δὲ οἴκοι κατ‐ ορύξῃς, καὶ λῃστῇ καὶ τοιχωρύχῳ καὶ βασκάνῳ καὶ συκοφάντῃ καὶ οἰκέτῃ καὶ πάσῃ βλάβῃ ποιεῖς ὑπεύθυ‐ νον τὸ χρυσίον. Πολλάκις γοῦν μετὰ θύρας μυρίας καὶ | |
10 | μοχλοὺς τὰς μὲν ἔξωθεν ἐπηρείας διέφυγε, τοὺς δὲ φύλακας οὐ διέφυγεν, ἀλλ’ οἱ τηροῦντες αὐτὸ λαβόν‐ τες ἀπέδρασαν. Ὁρᾷς ὅτι τότε μᾶλλον κύριοι τῶν κτημάτων ἐσμὲν, ὅταν τοῖς πένησιν αὐτὰ παρακατα‐ θώμεθα. Οὐ φυλακῆς δὲ ἕνεκα μόνον ἐκεῖνο ἀσφαλέ‐ | |
15 | στερον τὸ χωρίον, ἀλλὰ καὶ κέρδους καὶ προσόδου πλείονός ἐστιν ὑπόθεσις. Ἂν μὲν γὰρ ἀνθρώπῳ δα‐ νείσῃς, ἑκατοστὴν ἔλαβες· ἂν δὲ Θεῷ δανείσῃς διὰ τοῦ πένητος, οὐχ ἑκατοστὴν, ἀλλ’ ἑκατονταπλασίονα λήψῃ. Κἂν μὲν σπείρῃς εὔφορον ἄρουραν, ὅταν πολ‐ | |
20 | λὴν ἐνέγκῃ τὴν φορὰν, δεκαπλασίονα οἴσῃ τὰ σπέρ‐ ματα· ἂν δὲ εἰς τὸν οὐρανὸν σπείρῃς, μετὰ τὸ γενέ‐ σθαι ἑκατονταπλασίονα, καὶ ζωὴν αἰώνιον καὶ ἀγήρω καὶ ἀθάνατον ἀπολήψῃ. Καὶ ἐνταῦθα μὲν πολὺς ὁ πό‐ νος τοῖς τὰ σπέρματα καταβάλλουσιν· ἐκεῖ δὲ χωρὶς | |
25 | ἀρότρου καὶ βοῶν καὶ γηπόνων καὶ τῆς ἄλλης ταλαι‐ πωρίας ἁπάσης ἡ τῶν καταβληθέντων φορὰ φύεται, καὶ οὐκ αὐχμὸν, οὐκ ἐπομβρίας, οὐκ ἐρυσίβην, οὐ χάλαζαν, οὐκ ἀκρίδος στρατόπεδον, οὐ ποταμῶν ἐπι‐ κλύσεις, οὐκ ἄλλο τι οὐδὲν ἐκεῖ σπείροντάς ἐστι φοβη‐ | |
30 | θῆναί ποτε· ἀλλὰ πάσης ἀνωτέρω βλάβης ἕστηκε τὰ ἐκεῖ καταβαλλόμενα σπέρματα. Ὅταν οὖν μήτε πό‐ νος, μήτε κίνδυνος, μήτε ὑποψία, μήτε ὑποτυχία τις ᾖ, καὶ πολλῷ πλείονα τῶν καταβαλλομένων γένηται τὰ φυόμενα, καὶ τοσαῦτα βλαστάνῃ ἀγαθὰ, Ὅσα οὔτε | |
35 | ὀφθαλμὸς εἶδεν, οὔτε οὖς ἤκουσεν, οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, πῶς οὐκ ἂν εἴη ῥᾳθυμίας ἐσχάτης, τὸ πλέον ἀφέντας, τὸ ἔλαττον διώκειν, καὶ τὸ ἀσφαλὲς καταλιπόντας, τὸ ἄπιστον καὶ κινδύνων γέ‐ μον καὶ πολλὰς ἔχον ἀποτυχίας μετιέναι; Τίς γὰρ ἡμῖν | |
40 | ἔσται συγγνώμη τοῦτο ποιοῦσι, ποία δὲ ἀπολογία; Πε‐ νίαν προβαλλόμεθα πάντως· ἀλλ’ οὐκ ἐσμὲν τῆς χήρας ἐκείνης πενέστεροι, ἣ δύο λεπτὰ ἔχουσα μόνα, καὶ ταῦτα κατεβάλετο. Ζηλώσωμεν τοίνυν ἐκείνης τὸν πλοῦτον, μιμησώμεθα τῆς προαιρέσεως τὴν μεγαλο‐ | |
45 | ψυχίαν, ἵνα καὶ τῶν ἐκείνῃ ἀποκειμένων ἀγαθῶν ἐπι‐ τύχωμεν· ὧν γένοιτο πάντας ἡμᾶς καταξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας | |
54.586(50) | τῶν αἰώνων. Ἀμήν. | |
51t | ΛΟΓΟΣ Βʹ. | |
52n | Τί δήποτε ἐπὶ μὲν ἡλίου καὶ σελήνης καὶ οὐρα‐ | |
53n | νοῦ καὶ τῶν ἄλλων εἶπε, Γενηθήτω· ἐπὶ δὲ τοῦ | |
54n | ἀνθρώπου, Ποιήσωμεν; καὶ τί ποτέ ἐστι τὸ, Κατ’ | |
55n | εἰκόνα. | |
56 | αʹ. Ἆρα μέμνησθε τῶν ζητημάτων τῶν πρώην προτε‐ θέντων ὑμῖν; Εἰς τοσοῦτον γὰρ ἡμᾶς ἀπονοίας καὶ τόλμης ἐπήρατε, ὡς καὶ ζητημάτων ἤδη κατατολμᾷν· μᾶλλον δὲ οὐκ ἂν εἴη τόλμης, οὐδὲ ἀπονοίας τοῦτο. | |
60 | Οὐ γὰρ οἰκείᾳ δυνάμει θαῤῥήσαντες, ἀλλὰ ταῖς εὐχαῖς | 585 |
54.587 | τῶν προέδρων καὶ ταῖς ὑμετέραις τὸ πᾶν ἐπιῤῥίψαντες ἀπεδυσάμεθα πρὸς τὸ στάδιον. Εὐχὴ δὲ Ἐκκλησίας τοσοῦτον δύναται, ὡς εἰ καὶ λίθων ἦμεν ἀφωνότεροι, πτεροῦ παντὸς κουφοτέραν ἡμῖν τὴν γλῶτταν ἐργά‐ | |
5 | σασθαι. Ὥσπερ γὰρ ζέφυρος εἰς μέσα τῆς νηὸς ἐμ‐ πεσὼν τὰ ἱστία, βέλους ὀξύτερον παραπέμπει τὸ σκάφος· οὕτω καὶ Ἐκκλησίας εὐχὴ εἰς τὴν τοῦ λέ‐ γοντος ἐμπεσοῦσα γλῶτταν, ζεφύρου σφοδρότερον πα‐ ραπέμπει τὸν λόγον. Διὸ καὶ ἡμεῖς καθ’ ἑκάστην | |
10 | ἡμέραν θαῤῥοῦντες ἀποδυόμεθα. Εἰ γὰρ ἐπὶ τῶν ἔξωθεν ἀγώνων δέκα τις μόνον, ἢ εἴκοσι ἔχων ἐραστὰς ἐν δήμῳ τοσούτῳ, μετὰ προθυμίας εἰς τὸν ἀγῶνα κάτ‐ εισι· πολλῷ μᾶλλον ἡμεῖς, ὅπου οὐ δέκα, οὐδὲ εἴκοσι μόνον, ἀλλ’ ἅπαν ἡμῖν τὸ θέατρον ἐξ ἀδελφῶν καὶ πα‐ | |
15 | τέρων σύγκειται, θαῤῥοῦντες τοῦτο ποιήσομεν. Καίτοι γε ἐπὶ τῶν ἔξωθεν ἀγώνων οὐδὲν ἂν μέγα καρπώσαιτο ὁ ἀγωνιστὴς παρὰ τοῦ θεατοῦ, ἀλλ’ ἢ ὅσον βοῆσαι ἐκεῖνον, καὶ θαυμάσαι τὰ γεγενημένα, καὶ φιλονεικῆ‐ σαι τοῖς ἀντιλέγουσιν ἄνω καθήμενον· καταβῆναι δὲ | |
20 | εἰς τὸ στάδιον, καὶ χεῖρα ὀρέξαι, καὶ ἑλκύσαι πόδα τοῦ ἀνταγωνιζομένου, ἢ ἄλλο τι τοιοῦτον ἐπιδείξασθαι, τούτοις οὐ θέμις. Οἱ γὰρ τοὺς ἀγῶνας ἐκείνους ἐξ ἀρχῆς διαταξάμενοι, σκόλοπας πήξαντες ὀξεῖς, καὶ σχοινία κύκλῳ περιβαλόντες, οὕτω τῶν θεατῶν τὴν | |
25 | μανίαν εἴργουσι. Καὶ τί θαυμαστὸν, εἰ θεατῇ κατα‐ βῆναι οὐ θέμις, ὅπουγε καὶ τὸν παιδοτρίβην ἔξω παρὰ τὴν κόνιν καθίσαντες, πόῤῥωθεν τὴν ἀπὸ τῆς διδα‐ σκαλίας συμμαχίαν εἰσάγειν τοῖς ἀγωνιζομένοις κε‐ λεύουσι, πλησίον δὲ οὐκ ἐῶσιν ἐλθεῖν; Ἀλλ’ οὐκ ἐν‐ | |
30 | ταῦθα οὕτως· ἀλλὰ καὶ διδασκάλῳ καὶ θεατῇ κατα‐ βῆναι πρὸς ἡμᾶς ἔνι, καὶ ἐγγὺς στῆναι τῇ διαθέσει, καὶ διὰ τῶν εὐχῶν ἡμῖν συγκροτῆσαι τὴν δύναμιν. Δεῦρο γοῦν κατ’ αὐτοὺς ἐκείνους τοὺς ἀθλητὰς τῶν παλαισμάτων ἁψώμεθα. Καὶ γὰρ ἐπειδὰν ἐκεῖνοι | |
35 | μέσους ἑαυτοὺς κατασχόντες, ὑπὸ τῆς βίας τῶν ἁμ‐ μάτων πρὸς τὸν ἔξωθεν αὐτοὺς περιεστῶτα ἐξακον‐ τισθῶσιν ὄχλον διὰ τὴν τοῦ τόπου στενοχωρίαν, λύ‐ σαντες τὰ ἅμματα, πρὸς τὸν τῆς ἀγωνίας πάλιν ἐπανέρχονται τόπον· εἶτα ἐπανελθόντες οὐκ ὀρθοὶ | |
40 | συμπλέκονται πάλιν, ἀλλ’ ἐν ἐκείνῳ τῷ τρόπῳ τῶν δεσμῶν ἑαυτοὺς καταστήσαντες, ἐν ᾧ καὶ ὄντες δι‐ ελύθησαν. Ἐπεὶ οὖν καὶ ἡμᾶς ἡ τόπου στενοχωρία καταλῦσαι τὸν λόγον ἠνάγκασε, φέρε πρὸς τὸν τόπον τῆς ἀγωνίας ἐπανελθόντες, τὰ ἅμματα λύσωμεν ἀπὸ | |
45 | τῶν τήμερον ἀναγνωσθέντων ἡμῖν. Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ ὁμοίω‐ σιν ἡμετέραν. Ἓν πρῶτον τοῦτο ἄξιον ζητῆσαι, τί δήποτε, ὅτε μὲν ὁ οὐρανὸς ἐγίνετο, οὐδαμοῦ τὸ, Ποιήσωμεν, εἴρη‐ | |
54.587(50) | ται, ἀλλὰ, Γενηθήτω οὐρανὸς, Γενηθήτω φῶς, καὶ καθ’ ἕκαστον τῆς κτίσεως μέρος οὕτως· ἐνταῦθα δὲ τὸ, Ποιήσωμεν, πρόσκειται μόνον, βουλὴ καὶ σκέ‐ ψις καὶ πρὸς ἕτερόν τινα ὁμότιμον ἀνακοίνωσις; Τίς ποτε ἄρα ἐστὶν ὁ δημιουργεῖσθαι μέλλων, ὅτι τοσαύ‐ | |
55 | της ἀπολαύει τιμῆς; Ἄνθρωπός ἐστι, τὸ μέγα ζῶον καὶ θαυμαστὸν, καὶ τῆς κτίσεως ἁπάσης τῷ Θεῷ τι‐ μιώτερον, δι’ ὃν οὐρανὸς καὶ γῆ καὶ θάλαττα καὶ τὸ λοιπὸν ἅπαν τῆς κτίσεως σῶμα· ἄνθρωπος, οὗ τῆς σωτηρίας οὕτως ὁ Θεὸς ἠράσθη, ὡς μηδὲ τοῦ Μονογε‐ | |
60 | νοῦς φείσασθαι δι’ αὐτόν· οὐ γὰρ ἀπέστη πάντα ποιῶν | |
καὶ πραγματευόμενος, ἕως αὐτὸν ἀναγαγὼν ἐκάθ‐ | Column end | |
54.588 | ισεν ἐν δεξιᾷ ἑαυτοῦ. Καὶ βοᾷ Παῦλος λέγων· Συνή‐ γειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν δεξιᾷ ἑαυτοῦ ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ. Διὰ τοῦτο βουλὴ καὶ σκέψις καὶ ἀνακοίνωσις, οὐκ ἐπειδὴ ὁ Θεὸς βου‐ | |
5 | λῆς δεῖται· μὴ γένοιτο· ἀλλὰ τῷ σχήματι τῶν ῥη‐ μάτων τὴν εἰς τὸν γενόμενον ἡμῖν ἐνδείκνυται τιμήν. Καὶ πῶς, φησὶν, εἰ τοῦ κόσμου τιμιώτερός ἐστι παν‐ τὸς, ὕστερον τοῦ κόσμου παράγεται; Δι’ αὐτὸ τοῦτο, ἐπειδὴ τοῦ κόσμου τιμιώτερός ἐστιν. Ὥσπερ γὰρ βα‐ | |
10 | σιλέως εἰς τινα πόλιν ἐλαύνειν μέλλοντος, στρατηγοὶ καὶ ὕπαρχοι καὶ δορυφόροι καὶ πάντες οἱ δοῦλοι προ‐ φθάνουσιν, ἵνα τὰ βασίλεια παρασκευάσαντες, καὶ πᾶ‐ σαν τὴν ἄλλην εὐτρεπίσαντες θεραπείαν, μετὰ πολλῆς τῆς τιμῆς ὑποδέξωνται τὸν βασιλέα· οὕτω δὴ καὶ | |
15 | ἐνταῦθα, καθάπερ βασιλέως εἰσάγεσθαι μέλλοντος, προέφθασεν ὁ ἥλιος, προέδραμεν ὁ οὐρανὸς, προεισ‐ ῆλθε τὸ φῶς, ἅπαντα γέγονε καὶ εὐτρεπίσθη, καὶ τότε ὁ ἄνθρωπος μετὰ πολλῆς ὕστερον εἰσάγεται τῆς τιμῆς. | |
20 | Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα. Ἀκουέτω ὁ Ἰουδαῖος. Πρὸς τίνα φησὶν ὁ Θεὸς, Ποιήσωμεν; Μωϋ‐ σέως ἐστὶ τὰ γράμματα, Μωϋσέως, ᾧ πιστεύειν ψευ‐ δόμενοί φασι. Καὶ ὅτι ψεύδονται καὶ οὐ πιστεύουσιν, ἄκουε τοῦ Χριστοῦ διελέγχοντος αὐτοὺς καὶ λέγοντος· | |
25 | Εἰ ἐπιστεύετε Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. Νῦν δὲ παρ’ ἐκείνοις μὲν τὰ βιβλία, παρ’ ἡμῖν δὲ τῶν βι‐ βλίων ὁ θησαυρός· παρ’ ἐκείνοις τὰ γράμματα, παρ’ ἡμῖν καὶ τὰ γράμματα καὶ τὰ νοήματα. Πρὸς τίνα οὖν, εἰπὲ, λέγει, Ποιήσωμεν ἄνθρωπον; Πρὸς ἄγγε‐ | |
30 | λον, φησὶν, ἢ πρὸς ἀρχάγγελον ἁπλῶς φθέγγεται. Καθάπερ γὰρ οἱ μαστιγίαι τῶν οἰκετῶν παρὰ τῶν δε‐ σποτῶν ἐγκαλούμενοι, καὶ ἐξ εὐθείας οὐκ ἔχοντες ἀποκρίνασθαι, τὸ ἐπελθὸν ἅπαν προσφέρουσιν· οὕτω δὴ καὶ ὑμεῖς, Πρὸς ἄγγελον, φατὲ, καὶ ἀρχάγγελον | |
35 | εἶπε. Ποῖον ἄγγελον; ποῖον ἀρχάγγελον; Οὐ γὰρ ἀγγέλων ἐστὶ τὸ δημιουργεῖν, οὐδὲ ἀρχαγγέλων τὸ ἐρ‐ γάζεσθαι ταῦτα. Τίνος δὲ ἕνεκεν, ὅτε μὲν τὸν οὐρανὸν ἐποίησεν, οὐκ εἶπεν ἀγγέλῳ καὶ ἀρχαγγέλῳ, ἀλλὰ δι’ ἑαυτοῦ παρήγαγεν; ὅτε δὲ τὸ τιμιώτερον οὐρανοῦ καὶ | |
40 | παντὸς κόσμου παρήγαγε ζῶον, τὸν ἄνθρωπον, τότε τοὺς δούλους κοινωνοὺς λαμβάνει τῆς δημιουργίας; βʹ. Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι· ἀγγέλων γὰρ τὸ παρεσ‐ τάναι, οὐ τὸ δημιουργεῖν· ἀρχαγγέλων τὸ λειτουργεῖν, οὐχὶ τὸ γνώμης κοινωνεῖν καὶ βουλῆς. Ἄκουσον τί φη‐ | |
45 | σιν Ἡσαΐας περὶ τῶν Σεραφὶμ δυνάμεων, τῶν ἀνωτέ‐ ρω τῶν ἀρχαγγέλων· Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ Σερα‐ φὶμ παρειστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ | |
54.588(50) | πτέρυξι κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν, ἀπο‐ τειχίζουσαι δηλονότι τὰς ὄψεις, διὰ τὸ μὴ δύνασθαι τὴν ἐκ τοῦ θρόνου φερομένην ἀστραπὴν ὑποδέξασθαι. Τί λέγεις; Τὰ μὲν Σεραφὶμ παρεστήκασι, καὶ ἐν θαύματι τοσούτῳ εἰσὶ καὶ ἐκπλήξει, καὶ ταῦτα συγκα‐ | |
55 | τάβασιν Θεοῦ βλέποντα· ἄγγελοι δὲ καὶ γνώμης κοι‐ νωνοῦσιν αὐτῷ, καὶ σκέψεως μετέχουσιν; Ἀλλ’ οὐκ | |
ἂν ἔχοι λόγον. Ἀλλὰ τίς ἐστι πρὸς ὅν φησι, Ποιήσω‐ | 587 | |
54.589 | μεν ἄνθρωπον; Ὁ θαυμαστὸς σύμβουλος, ὁ ἐξουσια‐ στὴς, ὁ Θεὸς ὁ ἰσχυρὸς, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, αὐτὸς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱός. Πρὸς ἐκεῖνον τοίνυν λέγει, Ποιήσωμεν ἄνθρω‐ | |
5 | πον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν. Οὐδὲ γὰρ εἶπε τὴν ἐμὴν καὶ τὴν σὴν, ἢ τὴν ἐμὴν καὶ τὴν ὑμῶν, ἀλλὰ, Κατ’ εἰκόνα ἡμετέραν, μίαν δη‐ λῶν τὴν εἰκόνα καὶ μίαν τὴν ὁμοίωσιν· Θεοῦ δὲ καὶ ἀγγέλων οὐκ ἔστιν εἰκὼν μία, οὐδὲ ὁμοίωσις μία. | |
10 | Πῶς γὰρ ἂν εἴη τοῦ Δεσπότου καὶ τῶν λειτουργῶν εἰκὼν μία καὶ ὁμοίωσις; Ὥστε πάντοθεν ὑμῖν ὁ λό‐ γος ἐλήλεγκται· καὶ γὰρ ἀρχῆς εἰκόνα ἐδήλωσεν ἐν‐ ταῦθα, καθὼς καὶ τὸ ἑξῆς δηλοῖ. Εἰπὼν γὰρ Κατ’ εἰ‐ κόνα καὶ καθ’ ὁμοίωσιν, ἐπήγαγε, Καὶ ἀρχέτωσαν | |
15 | τῶν ἰχθύων τῆς θαλάσσης· ἀρχὴ δὲ Θεοῦ καὶ ἀγ‐ γέλων οὐκ ἂν εἴη μία. Πῶς γὰρ, τῶν δούλων καὶ τοῦ Δεσπότου, τῶν λειτουργῶν καὶ τοῦ κελεύοντος; Ἀλλὰ καὶ ἕτεροι πάλιν ἡμῖν ἐπιφύονταί τινες λέγον‐ τες, ὅτι εἰκόνα ὁ Θεὸς ἔχει τοιαύτην, οἵαν καὶ ἡμεῖς, | |
20 | κακῶς νοοῦντες τὸ εἰρημένον. Οὐ γὰρ οὐσίας εἶπεν εἰκόνα, ἀλλὰ ἀρχῆς εἰκόνα, καθὼς δηλώσομεν ἐκ τῶν ἑξῆς ἐπαγομένων. Ὅτι γὰρ οὐκ ἔστι τὸ Θεῖον ἀνθρω‐ πόμορφον, ἄκουσον τοῦ Παύλου λέγοντος· Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι, εἰκὼν καὶ | |
25 | δόξα Θεοῦ ὑπάρχων· γυνὴ δὲ δόξα ἀνδρός ἐστι· διὸ ὀφείλει, φησὶ, κάλυμμα ἔχειν ἐπὶ τῆς κεφαλῆς. Καὶ μὴν εἰ εἰκόνα ἐνταῦθα τοῦτο εἶπε, τὸ ἀπα‐ ράλλακτον τῆς μορφῆς τῆς πρὸς τὸν Θεὸν δηλῶν, καὶ διὰ τοῦτο εἰκὼν ἄνθρωπος Θεοῦ καλεῖται, ὅτι ὁ Θεὸς | |
30 | οὕτω διατετύπωται· οὐκοῦν κατ’ ἐκείνους οὐκ ἐχρῆν μόνον τὸν ἄνδρα εἰκόνα λέγεσθαι, ἀλλὰ καὶ τὴν γυ‐ ναῖκα. Γυναικὸς γὰρ καὶ ἀνδρὸς εἷς ὁ τύπος καὶ ὁ χαρακτὴρ, καὶ ἡ ὁμοίωσις μία. Τίνος οὖν ἕνεκεν ὁ ἀνὴρ εἰκὼν τοῦ Θεοῦ λέγεται, ἡ γυνὴ δὲ οὐκέτι; Ὅτι | |
35 | οὐ τὴν εἰκόνα τὴν ἐν τῇ μορφῇ λέγει, ἀλλὰ τὴν εἰκόνα τὴν κατὰ τὴν ἀρχὴν, ἣν ὁ ἀνὴρ ἔχει μόνος, οὐκέτι δὲ καὶ ἡ γυνή. Οὗτος μὲν γὰρ οὐδενὶ ὑποτέτακται· ἐκείνη δὲ ὑπὸ τοῦτον γέγονε, καθὼς ὁ Θεός φησι· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός | |
40 | σου κυριεύσει. Διὰ τοῦτο ὁ μὲν ἀνὴρ εἰκὼν τοῦ Θεοῦ, ἐπειδὴ οὐδένα ἔχει ἀνώτερον, καθάπερ οὐδὲ τοῦ Θεοῦ ἀνώτερός τίς ἐστιν, ἀλλὰ πάντων ἄρχει· ἡ γυνὴ δὲ δόξα τοῦ ἀνδρὸς, ἐπειδὴ τῷ ἀνδρὶ ὑποτέτα‐ κται. Καὶ πάλιν ἀλλαχοῦ φησιν· Οὐκ ὀφείλομεν | |
45 | χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαράγματι τέχνης, ἢ ἐνθυμήσεως ἀνθρώπου νομίζειν τὸ Θεῖον εἶναι ὅμοιον. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Οὐ μόνον τοὺς ὁρωμένους τύπους ἐκβέβηκε, φησὶ, τὸ Θεῖον, ἀλλ’ οὐδὲ διάνοια διατυπῶσαι τὸ τοιοῦτον δύναιτ’ ἂν, ὁποῖός | |
54.589(50) | ἐστιν ὁ Θεός. Πῶς οὖν ἀνθρώπου Θεὸς μορφὴν ἔχειν δύναιτ’ ἂν, ὁπότε ὁ Παῦλος μηδὲ διάνοιαν εἶναι μηδε‐ μίαν τὴν δυναμένην τυπῶσαι παρ’ ἑαυτῇ λέγει τοῦ Θεοῦ τὴν οὐσίαν; Τὴν γὰρ ἡμετέραν μορφὴν καὶ τὸν τύπον ἅπαντες ῥᾳδίως παρ’ ἑαυτοῖς ἀνατυπώσαιμεν | |
55 | ἂν κατὰ τοὺς λογισμούς. Πάλιν τοὺς περὶ ἐλεημοσύ‐ νης ἐπαγαγεῖν λόγους καὶ νῦν ἐβουλόμην, ἀλλ’ ὁ και‐ ρὸς ἡμᾶς οὐκ ἀφίησι· διὸ πρὸς σιγὴν τρέψωμεν λοι‐ πὸν ἑαυτοὺς, ἐκεῖνο παρεγγυήσαντες ὑμῖν, μετὰ ἀκριβείας ἅπαντα κατέχειν τὰ εἰρημένα, καὶ πολλὴν | |
60 | τῆς ὀρθῆς πολιτείας ποιεῖσθαι τὴν πρόνοιαν, ἵνα μὴ | Column end |
54.590 | μάτην καὶ εἰκῆ ἐνταῦθα συλλεγώμεθα. Κἂν γὰρ δο‐ γμάτων ὀρθότητα διατηρῶμεν, τῆς τῶν ἔργων ἀρετῆς μὴ προσούσης, πάντως ἐκπεσούμεθα τῆς αἰωνίου ζωῆς. Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύ‐ | |
5 | ριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς. Ποιῶμεν οὖν τὸ θέλημα τοῦ Θεοῦ μετὰ σπουδῆς ἁπάσης καὶ προθυμίας, ἵνα δυνηθῶμεν εἰς τοὺς οὐρανοὺς εἰσελθεῖν, καὶ τῶν ἀποκειμένων ἀγα‐ | |
10 | θῶν τοῖς ἀγαπῶσι τὸν Θεὸν ἐπιτυχεῖν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
15t | ΛΟΓΟΣ Γʹ. | |
16n | Τί ἐστι τὸ, Καθ’ ὁμοίωσιν, καὶ τίνος ἕνεκεν, τοῦ | |
17n | Θεοῦ εἰπόντος τῶν θηρίων ἡμᾶς ἄρχειν, οὐκ | |
18n | ἄρχομεν, καὶ ὅτι κηδεμονίας τοῦτο πολλῆς. | |
19 | αʹ. Ὥσπερ τῶν σπειρόντων ὄφελος οὐδὲν, ὅταν παρὰ | |
20 | τὴν ὁδὸν τὰ σπέρματα ῥίπτηται· οὕτως οὐδὲ τοῦ λέγοντος ἔσται τι πλέον, ὅταν μὴ πρὸς τὴν τῶν ἀκουόντων διά‐ νοιαν ὁ λόγος φέρηται, ἀλλ’ ἁπλῶς εἰς τὸν ἀέρα δια‐ χυθεῖσα τῆς φωνῆς ἡ ἀπήχησις ἀνόνητον καταλιμπάνῃ τὸν ἀκροατήν. Ταῦτα δὲ ὑμῖν οὐχ ἁπλῶς εἴρηκα, | |
25 | ἀλλ’ ἵνα μὴ πρὸς τὰ ἁπλούστερα τῶν νοημάτων ἧτε κεχηνότες μόνον, ἀλλὰ καὶ τῶν βαθυτέρων κατατολ‐ μήσητε. Εἰ γὰρ μὴ νῦν καταβαίημεν πρὸς τὸ βάθος τῶν Γραφῶν, ὅταν κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα οὐκέτι τῷ πονηρῷ τῆς | |
30 | τρυφῆς ἐνοχλούμενον ῥεύματι, διαρκέστερον δὲ τὸ πνεῦμα, ὥστε μὴ ἀποπνίγεσθαι, πότε καταβησόμεθα; Ὅταν τρυφὴ καὶ ἑστίασις ᾖ καὶ μέθη καὶ τράπεζα ἀδδηφαγίας γέμουσα; Ἀλλὰ τότε οὐδὲ κινηθῆναι ῥᾴδιον, οὕτω τὸ βαρὺ τῆς τρυφῆς φορτίον πιέζει τὴν | |
35 | ψυχήν. Οὐχ ὁρᾶτε ὅτι καὶ οἱ λίθους πολυτελεῖς εὑρί‐ σκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγιαλὸν καθήμε‐ νοι καὶ τὰ κύματα ἀριθμοῦντες οὕτως εὑρίσκουσι τὸ ζητούμενον, ἀλλ’ εἰς αὐτὸ καταδύονται τὸ βάθος· καίτοι πολὺς μὲν ὁ πόνος ἐν τῇ ζητήσει, πολὺς δὲ ὁ | |
40 | κίνδυνος ἐν τῇ εὑρέσει, καὶ μετὰ τὴν εὕρεσιν κέρδος οὐδέν; Τί γὰρ ἂν μέγα εἰσενέγκοι εἰς τὸν βίον τὸν ἡμέτερον λίθων εὕρεσις πολυτελῶν; Εἴθε μὲν οὖν μὴ μεγάλα εἰσήγαγε κακά. Τὸ γὰρ ἀνατρέπον ἡμῶν τὴν ζωὴν καὶ πάντα ἄνω καὶ κάτω ποιοῦν, οὐδὲν ἕτερόν | |
45 | ἐστιν, ἢ ἡ τῶν χρημάτων μανία. Ἀλλ’ ὅμως καὶ ψυχὴν καὶ σῶμα ἐκεῖνοι προΐενται τῆς ἐφημέρου τροφῆς ἕνεκεν, καὶ τῶν κυμάτων κατατολμῶσιν· ἐν‐ ταῦθα δὲ οὐ κίνδυνος, οὐ πόνος οὕτως ἐπιτεταμένος, ἀλλ’ ὀλίγος καὶ κοῦφος, καὶ οὗτος διὰ τὴν τῶν εὑρι‐ | |
54.590(50) | σκομένων φυλακήν. Τὰ γὰρ μετ’ εὐκολίας εὑρισκό‐ μενα καὶ εὐκαταφρόνητα πολλοῖς εἶναι δοκεῖ. Οὐκ ἔστι κυμάτων ταραχὴ ἐν τῷ πελάγει τῶν Γραφῶν, | |
ἀλλὰ παντὸς λιμένος εὐδιώτερον τοῦτο τὸ πέλαγος· | 589 | |
54.591 | οὐκ ἔστιν ἀνάγκη πρὸς τοὺς ζοφεροὺς τῆς ἀβύσσου κόλπους κατενεχθῆναι, οὐδὲ ὑδάτων ἀλόγων ῥύμῃ τὴν τοῦ σώματος ἐπιτρέψαι σωτηρίαν· ἀλλὰ πολὺ μὲν ἐνταῦθα τὸ φῶς, καὶ αὐτῶν τῶν ἀκτίνων φαιδρότε‐ | |
5 | ρον, πολλὴ δὲ ἡ γαλήνη, πᾶσα δὲ ἐκποδὼν ταραχὴ, καὶ τῶν εὑρισκομένων τοσοῦτον τὸ κέρδος, ὅσον οὐδὲ λόγῳ παραστῆσαι δυνατόν. Μὴ τοίνυν ἀποκάμωμεν, ἀλλ’ ἐπιχειρήσωμεν τῇ ζητήσει Ἠκούσατε ὅτι κατ’ εἰκόνα Θεοῦ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· καὶ τί | |
10 | ποτέ ἐστι τὸ Κατ’ εἰκόνα τοῦτο καὶ καθ’ ὁμοίωσιν εἰρήκαμεν· ὅτι οὐκ οὐσίας ἀπαραλλαξία, ἀλλ’ ἀρχῆς ὁμοιότης· τὸ δὲ, Καθ’ ὁμοίωσιν, τὸ ἥμερον εἶναι καὶ πρᾶον, καὶ εἰς δύναμιν ἐξομοιοῦσθαι τῷ Θεῷ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥς φησιν ὁ Χριστός· | |
15 | Γίνεσθε ὅμοιοι τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρα‐ νοῖς. Καθάπερ γὰρ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ εὐρυ‐ χώρῳ ταύτῃ τῶν ζώων τὰ μέν εἰσιν ἀλογώτερα, τὰ δὲ θηριωδέστερα· οὕτω καὶ ἐν τῷ πλάτει τῆς ἡμετέ‐ ρας ψυχῆς, τῶν λογισμῶν οἱ μὲν εἰσὶν ἀλογώτεροι | |
20 | καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτεροι. Δεῖ τοίνυν αὐτῶν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογισμῷ τὴν τούτων ἀρχὴν παραδιδόναι. Καὶ πῶς ἄν τις περιγένοιτο λογισμοῦ θηριώδους, φησί; Τί λέγεις, ἄνθρωπε; Τῶν λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς | |
25 | αὐτῶν ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θη‐ ριωδίαν πρὸς ἡμερότητα δυνήσῃ μεταβαλεῖν; Καίτοι τῷ λέοντι μὲν κατὰ φύσιν τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ προσηνὲς, παρὰ φύσιν δὲ ἡ θηριωδία. Ὁ τοίνυν τὸ | |
30 | κατὰ φύσιν ἐκβάλλων, καὶ τὸ παρὰ φύσιν ἐντιθεὶς τῇ τοῦ θηρίου ψυχῇ, ἐν τῇ ἑαυτοῦ ψυχῇ τὸ κατὰ φύσιν οὐ δυνήσῃ διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο ῥᾳθυμίας; Καὶ ἐπὶ μὲν τῆς τῶν λεόντων ψυχῆς καὶ ἑτέρα δυσκολία μετὰ ταύτης ἐστί· λογισμῶν γάρ ἐσ‐ | |
35 | τιν ἔρημος ἡ τοῦ θηρίου ψυχή. Ἀλλ’ ὅμως ἑωρά‐ κατε πολλάκις λέοντας προβάτων ἡμερωτέρους διὰ τῆς ἀγορᾶς ἀγομένους, καὶ πολλοὶ τῶν ἐν τοῖς ἐργα‐ στηρίοις ἀργύριον πολλάκις κατέβαλον τῷ κατέχοντι, μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι’ ἧς τὸ θη‐ | |
40 | ρίον ἡμέρωσεν· ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φόβος, καὶ πολλὴ πολλαχόθεν ἡ βοή‐ θεια. Μὴ τοίνυν σκήψεις μοι λέγε καὶ προφάσεις. Δυνατὸν γὰρ, ἐὰν θέλῃς, ἥμερόν σε εἶναι καὶ πρᾶον. Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίω‐ | |
45 | σιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων. βʹ. Ἐνταῦθα Ἕλληνες ἡμῖν ἐπιφύονται, καί φασι τὸ λόγιον ψεύδεσθαι· οὐ γὰρ ἡμεῖς ἄρχομεν τῶν θη‐ ρίων· αὐτὰ ἡμῶν ἄρχει, καὶ πολλὴν ἡμῖν ἐμβάλλει τὴν ἀγωνίαν. Μάλιστα μὲν οὖν τοῦτο οὐκ ἀληθές· ἀρ‐ | |
54.591(50) | κεῖ γὰρ καὶ ὄψις ἀνθρωπίνη φανεῖσα ἐκποδὼν ποιῆ‐ σαι θηρίον· τοσοῦτος αὐτοῖς ἐστι παρ’ ἡμῖν ὁ φόβος. Εἰ δέ που πρὸς ἄμυναν ὁρμήσειεν, ἢ λιμοῦ καταναγ‐ κάζοντος, ἢ ἡμῶν αὐτῶν στενοχωρούντων πολλάκις, καὶ πρὸς ἀνάγκην ἐκβαλλομένων αὐτὰ, τοῦτο οὖν | |
55 | οὐκ ἂν εἴη ἀρχῆς ἀπηρτισμένης. Οὐδὲ γὰρ, εἴ τις ἡμῶν λῃστὰς ἐπιόντας ὁρῶν ὁπλίζοιτο, καὶ πρὸς τὴν | |
ἄμυναν χωροίη, ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰ‐ | Column end | |
54.592 | κείας σωτηρίας πολλὴ πρόνοια· πλὴν οὐκ ἐντεῦθεν ποιοῦμαι τὴν ἀπολογίαν, ἀλλ’ ἑτέρωθεν, ὅθεν καὶ ὑμῖν χρήσιμον ἀκοῦσαι. Φοβούμεθα τὰ θηρία καὶ δε‐ δοίκαμεν, καὶ τῆς ἀρχῆς ἐκπεπτώκαμεν· οὐκ ἀντιλέ‐ | |
5 | γω· φημὶ καὶ αὐτός· ἀλλ’ οὐ τοῦτο ψευδῆ τὸν τοῦ Θεοῦ νόμον δείκνυσι. Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ’ ἐδεδοίκει καὶ ἔτρεμε, καὶ ὑπέκυπτεν, ὡς δεσπότῃ, τῷ ἀνθρώπῳ, ἐπειδὴ δὲ τῆς παῤῥησίας ἐξεπέσομεν καὶ τῆς τιμῆς, διὰ τοῦτο δεδοί‐ | |
10 | καμεν αὐτά. Πόθεν τοῦτο δῆλον; Ἤγαγεν ὁ Θεὸς τὰ θηρία πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά· καὶ οὐκ ἀπεπήδησεν ὁ Ἀδὰμ, καθάπερ δεδοικὼς, ἀλλ’ ὥσπερ δούλοις ὑποτεταγμένοις τὰ ὀνόματα ἐπέθηκεν ἅπασι. Τοῦτο δὲ δεσποτείας σύμβολον. Διὸ καὶ ὁ Θεὸς | |
15 | βουλόμενος αὐτῷ καὶ διὰ τούτου δεῖξαι τὸ τῆς ἐξου‐ σίας ἀξίωμα, τὴν τῶν ὀνομάτων αὐτῷ θέσιν ἐπέτρεψε, καὶ τὰ τεθέντα ὀνόματα ἔμεινεν ἐξ ἐκείνου εἰς αὐτά. Πᾶν γὰρ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτοῖς, φησίν. Ἓν δὴ τοῦτο σημεῖον τοῦ μὴ φοβερὰ εἶναι τῷ | |
20 | ἀνθρώπῳ τὰ θηρία παρὰ τὴν ἀρχήν· δεύτερον δὲ καὶ τοῦ πρώτου σαφέστερον, ἡ πρὸς τὴν γυναῖκα τοῦ ὄφεως διάλεξις. Εἰ γὰρ ἦν φοβερὰ τὰ θηρία τοῖς ἀν‐ θρώποις, οὐκ ἂν ἰδοῦσα τὸν ὄφιν ἔμεινεν ἡ γυνὴ, ἀλλ’ ἔφυγεν ἄν· οὐκ ἂν ἐδέξατο συμβουλὴν, οὐκ ἂν μετὰ | |
25 | τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ’ εὐθέως ἂν πρὸς τὴν ὄψιν καὶ ἐξεπλάγη καὶ ἀπεπήδησε· νυνὶ δὲ διαλέγεται, καὶ οὐ φοβεῖται· οὐδέπω γὰρ ἦν ὁ φόβος οὗτος. Ἀλλ’ ἐπειδὴ ἡ ἁμαρτία εἰσῆλθεν, ἀνῃρέθη καὶ τὰ τῆς τιμῆς· καὶ καθάπερ ἐπὶ τῶν οἰκετῶν, οἱ μὲν | |
30 | εὐδοκιμοῦντες φοβεροὶ τοῖς συνδούλοις εἰσὶν, οἱ δὲ προσκεκρουκότες καὶ τοὺς ὁμοδούλους δεδοίκασιν· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου γέγονεν. Ἕως μὲν γὰρ εἶχε πρὸς τὸν Θεὸν παῤῥησίαν, φοβερὸς τοῖς θηρίοις ἦν· ἐπειδὴ δὲ προσέκρουσε, καὶ τοὺς ἐσχάτους τῶν | |
35 | ὁμοδούλων δέδοικε λοιπόν. Εἰ δὲ μὴ τοῦτό ἐστι, σύ μοι δεῖξαι πρὸ τῆς ἁμαρτίας, ὅτι φοβερὰ τοῖς ἀνθρώποις τὰ θηρία ἦν· ἀλλ’ οὐκ ἂν ἔχοις. Εἰ δὲ μετὰ ταῦτα εἰσῆλθεν ὁ φόβος, καὶ τοῦτο τῆς τοῦ Δεσπότου κηδεμονίας. Εἰ γὰρ τῆς ἐντολῆς τῆς | |
40 | δοθείσης ὑπὸ τοῦ Θεοῦ τῷ ἀνθρώπῳ κινηθείσης καὶ λυθείσης, ἡ τιμὴ ἡ δοθεῖσα αὐτῷ παρὰ τοῦ Θεοῦ ἀκί‐ νητος ἔμεινεν, οὐκ ἂν ἀνέστη ῥᾳδίως. Ὅταν γὰρ καὶ παρακούοντες οἱ ἄνθρωποι καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονη‐ | |
45 | ρίαν μᾶλλον, καὶ οὐκ εὐκόλως ἀφίστανται τῆς κακίας. Εἰ γὰρ νῦν φόβων καὶ τιμωριῶν καὶ κολάσεων ἐπι‐ κειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, εἰ μηδὲν ἔπαθον ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν; Ὥστε δῆλον ὅτι κηδόμενος ἡμῶν καὶ φροντίζων ὁ Θεὸς, ἐξ‐ | |
54.592(50) | έβαλεν ἡμᾶς τῆς ἀρχῆς. Σὺ δὲ καὶ ἐνταῦθά μοι σκό‐ πει τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Ὁ μὲν γὰρ Ἀδὰμ πᾶσαν ἀνέτρεψε τὴν ἐντολὴν, καὶ παρέβη τὸν νόμον· ὁ δὲ Θεὸς οὐ πᾶσαν ἔλυσε τὴν τιμὴν, οὐδὲ πά‐ σης ἐξέβαλεν αὐτὸν τῆς ἐξουσίας· ἀλλ’ ἐκεῖνα μόνα | |
55 | ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συντελεῖ πρὸς τὴν τῆς ζωῆς χρείαν· τὰ δὲ ἀναγ‐ καῖα καὶ χρήσιμα καὶ πολλὴν εἰσφέροντα λειτουρ‐ γίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ δουλείᾳ. Ἀφῆκε βοῶν ἀγέλας, ἵνα ἄροτρον | |
60 | ἕλκωμεν, ἵνα τὴν γῆν τέμνωμεν, ἵνα τὰ σπέρματα | 591 |
54.593 | καταβάλλωμεν· ἀφῆκε τῶν ὑποζυγίων τὰ γένη, ἵνα πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβά‐ νηται ἡμῖν τῶν πόνων· ἀφῆκε προβάτων ποίμνια, ἵνα ἔχωμεν εἰς περιβολὰς ἱματίων χορηγίαν ἀρκοῦσαν· καὶ | |
5 | ἕτερα δὲ γένη ζώων εἴασε πολλὴν ἡμῖν ἑτέραν εἰσάγοντα χρείαν. Ἐπειδὴ γὰρ κολάζων τὸν ἄνθρωπον ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ μόχθος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφισε τὸ βαρὺ καὶ φορτικὸν τοῦ | |
10 | ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας ταύτης. Καὶ καθάπερ δεσπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν ἑαυτοῦ μαστίξας, θεραπείαν τινὰ προσ‐ άγει ταῖς μάστιξιν· οὕτω καὶ ὁ Θεὸς καταδίκην ἐπι‐ | |
15 | θεὶς, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφοτέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν. Ὑπὲρ δὴ τού‐ των ἁπάντων εὐχαριστήσωμεν αὐτῷ· καὶ γὰρ τὸ δοῦ‐ | |
20 | ναι τὴν τιμὴν ἡμῖν, καὶ τὸ πάλιν ἀφελεῖν τὴν τιμὴν, καὶ τὸ μὴ πᾶσαν ἀφελεῖν αὐτὴν, καὶ τὸ τὸν φόβον ἡμῖν ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἄν τις ἐξ‐ ετάζῃ, πολλῆς γέμει σοφίας, πολλῆς κηδεμονίας, πολ‐ λῆς φιλανθρωπίας· ἧς γένοιτο πάντας ἡμᾶς ἀπο‐ | |
25 | λαύειν διηνεκῶς εἰς δόξαν τοῦ ταῦτα ἐργασαμένου Θεοῦ· αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων Ἀμήν. | |
27t | ΛΟΓΟΣ Δʹ. | |
28n | Ὅτι δουλείας τρόπους τρεῖς εἰσήγαγεν ἡ ἁμαρ‐ | |
29n | τία· καὶ πρὸς τοὺς ῥᾳθύμως ἀκούοντας, καὶ | |
30n | μὴ τιμῶντας γονεῖς. | |
31 | αʹ. Ἠκούσατε χθὲς, πῶς μὲν ἐποίησε βασιλέα καὶ ἄρχοντα τῶν θηρίων τὸν ἄνθρωπον ὁ Θεὸς, πῶς δὲ αὐτὸν εὐθὺς τῆς βασιλείας ἐξέβαλε· μᾶλλον δὲ οὐχ ὁ Θεὸς, ἀλλ’ αὐτὸς ἑαυτὸν διὰ τῆς παρακοῆς ἐξέβαλε | |
35 | τῆς τιμῆς. Τὸ μὲν γὰρ τυχεῖν τῆς βασιλείας, τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο μόνης. Οὐ γὰρ κατορθω‐ μάτων αὐτῷ ταύτην ἔδωκε τὴν ἀμοιβὴν, ἀλλὰ καὶ πρὶν ἢ γενέσθαι, ἐκόσμησε τῇ τιμῇ. Ἵνα γὰρ μὴ λέγῃς, ὅτι μετὰ ταῦτα γενόμενος ὁ ἄνθρωπος, εἶτα | |
40 | πολλὰ κατορθώσας, οὕτως ἐπεσπάσατο τὸν Θεὸν εἰς τὸ δοῦναι αὐτῷ τὴν τῶν θηρίων ἀρχὴν, μέλλων αὐτὸν διαπλάττειν περὶ τῆς ἀρχῆς αὐτοῦ διαλέγεται οὕτω λέγων· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν, καὶ ἀρχέτωσαν τῶν θηρίων | |
45 | τῆς γῆς. Πρὸ τῆς ζωῆς ἡ τιμὴ, πρὸ τῆς δημιουργίας ὁ στέφανος, καὶ πρὶν ἢ γενέσθαι, ἐπὶ τὸν βασιλικὸν ἀνάγεται θρόνον. Ἄνθρωποι μὲν γὰρ τοὺς ὑποκειμέ‐ νους αὐτοῖς ἐν ἐσχάτῳ γήρᾳ μετὰ πολλοὺς πόνους καὶ μυρίους κινδύνους, τοὺς ἐν εἰρήνῃ, τοὺς ἐν πολέμοις, | |
54.593(50) | τότε τιμῶσιν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ’ εὐθέως γε‐ νόμενον αὐτὸν ἐπὶ τὴν τιμὴν ταύτην ἤγαγε, δεικνὺς ὅτι οὐ κατορθωμάτων ἐστὶν ἀμοιβὴ τὸ γινόμενον, ἀλλὰ θεία χάρις, καὶ οὐκ ὀφειλή. Τὸ μὲν οὖν λαβεῖν αὐτὸν τὴν ἀρχὴν, ἀπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο | |
55 | μόνης· τὸ δὲ ἐκπεσεῖν τῆς ἀρχῆς, ἀπὸ τῆς αὐτοῦ ῥᾳθυμίας. Ὥσπερ γὰρ οἱ βασιλεῖς τοὺς οὐχ ὑπακούον‐ τας τοῖς αὐτῶν προστάγμασι παραλύουσι τῆς ἀρ‐ χῆς· οὕτω καὶ ὁ Θεὸς ἐποίησεν ἐπὶ τοῦ ἀνθρώπου, τότε παραλύσας αὐτὸν τῆς ἀρχῆς. Ἀναγκαῖον δὲ | |
60 | σήμερον εἰπεῖν, πόσην καὶ ἄλλην τιμὴν ἡ τῆς ἁμαρ‐ | |
τίας παρείλετο φύσις, καὶ ὅσους δουλείας εἰσήγαγε | Column end | |
54.594 | τρόπους, ὥσπερ τις τύραννος ἐν πολυτρόποις δεσμοῖς, ταῖς παντοδαπαῖς ἀρχαῖς τὴν ἡμετέραν δεσμεύουσα φύσιν. Ἔστι τοίνυν ἀρχὴ καὶ δουλεία πρώτη, καθ’ ἣν καὶ γυναικῶν οἱ ἄνδρες κρατοῦσι· μετὰ γὰρ τὴν | |
5 | ἁμαρτίαν ἡ ταύτης ἐγένετο χρεία. Πρὸ γὰρ τῆς πα‐ ρακοῆς ὁμότιμος ἦν τῷ ἀνδρί· καὶ γὰρ ὅτε ταύτην διέπλαττεν ὁ Θεὸς, οἷς ἐχρήσατο ῥήμασι καὶ ἐπὶ τῆς διαπλάσεως τοῦ ἀνδρὸς, τούτοις καὶ ἐπὶ τῆς δημιουρ‐ γίας τῆς γυναικός. Ὥσπερ οὖν εἶπεν ἐπ’ ἐκείνῳ, Ποιή‐ | |
10 | σωμεν ἄνθρωπον κατ’ εἰκόνα καὶ καθ’ ὁμοίωσιν ἡμετέραν, καὶ οὐκ εἶπε, Γενηθήτω ἄνθρωπος· οὕτω καὶ ἐπὶ ταύτης οὐκ εἶπε, Γενηθήτω γυνὴ, ἀλλὰ καὶ ἐνταῦθα, Ποιήσωμεν αὐτῷ βοηθόν· καὶ οὐχ ἁπλῶς βοηθὸν, ἀλλὰ, Κατ’ αὐτὸν, πάλιν τὸ ὁμότιμον δηλῶν. | |
15 | Ἐπειδὴ γὰρ πολλὴν εἰς τὴν τῆς ζωῆς ἡμῶν χρείαν τὰ ἄλογα τὴν τῆς βοηθείας εἰσήγαγε κοινωνίαν, ἵνα μὴ τῶν δούλων νομίσῃς εἶναι καὶ τὴν γυναῖκα, ὅρα πῶς ποιεῖ τὴν διάκρισιν φανεράν. Ἤγαγε τὰ θηρία, φη‐ σὶν, ἐνώπιον τοῦ Ἀδὰμ, καὶ οὐχ εὑρέθη βοηθὸς | |
20 | ὅμοιος αὐτῷ κατ’ αὐτόν. Τί οὖν; ὁ ἵππος οὐ βοηθὸς, συμπαραταττόμενος ἐν τοῖς πολέμοις; ὁ βοῦς οὐ βοη‐ θὸς, ἄροτρον ἕλκων καὶ συγκάμνων ἡμῖν ἐν ταῖς τῶν σπερμάτων καταβολαῖς; ὄνος καὶ ἡμίονος οὐ βοηθοὶ, πρὸς τὴν τῶν ἀγωγίμων ἡμῖν συμπράττοντες μετα‐ | |
25 | κομιδήν; Ἀλλ’ ἵνα μὴ τοῦτο λέγῃς, διὰ τοῦτο ἀκριβῆ ποιεῖται τὴν διαίρεσιν. Οὐδὲ γὰρ εἶπεν ἁπλῶς, ὅτι οὐχ εὑρέθη αὐτῷ βοηθὸς, ἀλλ’ ὅτι Οὐχ εὑρέθη βοη‐ θὸς ὅμοιος αὐτῷ. Οὕτω καὶ ἐνταῦθα, Ποιήσωμεν αὐτῷ βοηθὸν, οὐχ ἁπλῶς, ἀλλὰ, Ποιήσωμεν αὐτῷ | |
30 | βοηθὸν κατ’ αὐτὸν, εἶπε. Ταῦτα δὲ πρὸ τῆς ἁμαρ‐ τίας· μετὰ δὲ τὴν ἁμαρτίαν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐποίησά σε, φησὶν, ὁμότιμον· οὐκ ἐχρήσω καλῶς τῇ ἀρχῇ· μετάβηθι πρὸς τὴν ὑποταγήν. Οὐκ ἤνεγκας | |
35 | τὴν ἐλευθερίαν, κατάδεξαι τὴν δουλείαν. Οὐκ οἶδας ἄρχειν, καὶ δι’ αὐτῆς τῶν πραγμάτων ἔδειξας τῆς πείρας· γενοῦ τῶν ἀρχομένων, καὶ τὸν ἄνδρα ἐπί‐ γνωθι κύριον. Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Καὶ ὅρα Θεοῦ ἐν‐ | |
40 | ταῦθα φιλανθρωπίαν. Ἵνα γὰρ μὴ ἀκούσασα τὸ, Αὐτός σου κυριεύσει, φορτικὴν εἶναι νομίσῃ τὴν δε‐ σποτείαν, πρότερον τὸ τῆς κηδεμονίας ἔθηκεν ὄνομα εἰπὼν, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, τουτέστιν, Ἡ καταφυγή σου καὶ ὁ λιμὴν καὶ ἡ ἀσφά‐ | |
45 | λεια ἐκεῖνος ἔσται σοι· ἐν πᾶσι τοῖς ἐπιοῦσι δεινοῖς πρὸς ἐκεῖνον ἀποστρέφεσθαι καὶ καταφεύγειν σοι δί‐ δωμι. Οὐ ταύτῃ δὲ μόνον, ἀλλὰ καὶ φυσικαῖς αὐτοὺς συνέδησεν ἀνάγκαις καθάπερ ἄῤῥηκτόν τινα δεσμὸν, τὴν ἐκ τῆς ἐπιθυμίας περιβαλὼν αὐτοῖς ἅλυσιν. Εἶδες | |
54.594(50) | πῶς εἰσήγαγε μὲν τὴν ὑποταγὴν ἡ ἁμαρτία, ὁ δὲ εὐ‐ μήχανος καὶ σοφὸς Θεὸς καὶ τούτοις πρὸς τὸ συμφέ‐ ρον ἡμῖν ἀπεχρήσατο; Ἄκουσον πῶς καὶ Παῦλος περὶ ταύτης λέγει τῆς ὑποταγῆς, ἵνα μάθῃς πάλιν Παλαιᾶς καὶ Καινῆς τὴν συμφωνίαν. Γυνὴ, | |
55 | φησὶν, ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Εἶδες καὶ αὐτὸν ὑποτάξαντα τῷ ἀνδρὶ τὴν γυναῖκα; Ἀλλ’ ἀνάμεινον, καὶ τὴν αἰτίαν ἀκούσῃ. Διὰ τί, Ἐν πάσῃ ὑποταγῇ; Γυναῖκα γὰρ, φησὶ, διδάσκειν οὐκ ἐπιτρέπω. Διὰ τί; Ἐδίδαξε γὰρ ἅπαξ κακῶς | |
60 | τὸν Ἀδάμ. Οὐδὲ αὐθεντεῖν τοῦ ἀνδρός. Τί δήποτε; | 593 |
54.595 | Καὶ γὰρ ηὐθέντησεν ἅπαξ κακῶς. Ἀλλ’ εἶναι ἐν ἡσυχίᾳ. Ἀλλ’ εἰπὲ καὶ τὴν αἰτίαν. Ἀδὰμ γὰρ, φη‐ σὶν, οὐκ ἠπατήθη, ἡ δὲ γυνὴ ἀπατηθεῖσα ἐν παρα‐ βάσει γέγονε. Διὰ τοῦτο αὐτὴν ἀπὸ τοῦ τῆς διδασκα‐ | |
5 | λίας κατεβίβασε θρόνου. Ὁ γὰρ διδάσκειν οὐκ εἰδὼς, μανθανέτω, φησίν· εἰ δὲ μὴ βούλοιτο μανθάνειν, ἀλλὰ διδάσκειν ἐθέλοι, καὶ ἑαυτὸν καὶ τοὺς μανθάνοντας προσαπολεῖ· ὅπερ οὖν καὶ ἐπὶ τῆς γυναικὸς τότε γέ‐ γονεν. Ἀλλ’ ὅτι μὲν ὑποτέτακται τῷ ἀνδρὶ, καὶ διὰ | |
10 | τὴν ἁμαρτίαν ὑπετάγη, δῆλον ἐντεῦθεν· βούλομαι δὲ ἐκεῖνο ἀκοῦσαι, τὸ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀπο‐ στροφή σου, καὶ αὐτός σου κυριεύσει. βʹ. Βούλομαι μαθεῖν πῶς καὶ περὶ τῆς κηδεμονίας ταύτης ὁ Παῦλος διαλέγεται, καὶ τὴν δεσποτείαν ἀνα‐ | |
15 | μίγνυσι τῇ φιλοστοργίᾳ. Ποῦ οὖν τοῦτο ποιεῖ; Κο‐ ρινθίοις ἐπιστέλλων φησίν· Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας· ἰδοὺ τὸ, Πρὸς τὸν ἄνδρα σου ἡ ἀπο‐ στροφή σου. Αἱ γυναῖκες ἵνα φοβῶνται τοὺς ἄν‐ δρας· ἰδοὺ τὸ, Αὐτός σου κυριεύσει. Εἶδες πῶς | |
20 | ἀνεπαχθὴς ἡ δεσποτεία, ὅταν ἐραστὴς μανικὸς τῆς δουλευούσης ὁ δεσπότης ᾖ, ὅταν φόβος ᾖ μετὰ ἀγά‐ πης; Οὕτω γὰρ τὸ φορτικὸν ἀνῄρηται τῆς δουλείας. Μίαν μὲν οὖν εἰσήγαγε τὴν ἀρχὴν ἡ παρακοή. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι πρὸς τὸ δέον ἐῤῥύθμισεν αὐ‐ | |
25 | τὴν ὁ Θεὸς, ἀλλ’ ὅτι αὐτὴν τῆς δουλείας τὴν φύσιν ἡ ἁμαρτία κατεσκεύασεν· ἥ ἐστι καὶ δεύτερον δουλείας εἶδος τοῦ προτέρου φορτικώτερον, καὶ αὐτὸ δὲ τὴν ἀρχὴν καὶ τὴν ὑπόθεσιν ἐκ τῆς ἁμαρτίας ἔχει. Μετὰ γὰρ τὸν κατακλυσμὸν τὸν ἐπὶ τοῦ Νῶε, καὶ τὸ κοινὸν | |
30 | τῆς οἰκουμένης ἁπάσης ναυάγιον καὶ τὴν πανωλε‐ θρίαν ἐκείνην, ἥμαρτεν εἰς τὸν γεγεννηκότα ὁ Χὰμ, καὶ γυμνωθέντα ἰδὼν τὸν πατέρα, μᾶλλον ἐγύμνωσε τῇ πρὸς τοὺς ἀδελφοὺς κατηγορίᾳ, καὶ ἐντεῦθεν οἰκέ‐ της ἐγένετο τῶν ἀδελφῶν. Ἐλυμήνατο γὰρ τῆς φύ‐ | |
35 | σεως τὴν εὐγένειαν ἡ τῆς προαιρέσεως πονηρία· καὶ μάλα εἰκότως. Ἡ μὲν οὖν Γραφὴ μυρίας ὑπὲρ τοῦ δικαίου συντίθησιν ἀπολογίας, μᾶλλον δὲ ἑνὶ ῥήματι πᾶσαν αὐτῷ δίδωσι συγγνώμην. Ἤρξατο γὰρ, φησὶ, Νῶε ἄνθρωπος γεωργός. Τὸ δὲ, Ἤρξατο, τοῦτο | |
40 | πολλὴν ἔχει τὴν ἀπολογίαν τὴν ἐπὶ τῇ μέθῃ. Οὔτε γὰρ πόσον πιεῖν ἐχρῆν τὸν οἶνον ᾔδει, οὔτε πῶς πιεῖν, ἄκρατον, ἢ μεμιγμένον ὕδατι, οὔτε πότε πιεῖν, εὐ‐ θέως τῶν ὑποληνίων ἐξαντληθέντα, ἢ μικρὸν ἀναμεί‐ ναντα χρόνον. Ἡ μὲν οὖν Γραφὴ διὰ τούτων ἀπολο‐ | |
45 | γεῖται ὑπὲρ τοῦ Νῶε· ὁ δὲ ἐξ αὐτοῦ γεννηθεὶς, ὁ δι’ ἐκείνου σωθεὶς (διὰ γὰρ τὴν εἰς τὸν πατέρα τιμὴν οὐ συναπώλετο τῷ τῶν λοιπῶν κλυδωνίῳ), οὐ πρὸς τὴν φύσιν ἰδὼν αὐτὴν, οὐ τῆς σωτηρίας ἀναμνησθεὶς, οὐ τῷ φόβῳ σωφρονισθεὶς, ὁρῶν ἔτι τὰ λείψανα τῆς τοῦ | |
54.595(50) | Θεοῦ μένοντα ὀργῆς, καὶ τῆς συμφορᾶς τὰ ἴχνη φαι‐ νόμενα, καὶ τὸν τῶν γεγενημένων ἀκμάζοντα φόβον, ἐξύβρισεν εἰς τὸν γεγεννηκότα Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· Μὴ δοξάζου ἐν ἀτιμίᾳ πα‐ τρός σου· οὐ γάρ ἐστί σοι δόξα πατρὸς ἀτιμία. | |
55 | Ἀλλ’ οὐδὲ τοῦτο ἔγνω ἐκεῖνος· ἀλλ’ ἥμαρτεν ἁμαρ‐ τίαν πάσης συγγνώμης καὶ ἀπολογίας μείζονα. Διὰ τοῦτο τιμωρίαν ἔδωκε τῆς ἁμαρτίας τὴν δουλείαν, | |
καὶ τῶν ἀδελφῶν οἰκέτης ἐγένετο, καὶ τὴν ἀπὸ τῆς | Column end | |
54.596 | φύσεως προεδρίαν τῇ τῆς γνώμης κακίᾳ προέδωκεν. Ἰδοὺ καὶ δεύτερος δουλείας τρόπος. Βούλει καὶ τρί‐ τον μαθεῖν; Φορτικώτερος δὲ οὗτος τῶν δύο τῶν προ‐ τέρων ἐστὶ, καὶ πολὺ φοβερώτερος. Ἐπειδὴ γὰρ ἐκεί‐ | |
5 | νοις οὐκ ἐσωφρονίσθη, ἐπέτεινεν ἡμῖν ὁ Θεὸς τὰ δεσμά. Τίς οὖν οὗτός ἐστιν; Ὁ τῶν ἀρχόντων, ὁ τῶν ἐξουσιῶν· οὐ τοιοῦτος, οἷος ὁ τῆς γυναικὸς, οὐδὲ τοιοῦτος, οἷος ὁ τῶν δούλων, ἀλλὰ πολλῷ φοβερώτε‐ ρος. Ξίφη γὰρ ἔστιν ἰδεῖν ἠκονημένα πανταχοῦ, δη‐ | |
10 | μίους, κολάσεις, βασανιστήρια, τιμωρίας, τὴν μέχρι θανάτου καὶ ζωῆς ἐξουσίαν. Καὶ ὅτι καὶ οὗτος τῆς ἀρχῆς ὁ τρόπος ἀναγκαῖος διὰ τὴν ἁμαρτίαν ἐγένετο, ἄκουσον πάλιν αὐτοῦ τοῦ Παύλου περὶ τούτου φιλο‐ σοφοῦντος. Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξου‐ | |
15 | σίαν, τὸ ἀγαθὸν ποίει, φησὶ, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Ἐὰν τὸ κακὸν ποιῇς, φοβοῦ· οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Ὁρᾷς ὅτι διὰ τοὺς τὸ κακὸν πράττοντας καὶ ἄρχων καὶ μάχαιρα; Ἄκουσον γοῦν σαφέστερον τοῦτο πάλιν. Ἔκδικος γὰρ, φησὶν, ἔστι | |
20 | τῷ τὸ κακὸν πράσσοντι. Καὶ οὐκ εἶπεν, Οὐ γὰρ εἰκῆ ἄρχων ἐστίν· ἀλλὰ τί; Οὐ γὰρ εἰκῆ τὴν μάχαιραν φορεῖ. Ὡπλισμένον σοι τὸν δικαστὴν ἐπέστησε. Καθά‐ περ γὰρ φιλόστοργος πατὴρ παῖδας εἰς αὐτὸν ῥᾳθυ‐ μοῦντας, καὶ διὰ τὴν πατρικὴν φιλοστοργίαν κατα‐ | |
25 | φρονοῦντας αὐτοῦ, διὰ τὴν ἀγαθότητα παιδαγωγοῖς καὶ διδασκάλοις ἐκδίδωσι φοβεροῖς· οὕτω καὶ ὁ Θεὸς τὴν φύσιν τὴν ἡμετέραν καταφρονοῦσαν αὐτοῦ, διὰ τὴν ἀγαθότητα, καθάπερ διδασκάλοις καὶ παιδαγω‐ γοῖς, τοῖς ἄρχουσιν ἐξέδωκεν, ὥστε αὐτοὺς ἐπιστρέ‐ | |
30 | ψαι αὐτῶν τὴν ῥᾳθυμίαν. Ἀλλ’, εἰ βούλεσθε, καὶ ἀπὸ τῆς Παλαιᾶς αὐτὸ τοῦτο ἴδωμεν, ὅτι διὰ τὴν πο‐ νηρίαν τὴν ἡμετέραν καὶ τῆς ἀρχῆς ἐγένετο χρεία ταύτης. Τῶν προφητῶν τις παροξυνόμενος ἐπὶ τοῖς ἀδίκοις, οὕτω πώς φησι· Παρασιωπήσεις ἐν τῷ | |
35 | καταπίνειν τὸν ἀσεβῆ τὸν δίκαιον, καὶ ποιήσεις τοὺς ἀνθρώπους, ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ἑρπετὰ οὐκ ἔχοντα ἡγούμενον; Οὐκοῦν διὰ τοῦτο ἡγούμενος, ἵνα μὴ ὡς ἑρπετὰ ὦμεν· διὰ τοῦτο ἄρχων· ἵνα μὴ ὡς οἱ ἰχθύες καταπίνωμεν ἀλλήλους. | |
40 | Ὥσπερ γὰρ διὰ τὰ νοσήματα τὰ φάρμακα, οὕτω διὰ τὰ ἁμαρτήματα αἱ κολάσεις. Ἐπεὶ ὅτι γε ὁ συζῶν ἀρετῇ τῆς ἐκεῖθεν ἐπιστασίας οὐ δεῖται, ἄκουσον τί φησιν ὁ Παῦλος· Εἰ δὲ θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν, τὸ ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ | |
45 | αὐτῆς. Θεατής σου, φησὶν, ὁ δικαστής ἐστιν. Ἐὰν ὀρθῶς ζῇς, οὐ θεατὴς μόνον, ἀλλὰ καὶ ἐπαινέ‐ της. Καὶ τί λέγω τὴν ἀπὸ τῶν ἀρχόντων χρείαν, ὅπουγε καὶ ἑτέρων μειζόνων ἀνώτεροι οἱ φιλοσοφίαν διώκοντές εἰσιν; Ἄρχοντες γὰρ ἀρχόντων εἰσὶν οἱ | |
54.596(50) | νόμοι. Ἀλλ’ ὅμως οὐδὲ νόμων δεῖται ὁ μετ’ ἐπιει‐ κείας ζῶν· καὶ τοῦτο ἄκουσον τοῦ Παύλου λέγοντος, Δικαίῳ νόμος οὐ κεῖται. Εἰ δὲ νόμος οὐ κεῖται, πολλῷ μᾶλλον ἄρχων οὐκ ἐφέστηκεν. Ἰδοὺ τρίτος ἀρχῆς τρόπος, καὶ οὗτος ἀπὸ τῆς ἁμαρτίας καὶ πονηρίας | |
55 | ἔχων τὴν ὑπόθεσιν. | 595 |
54.597 | γʹ. Πῶς οὖν ὁ Παῦλός φησιν, ὅτι Οὐκ ἔστιν ἐξου‐ σία, εἰ μὴ ἀπὸ Θεοῦ; Ὅτι αὐτὸς αὐτὴν πρὸς τὸ λυσι‐ τελὲς ἡμῖν κατέστησεν. Εἰσήγαγε μὲν γὰρ αὐτῆς τὴν χρείαν ἡ ἁμαρτία· ὁ δὲ Θεὸς πρὸς τὸ συμφέρον ἡμῖν | |
5 | ἀπεχρήσατο. Καὶ καθάπερ ἡ χρεία τῶν φαρμάκων ἀπὸ τῶν τραυμάτων γίνεται, ἡ δὲ ἐπαγωγὴ τῶν φαρμά‐ κων ἀπὸ τῆς τῶν ἰατρῶν σοφίας· οὕτω καὶ ἡ χρεία τῆς δουλείας ἀπὸ τῆς ἁμαρτίας γέγονε· τὸ δὲ εἰς δέον αὐτὴν ῥυθμίσαι, ἀπὸ τῆς τοῦ Θεοῦ σοφίας. Ἀλλὰ γὰρ | |
10 | διανάστητε, καὶ τὴν ῥᾳθυμίαν ἀπόθεσθε. Τίνος ἕνεκα τοῦτο λέγω; Περὶ Γραφῶν ὑμῖν διηγούμεθα, ὑμεῖς δὲ τοὺς ὀφθαλμοὺς ἀποστήσαντες ἡμῶν, πρὸς τὰς λαμ‐ πάδας καὶ τὸν τὰς λαμπάδας ἅπτοντα μετεστήσατε. Καὶ πόσης τοῦτο ῥᾳθυμίας, ἡμᾶς ἀφέντας, τούτῳ | |
15 | προσέχειν; Πῦρ ἀνάπτω κἀγὼ τὸ ἀπὸ τῶν Γραφῶν, καὶ ἐπὶ τῆς γλώττης τῆς ἡμετέρας λαμπάδιον καίεται τὸ τῆς διδασκαλίας. Τοῦτο μεῖζον καὶ βέλτιον τὸ φῶς ἐκείνου τοῦ φωτός· οὐ γὰρ δὴ θρυαλλίδα διάβροχον ἐλαίῳ, καθάπερ οὗτος, ἐξάπτομεν, ἀλλὰ ψυχὰς ἐν εὐ‐ | |
20 | σεβείᾳ ἀρδομένας τῇ τῆς ἀκροάσεως ἀνάπτομεν ἐπι‐ θυμίᾳ. Διελέγετό ποτε καὶ ὁ Παῦλος ἐν ὑπερῴῳ τινί. Ἀλλὰ μηδεὶς νομιζέτω με Παύλῳ παραβάλλειν ἐμαυ‐ τόν· οὐ γὰρ οὕτω μέμηνα· ἀλλ’ ἵνα μάθητε πόσην περὶ τὴν ἀκρόασιν σπουδὴν ἐπιδείκνυσθαι χρή. Δι‐ | |
25 | ελέγετο τοίνυν ὁ Παῦλος ἐν ὑπερῴῳ, καὶ ἑσπέρα κατ‐ έλαβε, καθάπερ καὶ νῦν, καὶ λαμπάδες ἦσαν ἐν τῷ ὑπερῴῳ· εἶτα ὁ Εὔτυχος ἀπὸ τῆς θυρίδος κατέπεσε, καὶ οὐ διέλυσε τὸ πτῶμα τὸν σύλλογον, οὐδὲ ἀνέστησε τὸ θέατρον ὁ θάνατος· ἀλλ’ οὕτως ἦσαν προσηλωμέ‐ | |
30 | νοι τῇ τῶν θείων ἀκροάσει λογίων, ὡς μηδὲ αἰσθη‐ θῆναι τοῦ πτώματος· ὑμεῖς δὲ οὐδὲν ξένον ἰδόντες, οὐδὲ παράδοξον, ἀλλ’ ἄνθρωπον τὰ συνήθη ποιοῦντα, τὰς ὄψεις ἐκεῖ μετεθήκατε. Καὶ ποίας ἂν εἴη τοῦτο συγγνώμης ἄξιον; Μηδεὶς τοίνυν, ἀγαπητοὶ, φορτι‐ | |
35 | κήν τινα τὴν ἐπιτίμησιν νομιζέτω· οὐ γὰρ μισοῦντες, ἀλλὰ κηδόμενοι ἐγκαλοῦμεν. Ἀξιοπιστότερα γὰρ τραύματα φίλων, ἣ ἑκούσια φιλήματα ἐχθρῶν. Διανάστητε τοίνυν, παρακαλῶ, καὶ τοῦτο ἀφέντες τὸ πῦρ, τῷ φωτὶ προσέχετε τῶν θείων Γραφῶν. Ἕτε‐ | |
40 | ρον γὰρ ὑμῖν ἀρχῆς βούλομαι τρόπον εἰπεῖν, οὐκ ἀπὸ ἁμαρτίας λαμβάνοντα τὴν ὑπόθεσιν, ἀλλὰ παρὰ τῆς φύσεως αὐτῆς. Τίς οὖν οὗτός ἐστιν; Ὁ τῶν τε‐ κόντων εἰς ἔκγονα. Ὠδίνων γάρ ἐστιν ἀμοιβὴ ἡ τοι‐ αύτη τιμή. Διὰ τοῦτο καί τις σοφὸς λέγει· Ὡς δε‐ | |
45 | σπόταις δούλευσον τοῖς γεννήσασί σε. Εἶτα καὶ τὴν αἰτίαν ἐπάγει λέγων· Τί γὰρ αὐτοῖς ἀνταποδώ‐ σεις, καθὼς αὐτοί σοι; Καίτοι τί ποτέ ἐστιν, ὃ μὴ δύναται παῖς ἀποδοῦναι πατρί; Οὐδὲν οὖν ἄλλο ἢ τοῦτο λέγει· Καθὼς αὐτοί σε ἐγέννησαν, σὺ αὐτοὺς | |
54.597(50) | γεννῆσαι οὐ δυνήσῃ. Ἐπεὶ οὖν κατὰ τοῦτο ἠλαττώ‐ μεθα, ἑτέρωθεν πλεονεκτήσωμεν ταῖς εἰς αὐτοὺς τι‐ μαῖς, μὴ διὰ τὸν τῆς φύσεως νόμον μόνον, ἀλλὰ πρὸ τῆς φύσεως διὰ τὸν τοῦ Θεοῦ φόβον. Καὶ γὰρ σφόδρα ὁ Θεὸς βούλεται τοὺς τεκόντας τιμᾶσθαι παρὰ τῶν | |
55 | τεχθέντων· καὶ τοὺς μὲν τοῦτο ποιοῦντας μεγάλοις ἀγαθοῖς καὶ δωρεαῖς ἀμείβεται, τοὺς δὲ παραβαίνον‐ τας τὸν νόμον μεγάλοις καὶ δεινοῖς κολάζει κακοῖς. | |
Ὁ κακολογῶν, φησὶ, πατέρα ἢ μητέρα, θανάτῳ | Column end | |
54.598 | τελευτάτω. Τοῖς δὲ τιμῶσιν αὐτοὺς οὕτω πώς φησι· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται· καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς. Ὅπερ μέγιστον ἀγαθὸν εἶναι νομίζεται, γῆρας λιπαρὸν | |
5 | καὶ μῆκος ζωῆς, τοῦτο ἔθηκεν ἔπαθλον τοῖς τιμῶσιν αὐτούς· καὶ ὅπερ ἔσχατον εἶναι δοκεῖ κακὸν, θάνατος ἄωρος, τοῦτο ἔθηκεν ἐπιτίμιον τοῖς ὑβρίζουσιν εἰς αὐ‐ τούς· τοὺς μὲν ἐπισπώμενος εἰς εὔνοιαν τῇ τῆς τιμῆς ἐπαγγελίᾳ, τοὺς δὲ καὶ ἄκοντας ἀπάγων τῆς ὕβρεως | |
10 | τῷ τῆς τιμωρίας φόβῳ. Οὐδὲ γὰρ ἁπλῶς ἀποθνήσκειν κελεύει τὸν πατραλοίαν, οὐδὲ δημίους αὐτὸν ἀπὸ τοῦ δικαστηρίου λαβόντας ἐξάγειν διὰ τῆς ἀγορᾶς, οὐδὲ τῆς πόλεως ἔξω τὴν κεφαλὴν ἀποτέμνειν· ἀλλ’ ἄγει μὲν αὐτὸν εἰς μέσην τὴν πόλιν αὐτὸς ὁ πατὴρ, καὶ | |
15 | χωρὶς ἀποδείξεως πάσης πιστεύεται· καὶ μάλα δι‐ καίως. Ὁ γὰρ καὶ χρήματα καὶ σώματα καὶ πᾶν ὁτιοῦν ἑλόμενος ὑπὲρ τοῦ παιδὸς καταδαπανῆσαι, οὐκ ἄν ποτε κατήγορος αὐτοῦ γέγονεν, εἰ μὴ πολλὴ τῆς ὕβρεως ἦν ἡ ὑπερβολή. Ἄγει τοίνυν αὐτὸν εἰς τὸ μέσον τῆς πό‐ | |
20 | λεως, εἶτα καλεῖ τὸν δῆμον ἅπαντα, καὶ λέγει τὴν κατηγορίαν· οἱ δὲ ἀκούοντες πάντες, ἕκαστος λίθον λαβὼν, οὕτω βάλλουσι τὸν πατραλοίαν. Οὐ γὰρ δὴ θεατὰς μόνον τῆς τιμωρίας, ἀλλὰ καὶ αὐτουργοὺς εἶναι βούλεται ὁ νομοθέτης, ἵνα εἰς τὴν δεξιὰν ἕκαστος | |
25 | ἰδὼν τὴν ἑαυτοῦ, δι’ ἧς τὸν λίθον καὶ αὐτὸς ἔβαλε κατὰ τῆς τοῦ πατραλοίου κεφαλῆς, ἱκανὸν ὑπόμνημα πρὸς διόρθωσιν ἔχῃ. Οὐ μόνον δὲ τοῦτο, ἀλλὰ καὶ ἕτε‐ ρον ἡμῖν ὁ νομοθέτης αἰνίττεται, ὅτι ὁ τοὺς γονέας ὑβρίζων οὐκ ἐκείνους ἠδίκηκε μόνον, ἀλλὰ καὶ πάν‐ | |
30 | τας ἀνθρώπους. Διὰ τοῦτο πάντας ἐπὶ τὴν κοινωνίαν τῆς τιμωρίας καλεῖ, καθάπερ ὑβρισμένους ἅπαντας, καὶ δῆμον ὁμοῦ καὶ πόλιν περιίστησιν ἅπασαν, παι‐ δεύων καὶ τοὺς οὐδὲν ἔχοντας κοινὸν πρὸς τοὺς ἠδικη‐ μένους ἐπὶ γονεῦσιν ὑβριζομένοις ἀγανακτεῖν, ὡς τῆς | |
35 | κοινῆς φύσεως ὑβριζομένης, καὶ τὸν τοιοῦτον ἄνθρω‐ πον ὥσπερ λοιμόν τινα καὶ κοινὴν νόσον, μὴ τῆς πόλεως μόνον, ἀλλὰ καὶ τοῦ φωτὸς ἀπελαύνειν αὐ‐ τοῦ. Πολέμιος γὰρ ὁ τοιοῦτος καὶ κοινὸς ἁπάντων ἐστὶν ἐχθρὸς, καὶ τοῦ Θεοῦ, καὶ τῆς φύσεως, | |
40 | καὶ τῶν νόμων, καὶ τῆς κοινῆς ἁπάντων ἡμῶν ζωῆς. Διὰ τοῦτο πάντας συνεφάπτεσθαι κελεύει τῆς σφαγῆς, ὥσπερ τινὰ καθαρμὸν τῆς πόλεως ἐργαζόμενος. Πολλὰ ὑμῖν ἀγαθὰ γένοιτο, ὅτι μετὰ τοσαύτης ἡδονῆς τοὺς περὶ τοῦ πατραλοίου λόγους ἐδέξασθε, καὶ ἀντὶ τῶν | |
45 | λίθων ταῖς βοαῖς αὐτὸν ἐβάλλετε· τεκμήριον γὰρ τοῦτό ἐστι τοῦ πολλὴν περὶ τὸν ἑαυτοῦ πατέρα ἕκα‐ στον ὑμῶν τὴν εὔνοιαν ἐπιδεδεῖχθαι. Καὶ γὰρ τότε τοὺς νόμους μάλιστα θαυμάζειν εἰώθαμεν τοὺς τὰ ἁμαρτήματα κολάζοντας, ὅταν μὴ συνειδότες ἑαυτοῖς | |
54.598(50) | τὰ ἁμαρτήματα ὦμεν. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ φιλανθρώπῳ Θεῷ τῷ κηδομένῳ τῆς ζωῆς τῆς ἡμετέρας, καὶ προνοοῦντι γονέων, καὶ παίδων φροντίζοντι, καὶ πάντα ὑπὲρ τῆς ἡμετέρας οἰκονομοῦντι σωτηρίας. Αὐτῷ γὰρ πρέπει δόξα, τιμὴ, | |
55 | καὶ προσκύνησις σὺν τῷ ἀνάρχῳ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν | |
αἰώνων. Ἀμήν. | 597 | |
54.599(1t) | ΛΟΓΟΣ Εʹ. | |
2n | Ὅτι οὐ διὰ τὸν Ἀδὰμ κολαζόμεθα, καὶ ὅτι μεί‐ | |
3n | ζονα τῶν δι’ ἐκείνου εἰσενεχθέντων λυπηρῶν | |
4n | τὰ χρηστὰ, ἐὰν ἑαυτοῖς προσέχωμεν· καὶ κατὰ | |
5n | τῶν παρατρεχόντων τοὺς πένητας. | |
6 | αʹ. Ὑμεῖς μὲν ἴσως νομίζετε τὸν περὶ τῆς δεσποτείας ἡμῖν ἅπαντα ἀπηρτίσθαι λόγον· ἐγὼ δὲ ἔτι πολὺν ὁρῶ τὸν καρπὸν ἐν αὐτῷ φαινόμενον. Ἀλλὰ μὴ ἀπο‐ κάμητε, παρακαλῶ, ἕως αὐτὸν ἅπαντα ἐκτρυγήσω‐ | |
10 | μεν. Καὶ γὰρ οἱ φιλόπονοι τῶν γεωργῶν ὅταν ἴδωσιν ἄμπελον πολλοῖς μὲν τοῖς φύλλοις κομῶσαν, πολλῷ δὲ τῷ καρπῷ βριθομένην, οὐχὶ τοὺς ἔξωθεν βότρυας ἐκτέμνουσι μόνον, ἀλλὰ καὶ ἐνδοτέρω χωροῦσι τὰ κλήματα ἀνακλῶντες, καὶ τὰ φύλλα ἀναστέλλοντες, | |
15 | ὥστε μηδὲ μικρὰς σταφυλῆς ῥᾶγας ὑπὸ τοῖς πετάλοις κρυπτομένας λαθεῖν. Μὴ τοίνυν ἐκείνων φανῆτε ῥᾳθυμότεροι, μηδὲ ἀποστῆτε, ἕως ἂν τὸ πᾶν λάβητε· καὶ μάλιστα, ὅτι ὁ μὲν πόνος ἐμὸς, ὁ δὲ καρπὸς ὑμέ‐ τερος. | |
20 | Κατηγορήσαμεν χθὲς τῶν γυναικῶν, μᾶλλον δὲ οὐχὶ τῶν γυναικῶν, ἀλλὰ τῆς Εὔας, ὅτι διὰ τῆς ἁμαρτίας τὴν δουλείαν εἰσήγαγεν. Εἴποιεν ἂν αἱ γυναῖκες ἡμῖν Τίνος οὖν ἕνεκεν, ἐκείνης ἁμαρτησάσης, ἡμεῖς κατεδικάσθημεν, καὶ τὸ μὲν παράπτωμα γέγονεν | |
25 | ἑνὸς προσώπου, τὸ δὲ ἔγκλημα κοινὸν τῆς φύσεως ἁπάσης; Τοῦτο καὶ δοῦλοι εἴποιεν ἄν· Τί δήποτε, τοῦ Χαναὰν εἰς τὸν πατέρα ὑβρίσαντος, τὰ τῆς τιμω‐ ρίας εἰς ἅπαν διέβη τὸ γένος; Καὶ οἱ τοὺς ἄρχοντας δὲ φοβούμενοι τοῦτο ἂν αἰτιάσαιντο· Τί δήποτε, ἑτέ‐ | |
30 | ρων ἐν πονηρίᾳ ζησάντων, αὐτοὶ τῷ ζυγῷ τῆς ἀρχῆς παρεδόθησαν; Τί οὖν ἂν εἴποιμεν ἡμεῖς πρὸς τούτους ἅπαντας; Μία γὰρ ἔσται πάντων ζητημάτων ἡ λύσις· ὅτι ἥμαρτον μὲν οἱ πρότεροι, καὶ διὰ τῆς οἰκείας πα‐ ρακοῆς τὴν δουλείαν εἰσήγαγον· εἰσαχθεῖσαν δὲ οἱ | |
35 | μετὰ ταῦτα ταῖς παρ’ ἑαυτῶν ἐκύρωσαν ἁμαρ‐ τίαις. Εἰ μὲν γὰρ ἔχοιεν ἑαυτοὺς δεῖξαι διαπαντὸς ἁμαρτημάτων ὄντας καθαροὺς, ἴσως ἂν εἴη αὐτοῖς καλῶς δοκεῖν ἀντιλέγειν· εἰ δὲ καὶ αὐτοὶ πολλοῖς εἰσιν ἐπιτιμίοις ὑπεύθυνοι, περιττὰ τὰ τῆς ἀπολογίας | |
40 | ταύτης ἐστίν. Ἐγὼ γὰρ οὐκ εἶπον, ὅτι ἤδη μὲν ἡ ἁμαρτία δουλείαν οὐκ εἰσάγει, ἀλλ’ ὅτι πᾶσα ἁμαρτία δουλείᾳ συγκεκλήρωται, καὶ φύσιν ἁμαρτίας, οὐ δια‐ φορὰν ἁμαρτίας ᾐτιασάμην μόνον. Ὥσπερ οὖν ἅπαντα μὲν τὰ ἀνίατα νοσήματα εἰς θάνατον ἄγει, οὐχ | |
45 | ἅπαντα δὲ τῆς αὐτῆς ἐστι φύσεως· οὕτω καὶ τὰ ἁμαρτήματα ἅπαντα μὲν δουλείαν τίκτει, οὐχ ἅπαντα δὲ τῆς αὐτῆς ἐστι φύσεως. Ἥμαρτεν ἡ Εὔα ἁψαμένη τοῦ ξύλου, καὶ κατεκρίθη δι’ αὐτό. Διὰ τοῦτο μὴ ἁμαρτήσῃς σὺ πάλιν ἑτέραν ἴσως ἐκείνης ἁμαρτίαν | |
54.599(50) | χαλεπωτέραν. Τοῦτο καὶ ἐπὶ τῶν δούλων ἄξιον εἰπεῖν, τοῦτο καὶ ἐπὶ τῶν ἀρχομένων, ὅτι εἰσήγαγον μὲν οἱ πρῶτοι τὴν ἁμαρτίαν, οἱ δὲ μετ’ ἐκείνους διαδεξάμε‐ νοι κατέσχον τῆς δεσποτείας τὴν δύναμιν δι’ ὧν ἐπλημμέλησαν. Ἔχω καὶ ἑτέρως ἀπολογήσασθαι· ὅτι | |
55 | πολλοὶ πρὸς ἀρετὴν ἐπανελθόντες, ἀπηλλάγησαν τῆς δεσποτείας. Καὶ πρότερον, εἰ δοκεῖ, ἐπὶ τῶν γυναι‐ κῶν τὸν λόγον γυμνάσωμεν, ἵν’ ἴδῃς πῶς ὁ μακάριος Παῦλος, ὁ περιθεὶς αὐταῖς τὰ δεσμὰ, αὐτὸς αὐτὰ | |
πάλιν ἀνῆκε. Εἴ τις γυνὴ, φησὶν, ἄνδρα ἔχει ἄπι‐ | Column end | |
54.600 | στον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Διὰ τί; Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Καὶ πῶς, φησὶ, δύναται σῶσαι γυνή; Διδάσκουσα, κατηχοῦσα, ἐνάγουσα πρὸς τὸν τῆς εὐ‐ | |
5 | σεβείας λόγον. Καίτοι χθὲς, ὦ μακάριε Παῦλε, ἔλεγες, ὅτι Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω. Πῶς οὖν πάλιν διδάσκαλον αὐτὴν ποιεῖς τοῦ ἀνδρός; Οὐχὶ μα‐ χόμενος ἐμαυτῷ τοῦτο ποιῶ, ἀλλὰ καὶ σφόδρα συμ‐ φωνῶν. Ἄκουε γοῦν καὶ τίνος ἕνεκεν αὐτὴν ἐξέβαλε, | |
10 | καὶ τίνος ἕνεκεν αὐτὴν πάλιν ἐπανάγει πρὸς τὸν τῆς διδασκαλίας θρόνον, ἵνα μάθῃς τὴν Παύλου σοφίαν. Διδασκέτω, φησὶν, ὁ ἀνήρ. Διὰ τί; Οὐκ ἠπα‐ τήθη γάρ. Ἀδὰμ γὰρ, φησὶν, οὐκ ἠπατήθη. Μανθανέτω, φησὶν, ἡ γυνή. Διὰ τί; Ἠπατήθη | |
15 | γάρ. Ἡ γυνὴ γὰρ, φησὶν, ἀπατηθεῖσα ἐν παραβάσει γέγονεν. Ἐνταῦθα δὲ τὸ ἐναντίον. Ὅταν μὲν γὰρ ἄπιστος ᾖ ὁ ἀνὴρ, πιστὴ δὲ ἡ γυνὴ, διδασκέτω, φησὶν, ἡ γυνή. Διὰ τί; Ὅτι οὐκ ἠπάτηται· πιστὴ γάρ ἐστι. Μανθανέτω τοίνυν ὁ ἀνήρ· ἠπατήθη γάρ· | |
20 | ἄπιστος γάρ ἐστιν. Ἀντεστράφη, φησὶ, τὰ τῆς δι‐ δασκαλίας· ἀντεστράφθω λοιπὸν καὶ τὰ τῆς δεσπο‐ τείας. Εἶδες πῶς πανταχοῦ οὐ τῇ φύσει, ἀλλὰ τῇ ἀπάτῃ καὶ τῇ ἁμαρτίᾳ δείκνυσι τὴν δουλείαν ἀκολου‐ θοῦσαν; Ἦλθε τοίνυν πρὸς τὴν γυναῖκα ἡ ἀπάτη | |
25 | παρὰ τὴν ἀρχὴν, ἠκολούθησε τῇ ἀπάτῃ ἡ ὑποταγή· μετέστη μετὰ ταῦτα πρὸς τὸν ἄνδρα ἡ ἀπάτη, μετέστη καὶ ἡ ὑποταγή. Καὶ καθάπερ ἐν ἀρχῇ τῷ ἀνδρὶ τὴν σω‐ τηρίαν τῆς γυναικὸς ἐνεπίστευσεν, ἐπειδὴ οὐκ ἠπάτητο, οὑτωσὶ λέγων, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή | |
30 | σου, καὶ αὐτός σου κυριεύσει· οὕτω καὶ ἐνταῦθα ἐπὶ τῆς πιστῆς τῆς τὸν ἄπιστον ἄνδρα ἐχούσης, τὴν σω‐ τηρίαν τοῦ ἀνδρὸς ἐμπιστεύει τῇ γυναικὶ, λέγων· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Τί ταύτης τῆς ἀποδείξεως σαφέστερον γένοιτ’ ἂν, τοῦ | |
35 | μὴ τῇ φύσει τὴν δουλείαν, ἀλλὰ τῇ ἁμαρτίᾳ ἕπεσθαι; Τοῦτο καὶ ἐπὶ τῶν δούλων ἔστιν εἰπεῖν. Δοῦλος ἐκλήθης; Μή σοι μελέτω. Ὁρᾷς πῶς πάλιν δείκνυσι ψιλὸν ὄνομα τὴν δουλείαν οὖσαν, ὅταν ἀρετὴ παρῇ; Ἀλλ’ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον | |
40 | χρῆσαι, τουτέστι, μᾶλλον μένε ἐν τῇ δουλείᾳ. Διὰ τί; Ὁ γὰρ ἐν Κυρίῳ κληθεὶς δοῦλος, ἀπελεύθε‐ ρος Κυρίου ἐστίν. Εἶδες μέχρι προσηγορίας τὴν δουλείαν, ἐν τῷ πράγματι δὲ τὴν ἐλευθερίαν; Τίνος δὲ ἕνεκεν ἀφῆκε μένειν δοῦλον; Ἵνα τῆς ἐλευθερίας | |
45 | μάθῃς τὴν περιουσίαν. Ὥσπερ γὰρ τοῦ σβέσαι τὴν κάμινον τὴν ἐπὶ τῶν τριῶν παίδων πολὺ θαυμαστό‐ τερον ἦν τὸ μενούσης αὐτῆς ἀσινῆ διατηρῆσαι τὰ σώματα· οὕτω τοῦ λῦσαι τὴν δουλείαν τὸ μενούσης αὐτῆς δεῖξαι τὴν ἐλευθερίαν πολλῷ μεῖζόν ἐστι καὶ | |
54.600(50) | θαυμαστότερον. Διὰ τοῦτό φησιν· Εἰ καὶ δύνα‐ σαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι· τουτ‐ έστι, μένε δοῦλος· τὴν γὰρ ἀληθεστάτην ἔχεις ἐλευ‐ θερίαν. βʹ. Βούλει καὶ ἐπὶ τῶν ἀρχόντων τοῦτο ἰδεῖν; Βασι‐ | |
55 | λεὺς ἦν ὁ Ναβουχοδονόσορ, καὶ τὴν κάμινον ἀνῆψε μετὰ πολλῆς τῆς σφοδρότητος, καὶ τοὺς τρεῖς παῖδας εἰς μέσον παρήγαγε, νέους, ἐρήμους, οὐδεμίαν ἔχον‐ τας προστασίαν, δούλους, αἰχμαλώτους, ἀπόλιδας. Καὶ τί φησιν; Εἰ ἀληθῶς, Σεδρὰκ, Μισὰκ, Ἀβδε‐ | |
60 | ναγὼ, τοῖς θεοῖς μου οὐ λατρεύετε, καὶ τῇ εἰκόνι | 599 |
54.601 | τῇ χρυσῇ, ᾗ ἔστησα, οὐ προσκυνεῖτε; Τί οὖν ἐκεῖνοι; Θέασαι πῶς αὐτοὺς ἡ ἀρετὴ αἰχμαλώτους ὄντας βασιλικωτέρους ἐποίησε τοῦ βασιλέως, καὶ ὑψηλότερον αὐτῶν ἔδειξε τὸ φρόνημα. Οὐ γὰρ ὡς | |
5 | βασιλεῖ διαλεγόμενοι, ἀλλ’ ὥσπερ πρὸς ὑπήκοον τὸν λόγον ἔχοντες, οὕτω μετὰ παῤῥησίας ἀπεκρίνοντο. Οὐ χρεία, φασὶν, ἐστὶν ἡμῖν περὶ τοῦ ῥήματος τούτου ἀποκριθῆναι τῷ βασιλεῖ. Οὐ διὰ ῥημάτων, ἀλλὰ διὰ πραγμάτων ποιησόμεθα τὴν ἀπόδειξιν. Ἔστι | |
10 | Θεὸς ἐν οὐρανῷ δυνατὸς ἐξελέσθαι ἡμᾶς. Ἀνέμνη‐ σαν αὐτὸν τῆς ἐπὶ τοῦ Δανιὴλ εὐεργεσίας, αὐτὰ τὰ ῥήματα εἰπόντες, ἅπερ ὁ προφήτης εἶπε τότε. Τί γὰρ ἐκεῖνος ἔλεγεν; Οὐκ ἔστι μάγων Γαζαρηνῶν, Χαλδαίων τὸ ῥῆμα, ὃ ὁ βασιλεὺς ἀπαιτεῖ· ἀλλ’ | |
15 | ἔστι Θεὸς ἐν οὐρανοῖς ἀποκαλύπτων μυστήρια. Ταύτης οὖν αὐτὸν ἀναμιμνήσκουσι τῆς φωνῆς, ὥστε ποιῆσαι ἐπιεικέστερον. Εἶτά φησι· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ ἔστη‐ | |
20 | σας, οὐ προσκυνοῦμεν. Ὅρα σοφίαν τῶν νέων ἐκείνων. Ἵνα μὲν γὰρ μὴ καταγνῶσιν ἀσθένειαν τοῦ Θεοῦ οἱ τότε παρόντες, εἰ συμβαίη ἐμπεσόντας αὐτοὺς εἰς τὴν κάμινον ἀποθανεῖν, προλαβόντες ὡμολόγησαν αὐτοῦ τὴν δύναμιν, εἰπόντες, ὅτι Ἔστι Θεὸς ἐν | |
25 | οὐρανῷ, ὃς δύναται ἐξελέσθαι ἡμᾶς· ἵνα δὲ μὴ πάλιν διαφυγόντες τὴν φλόγα, νομισθῶσιν ἐπὶ μισθῷ καὶ ἀμοιβῇ τῷ Θεῷ δουλεύειν, ἐπήγαγον, ὅτι Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ, ᾗ | |
30 | ἔστησας, οὐ προσκυνοῦμεν· ὁμοῦ καὶ τοῦ Θεοῦ τὴν δύναμιν ἀνακηρύττοντες, καὶ τὸ παράστημα τῆς ἑαυτῶν δεικνύντες ψυχῆς, ἵνα μὴ, ὅπερ ἐπὶ τοῦ Ἰὼβ εἶπεν ὁ διάβολος συκοφαντῶν, τοῦτό τις καὶ περὶ τούτων εἴπῃ. Τί δὲ περὶ τοῦ Ἰὼβ εἶπεν ὁ διάβολος; | |
35 | ὅτι Οὐ δωρεὰν σέβεταί σε Ἰώβ· περιέφραξας γὰρ αὐτοῦ τὰ ἔσω καὶ τὰ ἔξω. Ἵν’ οὖν μὴ καὶ περὶ τού‐ των ἔχῃ τις τοῦτο λέγειν, ἐκεῖνοι προλαβόντες ἐν‐ έφραξαν τὸ ἀναίσχυντον στόμα. Ἀλλ’ ὅπερ ἔλεγον, κἂν αἰχμάλωτος ᾖ τις, κἂν | |
40 | δοῦλος, κἂν ξένος, κἂν ἐπὶ τῆς ἀλλοτρίας διατρίβῃ γῆς, καὶ τὴν ἀρετὴν ἔχῃ μεθ’ ἑαυτοῦ, πάντων βασι‐ λέων βασιλικώτερος ἔσται. Εἶδες καὶ τὴν τῶν γυ‐ ναικῶν δουλείαν λυθεῖσαν, καὶ τὴν τῶν οἰκετῶν, καὶ τὴν τῶν ἀρχομένων; Δεῦρό σοι δείξω λοιπὸν καὶ τὸν | |
45 | τῶν θηρίων φόβον ἐκβεβλημένον. Ἐνέβαλον τὸν Δανιὴλ εἰς τὸν λάκκον ἐπὶ τῆς αὐτῆς Βαβυλῶνός ποτε· ἀλλ’ οὐκ ἐτόλμων ἅψασθαι οἱ λέοντες αὐτοῦ. Τὴν ἀρχαίαν γὰρ καὶ βασιλικὴν εἰκόνα διαλάμπουσαν εἶδον ἐν αὐτῷ, ἐκείνους τοὺς χαρακτῆρας ἔβλεπον, | |
54.601(50) | οὓς ἑώρων ἐπὶ τοῦ Ἀδὰμ πρὸ τῆς ἁμαρτίας. Καὶ γὰρ μετὰ τῆς αὐτῆς ὑποταγῆς ἐλθόντες πρὸς τὸν Ἀδὰμ, τὰ ὀνόματα ἐδέξαντο τότε. Καὶ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου τοῦτο γέ‐ γονε. Καὶ γὰρ ἐκεῖνος εἰς τὴν βαρβάρων νῆσον | |
55 | ἐκπεσὼν, παρεκάθητο πυρᾷ θερμαινόμενος· εἶτα ἀπὸ τῶν φρυγάνων ἐκπηδήσασα ἔχις καθίκετο αὐτοῦ τῆς χειρός. Τί οὖν μετὰ ταῦτα ἐγίνετο; Ἐξέπεσε τὸ θη‐ ρίον εὐθέως. Ἐπειδὴ γὰρ ἁμαρτίαν οὐχ εὗρεν, οὐδὲ δακεῖν ἴσχυσεν· ἀλλ’ ὥσπερ ἡμεῖς, ἐπειδάν τινα σκό‐ | |
60 | πελον λεῖον βουλώμεθα ἀναβῆναι, μηδαμόθεν εὑρί‐ σκοντες ἀντιλαβὰς, καταπίπτομεν εὐθέως, κἂν πέλα‐ γος ὑποκείμενον ᾖ, κἂν βάραθρον· οὕτω καὶ τὸ θη‐ ρίον ἐκεῖνο, καὶ ταῦτα πυρᾶς ὑποκειμένης, οὐχ | |
εὑρὸν τῆς ἁμαρτίας τὴν ἀντιλαβὴν, οὐδὲ ὅπου τοὺς | Column end | |
54.602 | ὀδόντας ἀπερείσῃ, κατέπεσεν εἰς τὴν πυρὰν, καὶ διεφθάρη. Βούλει καὶ τρίτον εἴπω σοι τρόπον ἀπολο‐ γίας; Εἷς μέν ἐστι, τὸ μὴ τοὺς προτέρους ἡμαρτη‐ κέναι μόνον, ἀλλὰ καὶ τοὺς μετ’ ἐκείνους· δεύτερος, | |
5 | τὸ τοὺς κατωρθωκότας, καὶ ταῦτα ἐν τῷ παρόντι διατρίβοντας βίῳ, κουφοτέρας πειραθῆναι τῆς δου‐ λείας· μᾶλλον δὲ ὁλοκλήρου ταύτης ἀπαλλαγῆναι, καθά‐ περ οὖν καὶ ἐπὶ τῶν γυναικῶν, καὶ ἐπὶ τῶν ἀρχο‐ μένων, καὶ ἐπὶ τῶν θηρίων ἐδείξαμεν. Τρίτος μετ’ | |
10 | ἐκείνους, τὸ μείζονα τῶν ἀγαθῶν, ὧν οἱ παρὰ τὴν ἀρχὴν ἁμαρτόντες ἡμᾶς ἐξέβαλον, παραγενόμενον ἡμῖν ὑποσχέσθαι τὸν Χριστὸν ἀγαθὰ νῦν. Τί γὰρ θρη‐ νεῖς, εἰπέ μοι; ὅτι σε ἁμαρτὼν ὁ Ἀδὰμ ἐξέβαλε τοῦ παραδείσου; Κατόρθωσον, καὶ ζήλωσον σὺ ἀρετήν· | |
15 | καὶ οὐχὶ παράδεισον, ἀλλ’ αὐτὸν ἀνοίγω σοι τὸν οὐ‐ ρανὸν, καὶ οὐδὲν ἐκ τῆς τοῦ πρωτοπλάστου παρακοῆς ἀφίημί σε παθεῖν δεινόν. Θρηνεῖς ὅτι σε τῆς ἀρχῆς τῶν θηρίων παρέλυσεν; Ἰδού σοι καὶ δαίμονας ὑποτάττω, ἐὰν προσέχῃς. Πατεῖτε γὰρ, φησὶν, ἐπά‐ | |
20 | νω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Οὐκ εἶπεν, ἄρχετε, καθ‐ άπερ ἐπὶ τῶν θηρίων, ἀλλὰ, Πατεῖτε, ἐπιτεταμένην εἰσάγων τὴν ἀρχήν. γʹ. Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐκ εἶπεν, Ὁ Θεὸς ὑποτά‐ | |
25 | ξει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν, ἀλλ’ Ὁ Θεὸς συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν. Οὐκέτι, καθάπερ πρότερον, Αὐτός σου τηρήσει κε‐ φαλὴν, καὶ σὺ αὐτοῦ τηρήσεις πτέρναν· ἀλλ’ ὁλόκληρος ἡ νίκη, καθαρὸν τὸ τρόπαιον, παντελὴς | |
30 | ἀφανισμὸς τοῦ πολεμίου, καὶ συντριβὴ, καὶ ἀπώλεια. Ὑπέταξέ σε τῷ ἀνδρὶ ἡ Εὔα· ἀλλ’ ἐγώ σε οὐκ ἀν‐ δρὸς ὁμότιμον μόνον, ἀλλὰ καὶ αὐτῶν ποιῶ τῶν ἀγγέλων, ἐὰν ἐθέλῃς. Ἀπεστέρησέ σε τῆς παρούσης ζωῆς· ἐγὼ δέ σοι καὶ τὴν μέλλουσαν χαρίζομαι, τὴν | |
35 | ἀγήρω καὶ ἀθάνατον, καὶ μυρίων γέμουσαν ἀγαθῶν. Μηδεὶς τοίνυν διὰ τοὺς προτέρους ἐπηρεάσθαι νομι‐ ζέτω· καὶ γὰρ ἂν θελήσωμεν ἅπασιν, οἷς παρέχειν μέλλει, ἐπεξελθεῖν, πολλῷ μείζονα τὰ δοθέντα, ὧν ἀπωλέσαμεν, εὑρήσομεν. Ἀπὸ δὲ τῶν εἰρημένων | |
40 | καὶ τὰ λοιπὰ δῆλα. Βίον ἐπίμοχθον εἰσήγαγεν ὁ Ἀδάμ· ὁ Χριστὸς ὑπέσχετο ζωὴν, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμὸς, καὶ τὴν βασιλείαν τῶν οὐρανῶν χαριεῖσθαι ἐπαγγέλλεται. Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε | |
45 | τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· ἐν φυλακῇ, καὶ ἤλθετε πρός με. | |
54.602(50) | Ἆρα οὖν ἀκουσόμεθα καὶ ἡμεῖς τῆς μακαρίας ἐκείνης φωνῆς; Οὐ σφόδρα ἂν ἰσχυρισαίμην ἐγώ· πολλὴ γὰρ παρ’ ἡμῖν τῶν πενήτων ἡ ὑπεροψία. Νηστείας καιρὸς, παραίνεσις τοσαύτη καὶ διδασκα‐ λία σωτηρίων διδαγμάτων, εὐχαὶ συνεχεῖς, σύλ‐ | |
55 | λογοι καθημερινοὶ, καὶ τί μετὰ τὴν τοσαύτην ἐπιμέ‐ λειαν ὄφελος; Οὐδέν. Ἀναχωροῦμεν γὰρ ἐντεῦθεν ὁρμαθοὺς πενήτων ὁρῶντες στοιχηδὸν ἑκατέρωθεν ἑστηκότων· καὶ ὥσπερ κίονας βλέποντες, ἀλλ’ οὐκ ἀνθρώπινα σώματα, οὕτως ἀνηλεῶς παρατρέχομεν. | |
60 | Ὥσπερ οὖν ἀνδριάντας ἀψύχους, ἀλλ’ οὐκ ἐμπνέοντας | 601 |
54.603 | ἀνθρώπους βλέποντες, οὕτως οἴκαδε ἐπειγόμεθα. Τὸ γὰρ πεινῇν καταναγκάζει, φησί. Καὶ μὴν τὸ πεινῇν πειθέτω μένειν· αἱ μὲν γὰρ ἐμπεπλησμέναι γαστέρες, κατὰ τὴν παροιμίαν, τὰς πεινώσας ἀγνοοῦσιν· αἱ δὲ | |
5 | πεινῶσαι ἐκ τῆς οἰκείας ἀνάγκης καὶ τὴν ἀλλοτρίαν ἐπιγινώσκουσι· μᾶλλον δὲ οὐδὲ οὕτω δυνατὸν πᾶσαν αὐτὴν κατιδεῖν. Σὺ μὲν γὰρ ἐπὶ παρεσκευασμένην τρέχεις τράπεζαν, καὶ οὐδὲ μικρὸν ἀναμεῖναι ἀνέχῃ· ὁ δὲ πένης ἕστηκε μέχρι τῆς ἑσπέρας αὐτῆς, σπεύδων | |
10 | καὶ ἐπειγόμενος τὴν ἐφήμερον τροφὴν ἀπαρτίσαι· καὶ ὁρῶν τὴν μὲν ἡμέραν πληρωθεῖσαν, τὸ δὲ ἀργύριον οὐδέπω πληρωθὲν ἅπαν, τὸ πρὸς τροφὴν ἀρκοῦν ἐφ‐ ήμερον, ὀδυνᾶται καὶ ἐμπίπραται, καὶ μείζονα τῆς οἰκείας δυνάμεως τολμᾷν ἀναγκάζεται. Διὰ τοῦτο ἐν | |
15 | ἑσπέρᾳ σφοδρότερον ἡμῖν ἐπιτίθενται, ὀμνύντες, ὁρ‐ κοῦντες, θρηνοῦντες, ὀλοφυρόμενοι, τὰς χεῖρας ἐκτεί‐ νοντες, μυρία ἕτερα ἀναισχυντεῖν ἀναγκαζόμενοι. Δεδοίκασι γὰρ μὴ, πάντων οἴκαδε ἀναχωρησάντων, ὡς ἐν ἐρήμῳ, τῇ πόλει πλανᾶσθαι μέλλωσι. Καὶ | |
20 | καθάπερ οἱ ναυαγίῳ περιπεσόντες ἐν ἡμέρᾳ, ἐπειδὰν ἐπιλάβωνται σανίδος, πρὸ τῆς ἑσπέρας τὸν λιμένα καταλαβεῖν ἐπείγονται, μήποτε τῆς νυκτὸς ἐπελθού‐ σης ἔξω μείναντες χαλεπωτέρου πειραθῶσι τοῦ ναυα‐ γίου· οὕτω καὶ οἱ πένητες, καθάπερ ναυάγιον δεδοικό‐ | |
25 | τες τὸν λιμὸν, σπεύδουσι πρὸ τῆς ἑσπέρας τὸ πρὸς τροφὴν αὐτοῖς ἀργύριον ἀρκοῦν συναγαγεῖν, ἵνα μὴ, πάντων ἀποδημησάντων οἴκαδε, ἔξω τοῦ λιμένος μείνωσι. Λιμὴν γὰρ αὐτοῖς αἱ τῶν ἀντιλαμβανομένων χεῖρές εἰσιν. | |
30 | δʹ. Ἡμεῖς δὲ οὔτε ἐν ἀγορᾷ πρὸς τὰς ἐκείνων ἐκκαμ‐ πτόμεθα συμφορὰς, οὔτε οἴκαδε ἀπελθόντες· ἀλλὰ καὶ τῆς τραπέζης ἡμῖν παρακειμένης, πολλάκις καὶ μυ‐ ρίων γενούσης ἀγαθῶν (εἴγε ἀγαθὰ χρὴ καλεῖν, ἃ ἐπὶ κατακρίσει τῆς ἡμῶν ἀπανθρωπίας ἐσθίομεν), | |
35 | πλὴν ἀλλὰ καὶ τῆς τραπέζης παρακειμένης, ἀκούον‐ τες κάτωθεν διὰ τῶν στενωπῶν βαδιζόντων ἐκείνων, καὶ μεγάλα βοώντων ἐν τοῖς ἀμφόδοις, ὀδυνωμένων ἐν βαθυτάτῳ σκότῳ, ἐν ἐρημίᾳ πολλῇ, οὐδὲ οὕτως ἐπικαμπτόμεθα· ἀλλὰ καὶ ἐμπλησθέντες, καὶ πρὸς | |
40 | ὕπνον βαδίζοντες, καὶ ἐν ἐκείνῳ πάλιν τῷ καιρῷ με‐ γάλα κάτωθεν ὀδυρομένων ἀκούοντες, ὥσπερ κυνὸς λυττῶντος, ἀλλ’ οὐκ ἀνθρωπίνης ἀκούοντες φωνῆς οὕτω παρατρέχομεν· καὶ οὔτε πρὸς τὸν καιρὸν ἐπι‐ στρεφόμεθα, ὅτι ἀωρὶ λοιπὸν τῶν νυκτῶν καθευδόν‐ | |
45 | των ἁπάντων ἐκεῖνος ὀδύρεται μόνος, οὔτε πρὸς τὸ κοῦφον τῆς αἰτήσεως, ὅτι ἄρτου πλέον οὐδὲν ἡμᾶς ἀπαιτεῖ, ἢ ἀργύριον ὀλίγον, οὔτε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς, ὅτι λιμῷ παλαίει διηνεκεῖ, οὔτε πρὸς τὴν ἐπιείκειαν τοῦ ἱκέτου, ὅτι τοσαύτῃ κατεχόμενος | |
54.603(50) | ἀνάγκῃ, οὐ πρὸς τὰς θύρας ἐλθεῖν, οὐκ ἐγγὺς γενέσθαι τολμᾷ, ἀλλὰ κάτωθεν ἐκ πολλοῦ τοῦ διαστήματος ποιεῖται τὴν ἱκετηρίαν. Κἂν μὲν λάβῃ, μυρίας δίδωσι τὰς εὐχάς· ἂν δὲ μὴ λάβῃ, οὐδὲ οὕτω πικρὸν ἐκβάλ‐ λει ῥῆμα, οὐδὲ λοιδορεῖται καὶ βλασφημεῖ τοὺς δυνα‐ | |
55 | μένους δοῦναι, καὶ μὴ παρέχοντας· ἀλλ’ ὥσπερ τις ὑπὸ δημίου τινὸς ἐπὶ κόλασιν ἀγόμενος ἀφόρητον, εἶτα τοὺς παριόντας ἅπαντας παρακαλῶν, ἱκετεύων, | |
καὶ μηδεμιᾶς τυγχάνων ἀντιλήψεως, μετὰ πολλῆς | Column end | |
54.604 | τῆς ἀπανθρωπίας πρὸς τὴν κόλασιν ἄγεται· οὕτω καὶ οὗτος, καθάπερ ὑπὸ δημίου τοῦ λιμοῦ πρὸς τὴν νύκτα ἑλκόμενος καὶ τὴν ἀφόρητον ἀγρυπνίαν, ἐκτείνει μὲν τὰς χεῖρας, μετὰ σφοδρᾶς τῆς βοῆς τοὺς ἐν ταῖς οἰ‐ | |
5 | κίαις ἄνω καθημένους παρακαλῶν, οὐδεμιᾶς δὲ φιλ‐ ανθρωπίας τυγχάνων, ἀνηλεῶς ἀποπέμπεται καὶ μετὰ πολλῆς τῆς ὠμότητος. Ἀλλ’ οὐδὲν τούτων ἡμᾶς ἐπικάμπτει, ἀλλὰ μετὰ τοσαύτην ἀπανθρωπίαν εἰς τὸν οὐρανὸν ἐκτεῖναι τὰς χεῖρας τολμῶμεν, καὶ περὶ | |
10 | ἐλέου διαλεχθῆναι τῷ Θεῷ, καὶ συγγνώμην αἰτῆσαι τῶν οἰκείων ἁμαρτημάτων· καὶ οὐ δεδοίκαμεν μὴ κε‐ ραυνὸς μετὰ τὴν τοιαύτην εὐχὴν κατενεχθῇ, μετὰ τὴν τοσαύτην ὠμότητα καὶ ἀπανθρωπίαν. Πῶς πρὸς ὕπνον, εἰπέ μοι, βαδίζομεν καὶ ἀνάπαυσιν, καὶ οὐ | |
15 | δεδοίκαμεν μὴ κατ’ ὄναρ αὐτὸς οὗτος ὑμῖν ὁ πένης ἐπιστὰς, αὐχμῶν, ῥυπῶν ῥάκια περιβεβλημέ‐ νος, ὀδύρηται καὶ θρηνήσῃ, τὴν ὠμότητα ἐγκαλῶν; Καὶ γὰρ πολλῶν πολλάκις ἤκουσα λεγόντων, ὅτι μεθ’ ἡμέραν ὑπεριδόντες τῆς τῶν πτωχῶν ἀντιλήψεως, ἐν | |
20 | νυκτὶ σχοινία περιβεβλημένους ἑαυτοὺς εἶδον καὶ ἑλκομένους ὑπὸ τῆς τῶν πενήτων χειρὸς, σπαραττο‐ μένους, μυρία πάσχοντας πράγματα. Ἀλλὰ ταῦτα μὲν ὕπνος καὶ ὄναρ, καὶ πρόσκαιρος τιμωρία· ἡμεῖς δὲ οὐ δεδοίκαμεν, εἰπέ μοι, μήποτε τὸν πένητα τοῦτον | |
25 | τὸν ὀδυρόμενον καὶ βοῶντα καὶ ὀλοφυρόμενον ἐν τοῖς κόλποις ἴδωμεν τοῦ Ἀβραὰμ, καθάπερ ποτὲ τὸν Λά‐ ζαρον ὁ πλούσιος ἐκεῖνος; Τὰ δὲ ἐντεῦθεν ἀφίημι ὑμῶν τῷ συνειδότι, τὰ πικρὰ καὶ ἀπαραμύθητα ἐκεῖνα κολαστήρια, πῶς ᾔτησεν ὕδωρ, πῶς οὐδὲ στα‐ | |
30 | γόνος ἔτυχε, πῶς ἡ γλῶττα ἀπετηγανίζετο, πῶς πολ‐ λὴν τὴν ἱκετηρίαν θεὶς, οὐδεμιᾶς συγγνώμης ἀπέλαυ‐ σε, καὶ πῶς ἀθάνατα ἐκολάζετο. Ἀλλὰ γὰρ μὴ γέ‐ νοιτο ἡμᾶς ταῦτα διὰ τῆς πείρας μαθεῖν, ἀλλὰ διὰ τῶν λόγων ἀκούσαντας φυγεῖν τὴν διὰ τῶν ἔργων | |
35 | ἀπειλὴν, καὶ τῆς τοῦ προπάτορος Ἀβραὰμ φιλοφρο‐ σύνης ἀξίους ἀποδειχθέντας, εἰς τὸν αὐτὸν ἐκείνῳ χω‐ ρῆσαι τόπον, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ τιμὴ, δόξα, κράτος σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς | |
40 | τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
41t | ΛΟΓΟΣ ϛʹ. | |
42n | Περὶ τοῦ ξύλου, εἰ ἐξ ἐκείνου γέγονεν ἡ γνῶσις | |
43n | τοῦ καλοῦ καὶ τοῦ πονηροῦ τῷ Ἀδὰμ, ἢ καὶ | |
44n | πρὸ τῆς βρώσεως εἶχε τὴν διάγνωσιν ταύτην· | |
45n | ἐν ᾧ καὶ περὶ νηστείας, καὶ περὶ τοῦ δεῖν ἐν | |
46n | οἰκίᾳ μελετᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ. | |
47 | αʹ. Φιλῶ μὲν τὴν νηστείαν, ὅτι μήτηρ σωφροσύνης ἐστὶν, καὶ πηγὴ φιλοσοφίας ἁπάσης· φιλῶ δὲ αὐτὴν καὶ δι’ ὑμᾶς, καὶ διὰ τὴν ὑμετέραν ἀγάπην, ὅτι μοι | |
54.604(50) | ταύτην τὴν ἱερὰν καὶ τιμίαν ὑμῶν συνήγαγε σύνοδον, καὶ τὰ ποθούμενα πρόσωπα δίδωσι πάλιν ἰδεῖν, καὶ παρέχει μετὰ ἀδείας ἐντρυφῆσαι τῇ καλῇ ταύτῃ παν‐ ηγύρει καὶ ἑορτῇ. Καὶ γὰρ καὶ πανήγυριν καὶ ἑορτὴν καὶ μυρία ἀγαθὰ οὐκ ἄν τις ἁμάρτοι τὴν ὑμετέραν | |
55 | σύνοδον προσειπών. Εἰ γὰρ εἰς ἀγοράν τις ἐμβαλὼν, καὶ ἑνὶ συντυγχάνων φίλῳ, πολλάκις πᾶσαν ἀθυμίαν ἀποτίθεται· ἡμεῖς οὐκ εἰς ἀγορὰν, ἀλλ’ εἰς ἐκκλησίαν | |
ἀπαντῶντες, καὶ οὐχ ἑνὶ συντυγχάνοντες φίλῳ, ἀλλὰ | 603 | |
54.605 | τοσούτοις καὶ τοιούτοις ἀδελφοῖς καὶ πατράσι συγγινό‐ μενοι, πῶς οὐ πᾶσαν ἀποθησόμεθα ἀθυμίαν; πῶς οὐ πᾶσαν ἡδονὴν καρπωσόμεθα; Οὐ γὰρ τῷ πλήθει μόνον οὗτος βελτίων ὁ σύλλογος τῶν συνεδρίων τῶν ἐν ταῖς | |
5 | ἀγοραῖς, ἀλλὰ καὶ αὐτῇ τῇ φύσει τῆς διαλέξεως. Οἱ μὲν γὰρ ἐν ἀγοραῖς συνεδρεύοντες καὶ μετὰ ἀλλήλων συγκαθήμενοι κύκλῳ, πολλάκις καὶ περὶ ἀνονήτων διαλέγονται πραγμάτων, καὶ ψυχρὰν εἰσάγου‐ σιν ὁμιλίαν, καὶ φθέγγονται περὶ τῶν οὐδὲν αὐτοῖς | |
10 | προσηκόντων. Καὶ γὰρ εἰώθαμεν, ὡς τὰ πολλὰ, μετὰ πλείονος σπουδῆς τὰ ἀλλότρια περιεργάζεσθαι καὶ πολυπραγμονεῖν. Ὅτι μὲν οὖν ἐστιν ἐπισφαλὲς καὶ κίνδυνον ἔχον, τὰ ῥήματα προϊέναι καὶ ἀκούειν τοιαῦ‐ τα, καὶ παρασύρεσθαι, καὶ πολλοὶ πολλάκις ἀπὸ τῶν | |
15 | τοιούτων συνεδρίων χειμῶνες ἐπῃωρίσθησαν ἐν οἰ‐ κίαις, παρίημι νῦν· ὅτι δὲ ἀνόνητος καὶ ψυχρὰ καὶ βιωτικὴ πᾶσα ἐκείνη ἡ διάλεξις, καὶ πνευματικὸς λόγος οὐκ ἄν ποτε ταχέως εἰς τοιοῦτον εἰσέλθοι σύλ‐ λογον, οὐδεὶς ἀντείποι. Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ’ | |
20 | ἅπαν τοὐναντίον· πᾶσα μὲν γὰρ ἀκερδὴς διάλεξις ἀπελήλαται, πᾶσα δὲ πνευματικὴ διδασκαλία εἰσενή‐ νεκται. Καὶ γὰρ περὶ ψυχῆς τῆς ἡμετέρας διαλε‐ γόμεθα, καὶ τῶν ψυχῇ προσηκόντων ἀγαθῶν, καὶ περὶ τῶν ἀποκειμένων ἐν τοῖς οὐρανοῖς στεφάνων, | |
25 | καὶ περὶ τῶν λαμπρῶν βίων, καὶ περὶ τῆς φιλανθρω‐ πίας τοῦ Θεοῦ, καὶ περὶ τῆς προνοίας τοῦ παντὸς, καὶ περὶ τῶν ἄλλων ἁπάντων τῶν μάλιστα προσηκόντων ἡμῖν, καὶ τίνος ἕνεκεν γεγόναμεν, καὶ ποία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἀπαντήσεται λῆξις ἡμῖν, καὶ ἐν | |
30 | τίσι τὰ ἡμέτερα ἔσται τότε. Καὶ τοῦ συλλόγου τού‐ του οὐχ ἡμεῖς μόνον, ἀλλὰ καὶ προφῆται καὶ ἀπόστο‐ λοι κοινωνοῦσι· καὶ τὸ δὴ μεῖζον πάντων, αὐτὸς ὁ τῶν ἁπάντων Δεσπότης μέσος ἡμῶν ἕστηκεν Ἰησοῦς. Αὐτὸς γάρ φησιν, Ὅπου δύο ἢ τρεῖς συνηγμένοι | |
35 | εἰσὶν εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ αὐ‐ τῶν ἐστι, πολλῷ μᾶλλον ὅπου τοσοῦτοι μὲν ἄνδρες, τοσαῦται δὲ γυναῖκες, τοσοῦτοι δὲ πατέρες, καὶ ἀπό‐ στολοι καὶ προφῆται ἐν μέσῳ πάρεισι. | |
40 | Διὸ καὶ ἡμεῖς μετὰ πλείονος προθυμίας φθεγγό‐ μεθα τῆς ἐκεῖθεν ἀπολαύοντες ῥοπῆς, καὶ τὴν ὑπό‐ σχεσιν ὑμῖν ἀποδιδόαμεν. Ὑπεσχόμεθα γὰρ ἐρεῖν περὶ τοῦ ξύλου πρότερον, εἰ ἐξ ἐκείνου γέγονεν ἡ γνῶ‐ σις τοῦ καλοῦ καὶ τοῦ πονηροῦ τῷ Ἀδὰμ, ἢ καὶ πρὸ | |
45 | τῆς βρώσεως εἶχε τὴν διάγνωσιν ταύτην. Θαῤῥοῦντες οὖν ἂν εἴποιμεν νῦν, ὅτι καὶ πρὸ τῆς βρώσεως ταύ‐ την εἶχε τὴν διάγνωσιν. Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν, καὶ αὐτῶν τῶν ἀλόγων ἀλογώτερος ἦν, καὶ τῶν δούλων ὁ δεσπότης ἀνοητότερος. Πῶς γὰρ | |
54.605(50) | οὐκ ἄτοπον, αἶγας μὲν καὶ πρόβατα εἰδέναι ποία μὲν αὐτοῖς βοτάνη χρήσιμος, ποία δὲ ὀλεθρία, καὶ μὴ πᾶσιν αὐτὰ ἐπιέναι τοῖς φαινομένοις, ἀλλ’ ἔχειν τὴν διάγνωσιν, καὶ εἰδέναι σαφῶς, τί μὲν αὐτοῖς ἐπιβλα‐ βὲς, τί δὲ ὠφέλιμον· τὸν δὲ ἄνθρωπον τοσαύτης ἀπο‐ | |
55 | στερεῖσθαι τῆς ἀσφαλείας; Εἰ γὰρ μὴ τοῦτο εἶχεν, | |
οὐδενὸς ἄξιος ἦν, ἀλλὰ καὶ εὐτελέστερος πάντων | Column end | |
54.606 | ὑπῆρχε. Πολλῷ γὰρ αἱρετώτερον ἦν αὐτῷ ἐν σκότῳ διάγειν, καὶ τοὺς ὀφθαλμοὺς ἐκκεκόφθαι, καὶ τοῦ φωτὸς ἀπεστερῆσθαι, ἢ μὴ εἰδέναι τί μὲν καλὸν, τί δὲ πονηρόν. Ἐὰν γὰρ τοῦτο ἀνέλῃς τῆς ζωῆς τῆς | |
5 | ἡμετέρας, πᾶσαν τὴν ζωὴν ἡμῶν ἀνεῖλες, καὶ πολλῆς συγχύσεως τὰ πάντα ἐνέπλησας. Τοῦτο γάρ ἐστιν, ᾧ τῶν ἀλόγων διαφέρομεν, καὶ ᾧ τῶν θηρίων ἀμείνους ἐσμὲν, τῷ κακίαν καὶ ἀρετὴν εἰδέναι, καὶ τῷ ἐπιγινώσκειν τὸ πονηρὸν, καὶ τὸ καλὸν μὴ ἀγνοεῖν. | |
10 | Εἰ δὲ ἡμεῖς τοῦτο ἴσμεν νῦν, οὐχ ἡμεῖς δὲ μόνον, ἀλλὰ καὶ Σκύθαι καὶ βάρβαροι, πολλῷ μᾶλλον ὁ ἄν‐ θρωπος τότε ἐκεῖνος πρὸ τῆς ἁμαρτίας τοῦτο ἐγνώ‐ κει· καὶ οὐκ ἂν ὁ τοσαύταις τιμηθεὶς τιμαῖς, οἷον τῷ κατ’ εἰκόνα, τῷ καθ’ ὁμοίωσιν, καὶ ταῖς λοιπαῖς εὐλο‐ | |
15 | γίαις, τοῦ κεφαλαίου τῶν ἀγαθῶν ἔρημος ἔμεινε. Τὸ γὰρ καλὸν καὶ πονηρὸν ἐκεῖνοι μόνοι ἀγνοοῦσιν, ὅσοι τῶν κατὰ φύσιν εἰσὶν ἀπεστερημένοι φρενῶν· ὁ δὲ Ἀδὰμ σοφίας πολλῆς ἐπεπλήρωτο, καὶ διαγνωστικὸς ἑκατέρων τούτων ἦν. Καὶ ὅτι σοφίας ἐπεπλήρωτο | |
20 | πνευματικῆς, ἄκουσον αὐτῆς τὴν ἀπόδειξιν. Ἤγαγε, φησὶ, πρὸς αὐτὸν ὁ Θεὸς τὰ θηρία, ἰδεῖν τί καλέσει αὐτά· καὶ εἴ τι ἐκάλεσεν αὐτὰ Ἀδὰμ, τοῦτο τὸ ὄνομα αὐτοῖς. Ἐννόησον τοίνυν πόσης ἐπέπληστο σοφίας, τοσούτοις γένεσιν, οὕτω ποικίλοις, καὶ παν‐ | |
25 | τοδαποῖς, τοῖς τῶν κτηνῶν, τοῖς τῶν ἑρπετῶν, τοῖς τῶν πτηνῶν προσηγορίας ἐπιθεῖναι, καὶ πάσας κυ‐ ρίας, δυνηθείς. Οὕτω γὰρ ἀπεδέξατο τὴν θέσιν τῶν ὀνομάτων ὁ Θεὸς, ὡς μηκέτι κινῆσαι τὰς προσηγο‐ ρίας ἐκείνας, μηδὲ ἁμαρτόντος αὐτοῦ θελῆσαι ἀν‐ | |
30 | ελεῖν τὰς ἐπωνυμίας αὐτῶν. Πᾶν γὰρ, φησὶν, ὃ ἐκά‐ λεσεν αὐτὰ Ἀδὰμ, τοῦτο ὄνομα αὐτοῖς. βʹ. Οὗτος γοῦν ἠγνόει τί μὲν καλὸν, τί δὲ πονηρόν; Καὶ πῶς ἂν ἔχοι λόγον; Πάλιν ἤγαγε τὴν γυναῖκα πρὸς αὐτὸν, καὶ ἰδὼν αὐτὴν εὐθέως ἐπέγνω τὴν τῆς φύσεως | |
35 | κοινωνόν. Καὶ τί φησι; Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἐπειδὴ γὰρ πρὸ βραχέος ἦν ὁ Θεὸς παραγαγὼν αὐτῷ τὰ ζῶα ἅπαντα, δεῖξαι βουλόμενος ὁ Ἀδὰμ, ὅτι τοῦτο τὸ ζῶον οὐχὶ ἓν ἐκείνων τῶν ζώων ἐστὶν, εἶπε· Τοῦτο νῦν | |
40 | ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Τινὲς δὲ, ὅτι οὐχὶ τοῦτο μόνον αἰνίττεται, φασὶν, ἀλλὰ καὶ τὸν τρόπον τῆς δημιουργίας, καὶ ὅτι οὐκ ἔσται πάλιν τῇ γυναικὶ τοιοῦτος τῆς γενέσεως ὁ τρόπος, διὰ τοῦτο εἶπε· Τοῦτο νῦν· ὅπερ οὖν καὶ ἕτερος ἑρμηνευ‐ | |
45 | τὴς ἀκριβέστερον ἑρμηνεύων ἔλεγε, Τοῦτο ἅπαξ, ὡσανεὶ ἔλεγε, Νῦν μόνον γυνὴ γέγονεν ἐξ ἀνδρὸς μό‐ νου· μετὰ δὲ ταῦτα οὐκέτι οὕτως ἔσται, ἀλλ’ ἐξ ἀμφο‐ τέρων· Ὀστοῦν ἐκ τῶν ὀστῶν μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἐξ ὁλοκλήρου γὰρ τοῦ φυράματος ὁ Θεὸς | |
54.606(50) | λαβὼν κόμμα, οὕτω τὴν γυναῖκα ἔπλασεν, ἵνα κατὰ πάντα κοινωνῇ τῷ ἀνδρί. Αὕτη, φησὶ, κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς ἐλήφθη. Ὁρᾷς πῶς καὶ τὴν προσηγορίαν διὰ τοῦτο ἐπιτίθησιν, ἵνα ἡ προσηγορία διδάσκῃ τὴν κοινωνίαν τῆς φύσεως, καὶ ἡ διδασκαλία | |
55 | τῆς κατὰ τὴν φύσιν κοινωνίας, καὶ ὁ τῆς δημιουργίας | |
τρόπος ὑπόθεσις ἀγάπης ᾖ διηνεκοῦς, καὶ σύνδεσμος | 605 | |
54.607 | ὁμονοίας; Εἶτα τί φησιν; Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐ‐ τοῦ, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ. Οὐκ εἶπεν ἁπλῶς, ἑνωθήσεται, ἀλλὰ, Κολληθήσεται, τὴν | |
5 | ἀκριβῇ συνάφειαν δηλῶν· Καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Ὁ τοσαῦτα οὖν εἰδὼς, εἰπέ μοι, οὐκ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρόν; Καὶ πῶς ἂν ἔχοι λό‐ γον; Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν πρὸ τοῦ φαγεῖν ἀπὸ τοῦ ξύλου, ἀλλὰ μετὰ τὴν βρῶσιν ἔμα‐ | |
10 | θεν, ἡ ἁμαρτία γέγονεν αὐτῷ σοφίας διδάσκαλος, καὶ ὁ ὄφις οὐκέτι ἀπατεὼν, ἀλλὰ σύμβουλος τῶν συμφερόν‐ των κατέστη, ἐκ θηρίου ποιήσας αὐτὸν ἄνθρωπον. Ἀλλὰ μὴ γένοιτο· οὐκ ἔστι ταῦτα οὕτως, οὐκ ἔστιν. Εἰ γὰρ μὴ ᾔδει τί μὲν καλὸν, τί δὲ πονηρὸν, πῶς καὶ τὴν | |
15 | ἐντολὴν ἐλάμβανεν; Οὐδεὶς γὰρ δίδωσι νόμον τῷ μὴ εἰδότι, ὅτι κακὸν ἡ παράβασις· ὁ δὲ Θεὸς καὶ ἔδωκε, καὶ παραβάντα ἐκόλασεν, οὐκ ἂν ἀμφότερα ταῦτα ποιήσας, εἰ μὴ γνωστικὸν αὐτὸν ἐξ ἀρχῆς ἐποίησεν ἀρετῆς καὶ κακίας. Ὁρᾷς πῶς πάντοθεν ἡμῖν ἀποδέ‐ | |
20 | δεικται, ὅτι οὐ μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὸ καλὸν ᾔδει καὶ τὸ πονηρὸν, ἀλλὰ καὶ πρὸ τούτου ἠπίστατο; Ταῦτα οὖν ἅπαντα, ἀγαπητοὶ, διακρατῶμεν, καὶ οἴκαδε ἀναχωρήσαντες διπλῆν παραθῶμεν τὴν τράπε‐ ζαν, τὴν τῶν σιτίων, καὶ τὴν τῆς ἀκροάσεως, καὶ λε‐ | |
25 | γέτω μὲν ἁνὴρ τὰ εἰρημένα, μανθανέτω δὲ γυνὴ, ἀκουέτω δὲ καὶ παιδία, μὴ ἀποστερείσθωσαν δὲ μηδὲ οἰκέται τῆς ἀκροάσεως ταύτης. Ἐκκλησίαν ποίησόν σου τὴν οἰκίαν· καὶ γὰρ καὶ ὑπεύθυνος εἶ καὶ τῆς τῶν παιδίων καὶ τῆς τῶν οἰκετῶν σωτηρίας· καὶ καθάπερ | |
30 | ἡμεῖς ὑπὲρ ὑμῶν ἀπαιτούμεθα λόγον. οὕτω καὶ ἕκα‐ στος ὑμῶν καὶ ὑπὲρ οἰκέτου, καὶ ὑπὲρ γυναικὸς, καὶ ὑπὲρ παιδὸς ἀπαιτεῖται εὐθύνας. Ἀπὸ γοῦν τῶν τοιού‐ των διηγημάτων ἥδιστα διαδέξεται ἡμᾶς τὰ ὀνείρατα, καὶ φαντασίας ἀπηλλαγμένα ἁπάσης· οἷα γὰρ μεθ’ | |
35 | ἡμέραν ἡ ψυχὴ μελετᾷν εἴωθε, τοιαῦτα καὶ καθ’ ὕπνους φαντάζεται. Καὶ ἐὰν τὰ καθ’ ἑκάστην ἡμέραν φυλάτ‐ τωμεν λεγόμενα, οὐ πολλοῦ δεηθησόμεθα πόνου· καὶ γὰρ σαφέστερος ὁ μετὰ ταῦτα λόγος ὑμῖν ἔσται, καὶ ἡμῖν προθυμοτέρα ἡ διδασκαλία. Ἵν’ οὖν γένηταί τι | |
40 | πλέον καὶ ἡμῖν καὶ ὑμῖν, ἡμῖν μὲν ἀπὸ τῆς διδασκα‐ λίας, ὑμῖν δὲ ἀπὸ τῆς ἀκροάσεως, μετὰ τῆς σωματικῆς τραπέζης καὶ ἡ τράπεζα ὑμῖν παρατιθέσθω ἡ πνευμα‐ τική. Καὶ γὰρ ἀσφάλεια καὶ κόσμος ἐκεῖνα ὑμῖν γενή‐ σεται, καὶ τὰ τῆς παρούσης ζωῆς πρὸς τὸ συμφέρον ὁ | |
45 | Θεὸς κατευθυνεῖ, καὶ ῥᾷστα ὑμῖν ἔσται πάντα καὶ εὔ‐ κολα. Ζητεῖτε γὰρ, φησὶ, πρῶτον τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ πάντα ταῦτα προστεθήσεται ὑμῖν. Ζητῶμεν οὖν ταύτην, ἀγαπητοὶ, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν ἐκεῖ ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλαν‐ | |
54.607(50) | θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
53t | ΛΟΓΟΣ Ζʹ. | |
54n | Διὰ τί ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖ‐ | |
55n | ται τὸ ξύλον, καὶ τί ποτέ ἐστι, Σήμερον μετ’ | |
56n | ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. | |
57 | αʹ. Πολλὰ παρεκάλεσα χθὲς τὴν ὑμετέραν ἀγάπην με‐ | |
μνῆσθαι τῶν εἰρημένων, καὶ διπλῆν ἐν ἑσπέρᾳ παραθεῖ‐ | Column end | |
54.608 | ναι τὴν τράπεζαν, τὴν τῶν βρωμάτων, καὶ τὴν ἀπὸ τῶν λόγων προστιθέντας ἑστίασιν. Τί οὖν; ἐποιήσατε τοῦτο, καὶ παρεθήκατε διπλῆν τὴν τράπεζαν; Οἶδα ὅτι ἐποιήσατε, καὶ οὐκ ἐκείνης μόνον, ἀλλὰ καὶ ταύτης | |
5 | μετέσχετε. Οὐ γὰρ δὴ περὶ τὴν ἐλάττω σπουδάσαντες, τῆς βελτίονος ἐμέλλετε ἀμελεῖν. Καὶ γὰρ βελτίων ἐκεί‐ νης αὕτη. Τὴν μὲν γὰρ μαγείρων συνέθηκαν χεῖρες, ταύτην δὲ προφητῶν παρεσκεύασαν γλῶσσαι· καὶ ἡ μὲν τὰ ἀπὸ τῆς γῆς ἔχει βλαστήματα, ἡ δὲ τὸν καρπὸν | |
10 | τὸν ἀπὸ τοῦ Πνεύματος· καὶ ταύτης μὲν τῆς τραπέζης πρὸς φθορὰν ἐπείγεται τὰ σιτία, τὰ δὲ ἐκείνης πρὸς ἀφθαρσίαν· καὶ αὕτη μὲν τὴν παροῦσαν ἡμῶν συγκρα‐ τεῖ ζωὴν, ἐκείνη δὲ πρὸς τὴν μέλλουσαν ἡμᾶς ὁδηγεῖ. Ὅτι μὲν οὖν παρεθήκατε μετ’ ἐκείνης καὶ ταύτην, οἶ‐ | |
15 | δα, οὐκ ἀκόλουθον ὑμῶν ἐρωτήσας, οὐκ οἰκέτην, ἀλλὰ τὸν τούτων σαφέστερον ἄγγελον. Τίνα δὴ τοῦτον; Τὸν κρότον τῶν εἰρημένων, τὸν ἔπαινον τὸν ἐπὶ τῇ διδασκα‐ λίᾳ. Ἐπειδὴ γὰρ εἶπον χθὲς, ὅτι Ἕκαστος ὑμῶν ποιησά‐ τω τὴν οἰκίαν αὐτοῦ ἐκκλησίαν, μέγα ἀνακεκράγατε, | |
20 | δηλοῦντες τὴν ἡδονὴν τὴν ἐπὶ τοῖς εἰρημένοις. Ὁ δὲ μεθ’ ἡδονῆς ἀκούων τῶν λεγομένων, οὗτος καὶ πρὸς τὴν τῶν ἔργων ἐπίδειξιν παρεσκεύασται. Διὰ ταῦτα καὶ τήμερον προθυμότερον ἀπεδυσάμην πρὸς τὴν διδα‐ σκαλίαν. | |
25 | Ἀλλὰ διεγέρθητε καὶ νῦν. Οὐδὲ γὰρ τὸν λέγοντα διεγηγερμένον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ τοὺς ἀκούον‐ τας ἐναγωνίους εἶναι χρὴ, καὶ τοὺς ἀκούοντας μᾶλλον, ἢ τὸν λέγοντα. Ἡμεῖς μὲν γὰρ μίαν ἔχομεν σπουδὴν, καταβαλεῖν τὰ δεσποτικὰ χρήματα· ὑμῖν δὲ πλείων ὁ | |
30 | πόνος, ὥστε καὶ ὑποδέξασθαι αὐτὰ, καὶ μετὰ πολλῆς τηρῆσαι τῆς ἀσφαλείας. Ἐπίθετε τοίνυν μετὰ τὴν ἀκρόασιν τὰ κλεῖθρα ταῖς θύραις. τοὺς μοχλούς· καὶ λογισμοὺς τοὺς φοβεροὺς, καθάπερ τινὰς φύλακας, πανταχόθεν περιστήσατε τῇ ψυχῇ. Καὶ γὰρ ἀναίσχυν‐ | |
35 | τος ὁ κλέπτης ἐστὶ, καὶ διαπαντὸς ἀγρυπνεῖ, καὶ συν‐ εχῶς ἐπιτίθεται, κἂν πολλάκις ἀποτύχῃ, πολλάκις ἐπιχειρεῖ. Ἔστωσαν τοίνυν φοβεροὶ οἱ φύλακες· κἂν ἴδωσι τὸν διάβολον ἐλθόντα καὶ βουλόμενον ἁρπάσαι τι τῶν καταβληθέντων, μετὰ πολλῆς αὐτὸν ἀπελαυνέτω‐ | |
40 | σαν τῆς κραυγῆς· κἂν φροντίδες βιωτικαὶ ἐπίωσι, κω‐ λυέτωσαν· κἂν λήθη παρὰ τῆς φύσεως διενοχλῇ, τῇ μελέτῃ τὴν μνήμην διεγειρέτωσαν. Οὐ γάρ ἐστι μικρὸς ὁ κίνδυνος, ἀπολέσαι χρήματα δεσποτικά. Εἰ γὰρ οἱ ταῦτα τὰ χρήματα ὑποδεχόμενοι, ἐπειδὰν διασκορ‐ | |
45 | πίσωσι τὰ πιστευθέντα, θανάτῳ κολάζονται πολλάκις· οἱ τὰ πολλῷ τιμιώτερα τούτων ὑποδεξάμενοι λόγια, εἶτα ἀπολέσαντες, ποίαν οὐχ ὑποστήσονται τιμωρίαν, Ἐπὶ μὲν τούτων τῶν χρημάτων φυλακῆς εἰσιν ὑπεύ‐ θυνοι μόνον οἱ δεχόμενοι, ἑτέρου δὲ οὐδενός. Ὅσα γὰρ | |
54.608(50) | ὑπεδέξαντο, τοσαῦτα αὐτοὺς καταθεῖναι πᾶσα ἀνάγκη, καὶ πλέον οὐδεὶς οὐδὲν ἀπαιτεῖται παρ’ αὐτῶν· ἐπὶ δὲ τῶν τοῦ Θεοῦ λόγων οὐχὶ φυλακῆς ἐσμεν ὑπεύθυνοι μό‐ νον, ἀλλὰ καὶ ἐργασίας πολλῆς. Οὐδὲ γὰρ ἅπερ ἐδεξά‐ μεθα μόνον ἀποδοῦναι κελευόμεθα, ἀλλὰ καὶ διπλᾶ | |
55 | ταῦτα τῷ Δεσπότῃ προσενεγκεῖν. Καίτοι εἰ καὶ φυλά‐ | |
ξαι προέκειτο μόνον, πολλῆς ἀγωνίας καὶ σπουδῆς | 607 | |
54.609 | ἐδεῖτο τὸ πρᾶγμα· ὅταν δὲ καὶ πλεονάσαι αὐτὰ προσ‐ τάττῃ ἡμῖν ὁ Δεσπότης, ἐννόησον ὅσου πόνου καὶ φρον‐ τίδος ἡμῖν δεῖ τοῖς πιστευθεῖσι. Διά τοι τοῦτο πιστευ‐ θείς τις πέντε τάλαντα, οὐχ ὅσα ἐνεπιστεύθη προσ‐ | |
5 | ήνεγκεν, ἀλλὰ καὶ ἕτερα τοσαῦτα. Ἐκεῖνα μὲν γὰρ τῆς τοῦ δεσπότου φιλανθρωπίας ἦν· ἔδει δὲ καὶ τὸν οἰκέτην τὴν ἑαυτοῦ σπουδὴν ἐπιδείξασθαι. Ὁμοίως καὶ ὁ τὰ δύο τάλαντα πιστευθεὶς εἰργάσατο ἄλλα δύο, καὶ τούτου ἕνεκα ἠξιώθη τῆς αὐτῆς τιμῆς παρὰ τοῦ ἰδίου δεσπό‐ | |
10 | του. Ἄλλος δέ τις πάλιν ἓν τάλαντον πιστευθεὶς καὶ προσενεγκὼν αὐτὸ ὅπερ ἐπιστεύθη, οὐ μειώσας, οὐκ ἐλαττώσας τὴν παρακαταθήκην, οὐκ ἐξ ἡμισείας ἀπο‐ δοὺς, ἐπειδὴ μὴ τὴν πραγματείαν ἀπεδείξατο, μηδὲ διπλοῦν προσήνεγκε τὸ πιστευθὲν, τὴν ἐσχάτην ἔδωκε | |
15 | δίκην· καὶ μάλα εἰκότως. Εἰ γὰρ ἐβουλόμην, φησὶν, αὐτὰ φυλάττεσθαι μόνον, καὶ ἄλλην μὴ γενέσθαι ἐμ‐ πορίαν ἐν αὐτοῖς, οὐκ ἂν αὐτὰ ταῖς τῶν δούλων ἔδωκα χερσί. Σὺ δέ μοι θέα τὴν φιλανθρωπίαν τοῦ δεσπότου. Προσήνεγκεν ὁ τὰ πέντε τάλαντα πιστευθεὶς ἄλλα | |
20 | πέντε, καὶ ὁ τὰ δύο, ἄλλα τοσαῦτα· καὶ τῶν αὐτῶν ἑκάτερος ἀπήλαυσεν ἀμοιβῶν. Ὥσπερ γὰρ ἐκείνῳ εἶ‐ πεν· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πι‐ στὸς, ἐπὶ πολλῶν σε καταστήσω· οὕτω καὶ τῷ τὰ δύο προσενεγκόντι φησὶν, Εὖ, δοῦλε ἀγαθὲ καὶ πι‐ | |
25 | στὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε κατα‐ στήσω. Ἡ πρόσοδος οὐχ ἡ αὐτὴ, καὶ ὁ μισθὸς ὁ αὐτός· οὕτω καὶ τοῦτον τῆς αὐτῆς ἠξίωσε τιμῆς. Τί δήποτε; Ὅτι οὐ τῇ ποσότητι τῶν προσενεχθέντων, ἀλλὰ τῇ δυ‐ νάμει τῶν ἐργαζομένων προσεῖχεν ὁ Θεός. Ἐκείνων | |
30 | μὲν γὰρ ἕκαστος τὰ κατὰ δύναμιν ἐπεδείξατο· τὸν πλεονασμὸν δὲ τῶν προσενεχθέντων καὶ τὴν ἐλάττωσιν οὐχ ἡ ῥᾳθυμία ἐκείνου, οὐδὲ ἡ σπουδὴ τούτου, ἀλλ’ ἡ διαφορὰ τῆς παρακαταθήκης ἐποίησεν. Ἐκεῖνος πέντε ἔλαβε, καὶ πέντε ἄλλα προσήνεγκεν· οὗτος δύο ἔλαβε, | |
35 | καὶ δύο προσήνεγκε, καὶ κατ’ οὐδὲν ἠλάττωται ἐν τῷ τῆς σπουδῆς λόγῳ. Καὶ γὰρ καὶ οὗτος διπλᾶ, κἀκεῖνος διπλᾶ τὰ πιστευθέντα εἰργάσατο· ὁ δὲ ἓν λαβὼν ἁπλοῦν προσήνεγκε· διὸ καὶ ἐκολάζετο. βʹ. Ἠκούσατε τοίνυν πόση τιμωρία κεῖται τοῖς μὴ | |
40 | πραγματευομένοις περὶ τὰ χρήματα τὰ δεσποτικά; Οὐκοῦν καὶ φυλάξωμεν, καὶ πραγματευσώμεθα, καὶ πολλὴν ἐπιδειξώμεθα περὶ αὐτὰ τὴν ἐμπορίαν. Μὴ λεγέτω τις· Ἰδιώτης εἰμὶ, μαθητής εἰμι, λόγον οὐκ ἔχω διδασκαλίας, ἀμαθὴς ὢν καὶ οὐδενὸς ἄξιος. Κἂν γὰρ | |
45 | ἰδιώτης ᾖς, κἂν ἀμαθὴς, κἂν ἓν τάλαντον πιστευθῇς, ἐργάζου τὸ ἐγχειρισθὲν, καὶ τὸν αὐτὸν τῷ διδάσκοντι λήψῃ μισθόν. Ἀλλ’ ὅτι μὲν φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς τῆς ἀκριβείας κατέχετε, πάνυ πεπίστευκα· ἵνα δὲ μὴ εἰς τοῦτο τὸν λόγον ἅπαντα ἀναλώσωμεν, | |
54.609(50) | φέρε καὶ τὰ ἑξῆς τῶν χθὲς ἡμῖν λεχθέντων προσθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τοῦτον τῆς φυλακῆς ὑμῖν ἀποδιδόντες τὸν μισθόν. Ὁ γὰρ τὰ πρότερα πιστευθεὶς καὶ τηρήσας, ἄξιος ἂν εἴη καὶ ἕτερα πάλιν λαβεῖν. Τί οὖν ἦν τὸ διήγημα τὸ χθὲς ἡμῖν προτεθέν; Περὶ τοῦ | |
55 | ξύλου ὁ λόγος ἦν, καὶ ἐδείξαμεν ὅτι ᾔδει ὁ ἄνθρωπος τὸ καλὸν καὶ τὸ πονηρὸν, πρὶν ἢ φαγεῖν ἀπὸ τοῦ ξύλου, καὶ πολλῆς σοφίας ἐπεπλήρωτο, ἀφ’ ὧν ἐπέθηκε τὰ ὀνόματα τοῖς θηρίοις, ἀφ’ ὧν ἐπέγνω τὴν γυναῖκα τὴν | |
ἑαυτοῦ, ἀφ’ ὧν εἶπε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν | Column end | |
54.610 | ὀστέων μου· ἀφ’ ὧν περὶ τοῦ γάμου διελέχθη καὶ περὶ παιδοποιίας, καὶ συζυγίας καὶ πατρὸς καὶ μητρὸς, ἀφ’ ὧν ἐντολὴν ἔλαβεν. Οὐδὲ γὰρ ἐντολὴν δίδωσί τις καὶ νόμον τοῦ πρακτέου καὶ τοῦ μὴ πρακτέου τῷ τὸ καλὸν | |
5 | καὶ πονηρὸν ἀγνοοῦντι. Σήμερον ἀναγκαῖον εἰπεῖν, τίνος ἕνεκεν, εἰ μὴ παρὰ τοῦ ξύλου τὴν γνῶσιν ὁ ἄν‐ θρωπος ἔλαβε, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον εἴρηται· οὐ γὰρ μικρὸν τὸ μαθεῖν, διὰ τί ταύτην τὴν προσηγορίαν ἔχει καὶ ξύλον. Καὶ γὰρ ὁ διάβολος εἶπεν· | |
10 | ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, διανοιχθήσον‐ ται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώ‐ σκοντες καλὸν καὶ πονηρόν. Πῶς οὖν σὺ λέγεις, φη‐ σὶν, ὅτι οὐκ ἐνέθηκε γνῶσιν καλοῦ καὶ πονηροῦ; Τίς γὰρ, εἰπέ μοι, ἐνέθηκεν; ἆρα ὁ διάβολος; Ναὶ, φησὶν, | |
15 | εἰπών· Ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Εἶτα τοῦ ἐχθροῦ μοι φέρεις τὴν μαρτυρίαν καὶ τοῦ ἐπιβούλου; Καίτοι οὗτος εἶπεν, ὅτι Καὶ θεοὶ ἔσεσθε· ἆρα οὖν καὶ θεοὶ ἐγένοντο; Ὥσπερ οὖν οὐκ ἐγένοντο θεοὶ, οὕτως οὔτε γνῶσιν καλοῦ καὶ πονηροῦ | |
20 | τότε ἔλαβον. Ψευστὴς γάρ ἐστιν ἐκεῖνος, καὶ οὐδὲν ἀληθὲς φθέγγεται. Ἐν γὰρ τῇ ἀληθείᾳ, φησὶν, οὐχ ἕστηκε. Μὴ δὴ τοῦ ἐχθροῦ παραγάγωμεν τὴν μαρτυρίαν, ἀλλ’ ἴδωμεν ἀπ’ αὐτῶν τῶν πραγμάτων, τίνος ἕνεκεν, | |
25 | γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον. Καὶ πρότερον, εἰ δοκεῖ, τί ποτέ ἐστι καλὸν καὶ πονηρὸν ἐπι‐ σκεψώμεθα. Τί οὖν ἐστι καλόν; Ἡ ὑπακοή. Τί δὲ πο‐ νηρόν; Ἡ παρακοή. Καὶ τέως ἡμῖν, ἵνα μὴ πλανώμε‐ θα περὶ τὴν φύσιν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, ἀπὸ | |
30 | τῶν Γραφῶν ταῦτα διακριβούσθω. Ὅτι γὰρ τοῦτό ἐστι τὸ καλὸν καὶ πονηρὸν, ἄκουσον τί φησιν ὁ προφήτης· Τί καλὸν, καὶ τί Κύριος ὁ Θεὸς ἐκζητεῖ παρὰ σοῦ; Εἰπὲ τί καλόν. Ἀγαπᾷν Κύριον τὸν Θεόν σου. Ὁρᾷς ὅτι ἡ ὑπακοὴ καλόν; ἐκ γὰρ τῆς ἀγάπης ἡ ὑπακοή. Καὶ | |
35 | πάλιν· Δύο πονηρὰ, φησὶν, ἐποίησεν ὁ λαός μου οὗτος· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Ὁρᾷς ὅτι πονηρὸν ἡ παρακοὴ καὶ ἡ ἐγκατάλειψις; Τέως οὖν τοῦτο τηρῶ‐ | |
40 | μεν, ὅτι καλὸν ἡ ὑπακοὴ, καὶ πονηρὸν ἡ παρακοὴ, καὶ οὕτως εἰσόμεθα κἀκεῖνο. Καὶ γὰρ διὰ τοῦτο γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον, ἐπειδὴ ἡ ἐντολὴ, ἡ γυμνάζουσα τὴν ὑπακοὴν καὶ τὴν παρακοὴν, περὶ τὸ ξύλον ἐγένετο. ᾜδει μὲν γὰρ καὶ πρὸ τούτου ὁ Ἀδὰμ, | |
45 | ὅτι καλὸν μὲν ἡ ὑπακοὴ, πονηρὸν δὲ ἡ παρακοή· ἔμαθε δὲ ὕστερον σαφέστερον δι’ αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ὥσπερ γὰρ καὶ ὁ Κάϊν ᾔδει μὲν ὅτι κακὸν ἡ ἀδελφοκτονία καὶ πρὶν ἢ σφάξαι τὸν ἀδελφὸν αὐτοῦ· ὅτι γὰρ ᾔδει πονηρὸν ὂν τὸ πρᾶγμα, ἄκουσόν τί φησι· | |
54.610(50) | Δεῦρο, ἐξέλθωμεν εἰς τὸ πεδίον. Καίτοι τίνος ἕνεκεν ἕλκεις εἰς τὸ πεδίον ἀπὸ τῶν πατρικῶν ἀποσπάσας ἀγκαλῶν τὸν ἀδελφόν; τί δὲ καθιστᾷς ἐν ἐρημίᾳ; τί δὲ γυμνὸν ποιεῖς τῆς κηδεμονίας; τί πόῤῥω τῆς πατρικῆς ἀπάγεις ὄψεως; τί διακρύπτεις τὴν τόλμαν, εἰ μὴ δέ‐ | |
55 | δοικας τὴν ἁμαρτίαν; τί δὲ καὶ μετὰ τὸ ποιῆσαι τὸν | |
φόνον, πάλιν ἐρωτώμενος δυσχεραίνεις καὶ ψεύδῃ; Τοῦ | 609 | |
54.611 | γὰρ Θεοῦ εἰπόντος· Ποῦ Ἄβελ, ὁ ἀδελφός σου; εἶ‐ πας· Μὴ φύλαξ εἰμὶ τοῦ ἀδελφοῦ μου ἐγώ; Ὅθεν δῆλον ὅτι σαφῶς εἰδὼς ἦλθεν ἐπὶ τὴν ἐργασίαν ταύτην. Ὥσπερ οὖν οὗτος ᾔδει μὲν καὶ πρὸ τῆς πείρας ὅτι κα‐ | |
5 | κὸν ὁ φόνος, ἔμαθε δὲ σαφέστερον καὶ μετὰ ταῦτα, ὅτε τὴν τιμωρίαν ἐδέξατο, καὶ ἤκουσε· Στένων καὶ τρέ‐ μων ἔσῃ ἐπὶ τῆς γῆς· οὕτω καὶ ὁ πατὴρ τούτου εἶχε τοῦ καλοῦ καὶ τοῦ κακοῦ καὶ πρὸ τοῦ φαγεῖν τὴν γνῶ‐ σιν, εἰ καὶ μὴ οὕτω σαφῆ, ὡς μετὰ τὴν τοῦ ξύλου βρῶ‐ | |
10 | σιν. Τί λέγω; Τὰ γὰρ κακὰ πάντες οἴδαμεν καὶ πρὶν ἢ πρᾶξαι, σαφέστερον δὲ μανθάνομεν μετὰ τὸ πρᾶξαι· πολλῷ δὲ σαφέστερον, ὅταν κολαζώμεθα. Οὕτω καὶ ὁ Κάϊν ᾔδει μὲν ὅτι κακὸν ἡ ἀδελφοκτονία καὶ πρὸ τούτου· | |
15 | ἔμαθε δὲ ὕστερον διὰ τῆς κολάσεως σαφέστερον· ἐπεὶ καὶ ἡμεῖς οἴδαμεν ὅτι καλὸν ἡ ὑγίεια, καὶ φορτι‐ κὸν ἡ νόσος καὶ πρὸ τῆς πείρας· πολλῷ δὲ μᾶλλον, ὅταν εἰς τὴν νόσον ἐμπέσωμεν, ἀμφοτέρων τὴν διαφορὰν γινώσκομεν. | |
20 | γʹ. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ Ἀδὰμ ᾔδει μὲν ὅτι καλὸν ἡ ὑπακοὴ, καὶ κακὸν ἡ παρακοή· ὕστερον δὲ σαφέστερον ἔμαθεν, ὅτε τοῦ ξύλου γευσάμενος ἐξε‐ βλήθη τοῦ παραδείσου, καὶ τῆς μακαριότητος ἐκείνης ἐξέπεσεν. Ἐπεὶ οὖν εἰς τιμωρίαν ἐνέπεσεν, ὅτι, τοῦ | |
25 | Θεοῦ κωλύσαντος, ἐγεύσατο τοῦ ξύλου, ἡ τιμωρία αὐτὸν σαφέστερον ἐπαίδευσε διὰ τῆς πείρας, ὅσον κα‐ κὸν Θεοῦ παρακούειν, καὶ ὅσον ὑπακούειν καλόν· διὰ τοῦτο γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται. Καὶ τίνος ἕνεκεν, εἰ μὴ αὐτὴ ἡ φύσις τοῦ ξύλου τὴν | |
30 | γνῶσιν εἶχε τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, ἀλλ’ ἐκ τῆς τιμωρίας τῆς διὰ τὴν παρακοὴν τὴν ἐπὶ τῷ ξύλῳ σα‐ φέστερον τοῦτο ἔμαθεν ὁ ἄνθρωπος, γνωστὸν καλοῦ καὶ πονηροῦ τὸ ξύλον καλεῖται; Ὅτι ἔθος τῇ Γραφῇ τοῦτο, ἐπειδὰν τὸ πρᾶγμα γένηται, ἢ ἐν τόποις, | |
35 | ἢ ἐν καιροῖς, ἀπὸ τῶν πραγμάτων καλεῖν καὶ τοὺς τό‐ πους καὶ τοὺς καιρούς. Καὶ ἵνα σαφέστερον γένηται τὸ λεγόμενον, ἐπὶ ὑποδείγματος ὑμῖν τοῦτο ποιήσω φανερόν. Ὁ Ἰσαάκ ποτε φρέατα ὤρυξε· ταῦτα τὰ φρέατα ἐπεχείρησαν οἱ γείτονες διαφθεῖραι· ἐντεῦθεν | |
40 | ἐγένετό τις ἀπέχθεια, καὶ ἐκάλεσε τὸ φρέαρ Ἔχθραν· οὐκ ἐπειδὴ αὐτὸ τὸ φρέαρ ἤχθρανεν, ἀλλ’ ἐπειδὴ περὶ αὐτὸ ἡ ἔχθρα γέγονεν. Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν, ἀλλ’ ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ὁ ἔλεγχος τῆς | |
45 | γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ. Πάλιν ὤρυξε φρέαρ ὁ Ἀβραὰμ, ἐπεβούλευσεν ὁ Ἀβιμέλεχ· συν‐ ῆλθον, κατέλυσαν τὴν ἔχθραν, καὶ ὅρκους δόντες ἀλ‐ λήλοις, ἐκάλεσαν τὸ φρέαρ ἐκεῖνο Φρέαρ ὅρκου· οὐκ ἐπειδὴ τὸ φρέαρ ὤμοσεν, ἀλλ’ ἐπειδὴ περὶ τὸ φρέαρ | |
54.611(50) | ὁ ὅρκος ἐγένετο. Ὁρᾷς πῶς οὐχὶ τῶν πραγμάτων οἱ τόποι αἴτιοι γίνονται, εἰ καὶ τῶν πραγμάτων λαμ‐ βάνουσι τὰ ὀνόματα; Καὶ γὰρ πολλὴ ἀνάγκη παρα‐ γαγεῖν παραδείγματα, ὥστε σαφέστερον γενέσθαι τὸ λεγόμενον. Πάλιν εἶδεν ὁ Ἰακὼβ ἀγγέλους ἀπαντή‐ | |
55 | σοντας αὐτῷ καὶ παρεμβολὴν Θεοῦ, καὶ ἐκάλεσε τὸν τόπον Παρεμβολήν. Καίτοι οὐχ ὁ τόπος ἦν ἡ παρεμβολὴ, ἀλλ’ ὅμως ἐκλήθη ὁ τόπος Παρεμβολὴ, ἐπειδὴ ἐκεῖ εἶδε τὴν παρεμβολήν. Ὁρᾷς πῶς ἀπὸ τοῦ πράγματος τοῦ συμβάντος ἐν τῷ τόπῳ τὸν τό‐ | |
60 | πον ὠνόμασεν; Οὕτω καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται, οὐκ ἐπειδὴ αὐτὸ εἶχε γνῶσιν καλοῦ καὶ πονηροῦ, ἀλλ’ ἐπειδὴ περὶ αὐτὸ ἐγένετο ἡ ἀπόδειξις τῆς γνώσεως τοῦ καλοῦ καὶ τοῦ πονηροῦ, | |
καὶ ἡ γυμνασία τῆς παρακοῆς καὶ τῆς ὑπακοῆς. Πά‐ | Column end | |
54.612 | λιν εἶδε τὸν Θεὸν ὁ Ἰακὼβ, ὡς ἰδεῖν ἀνθρώπῳ δυνα‐ τὸν ἦν, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Εἶδος Θεοῦ. Διὰ τί· Ὅτι εἶδον τὸν Θεὸν, φησί. Καὶ μὴν οὐχ ὁ τόπος εἶδος Θεοῦ ἦν, ἀλλ’ ἀπὸ τοῦ πράγματος | |
5 | τοῦ συμβάντος ἐν τῷ τόπῳ ἡ προσηγορία γέγονεν. Ὁρᾷς διὰ πόσων ἀποδέδεικται, ὅτι ἔθος τῇ Γραφῇ ἀπὸ τῶν πραγμάτων τῶν συμβαινόντων ἐν τοῖς τόποις αὐτοὺς τοὺς τόπους καλεῖν; Τὸ αὐτὸ δὲ τοῦτο καὶ ἐπὶ καιρῶν ποιεῖν εἴωθεν. Ἀλλ’ ἵνα μὴ κατατείνωμεν | |
10 | ὑμᾶς, φέρε μεταγάγωμεν τὸν λόγον ἀπὸ τῶν σκυθρω‐ ποτέρων ἐπὶ τὰ φαιδρότερα. Καὶ γὰρ ἔκαμεν ὑμῶν ἡ διάνοια τοῖς λεπτοτέροις νοήμασιν ἐνδιατρίβουσα· διόπερ αὐτὴν ἀναπαῦσαι καλὸν, τοῖς ἀφελεστέροις καὶ φαιδροτέροις διαιτῶντας νοήμασιν. | |
15 | Ἐπανίωμεν τοίνυν ἐπὶ τὸ σωτήριον τοῦ σταυροῦ ξύλον. Τοῦτο γὰρ, τοῦτο πάντα ἀνέλυσε τὰ δεινὰ, ὅσα ἐκεῖνο εἰσήγαγε· μᾶλλον δὲ οὐκ ἐκεῖνο εἰσήγαγε τὰ δεινὰ, ἀλλ’ ὁ ἄνθρωπος ἅπαντα, ἅπερ μετὰ πολλῆς ὕστερον ἀνέλυσε τῆς περιουσίας ὁ Χριστὸς, πολλῷ | |
20 | μείζονα αὐτῶν εἰσαγαγὼν ἀγαθά. Δι’ αὐτὸ τοῦτο ὁ Παῦλός φησιν· Ὅπου ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερεπερίσσευσεν ἡ χάρις· τουτέστι, μεῖζον τὸ δῶρον τοῦ ἁμαρτήματος. Διὰ τοῦτο πάλιν φησίν· Οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα· | |
25 | οὐχ ὅσον ἥμαρτεν ὁ ἄνθρωπος, τοσοῦτον ἐχαρίσατο ὁ Θεός· οὐχ ὅση ἡ ζημία, τοσαύτη καὶ ἡ πραγμα‐ τεία· οὐχ ὅσον τὸ ναυάγιον, τοσαύτη καὶ ἡ ἐμπορία· ἀλλὰ πλείω τὰ ἀγαθὰ τῶν κακῶν· καὶ εἰκότως. Τὰ μὲν γὰρ κακὰ δοῦλος εἰσήγαγε, καὶ ἐλάττονα ἦν· τὰ | |
30 | δὲ ἀγαθὰ Δεσπότης ἐχαρίσατο, διὸ καὶ πλείονα ἦν. Διὰ τοῦτό φησιν· Οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα. Εἶτα ἐπάγει καὶ τὴν διαφοράν· Τὸ μὲν γὰρ κρῖμα ἐξ ἑνὸς εἰς κατάκριμα, τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Ἀσα‐ | |
35 | φέστερον τὸ εἰρημένον· οὐκοῦν ἀνάγκη τὴν λύσιν ἐπαγαγεῖν. Τὸ μὲν γὰρ κρῖμα, τουτέστιν ἡ κόλασις, ἡ τιμωρία, ὁ θάνατος· Ἐξ ἑνὸς, τουτέστιν ἁμαρτή‐ ματος· Μία γὰρ, φησὶν, ἁμαρτία τοσοῦτον εἰσήγαγε κακόν· τὸ δὲ χάρισμα οὐκ ἐκείνην μόνην τὴν ἁμαρ‐ | |
40 | τίαν ἔλυσεν, ἀλλὰ καὶ ἑτέρας πολλάς. Διὰ τοῦτο λέ‐ γει· Τὸ δὲ χάρισμα ἐκ πολλῶν παραπτωμάτων εἰς δικαίωμα. Διὰ τοῦτο καὶ ὁ Ἰωάννης ὁ βαπτιστὴς ἐβόα· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, οὐχὶ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ Ἀδὰμ, ἀλλ’, Ὁ αἴρων τὴν ἁμαρτίαν | |
45 | τοῦ κόσμου. Εἶδες πῶς οὐχ ὡς τὸ παράπτωμα, οὕτω καὶ τὸ χάρισμα, ἀλλὰ πλείονα εἰσήγαγε τοῦτο τὸ ξύλον ἀγαθὰ τῶν παρὰ τὴν ἀρχὴν εἰσενεχθέντων κακῶν; δʹ. Ταῦτα δὲ εἶπον, ἵνα μὴ νομίσῃς ἐπηρεάζεσθαί σε | |
54.612(50) | παρὰ τῶν πρώτων. Ἐξέβαλεν ὁ διάβολος τὸν Ἀδὰμ, εἰσήγαγε τὸν λῃστὴν ὁ Χριστός. Καὶ σκόπει τὸ διάφο‐ ρον. Ἐκεῖνος οὐκ ἔχοντα ἁμαρτίαν τὸν ἄνθρωπον, ἀλλὰ μίαν κηλῖδα παρακοῆς, ἐξέβαλεν· ὁ Χριστὸς λῃστὴν μυρία φορτία ἁμαρτημάτων βαστάζοντα οὕτως | |
55 | εἰσήγαγεν εἰς τὸν παράδεισον. Ἆρ’ οὖν τοῦτο μόνον τὸ θαῦμά ἐστιν, ὅτι λῃστὴν εἰσήγαγεν εἰς παράδεισον, ἄλλο δὲ οὐδέν; Ἔστι καὶ ἄλλο μεῖζον εἰπεῖν. Οὐ γὰρ λῃστὴν εἰσήγαγε μόνον, ἀλλὰ καὶ πρὸ τῆς οἰκουμένης | |
ἁπάσης, καὶ πρὸ τῶν ἀποστόλων· ἵνα μηδεὶς τῶν | 611 | |
54.613 | μετὰ ταῦτα ἀπογνῷ τὴν εἴσοδον, μηδὲ ἀπελπίσῃ τὴν σωτηρίαν τὴν ἑαυτοῦ, τὸν μυρίων γέμοντα κακῶν ἐν ταῖς βασιλικαῖς αὐλαῖς στρεφόμενον ὁρῶν· Ἀλλ’ ἴδω‐ μεν, μὴ πόνους ἐπεδείξατο καὶ κατορθώματα καὶ καρ‐ | |
5 | ποὺς ὁ λῃστής. Οὐδὲ τοῦτο ἔστιν εἰπεῖν, ἀλλ’ ἀπὸ ψιλοῦ ῥήματος, ἀπὸ πίστεως μόνης πρὸ τῶν ἀποστό‐ λων εἰσεπήδησεν εἰς τὸν παράδεισον, ἵνα μάθῃς ὅτι οὐχ ἡ ἐκείνου εὐγνωμοσύνη τοσοῦτον ἴσχυσεν, ὅσον τοῦ Δεσπότου ἡ φιλανθρωπία τὸ πᾶν ἐποίησε. Τί γὰρ | |
10 | εἶπεν ὁ λῃστής; τί δὲ ἔπραξεν; ἐνήστευσεν; ἐδάκρυσεν; περιεσχίσατο; μετάνοιαν ἐπεδείξατο ἐν πολλῷ τῷ χρόνῳ; Οὐδαμῶς· ἀλλ’ ἐν αὐτῷ τῷ σταυρῷ μετὰ τὴν ἀπόφασιν σωτηρίας ἔτυχεν. Ὅρα τάχος· ἀπὸ σταυροῦ εἰς οὐρανὸν, ἀπὸ καταδίκης εἰς σωτηρίαν. Τίνα ἐστὶν | |
15 | ἄρα ἐκεῖνα τὰ ῥήματα; πόσην ἔχει τὴν δύναμιν, ὅτι τοσαῦτα τούτῳ ἐκόμισεν ἀγαθά; Μνήσθητί μου, φη‐ σὶν, ἐν τῇ βασιλείᾳ σου. Καὶ τί τοῦτο; ᾜτησε λαβεῖν ἀγαθὰ, οὐ σπουδὴν τὴν δι’ ἔργων ἐπεδείξατο· ἀλλ’ ὁ τὴν καρδίαν αὐτοῦ εἰδὼς, οὐ τοῖς ῥήμασι προσέσχεν, | |
20 | ἀλλὰ τῇ διαθέσει τῆς διανοίας. Οἱ μὲν γὰρ προφητι‐ κῶν ἀπολαύσαντες διδαγμάτων, οἱ τὰ σημεῖα ἰδόντες, οἱ τὰ θαύματα θεασάμενοι, ἔλεγον περὶ τοῦ Χριστοῦ, ὅτι Δαιμόνιον ἔχει, καὶ, Πλανᾷ τὸν ὄχλον· ὁ δὲ λῃστὴς μὴ προφητῶν ἀκούσας, μὴ θαύματα ἰδὼν, | |
25 | ἰδὼν ἐπὶ τοῦ σταυροῦ προσηλωμένον, οὐ προσέσχε τῇ ἀτιμίᾳ, οὐκ εἶδε τὴν ἀδοξίαν, ἀλλ’ εἰς τὴν θεότητα αὐτὴν ἰδὼν, Μνήσθητί μου, φησὶν, ἐν τῇ βασιλείᾳ σου. Καινὸν τοῦτο καὶ παράδοξον. Σταυρὸν ὁρᾷς, καὶ βασιλείας μέμνησαι; Τί βασιλείας ἄξιον εἶδες; | |
30 | Ἐσταυρωμένον ἄνθρωπον, ῥαπιζόμενον, χλευαζόμε‐ νον, κατηγορούμενον, ἐμπτυόμενον, μαστιζόμενον· ταῦτα οὖν βασιλείας ἄξια, εἰπέ μοι; Ὁρᾷς ὅτι τοῖς τῆς πίστεως ἔβλεπεν ὀφθαλμοῖς, καὶ οὐ τὰ φαινόμενα ἐξήταζε; Διὰ τοῦτο οὔτε ὁ Θεὸς τὰ ῥήματα ἐξήταζε | |
35 | τὰ ψιλὰ, ἀλλ’ ὥσπερ οὗτος εἶδεν εἰς τὴν θεότητα, οὕτως ὁ Θεὸς εἶδεν εἰς τὴν καρδίαν τοῦ λῃστοῦ, καί φησι· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Ἐνταῦθα προσέχετε· ζήτημα γὰρ οὐ τὸ τυχὸν ἐπιφύεται. Καὶ γὰρ οἱ Μανιχαῖοι, οἱ κύνες, οἱ ἐννεοὶ | |
40 | καὶ λυττῶντες, τὸ σχῆμα μὲν ἐπιδείκνυνται ἐπιει‐ κείας, τὴν χαλεπὴν δὲ ἔνδον ἔχουσι τῶν κυνῶν μανίαν, καὶ κατακρύπτουσι τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον. Ἀλλὰ μὴ τὸ φαινόμενον ἴδῃς, ἀλλὰ τὸ ἔνδον κεκρυμμένον θηρίον ἐξέτασον. Οὗτοι τοίνυν | |
45 | ἐπιλαβόμενοι τοῦ χωρίου τούτου φασίν· Εἶπεν ὁ Χρι‐ στός· Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ· οὐκοῦν ἀντίδοσις ἤδη γέγονε τῶν ἀγαθῶν, καὶ περιττὴ ἡ ἀνάστασις. Εἰ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπέλαβεν ὁ λῃστὴς τὰ ἀγαθὰ, τὸ δὲ σῶμα | |
54.613(50) | αὐτοῦ οὐκ ἀνέστη οὐδέπω καὶ τήμερον, οὐκ ἔσται σωμάτων λοιπὸν ἀνάστασις. Ἆρα ἐνοήσατε τὸ λεχθὲν, ἢ δεύτερον αὐτὸ πάλιν εἰπεῖν ἀνάγκη; Ἀμὴν, ἀμὴν λέγω σοι, σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παρα‐ δείσῳ. Εἰσῆλθεν οὖν, φησὶν, εἰς τὸν παράδεισον ὁ | |
55 | λῃστὴς οὐ μετὰ τοῦ σώματος· πῶς γὰρ, ὁπότε οὐκ ἐτάφη τὸ σῶμα αὐτοῦ, οὐδὲ διελύθη καὶ κόνις ἐγέ‐ νετο; καὶ οὐδαμοῦ εἴρηται, ὅτι ἀνέστησεν ὁ Χριστὸς αὐτόν. Εἰ δὲ εἰσήγαγε τὸν λῃστὴν, καὶ χωρὶς τοῦ σώματος ἀπέλαυσε τῶν ἀγαθῶν, εὔδηλον ὅτι σώματος | |
60 | οὐκ ἔστιν ἀνάστασις. Εἰ γὰρ ἦν σώματος ἀνάστασις, οὐκ ἂν εἶπε· Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παρα‐ δείσῳ, ἀλλ’, ἐν τῷ καιρῷ τῆς συντελείας, ὅταν | |
σωμάτων ἀνάστασις ᾖ. Εἰ δὲ ἤδη εἰσήγαγε τὸν | Column end | |
54.614 | λῃστὴν, τὸ δὲ σῶμα αὐτοῦ φθαρὲν ἔμεινεν ἕξω, εὔδη‐ λον ὅτι σωμάτων ἀνάστασις οὐκ ἔστι. Ταῦτα ἐκεῖνοι· δέχεσθε δὲ λοιπὸν καὶ τὰ παρ’ ἡμῶν, μᾶλλον δὲ οὐ τὰ παρ’ ἡμῶν, ἀλλὰ τὰ παρὰ τῆς θείας Γραφῆς· οὐ γὰρ | |
5 | τὰ ἡμέτερα λέγομεν, ἀλλὰ τὰ τοῦ ἁγίου Πνεύματος. Τί λέγεις; οὐ κοινωνεῖ τῶν στεφάνων ἡ σάρξ; Ἀλλ’ ἐν μὲν τοῖς πόνοις ἐκοινώνησεν, ἐν δὲ τοῖς μισθοῖς ἀποστερεῖται; καὶ ὅτε μὲν ἀγωνίζεσθαι ἔδει, τὸ πλέον ἐδέξατο τῶν ἱδρώτων· ὅτε δὲ στεφάνων καιρὸς, μόνη ἡ | |
10 | ψυχὴ στεφανοῦται; Οὐκ ἀκούεις τοῦ Παύλου λέγον‐ τος, ὅτι Παραστῆναι ἡμᾶς δεῖ ἔμπροσθεν τοῦ βή‐ ματος τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται τὰ ἴδια τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν; Οὐκ ἀκούεις αὐτοῦ λέγοντος πάλιν· | |
15 | Δεῖ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν, καὶ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν; Τὸ θνητὸν, ποῖον; τὴν ψυχὴν, ἢ τὸ σῶμα; Εὔδηλον ὅτι τὸ σῶμα· ἡ γὰρ ψυχὴ φύσει ἀθάνατος, θνητὸν δὲ φύσει τὸ σῶμα. Ἀλλὰ πολλὰ περικόπτουσι τούτων· | |
20 | πλὴν καὶ ἀπ’ αὐτῶν τῶν ὑπολελειμμένων τὴν συγγένειαν τῶν περικοπέντων ἐλέγξομεν. Εἰσῆλθεν εἰς τὸν παράδεισον ὁ λῃστὴς, φησί. Καὶ τί τοῦτο; μὴ γὰρ ταῦτά ἐστι τὰ ἀγαθὰ, ἅπερ ὁ Θεὸς ἡμῖν ἐπαγγέλλεται; | |
25 | εʹ. Οὐκ ἀκούεις τοῦ Παύλου περὶ τὰ ἀγαθὰ ἐκεῖνα τί φησιν; Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη· τὸν δὲ παράδεισον καὶ ὀφθαλμὸς εἶδε τοῦ Ἀδὰμ, καὶ οὖς ἤκουσε, καὶ καρδία ἀνθρώπου ἐδέξατο· περὶ γὰρ | |
30 | αὐτοῦ τοσαύτας ἡμέρας διαλεγόμεθα· πῶς οὖν ἀπέ‐ λαβε τὰ ἀγαθὰ ὁ λῃστής; Οὐ γὰρ εἰς παράδεισον ἐπαγγέλλεται εἰσαγαγεῖν ἡμᾶς ὁ Θεὸς, ἀλλ’ εἰς αὐτὸν τὸν οὐρανόν· οὐδὲ βασιλείαν παραδείσου, ἀλλὰ βα‐ σιλείαν οὐρανῶν ἐκήρυξεν. Ἤρξατο γὰρ, φησὶ, | |
35 | κηρύττειν καὶ λέγειν· Μετανοεῖτε· ἤγγικε γὰρ, οὐχ ἡ βασιλεία τοῦ παραδείσου, ἀλλ’, ἡ βασιλεία τῶν οὐρανῶν. Ἀπώλεσας μὲν γὰρ παράδεισον, ἔδωκε δέ σοι ὁ Θεὸς τὸν οὐρανὸν, ἵνα καὶ τὴν οἰκείαν φιλαν‐ θρωπίαν ἐπιδείξηται, καὶ τὸν διάβολον δάκῃ, δεικνὺς | |
40 | ὅτι κἂν μυρία τῷ τῶν ἀνθρώπων ἐπιβουλεύσῃ γένει, οὐδὲν ἔσται πλέον αὐτῷ, τοῦ Θεοῦ πρὸς μείζονα ἀεὶ τιμὴν ἡμᾶς ἀνάγοντος. Ἀπώλεσας τοίνυν παράδεισον, καὶ ἀνέῳξέ σοι ὁ Θεὸς τὸν οὐρανόν· κατεδικάσθης πόνῳ προσκαίρῳ, καὶ ἐτιμήθης ζωῇ αἰωνίῳ. Ἐκέλευσε | |
45 | τῇ γῇ ἀκάνθας καὶ τριβόλους ἀνενεγκεῖν, καὶ ἐβλά‐ στησέ σοι καρπὸν Πνεύματος ἡ ψυχή. Ὁρᾷς πῶς μείζων ἡ εὐπορία τῆς ζημίας; πῶς πλείων ὁ πλοῦτος; Οἶόν τι λέγω· ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον ἀπὸ γῆς καὶ ὕδατος, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ. Οὐκ | |
54.614(50) | ἐγένετο χρήσιμος ὁ πλασθεὶς, ἀλλὰ διεστράφη. Οὐκέτι λοιπὸν ἀπὸ γῆς καὶ ὕδατος αὐτὸν ἀναπλάττει, ἀλλ’ ἐξ ὕδατος καὶ Πνεύματος· καὶ οὐκ ἔτι παράδεισον ἐπαγ‐ γέλλεται πρὸς αὐτὸν, ἀλλὰ βασιλείαν οὐρανῶν. Καὶ ὅπως, ἄκουε. Νικοδήμου γὰρ τοῦ ἄρχοντος τῶν Ἰου‐ | |
55 | δαίων καταπεσόντος, καὶ τὴν ἐνταῦθα γέννησιν ἐπιζητοῦντος καὶ λέγοντος, ἀδύνατον εἶναι γέροντα γεννηθῆναι ἄνωθεν, ὅρα πῶς ὁ Χριστὸς σαφέστερον αὐτῷ ἀποκαλύπτει τῆς γεννήσεως τὸν τρόπον. Ἐὰν | |
μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ | 613 | |
54.615 | δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Εἰ τοίνυν βασιλείαν οὐρανῶν ἐπηγγείλατο, εἰς πα‐ ράδεισον δὲ εἰσήγαγε τὸν λῃστὴν, οὐδέπω ἀπέδωκεν αὐτῷ τὰ ἀγαθά. | |
5 | Ἀλλ’ ἕτερόν τι πρὸς τοῦτο λέγουσι. Τὸν παράδει‐ σον, φασὶν, ἐνταῦθα, οὐ τὸν παράδεισον εἶπεν, ἀλλὰ τῷ τοῦ παραδείσου ὀνόματι τὴν βασιλείαν τῶν οὐρα‐ νῶν ὠνόμασεν. Ἐπειδὴ γὰρ πρὸς λῃστὴν διελέγετο, ἄνθρωπον οὐδὲν ἀκηκοότα τῶν ὑψηλῶν δογμάτων, | |
10 | οὐδὲ εἰδότα περὶ προφητείας, ἀλλὰ πάντα τὸν χρόνον ἐν ἐρημίαις διατρίψαντα, καὶ φόνους ἐργασάμενον, καὶ μηδὲ παρακύψαντά ποτε εἰς ἐκκλησίαν, μήτε μετα‐ σχόντα θείας ἀκροάσεως, μὴ εἰδότα τί ποτέ ἐστι βασι‐ λεία τῶν οὐρανῶν, τοῦτο ἔλεγε· Σήμερον μετ’ ἐμοῦ | |
15 | ἔσῃ ἐν τῷ παραδείσῳ· τῷ γνωριμωτέρῳ καὶ συνηθε‐ στέρῳ ὀνόματι τοῦ παραδείσου τὴν βασιλείαν τῶν οὐρανῶν δηλοῖ, καὶ περὶ ἐκείνης αὐτῷ διαλέγεται ὁ Χριστός. Δέχομαι. Οὐκοῦν, φησὶν, εἰσῆλθε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Πόθεν δῆλον; Ἐξ ὧν εἶπε, | |
20 | Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Εἰ δὲ βιαιοτέρα ἡ λύσις αὕτη, τὴν σαφεστέραν ἐπάξομεν. Τί οὖν ἐστιν αὕτη; Εἶπεν ὁ Χριστὸς, Ὁ μὴ πι‐ στεύων εἰς τὸν Υἱὸν, ἤδη κέκριται. Τί οὖν; ἤδη κέκριται; Καίτοι οὔπω ἀνάστασις, οὔπω κόλασις καὶ | |
25 | τιμωρία· πῶς οὖν ἤδη κέκριται; Ἀπὸ τῆς ἁμαρτίας. Καὶ πάλιν, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, φησὶ, μεταβέ‐ βηκεν ἐκ τοῦ θανάτου εἰς τὴν ζωήν. Καὶ οὐκ εἶπε, μεταβήσεται, ἀλλ’, ἤδη μεταβέβηκε· καὶ οὗτος πάλιν ἀπὸ τοῦ κατορθώματος, κἀκεῖνος πάλιν ἀπὸ τοῦ | |
30 | ἁμαρτήματος. Ὥσπερ οὖν ἐκεῖνος κέκριται, μηδέπω κρινόμενος, κἀκεῖνος μεταβέβηκεν εἰς τὴν ζωὴν, μη‐ δέπω μεταβὰς, καὶ πρὸς ἐκεῖνον ἀπὸ τοῦ κατορ‐ θώματος, καὶ πρὸς τοῦτον ἀπὸ τοῦ ἁμαρτήματος, ὡς γεγενημένων δὴ πραγμάτων οὔπω γεγενημένων | |
35 | διαλέγεται· οὕτω καὶ πρὸς τὸν λῃστὴν ἔλεγε. Καὶ γὰρ οἱ ἰατροὶ, ἐπειδὰν ἴδωσί τινα ἀπεγνωσμένον, λέ‐ γουσιν, ὅτι ἤδη τέθνηκε καὶ νεκρός ἐστι, καίτοι γε ἔτι ἐμπνέοντα βλέποντες. Ἀλλ’ ὥσπερ ἐκεῖνος, ἐπειδὴ ἐλπίδα σωτηρίας οὐκ ἔχει, τέθνηκε παρὰ τοῖς ἰατροῖς· | |
40 | οὕτω καὶ ὁ λῃστὴς, ἐπειδὴ προσδοκίαν οὐκέτι εἶχεν ὑποστροφῆς εἰς ἀπώλειαν, εἰσελήλυθεν εἰς τὸν οὐρανόν. Οὕτω καὶ ὁ Ἀδὰμ ἤκουσεν, Ἧ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπὸ τοῦ ξύλου, θανάτῳ ἀποθανεῖσθε. Τί οὖν, αὐτῇ τῇ ἡμέρᾳ ἀπέθανεν; Οὐδαμῶς· ἀλλ’ ἔζησεν ἔτη ἐννεα‐ | |
45 | κόσια καὶ ἐπέκεινα μετὰ τὴν ἡμέραν ἐκείνην. Πῶς οὖν ἔλεγεν ὁ Θεὸς, ὅτι Τῇ αὐτῇ ἡμέρᾳ ἀποθανεῖσθε; Τῇ ἀποφάσει, οὐ τῇ πείρᾳ. Οὕτω καὶ ὁ λῃστὴς εἰσῆλθεν εἰς τὸν οὐρανόν. Ἄκουσον γοῦν τί φησιν ὁ Παῦλος, δηλῶν ὅτι οὐδεὶς οὐδέπω τῶν ἀγαθῶν ἀπέ‐ | |
54.615(50) | λαβε τὴν ἀντίδοσιν· περὶ γὰρ τῶν προφητῶν καὶ τῶν δικαίων διαλεγόμενος ἐπήγαγε· Κατὰ πίστιν ἀπέ‐ θανον οὗτοι πάντες μὴ κομισάμενοι τὰς ἐπαγγε‐ λίας, ἀλλὰ πόῤῥωθεν εἰδότες αὐτὰς καὶ ἀσπασά‐ μενοι, τοῦ Θεοῦ κρεῖσσόν τι περὶ ἡμῶν προβλε‐ | |
55 | ψαμένου, ἵνα μὴ χωρὶς ἡμῶν τελειωθῶσι. Ταῦτα κατέχετε, καὶ μέμνησθε, καὶ τοὺς οὐκ ἀκηκοότας διδάσκετε· ταῦτα καὶ ἐν ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ μελετάτω ἕκαστος. Οὐδὲν γὰρ ἡδύτερον | |
ἀκροάσεως θείας. Ἄκουσον γοῦν τί φησι περὶ ταύ‐ | Column end | |
54.616 | της ὁ Προφήτης· Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κηρίον τῷ στόματί μου. Τοῦτο τοίνυν παρατίθει τὸ κηρίον ἐπὶ τῆς τραπέζης τῆς ἑσπερινῆς, ὥστε πᾶσαν αὐτὴν ἡδονῆς πληρῶσαι | |
5 | πνευματικῆς. Οὐχ ὁρᾶτε τοὺς εὐπόρους τῶν ἀνθρώ‐ πων, πῶς μετὰ τὰ σιτία κιθαρῳδοὺς καὶ αὐλητὰς ἐπεισάγουσι; Θέατρον ἐκεῖνοι ποιοῦσι τὴν ἑαυτῶν οἰκίαν σὺ ποίησον τὴν οἰκίαν τὴν σὴν οὐρανόν· ποιή‐ σεις δὲ, οὐχὶ τοὺς τοίχους ἀμείβων, οὐδὲ μεταλλάτ‐ | |
10 | των τὰ θεμέλια, ἀλλ’ αὐτὸν τὸν τῶν οὐρανῶν Δεσπό‐ την ἐπὶ τὴν τράπεζαν καλῶν τὴν σήν. Οὐκ ἐπαισχύ‐ νεται τὰ τοιαῦτα δεῖπνα ὁ Θεός. Ἔνθα γὰρ διδασκαλία πνευματικὴ, ἐκεῖ καὶ σωφροσύνη, καὶ σεμνότης, καὶ ἐπιείκεια· ἔνθα ἀνὴρ καὶ γυνὴ καὶ παιδία, καὶ | |
15 | ὁμόνοια καὶ φιλία, καὶ τοῖς τῆς ἀρετῆς συνδεδεμένοι δεσμοῖς, ἐκεῖ μέσος ὁ Χριστός. Οὐ γὰρ χρυσοῦν ὄροφον ζητεῖ, οὐδὲ ἀστραπὰς κιόνων, οὐδὲ κάλλη μαρ‐ μάρων, ἀλλὰ ψυχῆς ὥραν, καὶ διανοίας εὐμορφίαν, καὶ τράπεζαν δικαιοσύνης γέμουσαν καὶ ἐλεημοσύνης | |
20 | καρποὺς ἔχουσαν. Κἂν ἴδῃ τοιαύτην τράπεζαν, ταχέως κοινωνεῖ τοῦ συλλόγου, καὶ παραγίνεται. Καὶ γὰρ αὐτός ἐστιν ὁ εἰρηκώς· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν με‐ γάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκει‐ | |
25 | μένων δῷς τι τῷ δεομένῳ, τὸν Δεσπότην ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐ‐ τὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρχῆς ἀφορ‐ μὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ ταμεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ | |
30 | διδοὺς ἄρτον εἰς βρῶσιν, καὶ σπέρμα τῷ σπείροντι, πληθύνοι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσειε τὰ γεννή‐ ματα τῆς δικαιοσύνης ἐν πᾶσιν ὑμῖν, τὴν παρ’ αὐτοῦ χάριν διδοὺς, καὶ καταξιώσειε τῆς βασιλείας τῶν οὐ‐ ρανῶν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι | |
35 | καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ δόξα τῷ Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύμα‐ τι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
38t | ΛΟΓΟΣ Ηʹ· | |
39n | Εἰς τὴν ἡμέραν χειμέριον οὖσαν, καὶ εἰς τὴν σύν‐ | |
40n | οδον τῶν ἐπισκόπων, καὶ εἰς τὴν δόσιν τῆς ἐν‐ | |
41n | τολῆς πρὸς τὸν Ἀδὰμ, καὶ ὅτι πολλῆς κηδεμο‐ | |
42n | νίας τὸν νόμον λαβεῖν. | |
43 | αʹ. Ἡ μὲν τῶν νεφῶν συνδρομὴ τὴν ἡμέραν ἡμῖν κα‐ τηφεστέραν ἐποίησεν· ἡ δὲ παρουσία τοῦ διδασκάλου | |
45 | φαιδροτέραν αὐτὴν εἰργάσατο. Οὐ γὰρ οὕτως ἥλιος ἐκ μέσης τῶν οὐρανῶν τῆς κορυφῆς τὰς ἀκτῖνας ἀφιεὶς, καταλάμπει τὰ σώματα, ὡς ὄψις πατρικῆς φιλοστοργίας ἀκτῖνας ἀφιεῖσα ἐκ μέσου τοῦ θρόνου, καταυγάζει τὰς ἡμετέρας ψυχάς. Ὅπερ οὖν καὶ αὐ‐ | |
54.616(50) | τὸς συνιδὼν, οὐχὶ μόνος ἡμῖν παραγέγονεν, ἀλλὰ καὶ φωστήρων χορὸν ἔχων ἦλθε μεθ’ ἑαυτοῦ, ὥστε πλέον γενέσθαι τὸ φῶς. Διὸ καὶ ἡ ἐκκλησία ἡμῖν ἀγάλλε‐ ται, καὶ σκιρτᾷ τὰ ποίμνια, καὶ ἡμεῖς μετὰ πλείονος προθυμίας τῶν λόγων ἁπτόμεθα. Ὅπου γὰρ συνδρο‐ | |
55 | μὴ ποιμένων, ἐκεῖ καὶ προβάτων ἀσφάλεια. Οὕτω καὶ ναῦται χαίρουσι, κυβερνητῶν αὐτοῖς παρόντων πολλῶν· καὶ γὰρ γαλήνης οὔσης καὶ νηνεμίας, τὸν τῆς κωπηλασίας πόνον αὐτοῖς ἐπικουφίζουσι διὰ τῶν οἰάκων· καὶ τῆς θαλάσσης στασιαζούσης, τῇ τέχνῃ | |
60 | καὶ τῇ πολυχειρίᾳ τὴν τῶν ὑδάτων καταστέλλουσι | |
μάχην. Διὰ τοῦτο καὶ ἡμεῖς θαῤῥοῦντες, τὸν λόγον | 615 | |
54.617 | εἰς διδασκαλίαν προτείνομεν, ταῖς εὐχαῖς αὐτῶν τὸ πᾶν ἐπιῤῥίψαντες. Ὥστε δὲ εὐμαθεστέραν καὶ σαφεστέραν ὑμῖν γενέσθαι τὴν ἀκρόασιν, καὶ τῶν χθὲς ὑμῖν εἰρη‐ μένων ἀναμνήσωμεν ἐν βραχεῖ. Εἶπον ὅτι πρὸ τῆς | |
5 | τοῦ ξύλου βρώσεως ᾔδει τὸ καλὸν καὶ τὸ πονηρὸν ὁ ἄνθρωπος, καὶ ὅτι οὐ μετὰ τὴν γεῦσιν ταύτην ἔλαβε τὴν γνῶσιν. Εἶπον τίνος ἕνεκεν ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ἐλέγετο, καὶ πῶς ἔθος τῇ Γραφῇ, ἐπειδάν τι πρᾶγμα συμβῇ περὶ τόπον ἢ καιρὸν, ἀπὸ | |
10 | τοῦ πράγματος ὀνομάζειν καὶ τὸν τόπον καὶ τὸν και‐ ρόν. Σήμερον ἀναγκαῖον αὐτὴν ἀναγνῶναι τὴν ἐντο‐ λὴν, δι’ ἧς ἐκώλυσε τοῦ ξύλου τὴν βρῶσιν. Τίς οὖν ἐστιν αὕτη; Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ, λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ | |
15 | βρώσει φάγῃ. Θεῖος ὁ νόμος, ἀλλὰ προσέχωμεν. Εἰ γὰρ βασιλικὰ ἀναγινώσκοντες γράμματα ἄνθρωποι, ὁλόκληρον ἀνιστῶσι θέατρον· πολλῷ μᾶλλον ἡμᾶς οὐκ ἀνθρώπων, ἀλλὰ Θεοῦ νόμους ἀναγινώσκειν μέλλον‐ τας διανίστασθαι χρὴ τῇ διανοίᾳ, καὶ προσέχειν τοῖς | |
20 | λεγομένοις. Οἶδα ὅτι κατηγοροῦσί τινες τοῦ νομοθέτου, καὶ τὸν νόμον αἴτιον εἶναί φασι τοῦ παραπτώματος. Πρὸς τοῦτο οὖν ἀνάγκη στῆναι πρότερον, καὶ δεῖξαι διὰ τῶν πραγμάτων αὐτῶν, ὅτι οὐχὶ μισῶν τὸν ἄνθρωπον, | |
25 | οὐδὲ ὑβρίσαι βουλόμενος τὴν φύσιν τὴν ἡμετέραν, ἀλλὰ φιλῶν καὶ κηδόμενος, τὸν νόμον ἔδωκεν. Ὅτι γὰρ εἰς συμμαχίαν ἡμῖν αὐτὸν ἔδωκεν, ἄκουσον τί φησιν Ἡσαΐας· Νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν. Ὁ δὲ μισῶν, οὐ βοηθεῖ. Πάλιν ὁ Προφήτης βοᾷ· Λύ‐ | |
30 | χνος τοῖς ποσί μου ὁ νόμος σου, καὶ φῶς ταῖς τρίβοις μου. Ὁ δὲ μισῶν, οὐ λύει τὸ σκότος διὰ τοῦ λύχνου, οὐδὲ ὁδηγεῖ μετὰ φωτὸς τὸν πεπλανημένον. Πάλιν ὁ Σολομών· Λύχνος ἐντολὴ νόμου, καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος καὶ παιδεία. Ἰδοὺ οὐχὶ βοή‐ | |
35 | θεια μόνον, οὐδὲ λύχνος μόνον, ἀλλὰ καὶ φῶς καὶ ζωή· ταῦτα δὲ οὐκ ἔστι μισοῦντος, οὐδὲ ἀπολέσαι βουλομέ‐ νου, ἀλλὰ χεῖρα ὀρέγοντος καὶ διανιστῶντος. Διὰ τοῦτο καὶ ὁ Παῦλος πρὸς τὸν Ἰουδαῖον ἀποτεινόμε‐ νος, καὶ δεικνὺς ὅσον εἰσήνεγκε κέρδος ὁ νόμος, καὶ | |
40 | ὅτι ἀνάπαυσις, οὐ βάρησις τῆς φύσεως ἡμῶν ἐστιν, ἔλεγεν· Ἴδε σὺ Ἰουδαῖος ἐπονομάζῃ, καὶ ἐπανα‐ παύῃ τῷ νόμῳ. Ὁρᾷς ὅτι οὐχὶ βαρῶν ἡμῶν τὴν φύ‐ σιν, ἀλλ’ ἀναπαύων, τὸν νόμον ἔδωκεν ὁ Θεός; Βούλει μαθεῖν ὅτι καὶ τιμῶν; Μάλιστα μὲν οὖν καὶ ταῦτα | |
45 | ἱκανὰ δεῖξαι τὴν τιμὴν καὶ τὴν κηδεμονίαν, πλὴν καὶ ἀφ’ ἑτέρων μαρτυριῶν αὐτὸ τοῦτο ποιήσομαι φα‐ νερόν. Ἐπαίνει, φησὶν, Ἱερουσαλὴμ, τὸν Κύριον· αἴνει τὸν Θεόν σου, Σιών· ὅτι ἐνίσχυσε τοὺς μο‐ χλοὺς τῶν πυλῶν σου, εὐλόγησε τοὺς υἱούς σου | |
54.617(50) | ἔν σοι· ὁ τιθεὶς τὰ ὅριά σου εἰρήνην, καὶ στέαρ πυροῦ ἐμπιπλῶν σε. Εἶτα εἰπὼν καὶ τὴν διὰ τῆς ἄλλης κτίσεως εὐεργεσίαν παρὰ τοῦ Θεοῦ χορηγου‐ μένην, ἐπήγαγε τὴν ἐξαίρετον καὶ μείζονα, οὑτωσὶ λέγων· Ὁ ἀποστέλλων τὸν λόγον αὐτοῦ τῷ Ἰα‐ | |
55 | κὼβ, δικαιώματα καὶ κρίματα αὐτοῦ τῷ Ἰσραήλ. Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Ὅρα πόσα κατέλεξεν ἀγαθά. Ἀσφάλειαν πόλεως. Ἐνίσχυσε γὰρ, φησὶ, τοὺς μοχλοὺς τῶν πυλῶν σου· ἀπαλλαγὴν πολέ‐ | |
60 | μων· Ὁ τιθεὶς γὰρ, φησὶ, τὰ ὅριά σου εἰρήνην· | Column end |
54.618 | ἀφθονίαν τῶν ἀναγκαίων· Καὶ στέαρ πυροῦ ἐμπι‐ πλῶν σε. Ἀλλ’ ὅμως πάντων τούτων τὴν τοῦ νόμου δόσιν τιμιωτέραν ἀπέφηνεν. Ὅτι γὰρ καὶ ἀσφαλείας, καὶ εἰρήνης, καὶ ἀπαλλαγῆς πολέμων, καὶ εὐπαι‐ | |
5 | δίας, καὶ πολυπαιδίας, καὶ τῆς τῶν ἀναγκαίων ἀφθο‐ νίας πολλῷ μεῖζον δῶρόν ἐστι τὸ νόμον λαβεῖν, καὶ τὰ δι‐ καιώματα τοῦ Θεοῦ μαθεῖν, πάντων ὕστερον αὐτὸ θεὶς ὡς κεφάλαιον καὶ σύνδεσμον τῶν ἀγαθῶν, ἐπή‐ γαγε λέγων· Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Οὕτω, | |
10 | πῶς; Καὶ μὴν καὶ ἀφθονίας, καὶ τῶν ἄλλων τῶν ἀπη‐ ριθμημένων πολλοὶ πολλάκις ἀπέλαυσαν, Ἀλλ’ οὐ περὶ τῶν προειρημένων λέγω, φησὶν, ἀλλὰ περὶ τοῦ νόμου, ὅτι Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει. Καὶ διὰ τοῦτο ἐπήγαγε· Καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδή‐ | |
15 | λωσεν αὐτοῖς. Ὁρᾷς πῶς τῶν ἀπηριθμημένων ἁπάν‐ των ἀγαθῶν μεῖζον ὁ νόμος. βʹ. Τοῦτο καὶ Ἱερεμίας ἐνέφηνε· τοὺς γὰρ ἐν αἰχ‐ μαλωσίᾳ ὄντας θρηνῶν, ἔλεγε, Τί ὅτι ἐν τῇ γῇ τῶν ἐχθρῶν εἶ; Τὴν πηγὴν τῆς σοφίας ἐγκατέλιπες, | |
20 | τὸν νόμον λέγων. Καθάπερ ἡ πηγὴ πολλοὺς παντα‐ χόθεν ἀφίησι ῥύακας, οὕτω καὶ ὁ νόμος πολλὰς παν‐ ταχόθεν ἀφίησι τὰς ἐντολὰς, ἄρδων ἡμῶν τὴν ψυχήν. Εἶτα δηλῶν τὸ ἐξαίρετον τῆς τιμῆς τῆς διὰ τοῦ νόμου γενομένης, ἔλεγεν· Οὐκ ἠκούσθη ἐν Χαναὰν αὕτη | |
25 | ἡ σοφία, οὐδὲ ὤφθη ἐν Θαιμὰν, οὐδὲ υἱοὶ Ἅγαρ, οἱ ἔμποροι, καὶ οἱ ἐκζητηταὶ ἔγνωσαν τὰς ὁδοὺς αὐτῆς, οὐδὲ ἐμνήσθησαν τῶν τρίβων αὐτῆς. Καὶ δεικνὺς ὅτι πνευματική τίς ἐστι καὶ θεία, Τίς ἀνέβη, φησὶν, εἰς τὸν οὐρανὸν, καὶ κατεβίβασεν αὐτήν; | |
30 | Εἶτα ἐπήγαγεν· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθή‐ σεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ Δαυῒδ ἔλεγεν· Οὐκ ἐποίησεν οὕτω | |
35 | παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδήλωσεν αὐτοῖς. Τοῦτο γοῦν καὶ Παῦλος αἰνιττόμενος ἔγραφε· Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου; ἢ τίς ἡ ὠφέ‐ λεια τῆς περιτομῆς; Πολὺ κατὰ πάντα τρόπον. Πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ. | |
40 | Ὁρᾷς πῶς καὶ οὗτος ἡρμήνευσε τὸ, Οὐκ ἐποίησεν οὕτω παντὶ ἔθνει, καὶ τὰ κρίματα αὐτοῦ οὐκ ἐδή‐ λωσεν αὐτοῖς; Εἰ γὰρ τὸ περισσὸν τοῦ Ἰουδαίου τοῦτό ἐστιν, ὅτι αὐτοὶ μόνοι τῶν ἄλλων ἀνθρώπων ἐτιμήθησαν τῇ δόσει τοῦ γραπτοῦ νόμου, οὐκ ἄρα | |
45 | βαρῶν ἡμῶν τὴν φύσιν, ἀλλὰ τιμῶν, τὸν νόμον ἔδω‐ κεν ὁ Θεός. Καὶ οὐ τούτῳ μόνον ἐτίμησε, τῷ δοῦναι τὸν νόμον, ἀλλὰ καὶ τῷ δι’ ἑαυτοῦ δοῦναι· καὶ γὰρ καὶ τοῦτο μέγιστον εἶδος τιμῆς, τὸ μὴ μόνον παρασχεῖν. Ὅτι γὰρ μέγα τοῦτό ἐστι τὸ δῶρον, ἄκουσον καὶ τοῦ | |
54.618(50) | Παύλου τοῦτο ἐνδεικνυμένου. Ὁρῶν γὰρ τοὺς Ἰου‐ δαίους πεφυσιωμένους ἐν τῷ τοὺς προφήτας πρὸς αὐτοὺς ἐλθεῖν, καὶ καταστέλλων αὐτῶν τὸ φρόνημα, δεικνὺς ὅτι μείζονος ἡμεῖς ἀπηλαύσαμεν τῆς τιμῆς, οὐ διὰ δούλου, ἀλλὰ διὰ Δεσπότου τῆς διδασκαλίας | |
55 | τυχόντες, οὑτωσί πώς φησι πρὸς Ἑβραίους γράφων· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλή‐ σας τοῖς πατράσιν ἡμῶν, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. Καὶ πάλιν ἀλλαχοῦ· Οὐ μό‐ νον δὲ, ἀλλὰ καὶ καυχώμενοι ἐν τῷ Θεῷ διὰ τοῦ | |
60 | Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ τὴν καταλ‐ | |
λαγὴν ἐλάβομεν. Ὁρᾷς αὐτὸν οὐκ ἐπὶ τῇ κα‐ | 617 | |
54.619 | ταλλαγῇ καυχώμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τῷ διὰ τοῦ Χριστοῦ λαβεῖν τὴν καταλλαγήν; Καὶ πάλιν τὴν ἀνά‐ στασιν σεμνύνων, φησίν· Αὐτὸς ὁ Κύριος καταβή‐ σεται ἐξ οὐρανοῦ. Ὅρα κἀκεῖ διὰ τοῦ Δεσπότου τὸ | |
5 | πᾶν γινόμενον· καὶ ἐνταῦθα οὐ δι’ οἰκέτου τινὸς, οὐ δι’ ἀγγέλου καὶ ἀρχαγγέλου, ἀλλ’ αὐτὸς δι’ ἑαυτοῦ ἐνετείλατο τῷ Ἀδὰμ, διπλῇ τιμῇ τὸν ἄνθρωπον τι‐ μῶν, καὶ τῷ δοῦναι τὸν νόμον, καὶ τῷ δι’ ἑαυτοῦ δοῦναι. Πῶς οὖν ὠλίσθησεν ἐκεῖνος; Παρὰ τὴν ἑαυτοῦ | |
10 | ῥᾳθυμίαν· καὶ δηλοῦσιν ὅσοι νόμον ἔλαβον, καὶ οὐκ ὤλισθον, ἀλλὰ καὶ πλείω τῶν ἐπιτεταγμένων ἐποίη‐ σαν. Ἀλλ’ ἐπειδὴ τὸν καιρὸν ἡμᾶς ὁρῶ συνελαύνοντα τοῦτον, εἰς ἑτέραν διάλεξιν ἀναβαλοῦμαι τὸν λόγον· ὑμεῖς δὲ τὰ εἰρημένα τέως φυλάττετε, καὶ μέμνησθε, | |
15 | καὶ τοὺς οὐκ ἀκηκοότας διδάσκετε, καὶ ταῦτα καὶ ἐν ἐκκλησίᾳ, καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ μελετάτω ἕκα‐ στος. Οὐδὲν γὰρ ἡδύτερον ἀκροάσεως θείας. Ἄκουσον γοῦν τί φησι περὶ ταύτης ὁ Προφήτης, Ὡς γλυκέα τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι καὶ κη‐ | |
20 | ρίον τῷ στόματί μου. Τοῦτο τοίνυν παρατίθει τὸ κηρίον ἐπὶ τῆς τραπέζης τῆς ἑσπερινῆς, ὥστε πᾶσαν αὐτὴν ἡδονῆς πληρῶσαι πνευματικῆς. Οὐχ ὁρᾶτε τοὺς εὐπόρους τῶν ἀνθρώπων, πῶς μετὰ τὰ σιτία κιθαρῳ‐ δοὺς καὶ αὐλητὰς ἐπεισάγουσι; Θέατρον ἐκεῖνοι ποιοῦσι | |
25 | τὴν ἑαυτῶν οἰκίαν· σὺ ποίησον τὴν οἰκίαν τὴν σὴν οὐρανόν· ποιήσεις δὲ οὐχὶ τοὺς τοίχους ἀμείβων, οὐ‐ δὲ μεταλλάττων τὰ θεμέλια, ἀλλ’ αὐτὸν τὸν τῶν οὐρα‐ | |
νῶν Δεσπότην ἐπὶ τὴν τράπεζαν καλῶν τὴν σήν. Οὐκ | Column end | |
54.620 | ἐπαισχύνεται τὰ τοιαῦτα δεῖπνα ὁ Θεός. Ἔνθα γὰρ διδασκαλία πνευματικὴ, ἐκεῖ καὶ σωφροσύνη καὶ σεμνότης καὶ ἐπιείκεια· ἔνθα ἀνὴρ καὶ γυνὴ καὶ παι‐ δία καὶ ὁμόνοια καὶ φιλία. καὶ τοῖς τῆς ἀρετῆς συν‐ | |
5 | δεδεμένοι δεσμοῖς, ἐκεῖ μέσος ὁ Χριστός. Οὐ γὰρ χρυσοῦν ὄροφον ζητεῖ, οὐδὲ ἀστραπὰς κιόνων, οὐδὲ κάλλη μαρμάρων, ἀλλὰ ψυχῆς ὥραν, καὶ διανοίας εὐ‐ μορφίαν, καὶ τράπεζαν δικαιοσύνης γέμουσαν, καὶ ἐλεημοσύνης καρποὺς ἔχουσαν. Κἂν ἴδῃ τοιαύτην τρά‐ | |
10 | πεζαν, ταχέως κοινωνεῖ τοῦ συλλόγου, καὶ παραγί‐ νεται. Καὶ γὰρ αὐτός ἐστιν ὁ εἰρηκώς· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Ὅταν οὖν ἀκούσῃς πένητος κάτωθεν μεγάλα βοῶντος, εἶτα ἀπὸ τῆς τραπέζης τῶν προκειμένων δῷς τι τῷ δεομένῳ, τὸν Δεσπότην | |
15 | ἐκάλεσας διὰ τοῦ δούλου πρὸς τὴν τράπεζαν τὴν σὴν, πᾶσαν αὐτὴν εὐλογιῶν ἐνέπλησας, καὶ διὰ τῆς ἀπαρ‐ χῆς ἀφορμὴν μεγίστην τοῦ πληθύνεσθαί σοι τὰ τα‐ μεῖα ἀγαθῶν πολλῶν παρεσκεύασας. Ὁ δὲ Θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης, ὁ διδοὺς ἄρτον εἰς βρῶσιν, | |
20 | καὶ σπέρμα τῷ σπείροντι, πληθύνοι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσειε τὰ γεννήματα τῆς δικαιοσύνης ἐν πᾶσιν ὑμῖν, τὴν παρ’ αὐτοῦ χάριν διδοὺς, καὶ καταξιώσειε τῆς βασιλείας τῶν οὐρανῶν, ἧς γένοιτο πάντα ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν | |
25 | Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ Πατρὶ δόξα, τιμὴ, κράτος, σὺν τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐ | |
νας τῶν αἰώνων. Ἀμήν. | Column end | |
40t | ΛΟΓΟΣ Θʹ. | |
41n | Εἰς τὸ, πῶς δεῖ ἐπιτιμᾷν τοῖς τῶν ἀδελφῶν ἁμαρ‐ | |
42n | τήμασι, καὶ ὅτι χρὴ τῆς τούτων σωτηρίας προ‐ | |
43n | νοεῖν, καὶ διὰ τί Ἄβραμ Ἀβραὰμ ἐκλήθη, καὶ εἰς | |
44n | τὸ ὄνομα τοῦ Νῶε· ὅτι οὐχ ἁπλῶς ταῦτα οἱ δίκαιοι | |
45n | ἐκαλοῦντο τὰ ὀνόματα, ἀλλὰ τῇ τοῦ Θεοῦ οἰκο‐ | |
46n | νομίᾳ. | |
47 | αʹ. Εἰ μὲν ἦν δυνατὸν ὑμῖν εἰδέναι, τί μὲν ἡμῖν εἴρη‐ | |
ται, τί δὲ ὑπολέλειπται, καὶ ποῦ μὲν τὸν λόγον κατε‐ | Column end | |
40 | λύσαμεν πρώην, πόθεν δὲ αὐτὸν σήμερον ἀνελέσθαι χρὴ, εὐθέως τὰ προοίμια ἀπὸ τῆς ἀκολουθίας τῶν πρώην εἰρημένων ἐποιησάμην ἄν. Ἐπειδὴ δὲ καὶ τῶν τότε ἀκηκοότων ἡμῶν πολλοὶ σήμερον οὐ παρή‐ κασι, καὶ τῶν νῦν παρόντων τότε οὐκ ἤκουσαν, τὸ | |
45 | διάφορον τῶν ἀκροατῶν ἀναγκαίαν ποιεῖ γενέσθαι τῶν εἰρημένων ἡμῖν τὴν ἐξήγησιν· οὕτω γὰρ καὶ τοῖς | |
ἐξ ἀρχῆς παρηκολουθηκόσι τῷ λόγῳ μᾶλλον ἐμπαγή‐ | 619 | |
54.621 | σεται τούτων ἡ μνήμη, πάλιν ἀναμιμνησκομένοις ὧν ἤκουσαν· καὶ τοῖς ἀπολειφθεῖσιν οὐ τοσαύτη ἔσται βλάβη, τοῦ λόγου γνωριμωτέραν αὐτοῖς ἄνωθεν ποιοῦντος τὴν διδασκαλίαν. Καὶ μὴν ἴσως ἂν εἴποιεν | |
5 | οἱ ἀεὶ παραγινόμενοι, ὅτι δι’ αὐτὸ μὲν οὖν τοῦτο οὐκ ἐχρῆν ἀναλαβεῖν τὰ εἰρημένα, ἵνα ἀπολειφθέντες καὶ τῶν συνάξεων καταφρονήσαντες, ἔργῳ τὴν βλάβην ὑπομείναντες, βελτίους γένωνται, τῇ ζημίᾳ σωφρονιζόμενοι. | |
10 | Ἐγὼ δὲ ἐπαινῶ μὲν ὑμᾶς, ὅτι οὕτω δάκνεσθε ὑπὲρ τῆς ῥᾳθυμίας τῶν ἀδελφῶν, καὶ τὸν ζῆλον θαυμάζω· βούλομαι δὲ καὶ φιλανθρωπίᾳ τὸν ζῆλον ὑμᾶς κερά‐ σαι τοῦτον. Ζῆλος γὰρ συγγνώμης ἀπεστερημένος, οὐ ζῆλος, ἀλλὰ θυμὸς μᾶλλόν ἐστι, καὶ νουθεσία, | |
15 | φιλανθρωπίαν οὐκ ἔχουσα, βασκανία τις εἶναι δοκεῖ. Διὰ τοῦτο ὑμᾶς μᾶλλον παρακαλῶ, μὴ πικρῶς τὰ τῶν πλησίον κρίνειν ἁμαρτήματα. Ὥσπερ γὰρ ὁ χωρὶς συγγνώμης ὁρῶν τὰ τῶν ἀδελφῶν τραύματα, εἴ ποτε καὶ αὐτὸς ἁμάρτοι, οὐδένα εὑρήσει τὸν συγ‐ | |
20 | γνώμην αὐτῷ νέμοντα· οὕτως ὁ μετ’ ἐλέου δικάζων τοῖς τῶν πλησίον παραπτώμασιν, εἴ ποτε ὑποσκελι‐ σθείη, πολλοὺς ὄψεται τοὺς χεῖρα ὀρέγοντας. Καὶ ταῦτα λέγω νῦν, οὐ τὴν ῥᾳθυμίαν τῶν ἀπολειφθέντων αὐξῆσαι βουλόμενος, ἀλλὰ τὴν ἡμετέραν κηδεμονίαν | |
25 | ἐπιτεῖναι σπουδάζων, ἵνα μετὰ λόγου γίνηται καὶ φιλοστοργίας. Ἐπεὶ καὶ ἡμεῖς πολλοὺς καὶ μακροὺς τῇ προτεραίᾳ κατ’ αὐτῶν ἀπετείναμεν λόγους, καὶ οὐδὲ ἀνθρώπους αὐτοὺς εἶναι ἔφαμεν, καθάπερ μέ‐ μνησθε, κατηγόρους αὐτοῖς ἐπιστήσαντες δύο προφή‐ | |
30 | τας τοὺς κορυφαίους· τὸν μὲν λέγοντα, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακου‐ σόμενος· τὸν δὲ καταβοῶντα πάλιν καὶ πυνθανόμε‐ νον· Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; Ἀπε‐ ρίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. | |
35 | Καὶ σφόδρα αὐτῶν διὰ τούτων καὶ τῶν τοιούτων ἐδάκομεν τὴν διάνοιαν. Ἀλλὰ νῦν αὐτοὺς πάλιν πα‐ ρακαλοῦμεν· οὕτω γὰρ καὶ ὁ Παῦλος ἐκέλευσεν· Ἔλεγξον γὰρ, φησὶν, ἐπιτίμησον, παρακάλεσον. Οὔτε γὰρ τοῦτο ἀεὶ χρὴ ποιεῖν μόνον, οὔτε ἐκεῖνο | |
40 | μόνον, ἀλλ’ ἑκάτερα μίξαντα ἀπηρτισμένην ἐργάζε‐ σθαι τὴν ὠφέλειαν. Ἄν τε γὰρ διαπαντὸς ἐλέγχωμεν, ἀναισχυντοτέρους αὐτοὺς ἀπεργαζόμεθα· ἄν τε δια‐ παντὸς παρακαλῶμεν, ῥᾳθυμοτέρους ποιοῦμεν. Διὰ τοῦτο καὶ ἰατροὶ οὐχὶ τέμνουσι μόνον, ἀλλὰ καὶ | |
45 | τραύματα ἐπιδεσμοῦσιν· οὐδὲ ἀεὶ φάρμακα πικρὰ ἐπιβάλλουσιν, ἀλλὰ καὶ προσηνῆ πολλάκις· δι’ ἐκεί‐ νων μὲν τῶν προτέρων τὸ σεσηπὸς ἀποκαθαίροντες, διὰ τούτων δὲ τῶν δευτέρων τὴν ἐξ ἐκείνων ὀδύνην παραμυθούμενοι. Διὰ τοῦτο καὶ ἀλλαχοῦ φησιν ὁ | |
54.621(50) | Παῦλος· Ἀδελφοὶ, ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, ὑμεῖς οἱ πνευματικοὶ καταρ‐ τίζετε τὸν τοιοῦτον, σκοπῶν σεαυτὸν μὴ καὶ σὺ πειρασθῇς. Ἀρίστη παραίνεσις, ἀπηρτισμένη συμ‐ βουλὴ, πολλὴν ἔχουσα τὴν κηδεμονίαν, σπλάγχνα | |
55 | ἐνδεικνυμένη πατρικά· ὄντως τῆς Παύλου γλώττης τὰ ῥήματα, ἀδελφοί. Εὐθέως ἀπὸ τοῦ τῆς συγγενείας ὀνόματος πρὸς τὴν εὔνοιαν ἐπεσπάσατο τὸν ἀκροα‐ τήν. Τὰς αὐτὰς ὠδῖνας ἔλυσας αὐτῷ, τὰς αὐτὰς ἐτράφης τροφὰς, τὸν αὐτὸν ἔσχες πατέρα, ἐκοινώνη‐ | |
60 | σας αὐτῷ κατὰ τὸν τόκον τὸν πνευματικόν· τὴν συγ‐ γένειαν τοίνυν ταύτην καὶ ἐν τῇ τῶν πτωμάτων ἐπι‐ δείκνυσο διορθώσει. Ἐὰν προληφθῇ. Οὐκ εἶπεν, Ἐὰν ἁμάρτῃ, ἀλλ’ ἐπὶ εἶδος ἁμαρτίας κατέφυγε συγγνώ‐ μην ἔχον. Τὸ γὰρ, Ἐὰν προληφθῇ, τουτέστιν, ἐὰν | |
65 | ἐπηρεασθῇ, ἐὰν ἀπατηθῇ, οὐ τὸν ἐκ μελέτης | Column end |
54.622 | ἁμαρτήσαντα λέγων, ἀλλὰ τὸν σπουδάζοντα μὲν κατορθῶσαι, ὑπὸ περιστάσεως δὲ διαβολικῆς ὑπο‐ σκελιζόμενον. Ὁ γὰρ τοιοῦτος οὐ τοσοῦτον κατηγο‐ ρίας ὅσον συγγνώμης ἐστὶν ἄξιος. Ἐὰν καὶ προλη‐ | |
5 | φθῇ ἄνθρωπος. Πάλιν ἐφ’ ἕτερον εἶδος συγγνώμης κατέφυγε, τῆς φύσεως τὴν ἀσθένειαν, ἣν διὰ τῆς προσηγορίας ᾐνίξατο. Καθάπερ οὖν ὁ μέγας Ἰὼβ ἐπισπάσασθαι παρὰ τοῦ Θεοῦ συγγνώμην βουλόμενος, ἔλεγε· Τί ἐστιν ἄνθρωπος, ὅτι λογίζῃ αὐτὸν, καὶ | |
10 | ἐπισκοπὴν ἐποιήσω τῶν ἁμαρτημάτων αὐτοῦ; οὕτω καὶ ἡμεῖς ποιῶμεν, ὅταν τινὰ τῶν ἡμαρτηκότων ἐξαιτώμεθα, Ἄνθρωπός, ἐστι συνεχῶς λέγοντες, καὶ τῆς φύσεως ἀναμιμνήσκοντες, καὶ ταύτῃ πρὸς ἔλεον ἐφελκόμενοι τὸν ἀγανακτοῦντα. Διὰ τοῦτο καὶ ὁ | |
15 | Παῦλος ἐπὶ τὴν φύσιν καὶ τὴν εὐτέλειαν αὐτῆς κατέ‐ φυγεν εἰπὼν, Ἐὰν καὶ προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι. Οὐχ ἁπλῶς τὰ μεγάλα λέγει ἁμαρ‐ τήματα, τὰ συγγνώμης μείζονα καὶ τὰ φιλανθρωπίας οὐκ ἄξια, ἀλλὰ τὰ μικρὰ καὶ κατεσταλμένα. Ὑμεῖς | |
20 | οἱ πνευματικοί. Ὁ μὲν ἁμαρτὼν, ἄνθρωπος, οἱ δὲ κατορθοῦντες, πνευματικοί. Ἐκεῖ τῆς φύσεως εἶπε τὸ ὄνομα, ἐνταῦθα τῆς ἀρετῆς ἔθηκε τὴν προσηγο‐ ρίαν. Πολὺ δὲ τὸ μέσον τοῦ ἀνθρώπου καὶ τοῦ πνευμα‐ | |
25 | τικοῦ. Ὑμεῖς οἱ πνευματικοί. Εἰ πνευματικὸς εἶ, δεῖξόν μοι τὴν ἰσχύν σου, μὴ ἀπὸ τῆς σῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς ἐμῆς σωτηρίας, ἀλλὰ καὶ ἀπὸ τῆς βοηθείας τῆς εἰς τοὺς πεπτωκότας. Τοῦτο γὰρ πνευ‐ ματικοῦ, μὴ περιορᾷν τὰ οἰκεῖα μέλη ἠμελημένα. | |
30 | Καταρτίζετε τὸν τοιοῦτον. Ἀχείρωτον ποιεῖτε, φησὶν, ἀκαταγώνιστον, ἄμαχον τῷ διαβόλῳ. Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς. βʹ. Αὕτη μεγίστη συμβουλὴ, ἀναγκαστικὴ παραίνε‐ σις. Κἂν λίθος ᾖ ὁ ἀκούων, ἱκανὸν αὐτὸν φοβῆσαι τὸ | |
35 | ῥῆμα, καὶ πρὸς ἀνάληψιν διεγεῖραι τοῦ πεπτωκότος. Οὐ βούλει, φησὶν, ὡς ἀδελφὸς ἐλεῆσαι; οὐ βούλει ὡς ἀνθρώπῳ ὄντι δοῦναι συγγνώμην; οὐ βούλει ὡς πνευματικὸς χεῖρα ὀρέξαι; Τὰ κατὰ σαυτὸν σκόπη‐ σον, καὶ οὐ δεήσῃ τοῦ συμβουλεύοντος, ὥστε βοηθῆ‐ | |
40 | σαι τῷ κειμένῳ, ἀλλ’ οἴκοθεν καὶ παρὰ σαυτοῦ δέξαι τὴν παραίνεσιν. Πῶς καὶ τίνι τρόπῳ; Σκοπῶν σε‐ αυτὸν, φησὶ, μὴ καὶ σὺ πειρασθῇς. Οὐκ εἶπε, Πάντως γὰρ καὶ σὺ ἁμαρτήσῃ, ἵνα μὴ φορτικώτερον ποιήσῃ τὸν λόγον· ἀλλὰ πῶς; Μή ποτε καὶ σὺ πει‐ | |
45 | ρασθῇς. Ἴσως δὲ ἁμαρτήσῃ, ἴσως δὲ οὐχ ἁμαρτήσῃ. Ἐπεὶ οὖν ἄδηλον τὸ μέλλον, προαπόθου σοι φιλαν‐ θρωπίας ἔρανον, δι’ ὧν εἰς τὸν πλησίον ποιεῖς, ἤν ποτε περιτραπείης, πολλὴν εὑρήσεις συγγνώμης ἀποθήκην ἀποκειμένην. Οὐκ εἶπε, Μή ποτε καὶ σὺ | |
54.622(50) | ἁμάρτῃς, μή ποτε καὶ σὺ πέσῃς· προσέχετε ἀκριβῶς τῇ δυνάμει τῶν ῥημάτων αὐτῶν· ἀλλὰ, Μή ποτε καὶ σὺ πειρασθῇς. Ἔδειξεν ὅτι πειρατὴν ἔχομεν ἐχθρόν· ὁ δὲ πειρατὴς οὐχ ὡμολογημένον τῆς ἐπιθέσεως τὸν καιρὸν ἔχει, ἀλλὰ πολλάκις ἡμῖν καὶ καθεύδουσι καὶ | |
55 | ῥᾳθυμοῦσιν ἐπιτίθεται· διὰ τοῦτο κἀκεῖνος ὁ προλη‐ φθεὶς συγγνώμης ἄξιος, ἐπειδὴ ὑπὸ πειρατοῦ ἑάλω. Οὐ γὰρ ἦν αὐτῷ φανερὰ ἡ μάχη, οὐδὲ ὡμολο‐ γημένος ὁ καιρὸς τοῦ πολέμου, ἀλλὰ ἀγνοοῦντι ἐπέ‐ θετο, καὶ διὰ τοῦτο περιεγένετο. Οὕτω καὶ οἱ πλέον‐ | |
60 | τες τὴν θάλατταν τὴν μεγάλην ταύτην καὶ εὐρύχω‐ ρον ποιοῦσι. Κἂν ἐξουρίων αὐτοῖς φέρηται τὸ σκάφος, κἂν πάσης ἀπολαύωσιν ἀσφαλείας, ἴδωσι δὲ πόῤῥω‐ | |
θεν ναυαγήσαντας ἑτέρους, οὐ πρὸς τὴν οἰκείαν εὐ‐ | 621 | |
54.623 | πρέπειαν βλέποντες, τῆς ἐκείνων καταφρονοῦσι συμ‐ φορᾶς· ἀλλὰ τὸ πλοῖον στήσαντες, καὶ τὰς ἀγκύρας χαλάσαντες, καὶ τὰ ἱστία καθελόντες, ἐξακοντίζουσι σχοίνους, καὶ ῥίπτουσι σανίδας, ὥστε ἐκεῖνον τὸν | |
5 | ὑπὸ τῶν κυμάτων βαπτίζεσθαι μέλλοντα ἑνὸς τούτων ἐπιλαμβανόμενον, διαφεύγειν τὸ ναυάγιον. Μίμησαι τοίνυν καὶ σὺ τοὺς ναύτας, ἄνθρωπε· καὶ γὰρ καὶ σὺ θάλατταν πλέεις μεγάλην καὶ εὐρύχωρον, τὸ μῆ‐ κος τοῦ παρόντος βίου, θάλατταν θηρία ἔχουσαν καὶ | |
10 | πειρατὰς, θάλατταν σκοπέλους ἔχουσαν καὶ σπιλά‐ δας, θάλατταν ὑπὸ κυμάτων ταραττομένην πολλῶν καὶ χειμώνων· καὶ πολλοὶ πολλάκις καὶ ἐν τῇ θαλάττῃ ταύτῃ ναυαγίῳ περιπίπτουσιν. Ὅταν οὖν ἴδῃς τινὰ τῶν πλεόντων ὑπό τινος περιστάσεως διαβολικῆς | |
15 | ἀπολέσαντα τὸν πλοῦτον τῆς σωτηρίας, καὶ κλυδω‐ νιζόμενον, καὶ μέλλοντα ὑποβρύχιον γίνεσθαι, στῆ‐ σόν σου τὸ πλοῖον, κἂν ἑτέρωθι σπεύδῃς, προνόησον τῆς ἐκείνου σωτηρίας, τὰ κατὰ σαυτὸν ἀφείς. Οὐ γὰρ ἀνέχεται ἀναβολῆς, οὐδὲ βραδυτῆτος ὁ βαπτίζε‐ | |
20 | σθαι μέλλων. Ἐπίστηθι τοίνυν ταχὺ, ἐξάρπασον αὐ‐ τὸν ὀξέως τοῦ κλυδωνίου, πάντα κίνησον κάλων ὥστε αὐτὸν ἀνιμήσασθαι ἐκ τοῦ βάθους τῆς ἀπωλείας· κἂν μυρία σε ἕλκῃ πράγματα, μηδὲν ἔστω τῆς σω‐ τηρίας τοῦ κάμνοντος ἀναγκαιότερον· κἂν γὰρ μι‐ | |
25 | κρὸν ἀναβαλέσθαι βουληθῇς, προδώσεις αὐτὸν τῇ τοῦ χειμῶνος ὀξύτητι. Διὸ τάχους ἡμῖν ἐν ταῖς τοιαύταις συμφοραῖς δεῖ, τάχους καὶ σπουδῆς ἐπιτεταμένης. Ἄκουσον πῶς Παῦλος ἐπείγεται, καὶ ἑτέρους διανί‐ στησι πολλοὺς, ἰδών τινα ἄνθρωπον βυθίζεσθαι | |
30 | μέλλοντα. Κυρώσατε εἰς αὐτὸν ἀγάπην, φησὶ, μή πως τῇ περισσοτέρᾳ λύπῃ καταποθῇ ὁ τοιοῦτος. Διὰ τοῦτο κελεύει ταχέως ὀρέξαι χεῖρα, ἵνα μὴ, μελλόντων ἡμῶν καὶ ἀναβαλλομένων, φθάσῃ κατα‐ ποθῆναι ἐκεῖνος. Γινώμεθα τοίνυν κηδεμονικοὶ περὶ | |
35 | τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους. Τοῦτο κεφάλαιον τῆς καθ’ ἡμᾶς πολιτείας ἐστὶ, τοῦτο γνώρισμα, τὸ μὴ τὰ ἑαυτῶν σκοπεῖν μόνον, ἀλλὰ καὶ τὰ μέλη ἡμῶν διεστραμμένα διορθοῦν καὶ καταρτίζειν· τοῦτο δεῖγμα τῆς πίστεως μέγιστον· | |
40 | Ἐν τούτῳ γὰρ γνώσονται, φησὶ, πάντες ὅτι μα‐ θηταί μου ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἀγάπην δὲ δείκνυσι γνησίαν οὐ κοινωνία τραπέζης, οὐδὲ πρόσρησις ψιλὴ, οὐδὲ κολακεία ῥημάτων, ἀλλὰ τὸ διορθῶσαι καὶ σκοπῆσαι τὸ συμφέρον τοῦ πλησίον, | |
45 | τὸ τὸν πεπτωκότα διαναστῆσαι, τὸ τῷ κειμένῳ χεῖρα ὀρέξαι τῆς οἰκείας ἀμελήσαντι σωτηρίας, καὶ πρὸ τῶν οἰκείων ἀγαθῶν τὰ τοῦ πλησίον ζητῆσαι. Τοῦτο ἀγάπης γνησίας. Ἡ γὰρ ἀγάπη τὰ αὑτῆς οὐ βλέπει, ἀλλὰ πρὸ τῶν αὑτῆς τὰ τοῦ πλησίον ὁρᾷ, ἵνα δι’ ἐκεί‐ | |
54.623(50) | νων τὰ αὑτῆς ἴδῃ. Ἐπεὶ καὶ ἐγὼ νῦν οὐχὶ δι’ ἐμαυτὸν ἀποτείνω τοσούτους λόγους, ἀλλὰ δι’ ὑμᾶς. Καὶ ὑμεῖς τοίνυν μὴ δι’ ἑαυτοὺς ἀκούετε μόνον, ἀλλὰ καὶ δι’ ἑτέρους τοὺς παρ’ ὑμῶν παιδεύεσθαι μέλλον‐ τας. Κατὰ γὰρ τὴν ἀκολουθίαν τῶν μελῶν καὶ τὸ τῆς | |
55 | Ἐκκλησίας τρέφεται σῶμα. Ὥσπερ οὖν τὸ μέλος, ἐὰν κατάσχῃ παρ’ ἑαυτῷ τὴν τροφὴν πᾶσαν, καὶ μὴ μεταδῷ τῷ πλησίον, καὶ ἑαυτὸ λυμαίνεται, καὶ τὸ λοιπὸν διαφθείρει σῶμα· οἷον ὁ στόμαχος, ἐὰν τὴν | |
τροφὴν αὐτὸς κατάσχῃ μόνος, καὶ τὸ λοιπὸν σῶμα | Column end | |
54.624 | τῷ λιμῷ κατατήκει, καὶ ἑαυτὸν ὑπὸ τῆς ἀμετρίας διαφθείρει· ἂν δὲ τὸ ἀρκοῦν λαβὼν κατὰ τὴν φυσικὴν ἀκολουθίαν, τὸ λοιπὸν τοῖς ἑτέροις παραπέμψῃ μέ‐ λεσι, καὶ ἑαυτὸν καὶ τὸ λοιπὸν σῶμα ἐν ὑγιείᾳ δια‐ | |
5 | τηρεῖ· οὕτω καὶ σὺ νῦν, ἂν ἀκούσας τὰ παρ’ ἡμῶν κατάσχῃς, ἑτέρῳ δὲ μὴ μεταδῷς, κἀκεῖνον ἐζημίω‐ σας καὶ σεαυτὸν διέφθειρας, χαλεπώτατα νοσήματα ἐπισπασάμενος, νωθείαν καὶ φθόνον. Ἢ γὰρ διὰ πονηρίαν, ἢ δι’ ἀργίαν καὶ ῥᾳθυμίαν οὐ μεταδίδωμεν | |
10 | ἑτέροις. Ὁπότερον δὲ ἂν ᾖ τούτων, ἱκανὸν ἀπολέσαι τὸν ἔχοντα. Ἂν δὲ ἀφθόνως καὶ εἰς ἑτέρους παρα‐ πέμψῃς τὴν τροφὴν, καὶ ἑαυτὸν καὶ ἐκεῖνον ὠφέλη‐ σας. Ἀλλ’ ὑπὲρ μὲν τούτων ἱκανὰ τὰ εἰρημένα. γʹ. Δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀκολουθίαν ἐλθεῖν τῶν | |
15 | πρώην λεχθέντων. Τίνα οὖν ἦν ἐκεῖνα; Περὶ Σαύλου καὶ Παύλου τότε ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, ποτὲ δὲ Παῦλος ἐλέγετο· εἶτα ἐξέβημεν ἐκ τῆς ἀκο‐ λουθίας ταύτης εἰς ὀνομάτων ἱστορίαν πολλήν. Καὶ ἐπειδὴ ἐξέβημεν ἀπ’ αὐτῶν, οὐκ ἔδοξεν ἡμῖν ἄξιον | |
20 | εἶναι παραδραμεῖν τὴν ἐμπορίαν ἐκείνην. Εἰ γὰρ καὶ διὰ Παῦλον ἤλθομεν ἐπὶ τὴν ὑπόθεσιν ταύτην, ἀλλ’ ὅμως καὶ τὴν τῶν ἄλλων ὀνομάτων εὕρεσιν ἐμπορεύ‐ σασθαι ἔγνωμεν. Οὕτω καὶ οἱ τὴν θάλατταν πλέοντες κατ’ ἐμπορίαν ποιοῦσι πολλάκις, ὑπὲρ πραγματείας | |
25 | ὀλίγων τινῶν ἐπιδημήσαντες· ἐπειδὰν εἰς τὴν πόλιν ἐλθόντες, εἰς ἣν ἐστέλλοντο, ἴδωσι καὶ ἑτέρων ἀγω‐ γίμων ἔχουσαν ἀφθονίαν, πολλῷ πλείονα τῆς παρ‐ εσκευασμένης ποιοῦνται τὴν ἐμπορίαν. Κἂν ἐγκαλέσῃ τις, ταῦτα λέγουσι τὰ ῥήματα· Μακρὰν, φασὶν, ἤλ‐ | |
30 | θομεν ὁδὸν, πολλοὺς χειμῶνας ὑπεμείναμεν, πολλοὺς κινδύνους, διαπόντιον ἀποδημίαν ἐστειλάμεθα· τί δὴ κωλύει ἀφθονωτέραν γενέσθαι τὴν πραγματείαν ἡμῖν; Ταῦτα δὴ καὶ ἡμεῖς ἀπολογώμεθα. Καὶ γὰρ ἡμεῖς ζητοῦντες περὶ τῶν ὀνομάτων τοῦ Παύλου, εὕρομεν | |
35 | ἐκ τῆς ἀκολουθίας καὶ ἑτέραν ἐμπορίαν ὀνομάτων, οἷόν τι ὁ Πέτρος Σίμων ἐκαλεῖτο πρὸ τούτου, καὶ οἱ υἱοὶ Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης υἱοὶ βρον‐ τῆς ὠνομάσθησαν. Εὕρομεν καὶ ἐν τῇ Παλαιᾷ τὸν Ἀβραὰμ πρὸ τούτου μὲν Ἄβραμ καλούμενον, μετὰ | |
40 | δὲ ταῦτα Ἀβραὰμ, καὶ τὸν Ἰακὼβ Ἰσραὴλ μετα‐ κληθέντα, καὶ τὴν Σάῤῥαν Σάραν. Εὕρομεν πρὸς τούτοις, ὅτι ἕτεροί τινες οὐ μετωνομάσθησαν, ὥσπερ οὗτοι, ἀλλ’ ἐξαρχῆς ἔλαβον τὰ ὀνόματα, ὥσπερ Ἰωάν‐ νης ὁ βαπτιστὴς, ὡς ὁ Ἰσαὰκ, ὡς ὁ Ἀδάμ. Ἄτοπον | |
45 | τοίνυν ἡμῖν ἔδοξεν εἶναι καὶ βλακείας ἐσχάτης, τοσ‐ οῦτον ἀπὸ τῶν χειρῶν ῥῖψαι θησαυρόν. Διὰ τοῦτο μακρότερον ἐποιήσαμεν τὸν λόγον, καὶ περὶ τῶν ἐξ‐ αρχῆς ὀνομασθέντων πρώην εἰπόντες, σήμερον δια‐ νοούμεθα περὶ τῶν διωνύμων εἰπεῖν, ὡς εἷς ἐστιν ὁ | |
54.624(50) | Ἀβραάμ. Ὁ μὲν γὰρ Ἀδὰμ τοῦτο ἐκλήθη διαπαντὸς τὸ ὄνομα, καὶ οὐκ ἔσχεν ἕτερον· καὶ ὁ Ἰσαὰκ οὕτω πάλιν οὐκ ἐδέξατο δευτέραν προσηγορίαν, ἀλλ’ ἐξ ἀρχῆς μέχρι τέλους Ἰσαὰκ ἐλέγετο· ὁ δὲ τοῦ Ἰσαὰκ πατὴρ Ἄβραμ πρὸ τούτου μὲν ἐλέγετο· μετὰ δὲ | |
55 | ταῦτα Ἀβραάμ. Εἶπε γὰρ πρὸς αὐτὸν ὁ Θεὸς, φησὶν, Οὐκέτι ἔσται τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραὰμ κληθήσεται τὸ ὄνομά σου. Καὶ γὰρ Ἄβραμ ἐκα‐ λεῖτο τὸ πρότερον, ἀλλὰ τοῦτο τὸ ὄνομα οὐκ ἔστιν Ἑλληνικὸν, οὐδὲ τῇ ἡμετέρᾳ γλώττῃ, ἀλλὰ τῇ τῶν | |
60 | Ἑβραίων οὕτω λέγεται. Τί οὖν ἐστιν ἑρμηνευόμενον | |
τὸ ὄνομα τοῦτο; Περάτης. Καὶ γὰρ τὸ Ἄβραμ τῇ | 623 | |
54.625 | Σύρων φωνῇ τὸ πέραν λέγεται, καὶ ἴσασιν ὅσοι τῆς φωνῆς ταύτης εἰσὶν ἔμπειροι. Πολλὴ δὲ τῇ Σύρων φωνῇ πρὸς τὴν τῶν Ἑβραίων γλῶτταν ἡ συγγένεια. Καὶ διὰ τί περάτης ἐλέγετο, φησίν; Ἡ Ἰουδαία χώρα, | |
5 | τουτέστιν, ἡ Παλαιστίνη πᾶσα, ἡ ἀπὸ τῆς Αἰγύπτου μέχρι τοῦ Εὐφράτου, κατ’ ἀντικρὺ κεῖται τῆς Βαβυ‐ λωνίας, ὅθεν ἦν ὁ Ἀβραάμ· καὶ μέσος ῥεῖ δι’ ἀμφο‐ τέρων ὁ ποταμὸς, κοινὸν μεθόριον ὢν ἑκατέρας τῆς γῆς. Ἐπεὶ οὖν οὐκ ἀπὸ τῆς Παλαιστίνης ἦν, ἀλλ’ ἀπὸ | |
10 | τοῦ πέραν ἦλθεν ἀπὸ τῆς Βαβυλωνίας, διὰ τοῦτο ἀπὸ τοῦ τόπου καὶ τοῦ πράγματος τὸ ὄνομα ἔλαβε, καὶ περάτης ἐλέγετο, ἐπειδὴ ἀπὸ τοῦ πέραν ἦλθε. Διὰ τί δὲ ἀπὸ τοῦ πέραν ἦλθεν; Ἐπειδὴ ὁ Θεὸς ἐκέλευσε. Καὶ διὰ τί ὁ Θεὸς ἐκέλευσεν; Ἵνα δείξῃ τὴν ὑπακοὴν | |
15 | τοῦ δικαίου. Καὶ πῶς ἐδείκνυ τὴν ὑπακοὴν τοῦ δι‐ καίου; Ὅτι διὰ τὸ αὐτοῦ πρόσταγμα τὴν οἰκείαν ἀφεὶς, τὴν ἀλλοτρίαν ἀντὶ ἐκείνης ἠλλάξατο. Εἶδες πόση πλέκεται σειρὰ ἀπὸ τῆς τοῦ δικαίου προσηγο‐ ρίας; Ὁλόκληρον ἡμῖν πέλαγος ἱστορίας τὸ ὄνομα | |
20 | ἤνοιξε τοῦτο. Μάθε τοίνυν αὐτοῦ τὸ ὄνομα τὸ παλαιὸν, ἵνα ὅταν ἴδῃς αὐτὸν τὴν Παλαιστίνην οἰκοῦντα, διὰ τῆς προσηγορίας αὐτοῦ πρὸς τὴν ἀρχαίαν πατρίδα χειραγωγούμενος, καὶ μανθάνων τὴν αἰτίαν, δι’ ἣν αὐτὴν ἐγκατέλιπεν, ἱκανὴν πρὸς τὸν αὐτὸν ζῆλον λά‐ | |
25 | βῃς παράκλησιν. Ἄνθρωπος γὰρ πρὸ νόμου καὶ τῆς ἐννόμου πολι‐ τείας ὢν, τὴν ἐν τῇ χάριτι φιλοσοφίαν ἐπεδείξατο, καὶ ὅπερ ἔλεγεν ὕστερον ὁ Χριστὸς τοῖς ἀποστόλοις· Ἀμὴν λέγω ὑμῖν, ὅτι οὐκ ἔστιν, ὅστις ἀφῆκεν | |
30 | οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς, ἢ πατέρα, ἢ μη‐ τέρα, ὃς οὐχ ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει· τοῦτο ἐκεῖνος διὰ τῶν ἔργων πρὸ τῆς χάριτος ἐποίησεν. Οὐκ ἀπὸ τού‐ του δὲ μόνον τὴν φιλοσοφίαν ἔστιν ἰδεῖν τοῦ δικαίου, | |
35 | ἀλλὰ καὶ ἀπὸ τῆς ὑποσχέσεως αὐτῆς τοῦ Θεοῦ. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἰ γὰρ καὶ ἀμφότεραι αἰσθηταὶ αἱ πατρίδες, ἀλλ’ ἡ μὲν οἰκεία ἦν, ἡ δὲ ἀλλοτρία· καὶ ἡ μὲν φανερὰ, ἡ δὲ ἄδηλος· καὶ ἡ μὲν ἐν χερσὶν, ἡ δὲ ἐν ἐλπίσι· καὶ | |
40 | ὅμως τὰ φανερὰ καὶ δῆλα καὶ τὰ ἐν χερσὶν ἀφεὶς, πρὸς τὰ ἀφανῆ καὶ ἄδηλα, καὶ ὧν οὐκ ἦν κύ‐ ριος ἔτρεχεν, ἵνα σε πείσῃ καὶ παιδεύσῃ, ὅταν ὁ Θεὸς τὰ μὲν δῆλα ἀφεῖναι κελεύῃ, πρὸς δὲ τὰ ἄδηλα βλέ‐ πειν, μὴ ἀντιλέγειν, μηδὲ ἀμφισβητεῖν. Οὐ γὰρ | |
45 | οὕτω δῆλά ἐστι τὰ ἐν χερσὶν, ὡς ἐκεῖνα τὰ ἐν ἐλπί‐ σιν· οὐχ οὕτω δήλη ἐστὶν ἡ παροῦσα ζωὴ, ὡς ἐκείνη ἡ μέλλουσα. Ταύτην μὲν γὰρ ὁρῶμεν τοῖς ἡμετέροις ὀφθαλμοῖς, ἐκείνην ὁρῶμεν τοῖς τῆς πίστεως ὀφθαλ‐ μοῖς· ταύτην ὁρῶμεν ἐν ταῖς ἡμετέραις χερσὶ κει‐ | |
54.625(50) | μένην, ἐκείνην ὁρῶμεν καὶ ταῖς ἐπαγγελίαις τοῦ Θεοῦ φυλαττομένην. δʹ. Αἱ δὲ ἐπαγγελίαι τοῦ Θεοῦ πολλῷ δυνατώτεραι τῶν ἡμετέρων χειρῶν. Βούλει μαθεῖν πῶς αὕτη μὲν ἡ ζωὴ ἡ παροῦσα ἐν ἀδήλῳ κεῖται διαπαντὸς, ἐκείνη | |
55 | δὲ ἡ μέλλουσα, ἡ δοκοῦσα ἄδηλος εἶναι, φανερωτέρα τῆς παρούσης ἐστὶ καὶ βεβαιοτέρα καὶ μόνιμος; Ἐξε‐ τάσωμεν, εἰ δοκεῖ, τὰ λαμπρὰ τῆς παρούσης ζωῆς, τὸν πλοῦτον, τὴν δόξαν, τὴν δυναστείαν, τὰς τιμὰς τὰς παρὰ ἀνθρώπων· καὶ ὄψει τούτων οὐδὲν ἀδηλό‐ | |
60 | τερον. Τί γὰρ ἀπιστότερον πλούτου, τοῦ μηδὲ μέχρι τῆς ἑσπέρας πολλάκις ἡμῖν παραμένοντος; Καθάπερ γὰρ δραπέτης ἀγνώμων ἀπὸ τούτου εἰς ἐκεῖνον συν‐ εχῶς μεθίσταται, καὶ πάλιν ἀπὸ τούτου πρὸς ἄλλον. Τοιοῦτόν τι καὶ ἡ δόξα ἐστίν. Ὁ γὰρ πρὸ τούτου λαμ‐ | |
65 | πρὸς καὶ ἐπίσημος, ἄτιμος καὶ ἀνώνυμος ἐξαίφνης | Column end |
54.626 | γίνεται· καὶ τὸ ἐναντίον πάλιν. Καὶ καθάπερ τὸν τροχὸν συνεχῶς στρεφόμενον οὐκ ἔστιν ὁρᾷν ἐπὶ τοῦ αὐτοῦ τῆς ἄντυγος μέρους· τῇ γὰρ πυκνότητι τῆς δίνης διαπαντὸς τὰ ἄνω κάτω γίνεται, καὶ τοὐναντίον | |
5 | πάλιν· οὕτω καὶ ἡ τῶν πραγμάτων τῶν ἡμετέρων φορὰ συνεχῶς στρεφομένη, τὰ ἄνω κάτω ποιεῖ· οὕτω καὶ ἐπὶ τοῦ πλούτου καὶ ἐπὶ τῆς δυναστείας καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων. Οὐδέποτε ἐπὶ τῆς αὐτῆς ἕστηκεν ἕδρας, ἀλλὰ τὰ τῶν ποταμῶν μιμεῖται ῥεύματα, μη‐ | |
10 | δαμοῦ ποτε ἱστάμενα. Τί οὖν τούτων γένοιτ’ ἂν ἀδη‐ λότερον, τῶν οὕτω συνεχῶς μεταβαλλομένων, καὶ πρὶν ἢ φανῆναι ἀφιπταμένων, πρὶν ἢ παραγενέσθαι ἀπο‐ πηδώντων; Διὰ τοῦτο καὶ ὁ προφήτης περὶ τρυφῆς καὶ πλούτου καὶ τῶν τοιούτων διαλεγόμενος, καὶ σκώ‐ | |
15 | πτων εἰς τοὺς πρὸς αὐτὰ κεχηνότας ὡς διαμένοντα, φησίν· Ὡς ἑστῶτα ἐλογίσαντο ταῦτα, καὶ οὐχ ὡς φεύγοντα. Οὐκ εἶπεν, οὐ παρερχόμενα, ἀλλ’ ὃ πολλῷ μεῖζόν ἐστιν, Ὡς φεύγοντα· οὐδὲ γὰρ ἠρέμα ἀναχωρεῖ, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους. Ἀλλ’ οὐχ ὁ | |
20 | πατριάρχης οὕτως, ἀλλὰ πάντα ταῦτα ἀφεὶς, πρὸς τὰς ἐπαγγελίας τὰς παρὰ τοῦ Θεοῦ μόνον ἔβλεπε, προοδοποιῶν ἡμῖν πρὸς τὴν τῶν μελλόντων πίστιν, ἵν’, ὅταν ἐπαγγέλληταί σοι ὁ Θεὸς τὰ μέλλοντα καὶ οὐχ ὁρώμενα, μὴ λέγῃς, ὅτι ἄδηλά ἐστιν ἐκεῖνα καὶ | |
25 | ἀφανῆ. Τὰ γὰρ ἄδηλα ἐκεῖνα τούτων ἐστὶ σαφέστερα τῶν ὁρωμένων, ἐὰν τοὺς τῆς πίστεως ἔχωμεν ὀφθαλ‐ μούς. Εἰ γὰρ καὶ μὴ ἑωράκαμεν αὐτὰ, ἀλλ’ ὁ Θεὸς αὐτὰ ἐπηγγείλατο καὶ ὑπέσχετο. Ὅταν ὁ Θεὸς ἐπαγ‐ γέλληται, οὐδεμία μεταβολὴ τῶν ὑποσχέσεων ἅπτε‐ | |
30 | ται· ὥστε ἐκεῖνα μάλιστα μένει καὶ πέπηγεν ἐν τῇ χειρὶ τοῦ Θεοῦ. Ἐκ γὰρ τῆς χειρὸς τοῦ Θεοῦ ἁρ‐ πάζειν οὐδεὶς δύναται, φησίν. Ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Πατρός μου οὐδεὶς δύναται. Ἐπεὶ οὖν οὐ‐ δεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ Θεοῦ, | |
35 | ἐν δήλῳ μένει θησαυρῷ διαπαντός. Ταῦτα δὲ παν‐ τοίαις μεταβολαῖς ὑπόκειται καὶ τροπαῖς· διὰ τοῦτο πολλάκις τὸν μὲν πόνον αὐτῶν ὑπομένομεν, τοῦ δὲ τέλους αὐτῶν ἀποστερούμεθα. Ἐπὶ δὲ τῶν ἐλπί‐ δων ἐκείνων οὐκ ἔνι τοῦτο, ἀλλὰ τὸν πονέσαντα πάν‐ | |
40 | τως δεῖ καὶ τῶν στεφάνων ἐπιτυχεῖν. Ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Θεοῦ γάρ ἐστιν ὑπόσχεσις, καὶ τὸν ὑποσχόμενον μιμεῖται τὰ δῶρα. Ἀφεὶς τοίνυν τὰ ἄδηλα, κάτεχε τὰ φαινόμενα· τὰ γὰρ φαινόμενα οὐ τὰ παρόντα ἐστὶν, ἀλλὰ τὰ μέλλοντα. Εἰ δέ τινες, | |
45 | πρὸς τὰ παρόντα ἐπτοημένοι, τῶν μελλόντων ὑπερ‐ ορῶσιν, ἐπειδὴ ἀσθενέστεροί εἰσι τοῦ ὕψους τῆς ἐλπί‐ δος ἐκείνης, διὰ τοῦτο ὑπερορῶσιν, οὐκ ἐπειδὴ ἀφανῆ ταῦτά ἐστι καὶ ἄδηλα. Σκόπει γοῦν τὴν φιλοσοφίαν τοῦ δικαίου. Ὁ Θεὸς ἐπηγγείλατο αὐτῷ αἰσθητὰ | |
54.626(50) | πράγματα, καὶ αὐτὸς νοητὰ ἐζήτει. Καὶ ποῦ ὁ Θεὸς αἰσθητὰ αὐτῷ ἐπηγγείλατο, αὐτὸς δὲ νοητὰ ἤθελεν; Ἔξελθε, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγ‐ γενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Αἰσθητὴ καὶ | |
55 | ἡ προτέρα γῆ, καὶ ἡ μέλλουσα δίδοσθαι ὕστερον. Τί οὖν αὐτός; Μᾶλλον δὲ μὴ αὐτοῦ ἀκούσωμεν, ἀλλὰ Παύλου περὶ αὐτοῦ λέγοντος, ἵνα μάθωμεν ὅτι οὐ πρὸς ταύτην ἔβλεπε τὴν γῆν, εἰ καὶ ταύτην ἐπηγγεί‐ λατο ὁ Θεὸς, ἀλλὰ τὰ παρόντα ἀφεὶς, πρὸς τὰ μέλ‐ | |
60 | λοντα ἐκεχήνει. Τί οὖν ὁ Παῦλός φησι; Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, περὶ Ἀβραὰμ λέγων, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, καὶ τῶν δικαίων ἁπάντων. Οὐδὲ γὰρ Ἀβραὰμ μόνος, ἀλλὰ πάντες τῆς αὐτῆς ἦσαν φιλοσοφίας κοινωνοί. Κατὰ πίστιν ἀπέθανον οὗτοι | |
65 | πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ | 625 |
54.627 | πόῤῥωθεν αὐτὰς ἰδόντες. Τί λέγεις; οὐκ ἐκομίσατο τὰς ἐπαγγελίας ὁ Ἀβραὰμ, οὐδὲ ἦλθεν εἰς τὴν Πα‐ λαιστίνην; Ψεῦδος οὖν τὰ εἰρημένα; Οὐχὶ, φησίν. Ἦλθε μὲν γὰρ εἰς τὴν Παλαιστίνην, οὐ πρὸς ταύτην | |
5 | δὲ ἔβλεπε τὴν ἐπαγγελίαν, ἀλλ’ ἑτέρας ἐπεθύμει τῆς ἐν οὐρανοῖς, καὶ τῶν παρόντων ξένον ἑαυτὸν ἐνόμιζεν εἶναι ἁπάντων. Ὅπερ οὖν καὶ αὐτῷ μαρτυρῶν ὁ Παῦ‐ λος ἐπήγαγε· Καὶ ὁμολογήσαντες ὅτι ξένοι καὶ παρεπίδημοί εἰσι. Ξένος ὁ πατρίδα λαβὼν, εἰπέ μοι, | |
10 | καὶ χώραν τοσαύτην; Ναὶ, φησίν· οὐ γὰρ πρὸς ταύ‐ την, ἀλλὰ πρὸς τὸν οὐρανὸν ἔβλεπεν. Οἱ γὰρ ταῦτα λέγοντες ἐμφανίζουσιν, ὅτι ἑτέραν πατρίδα ζη‐ τοῦσιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεὸς, ἐκεί‐ νην τὴν ἐπουράνιον Ἱερουσαλὴμ, τὴν ἄνω. Εἶδες πῶς | |
15 | ἐπηγγείλατο αὐτῷ ὁ Θεὸς αἰσθητά; πῶς ἐκεῖνος τὴν ἄνω Ἱερουσαλὴμ ἐζήτει; Οἱ γὰρ ταῦτα λέγοντες, φησὶν, ἐμφανίζουσιν ὅτι πατρίδα ζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμέμνηντο, ἀφ’ ἧς ἐξῆλθον, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νυνὶ δὲ ἑτέρας κρείττονος | |
20 | ὀρέγονται, τουτέστιν, ἐπουρανίου. Οὐκοῦν αἰσθητὴ μὲν ἡ ὑπόσχεσις, νοητὴ δὲ ἡ ἐπιθυμία τοῦ δικαίου, ἀπεναντίας ἡμῖν. Ἐκείνῳ μὲν γὰρ ἐπηγγείλατο τὴν Παλαιστίνην, ὁ δὲ περιεβλέπετο τὸν οὐρανόν· ἡμῖν δὲ ἐπαγγέλλεται τὸν οὐρανὸν, καὶ πρὸς τὴν γῆν κεχή‐ | |
25 | ναμεν. εʹ. Ταῦτα ἐκερδάναμεν ἀπὸ τοῦ Ἀβραὰμ ὀνόματος, μαθόντες διὰ τί περάτης ἐλέχθη, καὶ ὅτι τὴν οἰκείαν ἀφεὶς γῆν, πρὸς τὴν ἀλλοτρίαν μετέστη, καὶ τὰ δῆλα παραδραμὼν, πρὸς τὰ ἄδηλα ἔβλεπε, τὰ ἐν | |
30 | χερσὶ ῥίψας, ἐκεχήνει πρὸς τὰ ἐν ἐλπίσι, καὶ αἰσθητὰ λαβὼν, πρὸς τὰ νοητὰ ἀνετείνατο, καὶ ταῦτα πρὸ τῆς χάριτος, πρὸ τοῦ νόμου, πρὸ τῆς ἀπὸ τῶν προφητῶν διδασκαλίας. Ὅθεν δῆλον, ὡς οὐδένα ἔσχε καθηγητὴν, ἀλλ’ ἤρκεσεν αὐτῷ ἡ φύσις τοὺς τοῦ συνειδότος κι‐ | |
35 | νήσασα λογισμοὺς, καὶ οὕτως εὗρε τὸν Θεὸν τὸν τοῦ παντὸς δημιουργόν· διὰ τοῦτο Ἄβραμ ἐλέγετο, διὰ τοῦτο καὶ οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπέθηκαν τοῦτο. Ἀλλὰ τάχα ἴσως εἴποι τις ἂν, ὅτι τοῦτο ψεῦδος. Μὴ γὰρ δίκαιοι ἦσαν οἱ γονεῖς τοῦ Ἀβραάμ; μὴ γὰρ | |
40 | εὐάρεστοι τῷ Θεῷ; μὴ γὰρ ᾔδεισαν τὰ μέλλοντα ἔσε‐ σθαι; μὴ γὰρ προεώρων τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ Δεσπότου μέλλουσαν ῥηθήσεσθαι; οὐχὶ ἀσεβεῖς ἦσαν καὶ εἰδωλολάτραι, βαρβάρων βαρβαρικώτατοι; Οἶδα κἀγὼ, καὶ διὰ τοῦτο ἐπαινῶ τὸν δίκαιον, ὅτι τοιούτους ἔχων | |
45 | πατέρας, τοιοῦτος αὐτὸς ἐγένετο. Καὶ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ἐξ ἀλλοτρίας ῥίζης καὶ ἀγρίας ἥμερος ἠνέχθη καρπός. Οὐ γάρ ἐστι κατ‐ ηγορία παίδων ἐν εὐσεβείᾳ ζώντων ἡ τῶν πατέρων κακία, ἀλλ’ εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ ἐγκώμιον | |
54.627(50) | μᾶλλον, ὅτι μὴ παρὰ προγόνων δεξάμενοι τὴν εὐσέ‐ βειαν, μηδὲ τοὺς χειραγωγοῦντας ἔχοντες, ἀλλ’ ὥσπερ ἐν ἐρήμῳ καὶ ἀβάτῳ ὁδεύοντες, ἠδυνήθησαν τὴν ὁδὸν τὴν εἰς τὸν οὐρανὸν φέρουσαν εὑρεῖν. Οὐ τοίνυν κατ‐ ηγορία ἀσεβῆ πατέρα ἔχειν, ἀλλὰ μιμεῖσθαι τὴν ἀσέ‐ | |
55 | βειαν τοῦ πατρός· καὶ ἔγκλημα μέγιστον, οὐχ ὅταν φαύλους ἔχωμεν γονεῖς. ἀλλ’ ὅταν αὐτῶν μὴ ἐπιμε‐ λώμεθα, καὶ τὰ παρ’ ἑαυτῶν πάντα εἰσφέρωμεν πρὸς τὸ τῆς κακίας αὐτοὺς ἀπαλλάξαι ταύτης. Ὡς ὅταν ἡμεῖς μὲν πάντα ἐπιδειξώμεθα περὶ τὴν ἐκείνων | |
60 | ψυχὴν, ἐκεῖνοι δὲ ἐπὶ τῆς αὐτῶν μένωσι πονηρίας, πάσης μέμψεως ἀπηλλάγμεθα καὶ αἰτίας. Ταῦτα δὲ εἶπον, ἵνα μὴ αἰσχυνθῇς, ἀγαπητὲ, ὅταν ἀκούσῃς, ὅτι πατέρα ἀσεβῆ ἔσχεν ὁ Ἀβραάμ. Καὶ γὰρ ὁ Τιμόθεος | |
ἀσεβῆ πατέρα εἶχεν· Υἱὸς γὰρ Ἰουδαίας γυναικὸς | Column end | |
54.628 | ἦν, φησὶ, πιστῆς μητρὸς, πατρὸς δὲ Ἕλληνος. Καὶ ὅτι ἔμεινεν ἐν ἀσεβείᾳ καὶ οὐ μετεβάλλετο ὁ πατὴρ, δῆλον ἐκεῖθεν· ἐπαινῶν γὰρ τοῦ Τιμοθέου τὴν πίστιν, οὕτω φησὶν ὁ Παῦλος· Ἥτις ἐνῴκησεν | |
5 | ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρὶ Εὐνίκῃ, πέπεισμαι δὲ ὅτι καὶ ἐν σοί. Καὶ οὐδαμοῦ τοῦ πα‐ τρὸς τὸ ὄνομα. Διὰ τί; Ὅτι ἐν τῇ ἀσεβείᾳ ἔμεινεν, οὐκ ἦν ἄξιος ἀριθμεῖσθαι μετὰ τοῦ παιδός. Καὶ οἱ ἀπόστολοι δὲ πονηροὺς ἔσχον πατέρας, καὶ τοῦτο ἐδή‐ | |
10 | λωσεν ὁ Χριστὸς εἰπών· Εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκ‐ βάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβα‐ λοῦσι; Διὰ τοῦτο αὐτοὶ ἔσονται κριταὶ ὑμῶν. Ἀλλὰ μή σε θορυβείτω τοῦτο, μηδὲ σκανδαλιζέτω. Καὶ γὰρ ἐκ τούτου μανθάνομεν, ὅτι οὐ φύσεως, ἀλλὰ | |
15 | προαιρέσεως ἡ κακία καὶ ἡ ἀρετή. Εἰ γὰρ φύσεως ἦν, πάντως ἂν οἱ πονηροὶ πονηροὺς ἔτεκον, καὶ οἱ χρηστοὶ τοιούτους· ἐπειδὴ δὲ προαιρέσεώς ἐστι τὸ φαῦλον εἶναι καὶ σπουδαῖον, διὰ τοῦτο καὶ πατέρων πονηρῶν παῖδες ἐγένοντο χρηστοὶ, καὶ παίδων ῥαθύ‐ | |
20 | μων πατέρες σπουδαῖοι πολλάκις, ἵνα μὴ τῇ φύσει, ἀλλὰ τῇ γνώμῃ πανταχοῦ ταῦτα ἑκάτερα λογιζώμεθα. Ἀλλ’ ὅπερ ἔλεγον, ὅτι ἀσεβεῖς ὄντες οἱ γονεῖς τοῦ Ἀβραὰμ, πῶς τὸ ὄνομα αὐτῷ ἐπέθηκαν τοῦτο; Τῆς τοῦ Θεοῦ σοφίας μάλιστα ἔργον καὶ τοῦτο ἦν διὰ | |
25 | ἀπίστου γλώττης οἰκονομήσαντος ἐπιτεθῆναι ὄνομα, τῶν μελλόντων ἔχον τὴν ἱστορίαν. Καὶ γὰρ τὸν Βα‐ λαὰμ ἠνάγκασέ ποτε τὰ μέλλοντα εἰπεῖν, τὴν οἰκείαν δύναμιν ἐπιδεικνύμενος, καὶ δηλῶν ὅτι οὐχὶ ἐν τοῖς οἰκείοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀλλοτρίοις κρατεῖν | |
30 | δύναται. Καὶ ἵνα μάθῃς, ὅτι ἐπὶ τῶν δικαίων, κἂν μὴ εὐσεβεῖς ὦσιν οἱ πατέρες, πολλάκις οὐκ εἰδότες ἐπι‐ τιθέασιν ὀνόματα πολλὴν τῶν μελλόντων δηλοῦντα τὴν οἰκονομίαν, καὶ ἐξ ἑτέρου σοι παραδείγματος τοῦτο ποιήσω φανερόν. Ὁ Λάμεχ ὁ τοῦ Νῶε πατὴρ, | |
35 | τοῦ Νῶε ἐκείνου, ἐφ’ οὗ ὁ κατακλυσμὸς ἐγένετο, οὐκ ἦν δίκαιος, οὐκ ἦν εὐάρεστος τῷ Θεῷ, οὐκ ἦν δόκιμος τῷ Θεῷ· εἰ γὰρ ἦν δίκαιος, εἰ ἦν εὐάρεστος, εἰ ἦν εὐδόκιμος τῷ Θεῷ, οὐκ ἂν εἶπεν, ὅτι Νῶε μόνος εὑ‐ ρέθη τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· οὐκ ἂν παρέδραμε | |
40 | τοῦ δικαίου τὸν πατέρα, εἰ δίκαιος ἦν. Τί οὖν ἐκεῖ‐ νος; Ἐπέθηκεν ὄνομα τῷ παιδίῳ, πολλὴν ἔχον τῶν μελλόντων πραγμάτων τὴν ἱστορίαν, καὶ αὐτὸ προ‐ φητεία ἦν ἡ προσηγορία τοῦ δικαίου. Τὸ γὰρ ὄνομα τοῦτο τὸν μέλλοντα κατακλυσμὸν ἔσεσθαι ἐδήλου. Καὶ | |
45 | πῶς τὸν μέλλοντα ἔσεσθαι κατακλυσμὸν ἐδήλου τὸ ὄνομα τοῦ Νῶε; Τὸ, Νῶε, τοῦτο τὸ ὄνομα Ἑβραϊκῆ λέγεται γλώττῃ καὶ ἑρμηνεύεται, ὁ ἀναπαύων. Τὸ γὰρ, Νία, τῇ Σύρων φωνῇ, ἀνάπαυσίς ἐστιν. Ὥσπερ οὖν ἐκεῖ ἀπὸ τοῦ Ἄβαρ, ὅπερ ἐστὶ πέρα, Ἀβραὰμ | |
54.628(50) | ἐλέγετο, καὶ ἀπὸ τοῦ Αἰδὲμ, ὅπερ ἐστὶ γῆ, Ἀδὰμ ἐλέγετο, ὅπερ ἐστὶ γήϊνος· οὕτω καὶ ἐνταῦθα ἀπὸ τοῦ Νία, ὅπερ ἐστὶν ἀνάπαυσις, Νῶε ἐκλήθη, ὅπερ ἐστὶν ἀναπαύων δηλοῖ δὲ τοῦτο καὶ ἡ ἐπαγωγή. Ἐκάλεσε γὰρ αὐτὸν Νῶε, λέγων· Οὗτος ἡμᾶς διαναπαύσει, | |
55 | ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Ἐπειδὴ γὰρ ἔμελλεν ἐπ’ αὐτοῦ ὁ κατακλυσμὸς γίνεσθαι, ὁ δὲ κα‐ τακλυσμὸς θάνατος ἦν, Θάνατος δὲ ἀνδρὶ ἀνά‐ παυσις, διὰ τοῦτο τὸν ἄνθρωπον, ἐφ’ οὗ γέγονεν ὁ | |
κατακλυσμὸς, τὴν ἀναπαύοντα ἐκάλεσε. | 627 | |
54.629 | ϛʹ. Καὶ ὅτι οὐ βιάζομαι τὴν ἑρμηνείαν, ἀπ’ αὐτῆς τῆς Γραφῆς ἀκούσωμεν τοῦτο. Ἔζησε Λάμεχ ἔτη ὀκτὼ καὶ ὀγδοήκοντα καὶ ἑκατὸν, καὶ ἐγέννησεν υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος | |
5 | διαναπαύσει ἡμᾶς ἀπὸ τῶν πόνων ἡμῶν, καὶ τῶν λυπῶν, καὶ τῶν ἔργων τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο ὁ Θεός. Τί λέγεις, Ἀνα‐ παύσει ἡμᾶς; Καὶ διὰ τί μὴ εἶπε, φησὶν, Οὗτος ἀπο‐ κτενεῖ ἡμᾶς, οὗτος ποιήσει τὸν κατακλυσμὸν γενέ‐ | |
10 | σθαι· ἀλλ’ εἶπεν, Ἀναπαύσει ἡμᾶς; Ἀνεστοιχειώθη ἡ κτίσις ἅπασα, ἄβυσσοι ἀνεῤῥάγησαν κάτωθεν, κα‐ ταῤῥάκται ἀνεῴχθησαν ἄνωθεν, ἅπαντα πέλαγος ἦν ξένον καὶ παράδοξον καὶ φρικῶδες, καὶ ἐν τάφῳ κοινῷ τῇ ἰλύϊ καὶ σώματα ἀνθρώπων καὶ σώματα | |
15 | ἵππων καὶ θηρίων ἐκρύπτετο· καὶ τοσαῦτα κακὰ, εἰπέ μοι, καὶ τοσαύτην συμφορὰν ἀνάπαυσιν καλεῖς; Ναὶ, φησίν. Ἐπειδὴ γὰρ ἐν κακίᾳ ἔζων οἱ ἄνθρωποι, ὁ δὲ κατακλυσμὸς τὴν κακίαν ἀνέκοψεν, οἱ τῆς κακίας ἀπαλ‐ λαγέντες ἀνέπαυσαν. Καθάπερ γὰρ σῶμα | |
20 | ποικίλοις νοσήμασι κατεχόμενον, καὶ ἰατρείαν οὐδε‐ μίαν εὑρίσκον, ἐὰν ἐπελθὼν ὁ θάνατος λαβῇ, ἀνέπαυ‐ σεν· οὕτω δὴ καὶ τὴν τῶν ἀνθρώπων ἐκείνων γενεὰν, καθάπερ σῶμα ἀνίατα νόσουν καὶ πολλοῖς προκατει‐ | |
λημμένον δεινοῖς παραμυθίαν οὐδεμίαν ἔχουσιν, | Column end | |
54.630 | ἐπελθὼν ὁ κατακλυσμὸς ἐξήρπασε καὶ ἀνέπαυσεν. Εἰ γὰρ Θάνατος ἀνδρὶ ἀνάπαυσις, πολλῷ μᾶλλον τοῖς ἐν κακίᾳ ἀδιορθώτως ζῶσιν ἀνάπαυσις ὁ θάνατος, τῶν πόνων αὐτοὺς ἀπαλλάττων, καὶ οὐκ ἐῶν περαιτέρω | |
5 | τῆς πονηρίας τὴν νομὴν προελθεῖν, οὐδὲ βαρύτερον τοῦ ὄντος γενέσθαι τῶν ἁμαρτημάτων τὸ φορτίον. Οὐδὲν γὰρ οὕτω βαρὺ καὶ δυσβάστακτον, ὡς ἁμαρτίας φύσις· οὐδὲν οὕτω κάματον καὶ πόνον ἡμῖν παρέχει, ὡς τὸ τῆς πονηρίας εἶδος καὶ τὰ πλημμελήματα. Διὰ | |
10 | τοῦτο ὁ Χριστὸς τοῖς ἐν ἁμαρτίαις ζῶσι ἔλεγε· Δεῦτε πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Διὰ τοῦτο καὶ ὁ Λάμεχ ἀνάπαυσιν τὸν κατακλυσμὸν ἐκάλεσεν, ἐπελθόντα καὶ στήσαντα τὴν πονηρίαν. Ἐβουλόμην περαιτέρω τὸν λόγον | |
15 | ἐκτεῖναι τοῦτον· καὶ γὰρ πολλὰ ὑπολέλειπται ἀπὸ τῆς προσηγορίας τοῦ Νῶε· ἀλλὰ τέως ταῦτα τῇ μνήμῃ τῆς ὑμετέρας διανοίας ἐναποθέμενοι, καὶ πρὸς τοὺς ἡμετέρους ἀδελφοὺς τοὺς ἀπολειφθέντας εἰπόντες, ἵνα μὴ πάλιν ἀναγκαζώμεθα μακρότερα ποιεῖν τὰ προοί‐ | |
20 | μια, τῶν εἰρημένων τὴν ἀκολουθίαν ἀναλαμβάνοντες, εἰς εὐχὰς τὸν λόγον καταλύσωμεν, εὐχαριστοῦντες τῷ ταῦτα δεδωκότι εἰπεῖν Θεῷ, ὅτι αὐτῷ ἡ δόξα, εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 629 |