TLG 2062 112 :: JOANNES CHRYSOSTOMUS :: In Genesim (homiliae 1–67) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In Genesim (homiliae 1–67) Citation: Vol — pg — (ln) | ||
53.21(1t) | ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ | |
2t | ΙΩΑΝΝΟΥ | |
---|---|---|
3t | ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ | |
4t | ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. | |
5t | ΛΟΓΟΣ ΠΑΡΑΙΝΕΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΙΣΟΔΟΝ ΤΗΣ ΑΓΙΑΣ ΤΕΣΣΑΡΑΚΟΣΤΗΣ. | |
6t | ΟΜΙΛΙΑ Αʹ. | |
7 | αʹ. Χαίρω, καὶ εὐφραίνομαι ὁρῶν σήμερον τὴν τοῦ Θεοῦ Ἐκκλησίαν τῷ πλήθει τῶν οἰκείων τέκνων κοσμουμένην, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ἅπαντας ὑμᾶς συν‐ | |
10 | δεδραμηκότας. Ὅταν γὰρ ἀποβλέψω πρὸς τὰ φαιδρὰ ὑμῶν πρόσωπα, τεκμήριον μέγιστον ποιοῦμαι τῆς κατὰ ψυχὴν ὑμῶν ἡδονῆς· καθάπερ καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινομένης θάλλει πρόσωπον. Διά τοι τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς προθυμίας ἀνέστην | |
15 | σήμερον, ὁμοῦ καὶ τῆς εὐφροσύνης ὑμῖν κοινωνήσων ταύτης τῆς πνευματικῆς, καὶ μηνυτὴς ὑμῖν γενέσθαι βουλόμενος τῆς παρουσίας τῆς ἁγίας τεσσαρακοστῆς, τοῦ φαρμάκου λέγω τῶν ἡμετέρων ψυχῶν. Καθάπερ γὰρ πατὴρ φιλόστοργος ὁ κοινὸς ἁπάντων ἡμῶν Δεσπό‐ | |
20 | της, βουλόμενος ἡμᾶς ἀπονίψασθαι τὰ ἐν παντὶ τῷ χρό‐ νῳ ἡμῖν ἡμαρτημένα, καὶ διὰ τῆς ἁγίας νηστείας ἐπενόησεν ἡμῖν θεραπείαν. Μηδεὶς τοίνυν γινέσθω κατ‐ ηφὴς, μηδεὶς στυγνὸς φαινέσθω, ἀλλὰ σκιρτάτω, καὶ χαιρέτω, καὶ δοξαζέτω τὸν κηδεμόνα τῶν ἡμετέρων ψυ‐ | |
25 | χῶν, τὸν ταύτην ἡμῖν τὴν ἀρίστην τεμόντα ὁδὸν, καὶ μετὰ πολλῆς τῆς περιχαρείας ὑποδεχέσθω ταύτης τὴν παρουσίαν. Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθω‐ σαν Ἰουδαῖοι, ὁρῶντες ἡμῶν τὴν ἀγάπην ἱλαρᾷ τῇ προ‐ θυμίᾳ τὴν ταύτης παρουσίαν ἀσπαζομένους, καὶ μαν‐ | |
30 | θανέτωσαν διὰ τῆς τῶν πραγμάτων πείρας, ὅσον τὸ μέ‐ σον ἡμῶν τε καὶ αὐτῶν. Καὶ ἐκεῖνοι μὲν ἑορτὰς καὶ πανηγύρεις ὀνομαζέτωσαν τὴν μέθην, καὶ τὴν ἄλλην ἅπασαν ἀκολασίαν, καὶ τὰς ἀσχημοσύνας, ἃς εἰκὸς ἐν‐ τεῦθεν αὐτοὺς ἐπισύρεσθαι· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία | |
35 | ἀπεναντίας ἐκείνοις τὴν νηστείαν, τὴν τῆς γαστρὸς ὑπε‐ ροψίαν, καὶ τὴν ἑπομένην ταύτῃ πᾶσαν ἀρετὴν ἑορτὴν ὀνομαζέτω. Αὕτη γὰρ ἀληθὴς ἑορτὴ, ἔνθα ψυχῶν σωτηρία, ἔνθα εἰρήνη καὶ ὁμόνοια, ἔνθα βιωτικὴ πᾶσα φαντασία ἀπελήλαται· ὅπου κραυγὴ καὶ θόρυβος, καὶ μαγείρων | |
40 | δρόμοι, καὶ τῶν ἀλόγων σφαγαὶ ἐκποδών· ἠρεμία δὲ πᾶ‐ σα, καὶ γαλήνη, καὶ ἀγάπη, καὶ χαρὰ, καὶ εἰρήνη, καὶ πρᾳότης, καὶ μυρία ἀγαθὰ ἀντ’ ἐκείνων πολιτεύεται. Φέρε οὖν, παρακαλῶ, μικρὰ περὶ ταύτης διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐκεῖνο πρότερον παρακαλέ‐ | |
45 | σαντες ὑμᾶς, μετὰ πολλῆς ἡσυχίας δέξασθαι τοὺς ἡμε‐ τέρους λόγους, ἵνα καρπωσάμενοί τι γενναῖον, ἐντεῦθεν οἴκαδε ἀναχωρήσητε. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ ἐνταῦθα σύνιμεν, ἵνα ὁ μὲν εἴπῃ, ὁ δὲ κροτήσῃ ἁπλῶς τὰ λε‐ γόμενα, καὶ οὕτως ἐντεῦθεν ἐξέλθωμεν· ἀλλ’ ἵνα καὶ | |
53.21(50) | ἡμεῖς χρήσιμόν τι καὶ τῶν συνεχόντων τὴν σωτηρίαν | Column end |
53.22(7) | τὴν ὑμετέραν φθεγξώμεθα, καὶ ὑμεῖς κερδάναντες ἐκ τῶν λεγομένων, καὶ πολλὴν τὴν ὠφέλειαν καρπωσάμε‐ νοι, οὕτως ἐντεῦθεν ἐξέλθητε. Ἰατρεῖον γάρ ἐστι πνευ‐ | |
10 | ματικὸν ἡ ἐκκλησία, καὶ δεῖ τοὺς ἐνταῦθα παραγενο‐ μένους κατάλληλα τὰ φάρμακα λαμβάνοντας, καὶ τοῖς οἰκείοις τραύμασιν ἐπιτιθέντας, οὕτως ἐπανιέναι. Ὅτι γὰρ ἡ ἀκρόασις μόνη ἄνευ τῆς διὰ τῶν ἔργων ἐπιδείξεως οὐδὲν ὀνήσει, ἄκουε τοῦ μακαρίου Παύλου λέγοντος· | |
15 | Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ’ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Καὶ ὁ Χριστὸς δὲ δημηγορῶν ἔλεγεν· Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ’ ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου | |
20 | τοῦ ἐν οὐρανοῖς. Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὡς οὐδὲν ἡμῖν ἔσται πλέον ἐκ τῆς ἀκροάσεως, εἰ μὴ ἕποιτο καὶ ἡ διὰ τῶν ἔργων πλήρωσις, μὴ μόνον ἀκροαταὶ γινώ‐ μεθα, ἀλλὰ καὶ ποιηταὶ, ἵνα τὰ ἔργα τοῖς λόγοις ἑπό‐ μενα πολλῆς ἡμῖν παῤῥησίας ὑπόθεσις γένηται. Ἁπλώ‐ | |
25 | σαντες τοίνυν τοὺς κόλπους τῆς διανοίας, οὕτω δέξασθε τοὺς περὶ τῆς νηστείας λόγους. Καὶ καθάπερ οἱ σώ‐ φρονά τινα καὶ κοσμίαν ἐλευθέραν μέλλοντες ἀγαγέ‐ σθαι, πάντοθεν παραπετάσμασι καλλωπίσαντες τὰς παστάδας, καὶ ἐκκαθάραντες τὴν οἰκίαν ἅπασαν, καὶ | |
30 | πάσαις ταῖς ἠμελημέναις θεραπαινίσιν ἄβατον ποιήσαν‐ τες, οὕτω ταύτην εἰς τὰς παστάδας εἰσάγουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς βούλομαι, ἐκκαθάραντας ὑμῶν τὸν λογισμὸν, καὶ τῇ τρυφῇ καὶ τῇ λοιπῇ ἀδηφαγίᾳ πολλὰ χαίρειν εἰπόντας, οὕτω τὴν μητέρα | |
35 | τῶν ἀγαθῶν ἁπάντων, καὶ τῆς σωφροσύνης, καὶ τῆς ἄλλης ἁπάσης ἀρετῆς διδάσκαλον, τὴν νηστείαν λέγω, ἡπλωμένοις τοῖς κόλποις ὑποδέξασθαι, ἵνα καὶ ὑμεῖς πλείονος ἀπολαύσητε τῆς ἡδονῆς, καὶ αὕτη τὴν οἰκείαν καὶ κατάλληλον ὑμῖν ἰατρείαν παράσχηται. Εἰ γὰρ οἱ | |
40 | τῶν ἰατρῶν παῖδες, ἐπειδὰν μέλλωσι φάρμακα διδόναι τοῖς βουλομένοις τὸν σεσηπότα καὶ διεφθαρμένον χυμὸν ἐκκαθᾶραι, κελεύουσι τῆς σωματικῆς ταύτης τροφῆς ἀπέχεσθαι, ὥστε μὴ κώλυμα γενέσθαι τῇ τοῦ φαρμά‐ κου δυνάμει, ἀλλ’ ἐνεργῆσαι, καὶ τὸ οἰκεῖον ἔργον ἐπι‐ | |
45 | δείξασθαι· πολλῷ μᾶλλον ἡμᾶς προσήκει τὸ πνευματικὸν τοῦτο φάρμακον μέλλοντας ὑποδέχεσθαι τὴν ἐκ τῆς νησ‐ τείας ὠφέλειαν, λέγω δὴ τὸ τῆς διαίτης, ἐκκαθᾶραι ἡμῶν τὸν λογισμὸν, καὶ κουφοτέραν ἐργάσασθαι τὴν διά‐ νοιαν, ἵνα μὴ ὑπὸ τῆς μέθης καταβαπτισθεῖσα ἄχρηστον | |
53.22(50) | καὶ ἀνόνητον ἡμῖν κατασκευάσῃ τὴν ἐκ ταύτης ὠφέλειαν. βʹ. Καὶ οἶδα μὲν ὅτι τοὺς πολλοὺς ξενίζει τὰ παρ’ ἡμῶν | |
λεγόμενα σήμερον· ἀλλὰ, παρακαλῶ, μὴ τῇ συνηθείᾳ | ||
53.23 | ἁπλῶς δουλεύωμεν, ἀλλὰ λογισμῷ τὰ καθ’ ἑαυτοὺς οἰ‐ κονομῶμεν. Μὴ γὰρ ἔσται τι κέρδος ἡμῖν ἀπὸ τῆς ἡμε‐ ρινῆς ἀδηφαγίας, καὶ τῆς πολλῆς μέθης; Καὶ τί λέγω κέρδος; Ἀλλὰ καὶ πολλὴ ἡ ζημία, καὶ ἡ βλάβη ἀφό‐ | |
5 | ρητος. Ὅταν γὰρ καταβαπτισθῇ ὑπὸ τῆς πολλῆς οἰνο‐ ποσίας ὁ λογισμὸς, εὐθέως ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀποκρούσεται τὸ ἀπὸ τῆς νηστείας κέρδος. Τί γὰρ ἀη‐ δέστερον, εἰπέ μοι, τί δὲ ἀσχημονέστερον, ὅταν μέχρι μεσονυκτίου τὸν ἄκρατον σπῶντες, ὑπὸ τὴν ἕω τῆς | |
10 | ἀκτῖνος τῆς ἡλιακῆς ἀνισχούσης, ὡς πρόσφατον τοῦ οἴνου ἐμφορηθέντες, οὕτως ἀποπνέουσι, καὶ ἀηδεῖς μὲν φαίνονται τοῖς συντυγχάνουσιν, εὐκαταφρόνητοι δὲ τοῖς οἰκέταις, καὶ καταγελῶνται παρὰ πάντων τῶν ὁπωσοῦν τὸ δέον συνορώντων, καὶ πρὸ τούτων ἁπάντων, ὅταν διὰ | |
15 | τὴν πολλὴν ταύτην ἀκρασίαν, καὶ τὴν ἀμετρίαν τὴν ἄκαιρον καὶ ἀνόνητον, καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀγανά‐ κτησιν ἐπισπῶνται; Οἱ γὰρ μέθυσοι, φησὶ, βασιλείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί οὖν ἂν τούτων ἀθλιώτε‐ ρον γένοιτ’ ἂν, τῶν διὰ βραχεῖαν καὶ ἐπιβλαβῆ ἡδονὴν | |
20 | τῶν τῆς βασιλείας προθύρων ἐκβαλλομένων; Ἀλλὰ μὴ γένοιτό τινα τῶν ἐνταῦθα συνειλεγμένων τούτῳ ἁλῶναι τῷ πάθει· ἀλλὰ μετὰ πάσης φιλοσοφίας καὶ σωφροσύ‐ νης, καὶ τὴν παροῦσαν ἡμέραν ἑστιασαμένους, καὶ τοῦ χειμῶνος καὶ τῆς ζάλης, ἣν ἡ μέθη ἐργάζεσθαι πέφυ‐ | |
25 | κεν, ἐλευθερωθέντας εἰς τὸν λιμένα καταντῆσαι τῶν ἡμετέρων ψυχῶν, τὴν νηστείαν λέγω, ἵνα μετὰ δαψι‐ λείας τὰ ἀπὸ ταύτης δυνηθῶμεν καρπώσασθαι ἀγαθά. Ὥσπερ γὰρ ἡ ἀδηφαγία μυρίων κακῶν αἰτία καὶ πρό‐ ξενος τῷ τῶν ἀνθρώπων γίνεται γένει, οὕτω καὶ ἡ νη‐ | |
30 | στεία καὶ ἡ τῆς γαστρὸς ὑπεροψία τῶν ἀφάτων ἡμῖν ἀγαθῶν ἀεὶ αἰτία γέγονε. Πλάσας γὰρ ἐξ ἀρχῆς τὸν ἄνθρωπον ὁ Θεὸς, καὶ εἰδὼς, ὅτι τούτου αὐτῷ μάλιστα δεῖ τοῦ φαρμάκου πρὸς τὴν τῆς ψυχῆς σωτηρίαν, εὐθέως καὶ ἐκ προοιμίων τῷ πρωτοπλάστῳ ταύτην δέδωκε τὴν | |
35 | ἐντολὴν εἰπών· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παρα‐ δείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώ‐ σκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ. Τὸ δὲ λέγειν, τόδε φάγε, καὶ τόδε μὴ φάγῃς, νηστείας ἦν εἰκών. Ἀλλὰ δέον φυλάξαι τὴν ἐντολὴν, τοῦτο μὲν οὐκ | |
40 | ἐποίησε, δι’ ἀκρασίαν δὲ τῆς γαστρὸς ἡττηθεὶς, καὶ τὴν παρακοὴν ἐργασάμενος, θανάτῳ κατεδικάζετο. Ἐπειδὴ γὰρ εἶδεν ὁ πονηρὸς δαίμων ἐκεῖνος καὶ ἐχθρὸς τῆς φύσεως τῆς ἡμετέρας τὴν ἐν τῷ παραδείσῳ δια‐ γωγὴν τοῦ πρωτοπλάστου, καὶ τὸν ἀταλαίπωρον βίον | |
45 | ἐκεῖνον, καὶ ὅτι, καθάπερ ἄγγελος, οὕτω σώματι συμ‐ πεπλεγμένος διῆγεν ἐπὶ τῆς γῆς, βουλόμενος αὐτὸν ὑποσκελίσαι καὶ καταβαλεῖν ἐλπίδι μειζόνων ὑποσχέ‐ σεων, καὶ τῶν ἐν χερσὶν ἐξέβαλε. Τοσοῦτόν ἐστι τὸ μὴ μένειν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τῶν μειζόνων ἐφίε‐ | |
53.23(50) | σθαι. Καὶ τοῦτο αὐτὸ δηλῶν σοφός τις ἔλεγε· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Εἶδες, ἀγαπητὲ, πῶς ἐκ προοιμίων ἐξ ἀδηφαγίας ὁ θάνατος τὴν εἴσοδον ἔσχεν; Σκόπει δὲ πάλιν καὶ μετὰ ταῦτα τὴν θείαν Γραφὴν κατηγοροῦσαν συνεχῶς τῆς τρυφῆς, καὶ | |
55 | λέγουσαν ποτὲ μὲν, Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν· ἄλλοτε δὲ, Ἔφαγε, καὶ ἔπιε, καὶ ἐλιπάνθη, καὶ ἐπαχύνθη, καὶ ἀπελά‐ κτισεν ὁ ἠγαπημένος. Καὶ οἱ τὰ Σόδομα δὲ οἰκοῦντες | |
μετὰ τῶν ἄλλων κακῶν ἐντεῦθεν τὴν ἀπαραίτητον ὀργὴν | Column end | |
53.24 | ἐκείνην ἐπεσπάσαντο. Ἄκουσον γὰρ τοῦ προφήτου λέ‐ γοντος· Τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν πλη‐ σμονῇ ἄρτων ἐσπατάλων. Καθάπερ γὰρ πηγή τις καὶ ῥίζα τυγχάνει τῶν κακῶν ἁπάντων. | |
5 | γʹ. Εἶδες τῆς ἀδηφαγίας τὴν βλάβην; Ὅρα μοι πάλιν τῆς νηστείας τὰ κατορθώματα. Τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος ὁ μέγας Μωσῆς, τῆς νομοθεσίας τὰς πλάκας λαβεῖν ἠδυνήθη· καὶ ἐπειδὴ κατελθὼν εἶδε τοῦ λαοῦ τὴν παρανομίαν, ἃς μετὰ τοσαύτης προσεδρίας | |
10 | λαβεῖν ἴσχυσε, ταύτας ῥίψας συνέκλασεν, ἄτοπον εἶναι λογισάμενος, μεθύοντα λαὸν καὶ παρανομοῦντα νομοθε‐ σίαν Δεσπότου δέξασθαι. Διὸ καὶ ἑτέρων πάλιν τεσσαρά‐ κοντα ἡμερῶν νηστείας ἐδεήθη ὁ θαυμάσιος ἐκεῖνος προφήτης, ἵνα δυνηθῇ τὰς διὰ τὴν παρανομίαν αὐτῶν | |
15 | συντριβείσας πλάκας πάλιν ἄνωθεν δεξάμενος κατ‐ ενεγκεῖν. Καὶ ὁ μέγας δὲ Ἠλίας τοσούτων ἡμερῶν νη‐ στείαν ἐπεδείξατο, καὶ τὴν τοῦ θανάτου τυραννίδα δια‐ φυγὼν, καὶ μετὰ πυρίνου ἅρματος ὡς εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ οὐδέπω καὶ τήμερον θανάτου πεῖραν λα‐ | |
20 | βών. Καὶ ὁ ἀνὴρ δὲ τῶν ἐπιθυμιῶν, πολλῶν ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτως ἠξιώθη τῆς θαυμαστῆς ἐκείνης ὀπτασίας, ὃς καὶ τῶν λεόντων τὸν θυμὸν ἐχαλί‐ νωσε, καὶ εἰς προβάτων ἡμερότητα μετέστησεν, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τῆς θηριωδίας μενούσης τὴν | |
25 | προαίρεσιν ἀμείψας. Ταύτῃ καὶ Νινευῖται χρησάμενοι τὴν ἀπόφασιν ἀνεκαλέσαντο τοῦ Δεσπότου, μετὰ τῶν ἀνθρώπων καὶ τὸ τῶν ἀλόγων γένος ταύτην ἐπι‐ δείξασθαι παρασκευάσαντες, καὶ οὕτως ἀποστάντες ἕκαστος ἀπὸ τῶν πονηρῶν ἐπιτηδευμάτων, εἰς φιλαν‐ | |
30 | θρωπίαν ἐξεκαλέσαντο τὸν τῶν ἁπάντων Δεσπότην. Καὶ τί περὶ τοὺς δούλους ἔτι στρέφομαι (καὶ γὰρ ἔχομεν καὶ ἑτέρους πολλοὺς ἀριθμῆσαι, καὶ ἐν τῇ Παλαιᾷ καὶ ἐν τῇ Καινῇ διὰ ταύτης εὐδοκιμήσαντας), δέον ἐπὶ τὸν κοινὸν ἁπάντων ἡμῶν Δεσπότην ἐλθεῖν; Ὁ γὰρ Κύριος | |
35 | ἡμῶν Ἰησοῦς Χριστὸς καὶ αὐτὸς τεσσαράκοντα ἡμερῶν νηστείαν ἐπιδειξάμενος, οὕτω τῆς πρὸς τὸν διάβολον ἥψατο πάλης, πᾶσιν ἡμῖν ὑπογραμμὸν διδοὺς, ὥστε διὰ ταύτης καθοπλίζεσθαι, καὶ τὴν ἐντεῦθεν ἰσχὺν προσλα‐ βόντας οὕτω παρατάττεσθαι εἰς τὴν πρὸς ἐκεῖνον μά‐ | |
40 | χην. Ἀλλ’ ἐνταῦθα ἴσως ἔροιτό τις ἂν τῶν ὀξὺ βλεπόν‐ των καὶ διεγηγερμένων τὴν διάνοιαν· τίνος ἕνεκεν τὰς αὐτὰς τοῖς δούλοις ἡμέρας ὁ Δεσπότης νηστεύων φαίνε‐ ται, καὶ οὐχ ὑπερηκόντισε τὸν ἀριθμόν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται, ἀλλὰ καὶ τοῦτο σοφῶς καὶ κατὰ | |
45 | τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Ἵνα γὰρ μὴ νομισθῇ δοκήσει παραγεγενῆσθαι, καὶ μὴ ἀνειληφέναι σάρκα, ἣ ἔξω τῆς φύσεως εἶναι τῆς ἀνθρωπίνης, διὰ τοῦτο τὸν αὐτὸν ἀριθμὸν νηστεύει, καὶ οὐ προστίθησι ταῖς ἡμέραις, ὥστε ἐπιστομίσαι τῶν ἀναισχυντεῖν βουλομένων τὴν | |
53.24(50) | φιλονεικίαν. Εἰ γὰρ καὶ τούτου γεγενημένου εἰσὶν ἔτι καὶ νῦν τινες ταῦτα τολμῶντες φθέγγεσθαι, εἰ μὴ τῇ οἰκείᾳ προγνώσει ταύτην αὐτῶν ἐξέκοψε τὴν ἀφορμὴν, τί οὐκ ἂν ἐπεχείρησαν εἰπεῖν; Διὰ τοῦτο οὐκ ἀνέχεται πλείους ἡμέρας νηστεῦσαι, ἀλλὰ τοσαύτας ὅσας οἱ δοῦ‐ | |
55 | λοι· ἵνα δι’ αὐτῶν τῶν πραγμάτων ἡμᾶς παιδεύσῃ, ὅτι τὴν αὐτὴν σάρκα καὶ αὐτὸς περιέκειτο καὶ οὐκ ἔξω τῆς φύσεως τῆς ἡμετέρας ὑπῆρχεν. δʹ. Ἀλλ’ ὅτι μὲν μεγάλη τῆς νηστείας ἡ ἰσχὺς, καὶ πολὺ τὸ ἐκ ταύτης κέρδος τῇ ψυχῇ προσγινόμενον, καὶ ἐκ τῶν | |
60 | δούλων καὶ ἐκ τοῦ Δεσπότου δῆλον ἡμῖν γεγένηται· πα‐ | |
ρακαλῶ οὖν τὴν ὑμετέραν ἀγάπην, εἰδότας αὐτῆς τὸ | ||
53.25 | κέρδος, μὴ διὰ ῥᾳθυμίαν ἀπώσασθαι τὴν ἐκ ταύτης ὠφέ‐ λειαν, μηδὲ δυσχεραίνειν πρὸς τὴν ταύτης παρουσίαν, ἀλλὰ χαίρειν καὶ ἀγάλλεσθαι, κατὰ τὸν μακάριον Παῦ‐ λον· Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, | |
5 | τοσούτῳ ὁ ἔσω ἀνακαινοῦται. Νηστεία γὰρ τῆς ψυ‐ χῆς ἐστι τροφὴ, καὶ καθάπερ αὕτη ἡ σωματικὴ τροφὴ πιαίνει τὸ σῶμα, οὕτω καὶ ἡ νηστεία τὴν ψυχὴν εὐτονωτέ‐ ραν ἐργάζεται, κοῦφον αὐτῇ τὸ πτερὸν κατασκευάζει, με‐ τάρσιον αὐτὴν ποιεῖ, τὰ ἄνω φαντάζεσθαι προξενεῖ, ἀνωτέ‐ | |
10 | ραν αὐτὴν τῶν ἡδονῶν καὶ τῶν ἡδέων τοῦ παρόντος βίου ἀπεργαζομένη. Καὶ καθάπερ τὰ κοῦφα τῶν πλοίων ὀξύτε‐ ρον τὰ πελάγη διαπερᾷ, τὰ πολλῷ τῷ φόρτῳ βαρούμενα ὑποβρύχια γίνεται· οὕτως ἡ μὲν νηστεία κουφότερον ἐργαζομένη τὸν λογισμὸν, παρασκευάζει μετ’ εὐκολίας | |
15 | τὸ πέλαγος τοῦ παρόντος βίου διαπερᾷν, καὶ πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐν τοῖς οὐρανοῖς ἐπτοῆσθαι, καὶ μηδὲν ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ σκιᾶς καὶ ὀνειράτων οὐδα‐ μινέστερον αὐτὰ παρατρέχειν. Ἡ δὲ μέθη καὶ ἡ ἀδηφα‐ γία βαρύνουσα τὸν λογισμὸν, καὶ πιαίνουσα τὴν | |
20 | σάρκα, αἰχμάλωτον ἐργάζεται τὴν ψυχὴν, πανταχόθεν αὐτὴν πολιορκοῦσα, καὶ οὐκ ἀφιεῖσα τοῦ λογισμοῦ τὸ κριτήριον ἐῤῥωμένον ἔχειν, κατὰ κρημνῶν φέρεσθαι παρασκευάζει, καὶ κατὰ τῆς οἰκείας σωτηρίας ἅπαντα ἐργάζεσθαι. Μὴ δὴ ῥᾳθύμως οἰκονομῶμεν, ἀγαπητοὶ, τὰ | |
25 | κατὰ τὴν σωτηρίαν τὴν ἡμετέραν· ἀλλ’ εἰδότες ὅσα κακὰ ἐντεῦθεν τίκτεται, φεύγωμεν τὴν ἐξ αὐτῆς βλάβην. Οὐδὲ γὰρ ἐν τῇ Καινῇ μόνον, ἔνθα πλείων ἡ ἐπίτασις τῆς φιλοσοφίας, καὶ μείζονα τὰ σκάμματα, καὶ μεγάλοι οἱ ἱδρῶτες, καὶ πολλὰ τὰ βραβεῖα, καὶ ἄφατοι οἱ στέφα‐ | |
30 | νοι, τὰ τῆς τρυφῆς ἀπηγόρευται, ἀλλὰ καὶ ἐπὶ τῆς Πα‐ λαιᾶς, ἡνίκα ἔτι τῇ σκιᾷ παρεκάθηντο, καὶ τῷ λύχνῳ ἦσαν προσηλωμένοι, καὶ καθάπερ παιδία γαλακτοτρο‐ φούμενα, οὕτω κατὰ μικρὸν ἐνήγοντο, οὐδὲ τότε ἠφίεντο τρυφᾷν. Καὶ ἵνα μὴ νομίσητε ἁπλῶς ἡμᾶς κατηγοροῦν‐ | |
35 | τας τῆς τρυφῆς ταῦτα λέγειν, ἀκούσατε τοῦ προφήτου λέγοντος· Οὐαὶ οἱ ἐρχόμενοι εἰς ἡμέραν κακὴν, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατασπα‐ ταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ μέσου βου‐ | |
40 | κολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον καὶ τὰ πρῶτα μύρα χριόμενοι, ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύγοντα. Εἴδετε πόσην κατ‐ ηγορίαν ἐποιήσατο τῆς τρυφῆς ὁ προφήτης, καὶ ταῦτα Ἰουδαίοις διαλεγόμενος, τοῖς ἀναισθήτοις, τοῖς ἀγνώ‐ | |
45 | μοσι, τοῖς καθ’ ἑκάστην ἡμέραν γαστριζομένοις; Σκο‐ πεῖτε γὰρ τῶν ῥημάτων τὴν ἀκρίβειαν· διαβαλὼν αὐτῶν τὴν ἀδηφαγίαν καὶ τὴν πολλὴν ἐκ τοῦ οἴνου μέθην, τότε ἐπήγαγεν, Ὡς ἑστῶτα ἐλογίσαντο, καὶ οὐχ ὡς φεύ‐ γοντα, μονονουχὶ δεικνὺς, ὅτι μέχρι τοῦ φάρυγγος καὶ | |
53.25(50) | τῶν χειλέων ἐστὶν ἡ ἀπόλαυσις, καὶ περαιτέρω οὐ πρόεισιν. Ἀλλ’ ἡ μὲν ἡδονὴ βραχεῖα καὶ πρόσκαιρος, ἡ δὲ ὀδύνη διηνεκὴς, καὶ πέρας οὐκ ἔχουσα. Καὶ ταῦτα, φησὶ, διὰ τῆς πείρας μαθόντες, Ὡς ἑστῶτα ὅλα ἐλογίσαντο καὶ | |
55 | μένοντα, καὶ οὐχ ὡς φεύγοντα, τοῦτ’ ἔστιν, ἀφιπτά‐ μενα, καὶ οὐδὲ τὸ τυχὸν παραμένοντα. Τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα καὶ τὰ σαρκικά· οὔπω παρεγέ‐ νοντο, καὶ ἀπέπτη· τοιοῦτον ἡ τρυφὴ, τοιοῦτον ἡ δόξα ἡ ἀνθρωπίνη καὶ ἡ δυναστεία, τοιοῦτον ὁ πλοῦτος, τοι‐ | |
60 | οῦτον ἡ εὐημερία πᾶσα τοῦ παρόντος βίου, οὐδὲν βέβαιον ἔχουσα; οὐδὲν στάσιμον, οὐδὲν πάγιον, ἀλλὰ ποταμίων | |
ῥευμάτων μᾶλλον παρατρέχει, καὶ ἐρήμους καὶ γυμνοὺς | Column end | |
53.26 | καταλιμπάνει τοὺς περὶ ταῦτα ἐπτοημένους. Ἀλλὰ τὰ πνευματικὰ οὐ τοιαῦτα, ἀλλ’ ἀπεναντίας τούτοις, βέ‐ βαια καὶ ἀκίνητα, μεταβολὴν οὐκ ἐπιδεχόμενα, παντὶ τῷ αἰῶνι παρεκτεινόμενα. Πόσης οὖν οὐκ ἂν εἴη πα‐ | |
5 | ραφροσύνης τῶν ἀκινήτων τὰ σαλευόμενα ἀνταλλάττε‐ σθαι, τῶν διαιωνιζόντων τὰ πρόσκαιρα, τῶν ἀφιπταμέ‐ νων τὰ διηνεκῶς μένοντα, τῶν πολλὴν ἐν τῷ μέλλοντι αἰῶνι τὴν ἀπόλαυσιν προξενούντων τὰ πολλὴν τὴν κόλασιν ἡμῖν ἐκεῖ κατασκευάζοντα; Ταῦτα δὴ πάντα | |
10 | ἐννοοῦντες, ἀγαπητοὶ, καὶ πολὺν τῆς ἡμετέρας σωτη‐ ρίας ποιούμενοι λόγον, καταφρονήσωμεν τῆς τρυφῆς τῆς ἀνονήτου καὶ ἐπιβλαβοῦς· ἀσπασώμεθα τὴν νηστείαν, καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, καὶ τοῦ βίου πολλὴν τὴν μεταβολὴν ἐπιδειξώμεθα, καὶ καθ’ ἑκάστην ἡμέραν | |
15 | πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ἐπειγώμεθα· ἵνα τὸν καιρὸν ἅπαντα τῆς ἁγίας τεσσαρακοστῆς, τὴν πνευ‐ ματικὴν ἐμπορίαν ἐμπορευσάμενοι, καὶ πολὺν τὸν πλοῦ‐ τον συναγαγόντες τῆς ἀρετῆς, οὕτω καταξιωθῶμεν καὶ εἰς τὴν κυρίαν ἡμέραν παραγενέσθαι, καὶ μετὰ παῤ‐ | |
20 | ῥησίας τῇ φρικτῇ καὶ πνευματικῇ τραπέζῃ προσελθεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων καὶ ἀθανάτων ἀγαθῶν με‐ τασχεῖν μετὰ καθαροῦ τοῦ συνειδότος, καὶ τῆς ἐκεῖθεν πληρωθῆναι χάριτος, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρε‐ στησάντων αὐτῷ Χριστῷ τῷ φιλανθρώπῳ Θεῷ ἡμῶν, | |
25 | μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
27t | ΟΜΙΛΙΑ Βʹ. | |
28n | Εἰς τὴν ἀρχὴν τῆς κτίσεως· «Ἐν ἀρχῇ ἐποίησεν ὁ | |
29n | Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» | |
30 | αʹ. Πολλῆς σήμερον πληροῦμαι τῆς ἡδονῆς, ὁρῶν ὑμῶν τὰ ποθεινὰ πρόσωπα. Καὶ γὰρ οὐχ οὕτω πατέρες φιλό‐ στοργοι χαίρουσι, καὶ εὐφραίνονται τῶν παίδων αὐτοὺς πανταχόθεν κυκλούντων, καὶ διὰ τῆς ἄλλης εὐκοσμίας καὶ τῆς ἄλλης θεραπείας πολλὴν τὴν ἡδονὴν παρεχόν‐ | |
35 | των, ὡς ἐγὼ νῦν χαίρω καὶ εὐφραίνομαι, ὁρῶν ὑμῶν τὴν πνευματικὴν ταύτην σύνοδον μετὰ τοσαύτης εὐκο‐ σμίας ἐνταῦθα παραγενομένην, καὶ ἀκμάζοντα τὸν πό‐ θον ἔχουσαν περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων, καὶ τῆς σαρκικῆς τροφῆς ὑπεριδόντας, καὶ πρὸς τὴν πνευ‐ | |
40 | ματικὴν ἑστίασιν ἐπειγομένους, καὶ δι’ αὐτῶν τῶν ἔργων τὸ τοῦ Κυρίου λόγιον δεικνύντας, τὸ λέγον· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥή‐ ματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Φέρε οὖν καὶ ἡμεῖς μιμησώμεθα τοὺς γηπόνους· καὶ καθάπερ ἐκεῖ‐ | |
45 | νοι, ἐπειδὰν ἴδωσι τὴν ἄρουραν ἐκκεκαθαρμένην, καὶ τῆς ἀπὸ τῶν βοτανῶν λύμης ἀπηλλαγμένην, μετὰ πολ‐ λῆς τῆς δαψιλείας τὰ σπέρματα καταβάλλουσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι νῦν ἡμῖν ἡ ἄρουρα αὕτη ἡ πνευματικὴ καθαρεύει τῶν διεν‐ | |
53.26(50) | οχλούντων παθῶν, τῆς τρυφῆς ἐκποδὼν γεγενημένης, καὶ οὐδαμοῦ ζάλη οὐδὲ χειμὼν ἐν τοῖς λογισμοῖς, ἀλλὰ γαλήνη καὶ πολλὴ ἡ ἡσυχία τῆς διανοίας ἐπτερωμένης, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν τεταμένης, καὶ | |
τὰ πνευματικὰ πρὸ τῶν σαρκικῶν φανταζομένης· μικρά | ||
53.27 | τινα διαλεχθῶμεν πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ λε‐ πτοτέρων σήμερον κατατολμήσωμεν νοημάτων, τὰ ἀπὸ τῶν θείων Γραφῶν παρατιθέντες ὑμῖν διδάγματα. Εἰ γὰρ μὴ νῦν τοῦτο ποιήσαιμεν, ὅτε νηστεία καὶ γαστρὸς | |
5 | ὑπεροψία, καὶ τοσαύτη τῶν ὀρθῶν λογισμῶν ἡ γαλήνη, πότε δυνησώμεθα ταῦτα παραθεῖναι τῇ ὑμετέρᾳ ἀγάπῃ; Ὅτε τρυφὴ καὶ ἀδηφαγία καὶ πολλὴ ἡ ῥᾳθυ‐ μία; Ἀλλὰ τότε οὔτε αὐτοὶ τοῦτο δεόντως ποιήσομεν, οὔτε ὑμεῖς δυνήσεσθε καθάπερ ὑπὸ ἀχλύος τινὸς τῆς τῶν | |
10 | λογισμῶν ζάλης καταβαπτιζόμενοι δέξασθαί τι τῶν λεγο‐ μένων. Νῦν δὲ, εἰ καί ποτε ἄλλοτε, καιρὸς τῶν τοιούτων διδα‐ γμάτων, ὅτε οὐκ ἔτι κατεξανίσταται τῆς κυρίας ἡ δούλη, ἀλλ’ εὐήνιος γενομένη πολλὴν τὴν πειθὼ καὶ τὴν ὑπ‐ | |
15 | ακοὴν ἐπιδείκνυται, τὰ σκιρτήματα τῆς σαρκὸς καταστο‐ ρέσασα, καὶ ἐπὶ τῶν οἰκείων ὅρων μένουσα. Νηστεία γάρ ἐστιν ἡ γαλήνη τῶν ἡμετέρων ψυχῶν, ἡ τῶν γεγη‐ ρακότων εὐκοσμία, ἡ τῶν νέων παιδαγωγὸς, ἡ τῶν σω‐ φρονούντων διδάσκαλος, ἡ πᾶσαν ἡλικίαν καὶ φύσιν καθά‐ | |
20 | περ διαδήματί τινι κατακοσμοῦσα. Οὐδαμοῦ σήμερον θόρυβος, οὐδὲ κραυγὴ, οὐδὲ κρεῶν κατακοπαὶ, οὐδὲ μαγείρων δρόμοι· ἀλλὰ πάντα ἐκεῖνα ἀπελήλαται, καὶ εὐσχήμονά τινα καὶ κοσμίαν καὶ σώφρονα ἐλευθέραν ἡ πόλις ἡμῖν μιμεῖται νῦν. Ὅταν γὰρ ἐννοήσω τὴν ἀθρόαν | |
25 | μεταβολὴν τὴν σήμερον γεγενημένην, καὶ λογίσωμαι τῆς χθεσινῆς ἡμέρας τὴν ἀκαταστασίαν, θαυμάζω, καὶ ἐκπλήττομαι τῆς νηστείας τὴν ἰσχὺν, ὅπως εἰς τὴν ἑκά‐ στου συνείδησιν εἰσελθοῦσα μετέπλασε τὸν λογισμὸν, ἐξεκάθαρε τὴν διάνοιαν, οὐκ ἀρχόντων μόνον, ἀλλὰ καὶ | |
30 | ἰδιωτῶν· οὐκ ἐλευθέρων, ἀλλὰ καὶ δούλων· οὐκ ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν· οὐ πλουσίων, ἀλλὰ καὶ πενήτων· οὐ τῶν τὴν Ἑλλάδα γλῶτταν πεπαιδευμένων, ἀλλὰ καὶ βαρβάρων. Καὶ τί λέγω ἀρχόντων καὶ ἰδιωτῶν; Καὶ αὐτοῦ τοῦ τὸ διάδημα περικειμένου τὸ συνειδὸς ὁμοίως | |
35 | τοῖς λοιποῖς πρὸς τὴν ταύτης ὑπακοὴν μετέστησε. Καὶ οὐκ ἔστι σήμερον διαφορὰν ἰδεῖν τῆς τοῦ πλουσίου τρα‐ πέζης, καὶ τῆς τοῦ πένητος· ἀλλὰ πανταχοῦ λιτὴ ἡ δίαιτα, ἀπηλλαγμένη κόμπου καὶ φαντασίας, καὶ μετὰ πλείονος τῆς ἡδονῆς σήμερον τῇ εὐτελείᾳ τῆς τραπέζης προσέρ‐ | |
40 | χονται, ἢ ὅτε πολλὰ αὐτοῖς τὰ καρυκεύματα παρέκειτο, καὶ πολὺς ὁ ἄκρατος. βʹ. Εἴδετε, ἀγαπητοὶ, ἐξ αὐτῶν τῶν προοιμίων τῆς νη‐ στείας τὴν ἰσχύν; Διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος σήμερον τῆς προθυμίας, ἢ πρότερον, τῶν πρὸς ὑμᾶς | |
45 | ἅπτομαι λόγων, εἰδὼς ὅτι εἰς λιπαρὰν καὶ βαθύγεων ἄρουραν καταβάλλω τὰ σπέρματα, δυναμένην πολλαπλα‐ σίους ἡμῖν ταχέως ἀποδοῦναι τῶν καταβαλλομένων τοὺς καρπούς. Καταμάθωμεν τοίνυν, εἰ δοκεῖ, τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων ἐκ τῶν τοῦ μακαρίου Μωσέως λό‐ | |
53.27(50) | γων τὴν δύναμιν. Ἀλλὰ προσέχετε, παρακαλῶ, μετὰ ἀκριβείας τοῖς παρ’ ἡμῶν λεγομένοις· οὐ γὰρ τὰ ἡμέ‐ τερα λέγομεν, ἀλλ’ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παράσχῃ διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Τίνα δὲ ταῦτά ἐστιν; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. | |
55 | Ἄξιον ἐνταῦθα διαπορῆσαι, τίνος ἕνεκεν ὁ μακάριος οὗ‐ τος προφήτης, μετὰ πολλὰς ὕστερον γενεὰς γεγονὼς, ταῦτα ἡμῖν ἐκτίθεται. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῇ. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς πλάσας τὸν ἄνθρωπον ὁ Θεὸς, δι’ ἑαυτοῦ διελέ‐ γετο τοῖς ἀνθρώποις, ὡς ἀνθρώποις ἀκοῦσαι δυνατὸν | |
60 | ἦν. Οὕτως γὰρ πρὸς τὸν Ἀδὰμ ἦλθεν· οὕτως τῷ Κάϊν | Column end |
53.28 | ἐπετίμησεν· οὕτως τῷ Νῶε διελέχθη· οὕτως ἐπεξενώθη τῷ Ἀβραάμ. Ὅτε δὲ εἰς πολλὴν κακίαν ἐξώκειλε πᾶσα ἡ τῶν ἀνθρώπων φύσις, οὐδὲ οὕτω τέλεον ἀπεστράφη τὸ τῶν ἀνθρώπων γένος ὁ τῶν ἁπάντων δημιουργός· | |
5 | ἀλλ’ ἐπειδὴ ἀνάξιοι λοιπὸν γεγόνασι τῆς ὁμιλίας τῆς αὐ‐ τοῦ, βουλόμενος πάλιν ἀνανεώσασθαι τὴν πρὸς αὐτοὺς φιλίαν, καθάπερ ἀνθρώποις μακρὰν ἀφεστῶσι γράμματα πέμπει, πρὸς ἑαυτὸν ἐφελκόμενος πᾶσαν τὴν τῶν ἀν‐ θρώπων φύσιν. Καὶ ταῦτα τὰ γράμματα ἔπεμψε μὲν ὁ | |
10 | Θεὸς, ἐκόμισε δὲ Μωσῆς. Τί οὖν λέγει τὰ γράμματα; Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Σκόπει τοῦ θαυμαστοῦ τούτου προφήτου, ἀγαπητὲ, καὶ ἐν τούτῳ τὸ ἐξαίρετον. Οἱ μὲν γὰρ ἄλλοι προφῆται πάν‐ τες ἢ τὰ μετὰ πολὺν ἐσόμενα χρόνον εἶπον, ἢ τὰ κατ’ | |
15 | αὐτὸν μέλλοντα συμβήσεσθαι τὸν καιρόν· ὁ δὲ μακάριος οὗτος μετὰ πολλὰς γενεὰς γεγονὼς, ὑπὸ τῆς ἄνωθεν δε‐ ξιᾶς ὁδηγούμενος ἐκεῖνα εἰπεῖν κατηξιώθη, ἃ πρὸ τῆς αὐτοῦ γενέσεως ὑπὸ τοῦ τῶν ἁπάντων ἐδημιουργήθη Δεσπότου. Διὰ τοῦτο καὶ οὕτως ἤρξατο λέγων· Ἐν | |
20 | ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· μονονουχὶ πρὸς ἅπαντας ἡμᾶς λαμπρᾷ βοῶν τῇ φωνῇ, καὶ λέγων· μὴ γὰρ παρὰ ἀνθρώπου διδασκόμενος ταῦτα φθέγγομαι; Ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι αὐτὰ παραγαγὼν, οὗτος καὶ τὴν ἐμὴν γλῶτταν πρὸς τὴν τού‐ | |
25 | των ἐξήγησιν παρώρμησεν. Ὡς οὖν οὐκέτι παρὰ Μω‐ σέως ταῦτα ἀκούοντες, ἀλλὰ παρ’ αὐτοῦ τοῦ τῶν ὄλων Θεοῦ διὰ τῆς τοῦ Μωσέως γλώττης, οὕτω τοῖς λεγομέ‐ νοις προσέχωμεν, παρακαλῶ, καὶ πολλὰ χαίρειν τοῖς ἡμετέροις λογισμοῖς εἰπόντες· Λογισμοὶ γὰρ, φησὶν, | |
30 | ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν. Μετὰ πολλῆς τῆς εὐγνωμοσύνης δεχώμεθα τὰ λεγόμε‐ να, μὴ ὑπερβαίνοντες τὸ οἰκεῖον μέτρον, μηδὲ τὰ ὑπὲρ ἡμᾶς περιεργαζόμενοι· ὅπερ πεπόνθασιν οἱ τῆς ἀληθείας ἐχθροὶ, βουληθέντες τοῖς οἰκείοις λογισμοῖς ἐπιτρέψαι | |
35 | τὸ πᾶν, καὶ οὐκ ἐννοήσαντες ὅτι ἀδύνατον τὴν ἀνθρω‐ πείαν φύσιν τὴν τοῦ Θεοῦ δημιουργίαν περιεργάζε‐ σθαι. Καὶ τί λέγω τὴν τοῦ Θεοῦ δημιουργίαν; Ἀλλ’ οὐδὲ ἀνθρώπου τέχνην τοῦ ὁμογενοῦς ἡμῖν περιεργάζεσθαι δυνατόν. Εἰπὲ γάρ μοι, πῶς ἀπὸ τῆς μεταλλικῆς τέχνης | |
40 | χρυσίου συνίσταται φύσις; ἢ πῶς τῆς ὑέλου ἡ καθαρό‐ της ἀπὸ ψάμμου γίνεται; Ἀλλ’ οὐκ ἂν ἔχοις εἰπεῖν. Εἰ τοίνυν ταῦτα τὰ πρὸ τῶν ὀφθαλμῶν κείμενα, καὶ ἅπερ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν σοφία ἀνθρωπίνη ἐργά‐ ζεται, καταμαθεῖν οὐ δυνατὸν, τὰ ἀπὸ τοῦ Θεοῦ δη‐ | |
45 | μιουργηθέντα περιεργάζῃ, ἄνθρωπε; Καὶ ποίας ἂν τύχοις συγγνώμης; τίνος δὲ ἀπολογίας οὕτω μεμηνὼς, καὶ τὰ ὑπὲρ τὴν σαυτοῦ φύσιν φανταζό‐ μενος; Τὸ γὰρ λέγειν ἐξ ὑποκειμένης ὕλης τὰ ὄντα γε‐ γενῆσθαι, καὶ μὴ ὁμολογεῖν ὅτι ἐξ οὐκ ὄντων αὐτὰ | |
53.28(50) | παρήγαγεν ὁ τῶν ἁπάντων δημιουργὸς, τῆς ἐσχάτης παραφροσύνης ἂν εἴη σημεῖον. Ἐμφράττων τοίνυν τῶν ἀγνωμόνων τὰ στόματα ὁ μακάριος οὗτος προφήτης, μέλ‐ λων ἄρχεσθαι τοῦ βιβλίου, οὕτως ἤρξατο· Ἐν ἀρχῇ ἐποί‐ ησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὅταν οὖν | |
55 | ἀκούσῃς τὸ, Ἐποίησε, μηδὲν ἕτερον περιεργάζου, ἀλλὰ κάτω κύπτων, πίστευε τῷ λεχθέντι. Θεὸς γάρ ἐστιν ὁ πάντα ποιῶν καὶ μετασκευάζων, καὶ πρὸς τὸ | |
αὐτοῦ βούλημα τὰ πάντα μεταῤῥυθμίζων. Καὶ ὅρα τῆς | ||
53.29 | συγκαταβάσεως τὴν ὑπερβολήν· οὐδὲν περὶ τῶν ἀοράτων δυνάμεων διαλέγεται, οὐδὲ λέγει, ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τοὺς ἀγγέλους, ἢ τοὺς ἀρχαγγέλους· οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ ταύτην ἡμῖν ἔτεμε τῆς διδασκαλίας τὴν ὁδόν. | |
5 | Ἐπειδὴ γὰρ Ἰουδαίοις διελέγετο τοῖς περὶ τὰ παρόντα ἐπτοημένοις, καὶ οὐδὲν νοητὸν φαντασθῆναι δυναμένοις, ἀπὸ τῶν αἰσθητῶν τέως αὐτοὺς ἐνάγει πρὸς τὸν τῶν ὅλων δημιουργὸν, ἵνα ἐκ τῶν δημιουργημάτων τὸν τε‐ χνίτην τοῦ παντὸς καταμαθόντες προσκυνήσωσι τὸν ἐρ‐ | |
10 | γασάμενον, καὶ μὴ ἐναπομείνωσι τοῖς κτίσμασιν. Εἰ γὰρ καὶ τούτου γινομένου οὐκ ἐπαύσαντο τὰ κτίσματα θεοποιοῦντες, καὶ περὶ τὰ ἀτιμότατα τῶν ἀλόγων τὸ σέβας ἐπιδεικνύμενοι, ποῦ οὐκ ἂν μανίας ἐξώκειλαν, εἰ μὴ τοσαύτῃ τῇ συγκαταβάσει ἐχρήσατο; | |
15 | γʹ. Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, εἰ Μωσῆς ταύτην ἔρχεται τὴν ὁδὸν, ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τοῖς παχυτέροις Ἰουδαίοις διαλεγόμενος, ὅπου γε καὶ ὁ Παῦλος ἐν τῇ χάριτι, ἡνίκα τοσαύτη ἡ ἐπίδοσις γέγονε τοῦ κηρύγμα‐ τος, μέλλων τοῖς ἐν Ἀθήναις διαλέγεσθαι, ἀπὸ τῶν ὁρω‐ | |
20 | μένων ποιεῖται πρὸς αὐτοὺς τὴν διδασκαλίαν οὕτω λέ‐ γων· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων, οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χει‐ ρῶν ἀνθρώπων θεραπεύεται. Ἐπειδὴ γὰρ ᾔδει ταύτην | |
25 | αὐτοῖς κατάλληλον οὖσαν τὴν διδασκαλίαν, ταύτην ἦλθε τὴν ὁδόν. Πρὸς γὰρ τοὺς δεχομένους τὰ παρ’ αὐτοῦ διδά‐ γματα, οὕτως ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενος καὶ τὴν διδασκαλίαν ἐποιεῖτο. Καὶ ἵνα μάθῃς, ὅτι ἡ τῶν προσ‐ ώπων διαφορὰ καὶ ἡ τῶν ἀκουόντων παχύτης τούτου | |
30 | αἰτία γίνεται, ἄκουε αὐτοῦ, ἡνίκα πρὸς Κολοσσαεῖς ἐπέστελλε, μηκέτι ταύτην ἐρχομένου τὴν ὁδὸν, ἀλλ’ ἑτέ‐ ρως αὐτοῖς διαλεγομένου καὶ λέγοντος· Ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς, καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι, εἴτε | |
35 | κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, τὰ πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἐκτίσθη. Καὶ Ἰωάννης δὲ ὁ τῆς βροντῆς υἱὸς ἐβόα λέγων· Πάντα δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Ἀλλ’ οὐχ ὁ Μωσῆς οὕ‐ τως· εἰκότως· οὐδὲ γὰρ ἦν εὔλογον τοῖς ἔτι γαλακτοτρο‐ | |
40 | φεῖσθαι δεομένοις στερεᾶς μεταδοῦναι τροφῆς. Καθάπερ γὰρ οἱ διδάσκαλοι οἱ παρὰ τῶν γονέων τὰ παιδία δεχόμε‐ νοι τὰ πρῶτα στοιχεῖα αὐτοῖς παραδιδόασιν, οἱ δὲ παρ’ ἐκείνων τὰ παιδία λαμβάνοντες, τὰ τελειότερα τῶν μα‐ θημάτων αὐτοῖς ἐνηχοῦσι· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ | |
45 | μακάριος Μωσῆς, καὶ ὁ τῶν ἐθνῶν διδάσκαλος, καὶ ὁ τῆς βροντῆς υἱὸς πεποιήκασιν. Ὁ μὲν γὰρ ἐκ προοι‐ μίων παραλαβὼν τὴν φύσιν τὴν ἀνθρωπίνην, τὰ πρῶτα στοιχεῖα τοὺς ἀκούοντας ἐπαίδευσεν· οὗτοι δὲ παρὰ Μωσέως παραλαβόντες, λοιπὸν τὰ τελειότερα | |
53.29(50) | παρεδίδοσαν. Τέως οὖν ἐμάθομεν τῆς συγκαταβάσεως τὴν αἰτίαν, καὶ ὅτι Πνεύματι φθεγγόμενος καταλλήλως τοῖς ἀκούουσιν, ἅπαντα ἐξετίθετο, πάσας ὁμοῦ τὰς δί‐ κην ζιζανίων ἐπιφυομένας αἱρέσεις τῇ Ἐκκλησίᾳ κά‐ τωθεν ἀνασπῶν διὰ τοῦ εἰπεῖν· Ἐν ἀρχῇ ἐποίησεν ὁ | |
55 | Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Κἂν γὰρ Μανιχαῖος προσέλθῃ λέγων τὴν ὕλην προϋπάρχειν, κἂν Μαρκίων, | |
κἂν Οὐαλεντῖνος, κἂν Ἑλλήνων παῖδες, λέγε πρὸς αὐ‐ | Column end | |
53.30 | τούς· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἀλλ’ οὐ πιστεύει τῇ Γραφῇ. Ἀποστράφηθι λοιπὸν αὐτὸν ὡς μαινόμενον καὶ ἐξεστηκότα. Ὁ γὰρ τῷ δημιουργῷ τῶν ὅλων ἀπιστῶν, ὡς καὶ ψεῦδος τῆς | |
5 | ἀληθείας καταγινώσκων, ποίας ἂν τύχοι συγγνώμης ποτέ; Πεπλασμένον ἔχουσιν ἐκεῖνοι τὸ χρῶμα, καὶ ἐπιεικείας πρόσωπον ὑποδυόμενοι, κρύπτουσιν ἐν τῇ δορᾷ τοῦ προβάτου τὸν λύκον. Ἀλλὰ σὺ μὴ ἀπατηθῇς, ἀλλὰ καὶ δι’ αὐτὸ τοῦτο μάλιστα μίσησον αὐτὸν, ὅτι πρὸς | |
10 | μὲν σὲ τὸν ὁμόδουλον ἐπιείκειαν ὑποκρίνεται, πρὸς δὲ τὸν τῶν ὅλων Δεσπότην Θεὸν τὸν πόλεμον ἤρατο, καὶ κατὰ τῆς ἑαυτοῦ σωτηρίας τρέχων οὐκ αἰσθάνεται. Ἡμεῖς δὲ τῆς πέτρας ἐχώμεθα τῆς ἀῤῥαγοῦς, καὶ ἐπὶ τὴν ἀρχὴν πάλιν ἐπανέλθωμεν. Ἐν ἀρχῇ ἐποίησεν ὁ | |
15 | Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ὅρα καὶ ἐξ αὐτοῦ τοῦ τῆς δημιουργίας τρόπου τὴν θείαν φύσιν διαλάμπουσαν, ὡς ἀπεναντίας τῇ ἀνθρωπίνῃ συνηθείᾳ τὴν δημιουργίαν ποιεῖται, πρότερον τὸν οὐρανὸν τείνας, καὶ τότε τὴν γῆν ὑποστορέσας· πρότερον τὸν ὄροφον, καὶ τότε τὸν θε‐ | |
20 | μέλιον. Τίς εἶδε; τίς ἤκουσεν; Ἐπὶ μὲν γὰρ τῆς ἀν‐ θρωπίνης δημιουργίας οὐκ ἂν τοῦτο γένοιτ’ ἄν ποτε· ὅταν δὲ ὁ Θεὸς κελεύῃ, πάντα τῷ βουλήματι αὐτοῦ εἴκει καὶ παραχωρεῖ. Μὴ τοίνυν ἀνθρωπίνῳ λογισμῷ τὰ τοῦ Θεοῦ ἔργα περιεργαζώμεθα, ἀλλ’ ἐκ τῶν ἔργων ὁδη‐ | |
25 | γούμενοι, θαυμάζωμεν τὸν τεχνίτην. Τὰ γὰρ ἀόρατα αὐτοῦ, φησὶν, ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοού‐ μενα καθορᾶται. δʹ. Εἰ δὲ ἐπιμένοιεν οἱ τῆς ἀληθείας ἐχθροὶ λέγοντες, ἀδύνατον εἶναι ἐξ οὐκ ὄντων τι παραχθῆναι, ἐρώμεθα | |
30 | αὐτούς· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς ἐπλάσθη, ἢ ἑτέρω‐ θέν ποθεν; Πάντως ἐροῦσιν, ὅτι ἐκ γῆς, καὶ συνομολο‐ γήσουσιν. Εἰπάτωσαν οὖν ἡμῖν, πῶς ἐκ γῆς σαρκὸς ἐγένετο φύσις. Ἀπὸ γῆς γὰρ πηλὸς, καὶ πλίνθος, καὶ κέραμος, καὶ ὄστρακον ἂν γένοιτο· πῶς οὖν σαρκὸς | |
35 | ἐγένετο φύσις; πῶς ὀστᾶ, καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ πιμελὴ, καὶ δέρμα, καὶ ὄνυχες, καὶ τρίχες, καὶ ἐκ μιᾶς ὑποκειμένης ὕλης διαφόρων οὐσιῶν ποιότητες; Ἀλλ’ οὐκ ἂν δυνηθεῖεν πρὸς ταῦτα διᾶραι στόμα ποτέ. Τί δὲ λέγω περὶ τοῦ σώματος τοῦ ἡμετέρου; Περὶ τοῦ ἄρτου, | |
40 | οὗ καθ’ ἑκάστην ἡμέραν σιτούμεθα, εἰπάτωσαν ἡμῖν, πῶς μονοειδὴς ὢν μεταβάλλεται εἰς αἷμα καὶ φλέγμα καὶ χο‐ λὴν, καὶ διαφόρους χυμούς. Καὶ ὁ μὲν σιτόχρους πολλάκις ἐστί· τὸ δὲ αἷμα πυῤῥὸν ἢ μέλαν. Εἰ τοίνυν ταῦτα τὰ καθ’ ἑκάστην ἡμέραν πρὸ τῶν ὀφθαλμῶν ὁρώμενα εἰπεῖν | |
45 | ἡμῖν οὐκ ἂν δύναιντό ποτε, σχολῇ γ’ ἂν εἴποιεν περὶ τῶν ἄλλων τοῦ Θεοῦ δημιουργημάτων. Ἀλλ’ εἰ καὶ μετὰ τοσαύτην τῶν ἀποδείξεων περιουσίαν ἐπιμένοιεν τὴν οἰκείαν φιλονεικίαν κρατύνειν βουλόμενοι, ἡμεῖς μηδὲ οὕτω παυσόμεθα τὰ αὐτὰ πάλιν πρὸς αὐτοὺς λέγοντες· | |
53.30(50) | Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Τοῦτο γὰρ ἱκανὸν μόνον τὸ ῥῆμα πάντας τῶν ἐναντίων τοὺς πύργους καταβαλεῖν, καὶ πάντας τοὺς ἀνθρωπίνους λογισμοὺς ἐξ αὐτῶν τῶν βάθρων ἀνασπάσαι· καὶ εἰ βουληθεῖεν ὀψέ ποτε τῆς φιλονεικίας ἀποσχέσθαι, | |
55 | πρὸς τὴν τῆς ἀληθείας ὁδὸν αὐτοὺς χειραγωγῆσαι δυνή‐ | |
53.31 | σεται. Ἡ δὲ γῆ ἦν, φησὶν, ἀόρατος καὶ ἀκατασκεύα‐ στος. Τίνος ἕνεκεν, εἰπέ μοι, τὸν μὲν οὐρανὸν φαιδρὸν καὶ ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον ἔδειξεν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο πεποίηκεν, ἀλλ’ ἵνα, ἐν | |
5 | τῷ βελτίονι μέρει τῆς κτίσεως μαθὼν αὐτοῦ τὴν δη‐ μιουργίαν, μηδὲν ἀμφιβάλῃς λοιπὸν, μηδὲ νομίσῃς δι’ ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι. Ἄλλως τε καὶ δι’ ἕτερον τρόπον ἀμόρφωτον αὐτὴν παρήγαγεν. Ἐπειδὴ γὰρ αὐτὴ καὶ τροφὸς καὶ μήτηρ ἡμῶν ἐστι, καὶ ἐξ | |
10 | αὐτῆς καὶ γεγόναμεν καὶ τρεφόμεθα, καὶ αὐτὴ ἡμῖν καὶ πατρὶς καὶ κοινὸς τάφος γίνεται, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνοδος, καὶ τῶν μυρίων ἀγαθῶν δι’ αὐτῆς ἀπολαύομεν· ἵνα μὴ διὰ τὸ τῆς χρείας ἀναγκαῖον ὑπὲρ τὴν ἀξίαν αὐτὴν τιμήσωσι τὸ τῶν ἀνθρώπων γένος, δείκνυσι σοι | |
15 | αὐτὴν πρότερον ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἵνα μὴ τῇ φύσει τῆς γῆς τὰς ἐξ αὐτῆς εὐεργεσίας λογίσῃ, ἀλλὰ τῷ ταύτην ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι. Διὰ τοῦτό φησιν· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατα‐ σκεύαστος. Τάχα εὐθὺς καὶ ἐκ προοιμίων κατετείνα‐ | |
20 | μεν ὑμῶν τὴν διάνοιαν τοῖς λεπτοτέροις νοήμασι· διὸ προσήκει μέχρι τούτου στῆσαι τὸν λόγον, παρακαλέσαν‐ τας ὑμῶν τὴν ἀγάπην μεμνῆσθαι τῶν εἰρημένων, καὶ ἀεὶ τούτων ἔναυλον ἔχειν τὴν μνήμην, καὶ μετὰ τῆς αἰ‐ σθητῆς τραπέζης, ἐπειδὰν ἐντεῦθεν ἐξέλθητε, παρατί‐ | |
25 | θετε καὶ τὴν πνευματικὴν τράπεζαν. Καὶ λεγέτω μέν τινα τῶν ἐνταῦθα λεχθέντων ὁ ἀνήρ· ἀκουέτω δὲ ἡ γυ‐ νὴ, μανθανέτωσαν δὲ καὶ οἱ παῖδες, διδασκέσθωσαν δὲ καὶ οἱ οἰκέται, καὶ ἐκκλησία λοιπὸν γενέσθω ἡ οἰκία, ἵνα φυγαδεύηται μὲν ὁ διάβολος καὶ δραπετεύῃ ὁ πονη‐ | |
30 | ρὸς δαίμων ἐκεῖνος, καὶ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμε‐ τέρας· ἐπαναπαύηται δὲ αὐτόθι ἡ τοῦ ἁγίου Πνεύματος χάρις, καὶ πᾶσα εἰρήνη καὶ ὁμόνοια περιστοιχίζῃ τοὺς ἐνοικοῦντας. Ἐὰν γὰρ τῶν ἤδη πρότερον ῥηθέντων μνημονεύητε, καὶ τὰ μετὰ ταῦτα καταβαλλόμενα προ‐ | |
35 | θυμότερον δέξησθε, καὶ ἡμεῖς μετὰ πλείονος τῆς προ‐ θυμίας καὶ τῆς δαψιλείας ἐροῦμεν τὰ ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος χορηγούμενα, ἐπειδὰν ἴδωμεν τῶν ἤδη καταβληθέντων τὴν βλάστην. Ἐπεὶ καὶ γηπόνος ὅταν ἴδῃ τὰ σπέρματα φυόμενα, μετὰ πολλῆς τῆς προ‐ | |
40 | θυμίας περισκοπῶν τὰς ἀρούρας, ἑτοίμως καὶ ἕτερα καταβάλλειν ἐπείγεται. εʹ. Ἵν’ οὖν προθυμοτέρους ἡμᾶς ἐργάσησθε, τῶν ἤδη ῥηθέντων ἀσφαλῆ τὴν φυλακὴν ἐπιδείξασθε, καὶ μετὰ τῶν ὀρθῶν δογμάτων περὶ τὴν τοῦ βίου ἐπιμέλειαν πολ‐ | |
45 | λὴν ποιήσασθε τὴν σπουδήν. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς· ἵνα καὶ ὁ βίος συμφωνῇ τοῖς δόγμασι, καὶ τὰ δόγματα κηρύττῃ τὸν βίον. Πίστις γὰρ | |
53.31(50) | χωρὶς ἔργων νεκρά ἐστι, καὶ ἔργα χωρὶς πίστεως νε‐ κρά ἐστι. Κἂν γὰρ δόγματα ἔχωμεν ὑγιῆ, βίου δὲ ἀμε‐ λῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν δογμάτων· πάλιν ἂν βίου μὲν ἐπιμελώμεθα, περὶ τὰ δόγματα δὲ χωλεύω‐ μεν, οὐδὲ οὕτως ἔσται τι κέρδος ἡμῖν. Διὸ προσήκει | |
55 | ἑκατέρωθεν ἡμῖν τὴν οἰκοδομὴν ταύτην τὴν πνευματικὴν συνεσφίγχθαι· Πᾶς γὰρ, φησὶν, ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ φρονίμῳ. Ὅρα πῶς οὐ μόνον ἀκούειν ἡμᾶς βού‐ λεται, ἀλλὰ καὶ ποιεῖν, καὶ διὰ τῶν ἔργων ἐπιδείκνυσθαι | |
60 | τὴν ὑπακοὴν, καὶ τοῦτον μὲν φρόνιμον ἐκάλεσε, τὸν τὰ | Column end |
53.32 | ἔργα τοῖς λόγοις ἀκόλουθα ἐπιδεικνύμενον, τὸν δὲ μέχρι τῶν λόγων ἱστάμενον, μωρὸν ὠνόμασεν· εἰκότως. Ὁ γὰρ τοιοῦτος, φησὶν, ἐπὶ τὴν ἄμμον τὴν οἰκίαν αὐτοῦ ᾠκοδόμησε· διὸ οὐδὲ τὴν προσβολὴν τῶν ἀνέμων ἐνεγ‐ | |
5 | κεῖν ἠδυνήθη, ἀλλὰ ταχέως κατέπεσε. Τοιαῦται γὰρ αἱ ῥᾴθυμοι ψυχαὶ, καὶ μὴ ἐπὶ τῆς πέτρας τῆς πνευματικῆς ἐστηριγμέναι· οὐ γὰρ περὶ οἰκοδομῆς νῦν ὁ λόγος καὶ οἰκίας, ἀλλὰ περὶ ψυχῶν ἐστι τὸ εἰρημένον, τῶν καὶ ἀπὸ τοῦ τυχόντος πειρασμοῦ σάλον ὑπομενουσῶν. Τῷ γὰρ | |
10 | ὀνόματι τοῦ ἀνέμου, καὶ τῆς βροχῆς, καὶ τῶν ποταμῶν, τῶν πειρασμῶν ἡμῖν τὴν ἐπαγωγὴν ᾐνίξατο. Ὁ γὰρ στεῤῥὸς καὶ ἐγρηγορὼς καὶ νήφων ταύτῃ μᾶλλον ἰσχυ‐ ρότερος γίνεται· καὶ ὅσῳ τὰ τῆς θλίψεως ἐπιτείνεται, τοσούτῳ καὶ τὰ τῆς ἀνδρείας αὔξεται· ὁ δὲ ῥᾴθυμος καὶ | |
15 | ἀναπεπτωκὼς, κἂν βραχεῖά τις αὔρα πειρασμοῦ προσ‐ πέσῃ, εὐθέως σαλεύεται καὶ καταπίπτει, οὐ παρὰ τὴν τῶν πειρασμῶν φύσιν, ἀλλὰ παρὰ τὴν τῆς προαιρέσεως ἀσθένειαν. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς πάντα παρεσκευασμένους εἶναι, ἵνα καὶ ἐν τῇ ἀνέσει | |
20 | συγκεκροτημένοι ὦμεν, καὶ ἐν ταῖς ἐπαγομέναις θλί‐ ψεσι νήφωμεν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδειξώ‐ μεθα, διηνεκῶς τὴν εὐχαριστίαν ἀναπέμποντες τῷ φιλ‐ ανθρώπῳ Θεῷ. Ἂν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα τῆς ἄνωθεν ῥοπῆς, καὶ οὕτω δυ‐ | |
25 | νησόμεθα καὶ τὸν παρόντα βίον ἀσφαλῶς διαπερᾷν, καὶ πρὸς τὴν μέλλουσαν ζωὴν, πολλὴν ἑαυτοῖς προαποτίθε‐ σθαι τὴν παῤῥησίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐ χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι | |
30 | δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
32t | ΟΜΙΛΙΑ Γʹ. | |
32n | Εἰς τὰ ὑπόλοιπα τοῦ, «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς | |
33n | τὸν οὐρανὸν καὶ τὴν γῆν,» ἕως τοῦ, «Καὶ ἐγένετο | |
34n | ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία.» | |
35 | αʹ. Θησαυρῷ τινι προσέοικεν ἡ τῶν θείων Γραφῶν ἀνά‐ γνωσις. Καθάπερ γὰρ ἐκεῖθέν τις κἂν μικρὸν ψῆγμα λα‐ βεῖν δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολ‐ λὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον | |
40 | τὸν πλοῦτον. Καὶ οὐ θησαυρὸν μόνον, ἀλλὰ καὶ πηγὴν μιμεῖται τὰ θεῖα λόγια, δαψιλῆ τὰ νάματα ἀναβλύζουσαν, καὶ πολλὴν ἔχουσαν τὴν ἐπιῤῥοήν· καὶ τοῦτο δι’ αὐτῶν τῶν ἔργων χθὲς ἅπαντες μεμαθήκαμεν. Τῶν γὰρ προ‐ οιμίων ἀρξάμενοι τοῦ τῆς κτίσεως βιβλίου εἰς τὸ, Ἐν | |
45 | ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, πᾶσαν τὴν διδασκαλίαν ἐτελειώσαμεν, καὶ οὐδὲ οὕτως τὸ πᾶν κα‐ ταλαβεῖν ἐξισχύσαμεν. Πολλὴ γάρ ἐστι τοῦ θησαυροῦ ἡ περιουσία, καὶ τῶν ναμάτων τῆς πηγῆς ταύτης τῆς πνευματικῆς ἡ δαψίλεια. Καὶ μὴ θαυμάσῃς, εἰ ἡμεῖς | |
53.32(50) | τοῦτο πεπόνθαμεν· καὶ οἱ πρὸ ἡμῶν κατὰ δύναμιν τὴν ἑαυτῶν τὰ ἐντεῦθεν νάματα ἐξήντλησαν, καὶ οἱ μεθ’ ἡμᾶς πάλιν τοῦτο ποιῆσαι ἐπιχειρήσουσι, καὶ οὐδὲ οὕτω κενῶσαι δυνήσονται τὸ πᾶν· ἀλλ’ αὔξεται τὰ τῆς ἐπιῤ‐ ῥοῆς, καὶ ἐπιδίδωσι τὰ νάματα. Τοιαύτη γὰρ τῶν ναμά‐ | |
55 | των τῶν πνευματικῶν ἡ φύσις· ὅσῳ ἄν τις μετὰ δαψι‐ λείας τὰ ἐντεῦθεν ἀρύσασθαι βουληθῇ νάματα, τοσούτῳ μᾶλλον ἀναβλύζει, καὶ ἐπιδίδωσιν ἡ χάρις ἡ πνευμα‐ τική. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. Ὁ πιστεύων εἰς ἐμὲ, | |
60 | καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος· τὸ δαψιλὲς τῶν ναμάτων ἡμῖν ἐμφαίνων. Ἐπεὶ οὖν τοιαύτη τῶν ναμάτων τῶν πνευματικῶν ἡ φύσις, φέρε ἕκαστος ἡμῶν τὰ ἀγγεῖα τῆς διανοίας μετὰ δαψιλείας προσενέγκωμεν, ἵνα πλη‐ | |
65 | ρώσαντες αὐτὰ, οὕτως ἐπανέλθωμεν. Ὅταν γὰρ ἴδῃ ἡ | |
53.33 | τοῦ Πνεύματος χάρις πόθον ζέοντα, καὶ διεγηγερμένην διάνοιαν, πλουσίαν τὴν παρ’ ἑαυτῆς δωρεῖται χάριν. Ἀποστήσαντες τοίνυν ἑαυτοὺς πάντων τῶν βιωτικῶν, καὶ τὰς φροντίδας τὰς ἀκανθῶν δίκην συμπνίγειν δυνα‐ | |
5 | μένας, τὸν ἡμέτερον λογισμὸν ἐκτέμνοντες, ὅλην ἑαυτῶν τὴν διάνοιαν μεταστήσωμεν εἰς τὴν τῶν πνευ‐ ματικῶν ἐπιθυμίαν, ἵνα πολλὴν ἐντεῦθεν δεξάμενοι τὴν ὠφέλειαν, καὶ κερδάναντές τι μέγα καὶ γενναῖον, οὕτως ἐξέλθωμεν. Ἀλλ’ ἵνα σαφέστερος ὑμῖν ὁ λόγος γένηται, | |
10 | μικρὰ τῶν χθὲς εἰρημένων ὑπομνήσωμεν τὴν ὑμετέραν ἀγάπην, ἵν’ οὕτω, καθάπερ σῶμα ἓν, καὶ τὰ σήμερον μέλλοντα ῥηθήσεσθαι συνάψωμεν τοῖς χθὲς εἰρημένοις. Ἐδείκνυμεν γὰρ χθὲς, καθάπερ μέμνησθε, πῶς ὁ μακάριος Μωϋσῆς διηγούμενος ἡμῖν τῶν στοιχείων τού‐ | |
15 | των τῶν ὁρωμένων τὴν δημιουργίαν ἔλεγεν, ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος· καὶ ἐδιδά‐ σκομεν ὑμᾶς τὴν αἰτίαν τίνος ἕνεκεν καὶ διὰ τί οὕτω τὴν γῆν παρήγαγεν ἀμόρφωτον καὶ ἀδιατύπωτον, καὶ | |
20 | οἶμαι ὑμᾶς ἅπαντα μετὰ ἀκριβείας κατέχειν· ἀναγκαῖον οὖν σήμερον τοῖς ἀκολούθως εἰρημένοις ἐπεξελθεῖν. Ἐπειδὴ γὰρ εἶπεν, Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατα‐ σκεύαστος, διδάσκει ἡμᾶς ἀκριβῶς, πόθεν ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, φάσκων· Καὶ σκότος ἐπάνω τῆς | |
25 | ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Σκόπει μοι ἐνταῦθα τοῦ μακαρίου προφήτου τὸ ἀπέριττον, καὶ ὅπως οὐ πάντα κατὰ μέρος διηγεῖται τὰ δημιουργηθέντα, ἀλλὰ τὰ συνεκτικώτατα τῶν στοι‐ χείων ἡμᾶς διδάξας, καὶ οὐρανοῦ καὶ γῆς μνημονεύσας, | |
30 | τὰ ἄλλα παραλιμπάνει. Οὐδαμοῦ γὰρ εἰπὼν τῶν ὑδά‐ των τὴν δημιουργίαν, φησί· Καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Τοῦτο γὰρ ἦν τὸ καλύπτον τῆς γῆς τὸ πρόσ‐ ωπον, τὸ σκότος λέγω, καὶ ἡ ἄβυσσος τῶν ὑδάτων. | |
35 | Ἐμάθομεν ἐντεῦθεν, ὅτι ἅπαν τὸ ὁρώμενον ἄβυσσος ἦν ὑδάτων σκότῳ κεκαλυμμένη, καὶ ἐδεῖτο τοῦ σοφοῦ δημιουργοῦ, ὥστε πᾶσαν ταύτην τὴν ἀμορφίαν ἐξελεῖν, καὶ εἰς εὐκοσμίαν τινὰ τὰ πάντα ἀγαγεῖν. Καὶ σκότος, φησὶν, ἐπάνω τῆς ἀβύσσου, καὶ Πνεῦμα Θεοῦ ἐπεφέ‐ | |
40 | ρετο ἐπάνω τοῦ ὕδατος. Τί βούλεται τοῦτο τὸ εἰρη‐ μένον; Πνεῦμα, φησὶ, Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Ἐμοὶ δοκεῖ τοῦτο σημαίνειν, ὅτι ἐνέργειά τις ζωτικὴ προσῆν τοῖς ὕδασι, καὶ οὐκ ἦν ἁπλῶς ὕδωρ ἑστὼς καὶ ἀκίνητον, ἀλλὰ κινούμενον, καὶ ζωτικήν τινα | |
45 | δύναμιν ἔχον. Τὸ γὰρ ἀκίνητον πάντη ἄχρηστον· τὸ δὲ κινούμενον, πρὸς πολλὰ ἐπιτήδειον. βʹ. Ἵν’ οὖν διδάξῃ ἡμᾶς, ὅτι τὸ ὕδωρ τοῦτο, τὸ πολὺ καὶ ἀμήχανον, τινὰ δύναμιν ἔχει ζωτικὴν, διὰ τοῦτό φησι· Καὶ Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. | |
53.33(50) | Τοῦτο δὲ οὐχ ἁπλῶς προλαβοῦσα λέγει ἡ θεία Γραφή· ἀλλ’ ἐπειδὴ προϊοῦσα μέλλει διηγεῖσθαι ἡμῖν, ὅτι καὶ ζῶα ἐκ τούτων τῶν ὑδάτων κατὰ πρόσταγμα τοῦ τῶν ἁπάντων δημιουργοῦ παρήχθη, διὰ τοῦτο ἐντεῦθεν ἤδη διδάσκει τὸν ἀκροατὴν, ὅτι οὐχ ἁπλῶς ὕδωρ ἦν συνεστὸς, | |
55 | ἀλλὰ κινούμενον, καὶ διατρέχον, καὶ τὰ πάντα ἐπικλύ‐ ζον. Ἐπεὶ οὖν πολλὴ κατεκέχυτο παντὸς τοῦ ὁρωμένου ἡ ἀμορφία, προσέταξεν ἀριστοτέχνης Θεὸς, καὶ τὰ τῆς ἀμορφίας διεσκεδάσθη, καὶ τὸ κάλλος τοῦτο τὸ ἀμήχα‐ | |
νον τοῦ φωτὸς τοῦ ὁρωμένου παραχθὲν, τό τε σκότος | Column end | |
53.34 | ἀπήλασε τὸ αἰσθητὸν, καὶ τὰ πάντα κατηύγασε. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς. Εἶπε, καὶ ἐγένετο ἐκέλευσε, καὶ τὸ μὲν σκότος ἐφυγα‐ δεύθη, τὸ δὲ φῶς παρήχθη. Εἶδες δύναμιν ἄφατον; Ἀλλ’ | |
5 | οἱ τῇ πλάνῃ προκατειλημμένοι οὐ προσέχοντες τῇ ἀκο‐ λουθίᾳ τῶν εἰρημένων, οὐδὲ ἀκούοντες τοῦ μακαρίου Μωϋσέως λέγοντος· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· καὶ τότε ἐπάγοντος· Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, διὰ τὸ σκότῳ | |
10 | καὶ τοῖς ὕδασι κεκαλύφθαι· οὕτω γὰρ ἔδοξε τῷ Δεσπότῃ ἐξ ἀρχῆς αὐτὴν παραγαγεῖν· φασὶν ὅτι προϋπέκειτο ἡ ὕλη, καὶ τὸ σκότος προϋπῆρχε. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ’ ἄν; Ἀκούεις ὅτι Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ ὅτι ἐξ οὐκ ὄντων ἐγέ‐ | |
15 | νετο τὰ ὄντα, καὶ λέγεις ὅτι προϋπῆρχεν ἡ ὕλη; Καὶ τίς ἀνάσχοιτο τοσαύτης παροινίας τῶν νοῦν ἐχόντων; Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ δημιουργῶν, ἵνα δεηθῇ τινος ὑπο‐ κειμένου, καὶ οὕτω τὰ τῆς τέχνης ἐπιδείξηται; Θεός ἐστιν, ᾧ πάντα εἴκει, λόγῳ καὶ προστάγματι δημιουρ‐ | |
20 | γῶν. Ὅρα γὰρ, εἶπε μόνον, καὶ παρήχθη τὸ φῶς, καὶ παρεχώρησε τὸ σκότος. Καὶ διεχώρισεν ὁ Θεὸς ἀνα‐ μέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους. Τί ἐστι, Διεχώρισεν; Ἑκάστῳ ἰδίαν χώραν ἀπένειμε, κα‐ τάλληλον καιρὸν ἀφώρισε. Καὶ ἐπειδὴ τοῦτο γέγονε, | |
25 | τότε λοιπὸν ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν ἐπιτί‐ θησιν. Ἐκάλεσε γὰρ, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα. Εἶδες διαίρεσιν ἀρίστην, καὶ δημιουργίαν θαυμαστὴν, καὶ πάντα λόγον ὑπερβαί‐ νουσαν, λόγῳ μόνῳ καὶ ἐπιτάγματι γινομένην; Εἶδες | |
30 | πόσῃ τῇ συγκαταβάσει ὁ μακάριος οὗτος προφήτης ἐχρήσατο, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τῆς τοῦ προφήτου γλώττης παιδεύων τὸ τῶν ἀνθρώπων γένος, εἰδέναι τῶν γινομένων τὴν τάξιν, καὶ τίς ὁ τοῦ παντὸς δημιουργὸς, καὶ ὅπως ἕκαστον παρήχθη; Ἐπειδὴ γὰρ | |
35 | ἔτι ἀτελέστερον διέκειτο τὸ τῶν ἀνθρώπων γένος, καὶ οὐκ ἠδύνατο τῶν τελειοτέρων συνιέναι τὴν κατανόησιν, διὰ τοῦτο πρὸς τὴν τῶν ἀκουόντων ἀσθένειαν τὸ Πνεῦμα τὸ ἅγιον τὴν τοῦ προφήτου γλῶτταν κινῆσαν οὕτως ἅπαντα ἡμῖν διαλέγεται. Καὶ ἵνα μάθῃς ὅτι διὰ τὸ ἀτε‐ | |
40 | λὲς τῆς ἡμετέρας διανοίας ταύτῃ ἐχρήσατο τῇ συγκατα‐ βάσει τῆς διηγήσεως, ὅρα τὸν τῆς βροντῆς υἱὸν, ὅτε πρὸς ἀρετὴν ἐπέδωκε τὸ τῶν ἀνθρώπων γένος, οὐκέτι ταύτην ἐρχόμενον τὴν ὁδὸν, ἀλλ’ ἐπὶ τὴν ὑψηλοτέραν διδασκαλίαν ἄγοντα τοὺς ἀκροωμένους. Εἰπὼν γὰρ, Ἐν | |
45 | ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, ἐπήγαγεν· Ἦν τὸ φῶς τὸ ἀλη‐ θινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Καθάπερ γὰρ ἐνταῦθα τὸ φῶς τοῦτο τὸ αἰσθη‐ τὸν, τῷ προστάγματι τοῦ Δεσπότου παραχθὲν, τὸ σκότος | |
53.34(50) | τοῦτο τὸ ὁρώμενον ἀπέκρυψεν· οὕτω καὶ τὸ νοητὸν φῶς τῆς πλάνης τὸ σκότος ἀπήλασε, καὶ πρὸς τὴν ἀλήθειαν τοὺς πλανωμένους ἐχειραγώγησε. γʹ. Δεξώμεθα οὖν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης τὰ παρὰ τῆς θείας Γραφῆς διδάγματα, καὶ μὴ ἀντιβλέ‐ | |
55 | πωμεν τῇ ἀληθείᾳ, μηδὲ τῷ σκότει παραμένωμεν, ἀλλὰ πρὸς τὸ φῶς ἐπειγώμεθα, καὶ ἄξια τοῦ φωτὸς καὶ τῆς ἡμέρας διαπραττώμεθα ἔργα, καθάπερ καὶ Παῦλος παραινεῖ λέγων· Ὡς ἐν ἡμέρᾳ εὐσχημόνως περιπατή‐ σωμεν, καὶ μὴ ἐργαζώμεθα τὰ ἔργα τοῦ σκότους. Καὶ | |
60 | ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκό‐ τος ἐκάλεσε νύκτα. Ἀλλ’ ὃ μικροῦ ἡμᾶς παρ‐ έδραμεν, ἀναγκαῖον τοῦτο ἐπαναλαβεῖν πάλιν. Ἐπειδὴ γὰρ εἶπε, Γενηθήτω φῶς, καὶ ἐγένετο φῶς, ἐπήγαγε· | |
Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλόν. Θέα μοι, ἀγα‐ | ||
53.35 | πητὲ, ἐνταῦθα, πόση ἡ συγκατάβασις τῶν ῥημάτων. Τί οὖν, πρὶν ἢ γενέσθαι οὐκ ᾔδει, ὅτι καλὸν, ἀλλὰ μετὰ τὸ παραχθῆναι ἡ ὄψις ἔδειξε τῷ δημιουργῷ τὸ κάλλος τοῦ παραχθέντος; Καὶ τίς ἂν εἴποι τοῦτο τῶν νοῦν ἐχόντων; | |
5 | Εἰ γὰρ ἄνθρωπος τέχνῃ τινὶ ἐργαζόμενος, καὶ πρὶν ἢ κατασκευάσῃ τὸ ὑπ’ αὐτοῦ δημιουργούμενον, καὶ πρὶν ἢ μορφώσῃ, εἶδε τὴν χρείαν, εἰς ἣν συντελεῖ τὸ ὑπ’ αὐτοῦ γινόμενον· πολλῷ μᾶλλον ὁ τῶν ἁπάντων δημιουρ‐ γὸς, ὁ λόγῳ τὰ πάντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι | |
10 | παραγαγὼν, ᾔδει καὶ πρὸ τοῦ δημιουργηθῆναι τὸ φῶς, ὅτι καλόν. Τίνος οὖν ἕνεκεν ταύτῃ τῇ λέξει ἐχρήσατο; Πρὸς τὴν συνήθειαν τὴν ἀνθρωπίνην συγκαταβαίνων φθέγγεται ὁ μακάριος οὗτος προφήτης. Καὶ καθάπερ οἱ ἄνθρωποι, ἐπειδάν τι μετὰ πολλῆς τῆς ἐπιμελείας | |
15 | ἐργάσωνται, καὶ τέλος ἐπιθῶσι τοῖς οἰκείοις καμάτοις, τότε ἐκ τῆς δοκιμασίας καὶ τὸν ἔπαινον προσάγουσι τοῖς ὑπ’ αὐτῶν γινομένοις· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ θεία Γραφὴ, νῦν συγκατιοῦσα τῇ ἀσθενείᾳ τῆς ἀκοῆς τῆς ἡμετέρας, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλὸν, | |
20 | καὶ τότε ἐπήγαγε· Καὶ διεχώρισεν ὁ Θεὸς ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους· καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς ἡμέραν, καὶ τὸ σκότος ἐκάλεσε νύκτα, καὶ ἰδίαν τινὰ χώραν ἀπένειμεν ἑκάστῳ, ὅρους τινὰς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἑκάστῳ πηγνὺς, ὥστε εἰς τὸ | |
25 | διηνεκὲς τούτους ἀπαραποδίστους διαφυλάττειν. Καὶ τοῦτο ἔξεστι συνιδεῖν ἑκάστῳ τῶν εὖ φρονούντων, πῶς ἐξ ἐκεί‐ νου μέχρι τοῦ παρόντος οὔτε τὸ φῶς ὑπερέβη τοὺς οἰκείους ὅρους, οὔτε τὸ σκότος τὴν οἰκείαν τάξιν παρῆλθε, σύγχυσίν τινα καὶ ἀταξίαν ἐργασάμενον. Καὶ γὰρ ἱκανὸν καὶ τοῦτο | |
30 | μόνον τοῖς ἀγνωμονεῖν βουλομένοις πρὸς τὴν πειθὼ καὶ τὴν ὑπακοὴν τῶν παρὰ τῆς θείας Γραφῆς λεγομένων ἀνα‐ γαγεῖν, ὥστε μιμήσασθαι κἂν τῶν στοιχείων τὴν τάξιν, τῶν ἀπαραπόδιστον τηρούντων τὸν δρόμον, καὶ μὴ ὑπερ‐ βαίνειν τὰ οἰκεῖα μέτρα, ἀλλ’ ἐπιγινώσκειν τὴν οἰκείαν | |
35 | φύσιν. Εἶτα ἐπειδὴ ἑκάστῳ τὴν προσηγορίαν ἐπέθηκεν, ἀμφότερα εἰς τὸ αὐτὸ συναγαγών φησι· Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα μία. Τὸ τέλος τῆς ἡμέρας καὶ τὸ τέλος τῆς νυκτὸς μίαν ἐμφαίνων ὠνό‐ μασεν, ἵνα τάξιν τινὰ καὶ ἀκολουθίαν ἐπιστήσῃ τοῖς | |
40 | ὁρωμένοις, καὶ μηδεμία σύγχυσις ᾖ. Ἀλλ’ εἰδέναι ἔχομεν διδασκόμενοι παρὰ τοῦ Πνεύ‐ ματος τοῦ ἁγίου, διὰ τῆς τοῦ μακαρίου τούτου προφήτου γλώττης, τίνα μὲν κατὰ τὴν πρώτην ἐδημιουργήθη ἡμέραν, τίνα δὲ ἐν ταῖς ἄλλαις. Καὶ τοῦτο δὲ αὐτὸ τῆς | |
45 | τοῦ φιλανθρώπου Θεοῦ ἐστι συγκαταβάσεως. Οὐ γὰρ ἠπόρει ἡ παντοδύναμος αὐτοῦ χεὶρ, καὶ ἡ ἄπειρος σοφία, καὶ ἐν μιᾷ ἡμέρᾳ τὰ πάντα παραγαγεῖν. Τί δὲ λέγω, ἐν μιᾷ ἡμέρᾳ; Καὶ ἐν ἀκαριαίᾳ ῥοπῇ. Ἀλλ’ ἐπειδὴ οὐ διὰ τὴν ἑαυτοῦ χρείαν παρήγαγέ τι τῶν ὄντων· | |
53.35(50) | οὐδενὸς γὰρ δεῖται ἀνενδεὴς ὤν· ἀλλὰ φιλανθρωπίᾳ τινὶ, καὶ ἀγαθότητι τὰ πάντα ἐτεκτήνατο· διὰ τοῦτο κατὰ μέρος δημιουργεῖ, καὶ διδασκαλίαν ἡμῖν σαφῆ τῶν γινο‐ μένων παραδίδωσι διὰ τῆς τοῦ μακαρίου προφήτου γλώτ‐ της, ἵνα μαθόντες ἀκριβῶς μὴ προσπταίωμεν τοῖς ἐξ | |
55 | ἀνθρωπίνων λογισμῶν κινουμένοις. Εἰ γὰρ, καὶ τούτων οὕτω γεγενημένων, εἰσί τινες οἱ αὐτόματα λέγοντες | |
γεγενῆσθαι πάντα τὰ ὄντα, εἰ μὴ τοσαύτῃ ἐχρήσατο τῇ | Column end | |
53.36 | συγκαταβάσει καὶ διδασκαλίᾳ, τί οὐκ ἂν ἐτόλμησαν οἱ κατὰ τῆς ἑαυτῶν σωτηρίας ἅπαντα καὶ λέγειν καὶ πράτ‐ τειν σπουδάζοντες; δʹ. Τί γὰρ ἂν εἴη ἀθλιώτερον καὶ ἀνοητότερον τῶν ταῦτα | |
5 | λέγειν ἐπιχειρούντων, καὶ αὐτόματα φασκόντων γεγε‐ νῆσθαι τὰ ὄντα, καὶ τῆς τοῦ Θεοῦ προνοίας ἀποστερούν‐ των τὴν πᾶσαν δημιουργίαν; Πῶς γὰρ ἂν ἔχοι λόγον, εἰπέ μοι, τὰ τοσαῦτα στοιχεῖα, καὶ τὴν τοσαύτην δια‐ κόσμησιν ἄνευ τινὸς τοῦ κυβερνῶντος καὶ τὰ πάντα | |
10 | κρατοῦντος ἡνιοχεῖσθαι; Καὶ ναῦς μὲν οὐκ ἄν ποτε δυνηθείη κυβερνήτου χωρὶς τὰ τῆς θαλάττης κύματα διαδραμεῖν, οὐδὲ στρατιώτης ἐργάζεσθαί τι γενναῖον μὴ τοῦ στρατηγοῦντος ἐφεστῶτος, οὐδὲ οἰκία συνεστάναι μὴ τοῦ ταύτην οἰκονομοῦντος παρόντος, ὁ δὲ ἄπειρος | |
15 | οὗτος κόσμος, καὶ ἡ τῶν στοιχείων τούτων διακόσμησις ἁπλῶς καὶ ὡς ἔτυχε φέρεσθαι ἠδύνατο, μή τινος ὄντος τοῦ ἡνιοχεῖν τὰ πάντα δυναμένου, καὶ κατὰ τὴν οἰκείαν σοφίαν συνέχοντος καὶ διαβαστάζοντος ἅπαντα τὰ ὁρώ‐ μενα; Ἀλλὰ τί περαιτέρω φιλονεικοῦμεν ταῦτα δει‐ | |
20 | κνύειν ἐκείνοις, ἃ, κατὰ τὴν παροιμίαν, καὶ τυφλοῖς δῆλα καθέστηκεν; Ὅμως μὴ διαλιμπάνωμεν προτιθέν‐ τες αὐτοῖς τὰ ἀπὸ τῆς Γραφῆς διδάγματα, καὶ πᾶσαν ποιούμενοι σπουδὴν, ὥστε καὶ τῆς πλάνης αὐτοὺς ἀπαλ‐ λάξαι, καὶ πρὸς τὴν ἀλήθειαν ἐπαναγαγεῖν. Εἰ γὰρ καὶ | |
25 | ἔτι τῇ πλάνῃ εἰσὶ προκατειλημμένοι, ἀλλ’ ὅμως ὁμο‐ γενεῖς τυγχάνουσι, καὶ προσήκει πολλὴν αὐτῶν ποιεῖσθαι τὴν πρόνοιαν, καὶ μηδέποτε ναρκᾷν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιμελείας τὰ παρ’ ἑαυτῶν ἐπιδείκνυσθαι, καὶ κατάλληλον αὐτοῖς ἰατρείαν παρέχειν, ἵνα ὀψὲ γοῦν ποτε | |
30 | πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανέλθωσιν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς ψυχῆς σωτηρία. Καὶ βοᾷ Παῦλος λέγων, Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν· καὶ πάλιν αὐτὸς ὁ Θεός φησιν· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ | |
35 | ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Διὰ γὰρ τοῦτο καὶ τὴν κτίσιν ταύτην ἅπασαν παρήγαγε, καὶ ἡμᾶς ἐδημιούργησεν, οὐχ ἵνα ἀπολώμεθα, οὐδὲ ἵνα εἰς κόλασιν ἡμᾶς παραπέμψῃ, ἀλλ’ ἵνα σώσῃ, καὶ τῆς πλάνης ἐλευθερώσας τῆς βασιλείας τὴν ἀπόλαυσιν ἡμῖν | |
40 | δωρήσηται. Ταύτην γὰρ ἡμῖν καὶ ἡτοίμασεν, οὐ νῦν μετὰ τὸ γενέσθαι, ἀλλὰ πρὸ καταβολῆς κόσμου, καθὼς αὐτός φησι, Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ὅρα φιλανθρωπίαν Δεσπότου, | |
45 | ὅπως καὶ πρὸ τῆς δημιουργίας, καὶ πρὶν ἢ παραγαγεῖν τὸν ἄνθρωπον, τὰ μυρία αὐτῷ ἀγαθὰ ηὐτρέπισε, δεικνὺς ὅσην πρόνοιαν ποιεῖται τοῦ γένους τοῦ ἡμετέρου, καὶ ὅτι πάντας βούλεται σωθῆναι. Τοιοῦτον τοίνυν ἔχοντες Δεσπότην, οὕτω φιλάνθρωπον, | |
53.36(50) | οὕτως ἀγαθὸν, οὕτως ἥμερον, καὶ τῆς οἰκείας σωτηρίας φροντίζωμεν, καὶ τῶν ἀδελφῶν τῶν ἡμετέρων. Τοῦτο γὰρ ἡμῖν καὶ σωτηρίας ὑπόθεσις γενήσεται, ὅταν μὴ ὑπὲρ ἑαυτῶν μόνον σπουδάζωμεν, ἀλλ’ ὅταν καὶ τὸν πλησίον ὠφελῶμεν, καὶ πρὸς τὴν τῆς ἀληθείας ὁδὸν χει‐ | |
55 | ραγωγῶμεν. Καὶ ἵνα μάθῃς, ὅσον ἐστὶν ἀγαθὸν τὸ δυνη‐ θῆναι μετὰ τῆς οἰκείας σωτηρίας καὶ ἕτερον κερδᾶναι, ἄκουσον ἐκ προσώπου τοῦ Θεοῦ λέγοντος τοῦ προφήτου Ὁ ἐξάγων τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσται. | |
Τί δὲ τοῦτό ἐστιν; Ὁ ἐκ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν, | ||
53.37 | φησὶ, χειραγωγῶν, ἢ ἀπὸ τῆς κακίας πρὸς ἀρετὴν ὁδη‐ γῶν τὸν πλησίον, κατὰ δύναμιν ἀνθρωπίνην ἐμὲ μιμεῖ‐ ται. Καὶ γὰρ καὶ αὐτὸς δι’ οὐδὲν ἕτερον, Θεὸς ὢν, τὴν ἡμετέραν ὑπέδυ σάρκα, καὶ διὰ τὴν σωτηρίαν τοῦ τῶν | |
5 | ἀνθρώπων γένους γέγονεν ἄνθρωπος. Καὶ τί λέγω, τὴν ἡμετέραν ὑπέδυ σάρκα, καὶ τὰ ἄλλα πάντα τὰ ἀνθρώ‐ πινα ὑπέμεινεν, ὅπου γε καὶ τὸν σταυρὸν κατεδέξατο, ἵνα ἡμᾶς τοὺς ὑπὸ ἁμαρτιῶν προδεδομένους τῆς κατά‐ ρας ἐλευθερώσῃ; Καὶ βοᾷ τοῦτο Παῦλος λέγων· Χριστὸς | |
10 | ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενό‐ μενος ὑπὲρ ἡμῶν κατάρα. Εἰ τοίνυν αὐτὸς, Θεὸς ὢν καὶ τῆς οὐσίας ἐκείνης τῆς ἀποῤῥήτου τυγχάνων, διὰ φιλανθρωπίαν ἄφατον ταῦτα ἅπαντα κατεδέξατο δι’ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν· τί οὐκ ἂν εἴημεν αὐτοὶ | |
15 | δίκαιοι περὶ τοὺς ὁμογενεῖς ἐπιδείξασθαι καὶ τὰ μέλη τὰ ἡμέτερα, ὥστε καὶ τῆς φάρυγγος αὐτοὺς ἐξαρπάσαι τοῦ διαβόλου, καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν χειραγω‐ γῆσαι; Ὅσῳ γὰρ ψυχὴ σώματος κρείσσων, τοσούτῳ τῶν χρήμασι βοηθούντων τοῖς δεομένοις οὗτοι μειζόνων | |
20 | ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ διὰ τῆς παραινέσεως καὶ τῆς συνεχοῦς διδασκαλίας τοὺς ῥᾳθύμους καὶ ἀναπεπτωκότας ἀνάγοντες ἐπὶ τὴν εὐθεῖαν ὁδὸν, καὶ δεικνύντες τῆς μὲν κακίας τὸ δυσειδὲς, τῆς δὲ κατὰ Θεὸν ἀρετῆς τὴν πολλὴν εὐμορφίαν. | |
25 | εʹ. Ταῦτα τοίνυν ἅπαντα εἰδότες, πρὸ τῶν ἄλλων ἁπάντων τῶν βιωτικῶν περὶ τῆς κατὰ ψυχὴν σωτηρίας διαλεγώ‐ μεθα τοῖς πλησίον, εἰς ταύτην αὐτοὺς ἐνάγοντες τὴν μέριμναν. Ἀγαπητὸν γὰρ, ἀγαπητὸν, συνεχῶς ταῦτα ἐνηχουμένην τὴν ψυχὴν δυνηθῆναι ἀνενεγκεῖν ἐκ τῆς | |
30 | ἀβύσσου τῶν κακῶν τῶν ἐν τῷ μέσῳ στρεφομένων, καὶ περιγενέσθαι τῆς τῶν παθῶν ἐπαναστάσεως, ἅπερ δι‐ ηνεκῶς πολιορκεῖ τὴν ἡμετέραν ψυχήν. Καὶ διὰ τοῦτο χρεία ἡμῖν πολλῆς τῆς ἀγρυπνίας, ἐπειδὴ καὶ διηνεκὴς ἡμῖν ἐστιν ὁ πόλεμος, καὶ ἀνακωχὴν οὐδέποτε ἔχων· διὸ | |
35 | καὶ Παῦλος ἔλεγεν Ἐφεσίοις γράφων· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευμα‐ τικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Μὴ νομίσητε, | |
40 | φησὶ, τὸν τυχόντα ἡμῖν προκεῖσθαι ἀγῶνα· οὐ πρὸς ὁμο‐ γενεῖς ἡμῖν ἐστιν ἡ πάλη, οὐδὲ ἐξίσης ἡμῖν ἐστι τὰ τῆς παρατάξεως. Καὶ γὰρ σώματι συμπεπλεγμένοι, ταῖς ἀσωμάτοις παλαίειν δυνάμεσι προστετάγμεθα· ἀλλὰ μὴ δείσητε· εἰ γὰρ καὶ ἀνώμαλος ἡ μάχη, ἀλλὰ μεγάλη | |
45 | τῶν ὅπλων τῶν ἡμετέρων ἡ δύναμις. Ἐπήγαγε γὰρ μονονουχὶ λέγων, ἐπειδὴ ἔγνωτε τῶν πολεμίων τὴν φύ‐ σιν, μὴ καταπέσητε, μηδὲ ναρκήσητε πρὸς τὴν πάλην· ἀλλὰ Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας | |
53.37(50) | τοῦ διαβόλου. Πολλαὶ γὰρ αἱ τούτου μεθοδεῖαι, τοῦτ’ ἔστιν ὁδοὶ, δι’ ὧν ὑποσκελίζειν ἐπιχειρεῖ τοὺς ῥᾳθυμοτέ‐ ρους, καὶ δεῖ ταύτας ἀκριβῶς ἐπίστασθαι, ὥστε διαφυ‐ γεῖν αὐτοῦ τὰς λαβὰς, καὶ μηδεμίαν αὐτῷ παρείσδυσιν ἀφιέναι, ἀλλὰ καὶ γλώττης ἀκρίβειαν ἐπιδείκνυσθαι, καὶ | |
55 | ὀφθαλμῶν ἀσφάλειαν, καὶ διανοίας καθαρότητα, καὶ διηνεκῶς ἐναγώνιον εἶναι, καθάπερ θηρίου τινὸς ἐπιόν‐ τος, καὶ λυμήνασθαι ἡμῖν ἐπιχειροῦντος. Διὰ γὰρ τοῦτο καὶ ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ τῶν ἐθνῶν διδάσκα‐ | |
λος, ἡ γλῶττα τῆς οἰκουμένης, ὁ ὑπὲρ τῆς τῶν μαθη‐ | Column end | |
53.38 | τευομένων σωτηρίας ἅπαντα πραγματευόμενος, εἰπὼν, Ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, πάλιν ἐπήγαγε, πάντοθεν ἡμᾶς περιφράττων, καὶ ἀχειρώτους ἐργαζό‐ μενος, οὕτω λέγων· Στῆτε οὖν περιεζωσμένοι τὴν | |
5 | ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώ‐ ρακα τῆς πίστεως, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνή‐ σεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα | |
10 | σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξα‐ σθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ. Εἶδες πάντα τὰ μέλη ὅπως περιέφραξε, καὶ καθά‐ περ τις εἰς πόλεμόν τινα μέλλων ἐξαγαγεῖν, οὕτω πρῶ‐ τον μὲν τῇ ζώνῃ ἠσφαλίσατο, ὥστε εὔκολον εἶναι ἡμῖν | |
15 | τὸν δρόμον, ἔπειτα τὸν θώρακα ἐνέδυσεν, ἵνα μὴ ὑπὸ τῶν βελῶν πληττώμεθα, καὶ τοὺς πόδας ἠσφαλίσατο, καὶ πανταχόθεν τῇ πίστει περιέφραξεν; Αὕτη γὰρ, αὕτη, φησὶ, καὶ τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι δυνήσεται. Τίνα δέ ἐστι τοῦ διαβόλου τὰ βέλη; Αἱ πο‐ | |
20 | νηραὶ ἐπιθυμίαι, οἱ ἀκάθαρτοι λογισμοὶ, τὰ πάθη τὰ ὀλέθρια, θυμὸς, βασκανία, φθόνος, ὀργὴ, μῖσος, χρη‐ μάτων ἐπιθυμία καὶ ἡ ἄλλη ἅπασα ῥᾳθυμία. Ταῦτα, φησὶν, ἅπαντα σβέσαι δυνήσεται ἡ μάχαιρα τοῦ Πνεύ‐ ματος. Καὶ τί λέγω σβέσαι; Καὶ τὴν κεφαλὴν αὐτὴν | |
25 | τοῦ πολεμίου ἀποτεμεῖν δυνήσεται. Εἶδες πῶς ἐνεύρωσε τοὺς μαθητευομένους; πῶς κηροῦ μαλακωτέρους ὄντας σιδήρου στεῤῥοτέρους εἰργάσατο; Ἐπειδὴ γὰρ ἡμῖν οὐ πρὸς αἷμα καὶ σάρκα ὁ πόλεμος, ἀλλὰ πρὸς τὰς ἀσωμά‐ τους δυνάμεις, διὰ τοῦτο οὐδὲ τὰ ὅπλα ἡμῖν σαρκικὰ | |
30 | περιέθηκεν, ἀλλὰ πάντα πνευματικὰ, καὶ οὕτως ἀπο‐ στίλβοντα, ὥστε μηδὲ τὴν ἐκ τούτων αἴγλην ἐνεγκεῖν δύνασθαι τὸν πονηρὸν ἐκεῖνον δαίμονα. ϛʹ. Τοιαῦτα τοίνυν ὅπλα ἐνδεδυμένοι μὴ φρίττωμεν τὴν πάλην, μηδὲ τὴν συμπλοκὴν φεύγωμεν, ἀλλὰ μηδὲ | |
35 | ῥᾳθυμῶμεν. Ὥσπερ γὰρ νηφόντων ἡμῶν οὐκ ἄν ποτε περιγένοιτο ὁ πονηρὸς δαίμων ἐκεῖνος τῆς τῶν ὅπλων δυνάμεως, ἐὰν βουλώμεθα ἄκυρα αὐτοῦ ποιῆσαι τὰ μηχανήματα· οὕτως ἐὰν ῥᾳθυμῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται, τοῦ πολεμίου τῆς ἡμετέρας σωτηρίας διηνεκῶς | |
40 | ἐγρηγορότος, καὶ πάντα κατὰ τῆς σωτηρίας ἡμῶν δια‐ πραττομένου. Πανταχόθεν τοίνυν ὁπλίζωμεν ἑαυτοὺς, καὶ ῥημάτων φειδόμενοι, καὶ πραγμάτων ἀπεχόμενοι τῶν βλάπτειν ἡμᾶς δυναμένων, καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων, καὶ τῆς ἄλλης ἀρετῆς, καὶ τὴν περὶ τοὺς | |
45 | πένητας δαψίλειαν ἐπιδεικνυώμεθα, εἰδότες ὅση τῆς περὶ τούτους θεραπείας ἡμῖν κείσεται ἡ ἀνταπόδοσις. Ὁ γὰρ ἐλεῶν, φησὶ, πτωχὸν, δανείζει Θεῷ. Ὅρα δανείου φύσιν ξένην καὶ παράδοξον. Ἕτερός ἐστιν ὁ λαμβάνων, καὶ ἕτερος ὁ τῷ δανείῳ ἑαυτὸν ὑπεύθυνον | |
53.38(50) | καθιστάς· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι ἐπὶ τούτου τοῦ δανείου οὐκ ἔστιν ἀγνωμοσύνην ὑποστῆναι, οὐδὲ ἑτέραν τινὰ ζημίαν. Οὐδὲ γὰρ, καθάπερ ἐνταῦθα, ἑκατοστὴν μόνον ὑπισχνεῖται δώσειν, ἀλλὰ ἑκατονταπλασίονα τῶν διδομένων, καὶ οὐδὲ μέχρι τούτου ἵσταται, ἀλλὰ ταῦτα | |
55 | μὲν ἐν τῷ παρόντι, καὶ ἐν τῷ μέλλοντι δὲ ζωὴν αἰώνιον. Καὶ ἐπὶ μὲν τοῦ παρόντος βίου εἴ τις ἡμῖν ὑπέσχετο διπλασίονα μόνον τῶν διδομένων ὑφ’ ἡμῶν παρασχεῖν, | |
προθύμως ἂν ἅπασαν ἡμῶν τὴν ὕπαρξιν προσηκάμεθα, | ||
53.39 | ὅπου πολλὴ πολλάκις ἡ ἀγνωμοσύνη, πολλαὶ τῶν πλεο‐ νεκτούντων αἱ ὑπερβολαί. Καὶ γὰρ καὶ τῶν σφόδρα γνησίων πολλοὶ οὐδὲ αὐτὸ τὸ δανεισθὲν τοῖς δεδωκόσι παρέσχον, ἢ δι’ ἀγνωμοσύνην τοῦτο ὑπομείναντες, ἢ | |
5 | καὶ πολλάκις ὑπὸ πενίας κωλυθέντες. Ἐπὶ δὲ τοῦ τῶν ἁπάντων Δεσπότου οὐδὲν τούτων ἐστὶ λογίσασθαι, ἀλλὰ καὶ τὸ δάνειον ἀκέραιον μένει, καὶ ὑπὲρ τῶν καταβαλ‐ λομένων ἑκατονταπλασίονα παρασχεῖν ὑπισχνεῖται μετὰ τοῦτο, καὶ τὴν ἐν τῷ μέλλοντι ζωὴν ἡμῖν ταμιεύεται. | |
10 | Τίς οὖν ἡμῖν λοιπὸν ἀπολογία λείπεται μὴ σπεύδουσι καὶ ἐπειγομένοις ἀντὶ τῶν ὀλίγων ἑκατονταπλασίονα λαβεῖν, καὶ ἀντὶ τῶν παρόντων τὰ μέλλοντα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, ἀλλ’ ἡδέως θύραις καὶ μο‐ χλοῖς ἐναποκλείουσι τὰ χρήματα, καὶ οὐ βουλομένοις | |
15 | αὐτὰ νῦν προέσθαι τοῖς δεομένοις τὰ ἁπλῶς καὶ εἰκῆ κείμενα, ἵνα ἐν τῷ μέλλοντι αἰῶνι τῆς παρ’ αὐτῶν προ‐ στασίας ἀπολαύσωμεν; Ποιήσατε γὰρ ὑμῖν φίλους ἐκ τοῦ μαμωνᾶ τῆς ἀδικίας, ἵνα, ὅταν ἐκλείπητε, δέ‐ ξωνται ὑμᾶς εἰς τὰς αἰωνίους αὐτῶν σκηνάς. Καὶ | |
20 | οἶδα, ὅτι πολλοὶ οὐ μόνον οὐ προσίενται τὰ παρ’ ἡμῶν λεγόμενα, ἀλλὰ καὶ ὡς λῆρόν τινα καὶ μῦθον ἀκούοντες, οὐ προσέχουσι τοῖς ἡμετέροις λόγοις. Ἀλλ’ ἐγὼ καὶ διὰ τοῦτο δάκνομαι, καὶ ὀδυνῶμαι, ὅτι οὔτε τῶν πρα‐ γμάτων ἡ πεῖρα, οὔτε ἡ τοσαύτη τοῦ Θεοῦ ὑπόσχεσις, | |
25 | οὔτε ὁ φόβος τῶν μελλόντων, οὔτε αἱ καθ’ ἑκάστην ἡμέ‐ ραν παρ’ ἡμῶν παραινέσεις τῶν τοιούτων καθικέσθαι ἠδυνήθησαν, καὶ οὐ παύσομαι οὐδὲ οὕτω τῆς τοιαύτης συμβουλῆς, μέχρις ἂν τῇ πολλῇ συνεχείᾳ περι‐ γενέσθαι δυνηθῶ, καὶ εἰς νῆψιν αὐτοὺς ἀγαγεῖν, καὶ ἐκ | |
30 | τοῦ κάρου καὶ τῆς μέθης, ἢν ἡ τῶν χρημάτων ἐπιθυμία ἤνεγκε σκοτώσασα τὸν λογισμὸν, ἀνενεγκεῖν. Οἶδα γὰρ, οἶδα ὅτι μετὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ τῶν ἡμετέρων λόγων συνέχεια, καὶ ἡ παρὰ τῆς νηστείας ἐπιμέλεια δυνήσεται αὐτοὺς ὀψὲ γοῦν ποτε ἀπαλλάξαι τοῦ χαλεποῦ | |
35 | τούτου νοσήματος, καὶ εἰς τελείαν ὑγίειαν ἐπαναγαγεῖν, ἵνα καὶ αὐτοὶ τῆς ἐπηρτημένης τοῖς τοιούτοις τιμωρίας ἐλευθερωθῶσι, καὶ ἡμεῖς τῆς ἀθυμίας ἀπαλλαγῶμεν, καὶ ὑπὲρ ἁπάντων δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰ‐ | |
40 | ῶνας τῶν αἰώνων. Ἀμήν. | |
41t | ΟΜΙΛΙΑ Δʹ. | |
42n | Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ | |
43n | τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον | |
44n | ὕδατος καὶ ὕδατος· καὶ ἐγένετο οὕτως. | |
45 | αʹ. Ὁρῶν ὑμῶν, ἀγαπητοὶ, τὴν μετὰ προθυμίας καθ’ ἑκάστην ἡμέραν ἐνταῦθα συνέλευσιν, μεγάλην καρποῦ‐ μαι τὴν ἡδονὴν, καὶ οὐ παύομαι δοξάζων τὸν φιλάν‐ θρωπον Θεὸν ἐπὶ τῇ προκοπῇ τῇ ὑμετέρᾳ. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας ἐστὶ σημεῖον, οὕτω καὶ | |
53.39(50) | τὸ περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων ἐσπουδακέναι τῆς κατὰ ψυχὴν ὑγιείας τεκμήριον ἄν τις μέγιστον ποιήσαιτο. Διὸ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐν τοῖς μακαρισμοῖς ἐκείνοις, τοῖς ἐπὶ τοῦ ὄρους γεγενη‐ μένοις, ἔλεγε· Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες | |
55 | τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Τίς ἂν οὖν ὑμᾶς κατ’ ἀξίαν ἐπαινέσαι δυνηθείη, τοὺς ἅπαξ παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου τὸν μακαρισμὸν δεξαμένους, καὶ τὰ μυρία προσδοκῶντας παρ’ αὐτοῦ ἀγαθά; Τοιοῦτος γὰρ ὁ ἡμέτερος Δεσπότης· ὅταν ἴδῃ ψυχὴν πολλῷ τῷ | |
60 | πόθῳ καὶ ἐπιτεταμένῃ τῇ προθυμίᾳ τοῖς πνευματικοῖς προσιοῦσαν, ἐπιδαψιλεύεται τὴν χάριν, καὶ πλουσίας παρ’ ἑαυτοῦ χαρίζεται τὰς δωρεάς. Ὅθεν προσδοκῶ καὶ ἡμῖν διὰ τὴν ὑμετέραν ὠφέλειαν πλείονα παρασχεθή‐ | |
σεσθαι τὸν τῆς διδασκαλίας λόγον εἰς οἰκοδομὴν τῆς | Column end | |
53.40 | ὑμετέρας ἀγάπης. Διὸ ὑμᾶς γὰρ καὶ τὴν προκοπὴν τὴν ὑμετέραν ἅπαντα τοῦτον τὸν πόνον ὑπομένομεν, ὥστε καὶ ὑμᾶς πρὸς αὐτὴν τῆς ἀρετῆς τὴν κορυφὴν θάττον ἀναδραμεῖν, καὶ πᾶσι τοῖς εἰς ὑμᾶς ὁρῶσι διδασκάλους | |
5 | γενέσθαι τῆς κατὰ Θεὸν πολιτείας, καὶ ἡμᾶς πλείονος ἀπολαύειν τῆς παῤῥησίας, ὁρῶντας οὐ μάτην, οὐδὲ εἰκῆ πονουμένους ἡμᾶς, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν αὐξανόμενον τοῦτον τὸν σπόρον τὸν πνευματικὸν, καὶ μὴ καθάπερ ἐν τῷ εὐαγγελίῳ ἐπὶ τοῦ σπείροντος γέγο‐ | |
10 | νεν, οὕτω καὶ ἐφ’ ἡμῶν συμβῆναι. Ἐκεῖ μὲν γὰρ ἓν μέρος διεσώθη, καὶ τὰ τρία παραπώλετο. Τὸ μὲν γὰρ τῶν σπερμάτων τὸ παρὰ τὴν ὁδὸν καταβληθὲν ἄκαρ‐ πον ἔμεινε, τὸ δὲ ὑπὸ τῶν ἀκανθῶν ἀπεπνίγη, ἕτερον δὲ εἰς τὰς πέτρας καταβληθὲν, καὶ ἐπὶ τῆς ἐπιφανείας | |
15 | μεῖναν, οὐδένα καρπὸν ἐνεγκεῖν ἠδυνήθη· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν προσδοκῶμεν ἅπαντα τὸν σπόρον εἰς τὴν καλὴν γῆν καταβεβλῆσθαι, καὶ τοὺς μὲν ποιεῖν ἑκατὸν, τοὺς δὲ ἑξήκοντα, τοὺς δὲ τριά‐ κοντα. Τοῦτο ἡμῶν τὴν προθυμίαν αὔξει, τοῦτο τὴν | |
20 | διάνοιαν διεγείρει, τὸ εἰδέναι, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς λόγους προϊέμεθα, ἀλλ’ ὅτι νηφούσαις ταῖς ἀκοαῖς καὶ συντεταμένῃ τῇ διανοίᾳ τὰ παρ’ ἡμῶν δέχεσθε. Καὶ ταῦτα οὐ κολακεύων ὑμῶν τὴν ἀγάπην λέγω, ἀλλὰ στοχαζόμενος τὴν προθυμίαν ἐκ τῶν χθὲς ἡμῖν εἰρη‐ | |
25 | μένων. Ἐώρων γὰρ ἅπαντας ἐκκρεμαμένους περὶ τὴν διδασκαλίαν, καὶ πάντα ποιοῦντας, ὥστε μηδὲ τὸ τυχὸν ὑμᾶς τῶν λεγομένων παραδραμεῖν· ἄλλως δὲ καὶ ἡ τῶν κρότων συνέχεια μεγίστη ἀπόδειξις ἐγένετο τοῦ μεθ’ ἡδονῆς ὑμᾶς δέχεσθαι τὰ λεγόμενα. Ὁ δὲ μεθ’ | |
30 | ἡδονῆς ἀκούων τινῶν λεγομένων, δῆλον ὅτι καὶ ἐμπή‐ γνυσιν αὐτὰ τῇ διανοίᾳ, καὶ ἀνεξάλειπτα ἐργάζεται τῷ πλάτει τῆς διανοίας ἐναποτιθέμενος. Τίς ἂν οὖν πρὸς ἀξίαν καὶ ὑμᾶς ἐπαινέσειε, καὶ ἡμᾶς μακαρίσειεν, ὅτι εἰς ὦτα λέγομεν ἀκουόντων; Μακάριος γὰρ, φη‐ | |
35 | σὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων. Τοῦτο νηστείας τὸ κατόρθωμα, τοῦτο τὸ φάρμακον τὴν σωτηρίαν τῶν ἡμετέρων ψυχῶν εἰργάσατο. Εἰ δὲ ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτην τὴν ἰσχὺν ἐπεδείξατο, προϊουσῶν τῶν ἡμερῶν πόσην χρὴ προσδοκῆσαι τὴν ὠφέλειαν | |
40 | προσγίνεσθαι; Μόνον ὑμεῖς, παρακαλῶ, Μετὰ φόβου καὶ τρόμου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε, καὶ μηδεμίαν παρείσδυσιν δότε τῷ ἐχθρῷ τῆς σωτηρίας τῆς ὑμετέρας. Ὁρῶν γὰρ ὑμῶν νῦν τὸν πλοῦτον τὸν πνευματικὸν, μέμηνε καὶ ἀγριαίνει, καὶ καθάπερ | |
45 | λέων ὠρυόμενος περιέρχεται ζητῶν τίνα καταπίῃ. Ἀλλ’ ἐὰν νήφωμεν, οὐδενὸς περιέσται διὰ τὴν τοῦ Θεοῦ χάριν. βʹ. Τοιαῦτα γὰρ ἡμῶν τὰ ὅπλα τὰ πνευματικὰ, ἅπερ ἡμᾶς ἐνέδυσεν ἡ τοῦ Πνεύματος χάρις, καθάπερ χθὲς ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην. Ἂν τοίνυν τούτοις | |
53.40(50) | διηνεκῶς ὦμεν πεφραγμένοι πάντα τὰ μέλη, οὐδὲν τῶν ὑπ’ ἐκείνου ἀφιεμένων βελῶν καθικέσθαι ἡμῶν δυνήσε‐ ται, ἀλλ’ ἄκυρα πρὸς αὐτὸν ἐπανήξει· ἀδάμαντος γὰρ ἡμᾶς στεῤῥοτέρους ἡ τοῦ Θεοῦ χάρις κατεσκεύασε, καὶ πάντῃ ἀναλώτους, ἐὰν βουλώμεθα. Ὥσπερ οὖν ὁ ἀδά‐ | |
55 | μαντα παίων ἐκεῖνον μὲν ἔβλαψεν οὐδὲν, ἑαυτοῦ δὲ τὴν ἰσχὺν καθεῖλε, καὶ ὁ πρὸς κέντρα λακτίζων, τοὺς οἰ‐ κείους αἱμάσσει πόδας· οὕτω δὴ καὶ ἐφ’ ἡμῶν ἔσται καὶ τοῦ πολεμίου τῆς σωτηρίας τῆς ἡμετέρας, ἐὰν τοῖς ὅπλοις τοῖς δεδομένοις ἡμῖν παρὰ τῆς τοῦ Πνεύματος | |
60 | χάριτος ἑαυτοὺς διηνεκῶς φράττωμεν. Τοσαύτη γὰρ τούτων ἡ δύναμις, ὡς μηδὲ τὴν ἐξ αὐτῶν ἀστραπὴν | |
ὑφίστασθαι τὸν πολέμιον, ἀλλ’ ἀποτυφλοῦσθαι τὰς ὄψεις | ||
53.41 | ἐκ τῆς αὐγῆς τῆς ἐκεῖθεν ἐκπεμπομένης. Τούτοις, παρακαλῶ, τοῖς ὅπλοις διαπαντὸς ἑαυτοὺς τειχίζοντες, οὕτω καὶ εἰς ἀγορὰν ἐμβάλλωμεν, καὶ φίλοις συγγενώ‐ μεθα, καὶ πράγματα μεταχειρίζωμεν. Καὶ τί λέγω εἰς | |
5 | ἀγοράν; Καὶ εἰς ἐκκλησίαν ἀπαντῶντες ταῦτα ἔχωμεν ἡμῖν περικείμενα, καὶ οἴκαδε ἐπανιόντες καὶ καθ‐ εύδοντες, καὶ διανιστάμενοι, καὶ μηδέποτε αὐτὰ ἀπο‐ θώμεθα παρὰ πᾶσαν ἡμῶν τὴν ζωήν· ἄπεισι γὰρ μεθ’ ἡμῶν, καὶ τῆς ἐκεῖ παῤῥησίας ὑπόθεσις ἡμῖν μεγίστη | |
10 | γίνεται. Οὐδὲ γὰρ ὁμοίως τοῖς αἰσθητοῖς ὅπλοις βαρύνει τὸ σῶμα, ἀλλὰ μᾶλλον κουφίζει, καὶ μετάρσιον ἐργά‐ ζεται, καὶ τὴν ἰσχὺν ἐπιτείνει· μόνον ἐὰν αὐτὰ καθ’ ἑκάστην ἡμέραν ἀποσμήχωμεν, ὥστε λαμπρὰ φαινό‐ μενα διὰ τῆς οἰκείας ἀστραπῆς πηροῦν τὰς ὄψεις τοῦ | |
15 | πονηροῦ δαίμονος, πάντα κατὰ τῆς σωτηρίας τῆς ἡμε‐ τέρας μηχανωμένου. Φέρε δὴ λοιπὸν, ἐπειδὴ ἱκανῶς ὑμᾶς καθωπλίσαμεν, τὴν συνήθη παραθῶμεν ὑμῖν τράπεζαν, καὶ τὰ ἀκόλουθα τῶν χθὲς ἡμῖν εἰρημένων προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, πάλιν τὸν θαυ‐ | |
20 | μάσιον ἑστιάτορα τὸν μακάριον Μωϋσέα, τὸν μέγαν προφήτην τῆς καλῆς ταύτης διδασκαλίας ἡγεμόνα ποιη‐ σάμενοι. Ἴδωμεν οὖν τίνα ἐστὶν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται, καὶ προσέχωμεν ἀκριβῶς τοῖς παρ’ αὐτοῦ λεγομένοις. Οὐδὲ γὰρ οἰκείᾳ δυνάμει φθέγγεται, | |
25 | ἀλλ’ ἅπερ ἂν ἡ τοῦ Πνεύματος χάρις ἐνηχήσῃ, ταῦτα διὰ τῆς οἰκείας προφέρει γλώττης, διδάσκων τὴν τῶν ἀνθρώπων φύσιν. Ἀπαρτίσας τοίνυν τὸν περὶ τῆς πρώτης ἡμέρας λόγον, καὶ εἰπὼν μετὰ τὴν τοῦ φωτὸς δημιουργίαν, Ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, | |
30 | ἡμέρα μία, πάλιν φησί· Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχω‐ ρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος. Σκόπει μοι ἐν‐ ταῦθα, ἀγαπητὲ, διδασκαλίας ἀκολουθίαν. Ἐπειδὴ γὰρ προλαβὼν ἡμῖν εἶπε μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς | |
35 | δημιουργίαν, ὅτι Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατα‐ σκεύαστος, καὶ τὴν αἰτίαν προσέθηκεν, ὅτι διὰ τοῦτο ἦν ἀόρατος, διὰ τὸ καλύπτεσθαι ὑπὸ τοῦ σκότους, καὶ τῶν ὑδάτων· ὕδωρ γὰρ ἦν τὸ πᾶν, καὶ σκότος, καὶ οὐδὲν ἕτερον· εἶτα τοῦ Δεσπότου προστάξαντος, παρ‐ | |
40 | ήχθη τὸ φῶς, καὶ διαχωρισμὸς γέγονε φωτὸς καὶ σκότους, καὶ τὸ μὲν τὴν τῆς ἡμέρας προσηγορίαν ἔλαβε, τὸ δὲ τὴν τῆς νυκτὸς ἐδέξατο· πάλιν ἡμᾶς δι‐ δάξαι βούλεται, ὅτι ὥσπερ τὸ σκότος διεῖλε τὸ φῶς παραγαγὼν, καὶ ἑκάστῳ τὴν ἁρμόζουσαν προσηγορίαν | |
45 | ἐπέθηκεν, οὕτω καὶ τὸ πλῆθος τῶν ὑδάτων προστάγματι διαιρεῖ. γʹ. Καὶ ὅρα δύναμιν ἄφατον, καὶ πάντα ἀνθρώπινον λο‐ γισμὸν ὑπερβαίνουσαν. Κελεύει γὰρ μόνον, καὶ τὸ μὲν παράγεται τῶν στοιχείων, τὸ δὲ παραχωρεῖ. Καὶ | |
53.41(50) | εἶπε, φησὶν, ὁ Θεὸς, Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀναμέσον ὕδατος καὶ ὕδατος. Τί ἐστι, Γενηθήτω στερέωμα; Ὡς ἂν εἴποι τις γλώττῃ ἀνθρωπίνῃ, τειχίον τι καὶ διάφραγμα διαιροῦν μεταξὺ, καὶ χωρισμὸν ἐργαζόμενον. Καὶ ἵνα | |
55 | μάθῃς τὴν πολλὴν ὑπακοὴν τῶν στοιχείων, καὶ τὴν ὑπερβάλλουσαν δύναμιν τοῦ δημιουργοῦ, φησί· Καὶ ἐγένετο οὕτως. Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώ‐ ρισεν ὁ Θεὸς ἀναμέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω | |
60 | τοῦ στερεώματος, καὶ ἀναμέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Γενομένου, φησὶ, τοῦ στε‐ | |
ρεώματος, τὰ μὲν τῶν ὑδάτων προσέταξεν ὑπὸ τοῦ | Column end | |
53.42 | στερεώματος φέρεσθαι, τὰ δὲ ὑπὲρ τῶν νώτων εἶναι τοῦ στερεώματος. Ἀλλὰ τί ἄν τις εἴποι τοῦτο εἶναι τὸ στερέωμα; Ὕδωρ πεπηγὸς, ἀλλ’ ἀέρα τινὰ συνεστραμ‐ μένον, ἀλλ’ ἑτέραν τινὰ οὐσίαν; Οὐκ ἄν τις ἁπλῶς τῶν | |
5 | εὖ φρονούντων διισχυρίσαιτο. Ἀλλὰ προσήκει πολλῇ τῇ εὐγνωμοσύνῃ κεχρημένους δέχεσθαι τὰ λεγόμενα, καὶ μὴ περαιτέρω τῆς οἰκείας φύσεως ὑπερβαίνοντας δι‐ ερευνᾶσθαι τὰ ὑπὲρ ἡμᾶς, ἀλλὰ τοῦτο μόνον εἰδέναι καὶ κατέχειν παρ’ ἑαυτοῖς, ὅτι τῷ προστάγματι τοῦ | |
10 | Δεσπότου παρήχθη τὸ στερέωμα τὸν χωρισμὸν τῶν ὑδάτων ἐργαζόμενον, καὶ τὰ μὲν κάτω κατέχον, τὰ δὲ ἄνω μετέωρα ὑπὲρ τῶν οἰκείων νώτων φέρειν δυνάμε‐ νον. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐ‐ ρανόν. Ὅρα πῶς τῇ αὐτῇ ἀκολουθίᾳ καὶ νῦν ἐχρήσατο | |
15 | ἡ θεία Γραφή. Καθάπερ εἶπε χθὲς, Γενηθήτω φῶς, καὶ μετὰ τὸ παραχθῆναι, τότε ἐπήγαγεν, Ἔστω δια‐ χωρίζον ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκό‐ τους, καὶ οὕτως τὸ φῶς ἡμέραν ἐκάλεσεν· οὕτω καὶ σήμερον εἶπε· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ | |
20 | ὕδατος. Εἶτα καθάπερ ἐπὶ τοῦ φωτὸς, οὕτω καὶ ἐν‐ ταῦθα ἐδίδαξεν ἡμᾶς τὴν χρείαν τοῦ στερεώματος, Ὥστε διαχωρίζειν, φησὶν, ἀναμέσον ὕδατος καὶ ὕδατος. Καὶ ὅτε αὐτοῦ τὴν χρείαν φανερὰν ἡμῖν κατ‐ έστησε, τότε καθάπερ τῷ φωτὶ τὴν ὀνομασίαν προσέθη‐ | |
25 | κεν, οὕτω καὶ τῷ στερεώματι τὴν προσηγορίαν ἐπέθη‐ κεν. Καὶ ἐκάλεσε, φησὶ, τὸ στερέωμα οὐρανὸν, τοῦτο τὸ ὁρώμενον. Καὶ πῶς, φησὶ, τινὲς βούλονται λέγειν πολλοὺς οὐρανοὺς γεγενῆσθαι; Οὐκ ἀπὸ τῆς θείας Γραφῆς ταῦτα διδασκόμενοι, ἀλλ’ ἐξ οἰκείων λογισμῶν | |
30 | ὁρμώμενοι. Ὁ γὰρ μακάριος Μωϋσῆς οὐδὲν τούτων πλέον ἡμᾶς διδάσκει· εἰπὼν γὰρ, Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα τὴν αἰτίαν διδάξας δι’ ἣν ἀόρατος ἐτύγχανεν ἡ γῆ, ὑπὸ τοῦ σκό‐ τους καὶ τῶν ὑδάτων τῆς ἀβύσσου καλυπτομένη, μετὰ | |
35 | τὴν τοῦ φωτὸς δημιουργίαν τάξει τινὶ καὶ ἀκολουθίᾳ χρώμενός φησι· Καὶ εἶπεν ὁ Θεὸς, Γενηθήτω στε‐ ρέωμα. Εἶτα τὴν χρείαν αὐτοῦ τούτου τοῦ στερεώματος μετὰ ἀκριβείας διδάξας, καὶ εἰπὼν, Ὥστε διαχωρίζειν ἀναμέσον ὕδατος καὶ ὕδατος, αὐτὸ τοῦτο τὸ στε‐ | |
40 | ρέωμα οὐρανὸν ἐκάλεσε τὸ τῶν ὑδάτων χωρισμὸν ἐργα‐ σάμενον. Τίς ἂν οὖν λοιπὸν μετὰ τὴν τοσαύτην διδασκα‐ λίαν ἀνάσχοιτο τῶν ἁπλῶς ἐξ οἰκείας διανοίας φθέγ‐ γεσθαι βουλομένων, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ πολλοὺς οὐρανοὺς λέγειν ἐπιχειρούντων; Ἀλλ’ ἰδοὺ, | |
45 | φησὶν, ὁ μακάριος Δαυῒδ αἶνον ἀναφέρων τῷ Θεῷ ἔφη‐ σεν· Αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν. Μὴ θορυβηθῇς, ἀγαπητὲ, μηδὲ νομίσῃς τὴν ἁγίαν Γραφὴν ἐναντία ἑαυτῇ λέγειν ποτέ· ἀλλὰ μάνθανε τὴν ἀλήθειαν τῶν εἰρημένων, καὶ κατέχων τὴν ἀκριβῆ ταύτης διδα‐ | |
53.42(50) | σκαλίαν, ἀπόφραξον τὰς ἀκοὰς τοῖς ἀπεναντίας ταύτῃ φθεγγομένοις. δʹ. Τί δέ ἐστιν, ὃ βούλομαι εἰπεῖν, ἀκούσατε μετὰ πολ‐ λῆς τῆς προσοχῆς, ἵνα μὴ εὐκόλως παρασαλεύησθε ὑπὸ τῶν τὰ παριστάμενα λέγειν βουλομένων. Πᾶσαι αἱ θεῖαι | |
55 | βίβλοι τῆς Παλαιᾶς Διαθήκης τῇ Ἑβραίων γλώττῃ ἐξ ἀρχῆς ἦσαν συντεθειμέναι, καὶ τοῦτο πάντες ἂν ἡμῖν συνομολογήσαιεν. Οὐ πρὸ πολλῶν δὲ ἐτῶν τῆς τοῦ Χρι‐ στοῦ παρουσίας βασιλεύς τις Πτολεμαῖος περὶ τὴν τῶν βιβλίων συναγωγὴν πολλήν τινα σπουδὴν ποιησά‐ | |
60 | μενος, καὶ πολλὰ ἕτερα συναγαγὼν καὶ διάφορα, ἔγνω δεῖν καὶ ταύτας τὰς βίβλους συναγαγεῖν. Μεταπεμψά‐ μενος οὖν τινας τῶν ἐν Ἱεροσολύμοις Ἰουδαίων, μετα‐ βαλεῖν εἰς τὴν Ἑλλάδα γλῶτταν προσέταξε· καὶ δὴ τοῦτο εἰς ἔργον αὐτῷ ἐξενήνεκται. Ἐγένετο δὲ καὶ | |
65 | τοῦτο τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, ὥστε μὴ μόνον | |
53.43 | τοὺς τὴν Ἑβραίων γλῶτταν ἠσκημένους, ἀλλὰ καὶ πάντας τοὺς τὴν οἰκουμένην οἰκοῦντας τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπώσασθαι. Καὶ τὸ δὴ θαυμαστὸν καὶ πα‐ ράδοξον, ὅτι οὐ τῶν τὰ Ἰουδαϊκὰ φρονούντων τις τὴν | |
5 | σπουδὴν ταύτην ἐποιήσατο, ἀλλ’ ἀνὴρ τοῖς εἰδώλοις προστετηκὼς, καὶ ἀπεναντίας τῇ θρησκείᾳ διακείμενος. Τοιαῦτα γάρ ἐστιν ἅπαντα τὰ ὑπὸ τοῦ Δεσπότου τοῦ ἡμετέρου οἰκονομούμενα· ἀεὶ διὰ τῶν ἐναντίων αὔξει τὰ τῆς ἀληθείας προστάγματα. Ταῦτα δὲ οὐχ ἁπλῶς | |
10 | διηγησάμην ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ’ ἵνα εἰδέναι ἔχητε, ὅτι οὐ ταύτῃ τῇ γλώττῃ, τῇ ἡμετέρᾳ λέγω, ἀλλὰ τῇ Ἑβραΐδι ἦσαν συντεθειμέναι. Λέγουσι τοίνυν οἱ τὴν γλῶτταν ἐκείνην ἀκριβῶς ἠσκημένοι, τὸ τοῦ οὐρανοῦ ὄνομα πληθυντικῶς καλεῖσθαι παρὰ τοῖς Ἑβραίοις, καὶ | |
15 | τοῦτο καὶ οἱ τὴν Σύρων γλῶτταν ἐπιστάμενοι συνομο‐ λογοῦσι. Καὶ οὐκ ἄν τις εἴποι, τῇ γλώττῃ, φησὶ, τῇ παρ’ αὐτοῖς, ὁ οὐρανὸς, ἀλλ’ οἱ οὐρανοί. Διὰ τοῦτο τοίνυν οὕτως εἴρηται τὸ ὑπὸ τοῦ μακαρίου Δαυῒδ εἰρημένον, Οἱ οὐρανοὶ τῶν οὐρανῶν, οὐκ ἐπειδὴ πολ‐ | |
20 | λοί εἰσιν οἱ οὐρανοί· οὐδὲ γὰρ τοῦτο ἡμᾶς ἐδίδαξεν ὁ μακάριος Μωϋσῆς· ἀλλ’ ἐπειδὴ σύνηθες τῇ γλώττῃ τῶν Ἑβραίων οὕτως ὀνομάζειν τοῦ τὴν ἑνὸς προσηγορίαν πληθυντικῶς· ἐπεὶ εἰ πολλοὶ ἦσαν, οὐκ ἂν παρέλειπε τὸ Πνεῦμα τὸ ἅγιον μὴ διὰ τῆς γλώττης τοῦ μακαρίου | |
25 | τούτου προφήτου διδάξαι ἡμᾶς καὶ τῶν ἄλλων τὴν δη‐ μιουργίαν. Ταῦτα ἀκριβῶς κατέχετε, παρακαλῶ, ἵνα δύνησθε ἐπιστομίζειν τοὺς ἐναντία τῇ Ἐκκλησίᾳ δό‐ γματα ἐπεισφέρειν βουλομένους, καὶ εἰδῆτε μετὰ ἀσφαλείας τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων τὴν | |
30 | δύναμιν. Διὰ γὰρ τοῦτο καὶ συνεχῶς ἐνταῦθα παραγί‐ νεσθε, καὶ ἡμεῖς πυκνότερον τὴν πρὸς ὑμᾶς διδασκα‐ λίαν ποιούμεθα, ἵνα παρεσκευασμένοι ἦτε παντὶ τῷ αἰτοῦντι ὑμᾶς διδόναι λόγον. Ἀλλ’ ἐπὶ τὴν ἀκολου‐ θίαν ἐπανέλθωμεν, εἰ δοκεῖ. Καὶ ἐκάλεσεν ὁ Θεὸς, φησὶ, | |
35 | τὸ στερέωμα οὐρανόν. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Σκόπει πόση τῶν ῥημάτων ἡ συγκατάβασις διὰ τὴν ἀσθένειαν τὴν ἀνθρωπίνην. Καθάπερ γὰρ ἐπὶ τοῦ φω‐ τὸς εἶπεν, Εἶδεν ὅτι καλὸν, οὕτω καὶ νῦν ἐπὶ τοῦ οὐ‐ ρανοῦ, ἤτοι τοῦ στερεώματος, Καὶ εἶδεν, φησὶν, ὁ | |
40 | Θεὸς ὅτι καλόν· διδάσκων ἡμᾶς διὰ τούτου τὸ κάλ‐ λος αὐτοῦ τὸ ἀμήχανον. Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν, ὅτι ἐν τοσούτῳ χρόνῳ ἀκμαῖον διετήρησε τὸ κάλλος, καὶ ὅσῳ πρόεισιν ὁ χρόνος, τοσούτῳ καὶ τὸ κάλλος ἐπιτείνεται; Τί γὰρ ὡραιότερον γένοιτ’ ἂν | |
45 | τοῦ παρὰ τοῦ δημιουργοῦ τὸν ἔπαινον δεξαμένου; Εἰ γὰρ ἡμεῖς ἀνθρώπου ἔργον ὁρῶντες ἀπηρτισμένον, θαυμά‐ ζομεν τὸ σχῆμα, τὴν θέσιν, τὸ κάλλος, τὴν ἀναλογίαν, τὸν ῥυθμὸν, τὰ ἄλλα ἅπαντα, τὸ ὑπὸ τοῦ Θεοῦ δημιουρ‐ γηθὲν πῶς ἄν τις κατ’ ἀξίαν ἐπαινέσειε, καὶ μάλιστα | |
53.43(50) | ὅταν καὶ αὐτοῦ τοῦ Δεσπότου τὸν ἔπαινον δέξηται; Τοῦτο γὰρ διὰ τὴν ἡμετέραν συγκατάβασιν εἴρηται, καὶ ὄψει αὐτὸν ἐφ’ ἑκάστου τῶν γινομένων τοῦτο λέγοντα, καὶ προαναιροῦντα τὴν τόλμαν τῶν μετὰ ταῦτα μελ‐ λόντων τὴν οἰκείαν γλῶσσαν ἀκονᾷν κατὰ τῆς τοῦ Θεοῦ | |
55 | δημιουργίας, καὶ λεγόντων, διὰ τί τὸ καὶ τὸ γέγονε; Τοὺς ταῦτα τοίνυν ἐπιχειροῦντας λέγειν προαναστέλλων φησί· Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ὅταν δὲ ἀκού‐ | |
σῃς, ὅτι εἶδεν ὁ Θεὸς, καὶ ἐπῄνεσε, θεοπρεπῶς νόει τὸ | Column end | |
53.44 | ῥηθὲν, καὶ ὡς εἰκὸς ἐπὶ Θεοῦ. Ὁ γὰρ παραγαγὼν, καὶ πρὶν ἢ δημιουργήσῃ, ἠπίστατο τοῦ δημιουργουμένου τὸ κάλλος· ἀλλ’ ἐπειδὴ ἀνθρώπους ἡμᾶς ὄντας, καὶ τοσαύτῃ ἀσθενείᾳ περιβεβλημένους οὐκ ἐνῆν ἑτέρως | |
5 | ἀκοῦσαι, διὰ τοῦτο παρεσκεύασε τοῦ μακαρίου προφή‐ του τὴν γλῶτταν, τῇ παχύτητι τούτων χρήσασθαι τῶν ῥημάτων πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως. εʹ. Ὅταν τοίνυν ἀνατείνῃς τὸ ὄμμα, καὶ θεάσῃ τοῦ οὐ‐ ρανοῦ τὸ κάλλος, τὸ μέγεθος, τὴν χρείαν, τότε ἐντεῦθεν | |
10 | ἐπὶ τὸν δημιουργὸν ἀνάδραμε, καθάπερ σοφός τις ἔλε‐ γεν· Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται. Καὶ σκόπει τοῦ Δεσπότου σου τὴν δύναμιν, ὅση τις ἐστὶ, καὶ ἐκ τῆς τῶν στοιχείων τούτων δημιουργίας. Ὁ γὰρ εὐγνώμονα | |
15 | ψυχὴν ἔχων, εἰ βουληθείη καθ’ ἕκαστον τῶν ὁρωμένων διερευνᾶσθαι· καὶ τί λέγω καθ’ ἕκαστον τῶν γινομέ‐ νων; τὴν οἰκείαν μόνον διάπλασιν ἐὰν ἀκριβῶς βουληθῇ διασκέψασθαι, ὄψεται καὶ διὰ τῶν μικρῶν τούτων τὴν ἄφατον καὶ ἀνεκδιήγητον τοῦ Θεοῦ δύναμιν. Εἰ δὲ τὰ | |
20 | ὁρώμενα ἱκανὰ διδάξαι τὸ μέγεθος τῆς τοῦ δημιουργοῦ δυνάμεως, ἐὰν καὶ ἐπὶ τὰς ἀοράτους δυνάμεις ἔλθῃς, καὶ τὸν λογισμὸν ἀνατείνῃς ἐπὶ τὰς τῶν ἀγγέλων στρα‐ τιὰς, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, τῶν θρό‐ νων, τῶν κυριοτήτων, τῶν ἀρχῶν, τῶν ἐξουσιῶν, τῶν | |
25 | Χερουβὶμ, τῶν Σεραφὶμ, ποία διάνοια, ποῖος λόγος ἀρ‐ κεῖ ἐξειπεῖν τὴν μεγαλωσύνην αὐτοῦ τὴν ἀνεκδιήγη‐ τον; Εἰ γὰρ Δαυῒδ ὁ μακάριος προφήτης τῶν ὁρωμέ‐ νων τὴν διακόσμησιν καταμαθὼν ἐβόα λέγων, Ὡς ἐμε‐ γαλύνθη τὰ ἔργα σου, Κύριε· πάντα ἐν σοφίᾳ ἐποίη‐ | |
30 | σας· ἀνὴρ τοσούτου Πνεύματος ἠξιωμένος, καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας αὐτοῦ μαθεῖν κατ‐ αξιωθεὶς, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ γῆ καὶ σποδὸς ὄντες, καὶ διηνεκῶς ὀφείλοντες κάτω κύπτειν, καὶ ἐκπλήτ‐ τεσθαι τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ἄφατον φιλαν‐ | |
35 | θρωπίαν; Καὶ τί λέγω τὸν προφήτην; Ὁ γὰρ μακά‐ ριος Παῦλος, ἡ οὐρανομήκης ἐκείνη ψυχὴ, ὁ σῶμα πε‐ ρικείμενος, καὶ ταῖς ἀσωμάτοις δυνάμεσιν ἁμιλλώμε‐ νος, ὁ ἐν γῇ βαδίζων, καὶ τῇ προθυμίᾳ τὸν οὐρανὸν περιπολῶν, εἰς μέρος ἕν τι τῶν οἰκονομιῶν τοῦ Θεοῦ | |
40 | ἐμπεσὼν (τὸ κατὰ Ἰουδαίους καὶ Ἕλληνας λέγω, καὶ πῶς οἱ μὲν ἐξεβλήθησαν, οἱ δὲ ἀντεισήχθησαν), καὶ δια‐ πορήσας καὶ ἰλιγγιάσας ἀνέκραξε μέγα βοῶν, καὶ λέγων. Ὢ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι | |
45 | αἱ ὁδοὶ αὐτοῦ. Ἀλλ’ ἐνταῦθα ἡδέως ἐροίμην τοὺς τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ γέννησιν περιεργάζεσθαι τολμῶν‐ τας, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν καθαιρεῖν ἐπι‐ χειροῦντας· πόθεν ὑμῖν, εἰπέ μοι, τῆς τοσαύτης τόλμης ἡ προπέτεια; ἀπὸ ποίας παροινίας εἰς τοσοῦτον μα‐ | |
53.44(50) | νίας ἐξωκείλατε; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος, καὶ τηλι‐ κοῦτος, τὰ κρίματα αὐτοῦ, τοῦτ’ ἔστι, τὰς οἰκονομίας, τὰς διοικήσεις, ἀνεξερεύνητά φησιν εἶναι, καὶ οὐκ εἶπεν ἀκατάληπτα, ἀλλ’ ἀνεξερεύνητα, ὥστε μηδὲ ἔρευναν ἐπιδέξασθαι, καὶ ἀνεξιχνίαστοι, φησὶν, αἱ ὁδοὶ αὐτοῦ, | |
55 | πάλιν τὸ αὐτὸ λέγων, ὁδοὺς τὰ προστάγματα καλῶν καὶ τὰς ἐντολὰς, πῶς ὑμεῖς αὐτὴν τὴν οὐσίαν τοῦ Μονογε‐ νοῦς περιεργάζεσθαι τολμᾶτε, καὶ τοῦ ἁγίου Πνεύματος τὴν ἀξίαν ἐλαττοῦν τό γε καθ’ ὑμᾶς; Ὁρᾶτε, ἀγαπη‐ τοὶ, ὅσον ἐστὶ κακὸν τὸ μὴ προσέχειν μετὰ ἀκριβείας | |
60 | τοῖς ἐν τῇ θείᾳ Γραφῇ κειμένοις. Οὗτοι γὰρ εἰ τὰ ἀπὸ τῆς θείας Γραφῆς διδάγματα μετ’ εὐγνωμοσύνης ἐδέ‐ | |
χοντο, καὶ μὴ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν εἰσέφερον, | ||
53.45 | οὐκ ἂν εἰς τοσαύτην ἄνοιαν ἐτράπησαν. Ἀλλ’ ἡμεῖς οὐδὲ οὕτω παυσώμεθα τὰ ἀπὸ τῆς θείας Γραφῆς αὐτοῖς ἐνηχοῦντες, καὶ τὰς ἑαυτῶν ἀκοὰς ἀποτειχίζοντες τοῖς ὀλεθρίοις αὐτῶν διδάγμασιν. | |
5 | ϛʹ. Ἀλλ’ οὐκ οἶδα πῶς πάλιν ὑπὸ τῆς ῥύμης τοῦ λόγου εἰς ταῦτα ἐξενεχθέντες, τῆς ἀκολουθίας ἐξεπέσαμεν· διὸ πάλιν ἐπαναγαγεῖν δεῖ τὸν λόγον ἐπὶ τὰ πρότερα. Καὶ ἐκάλεσε, φησὶν, ὁ Θεὸς τὸ στερέωμα οὐρανὸν, καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, | |
10 | καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Ἐπιθεὶς τὴν προσ‐ ηγορίαν τῷ στερεώματι, καὶ ἐπαινέσας τὸ γεγονὸς, τέλος ἐπέθηκε τῇ δευτέρᾳ ἡμέρᾳ, καί φησι· Καὶ ἐγέ‐ νετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Εἶ‐ δες πῶς μετὰ ἀκριβείας ἡμᾶς διδάσκει τὸ μὲν τέλος τοῦ | |
15 | φωτὸς ἑσπέραν καλῶν, τὸ δὲ τέλος τῆς νυκτὸς πρωῖαν, καὶ ἡμέραν τὸ πᾶν προσαγορεύων, ὥστε μὴ πλανᾶσθαι ἡμᾶς, μηδὲ νομίζειν τὴν ἑσπέραν τέλος εἶναι τῆς ἡμέ‐ ρας, ἀλλ’ εἰδέναι σαφῶς ὅτι ἀμφοτέρων τὸ μῆκος μίαν ἡμέραν πληροῖ; Καὶ ἡ μὲν ἑσπέρα τέλος τοῦ φωτὸς ἂν | |
20 | δικαίως λέγοιτο, ὁ δὲ ὄρθρος, τοῦτ’ ἔστι, τὸ τέλος τῆς νυκτὸς, πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ βούλεται δη‐ λοῦν ἡ θεία Γραφὴ φάσκουσα, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα δευτέρα. Τάχα εἰς πολὺ μῆ‐ κος τὸν λόγον ἐξετείναμεν, οὐχ ἑκόντες, ἀλλ’ ὑπ’ αὐτῆς, | |
25 | ὡς ἂν εἴποι τις, τῆς τῶν λόγων ἀκολουθίας, καθάπερ ὑπὸ χειμάῤῥου τινὸς σφοδροτάτου παρασυρέντες. Καὶ τού‐ του δὲ ὑμεῖς αἴτιοι, οἱ μεθ’ ἡδονῆς ἀκούοντες τῶν παρ’ ἡμῶν λεγομένων. Οὐδὲν γὰρ οὕτω διεγείρειν δύναται τὸν λέγοντα, καὶ εἰς πλείονα εὐπορίαν ἀγαγεῖν νοημά‐ | |
30 | των, ὡς ἡ τῶν ἀκροατῶν προθυμία. Καὶ ὥσπερ οἱ ἀναπεπτωκότες καὶ ῥᾴθυμοι ἀκροαταὶ καὶ τὸν λέγειν δυνάμενον ὀκνηρότερον ἀπεργάζονται· οὕτως ὑμεῖς διὰ τὴν τοῦ Θεοῦ χάριν, κἂν αὐτῶν τῶν λίθων ὦμεν ἀφωνότεροι, ἱκανοὶ τυγχάνετε τὴν ἡμετέραν νωθείαν | |
35 | διεγεῖραι, καὶ τὸν ὕπνον ἀποτινάξαι, καὶ βιάσασθαι εἰπεῖν τι τῶν ὑμῖν χρησίμων καὶ εἰς τὴν ὑμετέραν οἰκοδομὴν συντεινόντων. Ἐπεὶ οὖν τοιοῦτοι τυγχάνετε θεοδίδα‐ κτοι ὄντες, δυνάμενοι, κατὰ τὸν μακάριον Παῦλον, καὶ ἄλλους νουθετεῖν, φέρε παρακαλέσωμεν ὑμᾶς, εἰ καί | |
40 | ποτε ἄλλοτε, κατὰ τὸν τῆς νηστείας καιρὸν, πολλὴν τῆς ἀρετῆς τὴν κατὰ Θεὸν πρόνοιαν ποιήσασθαι, καὶ μὴ προσκορὴς ὑμῖν ὁ λόγος γένηται, εἰ καθ’ ἑκάστην ἡμέ‐ ραν ὑμῖν περὶ τῶν αὐτῶν διαλεγόμεθα· τὰ αὐτὰ γὰρ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, κατὰ τὸν μακάριον Παῦ‐ | |
45 | λον, ὑμῖν δὲ ἀσφαλές. Δεῖται γὰρ ἡμῶν ἡ ψυχὴ ῥᾴθυ‐ μος οὖσα συνεχοῦς τῆς ὑπομνήσεως. Καὶ καθάπερ τὸ σῶμα τοῦτο καθ’ ἑκάστην ἡμέραν δεῖται τῆς σωματικῆς τροφῆς, ὥστε μὴ εἰς πολλὴν ἀσθένειαν ἐμπεσὸν ἀνενέρ‐ γητον κεῖσθαι· οὕτω δὴ καὶ ἡ ψυχὴ χρῄζει τῆς πνευ‐ | |
53.45(50) | ματικῆς τροφῆς καὶ τῆς ἀρίστης πολιτείας, ὥστε ἐν συν‐ ηθείᾳ τινὶ τῶν καλῶν γινομένην αὐτὴν, ἀχείρωτον λοι‐ πὸν καταστῆναι ταῖς ἐπιβουλαῖς τοῦ πονηροῦ. ζʹ. Καθ’ ἑκάστην τοίνυν τὴν ἡμέραν ταύτης τὴν ἰσχὺν περιεργαζώμεθα, καὶ ἑαυτοὺς διερευνώμενοι μηδέποτε | |
55 | διαλείπωμεν· καὶ λογοθέσιον ἑαυτοῖς ποιῶμεν, καὶ τῶν εἰσαγομένων, καὶ τῶν ἐξαγομένων, τί μὲν χρησίμως ἐφθεγξάμεθα, τί δὲ ἀργὸν ῥῆμα προηνέγκαμεν, καὶ πά‐ λιν, τί μὲν τῶν ἐπωφελῶν διὰ τῆς ἀκοῆς εἰς τὴν ψυχὴν εἰσηγάγομεν, τί δὲ τῶν βλάπτειν δυναμένων πάλιν εἰς | |
60 | ταύτην εἰσηνέγκαμεν. Καὶ τῇ μὲν γλώττῃ κανόνας τι‐ | |
νὰς καὶ ὅρους ἐπιθῶμεν, ὥστε πρότερον διαμαρυκᾶ‐ | Column end | |
53.46 | σθαι τὰ ῥήματα, καὶ οὕτω προφέρειν τοὺς λόγους· τὴν δὲ διάνοιαν παιδεύωμεν μηδὲν προΐεσθαι τῶν βλα‐ βερῶν, ἀλλὰ κἂν ἔξωθέν τι ἐπεισφέρηται τοιοῦτον, τοῦ‐ το ὡς περιττὸν καὶ βλάπτειν δυνάμενον ἀποσείεσθαι, | |
5 | κἂν ἔνδοθεν τίκτηται, ταχέως αὐτὸ φυγαδεύειν τῷ εὐ‐ σεβεῖ λογισμῷ, καὶ μὴ νομίζωμεν τὴν ἀσιτίαν μόνον τὴν μέχρι τῆς ἑσπέρας ἀρκεῖν ἡμῖν πρὸς σωτηρίαν. Εἰ γὰρ Ἰουδαίοις τοῖς ἀγνώμοσιν ἔλεγεν ὁ φιλάνθρωπος Δεσπότης διὰ τοῦ προφήτου· Ἰδοὺ ἔτη ἑβδομήκοντα· | |
10 | μὴ νηστείαν νενηστεύκατέ μοι; Καὶ ἐὰν φάγητε καὶ πίνητε, οὐχ ὑμεῖς ἐσθίετε καὶ πίνετε; Τάδε λέγει Κύριος παντοκράτωρ· κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεον καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος μετὰ τοῦ πλη‐ σίον αὐτοῦ, καὶ χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυ‐ | |
15 | τον, καὶ πένητα μὴ καταδυναστεύετε, καὶ κακίαν ἕκαστος μετὰ τοῦ ἀδελφοῦ αὐτοῦ μὴ μνησικακείτω ἐν ταῖς καρδίαις ὑμῶν. Εἰ τοίνυν ἐκείνοις τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ σκότῳ τῆς πλάνης προσ‐ ηλωμένοις, οὐδὲν ὄφελος ἀπὸ τῆς νηστείας μόνης ἐγί‐ | |
20 | νετο, μὴ ταῦτα κατωρθωκόσι, καὶ τὴν κακίαν τὴν πρὸς τὸν πλησίον ἐκ τῆς καρδίας ἐξορίσασι, ποίαν ἕξομεν ἡμεῖς ἀπολογίαν οἱ τὰ μείζονα ἀπαιτούμενοι, καὶ οὐ ταῦτα μόνον ποιεῖν κελευόμενοι, ἀλλὰ καὶ ἐχθροὺς ἀγαπᾷν, καὶ εὐεργετεῖν προσταττόμενοι; καὶ τί λέγω, | |
25 | εὐεργετεῖν; εὔχεσθαι μὲν οὖν ὑπὲρ αὐτῶν, καὶ τὸν Δεσπότην παρακαλεῖν, καὶ ἱκετεύειν εἰς τὴν ὑπὲρ τού‐ των κηδεμονίαν; Τοῦτο γὰρ ἡμῖν μάλιστα πάντων ἐν ἐκείνῃ τῇ φοβερᾷ προστήσεται ἡμέρᾳ, καὶ δαπάνη με‐ γίστη ἔσται τῶν ἡμῖν ἡμαρτημένων, ἐὰν οὕτω πρὸς | |
30 | τοὺς ἐχθρωδῶς πρὸς ἡμᾶς ἔχοντας διακείμεθα. Εἰ γὰρ καὶ μέγα ἐστὶ σφόδρα τὸ ἐπίταγμα, ἀλλ’ ἐὰν τὸ ἔπ‐ αθλον ἐννοήσῃς τὸ κείμενον τοῖς τοῦτο κατορθοῦσιν, οὐδὲν ὅλως φανεῖται, κἂν σφόδρα μέγα ᾖ. Τί δὲ τοῦτό ἐστιν; Ἐὰν τοῦτο ποιήσητε, φησὶν, ὅμοιοι ἔσεσθε τοῦ Πατρὸς | |
35 | ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. Καὶ ἵνα σαφέστερον ἡμῖν τὸν λόγον ποιήσῃ, ἐπήγαγεν, Ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Μιμῇ γὰρ, φησὶ, κατὰ δύ‐ ναμιν ἀνθρωπίνην τὸν Θεόν. Καθάπερ γὰρ ἐκεῖνος οὐ | |
40 | δικαίοις μόνον τὸν ἥλιον ἀνατέλλει, ἀλλὰ καὶ τοῖς τὰ πονηρὰ ἐργαζομένοις, καὶ τὸν ὑετὸν καὶ τοὺς ἐτησίους ὄμβρους οὐ τοῖς ἀγαθοῖς μόνον χορηγεῖ, ἀλλὰ καὶ τοῖς πονηροῖς· οὕτω καὶ σὺ, ἐὰν μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷς, ἀλλὰ καὶ τοὺς ἐχθρωδῶς πρὸς σὲ διακειμένους, | |
45 | κατὰ τὴν δύναμιν τὴν σὴν τὸν Δεσπότην μιμῇ τὸν σόν. Εἶδες πῶς εἰς τὴν ἀνωτάτω κορυφὴν ἀνήγαγε τὸν ταύ‐ την κατορθοῦν δυνάμενον τὴν ἀρετήν; Ἀλλὰ μὴ τὸ δυσ‐ χερὲς μόνον ἐννόει τοῦ πράγματος, ἀγαπητὲ, ἀλλὰ πρότερον ἀναλογίζου κατὰ σαυτὸν, ὅσης μέλλεις ἀξιοῦ‐ | |
53.46(50) | σθαι τῆς τιμῆς· καὶ ἡ τῆς τιμῆς ὑπόθεσις τὸ βαρὺ καὶ φορτικὸν κοῦφόν σοι κατασκευαζέτω. Οὐ γὰρ ὀφείλεις χάριν εἰδέναι, ὅτι ἀφορμὴν εὑρίσκεις διὰ τῆς εἰς τὸν ἐχθρὸν εὐεργεσίας ἀνοιγῆναί σοι τῆς πρὸς τὸν Θεὸν παῤῥησίας τὰς θύρας, καὶ τῶν ἡμαρτημένων σοι τὴν | |
55 | δαπάνην ἐργάσασθαι; Ἀλλ’ ἴσως ἐπιθυμεῖς ἀμύνασθαι τὸν ἐχθρὸν, καὶ τὸν κακῶς σε διατιθέντα τοῖς ἴσοις περιβαλεῖν ἢ καὶ μείζοσι; Καὶ τί πλέον ἐκ τούτου ἔσται, ὅταν μετὰ τοῦ μηδὲ ὄνησίν σοί τινα γίνεσθαι καὶ εὐθύνας μέλλεις ὑπὲρ τούτου ὑπέχειν ἐν τῷ φοβερῷ | |
60 | ἐκείνῳ δικαστηρίῳ, ὡς τοὺς ὑπ’ αὐτοῦ τεθέντας νόμου | |
παραχαράξας; Εἰπὲ γάρ μοι, εἰ βασιλεύς τις τῶν ἐπὶ | ||
53.47 | γῆς νόμον τοιοῦτον ἔθηκεν, ὥστε τοὺς ἐχθροὺς θερα‐ πεύειν, ἢ θάνατον εἶναι τὴν τιμωρίαν, οὐκ ἂν διὰ τὸν φόβον τοῦ σωματικοῦ τούτου θανάτου πάντες ἐπέδρα‐ μον εἰς τὴν τοῦ νόμου ἐκπλήρωσιν; Πόσης οὖν οὐκ ἂν | |
5 | εἴη κατηγορίας ἄξιον, διὰ μὲν τὸν σωματικὸν θάνατον, ὃν καὶ ἄνευ τούτου τὸ τῆς φύσεως ἡμῖν χρέος πάντως ἐπάγει, πάντα καταδέχεσθαι ποιεῖν, διὰ δὲ τὸν θάνα‐ τον, ἔνθα παραμυθίαν οὐκ ἔστιν εὑρεῖν, ἔλαττον φρον‐ τίζειν τοῦ ὑπὸ τοῦ τῶν ἁπάντων Δεσπότου κειμένου νόμου; | |
10 | ηʹ. Ἀλλὰ γὰρ ἔλαθον ἐμαυτὸν ταῦτα διαλεγόμενος τοῖς οὐδὲ πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδει‐ κνυμένοις. Τίς οὖν ἡμᾶς λοιπὸν ἐξαιρήσεται τῆς κο‐ λάσεως ἐκείνης, ὅταν μὴ μόνον ἐκείνης τῆς ἐντολῆς ὦμεν μακρὰν ἀπῳκισμένοι, ἀλλὰ μηδὲ τὰ αὐτὰ τοῖς | |
15 | τελώναις πράττωμεν; Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγα‐ πῶντας ὑμᾶς, φησὶ, τί μέγα ποιεῖτε; οὐχὶ καὶ οἱ τε‐ λῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅταν οὖν μηδὲ τοῦτο παρ’ ἡμῶν γίνηται, ποία σωτηρίας ἡμῖν ἐλπίς; Διὸ πα‐ ρακαλῶ, μὴ γενώμεθα ἄσπλαγχνοι, ἀλλὰ δαμάσωμεν | |
20 | ἡμῶν τὸν λογισμὸν, καὶ πρῶτον μὲν παιδεύσωμεν νι‐ κᾷν τὸν πλησίον ἐν τῇ ἀγάπῃ, καὶ, κατὰ τὸν μακά‐ ριον Παῦλον, τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερ‐ έχοντας ἑαυτῶν, καὶ μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, ἀλλὰ νικᾷν, καὶ μὴ ὑπερβάλλεσθαι, ἀλλὰ καὶ πλείονα ἐπι‐ | |
25 | δείκνυσθαι καὶ θερμοτέραν τὴν περὶ τοὺς ἀγαπῶντας διάθεσιν. Τοῦτο γάρ ἐστιν ὃ μάλιστα συνέχει καὶ συγ‐ κροτεῖ τὴν ζωὴν τὴν ἡμετέραν, καὶ τούτῳ τῶν ἀλό‐ γων καὶ τῶν θηρίων διεστήκαμεν, τῷ δύνασθαι, εἰ βουληθείημεν, τὴν προσήκουσαν ἡμῖν τάξιν διατηρεῖν, | |
30 | καὶ πολλὴν τὴν περὶ τοὺς πλησίον ὁμόνοιαν ἐπιδεί‐ κνυσθαι· ἔπειτα δὲ ἄγχειν τὸν λογισμὸν, καὶ τὸ ἀτί‐ θασσον τοῦτο θηρίον, τὸν θυμὸν λέγω, καταξαίνειν, καὶ τὸν ἀγῶνα αὐτῷ τοῦ φοβεροῦ κριτηρίου ἐφιστᾷν, καὶ παιδεύειν, ὅτι ὑπόσχοιτο πρὸς τοὺς ἐχθροὺς σπεί‐ | |
35 | σασθαι, μεγάλων τεύξεται τῶν ἀγαθῶν· εἰ δὲ ἔτι φι‐ λονεικοίη, πολλὴν ὑποστήσεται δίκην. Οὐδὲ γὰρ ἁπλῶς καὶ εἰκῆ δαπανᾷν ἡμᾶς τὸν χρόνον προσήκει, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν πρὸ ὀφθαλμῶν λαμβά‐ νειν τὸ τοῦ Κυρίου κριτήριον· καὶ τίνα μέν ἐστι τὰ | |
40 | πολλὴν ἡμῖν τὴν παῤῥησίαν προξενεῖν δυνάμενα, τίνα δὲ τὰ τὴν κόλασιν ἐπιτείνοντα. Καὶ οὕτω ταῦτα στρέφον‐ τες ἐν τοῖς ἡμετέροις λογισμοῖς, περιγινώμεθα τῶν παθῶν, καταστέλλωμεν ἡμῶν τὰ τῆς σαρκὸς σκιρτή‐ ματα, καὶ νεκρώσωμεν ἡμῶν, κατὰ τὸν μακάριον Παῦ‐ | |
45 | λον, Τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν, θυμὸν, πλεονεξίαν, κενο‐ δοξίαν, βασκανίαν. Ἐὰν τούτοις τοῖς πάθεσι νεκροὺς ἑαυτοὺς καταστήσωμεν, ὡς μὴ δύνασθαι ἐν ἡμῖν ἐνερ‐ γεῖν, δυνησόμεθα τὸν καρπὸν τοῦ Πνεύματος δέξασθαι, | |
53.47(50) | ὅς ἐστιν Ἀγάπη, χαρὰ, εἰρήνη, μακροθυμία, χρη‐ στότης, ἀγαθωσύνη, πίστις, πραότης, ἐγκράτεια. Αὕτη τοῦ Χριστιανοῦ πρὸς τὸν ἄπιστον ἔστω ἡ διαφορά· ταῦτα ἡμῶν ἔστω τὰ γνωρίσματα, μὴ τῇ προσηγορίᾳ μόνον ἐγκαλλωπιζώμεθα, μηδὲ τῷ σχήματι μέγα φρο‐ | |
55 | νῶμεν, μᾶλλον δὲ μηδὲ, εἰ ταῦτα κτησαίμεθα ἅπερ ἀπ‐ | Column end |
53.48 | ηριθμησάμην, μέγα φρονήσωμέν ποτε, ἀλλὰ καὶ τότε μᾶλλον ἑαυτοὺς συστείλωμεν. Ὅταν γὰρ πάντα ποιή‐ σητε, φησὶ, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν. Ἐὰν οὕτω μεμεριμνημένοι τυγχάνωμεν, καὶ τῆς ἑαυτῶν σω‐ | |
5 | τηρίας φροντίζωμεν, δυνησόμεθα καὶ ἑαυτοὺς τὰ μέ‐ γιστα ὠφελεῖν, καὶ κολάσεως τῆς μελλούσης ἐξαρπάζειν, καὶ τοῖς εἰς ἡμᾶς ὁρῶσι διδάσκαλοι γίνεσθαι τῶν συμ‐ φερόντων· ἵνα μετὰ ἀκριβείας τὸν παρόντα διανύσαντες βίον, καταξιωθῶμεν τῆς ἐν τῷ μέλλοντι φιλανθρωπίας, | |
10 | ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ οἰκτιρ‐ μοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, κράτος, τιμὴ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
14t | ΟΜΙΛΙΑ Εʹ. | |
15n | Καὶ εἶπεν ὁ Θεός· Συναχθήτω τὸ ὕδωρ τὸ ὑπο‐ | |
16n | κάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω | |
17n | ἡ ξηρά. | |
18 | αʹ. Φέρε καὶ σήμερον ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων τὴν ἑστίασιν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ, | |
20 | καὶ τὰ κατὰ τὴν τρίτην ἡμέραν παρὰ τοῦ Δεσπότου δημιουργηθέντα κατοπτεύσωμεν μετὰ ἀκριβείας. Εἰ γὰρ οἱ τὴν χρυσῖτιν γῆν ἀνορύττοντες, ἔνθα ἂν ἴδωσι φλέβας τινὰς ψήγματα ἐχούσας, οὐ πρότερον ἀφίσταν‐ ται, μέχρις ἂν ἀναμοχλεύσαντες, καὶ εἰς αὐτὸ τὸ βάθος | |
25 | κατελθόντες πολλὴν τὴν εὐπορίαν ἐκεῖθεν καρπώσωνται· πολλῷ μᾶλλον ἡμᾶς προσήκει οὐ ψήγματα χρυσίου μέλ‐ λοντας διερευνᾶσθαι, ἀλλὰ θησαυρὸν ἄφατον εὑρίσκειν προσδοκῶντας, καθ’ ἑκάστην ἡμέραν τοῦτον ἀνιχνεύειν, ἵνα πολὺν τὸν πλοῦτον τῆς περιουσίας τῆς πνευματι‐ | |
30 | κῆς ἐντεῦθεν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπανέλθω‐ μεν. Ἐκεῖ μὲν γὰρ ὁ πλοῦτος ὁ αἰσθητὸς πολλάκις καὶ κινδύνους ἔτεκε τοῖς αὐτὸν κτησαμένοις, καὶ πρὸ τῶν κινδύνων καὶ βραχεῖαν τὴν ἡδονὴν παρέχων ἀθρόον ἀπέπτη, ἢ συκοφαντῶν ἐπιθεμένων, ἢ λῃστῶν, ἢ τοιχω‐ | |
35 | ρύχων, ἢ τῶν οἰκετῶν τῶν φυλαττόντων ὑφελομένων, καὶ δραπετευσάντων. Ἐνταῦθα δὲ οὐδέν ἐστι τοιοῦτον ὑφικέσθαι· ἀνάλωτος γάρ ἐστιν ὁ πνευματικὸς οὗτος θησαυρὸς, καὶ ἐπειδὰν εἰς τὰ ταμιεῖα τῆς διανοίας τῆς ἡμετέρας ἐναποτεθῇ, ἀχείρωτος γίνεται πάσαις ταῖς | |
40 | ἐπιβουλαῖς, μόνον ἐὰν ἡμεῖς μὴ ῥᾳθυμήσαντες χώραν δῶμεν τῷ τοῦτον ἡμῶν ἀφελέσθαι ἐπιθυμοῦντι. Ὁ γὰρ ἐχθρὸς ὁ ἡμέτερος, ὁ πονηρὸς λέγω διάβολος, ἐπειδὰν ἴδῃ πλοῦτον πνευματικὸν συλλεγέντα, μέμηνε καὶ θήγει τοὺς ὀδόντας, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδείκνυται, | |
45 | ὥστε καιρὸν ἐπιτήδειον εὑρεῖν, καὶ ὑφελέσθαι τι τῶν ἔνδον ἡμῖν ἀποκειμένων. Οὐδεὶς δὲ ἐκείνῳ καιρὸς ἐπι‐ τήδειος, εἰ μὴ μόνον ἡ ῥᾳθυμία ἡ ἡμετέρα· διὸ προσ‐ ήκει διηνεκῶς ἡμᾶς ἐγρηγορέναι, καὶ ἀποτειχίζειν ἐκεί‐ νῳ τὰς ἐφόδους. Ἐὰν γὰρ ἴδῃ νήφοντας, καὶ πολλὴν τὴν | |
53.48(50) | ἀγρυπνίαν ἐπιδεικνυμένους, ἐπειδὰν ἅπαξ καὶ δεύτερον ἐπιθέμενος θεάσηται, ὡς ἀνονήτοις ἐπιχειρεῖ, ἄπεισι λοιπὸν καταισχυνθεὶς, εἰδὼς ὅτι οὐδὲν αὐτῷ πλέον ἔσται, ἡμῶν πολλὴν τὴν φυλακὴν ἐπιδεικνυμένων. Ὡς οὖν εἰδότες ὅτι πάντα τὸν παρόντα βίον ἐναγώνιοι τυγχάνειν | |
55 | ὀφείλομεν, οὕτως ἑαυτοὺς καθοπλίζωμεν, ὡσανεὶ παρ‐ εστῶτα τὸν ἐχθρὸν ἔχοντες, καὶ ἀδιαλείπτως ἐπιτη‐ ροῦντα, μή πού τι μικρὸν ἀπονυστάξαντες ἀφορμὴν ἐπιθέσεως αὐτῷ παράσχωμεν. | |
Οὐχ ὁρᾷς τοὺς πολλὰ χρήματα κεκτημένους, ἐπειδὰν | ||
53.49 | ἔφοδον προσδοκῶσι πολεμίων, πόσην πρόνοιαν ἐπὶ τὴν τούτων φυλακὴν ἐπιδείκνυνται· οἱ μὲν θύραις καὶ μοχλοῖς ἐναποκλείοντες, καὶ πᾶσαν ἀσφάλειαν ἐπιδεικνύμενοι· οἱ δὲ καὶ εἰς αὐτὴν τὴν γῆν κατορύττοντες, ὥστε | |
5 | δυνηθῆναι πάντας λαθεῖν; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, τὸν πλοῦτον τῆς ἀρετῆς συναγαγόντας, μετὰ πολλῆς φυλάττειν τοῦτον τῆς ἀκριβείας, καὶ μὴ προτιθέναι ὑπὸ τοῖς τῶν ἁπάντων ὀφθαλμοῖς, ἀλλ’ ἐν τῷ ἀσφαλεστάτῳ τῆς διανοίας ταμείῳ τοῦτον κατακρύπτειν, καὶ πάσας τὰς | |
10 | ἐφόδους ἀποτειχίζειν τῷ τοῦτον ὑφελέσθαι ἐσπουδακότι, ἵνα ἀνάλωτον αὐτὸν διαφυλάξαντες, δυνηθῶμεν τῆς ζωῆς μεθιστάμενοι ἐφόδιά τινα ἔχειν πρὸς τὴν ἐντεῦθεν ἀπο‐ δημίαν. Ὥσπερ γὰρ οἱ ἐπὶ τῆς ξένης τυγχάνοντες, ἐπει‐ δὰν μέλλωσιν εἰς τὴν οἰκείαν ἐπανιέναι πατρίδα, ἀπὸ | |
15 | πολλοῦ τοῦ χρόνου κατὰ μικρὸν σπεύδουσι, καὶ ἐπείγον‐ ται συναγαγεῖν τοσαῦτα τὰ ἐφόδια, ὅσα πρὸς τὸ τῆς ὁδοῦ μῆκος ἀρκεῖν αὐτοῖς δυνήσεται, ἵνα μὴ λάθωσιν ἑαυτοὺς λιμῷ παραδιδόντες· κατὰ τὸ αὐτὸ ἀκόλουθον καὶ ἡμᾶς καθάπερ ἐπὶ ξένης ἐνταῦθα τυγχάνοντας (ξένοι γὰρ | |
20 | πάντες καὶ παρεπίδημοί ἐσμεν), ἐνταῦθα ἤδη σκοπεῖν καὶ προαποτίθεσθαι ἑαυτοῖς τὰ διὰ τῆς ἀρετῆς τῆς πνευ‐ ματικῆς ἐφόδια· ἵν’ ὅταν προστάξῃ ὁ Δεσπότης εἰς τὴν οἰκείαν ἡμᾶς πατρίδα ἐπανελθεῖν, ἐμπαράσκευοι ὦμεν, καὶ τὰ μὲν μεθ’ ἑαυτῶν ἀποκομίσωμεν, τὰ δὲ προπέμ‐ | |
25 | ψαντες ὦμεν. Τοιαύτη γὰρ τῶν ἐφοδίων τούτων ἡ φύσις· ἅπερ ἂν διὰ τῆς τῶν ἀγαθῶν τούτων πράξεων ἐργασίας θελήσωμεν ἑαυτοῖς προαποθέσθαι, προφθάσαντα ἡμᾶς ἐκεῖ, τὰς θύρας ἡμῖν ἀνοίγνυσι τῆς παῤῥησίας τῆς πρὸς τὸν Δεσπότην, καὶ τὴν εἴσοδον προευτρεπίζει, ὥστε | |
30 | μετὰ πάσης ἀδείας εἰσελθεῖν, καὶ πολλὴν εὑρεῖν παρὰ τῷ δικαστῇ τὴν εὔνοιαν. βʹ. Καὶ ἵνα μάθῃς, ἀγαπητὲ, ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἐννόει μοι, ὅτι ὁ τὴν ἐλεημοσύνην μετὰ δαψιλείας ἐργαζόμενος καὶ ἐνταῦθα ἀγαθῷ συνειδότι τρεφόμενος | |
35 | διατελεῖ, καὶ ἐπειδὰν ἐντεῦθεν μεταστῇ. πολλὴν εὑρίσκει παρὰ τῷ δικαστῇ τὴν φιλανθρωπίαν, καὶ τῶν μακαρίων ἐκείνων ῥημάτων ἀκούσεται μετὰ τῶν λοιπῶν· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό‐ | |
40 | σμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν. Τὸ αὐτὸ δὴ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν γινόμενον εὕροι τις ἄν. Οὕτω καὶ ἐπὶ τῆς ἐξομολογήσεως τῶν ἁμαρτιῶν, καὶ ἐπὶ τῶν εὐχῶν τῶν μετὰ ἐκτενείας γινομένων συμβήσε‐ ται. Ὅταν γὰρ ἐν τῇ παρούσῃ ζωῇ διὰ τῆς ἐξομολο‐ | |
45 | γήσεως ἀπονίψασθαι τὰ πεπλημμελημένα δυνηθῶμεν, καὶ τὴν συγχώρησιν εὑρέσθαι παρὰ τοῦ Δεσπότου, ἄπιμεν ἐκεῖ καθαροὶ τῶν ἁμαρτημάτων, καὶ πολλὴν εὑ‐ ρήσομεν τὴν παῤῥησίαν ἡμῖν δωρουμένην. Οὐδὲ γὰρ οἷόν τε λοιπὸν εὑρεῖν τινα παραμυθίαν ἐκεῖ τὸν μὴ ἐν | |
53.49(50) | τῷ παρόντι βίῳ ἀπονιψάμενον τὰ ἡμαρτημένα. Ἐν γὰρ τῷ ᾅδῃ, φησὶ, τίς ἐξομολογήσεταί σοι; Καὶ εἰκότως· οὗτος γάρ ἐστιν ὁ τῶν σκαμμάτων καιρὸς, καὶ τῶν ἀγώνων καὶ τῶν παλαισμάτων· ἐκεῖνος δὲ τῶν στεφά‐ νων, καὶ τῶν ἀμοιβῶν, καὶ τῶν βραβείων. Ἀγωνισώμεθα | |
55 | τοίνυν ὡς ἔτι ἐν τῷ σταδίῳ διάγομεν, ἵνα ἐν τῷ καιρῷ, καθ’ ὃν δεῖ τὸν στέφανον κομίσασθαι καὶ τῶν καμάτων τὰς ἀμοιβὰς, μὴ γενώμεθα τῶν καταισχυνομένων, ἀλλὰ τῶν μετὰ παῤῥησίας τὸν στέφανον ἐπὶ τῆς κεφαλῆς δεχομένων. Ταῦτα οὐχ ἁπλῶς, οὐδὲ μάτην προοιμιαζό‐ | |
60 | μεθα ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλὰ βουλόμενοι καθ’ ἑκάστην ἡμέραν εἰς ὑπόμνησιν ὑμᾶς ἀγαγεῖν τῶν ἀγα‐ | |
θῶν πράξεων, ἵνα τέλειοι καὶ ἀπηρτισμένοι τυγχάνον‐ | Column end | |
53.50 | τες, καὶ κατὰ τὴν τῆς πολιτείας ἀρετὴν διαλάμποντες, γένησθε ἄμεμπτοι καὶ ἀκέραιοι, τέκνα Θεοῦ ἀμώμητα, καὶ φανήσησθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέχοντες, εἰς καύχημα ἡμέτερον, εἰς ἡμέραν Χριστοῦ, | |
5 | ἵνα καὶ μόνον φαινόμενοι ὠφελῆτε τοὺς ὑμῖν συγγινομέ‐ νους, καὶ τῆς προσούσης ὑμῖν εὐωδίας τῆς πνευματικῆς, καὶ τῆς ἀρίστης πολιτείας μεταλαμβάνωσιν οἱ κοινωνοῦν‐ τες ὑμῖν τῆς διαλέξεως. Ὥσπερ γὰρ ἡ τῶν φαύλων συνουσία καταβλάπτειν εἴωθε τοὺς ἀναμιγνυμένους, | |
10 | καθάπερ καὶ ὁ μακάριος Παῦλός φησι, Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· οὕτω καὶ ἡ τῶν ἀγαθῶν συνουσία τὰ μέγιστα ὀνίνησι τοὺς πλησιάζοντας. Διὰ τοῦτο καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης συνεχώρησεν ἀναμεμίχθαι τοὺς ἀγαθοὺς τοῖς πονηροῖς, ἵνα κερδαίνωσί τι ἐκ τῆς | |
15 | συνουσίας, καὶ μὴ ἐναπομένωσι διηνεκῶς τῇ πονηρίᾳ, ἀλλὰ συνεχῆ ὑπόμνησιν ἔχοντες τὴν ἐκείνων θέαν, καρ‐ πώσωνταί τι πλέον ἐκ τῆς τούτων συνουσίας. Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς καὶ τοὺς μὴ μετιόντας αὐ‐ τὴν σφόδρα αὐτὴν αἰδεῖσθαι, καὶ πολὺν τὸν ὑπὲρ αὐτῆς | |
20 | ἔπαινον διεξιέναι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ κακία πά‐ λιν καὶ ὑπ’ αὐτῶν τῶν μετιόντων αὐτὴν διηνεκῶς βάλλε‐ ται ταῖς κατηγορίαις· οὕτως ἐστὶ πᾶσι δήλη καὶ κατα‐ φανὴς, καὶ οὐδένα εὑρήσεις ποτὲ ταχέως ἐπὶ ταύτῃ παῤῥησιαζόμενον· ἀλλὰ καὶ τὸ θαυμαστὸν, ὅτι ἃ διὰ | |
25 | τῶν ἔργων πράττειν ἐπιχειροῦσι, πολλάκις τοῖς λόγοις κακίζουσι, καὶ λανθάνειν τοὺς πολλοὺς βούλονται. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἣν περὶ τὸ τῶν ἀνθρώπων γένος ἐπεδείξατο, τὸ ἑκάστῳ ἡμῶν ἐπιθεῖναι κριτήριον ἀδέκαστον τὸ συνειδὸς, ἔχον ἀκριβῆ τὴν διάγνω‐ | |
30 | σιν τῶν καλῶν καὶ τῶν οὐ τοιούτων· ὃ δὴ μάλιστα καὶ πάσης ἡμᾶς ἀπολογίας ἀποστερῆσαι δυνήσεται, οὐ δι’ ἄγνοιαν προσπταίοντας τοῖς ἁμαρτήμασιν, ἀλλὰ διὸ ῥᾳ‐ θυμίαν ψυχῆς καὶ ἀμέλειαν τῆς ἀρετῆς. γʹ. Ταῦτα καθ’ ἑκάστην ὥραν στρέφοντες παρ’ ἑαυτοῖς, | |
35 | πολλὴν ποιώμεθα τὴν μέριμναν ὑπὲρ τῆς ἑαυτῶν σωτηρίας, ἵνα μὴ, τοῦ χρόνου παρατρέχοντος, λάθω‐ μεν ἑαυτοὺς τὰ μέγιστα ζημιοῦντες. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· ἀκούσωμεν δὲ, εἰ δοκεῖ, τίνα ἐστὶν, ἃ καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται ἡ τοῦ Πνεύ‐ | |
40 | ματος χάρις διὰ τῆς τοῦ Μωϋσέως γλώττης. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς, Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτω. Βλέπε μοι, ἀγαπητὲ, ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν ἀρίστην. Ἐπειδὴ γὰρ εἶπεν ἐν ἀρχῇ, | |
45 | ὅτι Ἦν ἡ γῆ ἀόρατος καὶ ἀκατασκεύαστος, τῷ καὶ τῷ σκότῳ καὶ τοῖς ὕδασι καλύπτεσθαι· εἶτα τῇ δευτέρᾳ ἡμέρᾳ τὸ στερέωμα κελεύσας γενέσθαι, τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, καλέσας τὸ στερέωμα οὐρανόν· νῦν πάλιν διδάσκει ἡμᾶς, ὅτι ἐν τῇ τρίτῃ ἡμέρᾳ τὸ ὕδωρ | |
53.50(50) | τὸ ὑποκάτω τοῦ οὐρανοῦ, ἤτοι τοῦ στερεώματος, προσέταξεν εἰς μίαν συναγωγὴν συνελθὸν χώραν πα‐ ρασχεῖν, καὶ ὀφθῆναι τὴν ξηράν· καὶ ἐγένετο οὕτως Ἐπειδὴ γὰρ ἅπαντα ὑδάτων ἐπεπλήρωτο, κελεύει εἰς μίαν συναγωγὴν ὑδάτων τὸ πλῆθος συνελθεῖν, ἵνα οὕτως | |
55 | ὀφθῇ ἡ ξηρά. Σκόπει πῶς κατὰ μικρὸν ἡμῖν τὴν διακό‐ σμησιν καὶ τὴν εὐμορφίαν αὐτῆς παραδείκνυσι. Καὶ ἐγέ‐ νετο, φησὶν, οὕτω. Πῶς; Ὡς προσέταξεν ὁ Δεσπότης. Εἶπε μόνον, καὶ τὸ ἔργον ἠκολούθησε. Τοῦτο γὰρ ἴδιον Θεοῦ, τὸ κατὰ τὸ ἑαυτοῦ βούλημα τὰ δημιουργήματα | |
60 | ἡνιοχεῖν. Καὶ συνήχθη, φησὶ, τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά. Καθάπερ ἐπὶ τοῦ φωτὸς, σκότους ὄντος παν‐ ταχοῦ, ἐκέλευσε παραχθῆναι τὸ φῶς, καὶ διαχωρισμὸν εἰργάσατο τοῦ φωτὸς καὶ τοῦ σκότους, ὥστε τὸ μὲν | |
65 | τῇ ἡμέρᾳ ἀποκληρῶσαι, τὸ δὲ τῇ νυκτί· καὶ ἐπὶ τῶν | |
ὑδάτων πάλιν τὸ στερέωμα παραγαγὼν, τὰ μὲν τὴν ἄνω | ||
53.51 | χώραν ἐπέχειν ἐκέλευσε, τὰ δὲ ὑπὸ τὸ στερέωμα εἶναι· οὕτω καὶ νῦν αὐτὰ ταῦτα τὰ ὕδατα, τὰ ὑποκάτω τοῦ στε‐ ρεώματος, προστάσσει εἰς μίαν συναγωγὴν συνδραμεῖν, ἵνα φανῇ ἡ ξηρὰ, καὶ τότε καὶ ταύτῃ τὸ οἰκεῖον ἐπιθῇ ὄνομα, | |
5 | ὥσπερ ἐπὶ τοῦ φωτὸς καὶ τοῦ σκότους. Συνήχθη γὰρ, φησὶ, τὰ ὕδατα εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρὰ, καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηρὰν γῆν. Εἶδες, ἀγαπητὲ, πῶς ἀόρατον οὖσαν καὶ ἀκατασκεύαστον, καθά‐ περ ὑπὸ παραπετάσμασί τισι καλυπτομένην τοῖς ὕδασιν | |
10 | ἀπαμφιάσας, ὡς εἰπεῖν, δείκνυσιν ἡμῖν αὐτῆς τέως τὸ πρόσωπον, ἐπιθεὶς αὐτῇ τὴν οἰκείαν προσηγορίαν; Καὶ τὰ συστήματα, φησὶ, τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Ἰδοὺ καὶ τὰ ὕδατα ἔλαβε τὴν οἰκείαν προσηγορίαν. Καθά‐ περ γάρ τις τεχνίτης ἄριστος ἐπειδὰν μέλλῃ κατασκευά‐ | |
15 | ζειν τι σκεῦος διὰ τῆς οἰκείας ἐπιστήμης, οὐ πρότερον τούτῳ τὴν οἰκείαν προσηγορίαν ἐπιτίθησι, μέχρις ἂν τὸ τέλος ἐπιθῇ τῷ κατασκευαζομένῳ· οὕτω δὴ καὶ ὁ φιλάν‐ θρωπος Δεσπότης οὐ πρότερον τὰς προσηγορίας τοῖς στοιχείοις ἐπιτίθησι, μέχρις ἂν εἰς τὴν οἰκείαν χώραν | |
20 | τῷ οἰκείῳ προστάγματι ἐναποθῆται, Ἐπεὶ οὖν ἐδέξατο καὶ ἡ γῆ τὴν ἑαυτῆς προσηγορίαν, καὶ πρὸς τὴν οἰκείαν μορφὴν ἐπανῆλθε, καὶ τὰ ὕδατα συναχθέντα πάλιν τῆς οἰκείας ὀνομασίας ἠξιώθη. Ἐκάλεσε γὰρ, φησὶ, τὰ συστήματα τῶν ὑδάτων θαλάσσας, καὶ ἐπήγαγε πά‐ | |
25 | λιν, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλόν. Ἐπειδὴ γὰρ ἀσθενὴς οὖσα τῶν ἀνθρώπων ἡ φύσις, οὐκ ἤρκει πρὸς ἀξίαν ἐπαι‐ νέσαι τὰ τοῦ Θεοῦ δημιουργήματα, προλαβοῦσα ἡ θεία Γραφὴ τὸν ὑπ’ αὐτοῦ τοῦ δημιουργοῦ ἔπαινον ἡμᾶς διδά‐ σκει. | |
30 | δʹ. Ὅταν τοίνυν μάθῃς, ὅτι καὶ αὐτῷ τῷ παραγαγόντι καλὰ ὤφθη τὰ γεγενημένα, μεῖζον μὲν ἕξεις τὸ θαῦμα, οὐδὲν δὲ πλέον εἰς ἔπαινον καὶ ἐγκωμίου λόγον εἰσενεγ‐ κεῖν δυνήσῃ. Τοιοῦτον γὰρ ἔχεις Δεσπότην τοιαῦτα ἐρ‐ γαζόμενον, ἃ μηδὲ τὸν παρ’ ἡμῶν ἔπαινον δέξασθαι δύ‐ | |
35 | ναται. Πῶς γὰρ ἂν δυνηθείη ἀνθρωπίνη φύσις Θεοῦ ἔργα κατ’ ἀξίαν ἐπαινέσαι. ἢ ὑμνῆσαί ποτε; Καὶ θέα μοι λοιπὸν ἐνταῦθα διὰ τῶν ἐπαγομένων τοῦ εὐμηχάνου Θεοῦ τὴν ἄφατον σοφίαν. Ἐπειδὴ γὰρ φανερὸν ἡμῖν τῆς γῆς τὸ πρόσωπον ἔδειξε, λοιπὸν τῷ οἰκείῳ προστά‐ | |
40 | γματι τὴν προσήκουσαν εὐμορφίαν αὐτῇ χαρίζεται, καλ‐ λωπίζων αὐτῆς τὸ πρόσωπον τῇ ποικιλίᾳ τῶν σπερμά‐ των. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρ‐ | |
45 | πὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ καθ’ ὁμοιότητα, κατὰ γένος ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο οὕτως. Τί ἐστι τὸ, Καὶ ἐγένετο οὕτως; Προσέταξε, φησὶν, ὁ Δεσπότης, καὶ εὐθέως ἡ γῆ τὰς οἰκείας ὠδῖνας διεγείρουσα, πρὸς τὴν τῶν σπερμάτων βλάστην ἑαυτὴν ηὐτρέπισε. Καὶ | |
53.51(50) | ἐξήνεγκε, φησὶν, ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος, καὶ καθ’ ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς. Ἐννόει μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς τῷ ῥήματι τοῦ Δεσπότου τὰ πάντα ἐγένετο | |
55 | τῇ γῇ. Οὔτε γὰρ ἄνθρωπος ἦν ὁ ἐργαζόμενος, οὐκ ἄρο‐ τρον, οὐ βοῶν συνεργία, οὐκ ἄλλη τις περὶ αὐτὴν ἐπι‐ μέλεια, ἀλλὰ μόνον ἤκουσε τοῦ ἐπιτάγματος, καὶ εὐθέως τὰ παρ’ ἑαυτῆς ἐπεδείξατο. Ἐκ τούτου μανθάνομεν, ὅτι καὶ νῦν οὐ τῶν γηπόνων ἡ ἐπιμέλεια, οὐδὲ ὁ πόνος, | |
60 | καὶ ἡ λοιπὴ ταλαιπωρία ἡ κατὰ τὴν γεωργίαν γινομένη τῶν καρπῶν ἡμῖν τὴν φορὰν χαρίζεται, ἀλλὰ πρὸ τού‐ των ἁπάντων τὸ τοῦ Θεοῦ ῥῆμα, τὸ ἐξ ἀρχῆς πρὸς αὐτὴν γενόμενον. Ἄλλως τε δὲ καὶ τὴν μετὰ ταῦτα ἀγνωμο‐ σύνην τῶν ἀνθρώπων διορθουμένη ἡ θεία Γραφὴ, ἀκρι‐ | |
65 | βῶς ἡμῖν ἅπαντα διηγεῖται κατὰ τὴν τάξιν τῶν γεγονό‐ των, ἵνα ἀναστείλῃ τῶν μάτην φθεγγομένων τὰς ἀπὸ | |
τῶν οἰκείων λογισμῶν ληρωδίας τῶν λέγειν ἐπιχει‐ | Column end | |
53.52 | ρούντων, ὅτι τῆς τοῦ ἡλίου συνεργίας δεῖ πρὸς τὴν τῶν καρπῶν τελεσφόρησιν. Εἰσὶ δέ τινες οἳ καὶ τῶν ἄστρων τισὶ ταῦτα ἐπιγράφειν ἐπιχειροῦσι. Διὰ τοῦτο διδάσκει ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι πρὸ τῆς τῶν στοιχείων | |
5 | τούτων δημιουργίας, τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι εἴκουσα ἡ γῆ πάντα τὰ σπέρματα ἐκδίδωσιν, οὐδενὸς ἑτέρου δεηθεῖσα πρὸς συνεργίαν. Ἤρκεσε γὰρ αὐτῇ ἀντὶ πάντων τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Κατακολουθοῦντες τοίνυν τῇ θείᾳ | |
10 | Γραφῇ, μηδέποτε ἀνεχώμεθα τῶν ἁπλῶς τὰ παριστάμενα λεγόντων. Κἂν γὰρ ἄνθρωποι τὴν γῆν ἐργάζωνται, κἂν τὴν ἀπὸ τῶν ἀλόγων συνεργίαν ἔχωσι, καὶ πολλὴν τῇ γῇ ἐπιμέλειαν ἐπιδείξωνται, κἂν ἀέρων εὐκρασία γένη‐ ται, καὶ πάντα τὰ ἄλλα συνδράμῃ, εἰ μὴ τὸ νεῦμα τοῦ | |
15 | Δεσπότου γένοιτο, πάντα εἰκῆ καὶ μάτην, καὶ οὐδὲν ἔσται πλέον τῶν πολλῶν πόνων καὶ καμάτων, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν τελεσφόρησιν χαριζομένης τοῖς γινομένοις. Τίς οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειεν ἐννοῶν, ὅπως τοῦ Δεσπότου τὸ ῥῆμα τὸ λέ‐ | |
20 | γον, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, εἰς αὐτὰς τῆς γῆς τὰς λαγόνας κατελθὸν, καθάπερ πέπλῳ τινὶ θαυμαστῷ, οὕτω τῇ τῶν ἀνθῶν ποικιλίᾳ τῆς γῆς τὸ πρόσωπον κατεκόσμησε; Καὶ ἦν ἰδεῖν ἀθρόον τὴν πρότερον ἄμορφον καὶ ἀκατασκεύαστον τοσοῦτον δεξα‐ | |
25 | μένην τὸ κάλλος, ὡς μικροῦ δεῖν ἁμιλλᾶσθαι τῷ οὐρανῷ. Καθάπερ γὰρ ἐκεῖνος μετ’ οὐ πολὺ μέλλει κοσμεῖσθαι τῇ τῶν ἄστρων ποικιλίᾳ, οὕτω καὶ αὐτὴ τῇ διαφορᾷ τῶν ἀνθῶν οὕτως ἐκαλλωπίσατο, ὡς καὶ τὸν δημιουργὸν εἰς ἔπαινον ἄγειν· Εἶδε γὰρ, φησὶν, ὁ Θεὸς, ὅτι κα‐ | |
30 | λόν. εʹ. Εἶδες πῶς καθ’ ἕκαστον τῶν γινομένων δείκνυσιν ἐπαινοῦντα τὸν δημιουργὸν, ἵνα μετὰ ταῦτα ἡ τῶν ἀν‐ θρώπων φύσις, ταῦτα διδασκομένη, ἐκ τῶν δημιουργη‐ μάτων ἀνατρέχῃ πρὸς τὸν δημιουργήσαντα; Εἰ γὰρ τὰ | |
35 | δημιουργήματα τοιαῦτα ὄντα νικᾷ τὴν φύσιν τὴν ἀνθρω‐ πίνην, καὶ οὐδεὶς ἂν αὐτὰ κατ’ ἀξίαν ἐπαινέσαι δυνή‐ σεται· τί ἄν τις εἰπεῖν δυνηθείη περὶ αὐτοῦ τοῦ δημιουρ‐ γοῦ; Καὶ εἶδε, φησὶν, ὁ Θεὸς, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Ὁρᾷς πῶς | |
40 | τῇ συνεχείᾳ τῆς διδασκαλίας ἐμπῆξαι βούλεται τῇ δια‐ νοίᾳ τῇ ἡμετέρᾳ τῶν λεγομένων τὴν δύναμιν; Ἐχρῆν γὰρ εἰπεῖν, καὶ ἐγένετο ἡμέρα τρίτη. Ἀλλ’ ὅρα πῶς καθ’ ἑκάστην ἡμέραν οὕτω φησὶ, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη· οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ’ | |
45 | ἵνα μὴ συγχέωμεν τὴν τάξιν, μηδὲ νομίζωμεν ἑσπέρας καταλαβούσης τέλος εἰληφέναι τὴν ἡμέραν ἀλλ’ ἴδωμεν, ὅτι ἡ μὲν ἑσπέρα τέλος ἐστὶ τοῦ φωτὸς, καὶ ἀρχὴ τῆς νυκτὸς, ὁ δὲ ὄρθρος τέλος τῆς νυκτὸς καὶ πλήρωμα τῆς ἡμέρας. Τοῦτο γὰρ ἡμᾶς βούλεται διδάξαι ὁ μακάριος | |
53.52(50) | Μωϋσῆς λέγων, Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τρίτη. Καὶ μὴ ξενισθῇς, ἀγαπητὲ, εἰ ταῦτα πολλάκις, καὶ συνεχῶς λέγει ἡ θεία Γραφή. Εἰ γὰρ καὶ μετὰ τὴν τοσαύτην συνέχειαν ἔτι οἱ τῇ πλάνῃ προ‐ κατειλημμένοι Ἰουδαῖοι, οἱ πεπωρωμένοι τὴν καρδίαν, | |
55 | φιλονεικεῖν πειρῶνται, καὶ τὴν ἑσπέραν ἀρχὴν τῆς ἐπιού‐ σης ἡμέρας εἶναι νομίζουσιν, ἀπατῶντες ἑαυτοὺς, καὶ παραλογιζόμενοι, καὶ τῇ σκιᾷ ἔτι παρακαθήμενοι, τῆς ἀληθείας οὕτω πᾶσι δήλης γεγενημένης, καὶ τῷ λύχνῳ προσεδρεύοντες, τοῦ ἡλίου τῆς δικαιοσύνης πανταχοῦ | |
60 | τὰς οἰκείας ἀκτῖνας ἀφιέντος, εἰ μὴ τοσαύτῃ τῇ διδα‐ σκαλίᾳ μετὰ πολλῆς τῆς ἀκριβείας ἐχρήσατο, τίς ἂν | |
ἤνεγκε τῶν ἀγνωμόνων τὴν φιλονεικίαν; | ||
53.53 | Ἀλλ’ ἐκεῖνοι μὲν τῆς οἰκείας ἀνοίας ἀναμενέτωσαν τὰ ἐπίχειρα· ἡμεῖς δὲ οἱ καταξιωθέντες τὰς μαρμαρυγὰς δέξασθαι τοῦ ἡλίου τῆς δικαιοσύνης, πειθώμεθα τῇ τῆς θείας Γραφῆς διδασκαλίᾳ, καὶ τῷ κανόνι ταύτης ἐξακο‐ | |
5 | λουθοῦντες, οὕτω τὰ ὑγιῆ δόγματα ἐναποθώμεθα τοῖς ταμείοις τῆς διανοίας τῆς ἡμετέρας, καὶ μετὰ τῆς τού‐ των φυλακῆς πολλὴν πρόνοιαν τῆς ἑαυτῶν σωτηρίας ποιώμεθα, καὶ τὰ λυμαινόμενα ἡμῶν τὴν κατὰ ψυχὴν ὑγίειαν φεύγωμεν, καθάπερ δηλητηρίων φαρμάκων, | |
10 | πάντων τῶν τοιούτων ἀπεχόμενοι. Πολὺ γὰρ μείζων αὕτη ἡ βλάβη, καὶ τοσούτῳ μείζων, ὅσῳ ψυχὴ σώματος βελτίων. Ἐκεῖνα μὲν γὰρ τὰ φάρμακα τὸν σωματικὸν τοῦτον θάνατον ἐπάγει· τὰ δὲ τὴν ὑγίειαν τῆς ψυχῆς λυμαινόμενα, τὸν αἰώνιον ἡμῖν θάνατον προξενεῖ. Τίνα | |
15 | δέ ἐστι τὰ λυμαινόμενα ἡμᾶς; Πολλὰ μὲν καὶ διάφορα, μάλιστα δὲ τὸ πρὸς τὴν δόξαν ἐπτοῆσθαι τὴν ἀν‐ θρωπίνην, καὶ μὴ εἰδέναι ταύτης ὑπερορᾷν. Τοῦτο γὰρ ἡμῖν αἴτιον πολλῶν γίνεται κακῶν, καὶ εἴ τινα ἔχομεν πλοῦτον πνευματικὸν, τοῦτον κενοῖ, καὶ ἐρήμους ἡμᾶς | |
20 | καθίστησι τῆς ἐντεῦθεν ὠφελείας. Τί οὖν ἂν γένοιτο ταύτης τῆς λύμης ὀλεθριώτερον, ὅταν καὶ ἃ δοκοῦμεν ἔχειν, ἀφίπτασθαι ἡμῶν παρασκευάζει; Οὕτως ὁ Φαρι‐ σαῖος ἐκεῖνος τοῦ τελώνου γέγονεν ἐλάττων, οὐ δυνηθεὶς κρατῆσαι τῆς οἰκείας γλώττης, ἀλλὰ δι’ ἐκείνης, καθά‐ | |
25 | περ διὰ θυρίδος τινὸς ἐκχέας πάντα αὐτοῦ τὸν πλοῦτον. Τοσοῦτόν ἐστι κενοδοξία κακόν. ϛʹ. Εἰπὲ γάρ μοι, τίνος ἕνεκεν καὶ διὰ τί ἐπτόησαι περὶ τὸν τῶν ἀνθρώπων ἔπαινον; Οὐκ οἶσθα, ὅτι καθάπερ σκιὰ, καὶ εἴ τι ταύτης εὐτελέστερον, οὕτως ὁ παρὰ τού‐ | |
30 | των ἔπαινος εἰς τὸν ἀέρα διαχυθεὶς ἀφανίζεται; Ἄλ‐ λως τε καὶ εὐπερίτρεπτος καὶ εὐμετάβλητός ἐστιν ἡ τῶν ἀνθρώπων φύσις, καὶ οἱ αὐτοὶ νῦν μὲν ἐπαινοῦσι, νῦν δὲ κακίζουσι τὸν αὐτόν· ἐπὶ δὲ τῆς τοῦ Θεοῦ ψήφου οὐκ ἄν ποτε τοῦτο γένοιτο. Μὴ τοίνυν ἀνόητοι ὦμεν, | |
35 | μηδὲ εἰκῆ καὶ μάτην ἑαυτοὺς ἀπατῶμεν. Κἂν γὰρ ποιῶ‐ μέν τι ἀγαθὸν, μὴ διὰ τοῦτο δὲ μόνον αὐτὸ μετερχώ‐ μεθα, ἵνα τὴν ἐντολὴν πληρώσωμεν τοῦ ἡμετέρου Δε‐ σπότου, κἀκείνῳ μόνῳ γνώριμοι γενώμεθα, εἰκῆ τὸν πό‐ νον ὑπομένομεν, τοῦ ἐντεῦθεν καρποῦ ἑαυτοὺς ἀποστε‐ | |
40 | ροῦντες. Ὁ γὰρ διὰ τὸ θηρᾶσθαι τὴν παρὰ τῶν ἀνθρώ‐ πων δόξαν τι τῶν ἀγαθῶν ἐργαζόμενος, κἄν τε ταύτης ἀπολαῦσαι δυνηθῇ, κἄν τε μή· πολλάκις γὰρ καὶ διὰ τοῦτο πάντα πράττων οὐδὲ ἐπιτυχεῖν ταύτης δυνήσεται· κἄν τε οὖν ἐπιτύχῃ, κἄν τε ἀποτύχῃ, ἀρκοῦσαν εἴληφεν | |
45 | ἐνταῦθα τὴν ἀμοιβὴν, καὶ οὐδεμίαν λήψεται ἐκεῖ ὑπὲρ τούτου ἀνταπόδοσιν. Διὰ τί; Ἐπειδὴ προλαβὼν ἑαυτὸν ἀπεστέρησε τῆς παρὰ τοῦ κριτοῦ φιλοτιμίας, προτιμήσας τὰ παρόντα τῶν μελλόντων, καὶ τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ψήφου τοῦ δικαίου κριτοῦ. Πάλιν ἂν δι’ αὐτὸ | |
53.53(50) | τοῦτο μόνον ἐργαζώμεθά τι τῶν πνευματικῶν, ὥστε ἐκείνῳ μόνον ἀρέσαι τῷ ἀκοιμήτῳ ὀφθαλμῷ, ᾧ πάντα γυμνά ἐστι καὶ τετραχηλισμένα, καὶ ὁ θησαυρὸς ἡμῖν ἀνάλωτος μένει, καὶ τὰ τῆς ἀμοιβῆς ἀκέραια, καὶ ἡ χρηστὴ προσδοκία ἐντεῦθεν ἡμῖν ἤδη πολλὴν παρέχει | |
55 | τὴν παραμυθίαν, καὶ μετὰ τοῦ ἐν ἀσύλῳ ταμιείῳ ἐκεί‐ νην ἡμῖν διαφυλάττεσθαι τὴν ἀμοιβὴν, καὶ ἡ παρὰ τῶν ἀνθρώπων ἀκολουθήσειε δόξα. Τότε γὰρ αὐτῆς μᾶλλον μετὰ δαψιλείας ἀπολαύομεν, ὅταν αὐτῆς ὑπερορῶμεν, ὅταν αὐτὴν μὴ ζητῶμεν, ὅταν αὐτὴν μὴ διώκωμεν. Καὶ | |
60 | τί θαυμάζεις, εἰ ἐπὶ τῶν τὴν πνευματικὴν φιλοσοφίαν | Column end |
53.54 | μετιόντων τοῦτο γίνεται, ὅπου γε καὶ ἐπὶ τῶν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπτοημένων, τούτων μάλιστα οἱ πλείους καταφρονοῦσι, καὶ ὑπερορῶσι τῶν ἐπιζητεῖν βουλομένων τὴν παρὰ τῶν ἀνθρώπων εὐφημίαν, καὶ εὑ‐ | |
5 | ρήσεις παρὰ πάντων αὐτοὺς σκωπτομένους ἐπὶ τῷ τῆς κενοδοξίας ἐφίεσθαι; Τί οὖν ἀθλιώτερον γένοιτο ἡμῶν τῶν τὰ πνευματικὰ μετιόντων, εἰ μέλλοιμεν ὁμοίως ἐκείνοις περὶ τὰς τῶν ἀνθρώπων κεχηνέναι εὐφημίας, καὶ μὴ ἀρκεῖσθαι τῷ ἐπαίνῳ τῷ παρὰ τοῦ Θεοῦ; καθά‐ | |
10 | περ καὶ ὁ Παῦλός φησιν, Οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ. Οὐχ ὁρᾷς, ἀγαπητὲ, καὶ ἐν ταῖς ἱπποδρομίαις, ὅπως οἱ τοὺς ἵππους ἐλαύνοντες, παντὸς τοῦ δήμου καθημένου, καὶ μυρίας εὐφημίας κα‐ ταχέοντος οὐκ ἐπιστρέφονται, οὐδὲ ἡδονὴν τὴν ἐκ τῆς | |
15 | ἐκείνων εὐφημίας καρποῦνται, ἀλλὰ πρὸς ἕνα μόνον ὁρῶσι τὸν βασιλέα τὸν ἐν μέσῳ καθήμενον, καὶ τῷ νεύ‐ ματι ἐκείνου προσέχοντες παντὸς ὑπερορῶσι τοῦ πλή‐ θους, καὶ τότε μόνον μέγα φρονοῦσιν, ἐπειδὰν ἐκεῖνος αὐτοὺς στεφανώσῃ; Τούτους δὴ καὶ σὺ μιμούμενος, | |
20 | μὴ πολὺν λόγον ποιοῦ τῆς τῶν ἀνθρώπων εὐφημίας, μηδὲ διὰ τοῦτο τὴν ἀρετὴν μετέρχου, ἀλλὰ τὴν παρὰ τοῦ δικαίου κριτοῦ ψῆφον ἀνάμενε, καὶ τῷ ἐκείνου νεύματι προσέχων, οὕτως σου τὸν βίον ἅπαντα οἰκονόμει, ἵνα καὶ ἐνταῦθα διηνεκῶς ᾖς ταῖς χρησταῖς ἐλπίσι τρεφόμε‐ | |
25 | νος, κἀκεῖ τῶν αἰωνίων ἀπολαύσῃς ἀγαθῶν, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
30t | ΟΜΙΛΙΑ ϛʹ. | |
31n | Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ | |
32n | στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν ἐπὶ τῆς γῆς, | |
33n | τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέ‐ | |
34n | σον τῆς νυκτὸς, καὶ ἔστωσαν εἰς σημεῖα, καὶ | |
35n | εἰς καιροὺς καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. | |
36 | αʹ. Βούλομαι τῆς συνήθους ἅψασθαι διδασκαλίας, καὶ ὀκνῶ, καὶ ἀναδύομαι· νέφος γὰρ ἀθυμίας ἐπελθὸν συν‐ έχεε καὶ συνετάραξέ μου τὸν λογισμόν· μᾶλλον δὲ οὐκ ἀθυμίας μόνον, ἀλλὰ καὶ θυμοῦ, καὶ οὐκ οἶδ’ ὅ τι πράξω· | |
40 | ἀπορία γὰρ κατέχει τὴν διάνοιαν. Ὅταν γὰρ ἐννοήσω, ὅτι μικρὸν πνεύσαντος τοῦ διαβόλου, πᾶσαν ἡμῶν ἐκεί‐ νην τὴν συνεχῆ διδασκαλίαν, καὶ τὴν καθημερινὴν παραί‐ νεσιν λήθῃ παραδόντες, εἰς τὴν σατανικὴν πομπὴν ἐκεί‐ νην ἅπαντες δεδραμήκατε, τὴν ἱπποδρομίαν καταλαβόν‐ | |
45 | τες, ποίᾳ προθυμίᾳ δυνήσομαι πάλιν τὴν πρὸς ὑμᾶς ποιήσασθαι διδασκαλίαν, τῶν προτέρων οὕτως ἀθρόον διαῤῥυέντων; Τὸ γὰρ μάλιστα ἐπιτεῖνόν μοι τὴν ἀθυμίαν, καὶ σφοδρότερόν μοι τὸν θυμὸν ἐργαζόμενον τοῦτό ἐστιν, ὅτι μετὰ τῆς παραινέσεως τῆς ἡμετέρας, καὶ τὴν αἰδῶ | |
53.54(50) | τῆς ἁγίας τεσσαρακοστῆς ἐξεβάλετε τῆς ἑαυτῶν ψυχῆς, καὶ οὕτω τοῖς τοῦ διαβόλου δικτύοις ἑαυτοὺς ἐκδεδώκατε. Πῶς ἄν τις δυνηθείη, κἂν λιθίνην ἔχῃ ψυχὴν, πράως ἐνεγκεῖν τὴν τοσαύτην ὑμῶν ὀλιγωρίαν; Αἰσχύνομαι, πι‐ στεύσατε, καὶ ἐρυθριῶ, ὅταν ἴδω μάτην ἡμᾶς πονουμένους, | |
55 | καὶ εἰς πέτρας τὸν σπόρον καταβάλλοντας. Ἀλλ’ ἐμοὶ μὲν κἄν τε ἀκούητε τῶν λεγομένων, κἄν τε παρα‐ κούητε, τὰ τῶν μισθῶν ἀπηρτισμένα τυγχάνει. Τὸ γὰρ ἐμαυτοῦ πᾶν ποιῶν διετέλεσα, καὶ τὸ ἀργύριον κατέβα‐ λον, καὶ τὴν νουθεσίαν ἐποιησάμην· δέδοικα δὲ καὶ | |
60 | ἀγωνιῶ μὴ τούτῳ αὐτῷ πλείονος ἡμῖν κατηγο‐ ρήσεως αἴτιος γένωμαι. Ὁ γὰρ δοῦλος, φησὶν, ἐκεῖνος ὁ εἰδὼς τὸ θέλημα τοῦ κυρίου αὐτοῦ, καὶ μὴ ποιήσας, δαρήσεται πολλάς. Οὐδὲ γὰρ εἰς ἄγνοιαν ὑμῶν τις ἔχει καταφυγεῖν, οὕτως ἡμῶν καθ’ ἑκάστην ἡμέραν τὰ αὐτὰ | |
65 | ἐνηχούντων καὶ ὑποδεικνύντων καὶ τὰς διαβολικὰς πάγας, | |
53.55 | καὶ τῆς ἀρετῆς τὴν πολλὴν εὐκολίαν, ἐὰν νήφειν βουλοί‐ μεθα. Ἢ οὐκ ἴστε ὅτι τοὺς οὕτω τῆς ἑαυτῶν σωτηρίας ἀμελοῦντας, καί ποτε μὲν ἐνταῦθα παραγινομένους, ἄλλοτε δὲ εἰς τὰ τοῦ διαβόλου δίκτυα ἑαυτοὺς ἐκδιδόντας | |
5 | τοῖς κυσὶ παραβάλλει ἡ θεία Γραφή; Ἄνθρωπος γὰρ, φησὶν, ἀποστρέφων ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ καὶ πάλιν εἰς αὐτὴν ἐπανιὼν, ὅμοιός ἐστι κυνὶ ἐπιστρέφοντι ἐπὶ τὸν ἴδιον ἔμετον. Ὁρᾷς τίνι ἐοίκασιν οἱ πρὸς τὴν θέαν ἐκείνην τὴν παράνομον δεδραμηκότες; Οὐκ ἠκούσατε | |
10 | τοῦ Χριστοῦ λέγοντος, Πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμ‐ μον, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέῤῥηξαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσε, καὶ ἦν ἡ πτῶ‐ | |
15 | σις αὐτῆς μεγάλη; Οἱ δὲ εἰς τὴν ἱπποδρομίαν δεδραμηκό‐ τες καὶ τούτου χείρους γεγόνασιν. Ἐκείνου γὰρ ἡ οἰκία κἂν μετὰ τὴν προσβολὴν τὴν κατάπτωσιν ὑπέμεινε· ποτα‐ μοὺς γὰρ καὶ ἀνέμους εἶπεν, οὐχ ἵνα ὑδάτων πλῆθος αἰνίξηται ἡμῖν καὶ ἀνέμων σφοδρότητα, ἀλλὰ τῶν | |
20 | πειρασμῶν τὴν ἐπαγωγὴν τὴν σφοδράν· καὶ τὴν κατά‐ πτωσιν τῆς οἰκίας, οὐχ ἵνα περὶ αἰσθητῆς οἰκίας νομί‐ σωμεν· περὶ γὰρ ψυχῆς ὁ λόγος τῆς ἀπὸ τῆς τῶν δεινῶν προσβολῆς καταπιπτούσης, καὶ μὴ δυνηθείσης ἀντισχεῖν· ἐφ’ ὑμῶν δὲ οὔτε ἄνεμος ἐκινήθη, οὔτε | |
25 | ποταμοὶ προσέῤῥηξαν, ἀλλ’ ἁπλῶς αὔρα τις μικρὰ διαβολικὴ ἔπνευσε, καὶ πάντας ὑμᾶς ἀνεῤῥίπισε. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ’ ἄν; τί τῆς νηστείας ὄφελος, εἰπέ μοι; τί τῆς ἐνταῦθα συνελεύσεως τὸ κέρδος; Τίς οὐκ ἂν καὶ ὑπὲρ ὑμῶν στενάξειε, καὶ ἡμᾶς ταλανί‐ | |
30 | σειεν; Ὑπὲρ ὑμῶν μὲν, ὅτι ἅπαντα, ὅσα συνηγάγετε, ὑφ’ ἓν ἐξεχέατε, καὶ τὰς θύρας τῆς διανοίας ὑμῶν ἀν‐ επετάσατε τῷ πονηρῷ δαίμονι, ὥστε καὶ εἰσελθεῖν, καὶ μετὰ πολλῆς τῆς εὐκολίας πάντα ὑμῶν ἐκφορῆσαι τὸν πλοῦτον τὸν πνευματικόν· ἡμᾶς δὲ ταλανίσειεν εἰκότως, | |
35 | ὅτι εἰς νεκρὰς οὕτως ἐνηχοῦμεν ἀκοὰς, καὶ τοσαύτην ζημίαν ὑπομένομεν καθ’ ἑκάστην ἡμέραν σπείροντες μὲν, μηδὲν δὲ καρποῦσθαι δυνάμενοι. Μὴ γὰρ διὰ τοῦτο λέγειν σπουδάζομεν, ὥστε ἁπλῶς τέρψαι ὑμῶν τὴν ἀκοὴν, ἢ ὡς τοῦ παρ’ ὑμῶν ἐπαίνου ἐφιέμενοι; Εἰ | |
40 | μὴ μέλλοιτέ τι κερδαίνειν ἐκ τῶν παρ’ ἡμῶν λεγομένων, βέλτιον ἡμᾶς σιγῆσαι λοιπόν. Οὐδὲ γὰρ βούλομαι ὑμῖν πλείονα τὴν κατάκρισιν ἐργάζεσθαι. Καθάπερ γὰρ ἔμπορος, ἐπειδὰν πολὺν τὸν φόρτον συναγάγῃ, καὶ πεπληρωμένην τὴν ὁλκάδα ἔχων πολλοῦ τοῦ πλούτου, | |
45 | ἀθρόας καταιγίδος προσπεσούσης, καὶ τῆς τῶν πνευμά‐ των βίας περιγενομένης αὔτανδρον καταδύσῃ τὸ σκάφος, ἐλεεινὸν ἅπασι θέαμα γίνεται, γυμνὸς ἐξαίφνης φανεὶς, καὶ μετὰ πολὺν καὶ ἄφατον πλοῦτον ἐν ἐσχάτῃ πενίᾳ καταστὰς, τὸν αὐτὸν δὴ τρόπον καὶ ὑμᾶς νῦν ὁ | |
53.55(50) | διάβολος διέθηκεν. Εὑρὼν γὰρ ὑμῶν πεπληρωμένην τὴν ὁλκάδα τὴν πνευματικὴν πολλοῦ πλούτου, καὶ ἄφατον ἰδὼν τὸν θησαυρὸν, ὃν ἀπό τε τῆς νηστείας, ἀπό τε τῆς συνεχοῦς διδασκαλίας συναγαγεῖν ἠδυνήθητε, καθάπερ καταιγίδα τινὰ ἐπαφεὶς τὴν ἀνόνητον ἐκείνην καὶ ἐπι‐ | |
55 | βλαβῆ τῶν ἵππων ἅμιλλαν, δι’ ἐκείνης ἐρήμους καὶ γυμνοὺς πάσης τῆς εὐπορίας κατέστησεν. βʹ. Οἶδα ὅτι σφοδρᾷ τῇ ἐπιτιμήσει κέχρημαι, ἀλλὰ σύγγνωτε, παρακαλῶ· τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχή. Οὐδὲ γὰρ ἐξ ἀπεχθείας ταῦτα φθέγγομαι, ἀλλ’ ἀπὸ κη‐ | |
60 | δεμονίας καὶ φιλοστόργου ψυχῆς· διὸ τῆς σφοδρότητος | |
μικρὸν καθυφεὶς, ἐπειδὴ αὐτῆς τῆς νομῆς τοῦ ἕλκους | Column end | |
53.56 | περιγέγονα, βούλομαι καὶ εἰς ἐλπίδας χρηστὰς ἀγαγεῖν τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἀπογνῶναι, μηδὲ ἀπαγο‐ ρεῦσαι. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν αἰσθητῶν γίνεται πραγμάτων, οὕτω καὶ ἐνταῦθα συμβαίνει· ἐκεῖ μὲν γὰρ | |
5 | οὐκ ἔνι τὸν ἀπὸ τοῦ πλούτου ἐκείνου εἰς τὴν ἐσχάτην πενίαν κατενεχθέντα εὐθέως ἀνενεγκεῖν· ἐνταῦθα δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἐὰν βουλώμεθα μόνον κα‐ ταγνῶναι τῶν ἤδη εἰργασμένων ἡμῖν, καὶ μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, δυνάμεθα ταχέως ἐπὶ τὴν προ‐ | |
10 | τέραν εὐπορίαν ἐπανελθεῖν. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, οὕτω φιλότιμος καὶ μεγαλόδωρος· καὶ βοᾷ διὰ τοῦ προφήτου, λέγων· Οὐ θελήσει θέλω τὸν θά‐ νατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Οἶδα ὅτι εὐγνώμονες ὄντες αἰσθάνεσθε τῶν | |
15 | ἐπταισμένων ὑμῖν. Οὐ μικρὰ δὲ ὁδὸς πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς τὸ εἰδέναι τῶν ἡμαρτημένων τὸ μέγεθος. Ἀλλὰ μή μοι πάλιν τῆς διαβολικῆς ἐκείνης ἀπάτης ῥή‐ ματά τις παραγέτω, λέγων· ποῖον γὰρ ἁμάρτημα, ἰδεῖν ἵππους τρέχοντας; Ἐὰν γὰρ βουληθῇς εὐγνωμόνως κα‐ | |
20 | ταμαθεῖν ἅπαντα τὰ ἐκεῖ γινόμενα, εὑρήσεις πάντα μεστὰ σατανικῆς ἐνεργείας. Οὐ μόνον γὰρ ἵππους τρέ‐ χοντας ἔστιν ἰδεῖν, ἀλλὰ καὶ κραυγῶν, καὶ βλασφημιῶν, καὶ μυρίων ἀκαίρων ἔστιν ἀκοῦσαι λόγων, καὶ γυναῖκας ἡταιρηκυίας εἰς τὸ μέσον παριούσας ἰδεῖν, καὶ νέους | |
25 | πρὸς τὴν τῶν γυναικῶν ἁπαλότητα ἑαυτοὺς ἐκδιδόντας. Ἢ μικρά σοι ταῦτα δοκεῖ εἶναι πρὸς τὸ τὴν ψυχὴν αἰχμάλωτον ἐργάσασθαι; Εἰ γὰρ καὶ αἱ ἀπὸ ταὐτομάτου συντυχίαι πολλάκις ὑπεσκέλισαν καὶ κατέβαλον, καὶ εἰς αὐτὸ τῆς ἀπωλείας τὸ βάραθρον κατήνεγκαν τὸν μὴ | |
30 | προσέχοντα, τί εἰκὸς παθεῖν τοὺς ἐπ’ αὐτὸ τοῦτο ἐκεῖ παραγινομένους, καὶ τοὺς ὀφθαλμοὺς ἑστιῶντας ταῖς παρανόμοις ἐκείναις θέαις, καὶ ἀπηρτισμένους μοιχοὺς ἐκεῖθεν κατιόντας; Εἰδὼς γὰρ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τῆς φύσεως τῆς ἡμετέρας τὸ εὐεπηρέαστον, | |
35 | καὶ τῆς τοῦ διαβόλου κακουργίας τὸ πανοῦργον καὶ πο‐ λύπλοκον, ἐκ πολλοῦ τοῦ περιόντος τειχίζων ἡμᾶς, καὶ βουλόμενος ἀναλώτους ἐργάσασθαι ταῖς τούτου παγίσι, τὸν νόμον τοῦτον τέθεικεν, λέγων· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευ‐ | |
40 | σεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ, μοιχείαν ἀπηρτισμέ‐ νην καλῶν τὴν μετὰ περιεργίας θεωρίαν γεγενημένην. Μὴ τοίνυν μοι λέγε λοιπόν· τὶ γὰρ βλάβος ἀπὸ τῆς ἐκεῖσε διατριβῆς; Καὶ αὐτὸ γὰρ μόνον τὸ τῆς τῶν ἵππων ἁμίλλης ἱκανὸν πολὺν τῇ ψυχῇ τὸν ὄλεθρον ἐπ‐ | |
45 | αγαγεῖν. Ὅταν γὰρ ὑπὲρ ἀνονήτων, καὶ μὴ μόνον μηδὲν τῇ ψυχῇ συμβαλλομένων, ἀλλὰ καὶ λυμαινομένων αὐτῇ τὸν καιρὸν καταναλίσκωμεν, καὶ διαπληκτιζώμεθα, καὶ μυρία ῥητὰ καὶ ἄῤῥητα φθεγγώμεθα, τίς ἡμῖν ἔσται συγγνώμη; ποία δὲ ἀπολογία; Καὶ ἐνταῦθα μὲν ἐὰν | |
53.56(50) | μικρὸν παρατείνωμεν τὴν διδασκαλίαν, πολλοὶ δυσχεραί‐ νουσι καὶ ἀλύουσι, καὶ πόνον τοῦ σώματος καὶ κάματον προβάλλονται, καὶ ταῦτα τοῦ θαυμαστοῦ τούτου ὀρόφου ἱκανοῦ ὄντος παραμυθήσασθαι· οὔτε γὰρ ὑπὸ κρυμοῦ ἔστιν ἐνοχληθῆναι, οὔτε ὑπὸ ὑετοῦ, ἢ τῆς τῶν ἀνέμων | |
55 | σφοδρότητος· ἐκεῖ δὲ καὶ ὑετοῦ λάβρου καταῤῥηγνυμέ‐ νου, καὶ ἀνέμων σφοδρῶν πνεόντων, καὶ ἄλλοτε τοῦ ἡλίου θερμὴν τὴν ἀκτῖνα ἀφιέντος, οὐ μίαν οὐδὲ δύο ὥρας, ἀλλὰ τὸ πλέον τῆς ἡμέρας διημερεύουσι, καὶ οὔτε ὁ γέρων αἰδεῖται τὴν πολιὰν, οὔτε ὁ νέος αἰσχύνεται πρὸς | |
60 | τὰ τῆς πολιᾶς ὑπεκκαύματα βαδίζων· ἀλλὰ τοσαύτη ἡ ἀπάτη, ὡς καὶ μεθ’ ἡδονῆς τὸ δέλεαρ ἐκεῖνο τῶν ψυχῶν προσίεσθαι, καὶ μὴ ἐννοεῖν τῆς ἡδονῆς μὲν τῆς ἐπι‐ βλαβοῦς τὸ βραχὺ καὶ πρόσκαιρον, τῆς δὲ ὀδύνης τὸ διηνεκὲς, καὶ τοῦ συνειδότος τὴν κατηγορίαν. Ὁρῶ γὰρ | |
65 | ἐνίων καὶ νῦν τὰ πρόσωπα, καὶ στοχάζομαι τῆς ψυχῆς τὴν κατάστασιν, καὶ ὅση νῦν αὐτοῖς ἡ μετάνοια εἰσ‐ | |
έρχεται. Ἀλλ’ ὅπως μὴ πάλιν τοῖς αὐτοῖς περιπέσητε, | ||
53.57 | μηδὲ μετὰ τὴν τοσαύτην ἡμῶν παραίνεσιν πάλιν ἐπὶ τὰ σατανικὰ συνέδρια ἐκεῖνα δράμητε, ἀναγκαῖον διαμαρ‐ τύρασθαι. Οὐδὲ γὰρ πάντοτε καλὸν προσηνῆ φάρμακα ἐπιτιθέναι, ἀλλ’ ὅταν ᾖ τὸ ἕλκος δυσένδοτον, δεῖ καὶ τὰ | |
5 | στύφοντα καὶ τὰ δάκνειν δυνάμενα προσάγειν, ἵνα ταχεῖα γένηται ἡ διόρθωσις. γʹ. Μαθέτωσαν τοίνυν ἅπαντες οἱ τοῖς ἐγκλήμασιν ὑπεύ‐ θυνοι, ὅτι εἰ καὶ μετὰ ταύτην ἡμῶν τὴν παραίνεσιν πάλιν τῇ αὐτῇ ῥᾳθυμίᾳ ἐπιμένωσιν, οὐκ ἀνεξόμεθα, ἀλλὰ | |
10 | τοῖς νόμοις τῆς Ἐκκλησίας χρησάμενοι μετὰ πολλῆς αὐ‐ τοὺς τῆς σφοδρότητος διδάξομεν, μὴ τοιαῦτα πλημμελεῖν, μηδὲ μετὰ τοσαύτης καταφρονήσεως τῶν θείων ἀκούειν λογίων. Καὶ ταῦτα οὐ περὶ πάντων λέγω τῶν ἐνταῦθα συνειλεγμένων, ἀλλὰ περὶ τῶν ὑπευθύνων τοῖς λεγομέ‐ | |
15 | νοις. Ὁ μὲν γὰρ λόγος πρὸς ἅπαντας διαλέγεται· ἕκα‐ στος δὲ τῶν ἀκουόντων δεχέσθω τὸ κατάλληλον φάρ‐ μακον· ὁ μὲν τῷ ἁμαρτήματι ὑπεύθυνος, ὥστε μέχρι τούτου στῆσαι τὰ τῆς ῥᾳθυμίας, καὶ μὴ περαιτέρω προ‐ ελθεῖν, ἀλλὰ διὰ τῆς μετὰ ταῦτα σπουδῆς ἀνακαλέσασθαι | |
20 | ἑαυτὸν, καὶ τῶν ἐπταισμένων ποιήσασθαι τὴν διόρθω‐ σιν· ὁ δὲ ἀνεύθυνος ἀσφαλέστερος γενέσθω πρὸς τὸ μὴ ἁλῶναι, μηδὲ ὑπεύθυνος γενέσθαι ποτέ. Ἀλλ’ ἵνα δι’ αὐτῶν τῶν πραγμάτων πείσωμεν τὴν ὑμετέραν ἀγάπην, ὅτι ἀπὸ φιλοστοργίας καὶ πολλῆς κηδεμονίας δακνόμενοι | |
25 | τὴν ψυχὴν, καὶ σφόδρα ὑπὲρ τῆς σωτηρίας τῆς ὑμετέ‐ ρας δεδοικότες, ταῦτα εἰπεῖν προήχθημεν, φέρε πάλιν ἑαυτοὺς ταῖς χρησταῖς ἐλπίσι τρέφοντες τὴν συνήθη παραθῶμεν ὑμῖν διδασκαλίαν, δεικνύντες ὑμῖν τὴν πα‐ τρικὴν εὔνοιαν, ἢν περὶ ὑμᾶς ἔχομεν· ἀλλὰ, παρακαλῶ, | |
30 | μετ’ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, ἵνα καρπώ‐ σησθέ τι πλέον, καὶ οὕτως οἴκαδε ἐπανέλθητε. Ἀναγ‐ καῖον δὲ ταῦτα τὰ ἀναγνωσθέντα εἰπεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Γενηθήτωσαν φω‐ στῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ εἰς φαῦσιν | |
35 | ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας, καὶ ἀναμέσον τῆς νυκτός. Καὶ ἔστωσαν εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐ‐ ρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο | |
40 | οὕτως. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς, ὅπως τὴν ἀμορφίαν τῆς γῆς ἐκαλλώπισεν ὁ τῶν ὅλων δημιουργὸς ταῖς βοτάναις, καὶ τῇ τῶν ἀνθῶν ποικιλίᾳ, καὶ τῇ βλάστῃ τῶν σπερμάτων, σήμερον πά‐ λιν μετήγαγε τὸν λόγον ἐπὶ τὸν τοῦ οὐρανοῦ κόσμον. | |
45 | Καθάπερ γὰρ ἡ γῆ καλλωπίζεται διὰ τῶν ἐξ αὐτῆς ἀνα‐ διδομένων, οὕτω τὸν οὐρανὸν τοῦτον τὸν ὁρώμενον φαι‐ δρότερον καὶ λαμπρότερον εἰργάσατο, τῇ τε τῶν ἄστρων ποικιλίᾳ καταστίξας αὐτὸν, καὶ τῇ δημιουργίᾳ τῶν δύο φωστήρων τῶν μεγάλων, λέγω τοῦ ἡλίου καὶ τῆς | |
53.57(50) | σελήνης. Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τοὺς δύο φω‐ στῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω εἰς ἀρχὰς νυκτὸς, καὶ τοὺς ἀστέρας. Εἶδες σοφίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, καὶ παρήχθη τὸ στοιχεῖον | |
55 | τοῦτο τὸ θαυμαστὸν, ὁ ἥλιος λέγω. Τοῦτον γὰρ καλεῖ φωστῆρα μέγαν, καί φησιν αὐτὸν εἰς ἀρχὰς τῆς ἡμέ‐ ρας γεγενῆσθαι. Οὗτος γὰρ φαιδροτέραν τὴν ἡμέραν ἀπεργάζεται, καθάπερ μαρμαρυγάς τινας τὰς οἰκείας ἀκτῖνας ἀφιεὶς, καὶ καθ’ ἑκάστην ἡμέραν ἀκμαῖον τὸ | |
60 | οἰκεῖον κάλλος ἐπιδεικνύμενος, καὶ ἅμα τῷ ὄρθρῳ φαινό‐ μενος, καὶ πᾶσαν τὴν τῶν ἀνθρώπων φύσιν διεγείρων πρὸς τὴν τῶν οἰκείων ἔργων ἐπιτήδευσιν. Τούτου τὸ κάλλος ἐμφαίνων ὁ μακάριος προφήτης φησί· Καὶ αὐ‐ τὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, | |
65 | ἀγαλλιάσεται ὡς γίγας δραμεῖν ὁδὸν αὐτοῦ· ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος αὐτοῦ, καὶ τὸ κατάν‐ τημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρανοῦ. Ὁρᾷς ὅπως καὶ τὸ κάλλος ἡμῖν παρεδήλωσε, καὶ τὸ τάχος τῆς ἐνερ‐ | |
γείας; Εἰπὼν γὰρ, Ἀπ’ ἄκρου τοῦ οὐρανοῦ ἡ ἔξοδος | Column end | |
53.58 | αὐτοῦ, καὶ τὸ κατάντημα αὐτοῦ ἕως ἄκρου τοῦ οὐρα‐ νοῦ, ἐσήμανεν ἡμῖν, ὅπως ἐν μιᾷ καιροῦ ῥοπῇ πᾶσαν διατρέχει τὴν οἰκουμένην, καὶ ἀπὸ περάτων εἰς πέρατα τὰς οἰκείας ἀκτῖνας ἀφίησι, πολλὴν τὴν ἑαυτοῦ χρείαν | |
5 | παρεχόμενος. Οὔτε γὰρ θερμαίνει μόνον, ἀλλὰ καὶ ξη‐ ραίνει· καὶ οὐ ξηραίνει μόνον, ἀλλὰ καὶ καίει. καὶ πολ‐ λὰς καὶ διαφόρους ἡμῖν τὰς χρείας παρέχεται, καὶ πολὺ τοῦ στοιχείου τούτου τὸ θαῦμα, καὶ οὐκ ἄν τις κατ’ ἀξίαν ἅπαντα εἰπεῖν δυνηθείη. Ταῦτα δὲ λέγω, καὶ | |
10 | ἐπαίρω τῷ λόγῳ τὸ στοιχεῖον, ἵνα μὴ μέχρι τούτου στῇς, ἀγαπητὲ, ἀλλ’ ἐντεῦθεν ἀναδράμῃς, καὶ ἐπὶ τὸν τοῦ στοιχείου δημιουργὸν τὸ θαῦμα μεταγάγῃς. Ὅσῳ γὰρ ἂν μέγα δειχθῇ τὸ στοιχεῖον, τοσούτῳ πολὺ τοῦ δημιουργοῦ τὸ θαῦμα δείκνυται. | |
15 | δʹ. Ἀλλ’ οἱ Ἑλλήνων παῖδες θαυμάσαντες καὶ ἐκπλα‐ γέντες τὸ στοιχεῖον, οὐκ ἠδυνήθησαν διαβλέψαι, καὶ τὸν παραγαγόντα ἀνυμνῆσαι, ἀλλ’ ἐναπέμειναν τῷ στοιχείῳ, καὶ τοῦτο ἐθεοποίησαν· διὰ τοῦτο καὶ ὁ μα‐ κάριος Παῦλός φησι, Καὶ ἐσεβάσθησαν, καὶ ἐλάτρευ‐ | |
20 | σαν τῇ κτίσει παρὰ τὸν κτίσαντα. Τί γὰρ ἂν αὐτῶν ἀνοητότερον γένοιτ’ ἂν, μὴ δυνηθέντων ἐκ τοῦ δημιουρ‐ γήματος τὸν δημιουργὸν καταμαθεῖν, ἀλλὰ τοσαύτην πλάνην πλανηθέντων, ὡς τὸ κτίσμα καὶ τὸ ποίημα εἰς τὴν αὐτὴν τάξιν τῷ δημιουργῷ ἀναγαγεῖν; Διά τοι τοῦτο | |
25 | καὶ ἡ θεία Γραφὴ προειδυῖα τὸ πρὸς πλάνην τῶν ῥᾳθύ‐ μων ἐπιῤῥεπὲς, μετὰ τρεῖς ἡμέρας διδάσκει ἡμᾶς τού‐ του τοῦ στοιχείου τὴν δημιουργίαν γεγενῆσθαι, μετὰ τὸ πάντα τὰ σπέρματα ἀπὸ τῆς γῆς ἀναδοθῆναι, μετὰ τὸ ἀπολαβεῖν τὴν γῆν τὸν οἰκεῖον κόσμον· ἵνα μηδενὶ ἐξῇ | |
30 | τῶν μετὰ ταῦτα λέγειν, ὅτι ἄνευ τῆς τούτου ἐνεργείας, οὐκ ἂν ἐτελεσφορήθη τὰ ἀπὸ τῆς γῆς. Διὰ τοῦτο δείκνυσί σοι πρὸ τῆς τούτου δημιουργίας ἅπαντα πεπληρωμένα, ἵνα μὴ τούτῳ ἐπιγράφῃς τῶν καρπῶν τὴν τελεσφόρησιν, ἀλλὰ τῷ τῶν ἁπάντων δημιουργῷ, τῷ ἐξ ἀρχῆς εἰπόντι· | |
35 | Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου. Εἰ δὲ λέγοιεν, ὅτι συντελεῖ τι καὶ τοῦ ἡλίου ἡ χρεία πρὸς τὸ τοὺς καρ‐ ποὺς πεπαίνεσθαι, οὐδὲ ἐγὼ ἀντιλέγω. Ὥσπερ γὰρ καὶ τὸν γηπόνον λέγων συνεργεῖν πρὸς τὴν τῆς γῆς ἐργα‐ σίαν, οὐ τῷ γηπόνῳ τὸ πᾶν λογίζομαι, ἀλλὰ κἂν μυ‐ | |
40 | ριάκις ὁ γηπόνος τὰ παρ’ ἑαυτοῦ ἐπιδείξηται, εἰ μὴ ὁ τῷ οἰκείῳ προστάγματι ἐξ ἀρχῆς αὐτὴν διεγείρας πρὸς τὴν τῶν καρπῶν αὐτὴν γένεσιν κινῆσαι βουληθῇ, οὐδὲν ὄφελος τῶν πολλῶν καμάτων· τὸν αὐτὸν δὴ τρόπον φημὶ, ὅτι κἂν μετὰ τοῦ γηπόνου καὶ ἡ τοῦ ἡλίου συνέργεια | |
45 | συμβάληται, καὶ ἡ τῆς σελήνης, καὶ ἡ τῶν ἀέρων εὐ‐ κρασία, οὐδὲ οὕτως ἔσται τι πλέον, μὴ τῆς ἄνωθεν δεξιᾶς συνεφαπτομένης· ἐκείνης δὲ τῆς κραταιᾶς χειρὸς βου‐ λομένης, καὶ ἡ παρὰ τῶν στοιχείων ἐνέργεια μέγιστα συμβαλεῖται. Ταῦτα μετὰ ἀκριβείας κατέχοντες ἐπιστο‐ | |
53.58(50) | μίζετε τοὺς ἔτι πλανᾶσθαι βουλομένους, καὶ μὴ συγχω‐ ρεῖτε τὸ τοῦ δημιουργοῦ σέβας τοῖς κτίσμασιν ἀπονέ‐ μειν. Διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ οὐ μόνον τὸ κάλλος αὐτοῦ ἡμῖν δείκνυσι, καὶ τὸ μέγεθος, καὶ τὴν χρείαν, διὰ τοῦ εἰπεῖν, Ὡς νυμφίος, καὶ, Ἀγαλλιάσεται ὡς | |
55 | γίγας δραμεῖν ὁδὸν, ἀλλὰ καὶ τὸ ἀσθενὲς καὶ οὐδαμι‐ νόν. Ἄκουσον γὰρ τί φησιν ἀλλαχοῦ· Τί φωτεινότερον ἡλίου; καὶ τοῦτο ἐκλείπει. Μή σε ἀπατάτω, φησὶν, ἡ θέα· ἐὰν γὰρ βουληθῇ ὁ δημιουργήσας προστάξαι, ὡς οὐδὲ γεγονὼς ἀφίπταται. Ταῦτα εἰ συνεῖδον Ἑλλήνων | |
60 | παῖδες, οὐκ ἂν τοσαύτην πλάνην ἐπλανήθησαν, ἀλλ’ εἶδον ἂν καλῶς, ὅτι προσήκει ἐκ τῆς τῶν δημιουργημά‐ των θεωρίας ἐπὶ τὸν δημιουργὸν ἀναδραμεῖν. Διὰ τοῦτο καὶ τῇ τετάρτῃ ἡμέρᾳ αὐτὸν ἐδημιούργησεν, ἵνα μὴ νομίσῃς τοῦτον συνιστᾷν τὴν ἡμέραν. Ὃ γὰρ ἐπὶ τῶν | |
65 | σπερμάτων εἴπομεν, τοῦτο καὶ ἐπὶ τῆς ἡμέρας ἐροῦμεν, ὅτι ἐγένοντο μὲν τρεῖς ἡμέραι πρὸ τῆς τούτου δημιουρ‐ γίας. Ἐβουλήθη δὲ ὁ Δεσπότης καὶ διὰ τοῦ στοιχείου τού‐ | |
του φαιδρότερον τὸ φῶς τῆς ἡμέρας ἐργάσασθαι· τὸ | ||
53.59 | αὐτὸ καὶ ἐπὶ τοῦ ἐλάττονος φωστῆρος εἴποιμεν ἂν, τῆς σελήνης λέγω· γεγόνασι γὰρ τρεῖς νύκτες πρὸ τῆς ταύτης δημιουργίας. Ἀλλ’ ὅμως καὶ αὐτὴ παραχθεῖσα τὴν παρ’ ἑαυτῆς εἰσφέρει χρείαν, διασκεδάζουσα τῆς νυκτὸς τὸ | |
5 | σκότος, καὶ σχεδὸν εἰπεῖν τὰ αὐτὰ τῷ ἡλίῳ συντε‐ λοῦσα πρὸς τὰ ἄλλα πάντα. Ὁ μὲν γὰρ ἀφώρισται, Εἰς ἀρχὰς τῆς ἡμέρας, ἡ δὲ, Εἰς ἀρχὰς τῆς νυκτός. Τί ἐστιν, Εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ, Εἰς ἀρχὰς τῆς νυκτός; Τὴν ἐξουσίαν, φησὶν, ἔλαβεν ὁ μὲν τῆς ἡμέρας, | |
10 | ἡ δὲ τῆς νυκτὸς, ἵν’ ὁ μὲν φαιδροτέραν αὐτὴν ἀπεργά‐ ζηται διὰ τῶν οἰκείων ἀκτίνων, ἡ δὲ διασκεδάζῃ τὸ σκό‐ τος, καὶ τῇ φύσει τῶν ἀνθρώπων διὰ τοῦ φωτὸς οἰκείου παρέχῃ μετ’ εὐκολίας κεχρῆσθαι τοῖς οἰκείοις ἐπιτηδεύ‐ μασι. Τότε γὰρ καὶ ὁδοιπόρος θαῤῥῶν τῆς ὁδοιπορίας | |
15 | ἅπτεται, καὶ ναύτης καθέλκει τὸ πλοῖον, καὶ τὰ πελάγη διαπερᾷ, καὶ ἕκαστος δὲ τῶν τὰ ἐπιτηδεύματα μετιόν‐ των, μετὰ πολλῆς τῆς ἀδείας τὰ τῆς οἰκείας ἐπιστήμης μεταχειρίζει. Εἶτα ἐπειδὴ ἐδίδαξεν ἡμᾶς τῶν φωστήρων τούτων τὴν χρείαν, φησί· Καὶ τοὺς ἀστέρας· καὶ ἔθετο | |
20 | αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀναμέσον τοῦ φωτὸς, καὶ ἀναμέσον τοῦ σκότους. εʹ. Ἐννόει καὶ τούτων πόσην ἡμῖν τὴν χρείαν ἐδήλωσεν. | |
25 | Ἔθετο, φησὶν, αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρα‐ νοῦ. Τί ἐστιν, Ἔθετο; Ὡς ἂν εἴποι τις, ἔπηξεν; Μὴ γένοιτο· ὁρῶμεν γὰρ αὐτοὺς πολλάκις ἐν μιᾷ καιροῦ ῥοπῇ πολὺ διάστημα διατρέχοντας, καὶ οὐδέποτε ἐν ἑνὶ τόπῳ ἱσταμένους, ἀλλὰ τὸν οἰκεῖον δρόμον ἀποπληροῦν‐ | |
30 | τας, ὃν τρέχειν ἐτάχθησαν παρὰ τοῦ Δεσπότου. Τί οὖν ἐστι τὸ, Ἔθετο; Ἀντὶ τοῦ, προσέταξεν αὐτοὺς εἶναι ἐν τῷ οὐρανῷ. Καὶ γάρ ἐστιν ἰδεῖν προϊοῦσαν τὴν Γραφὴν, καὶ ἀλλαχοῦ λέγουσαν, ὅτι Ἔθετο τὸν Ἀδὰμ ἐν τῷ παραδείσῳ, οὐκ ἐπειδὴ ἐνέπηξεν αὐτὸν τῷ παραδείσῳ, | |
35 | ἀλλ’ ὅτι προσέταξεν αὐτὸν εἶναι ἐν τῷ παραδείσῳ. Τὸν αὐτὸν δὴ τρόπον καὶ περὶ τῶν ἀστέρων εἴποιμεν ἂν, ὅτι προσέταξεν αὐτοὺς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ ὄντας, τὸ οἰκεῖον φῶς ἐκπέμπειν ἐπὶ τῆς γῆς. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ποίων λειμώνων καὶ παραδείσων οὐκ ἂν | |
40 | εἴη τερπνότερον ἰδεῖν ἐν μέσῃ τῇ νυκτὶ τὸν οὐρανὸν κατ‐ ηστερωμένον, καὶ καθάπερ τισὶν ἄνθεσι τῇ διαφορᾷ τῶν ἄστρων καλλωπιζόμενον, καὶ πολὺ τὸ φῶς εἰς τὴν γῆν αὐτοὺς καταπέμποντας; Εἰς τοῦτο γὰρ καὶ ἐτάχθη‐ σαν, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας | |
45 | καὶ τῆς νυκτὸς, ὃ καθολικῶς καὶ περὶ τῶν μεγάλων φω‐ στήρων εἴρηται. Ἐπειδὴ γὰρ τῶν δύο φωστήρων ἡμᾶς ἐδίδαξε τὴν δημιουργίαν, καὶ τῶν ἄστρων, περὶ πάντων κοινῇ λέγων φησί· Καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτὸς, καὶ διαχωρίζειν ἀναμέσον τοῦ φωτὸς, καὶ | |
53.59(50) | ἀναμέσον τοῦ σκότους. Ὥσπερ γὰρ οὐκ ἔστιν ἐν ἡμέρᾳ ἰδεῖν ἀστέρας ἐν τῷ οὐρανῷ διατρέχοντας (τὸ γὰρ τοῦ ἡλίου φῶς τῇ πολλῇ φαιδρότητι ἀποκρύπτει ἐκείνων τὴν χρείαν), οὕτως οὐδὲ ἥλιος ἐν νυκτὶ ἂν φανείη ποτὲ, ἀρκούσης τῆς σελήνης ἐπὶ τῷ οἰκείῳ φωτὶ καταυγάσαι | |
55 | τῆς νυκτὸς τὸ ζοφῶδες· ἀλλ’ ἕκαστον τῶν στοι‐ χείων τοῖς οἰκείοις ὅροις ἐμμένον οὐδέποτε ὑπερβαίνει τὸ οἰκεῖον μέτρον, ἀλλὰ τὴν διάταξιν τοῦ Δεσπότου φυ‐ λάττον, τὴν οἰκείαν ἐνέργειαν πληροῖ. Τίς ἂν εἴποι τὰ ἄλλα πάντα, ὅσα συντελεῖ πρὸς τὴν τῶν ἀνθρώπων φύ‐ | |
60 | σιν ἡ τῶν φωστήρων τούτων καὶ τῶν ἀστέρων χρεία; Ἕστωσαν γὰρ, φησὶν, εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Τί ἐστιν, Εἰς ση‐ μεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυ‐ τούς; Διδάξαι ἡμᾶς βούλεται ἡ θεία Γραφὴ, ὅτι ὁ τούτων | |
65 | δρόμος τὴν γνῶσιν ἡμῖν χαρίζεται τῶν καιρῶν, καὶ τῆς τῶν τροπῶν ἐναλλαγῆς, τῶν ἡμερῶν τὸν ἀριθμὸν, τοῦ | |
ἐνιαυτοῦ τὸν δρόμον, καὶ ἐκ τούτων δυνάμεθα διαγινώ‐ | Column end | |
53.60 | σκειν ἅπαντα. Καὶ γὰρ ὁ κυβερνήτης πρὸς τὸν τούτων δρόμον ὁρῶν, καὶ ἀτενίζων εἰς τὸν οὐρανὸν, καὶ μετὰ ἀκριβείας ἅπαντα καταμανθάνων, τότε τῆς ναυτιλίας ἅπτεται, καὶ πελάγη διαπερᾷ, καὶ πολλάκις ζοφερωτά‐ | |
5 | της οὔσης τῆς νυκτὸς, ἀπὸ τῆς τῶν ἄστρων θεωρίας ἠδυνήθη τὸ σκάφος ἰθῦναι, καὶ διὰ τῆς οἰκείας τέχνης τὴν σωτηρίαν τοῖς ἐμπλέουσι χαρίσασθαι. Καὶ ὁ γηπό‐ νος δὲ ἐντεῦθεν καταμαθὼν οἶδε, πότε μὲν προσήκει τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τὴν γῆν ἀναμοχλεῦσαι, | |
10 | καὶ ἄροτρον ἑλκύσαι, καὶ πότε τὴν δρεπάνην ἀκονῆσαι, καὶ τὸν ἄμητον τῶν σπερμάτων ἐργάσασθαι. Καὶ εἰς τὴν τοῦ βίου σύστασιν οὐκ ὀλίγα ἡμῖν συμβάλλεται ἡ τῶν χρόνων εἴδησις, ὁ τῶν ἡμερῶν ἀριθμὸς, ὁ τοῦ ἐνιαυτοῦ κύκλος· καὶ πολλὰ ἄν τις εὕροι πρὸς τὴν ἀνθρωπίνην | |
15 | σύστασιν ὑπὸ τούτων τῶν δημιουργημάτων συντελούμενα, ἅπερ οὐκ ἂν δυνηθείη τις μετὰ ἀκριβείας ἅπαντα εἰ‐ πεῖν· διὸ χρὴ ἐκ τῶν ὀλίγων στοχασαμένους εἰδέναι, ὅση τούτων ἐστὶν ἡ χρεία, καὶ θαυμάσαντας τὰ δημιουρ‐ γήματα, προσκυνεῖν τὸν τούτων δημιουργὸν, καὶ ἀν‐ | |
20 | υμνεῖν, καὶ ἐκπλήττεσθαι τὴν ἄφατον φιλανθρωπίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἐπεδείξατο, δι’ οὐδὲν ἕτε‐ ρον ταῦτα ἅπαντα παραγαγὼν, ἀλλ’ ἢ διὰ τὸν ἄνθρω‐ πον, ὃν μέλλει μετ’ οὐ πολὺ, καθάπερ τινὰ βασιλέα καὶ ἄρχοντα, ἐφιστᾷν πᾶσι τοῖς ὑπ’ αὐτοῦ δημιουργηθεῖσι. | |
25 | Καὶ εἶδεν ὁ Θεὸς, φησὶν, ὅτι καλόν. Εἶδες πῶς καθ’ ἑκάστην ἡμέραν δείκνυσιν ἡ θεία Γραφὴ ἀρεσκόμενον αὐτὸν τοῖς δημιουργήμασιν, ἵνα πᾶσαν ἐκκόψῃ ἀφορ‐ μὴν τῶν ἐπισκήπτειν τολμώντων τοῖς ὑπ’ αὐτοῦ γεγε‐ νημένοις; Ὅτι γὰρ τούτου ἕνεκεν καθ’ ἕκαστον τοῦτο | |
30 | ἐπισημαίνεται ἡ θεία Γραφὴ, ἐκ τῆς συνεχείας δῆλον καθέστηκεν. Ἤρκει γὰρ μετὰ πάντα τὰ δημιουργήματα ἅπαξ εἰπεῖν, ὅτι πάντα ὅσα ἐποίησε, καλὰ λίαν· ἀλλ’ εἰδυῖα τῆς ἀσθενείας τῶν ἡμετέρων λογισμῶν τὴν ὑπερ‐ βολὴν, καὶ κατὰ μέρος τοῦτο ποιεῖ, διδάσκουσα ἡμᾶς, | |
35 | ὅτι σοφίᾳ τινὶ εὐμηχάνῳ, καὶ φιλανθρωπίᾳ ἀφάτῳ ἅπαντα παρήχθη. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα τετάρτη. Ἐπειδὴ γὰρ ἀπήρτισε τὸν τοῦ οὐρανοῦ κόσμον, καλλωπίσας αὐτὸν τοῖς ἄστροις καὶ τοὺς δύο φωστῆρας τοὺς μεγάλους παραγαγὼν, τέλος τῇ | |
40 | ἡμέρᾳ ἐπέθηκε· καί φησιν, Ἐγένετο ἑσπέρα, καὶ ἐγέ‐ νετο πρωῒ, ἡμέρα τετάρτη. Σκόπει πῶς καθ’ ἑκάστην ἡμέραν οὕτω λέγει, τῇ πυκνότητι τῆς διδασκα‐ λίας ἐμπῆξαι τῇ διανοίᾳ βουλόμενος τὰ θεῖα δόγματα. ϛʹ. Ταῦτα τοίνυν ἅπαντα κατέχοντες ἐγκεκολαμμένα | |
45 | ἡμῶν τῷ πλάτει τῆς καρδίας, πᾶσαν ῥᾳθυμίαν ἀποτινα‐ ξάμενοι, τά τε δόγματα κατέχωμεν τὰ ὑγιῆ μετὰ ἀκρι‐ βείας, καὶ τοὺς τῇ Ἑλληνικῇ πλάνῃ προκατειλημμένους μετὰ πάσης ἐπιεικείας διδάσκωμεν μὴ συγχέειν τὴν τά‐ ξιν, μηδὲ καταλιπόντας τὸν δημιουργὸν τὰ δημιουργήματα | |
53.60(50) | προσκυνεῖν, τὰ διὰ τὴν ἡμετέραν σωτηρίαν καὶ χρείαν γεγενημένα. Κἂν γὰρ μυριάκις ἀποπνίγωνται Ἕλληνες, λαμπρᾷ τῇ φωνῇ βοῶ, ὅτι διὰ τὴν τῶν ἀνθρώπων φύσιν ταῦτα ἅπαντα ἐδημιουργήθη, ἐπεὶ ἀνενδεὴς ὢν ὁ δη‐ μιουργὸς οὐδενὸς τούτων ἐδεῖτο· ἀλλ’ ἵνα τὴν περὶ ἡμᾶς | |
55 | φιλανθρωπίαν ἐπιδείξηται, ταῦτα ἅπαντα παρήγαγε, δεικνὺς ὅσου τιμᾶται τὸ τῶν ἀνθρώπων γένος, καὶ ἵνα ἐκ τούτων ὁδηγούμενοι τὴν προσήκουσαν αὐτῷ προσκύ‐ νησιν ἀναφέρωμεν. Πόσης γὰρ οὐκ ἂν εἴη παρανοίας | |
προσπταίειν τῷ κάλλει τῶν γινομένων, καὶ τούτοις πα‐ | ||
53.61 | ρακαθῆσθαι, καὶ μὴ ἀνατείνειν τὸ ὄμμα τῆς διανοίας πρὸς τὸν παραγαγόντα, καὶ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέγοντι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται; Τί λέ‐ | |
5 | γεις, ἄνθρωπε; Ἰδὼν τὸν οὐρανὸν θαυμάζεις αὐτοῦ τὸ κάλλος, τῶν ἀστέρων τὴν ποικιλίαν, τῆς φαιδρότητος τὴν ὑπερβολήν; Μὴ στῇς μέχρι τούτου, ἀλλ’ ἔκτεινόν σου τὴν διάνοιαν εἰς τὸν τούτων δημιουργόν· ἐκπλήττει σε πάλιν τοῦ ἡλίου τὸ φῶς, καὶ ὁρῶν αὐτοῦ πολλὴν οὖσαν | |
10 | τὴν χρείαν εἰς θαῦμα διεγείρῃ, καὶ ἐπειδὰν ἴδῃς τὰς ἀκτῖνας αὐτοῦ καταυγαζούσας σου τὰς ὄψεις, θαυμάζεις τοῦ στοιχείου τὸ κάλλος; Ἀλλὰ μηδὲ ἐνταῦθα μέχρι τού‐ του στῇς· ἀλλ’ ἐννόησον, ὅτι εἰ τὸ δημιούργημα οὕτω θαυμαστὸν καὶ παράδοξον, καὶ πάντα ἀνθρώπινον νοῦν | |
15 | ὑπερβαῖνον, ποταπὸς ἂν εἴη ὁ τοῦτο λόγῳ μόνῳ καὶ ἐπι‐ τάγματι παραγαγών; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς γῆς λογίζου· ἐπειδὰν ἴδῃς αὐτὴν τοῖς ἄνθεσι καλλωπιζομένην, καθά‐ περ ἱμάτιον ποικίλον, ἐφηπλωμένην αὐτῇ πανταχόθεν τὴν βλάστην τὴν ἀπὸ τῶν βοτανῶν, μὴ τῇ δυνάμει τῆς | |
20 | γῆς λογίσῃ τὰ ἐξ αὐτῆς τικτόμενα, μηδὲ τῇ τοῦ ἡλίου συνεργείᾳ, ἢ τῆς σελήνης· ἀλλ’ ἐννόησον εὐγνωμόνως, ὅτι καὶ πρὸ τῆς τούτων δημιουργίας εἶπε μόνον, Ἐξ‐ αγαγέτω ἡ γῆ βοτάνην χόρτου, καὶ παραχρῆμα ἅπαν τῆς γῆς τὸ πρόσωπον ἐφαιδρύνετο. Ἐὰν ταῦτα καθ’ | |
25 | ἑκάστην ἡμέραν στρέφωμεν ἐν τοῖς ἡμετέροις λογισμοῖς, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, καὶ τῷ Δεσπότῃ τὴν προσ‐ ήκουσαν, μᾶλλον δὲ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν δοξολογίαν ἀναπέμψομεν. Δοξάσομεν δὲ αὐτὸν οὐ διὰ τοῦτο μόνον, ἀλλὰ καὶ διὰ τῆς ἀρίστης πολιτείας, ἐὰν | |
30 | μὴ πάλιν τοῖς αὐτοῖς περιπέσωμεν, ἀλλὰ ἐὰν πολλὰ χαί‐ ρειν εἰπόντες ταῖς διαβολικαῖς ἀπάταις, τῇ μετὰ ταῦτα προσοχῇ καὶ τῇ πολλῇ σπουδῇ, καὶ τῇ συντόνῳ ἐξομο‐ λογήσει τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα. Ἀρκεῖ γὰρ αὐτῷ διὰ τὴν πολλὴν αὐτοῦ φιλανθρωπίαν τὸ ἀποστῆναι | |
35 | μόνον ἡμᾶς τῆς κακίας. Ἂν γὰρ τοῦτο ἑλώμεθα, εὐκόλως καὶ πρὸς τὴν τῶν ἀγαθῶν ἔργων πρᾶξιν ὁρμή‐ σομεν. Μή μοι λοιπὸν ἐν ἱπποδρομίαις τις φαινέσθω, παρακαλῶ, ἀλλὰ μηδὲ ἐν τοῖς συλλόγοις τοῖς ἀκαίροις καταδαπανάτω τὸν καιρὸν τῆς ἡμέρας· μή μοι κύβοις, | |
40 | καὶ τῇ ἐντεῦθεν τικτομένῃ κραυγῇ, καὶ τῇ λοιπῇ λύμῃ ἑαυτόν τις ἐκδιδότω. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς νη‐ στείας, ὅταν ἄσιτος μὲν διημερεύῃς, κύβοις δὲ ἑαυτὸν ἐκδιδῷς, καὶ φλυαρίαις ἀνονήτοις, πολλάκις δὲ καὶ ἐπιορ‐ κίαις καὶ βλασφημίαις πᾶσαν ἀναλώσῃς τὴν ἡμέραν; | |
45 | Μὴ, παρακαλῶ, μὴ οὕτω ῥᾳθύμως περὶ τὴν ἑαυτῶν σω‐ τηρίαν διατεθῶμεν, ἀλλὰ μᾶλλον περὶ τῶν πνευματικῶν ἡμῖν ἔστω διηνεκῶς ἡ διάλεξις, καὶ βιβλίον τις θεῖον λαβὼν μετὰ χεῖρας, καὶ συγκαλέσας τοὺς πλησίον, διὰ τῶν θείων λόγων ἀρδέτω καὶ τὴν ἑαυτοῦ διάνοιαν καὶ | |
53.61(50) | τῶν συγγινομένων, ἵν’ οὕτω καὶ τὰς μηχανὰς τοῦ πο‐ νηροῦ διαφυγεῖν δυνηθῶμεν, καὶ μεγάλα ἀπὸ τῆς νη‐ στείας καρπώσασθαι ἀγαθὰ, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλ‐ ανθρωπίας ἀπολαύσωμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ | |
55 | Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
57t | ΟΜΙΛΙΑ Ζʹ. | |
58n | Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυ‐ | |
59n | χῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς | |
60n | κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἐγένετο οὕ‐ | |
61n | τως. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ | |
62n | πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα | |
63n | κατὰ γένη αὐτῶν. | |
64 | αʹ. Ἱκανῶς χθὲς καθηψάμεθα τῶν εἰς τὰς ἱπποδρομίας | |
65 | αὐτομολησάντων, δείξαντες αὐτοῖς τῆς βλάβης τὸ μέγε‐ θος, ἧς ὑπέστησαν, τὸν συλλεγέντα ἀπὸ τῆς νηστείας | |
αὐτοῖς πλοῦτον πνευματικὸν ἀθρόον ἐκχέαντες, καὶ | Column end | |
53.62 | ἀπὸ τῆς πολλῆς περιουσίας ἐξαίφνης εἰς ἐσχάτην πε‐ νίαν ἑαυτοὺς καταστήσαντες. Φέρε δὴ σήμερον προσ‐ ηνεστέρῳ χρησώμεθα τῷ φαρμάκῳ, καὶ καθάπερ μέλη ἡμέτερα, οὕτως αὐτῶν τὰ τῆς ψυχῆς τραύματα ἐπιδή‐ | |
5 | σωμεν· ἐπεὶ καὶ χθὲς αὐστηρότερα τὰ φάρμακα ἐπ‐ εθήκαμεν, οὐχ ἵνα ἁπλῶς λυπήσωμεν, καὶ τὴν ἀλγηδόνα ἐπιτείνωμεν, ἀλλ’ ἵνα τῇ σφοδρότητι καθικέσθαι δυνη‐ θῶμεν τοῦ ἕλκους. Καὶ γὰρ καὶ ἰατροὶ καὶ πατέρες οὕτω ποιεῖν εἰώθασιν· οἱ μὲν δραστικώτερα πρότερον | |
10 | ἐπιτιθέασι, καὶ ἐπειδὰν ῥήξῃ τὸ ἕλκος, τότε τὰ κατα‐ γλυκαίνειν δυνάμενα φάρμακα προσάγουσι· καὶ πατέ‐ ρες δὲ ὅταν ἴδωσι τοὺς παῖδας τοὺς ἑαυτῶν ἀτακτοῦν‐ τας, πρότερον ἐπιπλήξεσι σφοδροτέραις κέχρηνται, μετὰ δὲ ταῦτα νουθεσίαις καὶ παρακλήσεσι. Τὸν αὐτὸν δὴ | |
15 | τρόπον καὶ ἡμεῖς, εἰ καὶ χθὲς σφοδρότερον ἐχρησάμεθα τῷ λόγῳ, ἀλλὰ σήμερον προσηνεστέραν ποιησόμεθα τὴν διάλεξιν, καὶ καθάπερ μέλη ἡμέτερα θεραπεύσο‐ μεν. Ὥσπερ γὰρ ἡ προκοπὴ ἡ ὑμετέρα ἡμῖν πλείονα τὴν παῤῥησίαν προξενεῖ, καὶ τοῦτο ἡμῶν ἐστιν ὁ | |
20 | πλοῦτος ὁ πνευματικὸς, τὸ ὁρᾷν ὑμᾶς ἐν τοῖς πνευμα‐ τικοῖς ἐπιδιδόντας, καὶ ἐν ἀρετῇ διαλάμποντας, καὶ τῶν βλάπτειν δυναμένων ἀπεχομένους· οὕτως ἐπειδὰν ἴδωμεν ὑμᾶς ὑποσκελιζομένους, καὶ ὑπαγομένους ταῖς ἀπάταις ταῖς διαβολικαῖς, κατηφείας πληρούμεθα, | |
25 | καὶ αἰσχύνη τις, ὡς εἰπεῖν, κατασκεδάζεται τῆς ἡμε‐ τέρας ψυχῆς. Κατὰ γὰρ τὸν μακάριον Παῦλον, Τότε ἡμεῖς ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Ὡς οὖν τέλειοι καὶ πεπληρωμένοι συνέσεως, οὕτω τῶν μὲν ὄπισθεν ἐπιλανθάνεσθε, τοῖς δὲ ἔμπροσθεν ἐπεκτείνεσθε, | |
30 | καὶ τὰς συνθήκας, ἃς πρὸς τὸν Χριστὸν ἔθεσθε, ἀνακα‐ λεσάμενοι, βεβαίας ταύτας εἰς τὸ ἑξῆς διαφυλάττετε, καὶ λογισμῷ σώφρονι πᾶσαν εἴσοδον ταῖς τοῦ διαβόλου μηχαναῖς ἀποκλείσαντες, τῇ μετὰ ταῦτα σπουδῇ τὴν ἀπὸ τῆς ῥᾳθυμίας προστριβεῖσαν ὑμῖν κηλῖδα ἀπονί‐ | |
35 | ψασθε, περιγενόμενοι τῆς ἀκαίρου συνηθείας καὶ ἐπι‐ βλαβοῦς, καὶ λογισάμενοι, ὡς οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι ἑαυτοῖς πολλὴν τὴν βλάβην προστρίβονται οἱ αὐτόθι παραγενόμενοι, ἀλλ’ ὅτι καὶ πολλοῖς ἑτέροις σκανδάλου ὑπόθεσις γίνονται. Ὅταν γὰρ ἴδωσιν Ἕλλη‐ | |
40 | νες καὶ Ἰουδαῖοι τὸν ἐφ’ ἑκάστης ἡμέρας εἰς τὴν ἐκκλη‐ σίαν διημερεύοντα, καὶ συνεχοῦς ἀπολαύοντα διδασκα‐ λίας, ἀθρόον ἐκεῖ φαινόμενον, καὶ μετ’ αὐτῶν συμφυρό‐ μενον, πῶς οὐ νομίσουσιν ἀπάτην εἶναι τὰ ἡμέτερα, καὶ περὶ πάντων τῶν παρ’ ἡμῖν τὴν αὐτὴν ὑπόληψιν ἕξου‐ | |
45 | σιν; Ἢ οὐκ ἀκούεις τοῦ μακαρίου Παύλου παραινοῦν‐ τος, λαμπρᾷ τῇ φωνῇ, καὶ συμβουλεύοντος, Ἀπρόκο‐ ποι γίνεσθε; Εἶτα ἵνα μὴ νομίσῃς περὶ τῶν οἰκείων μόνον τὴν παραγγελίαν παρ’ αὐτοῦ γίνεσθαι, καὶ τῶν μεθ’ ἡμῶν τεταγμένων, προσέθηκεν, Καὶ Ἰουδαίοις καὶ | |
53.62(50) | Ἕλλησι, καὶ τότε ἐπήγαγε, Καὶ τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ. Οὐδὲν γὰρ οὕτω λυμαίνεται καὶ βλάπτει τὴν θρη‐ σκείαν τὴν ἡμετέραν, ὡς καὶ τοῖς ἀπίστοις λαβήν τινα παρέχειν. Ὅταν οὖν ἴδωσί τινας ἐν ἀρετῇ διαλάμποντας παρ’ ἡμῖν, καὶ πολλὴν τῶν βιωτικῶν ὑπεροψίαν ποιου‐ | |
55 | μένους, οἱ μὲν αὐτῶν καὶ ἀποπνίγονται, οἱ δὲ πολλάκις καὶ εἰς θαῦμα ἔρχονται ἐκπληττόμενοι, ὅτι τῆς αὐτῆς αὐτοῖς φύσεως ὄντες οὐ τὰ αὐτὰ αὐτοῖς μετίασιν. Ἀμέ‐ λει ἐπειδὰν θεάσωνταί τινα μικρὰν ῥᾳθυμίαν προσγε‐ νομένην, εὐθέως τὴν γλῶτταν ἀκονοῦσι κατὰ πάντων | |
60 | ὁμοῦ, καὶ ἀπὸ τῆς τοῦ ἑνὸς ῥᾳθυμίας κατὰ παντὸς τοῦ τῶν Χριστιανῶν ἔθνους τὰ αὐτὰ ψηφίζονται. Καὶ οὐδὲ μέχρι τούτου ἵστανται, ἀλλ’ εὐθέως κατὰ τῆς ἑαυτῶν | |
κεφαλῆς φθεγγόμενοι, διὰ τὴν τῶν δούλων ῥᾳθυμίαν, | ||
53.63 | καὶ τὸν κοινὸν Δεσπότην βλασφημεῖν τολμῶσι, καὶ νομί‐ ζουσι τῆς οἰκείας πλάνης παραπέτασμα αὐτοῖς γίνεσθαι τὴν ἑτέρων ῥᾳθυμίαν. βʹ. Ὅτι δὲ μέγιστον φέρει τοῦτο κίνδυνον τοῖς ἀφορμὴν | |
5 | αὐτοῖς τῆς βλασφημίας παρέχουσιν, ἀκούσωμεν τοῦ προ‐ φήτου βοῶντος, καὶ λέγοντος ἐκ προσώπου τοῦ Θεοῦ, Οὐαὶ ὑμῖν, ὅτι δι’ ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσι. Φοβερὸν τὸ ῥῆμα καὶ φρίκης γέμον. Τὸ γὰρ Οὐαὶ τοῦτο ὡσανεὶ θρηνοῦντός ἐστι τοὺς μέλλοντας ὑπὸ | |
10 | τὴν ἀπαραίτητον ἐκείνην κόλασιν γίνεσθαι. Ὥσπερ οὖν τοῖς διὰ τῆς οἰκείας ἀμελείας αἰτίαν ἐκείνοις παρέχουσι τῆς βλασφημίας τοσαύτη κεῖται τιμωρία, οὕτω πάλιν τοῖς τῆς ἀρετῆς ἐπιμελουμένοις μυρίων στεφάνων ὑπόθεσις γίνε‐ ται. Τὸ αὐτὸ τοῦτο διδάσκων ὁ Χριστὸς ἔλεγε· Λαμψάτω | |
15 | τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὃν γὰρ τρόπον ἐκεῖνοι διὰ τήν τινων ῥᾳθυμίαν σκανδαλιζόμενοι τὴν γλῶτταν ἀκονοῦσι κατὰ τοῦ Δεσπότου τοῦ ἡμετέρου· οὕτω, φη‐ | |
20 | σὶν, ἐπειδὰν τὴν ἀρετὴν μετίητε, ὁρῶντες ὑμᾶς οἱ ἄν‐ θρωποι, οὐ μέχρι τῆς ὑμετέρας εὐφημίας ἵστανται, ἀλλ’ ὅταν ἴδωσιν ὑμῶν τὰ ἔργα λάμποντα καὶ καταυ‐ γάζοντα ὑμῶν τὰς ὄψεις, εἰς δοξολογίαν κινοῦνται τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν οὐρανοῖς· τούτου δὲ ὑπ’ ἐκείνων | |
25 | γινομένου, πάλιν ἡμῖν τὰ τῆς ἀμοιβῆς πολυπλασιάζεται, καὶ ὑπὲρ τῆς ἐκείνων εὐφημίας τὰ μυρία ἡμῖν ἀγαθὰ χαρίζεται ὁ Δεσπότης· Τοὺς δοξάζοντάς με γὰρ, φησὶ, δοξάσω. Πάντα τοίνυν ποιῶμεν, ἀγαπητοὶ, ὥστε δοξά‐ ζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ μηδενὶ σκανδάλου | |
30 | αἰτίαν παρέχωμεν. Τοῦτο γὰρ διηνεκῶς ἡμᾶς διδάσκει ὁ τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, ποτὲ μὲν λέγων· Εἰ βρῶμα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέα εἰς τὸν αἰῶνα· καὶ πάλιν ἐν ἑτέρῳ φησίν· Οὕτω δὲ ἁμαρτάνοντες εἰς τοὺς ἀδελφοὺς, | |
35 | καὶ τύπτοντες αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν, εἰς Χριστὸν ἁμαρτάνετε. Σφοδρὰ ἡ ἀπειλὴ καὶ μεγά‐ λην ἔχουσα τὴν κατάκρισιν. Μὴ γὰρ νομίσῃς, φησὶν, εἰς ἐκεῖνον μόνον περιστήσεσθαι τὴν βλάβην· εἰς αὐτὸν διαβαίνει τὸν Χριστὸν τὸν δι’ ἐκεῖνον σταυρωθέντα. Εἰ | |
40 | τοίνυν ὁ Δεσπότης σου σταυρωθῆναι δι’ αὐτὸν οὐ παρ‐ ῃτήσατο, σὺ οὐκ ἀνέχῃ πάντα ποιῆσαι, ὥστε μηδεμίαν αὐτῷ σκανδάλου· ἀφορμὴν παρέχειν; Καὶ πανταχοῦ εὑρήσεις αὐτὸν ταῦτα συμβουλεύοντα τοῖς μαθητευομέ‐ νοις· τοῦτο γάρ ἐστιν, ὃ συνέχει τὴν ζωὴν τὴν ἡμετέ‐ | |
45 | ραν. Διὰ τοῦτο καὶ ἀλλαχοῦ γράφων ἔλεγε· Μὴ τὰ ἑαυ‐ τῶν ἕκαστος σκοπεῖτε, ἀλλὰ καὶ τὰ ἑτέρων ἕκα‐ στος· καὶ πάλιν ἑτέρωθι· Πάντα μοι ἔξεστιν, ἀλλ’ οὐ πάντα οἰκοδομεῖ. Εἶδες σύνεσιν ἀποστολικήν; Εἰ καὶ ἔξεστί μοι, φησὶ, τὶ διαπράξασθαι, καὶ μηδέν μοι | |
53.63(50) | τοῦτο λυμαίνεται, ἀλλὰ διὰ τὸ μὴ ἕπεσθαι τὴν τοῦ πλη‐ σίον οἰκοδομὴν, οὐκ ἂν ἀνασχοίμην αὐτὸ πρᾶξαι. Εἶδες ψυχὴν φιλόστοργον, καὶ πῶς οὐδαμοῦ τὸ ἑαυτοῦ σκοπεῖ, ἀλλὰ διὰ πάντων δείκνυσι μεγίστην ἀρετὴν ταύτην οὖ‐ σαν, τὸ τῆς τῶν πλησίον οἰκοδομῆς πολλὴν ποιεῖσθαι | |
55 | τὴν πρόνοιαν; Ταῦτα δὴ πάντα γινώσκοντες φυλαττώ‐ μεθα, παρακαλῶ, καὶ ἀπεχώμεθα τῶν λυμαίνεσθαι τὸν πλοῦτον τῆς ἡμετέρας ἀρετῆς δυναμένων, καὶ μηδέποτέ τι πράττωμεν, ὃ τῷ πλησίον παρέχει τινὰ βλάβην. Τοῦτο γὰρ καὶ τὸ ἁμάρτημα ἐπιτείνει, καὶ τὴν κόλασιν ἡμῖν | |
60 | σφοδροτέραν προξενεῖ. Καὶ μηδὲ τοῦ τυχόντος καταφρο‐ νῶμεν, μηδὲ λέγωμεν τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, τί δέ | |
μοι μέλει, ἐὰν ὁ δεῖνα σκανδαλίζηται; Τί λέγεις, εἰπέ | Column end | |
53.64 | μοι; Τί σοι μέλει; Προσέταξεν ὁ Χριστὸς οὕτω σου λάμπειν τὸν βίον, ὡς μὴ μόνον σε θαυμάζεσθαι ὑπὸ τῶν ὁρώντων, ἀλλὰ καὶ τὸν Δεσπότην τὸν σὸν δοξολογεῖσθαι, καὶ σὺ τὸ ἐναντίον ἐργαζόμενος, καὶ παρασκευάζων | |
5 | ἀντὶ δοξολογίας βλασφημίας εἰς αὐτὸν γίνεσθαι, οὐδένα λόγον ποιῇ; Καὶ ποῦ τοῦτο ψυχῆς εὐλαβοῦς, καὶ τοὺς Θεοῦ νόμους ἀκριβῶς ἐπισταμένης; γʹ. Ἀλλ’ εἰ καὶ πρότερον ταῦτά τις ὑπὸ τῆς συνηθείας ἑλκόμενος ἀδιαφόρως ἐφθέγξατο, νῦν, παρακαλῶ, δε‐ | |
10 | ξάμενος ἡμῶν τὴν νουθεσίαν, παυέσθω τῶν ἀκαίρων τούτων λόγων, καὶ οὕτως ἅπαντα πράττειν σπουδαζέτω, ὡς μήτε ὑπὸ τοῦ ἀκοιμήτου ἐκείνου ὀφθαλμοῦ κατα‐ κρίνεσθαι, μήτε ὑπὸ τοῦ συνειδότος καταγινώσκεσθαι, μήτε ὑπὸ τῶν εἰς αὐτὸν ὁρώντων βλασφημίας κινεῖσθαι | |
15 | κατὰ τοῦ Δεσπότου. Ἐὰν γὰρ μετὰ τοσαύτης φυλακῆς τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, πολλῆς ἀπολαυσόμεθα καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ διαφευ‐ ξόμεθα τοῦ διαβόλου τὰς μηχανάς. Ὅταν γὰρ ἴδῃ ἡμᾶς οὕτω νήφοντας καὶ ἐγρηγορότας, ἐννοῶν ὡς ἀνονήτοις | |
20 | ἐπιχειρήσειε, καλυψάμενος ἀποστήσεται. Ἀλλὰ τῶν μὲν προοιμίων ἅλις· φέρε δὴ λοιπὸν τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης, τὴν πνευματικὴν ὑμῖν παραθῶμεν ἑστίασιν, καὶ ἴδωμεν μαθόντες τί καὶ σήμερον ὁ μακάριος Μωϋσῆς, μᾶλλον δὲ τὸ Πνεῦμα | |
25 | τὸ ἅγιον διὰ τῆς τούτου γλώττης ἡμᾶς διδάξαι βούλεται. Τί οὖν φησι; Καὶ εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ. Καὶ ἐγένετο οὕτως. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς τάξει τινὶ | |
30 | καὶ ἀκολουθίᾳ πᾶσαν τὴν δημιουργίαν ἡμᾶς διδάσκει. Πρότερον ἐδίδαξεν ἡμᾶς πῶς τὴν γῆν εἰς τὴν τῶν καρ‐ πῶν γένεσιν τῷ αὐτοῦ ἐπιτάγματι διήγειρεν· εἶτα τὴν δημιουργίαν τῶν δύο φωστήρων διδάξας, προσέθηκεν καὶ τὴν τῶν ἀστέρων ποικιλίαν, δι’ ὧν τοῦ οὐρανοῦ | |
35 | φαιδρότερον τὸ κάλλος εἰργάσατο· σήμερον λοιπὸν μετα‐ βαίνει ἐπὶ τὰ ὕδατα, καὶ δείκνυσιν ἡμῖν, τῷ λόγῳ αὐτοῦ καὶ τῷ ἐπιτάγματι ζῶα ἔμψυχα ἐξ αὐτῶν ἀναδιδόμενα. Ἐξαγαγέτω γὰρ, φησὶ, τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ | |
40 | στερέωμα τοῦ οὐρανοῦ. Ποῖος λόγος, εἰπέ μοι, ἐφικέ‐ σθαι δυνήσεται τοῦ θαύματος; ποία ἀρκέσει γλῶττα πρὸς εὐφημίαν τοῦ δημιουργοῦ; Εἶπε μόνον, Βλαστη‐ σάτω ἡ γῆ, καὶ εὐθέως πρὸς τὰς ὠδῖνας αὐτὴν διήγειρε· νῦν λέγει, Ἐξαγαγέτω τὰ ὕδατα. Ὅρα πῶς κατάλληλα | |
45 | αὐτοῦ τὰ προστάγματα· ἐκεῖ, Βλαστησάτω, ἐνταῦθα, Ἐξ‐ αγαγέτω τὰ ὕδατα, φησὶ, ἑρπετὰ ψυχῶν ζωσῶν. Καθά‐ περ γὰρ ἐπὶ τῆς γῆς εἶπε μόνον, Βλαστησάτω, καὶ διάφορος καὶ ποικίλη τῶν ἀνθῶν ἡ ποικιλία, καὶ τῶν βοτανῶν, καὶ τῶν σπερμάτων ἐδόθη, καὶ ἑνὶ λόγῳ τὰ πάντα παρήχθη· | |
53.64(50) | οὕτω καὶ ἐνταῦθα εἶπεν, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ἀθρόον τοσαῦτα γένη ἑρπετῶν, τοσαύτη διαφορὰ πετεινῶν ἐδημιουργεῖτο, ὅσην οὐδὲ τῷ λόγῳ ἀπαριθμήσασθαι δυνατόν. Καὶ τὸ | |
55 | μὲν ῥῆμα βραχὺ, καὶ ῥῆμα ἓν, τὰ δὲ γένη τῶν ζώων διάφορα καὶ ποικίλα. Ἀλλὰ μὴ ξενισθῇς, ἀγαπητέ· ῥῆμα γὰρ ἦν Θεοῦ, καὶ ὁ λόγος αὐτοῦ τὴν σύστασιν τοῖς γινομένοις ἐχαρίσατο. Ὁρᾷς πῶς ἅπαντα ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγει; εἶδες διδασκαλίας ἀκρί‐ | |
60 | βειαν; εἶδες συγκατάβασιν Δεσπότου, ὅσην ἐπιδείκνυται περὶ τὸ γένος τὸ ἡμέτερον; Πόθεν γὰρ ταῦτα ἡμεῖς οὕτω μετὰ ἀκριβείας μαθεῖν ἂν ἠδυνήθημεν, εἰ μὴ αὐτὸς διὰ | |
πολλὴν καὶ ἄφατον φιλανθρωπίαν κατηξίωσε διὰ τῆς | ||
53.65 | τοῦ προφήτου γλώττης διδάξαι τὴν τῶν ἀνθρώπων φύ‐ σιν, ἵνα εἰδέναι ἔχωμεν καὶ τῶν δημιουργηθέντων τὴν τάξιν, καὶ τοῦ δημιουργήσαντος τὴν δύναμιν, καὶ ὅπως ὁ λόγος αὐτοῦ ἔργον ἐγένετο, καὶ τὸ ῥῆμα αὐτοῦ τὴν | |
5 | σύστασιν καὶ τὴν εἰς τὸ εἶναι πάροδον αὐτοῖς ἐχαρί‐ σατο; δʹ. Ἀλλ’ εἰσί τινες τῶν ἀγνωμόνων, οἳ καὶ μετὰ τοσαύ‐ την διδασκαλίαν ἀπιστεῖν ἐπιχειροῦντες, καὶ μὴ συγχω‐ ροῦντες μήτε δημιουργὸν ἔχειν τὰ ὁρώμενα, ἄλλοι μὲν | |
10 | αὐτόματα αὐτὰ φάσκοντες εἶναι, ἕτεροι δὲ ἐξ ὑποκει‐ μένης τινὸς ὕλης γεγενῆσθαι. Σκόπει τοῦ διαβόλου πόση ἡ ἀπάτη, πῶς ἀπεχρήσατο τῇ εὐκολίᾳ τῆς γνώμης τῶν τῇ πλάνῃ δουλευόντων. Διὰ τοῦτο ὁ μακάριος Μωϋσῆς μετὰ τοσαύτης ἡμᾶς ἀκριβείας διδάσκει ὑπὸ τοῦ θείου | |
15 | Πνεύματος ἐνηχούμενος, ἵνα μὴ τὰ αὐτὰ τούτοις πάθω‐ μεν, ἀλλ’ εἰδέναι ἔχωμεν σαφῶς, καὶ τὴν ἀκολουθίαν τῶν δημιουργηθέντων, καὶ ὅπως ἕκαστον ἐδημιουρ‐ γήθη. Εἰ γὰρ μὴ τῆς ἡμετέρας κηδόμενος σωτηρίας ὁ Θεὸς οὕτως ὡδήγησε τοῦ προφήτου τὴν γλῶτταν, ἤρκει | |
20 | εἰπεῖν, ὅτι ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ τὰ ζῶα, καὶ μήτε τάξιν θεῖναι ἡμερῶν, μήτε τί μὲν πρῶτον, τί δὲ ὕστερον γεγένηται. Ἀλλ’ ἵνα μηδεμίαν τοῖς ἀγνωμονεῖν βουλομένοις κατα‐ λείπηται ἀπολογίας πρόφασιν, οὕτω διαιρεῖ σαφῶς | |
25 | καὶ τὴν τῶν γινομένων τάξιν, καὶ τῶν ἡμερῶν τὸν ἀρι‐ θμὸν, καὶ πάντα μετὰ πολλῆς τῆς συγκαταβάσεως ἡμᾶς διδάσκει, ἵνα μαθόντες τὴν ἀλήθειαν ἅπασαν, μηκέτι τῇ πλάνῃ τῶν ἐξ οἰκείων λογισμῶν ἅπαντα φθεγγομένων προσέχωμεν, ἀλλ’ εἰδέναι ἔχωμεν τοῦ δημιουργοῦ τοῦ | |
30 | ἡμετέρου τὴν ἄφατον δύναμιν. Καὶ ἐγένετο, φησὶν, οὕτως. Εἶπεν, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ ὑπήκουσε τὸ στοιχεῖον, καὶ ἐπλήρωσε τὸ ἐπιταχθέν. Καὶ ἐγένετο, φησὶν, οὕτως, | |
35 | ὡς ἐκέλευσεν ὁ Δεσπότης· καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετει‐ νὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλὰ, καὶ ηὐλόγησεν αὐτὰ ὁ Θεὸς, λέγων· Αὐξά‐ | |
40 | νεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Θέα μοι πάλιν ἐνταῦθα, πόση τοῦ Πνεύ‐ ματος ἡ σοφία. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι Ἐγένετο οὕτως, διδάσκει ἡμᾶς κατὰ μέρος ἐπάγων | |
45 | καὶ λέγων, Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένη αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Ἐνταῦθα τῶν ἀπερισκέπτως ἅπαντα φθεγγομένων πάλιν ἀναιρεῖ τὴν | |
53.65(50) | τόλμαν. Ἵνα γὰρ μή τις ἔχῃ λέγειν, καὶ τίνος ἕνεκα τὰ κήτη γέγονε; ποίαν ἡμῖν χρείαν συντελεῖ; τί τὸ ὄφελος ἐκ τῆς τούτων δημιουργίας; διὰ τοῦτο εἰπὼν, Ἐποίη‐ σεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα, καὶ πᾶσαν ψυχὴν ζώων ἑρπετῶν, καὶ τὰ πετεινὰ, εὐθέως ἐπήγαγε, Καὶ | |
55 | εἶδεν ὁ Θεὸς, ὅτι καλά. Μὴ γὰρ ἐπειδὴ σὺ, φησὶ, τὸν λόγον ἀγνοεῖς τῶν γεγενημένων, ἐπισκήπτειν ἐπιχείρει τοῖς δημιουργήμασιν. Ἤκουσας τοῦ Δεσπότου ψηφιζο‐ μένου, καὶ λέγοντος, ὅτι καλὰ, καὶ πῶς σὺ μέμηνας τολμῶν λέγειν, διὰ τί γεγένηται; καὶ ὡς περιττὴν αὐ‐ | |
60 | τῶν τὴν δημιουργίαν διαβάλλεις; Ἐὰν γὰρ εὐγνώμων ᾖς, δυνήσῃ καὶ ἐκ τῆς τούτων δημιουργίας καὶ τὴν δύ‐ ναμιν τοῦ σοῦ Δεσπότου, καὶ τὴν ἄφατον φιλανθρωπίαν καταμαθεῖν· τὴν μὲν δύναμιν ὅτι τῷ λόγῳ καὶ ἐπιτά‐ γματι ἐκ τῶν ὑδάτων τοιαῦτα ζῶα παραχθῆναι πε‐ | |
65 | ποίηκε· τὴν δὲ φιλανθρωπίαν, ὅτι καὶ παραγαγὼν ἰδίαν | |
τινὰ χώραν αὐτοῖς ἀπένειμε, καὶ τὸ ἄπλετον μέρος τῆς | Column end | |
53.66 | θαλάσσης αὐτοῖς ἀπεκλήρωσεν, ὥστε μηδένα λυμαίνε‐ σθαι, ἀλλ’ ἐνδιαιτᾶσθαι μὲν τοῖς ὕδασι, καὶ διὰ τῆς ὄψεως τοῦ δημιουργοῦ διδάσκειν τὴν ὑπερβάλλουσαν δύναμιν, μηδεμίαν δὲ βλάβην παρέχειν τῷ τῶν ἀν‐ | |
5 | θρώπων γένει. Ἢ μικρὸν οἴει τοῦτο μέρος εἶναι φιλ‐ ανθρωπίας, τὸ διπλῆν ἐξ αὐτῶν σοι γίνεσθαι τὴν ὠφέ‐ λειαν; Καὶ γὰρ εἰς θεογνωσίαν ἐνάγει τοὺς εὐγνωμο‐ νεῖν βουλομένους, καὶ ἐκπλήττεσθαι παρασκευάζει τῆς φιλανθρωπίας αὐτοῦ τὸ μέγεθος, ὅτι τῆς ἀπ’ αὐτῶν | |
10 | βλάβης ἠλευθέρωσε τὴν τῶν ἀνθρώπων φύσιν. Οὐδὲ γὰρ εἰς χρείαν ἡμῖν μόνον ἅπαντα παρ’ αὐτοῦ δεδημιούρ‐ γηται, ἀλλὰ διὰ τὴν πολλὴν αὐτοῦ φιλοτιμίαν, τὰ μὲν εἰς χρείαν, τὰ δὲ καὶ διὰ τοῦτο παρήχθη, ἵνα κηρύτ‐ τηται τοῦ ποιήσαντος αὐτὰ ἡ δύναμις. Ἀκούων τοί‐ | |
15 | νυν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι καλὰ, μηκέτι τόλμα ἀντι‐ φθέγγεσθαι τῇ θείᾳ Γραφῇ, μηδὲ περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, καὶ λέγειν, διὰ τί τὸ καὶ τὸ ἐγένετο; Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, φησὶ, καὶ εἶπεν· Αὐξά‐ νεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὰ ὕδατα | |
20 | τὰ ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθω‐ σαν ἐπὶ τῆς γῆς. εʹ. Αὕτη ἐστὶν ἡ εὐλογία, τὸ εἰς πλῆθος αὐτὰ ἐπιδοῦ‐ ναι. Ἐπειδὴ γὰρ ἔμψυχα ἦν τὰ ζῶα τὰ δημιουργηθέντα, ἐβούλετο δὲ διηνεκῆ τούτων εἶναι τὴν σύστασιν· διὰ | |
25 | τοῦτο ἐπήγαγε· Καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς, καὶ εἶ‐ πεν· Αὐξάνεσθε, καὶ πληθύνεσθε. Τὸ γὰρ ῥῆμα ἐκεῖνο μέχρι τοῦ παρόντος ταῦτα συγκρατεῖ, καὶ τοσοῦτο μῆκος χρόνου παρέδραμε, καὶ οὐδὲ ἓν τούτων γένος ἠλαττώθη. Ἡ γὰρ εὐλογία ἡ παρὰ τοῦ Θεοῦ, καὶ τὸ | |
30 | ῥῆμα τὸ λέγον, Αὐξάνεσθε καὶ πληθύνεσθε, τὴν σύ‐ στασιν αὐτοῖς καὶ τὴν διαμονὴν ταύτην ἅπασαν ἐχαρί‐ σατο. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα πέμπτη. Εἶδες πῶς καὶ τὰ κατὰ τὴν πέμπτην ἡμέραν δημιουργηθέντα ζῶα ἐδίδαξεν ἡμᾶς ἡ θεία | |
35 | Γραφή; Ἀλλὰ μικρὸν ἀνάμεινον, καὶ ὄψει πάλιν τοῦ σοῦ Δεσπότου τὴν φιλανθρωπίαν. Οὐδὲ γὰρ μόνον τὰ ὕδατα πρὸς τὴν τῶν ζώων γένεσιν διήγειρεν, ἀλλὰ καὶ ἐκ τῆς γῆς πάλιν ἀναδοθῆναι προσέταξε ζῶα χερσαῖα. Οὐδὲν γὰρ ἄτοπον μικρὸν ἐφάψασθαι σήμερον καὶ τῶν | |
40 | κατὰ τὴν ἕκτην ἡμέραν γενομένων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γέ‐ νος, τετράποδα καὶ ἑρπετὰ, καὶ θηρία ἐπὶ τῆς γῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος. Καὶ ἐγένετο οὕτως. Ὅρα καὶ τὴν γῆν πάλιν | |
45 | διπλῆν καρποφορίαν παρέχουσαν, καὶ τῷ προστάγματι τοῦ Δεσπότου ὑπηρετουμένην. Τότε μὲν γὰρ τῶν σπερ‐ μάτων τὴν βλάστην ἐξέδωκε, νῦν δὲ ζῶα ἔμψυχα, τε‐ τράποδα, ἑρπετὰ, θηρία καὶ κτήνη. Ἰδοὺ ὅπερ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν δείκνυται, ὅτι οὐ διὰ χρείαν | |
53.66(50) | ἡμετέραν μόνον ἅπαντα παρήγαγεν, ἀλλὰ καὶ δι’ ὠφέ‐ λειαν, ἵνα ὁρῶντες τὴν ἄφθονον περιουσίαν τῶν αὐτοῦ δημιουργημάτων, ἐκπληττώμεθα τοῦ δημιουργοῦ τὴν δύναμιν, καὶ εἰδέναι ἔχωμεν ὡς σοφίᾳ τινὶ καὶ ἀφάτῳ φιλανθρωπίᾳ διὰ τὴν εἰς τὸν μέλλοντα ἄνθρωπον γί‐ | |
55 | νεσθαι τιμὴν, ταῦτα ἅπαντα παρήχθη. | |
53.67 | Καὶ ἐποίησε, φησὶν, ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη κατὰ γένος αὐ‐ τῶν, καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐ‐ τῶν. Καὶ εἶδεν ὁ Θεὸς, ὅτι καλά. Ποῦ νῦν εἰσιν οἱ τολ‐ | |
5 | μῶντες λέγειν; διὰ τί θηρία; διὰ τί ἑρπετά; Ἀκουέ‐ τωσαν τῆς θείας Γραφῆς λεγούσης, Καὶ εἶδεν ὁ Θεὸς ὅτι καλά. Εἰπέ μοι, αὐτὸς ὁ δημιουργήσας ἐπαινεῖ τὰ γινόμενα, καὶ σὺ ἐπισκήπτειν τολμᾷς; Καὶ πόσης οὐκ ἂν εἴη τοῦτο μανίας; Ἐπεὶ καὶ ἐν τοῖς σπέρμασι | |
10 | καὶ ἐν τοῖς φυτοῖς οὐ μόνον ἔγκαρπα δένδρα ἀνέδωκεν ἡ γῆ, ἀλλὰ καὶ ἄκαρπα, καὶ οὐ μόνον ἀχρησίμους βο‐ τάνας, ἀλλὰ καὶ ἡμῖν ἀγνώστους ἐκφέρει, πολλάκις καὶ ἐπιβλαβεῖς· ἀλλ’ οὐ διὰ τοῦτο τολμήσει τις μέμφεσθαι τοῖς γινομένοις· οὐδὲν γὰρ μάτην, οὐδὲ ἁπλῶς γεγέ‐ | |
15 | νηται. Οὐδὲ γὰρ ἂν τὸν ἔπαινον ἐδέξατο παρὰ τοῦ Δε‐ σπότου, εἰ μὴ πρὸς χρείαν τινὰ ἐπωφελῆ δεδημιούργη‐ ται. Καθάπερ οὖν ἐπὶ τῶν δένδρων οὐ πάντα ἐστὶν ἔγ‐ καρπα, ἀλλὰ καὶ ἄκαρπα πολλὰ, καὶ οὐκ ἔλαττον τῶν ἐγκάρπων κἀκεῖνα θαυμαστὴν ἡμῖν τὴν χρείαν παρέχε‐ | |
20 | ται, πρὸς τὴν ἀνάπαυσιν τὴν ἡμετέραν συντελοῦντα· καὶ γὰρ καὶ οἰκοδομὰς ἐξ αὐτῶν, καὶ πολλὰς ἑτέρας χρείας πρὸς τὴν ἡμετέραν ἀνάπαυσιν συντελούσας κα‐ τασκευάζομεν, καὶ ὅλως οὐδέν ἐστιν, ὃ μὴ λόγῳ τινὶ δεδημιούργηται, εἰ καὶ ἡ ἀνθρωπίνη φύσις οὐκ ἰσχύει | |
25 | πάντων μετὰ ἀκριβείας εἰδέναι τὸν λόγον· ὥσπερ οὖν ἐπὶ τῶν δένδρων, οὕτω καὶ ἐπὶ τῶν ζώων τὰ μὲν πρὸς βρῶσιν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς ὑπηρεσίαν. Καὶ τῶν θηρίων δὲ τὰ γένη, καὶ τῶν ἑρπετῶν οὐ μι‐ κρὰν ἡμῖν χρείαν συντελεῖ, καὶ εἰ βουληθείη τις εὐ‐ | |
30 | γνωμόνως καταμαθεῖν, εὑρίσκει καὶ νῦν, ὅτε τῆς ἀρχῆς αὐτῶν ἀφῃρέθημεν διὰ τὴν τοῦ πρωτοπλάστου παρα‐ κοὴν, πολλὴν τὴν ἀπ’ αὐτῶν ὠφέλειαν ἡμῖν προσγινο‐ μένην. Πολλὰ γὰρ καὶ ἐκ τούτων λαμβάνοντες ἰατρῶν παῖδες κατασκευάζουσι πρὸς τὴν τῶν ἡμετέρων σω‐ | |
35 | μάτων ὑγίειαν συντελεῖν δυνάμενα. Ἄλλως δὲ ποία βλάβη ἐκ τῆς τῶν θηρίων δημιουργίας, ὁπότε καθάπερ τὰ ἥμερα, οὕτω καὶ αὐτὰ ὑπὸ τὴν ἐξουσίαν τυγχάνειν ἤμελλε τοῦ μετ’ οὐ πολὺ μέλλοντος δημιουρ‐ γεῖσθαι; Τοῦτο γὰρ τέως φημί. | |
40 | ϛʹ. Ἵνα δὲ μάθῃς τοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερ‐ βάλλουσαν φιλανθρωπίαν, ἣν περὶ τὸ γένος τὸ ἡμέτερον ἐπιδείκνυται, ἐπειδὴ ἐξέτεινε τὸν οὐρανὸν, ἥπλωσε τὴν γῆν, ἐδημιούργησε τὸ στερέωμα, καθάπερ τι μέσον τειχίον τὴν διαίρεσιν τῶν ὑδάτων ἐργαζόμενον, εἶτα τὴν συν‐ | |
45 | αγωγὴν τῶν ὑδάτων γενέσθαι προστάξας, τὰ μὲν θαλάσ‐ σας ὠνόμασε, τὴν δὲ ξηρὰν γῆν, εἶτα ταύτην ἐκαλλώ‐ πισε ταῖς τῶν σπερμάτων ἀναδόσεσι, καὶ τῶν λοιπῶν βοτανῶν. Μετῆλθε πάλιν ἐπὶ τὴν τῶν δύο μεγάλων φωστήρων δημιουργίαν, καὶ τῶν ἀστέρων τὴν ποικι‐ | |
53.67(50) | λίαν, δι’ αὐτῶν τὸ κάλλος τοῦ οὐρανοῦ κατακοσμήσας· εἶτα τὰ ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα παραγαγὼν, καὶ τὰ πετεινὰ τὰ πετόμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ, καὶ πληρώσας τῶν πέντε ἡμερῶν τὸν ἀριθμὸν, ἐπειδὴ ἐχρῆν καὶ τὰ ἀπὸ τῆς γῆς ζῶα δη‐ | |
55 | μιουργηθῆναι, προστάξας καὶ ταῦτα ἀναδοθῆναι, τά τε πρὸς τροφὴν ἐπιτήδεια, τά τε πρὸς τὴν ὑπηρεσίαν χρή‐ σιμα, καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ, τότε λοιπὸν ἐπειδὴ πάντα κατεκόσμησε, καὶ τὴν προσήκουσαν ἐπέθηκεν εὐταξίαν καὶ διακόσμησιν τοῖς ὁρωμένοις, καὶ τὴν | |
60 | τράπεζαν πολυτελῆ παρεσκεύασε ποικίλων καὶ παντο‐ δαπῶν πεπληρωμένην τῶν ἐδεσμάτων, καὶ πολλὴν τὴν ἀφθονίαν καὶ τὸν πλοῦτον ἔχουσαν, καὶ τὰ βασίλεια, ὡς | |
ἂν εἴποι τις, πανταχόθεν λαμπρὰ εἰργάσατο τὰ ἄνω, τὰ | Column end | |
53.68 | κάτω ποικίλως φαιδρύνας, τότε λοιπὸν τὸν τούτων ἁπάντων ἀπολαύειν μέλλοντα δημιουργεῖ, τὴν ἐξουσίαν τῶν ὁρωμένων ἁπάντων αὐτῷ παραδιδοὺς, καὶ δεικνὺς ὅσῳ τῶν δημιουργηθέντων ἁπάντων τιμιώτερον τὸ | |
5 | μέλλον διαπλάττεσθαι ζῶον, εἴγε πάντα τὰ γενόμενα ὑπὸ τὴν τούτου ἐξουσίαν, καὶ ἐπιτροπὴν γενέσθαι κε‐ λεύει. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτεί‐ νωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις, εἰς τὴν ἑξῆς τα‐ μιευσώμεθα τὰ κατὰ τὴν διάπλασιν τοῦ θαυμαστοῦ τού‐ | |
10 | του ζώου τοῦ λογικοῦ καὶ ἐμψύχου, τοῦ ἀνθρώπου λέγω, τὴν συνήθη παράκλησιν ὑμῖν καὶ νῦν προσάγοντες, ὥστε καὶ τῶν εἰρημένων τὴν μνήμην διαφυλάττειν, καὶ διὰ πάντων τῶν ὁρωμένων εἰς τὴν τοῦ Δεσπότου δοξολογίαν ἑαυτοὺς διεγείρειν. Καὶ τὸ μὴ ἐφικνεῖσθαι, | |
15 | μηδὲ δύνασθαι πάντων τῶν δημιουργηθέντων τὸν λόγον καταλαβεῖν, μὴ γενέσθω ἡμῖν ἀπιστίας ὑπόθεσις, ἀλλὰ δοξολογίας ἀφορμή. Ὅταν γὰρ ἀτονήσῃ ὁ λογισμὸς, καὶ μὴ χωρήσῃ ἡ διάνοια, ἐννόει τοῦ Δεσπότου σου τὸ μέ‐ γεθος, καὶ ἐξ αὐτοῦ τούτου, ὅτι τοσαύτη αὐτοῦ ἡ δύνα‐ | |
20 | μις ὡς μηδὲ τὸν λόγον ἡμᾶς μετὰ ἀκριβείας εἰδέναι τῶν ὑπ’ αὐτοῦ γεγενημένων. Τοῦτο διανοίας εὐγνώμο‐ νος, τοῦτο ψυχῆς νηφούσης. Ἐπεὶ καὶ Ἕλληνες οὕτως ἐπλανήθησαν, τοῖς οἰκείοις λογισμοῖς τὰ πάντα ἐπιτρέ‐ ψαντες καὶ μὴ θελήσαντες πρὸς τὸ ἀσθενὲς τῆς οἰκείας | |
25 | φύσεως ἀπιδεῖν, ἀλλὰ τὰ ὑπὲρ αὐτοὺς φαντασθέν‐ τες, καὶ τῶν οἰκείων ὅρων ὑπερβάντες τὸ μέτρον, καὶ τῆς προσούσης αὐτοῖς ἀξίας ἐξέπεσον. Οἱ γὰρ λόγῳ τε‐ τιμημένοι καὶ τοσαύτην προεδρίαν λαβόντες παρὰ τοῦ δημιουργοῦ, καὶ τῶν κτισμάτων ἁπάντων τῶν ὁρωμένων | |
30 | τιμιώτεροι, οὗτοι εἰς τοσαύτην ἀλογίαν κατηνέχθησαν, ὡς κύνας, καὶ πιθήκους, καὶ κροκοδείλους, καὶ τὰ ἀτι‐ μότερα τούτων προσκυνεῖν. Καὶ τί λέγω ζῶα ἄλογα; Πολλοὶ τούτων εἰς τοσαύτην ἄνοιαν καὶ ἀναισθησίαν ἐξέπεσον, ὡς καὶ κρόμμυα, καὶ τὰ τούτων εὐτελέστερα | |
35 | σέβειν. Διὰ τοῦτο ὁ προφήτης τούτους αἰνιττόμενος ἔλεγε· Παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς. Ὁ λόγῳ, φησὶ, τετιμημένος, καὶ τοσαύτης σοφίας ἀξιωθεὶς, τῶν ἀλόγων γέγονεν ὅμοιος, τάχα δὲ καὶ χείρων. Ἐκεῖνα μὲν γὰρ ἅτε ἄλογα ὄντα | |
40 | οὐδὲ εὐθύνας ὑφέξει· ὁ δὲ λόγῳ τετιμημένος εἰς τὴν ἐκείνων ἀλογίαν μεταπεσὼν, εἰκότως μεγάλας δώσει τὰς εὐθύνας, ἀγνώμων γενόμενος περὶ τὴν τοσαύτην εὐερ‐ γεσίαν. Ἐντεῦθεν καὶ λίθους καὶ ξύλα λοιπὸν θεοὺς προσηγόρευσαν, καὶ ταῦτα τὰ ὁρώμενα στοιχεῖα ἐθεο‐ | |
45 | ποίησαν· ἅπαξ γὰρ ἐκτραπέντες τῆς εὐθείας ὁδοῦ, κατὰ κρημνῶν ἤχθησαν, καὶ εἰς αὐτὴν τὴν ἄβυσσον τῆς κακίας ἐξώκειλαν. ζʹ. Ἀλλ’ ἡμεῖς μηδὲ οὕτως ἀπογνῶμεν τῆς σωτηρίας αὐτῶν, ἀλλὰ τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, καὶ μετὰ | |
53.68(50) | πάσης προθυμίας καὶ μακροθυμίας αὐτοῖς διαλεγώμεθα, δεικνύντες καὶ τοῦ πράγματος τὴν ἀτοπίαν, καὶ τῆς βλάβης τὸ μέγεθος, καὶ μηδέποτε ἀπαγορεύωμεν αὐτῶν τὴν σωτηρίαν. Εἰκὸς γὰρ αὐτοὺς πεισθήσεσθαι τοῦ χρόνου προϊόντος, καὶ μάλιστα ἂν ἡμεῖς οὕτω πολιτευώ‐ | |
55 | μεθα, ὡς μηδεμίαν αὐτοῖς παρέχειν λαβήν. Πολλοὶ γὰρ τούτων, ἐπειδὰν ἴδωσί τινας τῶν μεθ’ ἡμῶν τεταγμένων, τῷ ῥήματι μὲν καὶ τῇ προσηγορίᾳ Χριστιανοὺς ὀνομαζο‐ μένους, ὁμοίως δὲ ἐκείνοις ἁρπάζοντας, πλεονεκτοῦντας, βασκαίνοντας, ἐπιβουλεύοντας, δόλους ῥάπτοντας, τὰ | |
60 | ἄλλα ἅπαντα ἐργαζομένους, τρυφῇ καὶ ἀδηφαγίᾳ προσ‐ έχοντας, οὐκέτι οὐδὲ τὴν ἀπὸ τῶν λόγων νουθεσίαν | |
προσίενται, νομίζοντες ἀπάτην εἶναι τὰ ἡμέτερα, | ||
53.69 | καὶ τοῖς αὐτοῖς ἅπαντας ὑπευθύνους εἶναι. Ἐννόει μοι τοίνυν πόσων ἂν οἱ τοιοῦτοι γένοιντο κολάσεων ἄξιοι, ὅταν μὴ μόνον ἑαυτοῖς ἐπισωρεύωσι τὸ πῦρ τὸ ἄσβεστον, ἀλλὰ καὶ ἑτέροις αἴτιοι γένωνται τοῦ τῇ πλάνῃ προσ‐ | |
5 | ηλῶσθαι, καὶ πρὸς τὴν τῆς ἀρετῆς διδασκαλίαν ἀποφράτ‐ τειν τὰ ὦτα, καὶ μετὰ τούτου καὶ τοῖς τὴν ἀρετὴν μετ‐ ιοῦσι διαβολῆς ἀφορμὴν παρέχουσι, καὶ τὸ δὴ πάντων χαλεπώτερον, ὅταν δι’ αὐτῶν ὁ Δεσπότης βλασφημῆται. Ὁρᾷς ὅση τῆς κακίας ἡ λύμη; ὁρᾷς ὡς οὐ τῇ τυχούσῃ | |
10 | κολάσει ὑπευθύνους ἑαυτοὺς καθιστῶσιν οἱ τὴν κα‐ κίαν μετιόντες, ἀλλὰ καὶ σφόδρα βαρυτάτῃ, εἴγε μέλ‐ λοιεν ὑπὲρ ἁπάντων εὐθύνας ὑπέχειν, οὐ μόνον ὑπὲρ τῆς ἑαυτῶν ἀπωλείας, ἀλλὰ καὶ ὑπὲρ τοῦ τῶν πεπλα‐ νημένων σκανδάλου, καὶ ὑπὲρ τῆς κατηγορίας τῶν τὴν | |
15 | ἀρετὴν μετιόντων, καὶ ὑπὲρ τῆς εἰς τὸν Θεὸν βλασφη‐ μίας; Ταῦτα δὴ πάντα ἐννοοῦντες μὴ ἀμελῶμεν τῆς ἑαυτῶν σωτηρίας, καὶ τῆς κατὰ Θεὸν πολιτείας πολλὴν ποιώμεθα τὴν φροντίδα, εἰδότες ὅτι ἐντεῦθεν μάλιστα ἢ κατακρινόμεθα, ἢ τῆς παρ’ αὐτοῦ φιλανθρω‐ | |
20 | πίας ἀξιούμεθα. Οὕτω τοίνυν πάντα πράττωμεν, ὥστε καὶ ἡμᾶς ἀγαθῷ συνειδότι συζῇν, καὶ τοὺς ἔτι πλανω‐ μένους διὰ τῆς ἡμετέρας κατὰ Θεὸν ἀναστροφῆς ἐπὶ τὴν ἀλήθειαν χειραγωγεῖν, καὶ δι’ ἡμῶν καὶ τοὺς ἄλλους ἅπαντας τοὺς μεθ’ ἡμῶν τεταγμένους χρηστῆς εὐφημίας | |
25 | ἀπολαύειν, καὶ πρὸ τούτων ἁπάντων δοξάζεσθαι τὸν ἡμέτερον Δεσπότην, καὶ πλείονα τὴν περὶ ἡμᾶς ἐπιδεί‐ κνυσθαι κηδεμονίαν. Ὅταν γὰρ εἰς ἡμᾶς ὁρῶντες οἱ ἄνθρωποι κερδαίνωσι, καὶ τὴν εἰς τὸν Θεὸν εὐφημίαν ἀναφέρωσι, πλείονος καὶ ἡμεῖς ἀπολαυσόμεθα τῆς παρ’ | |
30 | αὐτοῦ ῥοπῆς. Τί γὰρ ἂν εἴη μακαριώτερον ἀνθρώπου, ὅταν οὕτω πολιτεύηται, ὥστε τοὺς ὁρῶντας ἐκπλήττε‐ σθαι, καὶ λέγειν, Δόξα σοι, ὦ Θεός· ποταποί εἰσιν οἱ Χριστιανοί; πόσην ἐπιδείκνυνται φιλοσοφίαν; πῶς ὑπερ‐ ορῶσι τῶν παρόντων; πῶς ἅπαντα σκιὰ αὐτοῖς καὶ | |
35 | ὄναρ νενόμισται, καὶ οὐδενὶ τῶν ὁρωμένων προστετή‐ κασιν, ἀλλὰ καθάπερ ἐν ξένῃ πολιτευόμενοι, οὕτως ἅπαντα διαπράττονται, καθ’ ἑκάστην ἡμέραν πρὸς τὴν ἐντεῦθεν ἀποδημίαν ἐπειγόμενοι; Πόσην οἴει τὰ ῥήματα ταῦτα κομίζειν τοῖς οὕτω πολιτευομένοις ἐντεῦθεν ἤδη | |
40 | τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν; Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι καὶ αὐτοὶ οἱ ταῦτα περὶ ἡμῶν ψηφιζό‐ μενοι ταχέως τῆς πλάνης ἀποστήσονται, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήξουσι. Τοῦτο δὲ ὅσην τοῖς τοιούτοις ἐκεῖ τὴν παῤῥησίαν προξενεῖ παντί που δῆλόν ἐστιν. Εἰδότες | |
45 | τοίνυν, ὡς ὑπεύθυνοι καὶ τῆς ὠφελείας καὶ τῆς βλάβης τῶν πλησίον ἐσμὲν, οὕτω τὸν ἑαυτῶν οἰκονομῶμεν βίον, ὡς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ τοῖς ἄλλοις διδασκα‐ λίας ὑπόθεσις γίνεσθαι, ἵνα καὶ ἐνταῦθα πολλὴν τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν ἐπισπασώμεθα, καὶ ἐν τῷ μέλ‐ | |
53.69(50) | λοντι δαψιλῶς ἀπολαύσωμεν τῆς παρὰ τοῦ Θεοῦ φιλαν‐ θρωπίας, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς Υἱοῦ αὐτοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
55t | ΟΜΙΛΙΑ Ηʹ. | |
56n | Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα | |
57n | ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν· καὶ ἀρχέτωσαν τῶν | |
58n | ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρα‐ | |
59n | νοῦ, καὶ τῶν κτηνῶν, καὶ τῶν θηρίων, καὶ πάσης | |
60n | τῆς γῆς, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων | |
61n | ἐπὶ τῆς γῆς. | |
62 | αʹ. Φέρε καὶ σήμερον, ἐπειδὴ μετὰ πολλῆς τῆς προθυ‐ μίας ἠκούσατε χθὲς τῶν παρ’ ἡμῶν λεγομένων, τὰ | |
πρόσφατον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας | Column end | |
53.70 | ἀγάπης, πρότερον ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ τὰ πρότερα ἐναποτίθεσθαι ὑμῶν τῇ διανοίᾳ, ἵνα μὴ μάτην καὶ εἰκῇ τοσοῦτον πόνον ὑπομένωμεν. Τὸ γὰρ σπουδαζόμενον | |
5 | ἡμῖν, μετὰ ἀκριβείας ὑμᾶς εἰδέναι τῶν γεγραμμένων τὴν δύναμιν, ὥστε μὴ μόνον ὑμᾶς ταῦτα ἐπίστα‐ σθαι, ἀλλὰ καὶ ἑτέροις διδασκάλους γίνεσθαι, ἵνα δύνη‐ σθε, κατὰ τὸν μακάριον Παῦλον, εἷς τὸν ἕνα οἰκοδομεῖν. Ἐὰν γὰρ ὑμεῖς προκόπτητε ἐν Κυρίῳ, καὶ περὶ τὴν τῶν | |
10 | πνευματικῶν διδασκαλίαν ἐπίδοσίν τινα ἐπιδείκνυσθε, πολλὴν καὶ ἡμῖν παρέξετε τὴν εὐφροσύνην. Τοῦτο γὰρ ἡμῶν ἐστιν ἡ πᾶσα εὐημερία, καὶ ἡ μεγίστη ἑορτή. Τίς γὰρ ἡμῶν ἡ ἐλπὶς, ἢ χαρὰ, ἢ στέφανος, φησὶ, καυχήσεως; ἢ οὐχὶ καὶ ὑμεῖς, καὶ ἡ ὑμετέρα κατὰ | |
15 | Θεὸν ἐπίδοσις; Ἐπεὶ καὶ τῶν διδασκάλων ἕκαστος, ἐπειδὰν ἴδῃ τὸν μαθητευόμενον τῶν προτέρων διδαγμά‐ των τὴν μνήμην ἀκριβῶς ἐμπήξαντα τῇ διανοίᾳ, καὶ τὸν καρπὸν διὰ τῶν ἔργων ἐπιδεικνύμενον, μετὰ πλείο‐ νος τῆς προθυμίας καὶ τῶν ἑξῆς τὴν γνῶσιν αὐτῷ πα‐ | |
20 | ρακατατίθεται. Καὶ ἡμεῖς τοίνυν ὅσῳ ἂν ἴδωμεν ὑμῶν τὴν διάνοιαν διεγηγερμένην, καὶ τὸν πόθον αὐξανόμε‐ νον, καὶ λογισμὸν ἐπτερωμένον, τοσούτῳ πλέον προθυ‐ μότεροι γινόμεθα πρὸς τὸ δαψιλεστέραν ὑμῖν προτιθέναι τὴν διδασκαλίαν. Ὅσῳ γὰρ ἂν πλείονα προχέωμεν ὑμῖν | |
25 | τὰ νάματα ταῦτα τὰ πνευματικὰ, τοσούτῳ καὶ ἡμῖν αὔ‐ ξεται τὰ τῆς ἐπιῤῥοῆς διὰ τὴν οἰκοδομὴν τὴν ὑμετέ‐ ραν, διὰ τὴν ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν· οὐδὲ γάρ ἐστιν ἐνταῦθα συμβῆναι, ὅπερ ἐπὶ τῶν χρημάτων γί‐ νεσθαι εἰκός. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν τῷ πλησίον | |
30 | τὸ ἀργύριον, ἠλάττωσε τὴν οἰκείαν περιουσίαν, καὶ ὅσῳ ἂν πλείονα καταβάλῃ, τοσούτῳ καὶ τὰ τῆς οὐσίας αὐτῷ μειοῦται· ἐνταῦθα δὲ ἀπεναντίας. Τότε μᾶλλον ἡμῖν αὔξεται τὰ τῆς περιουσίας, τότε πλέον ἐπιδίδωσι τὰ τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ, ὅταν μετὰ δα‐ | |
35 | ψιλείας προχέωμεν τὰ τῆς διδασκαλίας τοῖς ἀρύεσθαι βουλομένοις. Ἐπεὶ οὖν τοῦτο καὶ ἡμῖν πλείονος πλούτου καὶ περιουσίας ὑπόθεσις γίνεται, καὶ ὑμεῖς ἀκορέστως ἔχετε περὶ τὴν πνευματικὴν ταύτην τροφὴν, φέρε ἴδωμεν τί καὶ σήμερον ὁ μακάριος Μωϋσῆς διδάσκει ἡμᾶς διὰ | |
40 | τῶν ἀναγνωσθέντων, μᾶλλον δὲ τί ἡ τοῦ Πνεύματος χά‐ ρις διὰ τῆς τούτου γλώττης πᾶσιν ἡμῖν διαλέγεται. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ’ εἰ‐ κόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Μὴ ἁπλῶς παρα‐ δράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, ἀλλὰ διερευνησώ‐ | |
45 | μεθα ἑκάστην λέξιν, καὶ πρὸς τὸ βάθος κατελθόντες ἀνιχνεύσωμεν τὴν ἐγκεκρυμμένην δύναμιν τοῖς βραχέσι τούτοις ῥήμασιν. Εἰ γὰρ καὶ ὀλίγα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκεκρυμμένος θησαυρὸς, καὶ προσήκει τοὺς νήφοντας καὶ ἐγρηγορότας μὴ μέχρι τῆς ἐπιφανείας | |
53.70(50) | ἵστασθαι. Ἐπεὶ καὶ οἱ τὸν αἰσθητὸν τοῦτον θησαυρὸν ἀνορύττειν ἐπιχειροῦντες, οὐκ ἐξεπιπολῆς μόνον δια‐ σκάπτουσιν, οὐδὲ τὴν ἐπιφάνειαν διερευνῶνται, ἀλλ’ ἐπειδὰν εἰς πολὺ βάθος κατέλθωσι, τότε τοὺς κόλπους τῆς γῆς ἀνιχνεύουσι, καὶ οὕτω διὰ τῆς οἰκείας ἐπιστήμης | |
55 | χωρίζουσι τῆς γῆς τὸ χρυσίον, καὶ μετὰ τὸν πολὺν πόνον καὶ ἱδρῶτα πολλάκις ὀλίγα ψήγματα μόγις εὑρεῖν ἠδυ‐ νήθησαν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλὰ καὶ ὁ πόνος ἐλάττων, καὶ ἡ περιουσία ἄφατος. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά. | |
60 | βʹ. Μὴ τοίνυν γενώμεθα χείρους τῶν περὶ τὰ αἰ‐ σθητὰ ἐπτοημένων, ἀλλὰ διερευνήσωμεν καὶ ἡμεῖς τὸν θησαυρὸν τοῦτον τὸν πνευματικὸν τὸν τοῖς ῥήμασι τούτοις ἐναποκείμενον, καὶ πρῶτον ἴδωμεν τί τὸ καινὸν καὶ πα‐ ράδοξον τῶν εἰρημένων, καὶ τίνος ἕνεκεν τοσαύτῃ τῇ | |
65 | ἐναλλαγῇ τῶν ῥημάτων ἐχρήσατο ὁ μακάριος οὗτος προ‐ φήτης, μᾶλλον δὲ ὁ φιλάνθρωπος Θεὸς διὰ τοῦ προφήτου | |
φθεγγόμενος. Καί φησι· Ποιήσωμεν ἄνθρωπον κατ’ | ||
53.71 | εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Πρῴην μὲν γὰρ ἠκούομεν αὐτοῦ λέγοντος μετὰ τὴν τοῦ οὐρανοῦ καὶ τῆς γῆς δημιουργίαν, Γενηθήτω φῶς, καὶ Γενηθήτω στε‐ ρέωμα ἐν μέσῳ τοῦ ὕδατος· καὶ πάλιν, Συναχθήτω τὸ | |
5 | ὕδωρ εἰς συναγωγὴν μίαν, καὶ ὀφθήτω ἡ ξηρὰ, καὶ Γενηθήτωσαν φωστῆρες, καὶ Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν. Εἶδες λόγῳ μόνον καὶ προσ‐ τάγματι πᾶσαν τὴν κτίσιν δημιουργουμένην ἐν ταῖς πέντε ἡμέραις; Σκόπει σήμερον πόση τῶν ῥημάτων ἡ | |
10 | διαφορά. Οὐκέτι γάρ φησι, γενηθήτω ἄνθρωπος, ἀλλὰ τί; Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Τί τὸ καινόν; τί τὸ ξένον; Τίς ἆρα οὗτός ἐστιν ὁ δημιουργούμενος, ὅτι τοσαύτης βουλῆς καὶ σκέψεως ἐδέησε τῷ δημιουργῷ πρὸς τὴν τούτου κατα‐ | |
15 | σκευήν; Μὴ ξενισθῇς, ἀγαπητέ. Τὸ γὰρ τιμιώτερον ἁπάντων τῶν ὁρωμένων ζώων ἐστὶν ὁ ἄνθρωπος, δι’ ὃν καὶ ταῦτα ἅπαντα παρήχθη, οὐρανὸς, γῆ, θάλαττα, ἥλιος, σελήνη, ἀστέρες, τὰ ἑρπετὰ, τὰ κτήνη, πάντα τὰ ἄλογα ζῶα. Καὶ τίνος ἕνεκεν, φησὶν, εἰ τούτων ἁπάν‐ | |
20 | των τιμιώτερον τυγχάνει, ὕστερον παρήχθη; Εἰκότως. Καθάπερ γὰρ βασιλέως μέλλοντος εἰς πόλιν εἰσελαύνειν, τοὺς δορυφόρους ἀνάγκη προηγεῖσθαι, καὶ τοὺς ἄλλους ἅπαντας, ἵνα εὐτρεπισμένων τῶν βασιλείων, οὕτως ὁ βασιλεὺς εἰς τὰ βασίλεια παραγίνηται· τὸν αὐτὸν δὴ | |
25 | τρόπον καὶ νῦν, καθάπερ βασιλέα τινὰ καὶ ἄρχοντα μέλλων ἐφιστᾷν πᾶσι τοῖς ἐπὶ τῆς γῆς, πᾶσαν ταύτην τὴν διακόσμησιν πρότερον ἐτεκτήνατο, καὶ τότε τὸν μέλλοντα ἐφίστασθαι παρήγαγε, δεικνὺς ἡμῖν δι’ αὐτῶν τῶν πραγμάτων ὅσον τιμᾶται τουτὶ τὸ ζῶον. Ἀλλ’ | |
30 | ἐρώμεθα τὸν Ἰουδαῖον, καὶ ἴδωμεν τί φησι, πρὸς τίνα εἴρηται τὸ, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέ‐ ραν; Μωϋσέως γάρ ἐστι τὰ γράμματα, ᾧ λέγουσι μὲν πιστεύειν, οὐ πιστεύουσι δέ· καθὼς καὶ ὁ Χριστός φη‐ σιν, Εἰ ἐπιστεύετε Μωϋσῇ, ἐπιστεύετε ἂν ἐμοί. Ἀλλὰ | |
35 | τὰ μὲν γράμματα παρ’ αὐτοῖς, τὰ δὲ νοήματα παρ’ ἡμῖν. Πρὸς τίνα οὖν εἴρηται, Ποιήσωμεν ἄνθρωπον, καὶ τίνι τὴν βουλὴν ταύτην προτίθησιν ὁ Δεσπότης; Οὐκ ἐπειδὴ βουλῆς δεῖται καὶ σκέψεως· μὴ γένοιτο· ἀλλὰ τῷ προ‐ σχήματι τῶν ῥημάτων ἐνδείξασθαι ἡμῖν βούλεται τὴν | |
40 | ὑπερβάλλουσαν τιμὴν, ἣν περὶ τὸν ἄνθρωπον τὸν δη‐ μιουργούμενον ἐπιδείκνυται. Τί οὖν φασιν οὗτοι οἱ τὸ κάλυμμα ἔχοντες ἔτι ἐπικείμενον ἐν ταῖς καρδίαις αὐτῶν, καὶ μηδὲν τῶν ἐγκειμένων συνιέναι βουλόμενοι; Πρὸς ἄγγελον, φησὶ, ταῦτα λέγει ἢ ἀρχάγγελον. Ὢ τῆς μα‐ | |
45 | νίας· ὢ τῆς πολλῆς ἀναισχυντίας. Καὶ πῶς ἂν ἔχοι λόγον, ὦ ἄνθρωπε, ἄγγελον κοινωνεῖν γνώμης τῷ Δεσπότῃ, καὶ δημιουργήματα τῷ δημιουργῷ; Ἀγγέλων οὐκ ἔστι τὸ γνώμης κοινωνεῖν, ἀλλὰ παρεστάναι, καὶ τὴν λειτουργίαν ἀναπληροῦν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ με‐ | |
53.71(50) | γαλοφωνοτάτου Ἡσαΐου λέγοντος περὶ τῶν ἀνωτέρω τῶν ἀγγέλων δυνάμεων, ὅτι Εἶδον τὰ Χερουβὶμ ἑστῶτα ἐκ δεξιῶν τοῦ Θεοῦ, καὶ τὰ Σεραφὶμ, καὶ κατεκάλυπτον τὰ πρόσωπα ἑαυτῶν ἐν ταῖς πτέρυξι, καὶ τοὺς πόδας. Διὰ τὸ μὴ φόρειν δηλονότι τὴν ἐκεῖθεν ἐκπηδῶ‐ | |
55 | σαν ἀστραπὴν, ἀλλ’ εἱστήκεισαν μετὰ πολλοῦ τοῦ φόβου καὶ τρόμου. Καὶ γὰρ τῶν δημιουργημάτων ἴδιον τὸ παρ‐ εστάναι τῷ Δεσπότῃ. γʹ. Ἀλλ’ οὗτοι μηδὲν τῶν ἐγκειμένων συνιέντες, ἁπλῶς | |
τὸ ἐπιὸν φθέγγονται. Διόπερ προσήκει τὴν ἐκείνων ληρ‐ | Column end | |
53.72 | ωδίαν παρωσαμένους, διδάξαι τῆς Ἐκκλησίας τὰ τέκνα τῶν εἰρημένων τὴν ἀλήθειαν. Τίς οὖν ἐστιν οὗτος, πρὸς ὅν φησι, Ποιήσωμεν ἄνθρωπον; Τίς δὲ ἄλλος, ἀλλ’ ἢ ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, ὁ θαυμαστὸς | |
5 | σύμβουλος, ὁ ἐξουσιαστὴς, ὁ ἄρχων τῆς εἰρήνης, ὁ πατὴρ τοῦ μέλλοντος αἰῶνος, ὁ μονογενὴς τοῦ Θεοῦ Παῖς, ὁ τῷ Πατρὶ ὅμοιος κατὰ τὴν οὐσίαν, δι’ οὗ τὰ πάντα παρήχθη; Τούτῳ φησὶ, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Ἐνταῦθα | |
10 | καὶ τοῖς τὰ Ἀρείου φρονοῦσι καιρίαν δίδωσι τὴν πληγήν. Οὐδὲ γὰρ προστακτικῶς εἶπε, ποίησον, ὡς ὑποδεεστέρῳ, ἢ ὡς ἐλάττονι κατὰ τὴν οὐσίαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἰσοτιμίας, Ποιήσωμεν· καὶ τὸ ἑξῆς δὲ πολλὴν δείκνυσιν ἡμῖν τῆς οὐσίας τὴν ὁμοιότητα. Ποιήσωμεν γὰρ, φησὶν, | |
15 | ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Ἀλλ’ ἐνταῦθα πάλιν ἐπιφύονται ἕτεροι αἱρετικοὶ, λυ‐ μαινόμενοι τῆς Ἐκκλησίας τὰ δόγματα, καί φασιν, ἰδοὺ εἶπε, Κατ’ εἰκόνα ἡμετέραν, καὶ ἐντεῦθεν βούλονται ἀνθρωπόμορφον λέγειν τὸ θεῖον, ὅπερ ἐσχάτης ἂν εἴη | |
20 | παραπληξίας, τὸν ἀσχημάτιστον, καὶ ἀνείδεον, καὶ ἀναλ‐ λοίωτον εἰς μορφὴν ἀνθρωπίνην κατάγειν, καὶ, σχήματα καὶ μέλη περιτιθέναι τῷ ἀσωμάτῳ. Τί τῆς μανίας ταύ‐ της ἴσον γένοιτ’ ἂν, ὅταν μὴ μόνον κερδαίνειν μὴ βού‐ λωνται ἀπὸ τῆς τῶν θεοπνεύστων Γραφῶν διδασκαλίας, | |
25 | ἀλλὰ καὶ μέγιστα ἐντεῦθεν βλάπτωνται; Τοιοῦτον γὰρ οἱ νοσοῦντες, καὶ οἱ τὰς ὄψεις ταύτας τὰς σωματικὰς ἀσθενῶς διακείμενοι. Καθάπερ γὰρ οὗτοι καὶ πρὸς τὸ ἡλιακὸν φῶς ἀπεχθάνονται διὰ τὴν τῆς ὄψεως ἀσθένειαν, καὶ οἱ νοσοῦντες καὶ τὰ ὑγιεινότερα τῶν σιτίων ἀπο‐ | |
30 | στρέφονται· οὕτω δὴ καὶ οὔτοι νοσοῦντες τὴν ψυχὴν, καὶ τὸ τῆς διανοίας ὄμμα πεπηρωμένοι, πρὸς τὸ φῶς τῆς ἀληθείας ἐνατενίσαι οὐκ ἰσχύουσι. Διὸ τὰ παρ’ ἡμῶν αὐτῶν πληρώσωμεν, καὶ χεῖρα αὐτοῖς ὀρέξωμεν, μετὰ πολλῆς τῆς ἐπιεικείας πρὸς αὐτοὺς διαλεγόμενοι. Καὶ | |
35 | γὰρ ὁ μακάριος Παῦλος οὕτω παρῄνεσε λέγων, Ἐν πραότητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς, φησὶ, μετάνοιαν εἰς ἐπίγνωσιν ἀληθείας, καὶ ἀνανήψωσιν ἐκ τῆς τοῦ διαβόλου παγίδος, ἐζωγρημένοι ὑπ’ αὐτοῦ εἰς τὸ ἐκείνου θέ‐ | |
40 | λημα. Ὁρᾷς πῶς ἐνέφηνε διὰ τῶν ῥημάτων, ὅτι καθάπερ ὑπὸ μέθης τινός εἰσι κατακεχωσμένοι; Τὸ γὰρ εἰπεῖν, Ἀνανήψωσιν, ἔδειξε κάτω που βεβαπτισμένους αὐ‐ τούς. Καὶ πάλιν, Ἐζωγρημένοι, φησὶν, ὑπὸ τοῦ διαβόλου, μονονουχὶ λέγων, καθάπερ ἐν δικτύοις εἰσὶν | |
45 | ἀπειλημμένοι. Καὶ δεῖ πολλῆς ἡμῖν τῆς ἐπιεικείας, καὶ τῆς μακροθυμίας, ὥστε δυνηθῆναι αὐτοὺς ἐξαρπά‐ σαι, καὶ ἐξαγαγεῖν ἐκ τῶν παγίδων τοῦ διαβόλου. Εἴπω‐ μεν τοίνυν πρὸς αὐτοὺς, ἀνανήψατε μικρὸν, διαβλέψατε πρὸς τὸ φῶς τῆς δικαιοσύνης, ἐννοήσατε τῶν ῥημάτων | |
53.72(50) | τὴν ἀκρίβειαν. Οὐδὲ γὰρ εἰπὼν, Ποιήσωμεν ἄνθρω‐ πον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν, μέχρι τούτου ἔστη, ἀλλὰ διὰ τῆς ἐπαγωγῆς δῆλον ἡμῖν ἐποίησε, κατὰ ποῖον λογισμὸν τὸ ὄνομα τῆς εἰκόνος ἔλαβε. Τί γάρ φησι; Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσ‐ | |
55 | σης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Κατὰ τὴν τῆς ἀρχῆς οὖν Εἰκόνα φησὶν, οὐ καθ’ ἕτερόν τι· καὶ γὰρ πάντων τῶν ἐπὶ τῆς γῆς ἄρχοντα τὸν ἄνθρωπον ἐδημιούργησεν ὁ Θεὸς, καὶ οὐδὲν τῶν ἐπὶ τῆς γῆς ἐστι | |
60 | τούτου μεῖζον, ἀλλὰ πάντα ὑπὸ τὴν ἐξουσίαν τὴν τούτου τυγχάνει. δʹ. Εἰ δὲ ἔτι καὶ μετὰ τὴν τοσαύτην τῶν εἰρημένων ἀκρί‐ | |
βειαν φιλονεικοῦντες λέγοιεν, κατὰ τὴν τῆς μορφῆς εἰ‐ | ||
53.73 | κόνα εἰρῆσθαι, ἐροῦμεν πρὸς αὐτούς· οὐκοῦν οὐ μόνον ὁ ἄνθρωπος, ἀλλὰ καὶ ἡ γυνὴ δηλονότι· τὴν αὐτὴν γὰρ μορφὴν ἑκάτεροι ἔχουσιν. Ἀλλ’ οὐκ ἂν ἔχοι τοῦτο λόγον. Ἄκουε γὰρ τοῦ Παύλου λέγοντος· Ἀνὴρ μὲν γὰρ οὐκ | |
5 | ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλὴν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων· ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν. Ὁ μὲν γὰρ ἄρχει, ἡ δὲ ὑποτέτακται, καθὼς καὶ ὁ Θεὸς ἐξ ἀρχῆς πρὸς αὐτήν φησι, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ | |
10 | γὰρ κατὰ τὸν τῆς ἀρχῆς λόγον τὸ τῆς εἰκόνος παρείληφε, καὶ οὐ κατὰ τὴν μορφὴν, ὁ δὲ ἄνθρωπος ἄρχει πάντων, ἡ δὲ γυνὴ ὑποτέτακται, διὰ τοῦτό φησι περὶ τοῦ ἀνδρὸς ὁ Παῦλος, ὅτι εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχει, ἡ δὲ γυνὴ δόξα ἀνδρός ἐστιν. Εἰ δὲ περὶ μορφῆς ἔλεγεν, οὐκ ἂν | |
15 | διεῖλεν· ὁ γὰρ αὐτὸς τύπος καὶ ἀνδρὸς καὶ γυναικός. Εἶδες τῆς ἀληθείας τὴν περιουσίαν, πῶς οὐδεμίαν κατα‐ λιμπάνει ἀπολογίας πρόφασιν τοῖς ἀναισχυντεῖν βουλο‐ μένοις; Ἀλλ’ ὅμως καὶ τούτων οὕτως ἐχόντων μὴ παυ‐ σώμεθα πολλῇ τῇ μακροθυμίᾳ πρὸς αὐτοὺς κεχρημένοι, | |
20 | Μή ποτε δῷ αὐτοῖς ὁ Θεὸς μετάνοιαν εἰς ἐπίγνω‐ σιν ἀληθείας. Μὴ τοίνυν ναρκήσωμεν πολλὴν τὴν ἐπιείκειαν ἐπιδεικνύμενοι, εἴπως δυνηθείημεν αὐτοὺς ἐξαρπάσαι τῆς τοῦ διαβόλου ἀπάτης· καὶ, εἰ δοκεῖ, πάλιν ἐπιστήσωμεν αὐτοῖς τὸν μακάριον Παῦλον οὕτω | |
25 | λέγοντα πρὸς τοὺς τὰς Ἀθήνας οἰκοῦντας· Οὐκ ὀφεί‐ λομεν νομίζειν χρυσῷ, ἢ ἀργύρῳ, ἢ λίθῳ, ἢ χαρά‐ γματι τέχνης ἢ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον. Εἶδες τὸν σοφὸν διδάσκαλον, μεθ’ ὅσης ἀκριβείας πᾶσαν αὐτῶν ἐξέκοψε τὴν ἀπάτην; Οὐ μόνον γὰρ τύπου | |
30 | σωματικοῦ. ἔφησεν ἀπηλλάχθαι τὸ Θεῖον, ἀλλὰ μηδὲ ἐν‐ θύμησιν ἀνθρώπου δυνατὴν εἶναι ἀναπλάσαι τι τοιοῦτον. Ταῦτα πρὸς αὐτοὺς συνεχῶς διαλεγόμενοι, μὴ παύσησθε τὰ παρ’ ἑαυτῶν εἰσφέροντες, ἂν ἄρα ἐνδῶσιν, ἂν ἄρα βουληθῶσι διαβλέψαι πρὸς τὴν ἀλήθειαν. Καὶ ἐκείνοις | |
35 | μὲν μετὰ πολλῆς ἐπιεικείας καὶ τῆς ἀσφαλείας διαλεγό‐ μενοι μὴ παύσησθε, αὐτοὶ δὲ, παρακαλῶ, μετὰ ἀκριβείας τὰ δόγματα τῆς Ἐκκλησίας κατέχετε, μὴ συγχέοντες τῶν εἰρημένων τὴν ἀκολουθίαν, ἀλλὰ πρὸς μὲν Ἰουδαίους καταλλήλως διαλεγόμενοι, καὶ δεικνύντες, | |
40 | ὅτι οὐ πρός τινα τῶν λειτουργικῶν δυνάμεων ταῦτα τὰ εἰρημένα, ἀλλὰ πρὸς αὐτὸν τὸν μονογενῆ τοῦ Θεοῦ Υἱόν· πρὸς δὲ τοὺς τὰ Ἀρείου φρονοῦντας πάλιν ἐντεῦθεν τὴν ὁμοτιμίαν τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἀποδεικνύντες· καὶ πρὸς τοὺς ἀνθρωπόμορφον τὸ Θεῖον εἶναι φανταζο‐ | |
45 | μένους τὰ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένα εἰς μέ‐ σον παραγαγόντες, ἀνατρέπετε μὲν τὰ ζιζανίων δίκην ἐπιφυόμενα ὀλέθρια νοσήματα τοῖς τῆς Ἐκκλησίας δό‐ γμασι· σπουδάζετε δὲ κρατύνειν ἐν ἑαυτοῖς τὰ εὐσεβῆ διδάγματα. Βούλομαι γὰρ καὶ εὔχομαι πάντας ὑμᾶς δι‐ | |
53.73(50) | δασκάλων τάξιν ἐπέχειν, καὶ μὴ μόνον ἀκροατὰς εἶναι τῶν παρ’ ἡμῶν λεγομένων, ἀλλὰ καὶ ἑτέροις διαπορ‐ θμεύειν, καὶ σαγηνεύειν τοὺς ἔτι πλανωμένους πρὸς τὴν τῆς ἀληθείας ὁδόν· καθάπερ καὶ Παῦλός φησιν, Εἷς τὸν ἕνα οἰκοδομεῖτε, καὶ, Μετὰ φόβου καὶ τρόμου τὴν | |
55 | ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Οὕτως ἡμῖν καὶ ἡ Ἐκκλησία εἰς πλῆθος ἐπιδώσει, καὶ ὑμεῖς πλείονος ἀπολαύσεσθε τῆς ἄνωθεν ῥοπῆς, πολλὴν τῶν ὑμετέρων μελῶν τὴν πρόνοιαν ποιούμενοι. εʹ. Οὐδὲ γὰρ ἑαυτῷ μόνον ἀρκεῖν ὁ Θεὸς βούλεται τὸν | |
60 | Χριστιανὸν, ἀλλὰ καὶ ἑτέρους οἰκοδομεῖν οὐ διὰ τῆς δι‐ δασκαλίας μόνον, ἀλλὰ καὶ διὰ τοῦ βίου, καὶ τῆς ἀνα‐ στροφῆς· οὐδὲν γὰρ οὕτως ἐνάγει πρὸς τὴν τῆς ἀληθείας | |
ὁδὸν, ὡς πολιτείας ἀκρίβεια· οὐδὲ γὰρ τοῖς παρ’ ἡμῶν | Column end | |
53.74 | λεγομένοις οὕτω προσέχουσιν, ὡς τοῖς ὑφ’ ἡμῶν πρατ‐ τομένοις. Καὶ ἵνα μάθῃς, ὅτι τοῦτο οὕτως ἔχει (κἂν γὰρ μυριάκις φιλοσοφῶμεν τοῖς λόγοις, καὶ περὶ ἀνεξικακίας διαλεγώμεθα, καιροῦ δὲ παραπεσόντος μὴ διὰ τῶν ἔργων | |
5 | ταύτην ἐπιδειξώμεθα, οὐ τοσοῦτον ὁ λόγος ὠφέλησεν, ὅσον ἡ πρᾶξις ἔβλαψεν· ἂν δὲ καὶ πρὸ τῶν λόγων καὶ μετὰ τοὺς λόγους τὴν διὰ τῶν ἔργων ἐπίδειξιν ποιώμεθα, ἀξιόπιστοι ἐσόμεθα ἐκεῖνα παραινοῦντες, ἃ καὶ διὰ τῶν ἔργων πληροῦμεν, ἐπεὶ καὶ ὁ Χριστὸς τούτους ἐμακάρισε | |
10 | λέγων, Μακάριος ὁ ποιήσας, καὶ διδάξας)· σκόπει πῶς πρότερον τὴν ποίησιν ἔθηκεν, καὶ τότε τὴν διδα‐ σκαλίαν. Τῆς πράξεως γὰρ προηγουμένης, κἂν μὴ ἕπη‐ ται ἡ διδασκαλία, ἀρκεῖ τὰ ἔργα φωνῆς λαμπρότερον διδάξαι τοὺς εἰς ἡμᾶς ὁρῶντας. Τοῦτο οὖν πανταχοῦ σκο‐ | |
15 | πῶμεν πρότερον τοῖς ἔργοις διδάσκειν, καὶ τότε τοῖς λόγοις, ἵνα μὴ καὶ ἡμεῖς ἀκούσωμεν παρὰ τοῦ Παύλου, Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις; Καὶ ὅταν βουλώμεθά τινι παραινέσαι, ὥστε κατορθῶσαί τι τῶν ἀναγκαίων, πρότερον αὐτοὶ σπουδάζωμεν τοῦτο κατορ‐ | |
20 | θοῦν, ἵνα μετὰ πλείονος τῆς παῤῥησίας τὴν διδασκαλίαν ποιώμεθα, καὶ πᾶσα ἡμῶν ἡ φροντὶς ἔστω περὶ τῆς κατὰ ψυχὴν σωτηρίας, καὶ ὅπως δυνηθείημεν τὰ σκιρ‐ τήματα τῆς σαρκὸς χαλινώσαντες τὴν ἀληθινὴν νη‐ στείαν ἐπιδείξασθαι, λέγω δὴ τὴν τῶν κακῶν ἀποχήν· | |
25 | τοῦτο γὰρ νηστεία. Καὶ γὰρ ἡ τῶν βρωμάτων ἀποχὴ διὰ τοῦτο παρείληπται, ἵνα τὸν τόνον τῆς σαρκὸς χαλι‐ νώσῃ, καὶ εὐήνιον ἡμῖν τὸν ἵππον ἐργάσηται. Τὸν νη‐ στεύοντα μάλιστα πάντων προσήκει τὸν θυμὸν χαλινοῦν, πραότητα πεπαιδεῦσθαι καὶ ἐπιείκειαν, συντετριμμένην | |
30 | ἔχειν τὴν καρδίαν, τῶν ἐπιθυμιῶν τῶν ἀτόπων ἐξορίζειν τὰς ἐνθυμήσεις, πρὸ ὀφθαλμῶν λαμβάνοντα τὸν ἀκοίμη‐ τον ἐκεῖνον ὀφθαλμὸν, καὶ τὸ κριτήριον τὸ ἀδέκαστον· χρημάτων κρείττονα γίνεσθαι, περὶ τὴν ἐλεημοσύνην πολλὴν τὴν δαψίλειαν ἐπιδείκνυσθαι, πᾶσαν κακίαν τὴν | |
35 | περὶ τῶν πλησίον ἐκ τῆς ψυχῆς ἀπελαύνειν. Αὕτη ἀλη‐ θὴς ἡ νηστεία, καθάπερ καὶ Ἡσαΐας φησὶν ἐκ προσώπου τοῦ Θεοῦ φθεγγόμενος· Οὐ ταύτην τὴν νηστείαν ἐξ‐ ελεξάμην, λέγει Κύριος, οὐδ’ ἂν κάμψῃς ὡς κλοιὸν τὸν τράχηλόν σου, καὶ σάκκον καὶ σποδὸν ὑποστρώ‐ | |
40 | σῃ, οὐδ’ οὕτω καλέσετε νηστείαν δεκτὴν, λέγει Κύ‐ ριος. Ἀλλὰ ποίαν, εἰπέ; Λύε, φησὶ, στραγγαλιὰς βιαίων συναλλαγμάτων, διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, πτωχὸν ἄστεγον εἰσάγαγε εἰς τὸν οἶκόν σου. Καὶ ἐὰν ταῦτα πράξῃς, φησὶ, τότε ῥαγήσεται | |
45 | πρώϊμον τὸ φῶς σου, καὶ τὰ ἰάματά σου ταχὺ ἀνα‐ τελεῖ. ϛʹ. Εἶδες, ἀγαπητὲ, ποία ἐστὶν ἀληθὴς νηστεία; Ταύ‐ την ἀσκήσωμεν, καὶ μὴ ἁπλῶς κατὰ τοὺς πολλοὺς νομί‐ ζωμεν ἐν τούτῳ τὰ τῆς νηστείας ἡμῖν περιορίζεσθαι, | |
53.74(50) | ἐὰν μέχρι τῆς ἑσπέρας ἄσιτοι διαμείνωμεν. Οὐ τοῦτό ἐστι τὸ ζητούμενον, ἀλλ’ ἵνα μετὰ τῆς τῶν βρωμάτων ἀποχῆς καὶ τὴν ἀποχὴν τῶν βλαπτόντων ἐπιδειξώμεθα, καὶ περὶ τὴν τῶν πνευματικῶν ἐργασίαν πολλὴν σπουδὴν ποιη‐ σώμεθα. Τὸν νηστεύοντα κατεσταλμένον εἶναι χρὴ, ἡσύ‐ | |
55 | χιον, ἥμερον, ταπεινὸν, ὑπερορῶντα τῆς δόξης τοῦ παρ‐ όντος βίου. Ὥσπερ γὰρ τῆς ψυχῆς ὑπερεῖδεν, οὕτω προσήκει καὶ τῆς κενῆς δόξης ὑπεριδεῖν, καὶ πρὸς ἐκεῖ‐ νον μόνον ὁρᾷν τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ | |
μετὰ πολλῆς τῆς ἀκριβείας τὰς εὐχὰς καὶ τὰς ἐξομολο‐ | ||
53.75 | γήσεις ποιεῖσθαι πρὸς τὸν Θεὸν, καὶ κατὰ δύναμιν τὴν διὰ τῆς ἐλεημοσύνης βοήθειαν ἑαυτῷ παρέχειν. Αὕτη γὰρ, αὕτη μάλιστα ἡ ἐντολὴ ἀφανίσαι δύναται ἡμῖν πάντα τὰ ἡμαρτημένα, καὶ τοῦ πυρὸς τῆς γεέννης ἐξαρ‐ | |
5 | πάσαι, μόνον ἐὰν μετὰ δαψιλείας αὐτὴν ἐπιδειξώμεθα, καὶ μὴ πρὸς ἐπίδειξιν τῶν ἀνθρώπων τοῦτο ποιῶμεν. Καὶ τί λέγω, μὴ πρὸς ἐπίδειξιν; Εἰ γὰρ ἦμεν εὐγνώμο‐ νες, καὶ δι’ αὐτὸ μόνον τὸ καλὸν, καὶ τὸ περὶ τοὺς ὁμο‐ γενεῖς συμπαθὲς, ταύτην ἐπιδείκνυσθαι ἐχρῆν, οὐ διὰ | |
10 | τοὺς ἐπηγγελμένους μισθοὺς παρὰ τοῦ Δεσπότου. Ἀλλ’ ἐπειδὴ οὐδὲν ὑψηλὸν φαντασθῆναι δυνάμεθα, κἂν διὰ τοῦτο αὐτὴν μετερχώμεθα, μηδαμοῦ τὴν παρὰ τῶν ἀν‐ θρώπων θηρώμενοι δόξαν, ἵνα μὴ καὶ τὴν δαπάνην ὑπο‐ μένωμεν, καὶ τοῦ μισθοῦ ἀποστερηθῶμεν. Καὶ τοῦτο μὴ | |
15 | μόνον ἐπὶ τῆς ἐλεημοσύνης, ἀλλὰ καὶ ἐφ’ ἑκάστῳ κατορ‐ θώματι πνευματικῷ σκοπῶμεν, καὶ μηδὲν πρὸς τὴν τῶν ἀνθρώπων εὐφημίαν ἀφορῶντες ποιῶμεν· ἐπεὶ οὐδὲν ἡμῖν ὄφελος ἔσται, οὔτε ἐὰν νηστεύωμεν, οὔτε ἐὰν εὐ‐ χώμεθα, οὔτε ἐὰν ἐλεῶμεν, οὔτε ὅπερ ἂν ἕτερον ἐργαζώ‐ | |
20 | μεθα, ἂν μὴ δι’ ἐκεῖνον μόνον γίνεται, τὸν εἰδότα καὶ τὰ λανθάνοντα, καὶ τὰ ἐν τῷ βάθει τῆς διανοίας ἡμῶν ἀποκείμενα. Εἰ γὰρ παρ’ ἐκείνου τὰς ἀμοιβὰς ἀναμένεις, ἄνθρωπε, τίνος ἕνεκεν παρὰ τοῦ ὁμογενοῦς βούλει ἐπαινεῖσθαι; Καὶ τί λέγω ἐπαινεῖσθαι; Πολλά‐ | |
25 | κις οὗτος οὐκ ἐπαινεῖ, ἀλλὰ καὶ βασκαίνει. Εἰσὶ γὰρ πολλοὶ οὕτω μοχθηρῶς διακείμενοι, ὅτι καὶ τὰ καλῶς ὑφ’ ἡμῶν γινόμενα εἰς τὸ ἐναντίον περιτρέπουσι. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, τὴν διεφθαρμένην τούτων κρίσιν περὶ πολλοῦ ποιῇ; Τὸν γὰρ ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν | |
30 | οὐδέν ἐστιν ὃ λανθάνει τῶν παρ’ ἡμῶν γινομένων, καὶ δεῖ τοῦτο ἐννοοῦντας μετὰ τοσαύτης ἀκριβείας τὸν ἑαυ‐ τῶν βίον οἰκονομεῖν, ὡς μετ’ οὐ πολὺ μέλλοντας καὶ ῥημάτων καὶ πράξεων καὶ αὐτῶν τῶν ἐνθυμήσεων εὐθύ‐ νας ὑπέχειν. Μὴ τοίνυν καταφρονῶμεν τῆς ἑαυτῶν σω‐ | |
35 | τηρίας. Οὐδὲν γὰρ ἀρετῆς ἴσον, ἀγαπητέ· αὕτη γὰρ ἡμᾶς καὶ ἐν τῷ μέλλοντι αἰῶνι τῆς γεέννης ἐξαρπάζει, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἡμῖν τὴν ἀπόλαυσιν χα‐ ρίζεται, καὶ ἐν τῷ παρόντι βίῳ πάντων ἀνωτέρους καθ‐ ίστησι τῶν μάτην καὶ εἰκῇ ἐπιβουλεύειν ἐπιχειρούντων, | |
40 | καὶ οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν δαιμόνων, καὶ τοῦ ἐχθροῦ τῆς σωτηρίας τῆς ἡμετέρας, τοῦ διαβό‐ λου λέγω, ἰσχυροτέρους ἀπεργάζεται. Τί οὖν ἂν εἴη ταύ‐ της ἴσον, ὅταν μὴ μόνον τῶν ἀνθρώπων τῶν ἐπιβου‐ λευόντων, ἀλλὰ καὶ τῶν δαιμόνων ἀνωτέρους ποιῇ τοὺς | |
45 | αὐτὴν μετιόντας; Ἀρετὴ δέ ἐστι τὸ πάντων τῶν ἀνθρω‐ πίνων ὑπερορᾷν, τὸ τὰ μέλλοντα ἐφ’ ἑκάστης ὥρας φαν‐ τάζεσθαι, τὸ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, ἀλλ’ εἰδέναι, ὅτι πάντα τὰ ἀνθρώπινα σκιά ἐστι καὶ ὄναρ, καὶ εἴ τι τούτων εὐτελέστερον. Ἀρετή ἐστι τὸ καθάπερ | |
53.75(50) | νεκρὸν οὕτω διακεῖσθαι πρὸς τὰ τοῦ βίου τούτου πρά‐ γματα, καὶ πρὸς μὲν τὰ λυμαινόμενα τὴν τῆς ψυχῆς σωτηρίαν, ὡσανεὶ νεκρὸν ὄντα, οὕτως εἶναι ἀνενέργη‐ τον, πρὸς δὲ τὰ πνευματικὰ μόνον ζῇν καὶ ἐνεργεῖν, καθάπερ καὶ Παῦλος ἔλεγε· Ζῶ δὲ, οὐκέτι ἐγὼ, ζῇ δὲ | |
55 | ἐν ἐμοὶ ὁ Χριστός. Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, ὡς τὸν Χριστὸν ἐνδεδυμένοι, οὕτως ἅπαντα πράττωμεν, καὶ μὴ λυπῶμεν τὸ Πνεῦμα τὸ ἅγιον. Ὅταν οὖν ἐνοχληθῶμεν ὑπὸ πάθους, ἢ ἐπιθυμίας ἀτόπου, ἢ ὀργῆς, ἢ θυμοῦ, ἢ βασκανίας, ἐννοῶμεν τὸν ἐν ἡμῖν ἐνοικοῦντα, καὶ φυγα‐ | |
60 | δεύωμεν πόῤῥω πᾶσαν τὴν τοιαύτην ἐνθύμησιν. Αἰδε‐ | |
σθῶμεν τῆς παρὰ τοῦ Θεοῦ παρασχεθείσης ἡμῖν χάρι‐ | Column end | |
53.76 | τος τὴν ὑπερβολὴν, καὶ χαλινώσωμεν πάντα τῆς σαρκὸς τὰ πάθη, ἵνα, νομίμως ἀθλήσαντες ἐν τῷ βραχεῖ τούτῳ καὶ ἐπικήρῳ βίῳ, τῶν μεγάλων ἐκείνων στεφάνων ἀξιω‐ θῶμεν ἐν τῇ μελλούσῃ ἡμέρᾳ ἐκείνῃ, τῇ φοβερᾷ μὲν | |
5 | ἡμῖν τοῖς ἁμαρτωλοῖς, ποθεινῇ δὲ τοῖς τὴν ἀρετὴν ἐνδε‐ δυμένοις, καὶ καταξιωθῶμεν τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας | |
10 | τῶν αἰώνων. Ἀμήν. | |
11t | ΟΜΙΛΙΑ Θʹ. | |
12n | Εἰς τὰ ἀκόλουθα τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ | |
13n | εἰκόνα ἡμετέραν,» καὶ πρὸς τοὺς λέγοντας, διὰ τί | |
14n | τὰ θηρία ἐδημιουργήθη; καὶ τί τὸ χρήσιμον ἀπὸ | |
15n | τοῦ παραχθῆναι; Καὶ ὅτι καὶ τοῦτο μάλιστα | |
16n | δείκνυσι καὶ τὴν τιμὴν τὴν εἰς τὸν ἄνθρωπον, καὶ | |
17n | τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν. | |
18 | αʹ. Οἱ φιλόπονοι τῶν γηπόνων, ἐπειδὰν ἴδωσι λιπαρὰν καὶ βαθύγειον ἄρουραν, δαψιλῆ τὰ σπέρματα καταβάλλον‐ | |
20 | τες, πολλὴν καὶ συνεχῆ τὴν ἐπιμέλειαν ποιοῦνται, καθ’ ἑκάστην ἡμέραν περισκοποῦντες, μήπου τι τῶν λυμαί‐ νεσθαι δυναμένων τοῖς σπέρμασιν ἀνόνητον αὐτοῖς τὸν προλαβόντα καταστήσῃ πόνον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὸν πόθον τὸν πνευματικὸν, καὶ τὴν | |
25 | πολλὴν φιληκοΐαν, καθ’ ἑκάστην ἡμέραν τὰ ἀπὸ τῶν θείων Γραφῶν νοήματα ἐνιέναι ὑμῶν τῇ διανοίᾳ σπου‐ δάζομεν, ὑποδεικνύντες ὑμῖν καὶ τὰ βλάπτειν δυνάμενα τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, ὥστε μὴ ἁλῶναι, μηδὲ τὴν ὑγιῆ τῶν δογμάτων διδασκαλίαν ἐπιθολῶσαι τῇ | |
30 | λύμῃ τῶν ἐπιχειρούντων τὰ ἐκ τῶν οἰκείων λογισμῶν ἐπεισάγειν τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ὑμέτερον δ’ ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυλάττειν τὰ παρακα‐ τατιθέμενα, καὶ τὴν μνήμην ἀδιάπτωτον διασώζειν, ἵνα καὶ τοῖς ἑξῆς μετ’ εὐκολίας δύνησθε παρακολουθεῖν. | |
35 | Εἰ γὰρ μὴ νῦν καὶ ἡμεῖς καταβαίημεν πρὸς τὰ βαθύτερα τῶν νοημάτων, καὶ ὑμεῖς συντείνητε ὑμῶν τὴν διάνοιαν, ὅτε νηστείας καιρὸς, ὅτε κοῦφα μὲν ἡμῖν τὰ κῶλα πρὸς τὸ νήχεσθαι, ὀξύτερον δὲ τὸ ὄμμα τῆς διανοίας, τῷ πο‐ νηρῷ τῆς τρυφῆς μὴ ἐνοχλούμενον ῥεύματι, διαρκέστε‐ | |
40 | ρον δὲ τὸ πνεῦμα πρὸς τὸ μὴ ἀποπνίγεσθαι· πότε δυνη‐ σόμεθα τοῦτο ποιῆσαι; ὅτε τρυφὴ, καὶ μέθη, καὶ ἀδη‐ φαγία, καὶ τὰ ἀπὸ τούτων τικτόμενα κακά; Ἢ οὐχ ὁρᾶτε, ὅτι καὶ οἱ τοὺς λίθους τούτους τοὺς ἀπὸ τῆς θα‐ λάσσης εὑρίσκειν βουλόμενοι, οὐκ ἄνω παρὰ τὸν αἰγια‐ | |
45 | λὸν καθήμενοι, καὶ τὰ κύματα ἀριθμοῦντες, οὕτω τὴν εὕρεσιν ποιοῦνται, ἀλλ’ εἰς αὐτὸ τὸ βάθος καθιέντες ἑαυτοὺς, καὶ εἰς αὐτοὺς ὡς εἰπεῖν τοὺς κόλπους τῆς ἀβύσσου κατιόντες, οὕτω τῶν σπουδαζομένων ἐπιτυγχά‐ νουσι; Καίτοι τί μέγα ὄφελος εἰσενέγκοι ἂν εἰς τὸν βίον | |
53.76(50) | τὸν ἡμέτερον ἡ τῶν λίθων ἐκείνων εὕρεσις; Εἴθε μὲν οὖν μὴ μεγάλην τὴν βλάβην καὶ πολλὴν τὴν ζημίαν εἰσ‐ έφερεν. Ἐντεῦθεν γὰρ τὰ μυρία τίκτεται κακὰ, ἀπὸ τῆς τῶν χρημάτων μανίας, καὶ τῆς περὶ ταῦτα λύσσης. Ἀλλ’ ὅμως καὶ τοσαύτης ἐξ ἐκείνων τικτομένης βλάβης, | |
55 | πρὸς οὐδὲν ὀκνοῦσιν οἱ περὶ ταῦτα ἐσχολακότες· ἀλλὰ καὶ κινδύνοις ἑαυτοὺς ἐκδιδόασι, καὶ πολὺν πόνον ὑπομέ‐ νουσιν, ὥστε δυνηθῆναι εὑρεῖν τὸ ζητούμενον. Ἐπὶ δὲ τῶν θείων Γραφῶν, καὶ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων, οὔτε κίνδυνόν ἐστιν ὑπιδέσθαι, καὶ ὁ πόνος | |
60 | οὐ πολὺς, καὶ τὸ κέρδος ἄφατον, μόνον ἐὰν ἡμεῖς μετὰ προθυμίας τὰ παρὰ ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ | |
χάρις ἕτοιμός ἐστιν, ἐπιζητοῦσα τοὺς μετὰ δαψιλείας | ||
53.77 | αὐτὴν ὑποδεχομένους. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτε‐ ρος· ἐπειδὰν ἴδῃ ψυχὴν διεγηγερμένην καὶ πόθον ζέοντα, τὸν οἰκεῖον πλοῦτον μετὰ δαψιλείας χορηγεῖ ὑπερβαί‐ νοντα τὴν αἴτησιν τῇ οἰκείᾳ φιλοτιμίᾳ. | |
5 | βʹ. Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοὶ, ἐκκαθάραντες ὑμῶν τὸν λογισμὸν ἀπὸ τῶν βιωτικῶν πραγμάτων, καὶ εὐρύ‐ ναντες ὑμῶν τὸ πλάτος τῆς διανοίας, μετὰ πολλῆς τῆς προθυμίας δέχεσθε τὰ παρὰ τοῦ Πνεύματος χορηγούμενα, ἵνα καθάπερ γῆ λιπαρὰ καὶ γόνιμος πολυπλασιάσητε τὰ | |
10 | καταβαλλόμενα, καὶ ποιήσητε ὁ μὲν ἑκατὸν, ὁ δὲ ἑξήκον‐ τα, ὁ δὲ τριάκοντα. Ἠκούσατε ἐν ταῖς προλαβούσαις ἡμέραις τὴν ἄφατον σοφίαν τοῦ τὰ ὁρώμενα πάντα τε‐ κτηναμένου, καὶ ὅπως ῥήματι μόνον καὶ θελήματι τὰ πάντα παρήγαγεν. Εἶπε γὰρ, Γενηθήτω, καὶ ἐγένετο, | |
15 | καὶ εὐθέως παρήχθη ἅπαντα τὰ στοιχεῖα, καὶ ἤρκεσε τὸ ῥῆμα πρὸς τὴν τῶν γενομένων σύστασιν, οὐκ ἐπειδὴ ῥῆμα ἦν ἁπλῶς, ἀλλ’ ἐπειδὴ ῥῆμα Θεοῦ. Μέμνησθε τῶν τότε κινηθέντων ἡμῖν πρὸς τοὺς ἐξ ὑποκειμένης ὕλης λέγοντας τὰ ὄντα γεγενῆσθαι, καὶ τὴν οἰκείαν ληρωδίαν | |
20 | ἐπεισφέροντας τοῖς τῆς Ἐκκλησίας δόγμασιν. Ἐμάθετε τίνος ἕνεκεν τὸν μὲν οὐρανὸν ἀπηρτισμένον παρήγαγε, τὴν δὲ γῆν ἀμόρφωτον καὶ ἀδιατύπωτον. Καὶ γὰρ δύο αἰτίας τότε εἰρήκαμεν, μίαν μὲν, ἵνα ἐν τῷ βελτίονι στοιχείῳ καταμαθόντες τὴν δύναμιν τοῦ Δεσπότου, μη‐ | |
25 | κέτι ἀμφιβάλλωμεν νομίζοντες δι’ ἀσθένειαν δυνάμεως τοῦτο γενέσθαι· ἑτέραν δὲ, ἐπειδὴ αὕτη καὶ μήτηρ καὶ τροφὸς ἡμῖν γεγένηται, καὶ ἐξ αὐτῆς καὶ τρεφόμεθα, καὶ πάντων τῶν ἄλλων ἀπολαύομεν, καὶ πρὸς αὐτὴν πάλιν ἐπάνιμεν· αὕτη γὰρ ἡμῖν καὶ πατρὶς καὶ τάφος | |
30 | ἐστίν· ἵνα γοῦν μὴ τὸ τῆς χρείας ἀναγκαῖον παρασκευάσῃ μέγα τι καὶ περὶ αὐτῆς φαντάζεσθαι, δείκνυσιν αὐτὴν ἐξ ἀρχῆς ἀμόρφωτον· ἵνα παιδευώμεθα καὶ δι’ αὐτῶν τῶν πραγμάτων, μηκέτι τῇ φύσει τῆς γῆς λογίζεσθαι τὰ προειρημένα ἅπαντα, ἀλλὰ τῇ δυνάμει τοῦ παραγαγόν‐ | |
35 | τος. Ἐμάθετε πάλιν πῶς τὸν χωρισμὸν τῶν ὑδάτων εἰργάσατο, τὸ στερέωμα τοῦτο τὸ ὁρώμενον παραχθῆναι προστάξας· εἴδετε τὰ ζῶα τὰ ἔμψυχα, καὶ ἐκ τῶν ὑδά‐ των, καὶ ἐκ τῆς γῆς ἀναδιδόμενα. Ταῦτα οὐχ ἁπλῶς οὐδὲ μάτην νῦν ἀναγκάζομαι ἐπαναλαμβάνειν καὶ δευ‐ | |
40 | τεροῦν ἐπὶ τῆς ὑμετέρας ἀγάπης· ἀλλ’ ἵνα τοῖς μὲν ἀκηκοόσιν ὑπόθεσις γένηται, καὶ ἀσφαλέστερον αὐτὰ ἐναποθῶνται τῇ διανοίᾳ· τοῖς δὲ τότε μὴ παραγενο‐ μένοις ἀρκοῦσα γένηται ἡ διδασκαλία, καὶ μηδεμίαν ἐκ τοῦ μὴ παρεῖναι ζημίαν ὑπομένωσιν. Ἐπεὶ καὶ | |
45 | πατὴρ φιλόστοργος τοῖς ἀπολειφθεῖσι παισὶ τῆς τρα‐ πέζης τὰ λείψανα διαφυλάττει, ἵνα παραγενόμενοι παραμυθίαν τῆς ἀπουσίας εὕρωσι τὴν τούτων φυλα‐ κήν. Διὰ δὴ τοῦτο καὶ ἡμεῖς πάντων ἐνταῦθα συνιόν‐ των ὡς οἰκείων μελῶν κηδόμενοι, καὶ τὴν ὑμετέραν | |
53.77(50) | προκοπὴν οἰκείαν εὐδοκίμησιν τιθέμενοι, ἐπιθυμοῦ‐ μεν ἅπαντας τελείους καὶ ἀπηρτισμένους ἀποδει‐ χθῆναι εἰς δόξαν Θεοῦ, καὶ εἰς εὐδοκίμησιν τῆς Ἐκκλη‐ σίας, καὶ εἰς καύχημα ἡμέτερον. Καὶ εἰ μὴ δοκῶ παρενοχλεῖν, φέρε δι’ ὀλίγων καὶ τῶν χθὲς ἡμῖν εἰρη‐ | |
55 | μένων ὑπομνήσωμεν ὑμῶν τὴν ἀγάπην. Εἴδετε τὴν δια‐ φορὰν τῆς δημιουργίας τῶν κτισμάτων, καὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως· ἠκούσατε ὅσης τιμῆς ἠξίωσε τὸν ἀρχηγὸν τοῦ γένους τοῦ ἡμετέρου, καὶ ἐν αὐτῇ τῇ δια‐ πλάσει πῶς δι’ αὐτῶν τῶν ῥημάτων καὶ τῆς τῶν λέξεων | |
60 | παχύτητος ἐνέφηνε τὴν τιμὴν τὴν εἰς τὸν μέλλοντα δη‐ | |
μιουργεῖσθαι, λέγων, Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκό‐ | Column end | |
53.78 | να ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν. Ἐμάθετε τί ἐστι τὸ Κατ’ εἰκόνα, ὅτι οὐκ οὐσίας ἐστὶν ἀξία, ἀλλ’ ἀρχῆς ὁμοιότης, καὶ ὅτι οὐ κατὰ τὴν τῆς μορφῆς εἰκόνα εἶ‐ πεν, ἀλλὰ κατὰ τὸν τῆς ἀρχῆς λόγον· διὸ καὶ ἐπήγαγε· | |
5 | Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρ‐ πετῶν τῆς γῆς. γʹ. Ἀλλ’ ἐνταῦθα ἐπιφύονται ἡμῖν Ἕλληνες λέγοντες, ὅτι οὐκ ἀληθὴς ὁ λόγος εὑρίσκεται· οὐ γὰρ ἄρχομεν τῶν | |
10 | θηρίων, καθάπερ ὑπέσχετο, ἀλλ’ αὐτὰ ἡμῶν ἄρχει. Μά‐ λιστα μὲν οὖν οὐδὲ τοῦτο ἀληθές. Ἔνθα γὰρ ἂν φανῇ ἄνθρωπος, εὐθέως φυγαδεύεται τὰ θηρία. Εἰ δέ ποτε ἢ λιμοῦ καταναγκάζοντος, ἢ ἡμῶν αὐτοῖς ἐπιόντων τὴν ἀπ’ αὐτῶν βλάβην δεξώμεθα, τοῦτο λοιπὸν οὐ παρὰ τὸ ἐκεῖ‐ | |
15 | να ἡμῶν ἄρχειν γίνεται, ἀλλὰ παρὰ τὴν ἡμετέραν αἰτίαν. Ἐπεὶ καὶ λῃστῶν ἡμῖν ἐπιόντων, εἰ μὴ ῥᾳθυμήσαιμεν, ἀλλ’ ὁπλιζοίμεθα, οὐ τῆς ἐκείνων ἀρχῆς τὸ πρᾶγμά ἐστιν, ἀλλὰ τῆς οἰκείας σωτηρίας ἡ πρόνοια. Ἀκούσω‐ μεν δὲ τέως τῶν εἰρημένων. Ποιήσωμεν, φησὶν, ἄνθρω‐ | |
20 | πον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν Ὥσπερ Εἰκόνα εἶπε τὴν τῆς ἀρχῆς δηλῶν εἰκόνα, οὕτω καὶ Ὁμοίωσιν, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην ὁμοίους ἡμᾶς γίνεσθαι Θεῷ, κατὰ τὸ ἥμερον λέγω καὶ πρᾷον ἐξομοιοῦσθαι αὐτῷ, καὶ κατὰ τὸν τῆς ἀρετῆς λόγον, ὥσ‐ | |
25 | περ καὶ ὁ Χριστός φησι, Γίνεσθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ γὰρ ἐν τῇ πλατείᾳ ταύτῃ γῇ καὶ εὐρυχώρῳ τῶν ζώων τὰ μέν ἐστιν ἡμερώ‐ τερα, τὰ δὲ θηριωδέστερα, οὕτω καὶ ἐν τῷ πλάτει τῆς ψυχῆς τῆς ἡμετέρας τῶν λογισμῶν οἱ μέν εἰσιν ἀλογώ‐ | |
30 | τεροι καὶ κτηνώδεις, οἱ δὲ θηριωδέστεροι καὶ ἀγριώτε‐ ροι. Δεῖ τοίνυν κρατεῖν καὶ περιγίνεσθαι, καὶ τῷ λογι‐ σμῷ τὴν ἀρχὴν τούτων παραδιδόναι. Καὶ πῶς ἄν τις περιγένοιτο, φησὶ, λογισμοῦ θηριώδους; Τί λέγεις, ἄν‐ θρωπε; Λεόντων περιγινόμεθα, καὶ τὰς ψυχὰς αὐτῶν | |
35 | ἡμεροῦμεν, καὶ ἀμφιβάλλεις εἰ λογισμοῦ θηριωδίαν πρὸς ἡμερότητα μεταβαλεῖν δυνήσῃ; Καίτοι τῷ θηρίῳ μὲν κατὰ φύσιν πρόσεστι τὸ ἄγριον, παρὰ φύσιν δὲ τὸ ἥμερον· σοὶ δὲ τὸ ἐναντίον, κατὰ φύσιν μὲν τὸ ἥμερον παρὰ φύσιν δὲ τὸ ἄγριον καὶ θηριῶδες. Ὁ τοίνυν τὸ κατὰ | |
40 | φύσιν ἐκβαλὼν, καὶ τὸ παρὰ φύσιν ἐνθεὶς τῇ τοῦ θηρίου ψυχῇ, τὸ κατὰ φύσιν αὐτὸς οὐ δύνασαι διατηρῆσαι; καὶ πόσης οὐκ ἂν εἴη τοῦτο καταγνώσεως; Καὶ τὸ δὴ τούτου θαυμαστότερον καὶ παραδοξότερον, ἐπὶ μὲν τῆς τῶν λεόντων φύσεως καὶ ἑτέρα δυσκολία μετὰ ταύτης | |
45 | ἐστί· λογισμῶν γάρ ἐστιν ἔρημον τὸ θηρίον, ἀλλ’ ὅμως ὁρῶμεν πολλάκις λέοντας ἡμέρους διὰ τῆς ἀγορᾶς ἀγο‐ μένους· πολλοὶ δὲ καὶ τῶν ἐπὶ τῶν ἐργαστηρίων καὶ ἀρ‐ γύριον πολλάκις κατέβαλον τῷ κατέχοντι μισθόν τινα τῆς τέχνης καὶ τῆς σοφίας, δι’ ἧς τὸ θηρίον ἡμέρωσεν· | |
53.78(50) | ἐπὶ δὲ τῆς σῆς ψυχῆς καὶ λογισμός ἐστι, καὶ Θεοῦ φό‐ βος, καὶ πολλὴ πολλαχόθεν ἡ βοήθεια· μὴ τοίνυν σκή‐ ψεις λέγε καὶ προφάσεις. Δυνατὸν γὰρ, ἐὰν θέλῃς ἥμερος εἶναι καὶ πρᾷος καὶ ἐπιεικής. Ποιήσωμεν, φησὶν, ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ | |
55 | ὁμοίωσιν. δʹ. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ζήτημα πάλιν ἐπανίωμεν. Δείκνυται γὰρ ἐκ τῶν εἰρημένων, ὅτι ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀπηρτισμένην εἶχε τὴν ἀρχὴν ὁ ἄνθρωπος τὴν κατὰ τῶν θηρίων. Ἀρχέτωσαν γὰρ, φησὶ, τῶν | |
60 | ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρα‐ νοῦ, καὶ τῶν θηρίων καὶ τῶν ἑρπετῶν τῆς γῆς. Ὅτι δὲ νῦν φοβούμεθα τὰ θηρία, καὶ δεδοίκαμεν, καὶ τῆς | |
ἀρχῆς ἐκπεπτώκαμεν, οὐδὲ αὐτὸς ἀντιλέγω· ἀλλ’ οὐ τοῦ‐ | ||
53.79 | το ψευδῆ τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείκνυσι. Παρὰ γὰρ τὴν ἀρχὴν οὐχ οὕτω τὰ πράγματα διέκειτο, ἀλλ’ ἐδεδοί‐ κει καὶ ἔτρεμε τὰ θηρία, καὶ ὑπέκυπτε τῷ δεσπότῃ. Ἐπειδὴ δὲ τῆς παῤῥησίας ἐξέπεσε διὰ τὴν παρακοὴν, | |
5 | καὶ τὰ τῆς ἀρχῆς ἠκρωτηριάσθη. Ὅτι γὰρ ὑποτεταγμένα ἦν ἅπαντα τῷ ἀνθρώπῳ, ἄκουσον τῆς Γραφῆς λεγούσης· Ἤγαγε, φησὶ, τὰ θηρία καὶ πάντα τὰ ἄλογα πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί καλέσει αὐτά. Καὶ ὁρῶν πλησίον αὐτοῦ γινόμενα τὰ θηρία, οὐκ ἀπεπήδησεν, ἀλλὰ καθ‐ | |
10 | άπερ τις δεσπότης δούλοις ὑποκειμένοις ὀνόματα ἐπι‐ τιθεὶς, οὕτως ἅπασι τὰς προσηγορίας ἐπέθηκεν· Καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ, φησὶν, Ἀδὰμ, τοῦτο ὄνομα αὐ‐ τῷ· καὶ τοῦτο γὰρ δεσποτείας σύμβολον. Διὰ τοῦτο καὶ ὁ Θεὸς βουλόμενος καὶ διὰ τούτου διδάξαι αὐτὸν τὸ τῆς | |
15 | ἐξουσίας ἀξίωμα, αὐτῷ τῶν ὀνομάτων τὴν θέσιν ἐπέτρε‐ ψεν. Ἱκανὸν μὲν οὖν τοῦτο δεῖξαι τὸ μὴ φοβερὰ εἶναι ἐξ ἀρχῆς τῷ ἀνθρώπῳ τὰ θηρία. Ἔστι δὲ καὶ ἕτερον οὐκ ἔλαττον τούτου, ἀλλὰ καὶ πολλῷ σαφέστερον. Τί δὴ τοῦτό ἐστιν; Ἡ πρὸς τὴν γυναῖκα τοῦ ὄφεως διά‐ | |
20 | λεξις. Εἰ γὰρ ἦν φοβερὰ τὰ θηρία τῷ ἀνθρώπῳ, οὐκ ἂν ἰδοῦσα ἡ γυνὴ τὸν ὄφιν ἔμεινεν, οὐκ ἂν ἐδέξατο τὴν συμ‐ βουλὴν, οὐκ ἂν μετὰ τοσαύτης αὐτῷ διελέχθη τῆς ἀδείας, ἀλλ’ εὐθέως ἂν τὴν πρόσοψιν ἐξεπλάγη, καὶ ἀπ‐ επήδησε. Νῦν δὲ καὶ διαλέγεται, καὶ οὐ φοβεῖται· οὔπω | |
25 | γὰρ ἦν ὁ φόβος οὗτος. Ἀλλ’ ἐπειδὴ ἡ ἁμαρτία εἰσῆλθεν, ἀφῃρέθη λοιπὸν καὶ τὰ τῆς τιμῆς, καὶ τὰ τῆς ἐξουσίας. Καὶ ὥσπερ ἐπὶ τῶν οἰκετῶν οἱ μὲν εὐδοκιμοῦντες φοβεροὶ καὶ τοῖς συνδούλοις εἰσὶν, οἱ προσκεκρουκότες καὶ τοὺς συν‐ δούλους δεδοίκασιν· οὕτω καὶ ἐπὶ τοῦ ἀνθρώπου γέγο‐ | |
30 | νεν. Ἕως μὲν γὰρ εἶχε τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν, φοβερὸς καὶ τοῖς θηρίοις ἦν· ἐπειδὴ δὲ προσέκρουσε, καὶ τοὺς ἐσχάτους τῶν συνδούλων ἐδεδοίκει λοιπόν. Εἰ δὲ μὴ ἀνέχῃ τῶν παρ’ ἡμῶν λεγομένων, σύ μοι δεῖξον πρὸ τῆς ἁμαρτίας, ὅτι φοβερὰ τῷ ἀνθρώπῳ τὰ θηρία ἦν. Ἀλλ’ | |
35 | οὐκ ἂν ἔχοις. Εἰ δὲ μετὰ ταῦτα εἰσῆλθεν ὁ φόβος, καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας μέγιστον τεκμήριον. Εἰ γὰρ, καὶ τῆς ἐντολῆς παραβαθείσης ὑπὸ τοῦ ἀν‐ θρώπου, ἡ τιμὴ ἡ δοθεῖσα αὐτῷ ἀκίνητος ἔμεινεν, οὐκ ἂν ἀνέστη ῥᾳδίως ἀπὸ τοῦ πτώματος. Ὅταν γὰρ καὶ παρ‐ | |
40 | ακούοντες οἱ ἄνθρωποι, καὶ μὴ παρακούοντες τῆς αὐτῆς ἀπολαύωσι τιμῆς, παιδοτριβοῦνται πρὸς πονηρίαν μᾶλ‐ λον, καὶ οὐ ταχέως ἀφίστανται τῆς κακίας. Εἰ γὰρ καὶ νῦν φόβων, καὶ τιμωριῶν, καὶ κολάσεων ἐπικειμένων οὐκ ἀνέχονται σωφρονεῖν, τίνες ἂν ἦσαν, εἰ μηδὲν ἔπασχον | |
45 | ὑπὲρ ὧν ἐπλημμέλουν δεινῶν; Ὥστε κηδόμενος ἡμῶν καὶ φροντίζων ἐξέβαλεν ἡμᾶς τῆς ἀρχῆς. εʹ. Σὺ δέ μοι, ἀγαπητὲ, καὶ ἐντεῦθεν σκόπει τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, πῶς ὁ μὲν Ἀδὰμ πᾶσαν ἀνέτρε‐ ψε τὴν ἐντολὴν, καὶ πάντα παρέβη τὸν νόμον· ὁ δὲ Θεὸς | |
53.79(50) | φιλάνθρωπος ὢν, καὶ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημ‐ μελήματα, οὐ πᾶσαν ἔλυσε τὴν τιμὴν, οὐδὲ πάσης ἐξ‐ έβαλεν αὐτὸν τῆς δεσποτείας, ἀλλ’ ἐκεῖνα μόνον ἔξω τῆς ἀρχῆς ἀφῆκεν εἶναι τὰ ζῶα, ἃ μὴ σφόδρα αὐτῷ συνετέ‐ λει πρὸς τὴν τῆς ζωῆς χρείαν· τὰ δὲ ἀναγκαῖα καὶ χρή‐ | |
55 | σιμα, καὶ πολλὴν εἰσφέροντα τὴν λειτουργίαν εἰς τὴν ζωὴν τὴν ἡμετέραν, ταῦτα εἴασε μένειν ἐν τῇ ὑποταγῇ καὶ τῇ δουλείᾳ. Ἀφῆκε γοῦν βοῶν ἀγέλας, ἵνα ἄροτρον ἕλκωμεν, ἵνα τὴν γῆν ἀνατέμνωμεν, ἵνα τὰ σπέρματα καταβάλλωμεν· ἀφῆκε καὶ τῶν ὑποζυγίων τὰ γένη, ἵνα | |
60 | πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν συναντιλαμβάνη‐ | |
ται τῶν πόνων ἡμῖν· ἀφῆκε τῶν προβάτων τὰς ποί‐ | Column end | |
53.80 | μνας, ἵνα ἔχωμεν ἐν τῇ περιβολῇ τῶν ἐνδυμάτων χο‐ ρηγίαν ἀρκοῦσαν· καὶ ἕτερα δὲ γένη τῶν ζώων εἴασε πολλὴν ἡμῖν τὴν χορηγίαν παρέχοντα. Ἐπειδὴ γὰρ κο‐ λάζων τὸν ἄνθρωπον διὰ τὴν παρακοὴν ἔλεγεν, Ἐν | |
5 | ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου· ἵνα μὴ ὁ ἱδρὼς οὗτος καὶ ὁ πόνος ἀφόρητος ᾖ, ἐπεκούφι‐ σε τὸ βαρὺ καὶ φορτικὸν τοῦ ἱδρῶτος τῷ πλήθει τῶν ἀλόγων τῶν συνεφαπτομένων ἡμῖν τοῦ πόνου καὶ τῆς ταλαιπωρίας, καὶ ταὐτὸν πεποίηκεν, οἷον ἂν εἰ καὶ δε‐ | |
10 | σπότης φιλάνθρωπος καὶ κηδεμονικὸς τὸν οἰκέτην τὸν αὐτοῦ μαστίξας, θεραπείαν τινὰ προσαγάγῃ ταῖς μά‐ στιξιν· οὕτω δὴ καὶ ὁ Θεὸς καταδίκην ἐπιτιθεὶς τῷ ἡμαρτηκότι, παντὶ τρόπῳ τὴν καταδίκην ταύτην κουφο‐ τέραν βούλεται ποιῆσαι, ἱδρῶτι μὲν ἡμᾶς καταδικάσας | |
15 | καὶ πόνῳ διηνεκεῖ, τοῦ δὲ πόνου συνεφάπτεσθαι πολλὰ τῶν ἀλόγων γένη παρασκευάσας ἡμῖν. Ὥστε καὶ τὸ δοῦ‐ ναι τὴν τιμὴν, καὶ τὸ πάλιν ἀφελέσθαι, καὶ τὸ τὸν φόβον ἐπιστῆσαι τῶν θηρίων, καὶ πάντα, ἄν τις ἀκριβῶς ἐξετάζοι καὶ εὐγνωμόνως, πολλῆς γέμει σοφίας, πολλῆς | |
20 | κηδεμονίας, πολλῆς τῆς φιλανθρωπίας. Ὑπὲρ δὴ τού‐ των ἁπάντων εὐχαριστῶμεν αὐτῷ, καὶ εὐγνώμονες γε‐ νώμεθα περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα. Οὐδὲ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἐπιζητεῖ παρ’ ἡμῶν, ἀλλ’ ἢ τὸ ὁμολογεῖν μόνον τὰς τοσαύτας εὐεργεσίας, καὶ τὰς ὑπὲρ | |
25 | τούτων αὐτῷ εὐχαριστίας ἀναφέρειν· οὐκ ἐπειδὴ αὐ‐ τὸς δεῖται τούτου· ἀνενδεὴς γὰρ ὑπάρχει· ἀλλ’ ἵνα ἡμεῖς παιδευώμεθα τὸν χορηγὸν ἐπισπάσασθαι τῶν ἀγα‐ θῶν, καὶ μὴ ἀγνώμονες γενώμεθα, ἀλλ’ ἀξίαν τῶν εὐ‐ εργεσιῶν καὶ τῆς τοσαύτης κηδεμονίας τὴν ἀρετὴν εἰσ‐ | |
30 | φέρωμεν. Οὕτω γὰρ καὶ αὐτὸν εἰς πλείονα τὴν περὶ ἡμᾶς ἐκκαλεσόμεθα κηδεμονίαν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ, ἀλλ’ ἕκαστος ὑμῶν καθ’ ἑκάστην ὥραν, εἰ οἷόν τε, ἀναλογιζέσθω καθ’ ἑαυτὸν, μὴ μόνον τὰς κοι‐ νὰς εὐεργεσίας, ἀλλὰ καὶ τὰς ἰδίας εἰς αὐτὸν γινομένας, | |
35 | μὴ τὰς ὡμολογημένας, καὶ πᾶσι δήλους, ἀλλὰ καὶ τὰς ἰδιαζούσας καὶ λανθανούσας τοὺς πολλούς· οὕτω γὰρ δυ‐ νήσεται διηνεκῆ τὴν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ. Τοῦτο μεγίστη θυσία, τοῦτο προσφορὰ τελεία, τοῦτο παῤῥησίας ἡμῖν ὑπόθεσις γενήσεται· καὶ πῶς, ἐγὼ λέ‐ | |
40 | γω. Ὁ γὰρ ταῦτα διηνεκῶς στρέφων ἐν τῇ διανοίᾳ τῇ ἑαυτοῦ, καὶ τὴν μὲν οἰκείαν εὐτέλειαν καταμανθάνων μετὰ ἀκριβείας, ἐννοῶν δὲ τὴν ἄφατον καὶ ὑπερβάλλου‐ σαν τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ὅπως οὐ πρὸς ἀξίαν τῶν ἡμαρτημένων ὑφ’ ἡμῶν, ἀλλὰ πρὸς τὴν οἰκείαν | |
45 | ἀγαθότητα ἀφορῶν, οὕτω τὰ καθ’ ἡμᾶς οἰκονομεῖ, συ‐ στέλλεται τὴν διάνοιαν, συντρίβεται τὸν λογισμὸν, πάντα τῦφον καὶ ἀπόνοιαν καταστέλλει, μετριάζειν μανθάνει, ὑπερορᾷν τῆς δόξης τοῦ παρόντος βίου, καταγελᾷν πάν‐ των τῶν ὁρωμένων, φαντάζεσθαι τὰ μέλλοντα ἀγαθὰ, | |
53.80(50) | καὶ τὴν ζωὴν τὴν ἀτελεύτητον, καὶ πέρας οὐκ ἔχουσαν. Ὁ δὲ οὕτω τὴν ψυχὴν διακείμενος, τὴν ἀληθῆ καὶ ἐπ‐ έραστον θυσίαν τῷ Θεῷ ἀναφέρει, καθὼς ὁ προφήτης φησί· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρ‐ δίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς | |
55 | οὐκ ἐξουδενώσει. Τοὺς γὰρ εὐγνώμονας τῶν οἰκετῶν οὐχ οὕτως αἱ κολάσεις καὶ αἱ τιμωρίαι ἐπιστρέφουσιν, ὡς αἱ εὐεργεσίαι, καὶ τὸ εἰδέναι, ὅτι οὐ πρὸς ἀξίαν τῶν πεπλημμελημένων τὴν δίκην δεδώκασι. ϛʹ. Συντρίψωμεν τοίνυν ἡμῶν τὸν λογισμὸν, παρακα‐ | |
60 | λῶ, ταπεινώσωμεν τὴν διάνοιαν, καὶ μάλιστα νῦν ὅτε τῆς νηστείας ὁ καιρὸς πολλὴν ἡμῖν εἰς τοῦτο τὴν συμμαχίαν εἰσφέρει. Ἐὰν γὰρ οὕτως ὦμεν διακείμενοι, δυνησόμεθα καὶ τὰς εὐχὰς μετὰ πολλῆς τῆς νήψεως ποιεῖσθαι, καὶ ἐξομολογούμενοι τὰ πεπλημμελημένα πολλὴν ἐπισπά‐ | |
65 | σασθαι τὴν ἄνωθεν χάριν. Καὶ ἵνα μάθητε ὅτι ταῖς | |
53.81 | τοιαύταις ἀρέσκεται ψυχαῖς ὁ Δεσπότης, ἄκουε αὐτοῦ λέγοντος· Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους; Διὰ τοῦτο καὶ ὁ Χριστὸς διαλεγόμενος ἔλεγε· Μάθετε ἀπ’ | |
5 | ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ὄν‐ τως ταπεινῶν ἑαυτὸν οὐκ ἂν δυνηθείη ποτὲ εἰς θυμὸν ἐξενεχθῆναι, οὐδὲ τῷ πλησίον ὀργισθῆναι, τῆς ψυχῆς κατεσταλμένης, καὶ τὰ καθ’ ἑαυτὴν σκοπουμένης. Τῆς | |
10 | δὲ οὕτω διακειμένης ψυχῆς τί ἂν γένοιτο μακαριώτερον; Ὁ τοιοῦτος ἐν λιμένι διηνεκῶς κάθηται παντὸς χειμῶνος ἀπηλλαγμένος, καὶ ἐντρυφῶν τῇ ἀπὸ τῶν λογισμῶν γα‐ λήνῃ Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὥσπερ οὖν ὁ τὰ πάθη | |
15 | ταῦτα κατευνάσας πολλῆς ἀπολαύει τῆς ἀναπαύσεως, οὕτως ὁ ῥᾴθυμος, καὶ ἀναπεπτωκὼς, καὶ μὴ δυνάμενος δεόντως ἡνιοχεῖν τὰ ἐν αὐτῷ τικτόμενα πάθη, ἐν διηνε‐ κεῖ σάλῳ καθέστηκεν, οἴκοθεν τὸν πόλεμον ἔχων, καὶ οὐδενὸς παρόντος ταραττόμενος, καὶ πολὺν τὸν χειμῶνα | |
20 | ὑπομένων· διὸ καὶ τῶν κυμάτων κορυφουμένων, καὶ τῆς τῶν πονηρῶν πνευμάτων καταιγίδος ἐπιούσης, πολλάκις ὑποβρύχιος γίνεται, καταβαπτισθέντος τοῦ σκάφους διὰ τὴν ἀπειρίαν τοῦ κυβερνήτου. Διὸ χρὴ νήφειν, καὶ ἐγρη‐ γορέναι, καὶ διηνεκῆ τὴν μέριμναν ἔχειν καὶ ἀδιάλει‐ | |
25 | πτον τῆς κατὰ ψυχὴν σωτηρίας. Τὸν γὰρ Χριστιανὸν ἀεὶ παρατετάχθαι χρὴ πρὸς τὰ πάθη τῆς σαρκὸς, καὶ τοὺς νόμους τοὺς τεθέντας ἡμῖν παρὰ τοῦ κοινοῦ πάν‐ των Δεσπότου ἐναύλους ἔχειν, καὶ τούτοις τειχίζεσθαι, καὶ τῇ πολλῇ αὐτοῦ περὶ ἡμᾶς μακροθυμίᾳ εἰς δέον κε‐ | |
30 | χρῆσθαι, καὶ μὴ ἀναμένειν τὴν διὰ τῶν ἔργων πεῖραν, καὶ τότε συστέλλεσθαι, ἵνα μὴ καὶ περὶ ἡμῶν λέγηται, Ὅταν ἀπέκτεινεν αὐτοὺς, τότε ἐξεζήτουν αὐτόν. Ἔχοντες οὖν, ἀγαπητοὶ, σύμμαχον τῆς νηστείας τὴν παρ‐ ουσίαν, πάντες ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπλημμελη‐ | |
35 | μένων ἐπειγώμεθα, καὶ ἀπεχώμεθα μὲν πάσης κακίας, μετίωμεν δὲ πᾶσαν ἀρετήν. Οὕτω γὰρ καὶ ὁ μακάριος προφήτης Δαυῒδ διδάσκει λέγων· Ἔκκλινον ἀπὸ κακοῦ, καὶ ποίησον ἀγαθόν. Ἂν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκο‐ νομῶμεν, καὶ μετὰ τῆς ἀποχῆς τῶν βρωμάτων καὶ τὴν | |
40 | ἀποχὴν τῆς κακίας ἐπιδειξώμεθα, δυνησόμεθα καὶ αὐτοὶ πλείονος ἀπολαῦσαι τῆς παῤῥησίας, καὶ δαψιλεστέρας ἀξιωθῆναι τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας, καὶ ἐν τῷ παρόντι βίῳ, καὶ ἐν τῇ μελλούσῃ ἡμέρᾳ ἐκείνῃ τῇ φο‐ βερᾷ, εὐχαῖς καὶ πρεσβείαις τῶν εὐαρεστησάντων αὐ‐ | |
45 | τῷ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
49t | ΟΜΙΛΙΑ Ιʹ. | |
50n | Προτροπὴ πρὸς τοὺς ἐρυθριῶντας μετὰ τὴν ἑστίασιν | |
51n | παραβαλεῖν τῇ συνάξει κατὰ τὴν ἑσπέραν, καὶ | |
52n | εἰς τὰ ἑξῆς τοῦ, «Ποιήσωμεν ἄνθρωπον κατ’ εἰ‐ | |
53n | κόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν·» καὶ εἰς τὸ, | |
54n | Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ | |
55n | ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. | |
56 | αʹ. Ἐλάττων ἡμῖν ὁ σύλλογος σήμερον, καὶ βραχὺ τὸ θέατρον τῶν συνδεδραμηκότων. Τίνος ἕνεκεν, καὶ διὰ τί; Τάχα τινὲς ἠρυθρίασαν μετὰ τὴν αἰσθητὴν τράπεζαν εἰς τὴν πνευματικὴν ταύτην ἑστίασιν παραγενέσθαι, καὶ | |
60 | τοῦτο αὐτοῖς αἴτιον γεγένηται τῆς ἀπολείψεως· ἀλλ’ ἀκουέτωσαν σοφοῦ τινος λέγοντος· Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ | |
χάρις. Οὐκ ἔστιν αἰσχύνης ἄξιον, τραπέζης μετασχόντα | Column end | |
53.82 | σωματικῆς ἐλθεῖν ἐπὶ τὴν πνευματικὴν ἑστίασιν. Οὐδὲ γὰρ καθάπερ τὰ ἀνθρώπινα πράγματα, οὕτω καὶ τὰ πνευματικὰ καιροῖς ἀφωρισμένοις διατετύπωται. Ἡ γὰρ περὶ τῶν πνευματικῶν διάλεξις πάντα τῆς ἡμέρας τὸν | |
5 | καιρὸν ἐπιτήδειον ἔχει. Καὶ τί λέγω τῆς ἡμέρας τὸν καιρόν; Κἂν νὺξ καταλάβῃ, οὐδὲ οὕτω κώλυμα γί‐ νεται τῇ πνευματικῇ διδασκαλίᾳ. Διὰ τοῦτο καὶ ὁ Παῦ‐ λος ἔλεγε Τιμοθέῳ γράφων· Ἐπίστηθι εὐκαίρως, ἀκαί‐ ρως· ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον. Καὶ πάλιν | |
10 | ἄκουε τοῦ μακαρίου Λουκᾶ λέγοντος, ὅτι Μέλλων ἐξιέ‐ ναι, φησὶ, τῇ ἐπαύριον ὁ Παῦλος ἀπὸ τῆς Τρωάδος, διελέγετο αὐτοῖς, καὶ παρέτεινε τὸν λόγον μέχρι μεσονυκτίου. Μή τι ὁ καιρὸς ἐλυμήνατο, εἰπέ μοι, ἢ διέκοψε τὸν τῆς διδασκαλίας λόγον; Ὁ νήφων ἀκροατὴς, | |
15 | κἂν ἠριστηκὼς ᾖ, ἄξιος ἂν εἴη τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, ὥσπερ οὖν ὁ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς, κἂν ἄσιτος διαμείνῃ, οὐδεμίαν ἐντεῦθεν δέξεται τὴν ὠφέλειαν. Καὶ ταῦτα λέγω οὐ τὸν τόνον τῆς νηστείας ἐκλύων, μὴ γένοιτο, ἀλλὰ καὶ σφόδρα ἐπαινῶν καὶ ἀπο‐ | |
20 | δεχόμενος τοὺς νηστεύοντας· ἀλλὰ βουλόμενος διδάξαι ὑμᾶς, λογισμῷ τινι νήφοντι μετιέναι τὰ πνευματικὰ, καὶ μὴ συνηθείᾳ κατακολουθεῖν. Οὐ γὰρ τὸν μεταλαβόντα τροφῆς αἰσχρὸν παραλαβεῖν τῇ πνευματικῇ ταύτῃ διδα‐ σκαλίᾳ, ἀλλὰ τὸ ῥᾳθυμούσῃ διανοίᾳ, καὶ τὸ ὑπὸ τῶν | |
25 | παθῶν πολιορκεῖσθαι, καὶ μὴ καταστέλλειν τὰ τῆς σαρ‐ κὸς σκιρτήματα. Οὐ τὸ φαγεῖν κακὸν, μὴ γένοιτο, ἀλλ’ ἡ ἀδηφαγία βλαβερὸν, καὶ τὸ ὑπὲρ τὴν χρείαν ἐμ‐ πίπλασθαι, καὶ διαῤῥήγνυσθαι τὴν γαστέρα· τοῦτο γὰρ καὶ τὴν ἡδονὴν τὴν ἀπὸ τῆς τροφῆς λυμαίνεται· ὥσπερ | |
30 | οὖν οὐδὲ τὸ οἴνου συμμέτρου μετασχεῖν πονηρὸν, ἀλλὰ τὸ μέθῃ ἑαυτὸν ἐκδοῦναι, καὶ τῶν λογισμῶν τὸ κριτήριον παρατρέψαι διὰ τῆς ἀμετρίας. Εἰ δὲ δι’ ἀσθένειαν σω‐ ματικὴν, ἀγαπητὲ, μὴ δύναιο ἄσιτος παρατείνειν τὴν ἡμέραν, οὐδεὶς εὖ φρονῶν ὑπὲρ τούτου σοι ἐγκαλέσαι | |
35 | δυνήσεται. Δεσπότην γὰρ ἔχομεν ἥμερον καὶ φιλάνθρω‐ πον, καὶ οὐδὲν τῶν ὑπὲρ δύναμιν παρ’ ἡμῶν ἐκζητοῦντα. Οὐδὲ γὰρ τὴν ἀποχὴν τῶν βρωμάτων, καὶ τὴν νηστείαν ἁπλῶς ἀπαιτεῖ παρ’ ἡμῶν γίνεσθαι, οὐδὲ δι’ αὐτὸ τοῦτο, ἵνα ἄσιτοι διαμένωμεν μόνον, ἀλλ’ ἵνα ἀφιστῶντες ἑαυ‐ | |
40 | τοὺς ἀπὸ τῶν βιωτικῶν πραγμάτων, πᾶσαν τὴν σχολὴν ἐν τοῖς πνευματικοῖς ἀναλίσκωμεν. Ὡς εἰ μετὰ νηφού‐ σης διανοίας τὸν ἑαυτὼν βίον οἰκονομῶμεν, καὶ περὶ τὰ πνευματικὰ πᾶσαν τὴν σχολὴν ἐπιδεικνύμεθα, καὶ τῇ τροφῇ οὕτω προσίωμεν, ὡς τὴν χρείαν μόνον πλη‐ | |
45 | ροῦν, καὶ ἐν ταῖς ἀγαθαῖς πράξεσιν ἅπαντα τὸν βίον καταναλίσκειν, οὐδὲ χρεία ἡμῖν ἦν τῆς βοηθείας τῆς ἀπὸ τῆς νηστείας. Ἀλλ’ ἐπειδὴ ῥᾴθυμός ἐστιν ἡ φύσις ἡ ἀν‐ θρωπίνη, καὶ τῇ ἀνέσει καὶ τῇ τρυφῇ μᾶλλον ἑαυτὴν ἐπιδίδωσι, διὰ τοῦτο καθάπερ πατὴρ φιλόστοργος τὴν | |
53.82(50) | ἀπὸ τῆς νηστείας ἡμῖν ἰατρείαν ἐπενόησεν ὁ φιλάνθρω‐ πος Δεσπότης, ἵνα καὶ τὰ τῆς τρυφῆς ἡμῖν ἐκκόπτηται, καὶ τὴν περὶ τὰ βιωτικὰ φροντίδα μεταγάγωμεν ἐπὶ τὴν τῶν πνευματικῶν ἐργασίαν. Ἂν τοίνυν ὦσί τινες τῶν ἐνταῦθα συνιόντων ὑπὸ ἀσθενείας σωματικῆς κω‐ | |
55 | λυόμενοι, καὶ μὴ δυνάμενοι, ἄσιτοι διαμένειν, τούτοις παραινῶ καὶ τὴν ἀσθένειαν τὴν σωματικὴν παραμυ‐ | |
θεῖσθαι, καὶ τῆς διδασκαλίας ταύτης τῆς πνευματικῆς | ||
53.83 | μὴ ἀποστερεῖν ἑαυτοὺς, ἀλλὰ ταύτῃ μᾶλλον πλείονα τὴν σπουδὴν ἐπιδείκνυσθαι. βʹ. Εἰσὶ γὰρ, εἰσὶν ὁδοὶ πολλῷ μείζους τῆς ἀποχῆς τῶν βρωμάτων, αἱ δυνάμεναι τὰς θύρας ἡμῖν ἀνοίγειν τῆς | |
5 | παῤῥησίας τῆς πρὸς τὸν Θεόν. Ὁ τροφῆς τοίνυν μετα‐ λαμβάνων, καὶ νηστεύειν μὴ δυνάμενος, δαψιλεστέραν τὴν ἐλεημοσύνην ἐπιδεικνύσθω, εὐχὰς ἐκτενεῖς, τὴν προθυμίαν ἐπιτεταμένην ἐχέτω περὶ τὴν ἀκρόασιν τῶν θείων λογίων· ἐνταῦθα οὐδὲν ἡ τοῦ σώματος ἀσθένεια | |
10 | ἐμπόδιον ἡμῖν γίνεται· τοῖς ἐχθροῖς καταλλαττέσθω, πᾶσαν μνησικακίαν ἐξοριζέτω τῆς ἑαυτοῦ ψυχῆς. Ἂν ταῦτα κατορθοῦν βούληται, τὴν ἀληθῆ νηστείαν ἐπεδεί‐ ξατο, καὶ ἣν μάλιστα πάντων ἀπαιτεῖ παρ’ ἡμῶν ὁ Δε‐ σπότης. Ἐπεὶ καὶ ταύτην τὴν ἀποχὴν τῶν βρωμάτων | |
15 | διὰ τοῦτο κελεύει γίνεσθαι, ἵνα χαλινοῦντες τὰ σκιρτή‐ ματα τῆς σαρκὸς, εὐήνιον αὐτὴν ἐργαζώμεθα πρὸς τὴν τῶν ἐντολῶν ἐκπλήρωσιν. Εἰ δὲ μέλλοιμεν μηδὲ τὴν ἀπὸ τῆς νηστείας βοήθειαν ἑαυτοῖς προσάγειν διὰ τὴν τοῦ σώματος ἀσθένειαν, καὶ πλείονα τὴν ῥᾳθυμίαν ἐπι‐ | |
20 | δείκνυσθαι, λανθάνομεν ἑαυτοὺς τὰ μέγιστα ζημιούμε‐ νοι. Εἰ γὰρ καὶ μετὰ νηστείας ἡ τῶν προειρημένων κατορθωμάτων ἔλλειψις οὐδὲν ἡμᾶς ὀνίνησι, πολλῷ μᾶλ‐ λον εἰ μηδὲ τῷ φαρμάκῳ τῆς νηστείας χρήσασθαι δυνά‐ μενοι, πλείονα τὴν ῥᾳθυμίαν ἐπιδειξόμεθα. Ταῦτα δὴ | |
25 | μαθόντες παρ’ ἡμῶν, παρακαλῶ, οἱ νηστεύειν δυνάμενοι, αὐτοί τε καθ’ ὅσον οἷόν τε ἐπιτείνετε ὑμῶν τὴν καλὴν ταύτην καὶ ἐπαινετὴν προθυμίαν. Ὅσῳ γὰρ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, τοσοῦτον ὁ ἔσω ἀνα‐ καινοῦται. Ἡ γὰρ νηστεία τὸ μὲν σῶμα κατατείνει, καὶ | |
30 | χαλινοῖ τὰ ἄτακτα σκιρτήματα, τὴν δὲ ψυχὴν διαυγε‐ στέραν ἐργάζεται, καὶ πτεροῖ, καὶ μετάρσιον καὶ κού‐ φην ποιεῖ. Καὶ τοὺς ἀδελφοὺς δὲ τοὺς ὑμετέρους, ὅσοι διὰ σωματικὴν ἀσθένειαν νηστεύειν οὐ δύνανται, προ‐ τρέπεσθε μὴ ἀπολιμπάνεσθαι τῆς πνευματικῆς ταύτης | |
35 | τροφῆς, διδάσκοντες αὐτοὺς, καὶ τὰ παρ’ ἡμῶν αὐτοῖς διαπορθμεύοντες, καὶ δεικνύντες, ὅτι ὁ φαγὼν καὶ πιὼν μετρίως οὐκ ἀνάξιός ἐστι ταύτης τῆς ἀκροάσεως, ἀλλ’ ὁ ῥᾴθυμος καὶ διακεχυμένος. Καὶ λέγετε πρὸς αὐτοὺς καὶ τὸ ἀποστολικὸν λόγιον, ὅτι Καὶ ὁ ἐσθίων Κυρίῳ | |
40 | ἐσθίει, καὶ ὁ μὴ ἐσθίων Κυρίῳ οὐκ ἐσθίει, καὶ εὐ‐ χαριστεῖ τῷ Θεῷ. Καὶ ὁ νηστεύων τοίνυν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι δύναμιν ἔσχε δυναμένην ἀντισχεῖν πρὸς τὸν πό‐ νον τῆς νηστείας· καὶ ὁ ἐσθίων πάλιν εὐχαριστεῖ τῷ Θεῷ, ὅτι οὐδὲν αὐτὸν τοῦτο λυμήνασθαι δύναται πρὸς τὴν τῆς | |
45 | ψυχῆς σωτηρίαν, ἐὰν θέλῃ. Τοσαύτας γὰρ ἡμῖν ὁδοὺς ἔτεμεν ὁ φιλάνθρωπος Θεὸς, ὅσας οὐδὲ εἰπεῖν ἔστι, δι’ ὧν δυνατόν ἐστιν ἡμᾶς, ἐὰν βουλώμεθα, τῆς ἀνωτάτω παῤῥησίας μετασχεῖν. Ταῦτα οὖν ἀρκούντως τῶν ἀπο‐ λειφθέντων ἕνεκεν διελέχθημεν, περιελόντες αὐτῶν τῆς | |
53.83(50) | αἰσχύνης τὴν πρόφασιν, καὶ δείξαντες, ὅτι οὐ δεῖ ἐπὶ τούτῳ αἰσχύνεσθαι· οὐ γὰρ τὸ φαγεῖν αἰσχύνην ἡμῖν προξενεῖ, ἀλλὰ τὸ κακόν τι διαπράξασθαι. Μεγάλη αἰ‐ σχύνη ἡ ἁμαρτία· ἐὰν ταύτην ἐργασώμεθα, οὐ μόνον αἰσχύνεσθαι ὀφείλομεν, ἀλλὰ καὶ ἐγκαλύπτεσθαι, | |
55 | καὶ καθάπερ οἱ προσκεκρουκότες, οὕτως ἑαυτοὺς ταλα‐ νίζειν· μᾶλλον δὲ μηδὲ τότε ἀπαγορεύειν ἑαυτοὺς, ἀλλὰ πρὸς ἐξομολόγησιν ἐπείγεσθαι καὶ πρὸς εὐγνωμοσύνην. | |
Τοιοῦτον γὰρ ἔχομεν Δεσπότην, οὐδὲν ἕτερον παρ’ ἡμῶν | Column end | |
53.84 | ἐπιζητοῦντα μετὰ τὴν τῆς ἁμαρτίας πρᾶξιν, εἴ ποτε διὰ ῥᾳθυμίαν ἁλῶμεν, ἢ τὸ ὁμολογῆσαι τὰ ἐπταισμένα, καὶ μέχρι τούτου στῆναι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπε‐ σεῖν. Ἐὰν δὲ τροφῆς συμμέτρου μεταλάβωμεν, μηδέποτε | |
5 | αἰσχυνώμεθα· σώματι γὰρ ἡμᾶς τοιούτῳ συνέπλεξεν ὁ Δεσπότης, ᾧ μὴ δυνατὸν ἑτέρως συνεστάναι, εἰ μὴ ταύ‐ της μεταλάβοι, μόνον τὰ τῆς ἀμετρίας ἐκκοπτέσθω· τοῦτο γὰρ ἡμῖν καὶ πρὸς τὴν ὑγίειαν τούτου καὶ εὐ‐ εξίαν τὰ μέγιστα συμβάλλεται. Ἢ οὐχ ὁρᾶτε καθ’ | |
10 | ἑκάστην ἡμέραν ἀπὸ τῶν πολυτελῶν τραπεζῶν καὶ τῆς ἀμέτρου ἀδηφαγίας τὰ μυρία ἐπαγόμενα νοσή‐ ματα; Πόθεν ποδαλγίαι; πόθεν καρηβαρίαι; πόθεν ὁ τῶν χυμῶν τῶν διεφθαρμένων πλεονασμός; πόθεν τὰ ἄλλα μυρία νοσήματα; Οὐκ ἀπὸ τῆς ἀμετρίας καὶ τοῦ | |
15 | πλέον τοῦ δέοντος ἐγχέειν ἑαυτοῖς τὸ ἄκρατον; Καθά‐ περ γὰρ πλοῖον ὑπέραντλον γεγονὸς ταχέως καταβαπτί‐ ζεται, καὶ ὑποβρύχιον γίνεται· οὕτω καὶ ὁ ἄνθρωπος, ὅταν τῇ ἀδηφαγίᾳ καὶ τῇ μέθῃ ἑαυτὸν ἐκδῷ, κατὰ κρη‐ μνῶν ἄπεισι, καὶ ὑποβρύχιον ἀπεργάζεται τὸν λογισμὸν, | |
20 | καὶ κεῖται λοιπὸν καθάπερ νεκρὸς ἔμψυχος, πρὸς μὲν τὰ κακὰ πολλάκις ἐνεργεῖν δυνάμενος, πρὸς δὲ τὰ ἀγαθὰ ἅπαντα οὐδὲν ἄμεινον τῶν νεκρῶν διακείμενος. γʹ. Διὸ παρακαλῶ, κατὰ τὸν μακάριον Παῦλον, Τῆς σαρ‐ κὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας, ἀλλὰ πρὸς | |
25 | τὸ συνεστάναι, καὶ δύνασθαι μετὰ πλείονος προθυμίας ἐν τῇ τῶν πνευματικῶν ἐργασίᾳ πολλὴν τὴν σπουδὴν ἐπιδείκνυσθαι. Ταῦτα δὴ πάντα διαλεγόμενοι πρὸς τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους, πείθετε αὐτοὺς τῆς πνευματι‐ κῆς ταύτης τροφῆς μηδέποτε ἑαυτοὺς ἀποστερεῖν, ἀλλὰ | |
30 | κἂν ἠριστηκότες ὦσιν, ἐρχέσθωσαν μετὰ πάσης προθυ‐ μίας, ἵνα δεξάμενοι τὴν ἐντεῦθεν διδασκαλίαν, δύνωνται γενναίως ἵστασθαι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου. Ἡμεῖς δὲ λοιπὸν φέρε τὴν συνήθη τράπεζαν ὑμῖν παρα‐ θῶμεν, καὶ τῆς σπουδῆς τῆς περὶ τὴν ἀκρόασιν ἀμειψώ‐ | |
35 | μεθα τὴν ὑμετέραν ἀγάπην, καὶ τὸ χρέος ἐκτίσωμεν, ὅπερ ὀφείλομεν ὑμῖν. Ἴστε γὰρ πάντως καὶ μέμνησθε, ὅτι περὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως ἀρξάμενοι δια‐ λέγεσθαι, ὑπὸ τοῦ καιροῦ στενοχωρηθέντες οὐκ ἰσχύσα‐ μεν παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, ἀλλ’ εἰς τὸν περὶ | |
40 | τῶν θηρίων λόγον τὴν διδασκαλίαν ἐτελέσαμεν δεικνύν‐ τες, ὅτι τὴν κατ’ αὐτῶν ἀρχὴν πρότερον ἔχων ὁ ἄνθρω‐ πος, διὰ τὴν τῆς παρακοῆς ἁμαρτίαν ταύτην ἀφῃρέθη. Διὸ βουλόμεθα σήμερον τὰ λειπόμενα ὑμῖν ἀποδόντες, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψαι. Ἀλλ’ ἵνα ὑμῖν σαφὴς | |
45 | ἡμῶν ὁ λόγος γένηται, ἀναγκαῖον ὑμᾶς ὑπομνῆσαι, ποῦ τότε τὴν διδασκαλίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν ἀρξά‐ μενοι, οὕτω τὰ λείποντα ἀναπληρώσωμεν. Ποῦ οὖν τὸν λόγον τότε κατελύσαμεν; Εἰπόντες εἰς τὸ, Ποιή‐ σωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ | |
53.84(50) | ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσ‐ σης, καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, ἐπειδὴ εἰς πολὺ μῆκος ὁ λόγος ἐξετάθη, καὶ πολὺ πέλαγος ἡμῖν ἐτέχθη νοημάτων, οὐ συνεχωρήθη ἡμῖν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρι τούτου στάντες τῶν ἑξῆς οὐκ ἐφηψάμεθα. | |
55 | Διόπερ ἀναγκαῖον νῦν αὐτὴν τὴν ἀκολουθίαν ἀναγνῶναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα εἰδέναι ἔχοιτε, τίνα ἐστὶν, ἃ μέλλομεν ἐρεῖν πρὸς ὑμᾶς. Εὐθέως οὖν ἐπήγαγεν ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίη‐ | |
60 | σεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς· καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρα‐ νοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, | |
65 | καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. | |
Βραχέα τὰ ῥήματα, ἀλλὰ πολὺς ὁ ἐγκείμενος θησαυρὸς | ||
53.85 | τοῖς βραχέσι τούτοις ῥήμασι. Πνεύματι γὰρ φθεγγόμε‐ νος ὁ μακάριος οὗτος προφήτης, ἀπόῤῥητά τινα ἡμᾶς νῦν διδάσκειν βούλεται. Ἐπειδὴ γὰρ εἶπε· Ποιήσωμεν ἄνθρωπον, καὶ βουλὴν, ὡς εἰπεῖν, καὶ σκέψιν προσ‐ | |
5 | έθηκεν ὁ τῶν ἁπάντων δημιουργὸς, διὰ τοῦ σχήματος τούτου τὴν τιμὴν ἐπιδεικνύμενος τὴν περὶ τοῦ μέλλον‐ τος διαπλάττεσθαι, καὶ πρὸ τῆς διαπλάσεως ἐδίδαξεν ἡμᾶς· καὶ τὸ μέγεθος τῆς ἀρχῆς, ἧς μέλλει ἐγχειρί‐ ζειν τῷ δημιουργεῖσθαι μέλλοντι. Εἰπὼν οὖν· Ποιή‐ | |
10 | σωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν, ἐπήγαγε· Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Ὅρα πῶς ἐκ προοιμίων τὸν θησαυρὸν ἡμῖν τὸν ἐγκεκρυμμένον ὑποδείκνυσι. Πνεύματι γὰρ θείῳ φθεγγόμενος ὁ προφήτης, καὶ τὰ μηδέπω ὑφεστῶτα ὡς | |
15 | ὑφεστῶτα καὶ γεγενημένα ὁρᾷ. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, εἰπών· Ποιήσωμεν ἄνθρωπον, νῦν λέγει· Καὶ ἀρχέτωσαν; Λανθάνον τι μυστήριον ἡμῖν ἐντεῦθεν ἤδη λοιπὸν παραδηλοῖ. Τίνες ἀρχέτωσαν; Ἦ δῆλον ὅτι τὴν τῆς γυναικὸς αἰνιττόμενος διάπλασιν τοῦτο εἴρηκεν. | |
20 | Ὁρᾷς ὅπως οὐδέν ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ ἁπλῶς καὶ εἰκῆ κείμενον, ἀλλὰ καὶ τὸ τυχὸν ῥῆμα πολὺν ἔχει ἐναποκείμενον τὸν θησαυρόν. δʹ. Καὶ μὴ ξενίσῃ σε, ἀγαπητὲ, τὸ εἰρημένον. Τοιοῦτον γὰρ ἔθος ἅπασι τοῖς προφήταις, περὶ τῶν μηδέπω γε‐ | |
25 | γενημένων ὡς γεγενημένων διαλέγεσθαι. Ἐπειδὴ γὰρ τοῖς πνευματικοῖς ἑώρων ὀφθαλμοῖς τὰ μετὰ πολὺν ἐτῶν ἀριθμὸν μέλλοντα γίνεσθαι, διὰ τοῦτο ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν κείμενα κατοπτεύοντες τὰ πράγματα, οὕτως ἅπαντα διελέγοντο. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, | |
30 | ἄκουε τοῦ μακαρίου Δαυῒδ λέγοντος, καὶ πρὸ τοσούτων γενεῶν τὰ κατὰ τὸν σταυρὸν τοῦ Χριστοῦ προφητεύον‐ τος καὶ βοῶντος· Ὤρυξαν χεῖράς μου, καὶ πόδας μου· καὶ πάλιν, Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς. Ὁρᾷς πῶς τὰ μέλλοντα μετὰ χρόνον πολὺν ἔσεσθαι | |
35 | ὡς ἤδη γεγενημένα προανεφώνει; Οὕτω καὶ ὁ μακάριος οὗτος προφήτης ἤδη αἰνιττόμενος ἡμῖν τὴν τῆς γυναικὸς διάπλασιν αἰνιγματωδῶς φησι, Καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης. Εἶτα προϊὼν πάλιν σαφέστερόν φησι, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν | |
40 | ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Σκόπει πόσῃ κέχρηται τῇ ἀκριβείᾳ, καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγων, ἵνα δυνηθῇ ἐναποτεθῆναι τῇ τῶν ἀκροατῶν δια‐ νοίᾳ τὰ λεγόμενα. Εἰ γὰρ μὴ τοῦτο ἦν αὐτῷ τὸ σπουδα‐ | |
45 | ζόμενον, ἤρκει εἰπεῖν, Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄν‐ θρωπον· ἀλλὰ πάλιν προστίθησι· Κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς διὰ τῶν προλαβόντων, κατὰ τί εἴρηται τὸ, Κατ’ εἰκόνα, διὰ τοῦτο πάλιν ἐνταῦθα τὸν αὐτὸν ἐπαναλαμβάνων λόγον, φησὶ, | |
53.85(50) | Κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. Καὶ ἵνα μηδὲ ἀναίσχυντον καταλίπῃ ἀπολογίας πρόφασιν τοῖς μάχεσθαι βουλομένοις τοῖς τῆς Ἐκκλησίας δόγμασι, κατὰ μικρὸν προϊὼν διδάσκει τὰ αὐτὰ πάλιν, ὅτι κατὰ τὸ ἄρχειν καὶ ὑποτεταγμένα ἔχειν ἅπαντα τὰ δημιουργήματα, κατὰ | |
55 | τοῦτο τῷ τῆς εἰκόνος ὀνόματι ἐχρήσατο. Τέως δὲ ἴδωμεν τί φησι· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίη‐ σεν αὐτούς. Ὅπερ ἀνωτέρω ᾐνίξατο, εἰπὼν, Καὶ ἀρχέτωσαν, καὶ ἐνταῦθα σαφέστερον εἶπε· καὶ αὐτὸ | |
60 | δὲ ὅμως κεκρυμμένως ἡμᾶς ἐδίδαξεν· οὐδέπω γὰρ περὶ τῆς διαπλάσεως ἡμᾶς διδάξας, οὐδὲ εἰπὼν, πόθεν ἡ γυνὴ | |
παρήχθη, φησίν· Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. | Column end | |
53.86 | Εἶδες πῶς τὸ μηδέπω γεγονὸς ὡς γεγονὸς διηγήσατο; Τοιοῦτον γὰρ οἱ πνευματικοὶ ὀφθαλμοί· οὐδὲ γὰρ οὕτως οἱ σωματικοὶ οὗτοι ὀφθαλμοὶ τὰ ὁρώμενα βλέπειν δύ‐ νανται, ὡς οἱ τοῦ πνεύματος ὀφθαλμοὶ τὰ μὴ ὁρώμεναι, | |
5 | μηδὲ τὰ ὑφεστῶτα. Εἰπὼν τοίνυν, Ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, ὡς πρὸς ἀμφοτέρους τὴν εὐλογίαν ποιεῖται, καί φησι· Καὶ ηὐλόγησεν αὐτοὺς ὁ Θεὸς, λέγων· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε, | |
10 | τῶν ἰχθύων τῆς θαλάσσης. Ἰδοὺ τὸ ἐξαίρετον τῆς εὐλογίας. Τὸ γὰρ, Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ ἐπὶ τῶν ἀλόγων ζώων, καὶ ἐπὶ τῶν ἑρπετῶν ἴδοι τις ἂν εἰρημένον· τὸ δὲ, Κατακυ‐ ριεύσατε, καὶ ἄρχετε, ἐπὶ τοῦ ἀνθρώπου καὶ τῆς γυ‐ | |
15 | ναικός. Ὅρα φιλανθρωπίαν Δεσπότου· καὶ πρὶν ἢ παρ‐ αγαγεῖν αὐτὴν, κοινωνὸν αὐτὴν τῆς ἀρχῆς ἀπεργάζεται, καὶ τῆς εὐλογίας αὐτὴν ἀξιοῖ. Καὶ ἄρχετε, φησὶ, τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν πετεινῶν τοῦ οὐρα‐ νοῦ, καὶ πάντων τῶν κτηνῶν, καὶ πάσης τῆς γῆς, | |
20 | καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. εʹ. Εἶδες ἐξουσίαν ἄφατον; εἶδες ἀρχῆς μέγεθος; εἶδες πάντα τὰ δημιουργηθέντα ὑπὸ τὴν τούτου ὑποταγὴν γενόμενα; Μηδὲν λοιπὸν μικρὸν φαντασθῇς περὶ τοῦ ζώου τούτου τοῦ λογικοῦ, ἀλλ’ ἐννοῶν τῆς τιμῆς τὸ | |
25 | μέγεθος, καὶ τὴν περὶ αὐτὸ εὔνοιαν τοῦ Δεσπότου, ἐκπλήττου τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν. Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον, σπεῖρον σπέρμα, ὅ ἐστιν ἐπάνω πάσης τῆς γῆς, καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος | |
30 | σπορίμου, ὑμῖν ἔσται εἰς βρῶσιν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρα‐ νοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτως. Θέα μοι τῶν ῥημάτων τὴν | |
35 | ἀκρίβειαν, ἀγαπητὲ, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλαν‐ θρωπίαν, καὶ μηδὲν ἁπλῶς παραδράμῃς τῶν εἰρημέ‐ νων. Καὶ εἶπε, φησὶν, ὁ Θεός· Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον· ὡς πρὸς τοὺς δύο ἡ διάλεξις γί‐ νεται, καὶ ταῦτα, μηδέπω τῆς γυναικὸς παραχθεί‐ | |
40 | σης. Εἶτα ἵνα μάθῃς αὐτοῦ τὴν ὑπερβάλλουσαν ἀγα‐ θότητα, ὅρα πῶς οὐ μέχρι τοῦ ἀνθρώπου καὶ τῆς γυ‐ ναικὸς τῆς μηδέπω παραχθείσης τὴν φιλανθρωπίαν ἐπιδείκνυται, καὶ τὴν ὑπερβάλλουσαν φιλοτιμίαν, ἀλλὰ καὶ μέχρις αὐτῶν τῶν ἀλόγων. Εἰπὼν γὰρ, | |
45 | Ὑμῖν ἔσται εἰς βρῶσιν, ἐπήγαγε, Καὶ πᾶσι τοῖς θη‐ ρίοις τῆς γῆς. Ὅρα πάλιν ἑτέραν ἄβυσσον φιλανθρω‐ πίας. Οὐ μόνον γὰρ τῶν ἀλόγων τῶν ἡμέρων, καὶ πρὸς τροφὴν ἡμῖν ἐπιτηδείων, καὶ πρὸς ὑπηρεσίαν, πρόνοιαν πεποίηται, ἀλλὰ καὶ τῶν θηρίων. Καὶ τίς | |
53.86(50) | ἂν κατ’ ἀξίαν ἐφίκοιτο τῆς ἀπείρου ταύτης ἀγαθότη‐ τος; Ὑμῖν ἔσται εἰς βρῶσιν, φησὶ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρα‐ νοῦ, καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν | |
55 | εἰς βρῶσιν. Πολλὴ τοῦ Δεσπότου δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τὸν ὑπ’ αὐτοῦ δημιουργηθέντα πρόνοια. Ἐπειδὴ γὰρ αὐτὸν παρήγαγε, καὶ πάσαν αὐτῷ τὴν ἀρ‐ χὴν τῆς δημιουργίας ἐνεχείρισεν, ἵνα μὴ εὐθέως καὶ ἐκ προοιμίων ὁρῶν τῶν ἀλόγων τὸ πλῆθος, δυσχεραίνειν | |
60 | ἔχῃ, ὡς οὐ μὴ δυνάμενος ἀρκέσαι πρὸς τὴν τῶν τοσού‐ των ζώων τροφὴν, πρὶν ἢ κἂν ἔννοιαν αὐτόν τινα δέ‐ ξασθαι περὶ τούτου, προλαβὼν ὁ ἀγαθὸς Δεσπότης πα‐ ραμυθούμενος αὐτὸν, ὡς εἰπεῖν, καὶ δεικνὺς ὡς καὶ αὐ‐ τὸς καὶ τὰ ἄλογα πάντα πολλὴν ἕξει τὴν ἀφθονίαν, τῆς | |
65 | γῆς τῷ προστάγματι τοῦ Δεσπότου πρὸς τὴν διατροφὴν τούτων ὑπηρετουμένης, εἰπὼν, Ὑμῖν ἔσται εἰς βρῶ‐ σιν, εὐθέως ἐπήγαγε, Καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ παντὶ ἑρπετῷ ἕρ‐ | |
ποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ ψυχὴν ζωῆς, καὶ | ||
53.87 | πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Πάντα ὅσα προσέταξεν ὁ Δημιουργὸς, φησὶν, εἰς ἔργον ἐξῆλθε, καὶ πάντα εἰς τὴν προσήκουσαν εὐταξίαν ἀπο‐ κατέστη· διά τοι τοῦτο εὐθέως ἐπήγαγε, Καὶ εἶδεν ὁ | |
5 | Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. ϛʹ. Τίς ἂν κατ’ ἀξίαν ἀνυμνήσειε τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν; Ἰδοὺ γὰρ καὶ ἐνταῦθα διὰ μιᾶς λέξεως εἰποῦσα, Καὶ εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, πάντων τῶν μετὰ ταῦτα ἀντιλέγειν ἐπιχειρούντων τὴν γλῶτταν | |
10 | ἐπεστόμισε. Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, φησὶ, καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα, καὶ ἐγένετο πρωῒ, ἡμέρα ἕκτη. Ἐπειδὴ γὰρ ἐφ’ ἑκάστου τῶν δημιουργηθέντων ἔλεγε, Καὶ εἶδεν ὁ Θεὸς ὅτι κα‐ λὸν, νῦν ὅτε τὰ πάντα συνετελέσθη, καὶ τὰ τῆς ἕκτης | |
15 | ἡμέρας ἔργα τέλος ἔλαβε, καὶ ὁ μέλλων πάντων τῶν δη‐ μιουργηθέντων ἀπολαύειν εἰς τὸ μέσον παρήχθη, φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Σκόπει πῶς συλλαβὼν τὰ δημιουργη‐ θέντα ἅπαντα διὰ τῆς λέξεως ταύτης τῆς, Πάντα, | |
20 | πᾶσι τοῖς δημιουργηθεῖσι τὸν ἔπαινον ἀπεκλήρωσεν. Οὐδὲ γὰρ εἰποῦσα, Ἅπαντα, ἠρκέσθη, ἀλλ’ ἐπήγαγεν, Ὅσα ἐποίησε· καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ, Καὶ ἰδοὺ καλὰ, καὶ, Λίαν καλὰ, φησὶ, τοῦτ’ ἔστι, πάνυ καλά. Ὅταν οὖν ὁ Δεσπότης, ὁ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ | |
25 | εἶναι παραγαγὼν, καλὰ καὶ πάνυ καλὰ τὰ δημιουργή‐ ματα προσείποι, τίς ἂν τολμήσειε, κἂν αὐτομανίας ᾖ πεπληρωμένος, διᾶραι τὸ στόμα καὶ ἀντιφθέγξασθαι τοῖς ὑπὸ τοῦ Θεοῦ ῥηθεῖσιν; Ἐπειδὴ γὰρ ἐν τοῖς ὁρωμένοις οὐ μόνον φῶς ἐδημιουργήθη, ἀλλὰ καὶ σκότος ἀπ’ ἐναν‐ | |
30 | τίας τῷ φωτὶ, καὶ οὐ μόνον ἡμέρα, ἀλλὰ καὶ νὺξ ἀπ’ ἐναντίας τῇ ἡμέρᾳ, καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδιδομέ‐ νων σπερμάτων, οὐ μόνον βοτάναι χρήσιμοι, ἀλλὰ καὶ ὀλέθριαι, καὶ δένδρα οὐ μόνον ἔγκαρπα, ἀλλὰ καὶ ἄκαρπα, καὶ ζῶα οὐ μόνον ἥμερα, ἀλλὰ καὶ ἄγρια καὶ | |
35 | ἀτίθασσα· καὶ ἐπὶ τῶν ἐκ τῶν ὑδάτων ἀναδοθέντων, οὐ μόνον ἰχθύες, ἀλλὰ καὶ κήτη καὶ ἕτερα θηρία θαλάτ‐ τια· καὶ γῆ οὐ μόνον οἰκουμένη, ἀλλὰ καὶ ἀοίκητος· καὶ οὐ μόνον ὕπτια πεδία, ἀλλὰ καὶ ὄρη καὶ νάπαι· καὶ ἐπὶ τῶν πετεινῶν, οὐ μόνον ἥμερα καὶ πρὸς τροφὴν ἡμῖν | |
40 | ἐπιτήδεια, ἀλλὰ καὶ ἄγρια καὶ ἀκάθαρτα ζῶα, καὶ ἰκτῖ‐ νες, καὶ γῦπες, καὶ ἕτερα πολλὰ τοιαῦτα· καὶ ἐπὶ τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, οὐ μόνον ἥμερα ζῶα, ἀλλὰ καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντες, καὶ λέοντες, καὶ παρ‐ δάλεις· καὶ ἐπὶ τοῦ ἀέρος πάλιν οὐ μόνον ὑετοὶ καὶ | |
45 | ἄνεμοι ἐπιτήδειοι, ἀλλὰ καὶ χάλαζαι, καὶ χιόνες· καὶ εἴ τις καθ’ ἕκαστον ἐπεξιέναι βούλοιτο, πολλὰ εὑρήσει ἐφ’ ἑκάστῳ τῶν δημιουργηθέντων, οὐ μόνον ἡμῖν (οὐ) χρήσιμα, ἀλλὰ καὶ βλαβερὰ νομιζόμενα· ἵν’ οὖν μηδενὶ ἐξῇ τῶν μετὰ ταῦτα πρὸς τὰ δημιουργηθέντα ἀποβλε‐ | |
53.87(50) | πόντων ἐπισκήπτειν τοῖς γεγενημένοις, καὶ λέγειν· Διὰ τί τοῦτο; εἰς τί τοῦτο; καὶ, Τὸ μὲν καλῶς γεγένηται, τὸ δὲ οὐ καλῶς· διὰ τοῦτο ἡ ἁγία Γραφὴ πάντας, ὡς εἰπεῖν, τοὺς ἀγνωμονεῖν ἐπιχειροῦντας ἐπιστομίζουσα, κατὰ τὴν ἕκτην ἡμέραν μετὰ τὴν ἁπάντων δημιουργίαν, | |
55 | φησί· Καὶ εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Τί ταύτης τῆς ἀξιοπιστίας ἴσον γένοιτ’ ἂν, ὅταν αὐτὸς ὁ δημιουργὸς τῶν ἁπάντων ψηφίζηται, καὶ λέγῃ, ὅτι πάντα τὰ γεγενημένα καλὰ, καὶ καλὰ | |
λίαν; Ὅταν τοίνυν ἴδῃς τινὰ ἐξ οἰκείων λογισμῶν κι‐ | Column end | |
53.88 | νούμενον, καὶ βουλόμενον ἀντιφθέγξασθαι τῇ θείᾳ Γρα‐ φῇ, ὡς μαινόμενον ἀποστράφηθι· μᾶλλον δὲ μηδὲ ἀπο‐ στραφῇς, ἀλλ’ ἐλεῶν αὐτὸν τῆς ἀγνοίας, πάραγε τὸ παρὰ τῆς θείας Γραφῆς εἰρημένον, καὶ λέγε, ὅτι Εἶδεν | |
5 | ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ εἶπεν, Ἰδοὺ καλὰ λίαν· καὶ ἴσως ἐπισχεῖν αὐτοῦ δυνήσῃ τὴν ἀκόλαστον γλῶτταν. Εἰ γὰρ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων, ἐπειδὰν ἴδωμέν τινας τῶν ἐν ἀξιώμασι ψηφιζομένους τοῖς γεγενημένοις, οὐκ ἀντιτείνομεν, ἀλλὰ συγκατατιθέ‐ | |
10 | μεθα, καὶ τῆς οἰκείας κρίσεως πολλάκις προτιμῶ‐ μεν τὴν παρ’ ἐκείνων ψῆφον· πολλῷ μᾶλλον ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ δημιουργοῦ τῶν ὁρωμένων ἁπάν‐ των, τοῦτο ποιεῖν χρὴ, καὶ μαθόντας τὴν παρ’ αὐτοῦ ψῆφον, κατακοιμίζειν τοὺς ἡμετέρους λογισμοὺς, καὶ | |
15 | μηδὲν περαιτέρω τολμᾷν, ἀλλ’ εἰδέναι καὶ πεπληροφο‐ ρῆσθαι, ὅτι πάντα λόγῳ τινὶ καὶ φιλανθρωπίᾳ παρ’ αὐ‐ τοῦ παρήχθη, καὶ οὐδέν ἐστιν ἁπλῶς καὶ εἰκῆ γεγενη‐ μένον· ἀλλὰ κἂν ἡμεῖς διὰ τὴν ἀσθένειαν τῶν ἡμετέ‐ ρων λογισμῶν ἀγνοῶμεν τὴν χρείαν τῶν γεγενημένων, | |
20 | αὐτὸς κατὰ τὴν αὑτοῦ σοφίαν καὶ εὐμήχανον φιλανθρω‐ πίαν ἅπαντα παρήγαγε. ζʹ. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἐγένετο πρωῖ, ἡμέρα ἕκτη. Τῷ τέλει τῆς ἕκτης ἡμέρας καὶ τὸ τέλος τῶν δημιουργημάτων ἁπάντων ἐπέθηκε· διὰ τοῦτο καὶ ἐπήγα‐ | |
25 | γε· Καὶ συνετελέσθησαν ὁ οὐρανὸς, καὶ ἡ γῆ, καὶ πᾶς ὁ κόσμος αὐτῶν. Σκόπει τὸ ἀνεπαχθὲς καὶ ἀπέριττον τῆς θείας Γραφῆς. Τῶν συνεκτικωτάτων στοιχείων μνημο‐ νεύσασα, οὐκέτι κατὰ μέρος τῶν λοιπῶν ἐμνήσθη, ἀλλ’ εἰποῦσα, Συνετελέσθη ὁ οὐρανὸς καὶ ἡ γῆ, φησὶ, καὶ | |
30 | πᾶς ὁ κόσμος αὐτῶν· ἐμφαίνουσα διὰ τούτου τὰ κατὰ τὴν γῆν ἅπαντα καὶ τὸν οὐρανόν. Κόσμος γὰρ τῆς γῆς τὰ ἐξ αὐτῆς ἀναδιδόμενα, ἡ βλάστη τῶν βοτανῶν, τῶν καρπῶν ἡ φορὰ, τῶν δένδρων οἱ καρποὶ, τὰ ἄλλα ἅπαντα, οἷς αὐτὴν ὁ Δημιουργὸς κατεκόσμησε· καὶ τοῦ | |
35 | οὐρανοῦ πάλιν κόσμος, ἥλιος, σελήνη, τῶν ἄστρων ἡ ποικιλία, καὶ τὰ ἐν μέσῳ ἅπαντα δημιουργήματα. Διὰ τοῦτο τοῦ οὐρανοῦ καὶ τῆς γῆς μνημονεύσασα ἡ θεία Γραφὴ, πᾶσαν τὴν δημιουργίαν διὰ τούτων τῶν στοι‐ χείων συμπεριέλαβε. Καὶ συνετέλεσε, φησὶν, ὁ Θεὸς ἐν | |
40 | τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε. Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον τὸ αὐτὸ λέγει, ἵνα μάθωμεν ὅτι μέχρι τῆς ἕκτης ἡμέρας τὰ τῆς δημιουργίας ἅπαντα γεγένηται. Συνετέλεσε γὰρ, φησὶ, τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησε, καὶ κατέπαυσεν ἐν τῇ | |
45 | ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε. Τί ἐστι, Καὶ κατέπαυσε τῇ ἡμέρᾳ τῇ ἑβδό‐ μῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησε; Θέα πῶς ἀνθρωπίνως καὶ διὰ τὴν πρὸς ἡμᾶς συγκατάβασιν ἅπαντα διαλέγεται ἡ θεία Γραφή· οὐδὲ γὰρ ἦν ἄλλως | |
53.88(50) | ἡμᾶς συνιέναι τι τῶν λεγομένων μὴ τοσαύτης ἀξιωθέν‐ τας συγκαταβάσεως. Καὶ κατέπαυσε, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν. Ἔστη, φησὶ, τοῦ δημιουργεῖν, καὶ παρ‐ άγειν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι. Πάντα γὰρ ὅσα | |
55 | ἐχρῆν παρήγαγε, καὶ τὸν μέλλοντα τούτων ἀπολαύειν ἐδημιούργησε. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὴν ἡμέ‐ ραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτὴν, ὅτι ἐν αὐτῇ κατ‐ έπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιεῖν. Ἐπειδὴ γὰρ ἔστη δημιουργῶν, καὶ πάν‐ | |
60 | τα ὅσα ἐβουλήθη κατὰ τὴν οἰκείαν φιλανθρωπίαν παρ‐ ήγαγεν εἰς τὸ μέσον τῷ οἰκείῳ προστάγματι, καὶ τέλος ἐπέθηκε τοῖς δημιουργουμένοις κατὰ τὴν ἕκτην ἡμέραν· οὐδὲν δὲ ἕτερον ἐβούλετο παραγαγεῖν ἐν τῇ ἑβδόμῃ διὰ τὸ πάντα ὅσα ἐβούλετο πεπληρῶσθαι· ἵν’ ἔχῃ τι προτέ‐ | |
65 | ρημα καὶ ἡ ἡμέρα αὕτη, καὶ μὴ δοκῇ ἔλαττόν τι ἔχειν | |
53.89 | διὰ τὸ μηδὲν ἐν αὐτῇ δεδημιουργῆσθαι, εὐλογίας αὐτὴν ἀξιοῖ. Καὶ εὐλόγησε, φησὶν, ὁ Θεὸς τὴν ἡμέ‐ ραν τὴν ἑβδόμην, καὶ ἡγίασεν αὐτήν. Τί οὖν; αἱ λοιπαὶ οὐκ ἦσαν εὐλογημέναι; Ναὶ, φησὶν, ἀλλ’ ἤρκει | |
5 | ἐκείναις ἀντὶ πάσης εὐλογίας τὸ καθ’ ἑκάστην αὐτῶν τὰ δημιουργήματα παραχθῆναι· διὸ ἐπ’ ἐκείνων μὲν οὐκ εἶπεν, Εὐλόγησεν, ἐπὶ δὲ τῆς ἑβδόμης μόνης τοῦτο εἰπὼν προσέθηκε, Καὶ ἡγίασεν αὐτήν. Τί ἐστι, Καὶ ἡγίασεν αὐτήν; Ἀφώρισεν αὐτήν. Εἶτα διδάσκουσα | |
10 | ἡμᾶς ἡ θεία Γραφὴ καὶ τὴν αἰτίαν δι’ ἣν εἴρηκεν, Καὶ ἡγίασεν αὐτὴν, προσέθηκεν, Ὅτι ἐν αὐτῇ κατέπαυ‐ σεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι. Ἤδη ἐντεῦθεν ἐκ προοιμίων αἰνιγματω‐ δῶς διδασκαλίαν ἡμῖν ὁ Θεὸς παρέχεται, παιδεύων τὴν | |
15 | μίαν ἡμέραν ἐν τῷ κύκλῳ τῆς ἑβδομάδος ἅπασαν ἀνα‐ τιθέναι καὶ ἀφορίζειν τῇ τῶν πνευματικῶν ἐργασίᾳ. Διὰ γὰρ τοῦτο καὶ ὁ Δεσπότης ἐν ἓξ ἡμέραις τὰ τῆς δημιουργίας ἅπαντα πληρώσας, τὴν ἑβδόμην εὐλογίας ἀξιώσας ἡγίασε, διὰ τὸ ἐν αὐτῇ καταπαῦσαι ἀπὸ τῶν | |
20 | ἔργων αὐτοῦ ὧν ἤρξατο ποιῆσαι. Ἀλλ’ ἐντεῦθεν πάλιν ὁρῶ πέλαγος ἀχανὲς νοημάτων ἡμῖν τικτόμενον, καὶ βούλομαι μὴ ἁπλῶς αὐτὸ παραδραμεῖν, ἀλλὰ καὶ ὑμᾶς κοινωνοὺς λαβεῖν τῆς ἐμπορίας ταύτης τῆς πνευματι‐ κῆς. Τί οὖν ἐστι τὸ ἐντεῦθεν ἀνακύπτον ἡμῖν ζήτημα; | |
25 | Τῆς θείας Γραφῆς ἐνταῦθα λεγούσης, ὅτι κατέπαυσεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, ἐν τοῖς Εὐαγγελίοις ὁ Χριστός φησιν, Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι. Οὐ δοκεῖ ἐκ τῆς προφορᾶς τῶν ῥημά‐ των ἐναντίωσίς τις εἶναι ἐν τοῖς λεγομένοις; Ἀλλὰ μὴ | |
30 | γένοιτο· οὐδὲν γὰρ ἐναντίον τῶν ἐν τῇ θείᾳ Γραφῇ κει‐ μένων. Ἐνταῦθα γὰρ εἰποῦσα ἡ Γραφὴ, ὅτι κατέπαυ‐ σεν ὁ Θεὸς ἀπὸ τῶν ἔργων αὐτοῦ, διδάσκει ἡμᾶς ὅτι τοῦ δημιουργεῖν καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρ‐ άγειν ἐπαύσατο κατὰ τὴν ἑβδόμην ἡμέραν· ὁ δὲ Χρι‐ | |
35 | στὸς λέγων, ὅτι Ὁ Πατήρ μου ἕως ἄρτι ἐργάζεται, κἀγὼ ἐργάζομαι, τὴν διηνεκῆ αὐτοῦ πρόνοιαν ἡμῖν πα‐ ραδηλοῖ, καὶ ἐργασίαν λέγει τὸ διακρατεῖν τὰ γεγενη‐ μένα, καὶ τὴν διαμονὴν αὐτοῖς χαρίζεσθαι, καὶ ἡνιοχεῖν τὸν σύμπαντα χρόνον. Εἰ γὰρ μὴ τοῦτο ἦν, πῶς ἂν συν‐ | |
40 | έστη τόδε τὸ πᾶν, μὴ τῆς ἄνωθεν χειρὸς κυβερνώσης καὶ διοικούσης καὶ τὰ ὁρώμενα ἅπαντα καὶ τὸ τῶν ἀνθρώπων γένος; Καὶ ἐάν τις βουληθῇ μετὰ πολλῆς τῆς εὐγνωμο‐ σύνης ἅπαντα κατ’ εἶδος ἐποπτεῦσαι τὰ καθ’ ἑκάστην ἡμέραν ἐπ’ εὐεργεσίᾳ ἡμετέρᾳ ὑπὸ τοῦ τῶν ἁπάντων | |
45 | δημιουργοῦ ἐπιτελούμενα, ἄβυσσον εὑρήσει φιλανθρω‐ πίας. Ποῖος γὰρ λογισμὸς, ἢ ποία διάνοια ἐφικέσθαι δυ‐ νήσεται τῆς ἀφάτου ἀγαθότητος, ἣν περὶ τὸ τῶν ἀνθρώ‐ πων γένος ἐνδείκνυται, ἀνατέλλων τὸν ἥλιον ἐπὶ πονη‐ ροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, | |
53.89(50) | καὶ πᾶσαν τὴν ἄλλην ἀφθονίαν χορηγῶν; Τάχα περαι‐ τέρω τοῦ δέοντος τὸν λόγον ἐξετείναμεν, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο ποιήσαντες, ἀλλ’ ἵνα δι’ ὑμῶν μάθωσιν οἱ ἀπολειφθέντες, ὅσον ἑαυτοὺς ἐζημίωσαν, διὰ τὴν σωμα‐ τικὴν τροφὴν ἀποστερήσαντες ἑαυτοὺς τῆς πνευματικῆς | |
55 | διδασκαλίας. Ἀλλ’ ἵνα μὴ ἐπιτείνηται αὐτοῖς τὰ τῆς ἀθυμίας, τὴν ἀδελφικὴν περὶ αὐτοῖς ἐπιδείξασθε εὔνοιαν, διαβιβάσαντες αὐτοῖς τὰ παρ’ ἡμῶν εἰρημένα· τοῦτο γὰρ γνησίας ἀγάπης τεκμήριον. Εἰ γὰρ ἐπὶ τῶν | |
αἰσθητῶν ἐδεσμάτων οἱ τοῦτο ποιοῦντες, καὶ τὰ ἀπὸ τῆς | Column end | |
53.90 | τραπέζης τοῖς αὐτῶν γνωρίμοις διαφυλάττοντες, μέγι‐ στον ἀγάπης τεκμήριον ἐκφέρουσι, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν τοῦτο γινόμενον πολὺν ἡμῖν παρέξει τὸν ἔπαινον· πάλιν γὰρ εἰς ἡμᾶς τὰ τῆς ὠφελείας περι‐ | |
5 | στήσεται. Ὁ γὰρ τὸν πλησίον διδάσκειν σπουδάζων, οὐ τοσοῦτον ἐκεῖνον εὐεργετεῖ, ὅσον ἑαυτῷ μείζονα προξε‐ νεῖ τὸν μισθὸν, καὶ διπλοῦν καρποῦται τὸ κέρδος, τῆς τε παρὰ τοῦ Θεοῦ ἀμοιβῆς πλείονος ἀπολαύων, καὶ αὐτὸς δι’ ὧν τὸν ἀδελφὸν διδάσκειν ἐπιχειρεῖ, εἰς ὑπόμνησιν | |
10 | ἐρχόμενος, καὶ ἀνανεῶν παρ’ ἑαυτῷ τὴν μνήμην τῶν εἰ‐ ρημένων. ηʹ. Τὸ κέρδος τοίνυν ἐννοοῦντες τὸ ὑμέτερον, μὴ φθονή‐ σητε τοῖς ἀδελφοῖς τοῖς ὑμετέροις, ἀλλὰ νῦν μὲν τὰ παρ’ ἡμῶν λεγόμενα παρ’ ὑμῶν μανθανέτωσαν. Ἵνα δὲ μὴ ἐν | |
15 | χάριτος μέρει παρ’ ὑμῶν μέλλωσι ταῦτα διδάσκεσθαι, ἕλκετε αὐτοὺς πρὸς ἡμᾶς, πείθοντες ὡς οὐδέποτε κώλυμα γίνεται πρὸς τὴν διδασκαλίαν τὴν πνευματικὴν ἡ τῆς τροφῆς τῆς σωματικῆς μετάληψις· ἀλλὰ δεῖ πάντα και‐ ρὸν ἐπιτήδειον ἡγεῖσθαι πρὸς τὴν τῶν πνευματικῶν λό‐ | |
20 | γων διάλεξιν. Ἂν ταῦτα μετὰ ἀκριβείας ἴδωμεν, δυνησό‐ μεθα καὶ ἐπὶ οἰκίας διατρίβοντες, καὶ μετὰ τὴν ἑστία‐ σιν, καὶ πρὸ τῆς ἑστιάσεως μετὰ χεῖρας λαβόντες τὰ θεῖα βιβλία τὴν ἐξ αὐτῶν καρποῦσθαι ὠφέλειαν, καὶ τὴν πνευματικὴν τροφὴν τῇ ψυχῇ παρέχειν. Ὥσπερ γὰρ τὸ | |
25 | σῶμα δεῖται τῆς αἰσθητῆς τροφῆς, οὕτω καὶ ἡ ψυχὴ χρῄζει καθημερινῆς ὑπομνήσεως, καὶ τροφῆς πνευμα‐ τικῆς, ἵνα νευρουμένη ἀντέχειν δύνηται πρὸς τὰς ἐπανα‐ στάσεις τῆς σαρκὸς, καὶ πρὸς τὸν διηνεκῆ πολέμιον τὸν ἐπικείμενον ἡμῖν, καὶ αἰχμάλωτον ἡμῶν ἀπεργαζό‐ | |
30 | μενον τὴν ψυχὴν, ἐὰν κἂν πρὸς βραχὺ ῥᾳθυμῆσαι βου‐ ληθῶμεν. Διὸ καὶ ὁ προφήτης Δαυῒδ μακάριον ἐκεῖνον ἐκάλεσε τὸν ἐν τῷ νόμῳ Κυρίου μελετῶντα ἡμέρας καὶ νυκτός· καὶ ὁ μακάριος δὲ Μωϋσῆς, παιδεύων τὸ τῶν Ἰουδαίων ἔθνος, ἐδίδασκεν αὐτοὺς λέγων, Φαγὼν καὶ | |
35 | πιὼν, καὶ ἐμπλησθεὶς, μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Ὁρᾷς πῶς καὶ τότε μάλιστα προσήκει, μετὰ τὴν τῆς τροφῆς ἀπόλαυσιν, τὴν πνευματικὴν ἑστίασιν ἑαυ‐ τοῖς παρατιθέναι, ἵνα μηδὲ μετὰ τὴν πλησμονὴν τῆς σω‐ ματικῆς τροφῆς ῥᾳθυμήσαντα ἡ ψυχὴ εἰς ὄλεθρόν τινα | |
40 | ἐκπέσῃ, καὶ χώραν δῷ ταῖς τοῦ διαβόλου μηχαναῖς, πάντα καιρὸν ἐπιτηροῦντος καὶ βουλομένου καιρίαν ἡμῖν δοῦναι τὴν πληγήν; Καὶ πάλιν δὲ ἑτέρωθι ἔλεγεν ὁ αὐ‐ τὸς οὗτος προφήτης· Κοιταζόμενοι καὶ διανιστάμενοι μνημονεύετε Κυρίου τοῦ Θεοῦ ὑμῶν. Εἶδες πῶς οὐδέ‐ | |
45 | ποτε ἡμᾶς προσήκει τὴν μνήμην ταύτην ἐκβαλεῖν τῆς ψυχῆς, ἀλλ’ ἐγκεκολαμμένην ἔχειν τῷ συνειδότι, καὶ διηνεκῶς ἐναγωνίους εἶναι, καὶ μηδέποτε ἀνακωχὴν ἑαυτοῖς παρέχειν, ἀλλὰ τὴν μανίαν εἰδότας τοῦ τὴν πρὸς ἡμᾶς ἔχθραν ἀραμένου, νήφειν καὶ ἐγρηγορέναι, καὶ | |
53.90(50) | ἀποτειχίζειν αὐτῷ τὰς ἐφόδους, καὶ μηδέποτε ἀμελεῖν τροφῆς πνευματικῆς; τοῦτο γὰρ ἡμῶν ἡ σωτηρία, τοῦ‐ το ὁ πλοῦτος ὁ πνευματικὸς, τοῦτο ἡ ἀσφάλεια. Ἐὰν οὕτως ἑαυτοὺς καθ’ ἑκάστην ἡμέραν τειχίζωμεν, καὶ δι’ ἀναγνώσεως, καὶ δι’ ἀκροάσεως, καὶ διαλέξεως πνευ‐ | |
55 | ματικῆς, δυνησόμεθα καὶ αὐτοὶ ἀχείρωτοι γενέσθαι, καὶ τοῦ πονηροῦ δαίμονος ἄκυρα ποιῆσαι τὰ μηχανήματα, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, | |
60 | νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
61t | ΟΜΙΛΙΑ ΙΑʹ. | |
62n | Ὅτι δεῖ πολὺν τῆς ἀρετῆς ποιεῖσθαι λόγον, καὶ μι‐ | |
63n | μεῖσθαι τοὺς ἁγίους, οἳ τῆς αὐτῆς φύσεως ἡμῖν | |
64n | ὄντες ταύτην μετὰ ἀκριβείας κατώρθωσαν, καὶ ὅτι | |
65n | ῥᾳθυμοῦσιν ἡμῖν οὐδεμία ἔσται ἀπολογία. | |
66 | αʹ. Οἶδα ὅτι κατέτεινα ὑμῶν τὸν λογισμὸν ἐν ταῖς | |
παρελθούσαις ἡμέραις τοῖς βαθυτέροις νοήμασι· διὰ | ||
53.91 | τοῦτο βούλομαι σήμερον ἀφελεστέραν ὑμῖν παρα‐ θεῖναι διδασκαλίαν. Καθάπερ γὰρ τὸ σῶμα ὑπὸ τῆς νηστείας κατεσκληκὸς δεῖται μικρᾶς ἀνέσεως, ἵν’ οὕτω πάλιν ἀκμαζούσῃ τῇ προθυμίᾳ πρὸς τοὺς τῆς νηστείας | |
5 | ἀγῶνας ἐπαποδύσηται· οὕτω καὶ ἡ ψυχὴ χρῄζει διανα‐ παύεσθαι καὶ ἀνίεσθαι. Οὔτε γὰρ ἀεὶ κατατείνειν χρὴ, οὔτε δὲ ἀνιέναι, ἀλλὰ ποτὲ μὲν τοῦτο, ποτὲ δὲ ἐκεῖνο ποιεῖν, καὶ οὕτως ἡνιοχεῖν καὶ τῆς ψυχῆς τὴν κατάστα‐ σιν, καὶ τῆς σαρκὸς τὰ σκιρτήματα. Ὥσπερ γὰρ τὸ ἀεὶ | |
10 | κατατείνειν τοῖς πόνοις ἀποκναίειν ποιεῖ καὶ ἀναπίπτειν· οὕτω τὸ διηνεκῶς ἀνιέναι εἰς ῥᾳθυμίαν ἄγει. Τοῦτο καὶ ἐπὶ τῆς ψυχῆς, καὶ ἐπὶ τοῦ σώματος συμβαῖνον ἴδοι τις ἄν. Διὰ τοῦτο πανταχοῦ ἡ συμμετρία καλόν. Καὶ τοῦτο αὐτὸ διδάσκει ἡμᾶς ὁ τῶν ὅλων Θεὸς, καὶ δι’ αὐτῶν | |
15 | τῶν δημιουργημάτων, ἃ πρὸς τὴν ἡμετέραν σύστασιν παρήγαγε. Καὶ ἵνα μάθητε, ἐπὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς, τοῦ φωτὸς λέγω καὶ τοῦ σκότους, τὸν λόγον γυ‐ μνάσωμεν. Ἐπειδὴ γὰρ τὴν μὲν ἡμέραν ἀφώρισεν ἐπ’ ἐργασίᾳ τῇ τῶν ἀνθρώπων φύσει, τὸ δὲ τῆς νυκτὸς σκό‐ | |
20 | τος εἰς ἄνεσιν καὶ ἀνακωχὴν τῶν πόνων, μέτρα καὶ ὅρους ἑκατέροις ἔπηξεν, ὥστε καὶ ἅπαντας ἡμᾶς τῆς ἐκεῖθεν εὐεργεσίας ἀπολαύειν. Ὅτι γὰρ τὸ φῶς τῆς ἡμερινῆς ἐργασίας ἐστὶ καιρὸς, ἄκουε τοῦ Δαυῒδ λέ‐ γοντος, Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, | |
25 | καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ, ἕως ἑσπέρας. Καὶ κα‐ λῶς εἶπεν, Ἕως ἑσπέρας· καταλαβούσης γὰρ τῆς ἑσπέ‐ ρας, τὸ φῶς ὑποχωρεῖ, καὶ ἐπελθὸν τὸ σκότος κατακοιμί‐ ζει τὴν ἀνθρωπίνην φύσιν, καὶ τὸ σῶμα πεπονηκὸς δια‐ ναπαύει, καὶ τὰς αἰσθήσεις ἁπάσας ἀνίησι, καὶ καθά‐ | |
30 | περ τροφὸς ἀρίστη τὰ αἰσθητήρια ἅπαντα τῇ παρ’ ἑαυτῆς ἐπιμελείᾳ τῶν πόνων καὶ τῶν καμάτων ἀνιεῖσα. Ἐπειδὰν δὲ πληρωθῇ τῆς νυκτὸς τὸ μέτρον, ἐπιστάσης τῆς τοῦ φωτὸς παρουσίας καὶ διεγειράσης, παρασκευά‐ ζει ἀκμαζούσαις ταῖς αἰσθήσεσι προσβαλεῖν ταῖς ἡλια‐ | |
35 | καῖς ἀκτῖσι, καὶ τῶν συνήθων ἔργων ἅπτεσθαι νεαρᾷ καὶ ζεούσῃ τῇ προθυμίᾳ. Τοῦτο καὶ ἐπὶ τῶν τροπῶν τοῦ ἐνιαυτοῦ ἔστιν ἰδεῖν γεγενημένον. Τὸν γὰρ χειμῶνα δια‐ δέχεται ἔαρ, καὶ οὕτως ἐπιστάντος τοῦ θέρους κατα‐ λαμβάνει τὸ μετόπωρον, ἵνα τῇ ἐναλλαγῇ τῆς τῶν ἀέρων | |
40 | κράσεως διαναπαύηται ἡμῶν τὰ σώματα, καὶ μήτε ἐπὶ πλέον τῷ κρυμῷ πηγνύμενα διαφθείρηται, μήτε ὑπὸ τῆς τοῦ θέρους σφοδρότητος ἐπὶ πολὺ θερμαινόμενα διαλύη‐ ται· διὰ τοῦτο ἐγγυμνάζεσθαι παρασκευάζει πρὸ μὲν τοῦ χειμῶνος τῷ μετοπώρῳ, πρὸ δὲ τοῦ θέρους τῷ ἔαρι. | |
45 | Καὶ εἴ τις εὐγνωμόνως ἅπαντα σκοπεῖν βούλοιτο, εὑρή‐ σει ἐν ἅπασι τοῖς δημιουργηθεῖσι τάξιν τινὰ καὶ λόγον, καὶ οὐδὲν ἁπλῶς καὶ εἰκῆ γεγενημένον. Τοῦτο καὶ ἐπὶ τῶν σπερμάτων τῶν ἐκ τῆς γῆς ἀναδιδομένων ἄν τις κατίδοι. Οὔτε γὰρ κατὰ τὸν αὐτὸν καιρὸν ἅπαντα ἐκδί‐ | |
53.91(50) | δωσιν ἡ γῆ, οὔτε ὁ αὐτὸς καιρὸς ἐπιτήδειος πρὸς τὴν ἐπιμέλειαν τῶν ἐξ αὐτῆς βλαστανόντων· ἀλλ’ οἶδε τὸν ἁρμόζοντα καιρὸν ὁ γηπόνος, παρὰ τῆς τοῦ Θεοῦ δοθεί‐ σης σοφίας τοῦτο μεμαθηκὼς, καὶ ἐπίσταται πότε μὲν δεῖ τὰ σπέρματα καταβαλεῖν, πότε δὲ τῶν δένδρων τὰ | |
55 | φυτὰ καὶ τῆς ἀμπέλου τοῖς κόλποις τῆς γῆς παρακατα‐ θέσθαι, καὶ πότε μὲν θήγειν τὴν δρεπάνην πρὸς τὸν ἀμητὸν, πότε δὲ τὸν καρπὸν τῆς ἀμπέλου δρέπεσθαι, καὶ τοὺς βότρυας ἐκτέμνειν, καὶ κατὰ ποῖον καιρὸν ἐκ‐ | |
λέγειν τῆς ἐλαίας τὸν καρπόν. Καὶ εὑρήσεις, εἰ βού‐ | Column end | |
53.92 | λοιο κατὰ μέρος διερευνᾶσθαι ταῦτα ἅπαντα, πολλὴν σοφίαν καὶ παρὰ τοῖς τὴν γῆν ἐργαζομένοις ἐναποκει‐ μένην. Καὶ οὐκ ἐπὶ τῆς γῆς τοῦτο ἔστιν ἰδεῖν μόνον, ἀλλὰ καὶ ἐπὶ τῆς θαλάσσης. Καὶ γὰρ ἐνταῦθα πάλιν | |
5 | ἑτέραν θαυμαστὴν σοφίαν ἔστιν ἰδεῖν. Οἶδε γὰρ ὁ κυβερ‐ νήτης, πότε δεῖ καθελκύσαι τὸ πλοῖον, καὶ ἐκ τοῦ λιμέ‐ νος ἐκβαλεῖν, καὶ τὰ πελάγη περαιώσασθαι. Καὶ πολ‐ λὴν μάλιστα παρὰ τούτοις ἔστιν ἰδεῖν τὴν σύνεσιν, ἣν ἡ τοῦ Θεοῦ σοφία ἐναπέθετο τῇ ἀνθρωπίνῃ φύσει. Οὐδὲ | |
10 | γὰρ οὕτως οἱ τὰς λεωφόρους διατρέχοντες ἴσασι μετὰ ἀκριβείας τὰς ἀτραποὺς, ὡς οὗτοι οἳ ἐν τοῖς ὕδασι μετὰ ἀσφαλείας τὴν πορείαν ποιοῦνται. Διὸ καὶ ἡ Γραφὴ ἐκπληττομένη τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ σοφίαν ἔλε‐ γεν· Ὁ δοὺς ἐν θαλάσσῃ ὁδὸν, καὶ ἐν ὕδατι ἰσχυρῷ | |
15 | τρίβον. Ποῖος ἀνθρώπινος λογισμὸς δύναται ταῦτα κατ‐ ιδεῖν; Κατὰ τὸν αὐτὸν λόγον εὕροι τις ἂν καὶ ἐν τῇ μεταλήψει τῆς τροφῆς τῆς ἀνθρωπίνης ταῦτα διατετα‐ γμένα. Καὶ γὰρ καθ’ ἕκαστον καιρὸν, καὶ καθ’ ἑκάστην τροπὴν τοῦ ἐνιαυτοῦ, διαφόρους ἡμῖν τροφὰς ὁ Δεσπότης | |
20 | κεχάρισται· καὶ καθάπερ ἀρίστη τροφὸς, οὕτως ἡ γῆ τὰ παρ’ ἑαυτῆς ἡμῖν δωροφορεῖ, τῷ ἐπιτάγματι τοῦ δη‐ μιουργοῦ ὑπηρετουμένη. βʹ. Ἀλλ’ ἵνα μὴ ἐπὶ πλέον τοῦτον ἐκτείνω τὸν λόγον, ἔξεστιν ὑμῖν συνετοῖς οὖσι τὰ λοιπὰ ἅπαντα ἀναλέγε‐ | |
25 | σθαι. Δίδου γὰρ, φησὶ, σοφῷ ἀφορμὴν, καὶ σο‐ φώτερος ἔσται. Οὐδὲ γὰρ ἐπὶ τῆς ἡμετέρας τροφῆς τοῦτο μόνον ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ τῆς τῶν ἀλόγων. Καὶ δυνήσεσθε, εἰ βουληθείητε, καὶ ἐκ πολλῶν ἑτέ‐ ρων διερευνώμενοι καταμαθεῖν τοῦ ἀριστοτέχνου Θεοῦ | |
30 | τὴν ἄφατον σοφίαν, καὶ τὴν ὑπερβάλλουσαν ἀγαθότη‐ τα, καὶ ὡς ἕκαστον τῶν γεγενημένων λόγῳ τινὶ παρ‐ ήχθη. Κατὰ τὸ αὐτὸ τοίνυν καὶ ἐπὶ τοῦ καιροῦ τῆς ἁγίας Τεσσαρακοστῆς εὑρήσομεν νῦν ἡμῖν διατετυπωμένον. Καθάπερ γὰρ ἐν ταῖς λεωφόροις εἰσὶ σταθμοὶ καὶ κατ‐ | |
35 | αγώγια, ὥστε τοὺς ὁδίτας κεκμηκότας διαναπαύεσθαι, καὶ τῶν πόνων λήγοντας, οὕτω πάλιν ἅπτεσθαι τῆς ὁδοιπορίας, καὶ ἐν τῇ θαλάσσῃ δὲ ἀκταὶ καὶ αἰγιαλοὶ καὶ λιμένες εἰσὶν, ὥστε κἀκεῖ τοὺς ναυτιλλομένους μετὰ τὸ πολλὰ κύματα διαδραμεῖν, καὶ πρὸς τὰς τῶν ἀνέμων | |
40 | ἐμβολὰς ἀντιστῆναι, μικρὸν ἀνεθέντας, οὕτω πάλιν τῆς ναυτιλίας ἅπτεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν, ἐπὶ τῆς ἁγίας Τεσσαρακοστῆς, τοῖς τὸν δρόμον τῆς νη‐ στείας καταδεξαμένοις, καθάπερ σταθμοὺς, καὶ κατ‐ αγώγια, καὶ ἀκτὰς, καὶ αἰγιαλοὺς, καὶ λιμένας, τὰς δύο | |
45 | ταύτας ἡμέρας τῆς ἑβδομάδος βραχύ τι διαναπαύεσθαι κεχάρισται ὁ Δεσπότης, ἵνα καὶ τὸ σῶμα μικρὸν ἀνέν‐ τες ἀπὸ τῶν πόνων τῆς νηστείας, καὶ τὴν ψυχὴν παρα‐ μυθησάμενοι, πάλιν παρελθουσῶν τῶν δύο τούτων ἡμε‐ ρῶν, τῆς αὐτῆς ὁδοῦ μετὰ προθυμίας ἅπτωνται οἱ τὴν | |
53.92(50) | καλὴν ταύτην καὶ ἐπωφελῆ ὁδοιπορίαν ποιούμενοι. Φέρε οὖν καὶ ἡμεῖς, ἐπειδὴ τῆς ἀνέσεώς ἐστιν ἡμέρα σήμερον, παρακαλέσωμεν ὑμῶν τὴν ἀγάπην, τὰ ἀπὸ τῆς νηστείας συλλεγέντα κέρδη μετὰ ἀσφαλείας φυλάττειν, ἵνα μικρὸν διαναπαυσάμενοι, πάλιν προσθήκην ἐργά‐ | |
55 | σησθε τοῖς προλαβοῦσι, καὶ οὕτω κατὰ μικρὸν με‐ γάλην τὴν ἐμπορίαν ἑαυτοῖς κατασκευάσαντες, οὕτως εἰς τὴν κυρίαν ἡμέραν ἀπαντήσητε, καὶ πεπληρωμέ‐ νην ὑμῶν τὴν ὁλκάδα τὴν πνευματικὴν εἰς τὸν λιμένα τῆς ἁγίας ἑορτῆς εἰσαγάγητε. Ὥσπερ γὰρ τὰ παρὰ | |
60 | τοῦ Δεσπότου γεγενημένα ἅπαντα, καθάπερ ὁ λόγος ἀπέδειξε, καὶ ἡ τῶν πραγμάτων διδάσκει μαρτυρία, λόγῳ τινὶ δεδημιούργηται, χρείαν ἀναγκαίαν ἀποπλη‐ ροῦντα· οὕτω καὶ τὰ παρ’ ἡμῶν γινόμενα προσήκει μὴ | |
ἁπλῶς, μηδὲ μάτην γίνεσθαι, ἀλλ’ ἐπ’ ὠφελείᾳ καὶ | ||
53.93 | κέρδει τῆς σωτηρίας τῆς ἡμετέρας. Εἰ γὰρ οἱ τὰ βιω‐ τικὰ μετιόντες πράγματα οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπι‐ τηδεύματος ἅψασθαι, μὴ πρότερον τὸ ἐκεῖθεν κέρδος περισκοπήσαντες· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τοῦτο | |
5 | ποιεῖν, καὶ μὴ ἁπλῶς τὰς ἑβδομάδας τῶν νηστειῶν παρατρέχειν, ἀλλὰ διερευνᾶσθαι τὴν ἑαυτῶν συνείδη‐ σιν, καὶ τὸν λογισμὸν βασανίζειν, καὶ σκοπεῖν τί μὲν ἐν ταύτῃ τῇ ἑβδομάδι ἡμῖν κατώρθωται, τί δὲ ἐν τῇ ἑτέρᾳ, καὶ τίνα προσθήκην ἐδεξάμεθα εἰς τὴν ἐπιοῦ‐ | |
10 | σαν, καὶ ποῖον τῶν ἐν ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μὴ μέλλοιμεν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομεῖν, καὶ τοσαύτην ποιεῖσθαι ἐπιμέλειαν τῆς ἑαυτῶν ψυχῆς, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῆς νηστείας, οὐδὲ τῆς ἀσιτίας, ἣν ὑπομένομεν, μάλιστα εἰ φαινοίμεθα ἐλάττους | |
15 | τῶν περὶ τὴν συλλογὴν τῶν χρημάτων τοσαύτην σπου‐ δὴν ποιουμένων· εὑρήσεις γὰρ ἕκαστον ἐκείνων πᾶσαν ἀγρυπνίαν ἐπιδεικνύμενον, ὥστε ἐφ’ ἑκάστης ἡμέρας προστιθέναι τοῖς προτέροις, καὶ οὐδέποτε κόρον λαμβά‐ νοντα, ἀλλ’ ὅσῳ ἂν αὔξηται αὐτῷ τὰ τῆς περιουσίας, | |
20 | τοσούτῳ μᾶλλον καὶ τὴν ἐπιθυμίαν καὶ τὴν σπουδὴν ἐκτεινομένην. Εἰ τοίνυν ἔνθα καὶ τὰ τῆς σπουδῆς ἀνό‐ νητα, καὶ τὰ τῆς περιουσίας πολλάκις πολλὴν ἐργά‐ ζεται τῇ τῆς ψυχῆς σωτηρίᾳ τὴν λύμην, τοσαύτην ἐπιδείκνυται τὴν ἀγρυπνίαν, πῶς τοῦτο μᾶλλον οὐχὶ | |
25 | ποιεῖν χρὴ, ἔνθα πολλὴ ἀπὸ τῆς σπουδῆς ἡ ὠφέλεια, καὶ ἄφατος ὁ μισθὸς, καὶ τὸ κέρδος ἄπειρον; Ἐκεῖ μὲν γὰρ καὶ μετὰ τούτων ἁπάντων πολλὴ ἡ ἀδηλία· ἀβέ‐ βαιος γὰρ τῶν χρημάτων ἡ κτῆσις· οὐκ ἐπειδὴ μόνον, τῆς τελευτῆς ἐπιστάσης, ἐνταῦθα μένοντα, οὐδεμίαν | |
30 | ὄνησιν παρέχει τῷ ταῦτα συνάγοντι, ἀλλ’ ὅτι καὶ τῶν χρημάτων ὧδε μενόντων τὰς ὑπὲρ τούτων εὐθύνας μετὰ πολλῆς τῆς σφοδρότητος ἀπαιτεῖσθαι ἀναγκάζεται. Ἔστι καὶ ὅτε πολλάκις καὶ πρὸ τῆς τελευτῆς μετὰ τοὺς πολλοὺς πόνους, καὶ τοὺς ἱδρῶτας, καὶ τὰς ταλαι‐ | |
35 | πωρίας, καθάπερ καταιγίδος τινὸς προσπεσούσης τῆς τῶν πραγμάτων περιστάσεως, ἀθρόον ὁ πολλὴν τὴν περιουσίαν τοῦ πλούτου κεκτημένος, τῶν σφόδρα πε‐ νήτων γέγονε πενέστερος. Καὶ ταῦτα καθ’ ἑκάστην ἡμέραν ἔστιν ἰδεῖν συμβαίνοντα. Ἐπὶ μέντοι τῆς πνευ‐ | |
40 | ματικῆς ἐμπορίας οὐδὲν ἔστι τοιοῦτον δεῖσαί ποτε· αὕτη γὰρ βεβαία μένει καὶ ἀκίνητος, καὶ ἔνθα μάλιστα χρῄζομεν αὐτῆς, ἐκεῖ πολλὴν ἡμῖν παρέχει τὴν ἐξ αὐ‐ τῆς παραμυθίαν. γʹ. Ὡς οὖν καιρὸν ἔχομεν, παρακαλῶ, κἂν γοῦν τὴν | |
45 | αὐτὴν ἐκείνοις εἰσενέγκωμεν σπουδὴν περὶ τὴν πνευ‐ ματικὴν ταύτην ἐμπορίαν, καὶ μηδέποτε παυσώμεθα τοῦτο μεριμνῶντες, εἴ τι κατώρθωται ἡμῖν, καὶ εἴ τινα τῶν ἐνοχλούντων ἡμῖν παθῶν διὰ τῆς πολλῆς ἀγρυπνίας εἰς φυγὴν ἐτρέψαμεν, ἵν’ ἔχοντες τὴν ἀπὸ | |
53.93(50) | τοῦ συνειδότος πληροφορίαν, πολλὴν καρπωσώμεθα τὴν ἡδονήν. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ζητούμε‐ νον, ἵνα καθ’ ἑκάστην ἡμέραν ἐνταῦθα παραγινώμεθα, καὶ περὶ τῶν αὐτῶν συνεχῶς ἀκούωμεν, καὶ τὴν τεσ‐ σαρακοστὴν πᾶσαν νηστεύοντες ὦμεν. Εἰ γὰρ μὴ | |
55 | μέλλοιμέν τι κερδαίνειν ἐκ τῆς ἐνταῦθα συνεχοῦς ἐλεύσεώς τε καὶ παραινέσεως, καὶ ἀπὸ τοῦ τῆς νη‐ στείας καιροῦ προσφέρειν τι τῶν χρησίμων εἰς τὴν ἑαυτῶν ψυχὴν, ταῦτα οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελήσει, ἀλλὰ καὶ μείζονος ἡμῖν κατακρίσεως ἀφορμὴ γενήσε‐ | |
60 | ται, ὅταν τοσαύτης ἐπιμελείας ἀπολαύοντες, οἱ αὐτοὶ διαμένωμεν, καὶ μήτε ὁ ὀργίλος ἐπιεικὴς γένηται, | |
μήτε ὁ θυμώδης εἰς πραότητα μεταβάλλοιτο, μήτε ὁ | Column end | |
53.94 | βάσκανος εἰς φιλοφροσύνην ἑαυτὸν ἀναγάγῃ, μήτε ὁ περὶ τὰ χρήματα μεμηνὼς, ἀποστὰς τοῦ πάθους, πρὸς ἐλεη‐ μοσύνην ἑαυτὸν παρασκευάσῃ καὶ τὴν τῶν πενήτων δια‐ τροφὴν, μήτε ὁ ἀκόλαστος σώφρων γένοιτο, μήτε ὁ περὶ | |
5 | τὴν κενὴν ταύτην δόξαν ἐπτοημένος μάθῃ ταύτης ὑπερ‐ ορᾷν, καὶ τῆς ἀληθοῦς ἐφίεσθαι δόξης, μήτε ὁ περὶ τὴν ἀγάπην τὴν περὶ τὸν πλησίον ῥᾴθυμος, διαναστήσας αὐτὸν παιδεύσῃ, μὴ μόνον τῶν τελωνῶν μὴ εἶναι ἐλάτ‐ των, (Ἐὰν γὰρ ἀγαπήσητε τοὺς ἀγαπῶντας ὑμᾶς, | |
10 | φησὶ, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν;) ἀλλ’ ἵνα παρασκευάζῃ αὐτοῦ τὸν λο‐ γισμὸν, καὶ τοὺς ἐχθροὺς ἡμέρως ὁρᾷν, καὶ πολλὴν περὶ αὐτοὺς τὴν ἀγάπην ἐπιδείκνυσθαι. Ἐὰν μὴ τούτων περι‐ γενοίμεθα τῶν παθῶν, καὶ τῶν ἄλλων τῶν ἐν ἡμῖν τι‐ | |
15 | κτομένων, καθ’ ἑκάστην ἐνταῦθα παραγινόμενοι, καὶ συνεχοῦς ἀκροάσεως ἀπολαύοντες, καὶ τοσαύτης διδα‐ σκαλίας μετέχοντες, καὶ τὴν ἀπὸ τῆς νηστείας ἔχοντες βοήθειαν, ποία ἡμῖν ἔσται συγγνώμη; ποία δὲ ἀπολο‐ γία; Εἰπὲ γάρ μοι, παρακαλῶ, εἰ τὸν παῖδα τὸν σὸν | |
20 | θεάσῃ καθ’ ἑκάστην ἀπιόντα ἡμέραν εἰς τὸ διδασκα‐ λεῖον, καὶ τοῦ χρόνου προϊόντος μηδὲν πλέον ἐκεῖθεν κερδαίνοντα, ἆρα ἀνεκτῶς οἴσεις; οὐχὶ δὲ καὶ τῷ παιδὶ μάστιγας ἐπιθήσεις, καὶ τῷ διδασκάλῳ μέμψῃ; εἶτα εἰ μάθοις, ὅτι τὰ μὲν παρὰ τοῦ διδασκάλου πάντα γεγέ‐ | |
25 | νηται, καὶ οὐδὲν λέλειπται, ἡ δὲ ῥᾳθυμία τοῦ παιδὸς αἰτία πάντων καθέστηκεν, οὐχὶ πᾶσαν τὴν ἀγανάκτησιν ἐπὶ τὸν παῖδα μεταθήσεις, τῆς αἰτίας ἀφεὶς τὸν διδάσκαλον; Τὸ αὐτὸ δὴ καὶ ἐνταῦθα γίνεσθαι δίκαιον. Ἡμεῖς γὰρ, καθάπερ ἐτάχθημεν παρὰ τῆς τοῦ Θεοῦ χάριτος, ὡς | |
30 | τέκνα πνευματικὰ καθ’ ἑκάστην ἡμέραν εἰς τὸ διδα‐ σκαλεῖον τοῦτο καλοῦντες, τὴν σωτηριώδη διδασκαλίαν ὑμῖν παρατίθεμεν, οὐ τὰ ἀπὸ τῆς οἰκείας διανοίας φθεγ‐ γόμενοι, ἀλλὰ τὰ παρὰ τοῦ Δεσπότου διὰ τῶν θείων Γρα‐ φῶν ἡμῖν δωρηθέντα διδάγματα, ταῦτα εἰς μέσον προ‐ | |
35 | τιθέντες, καὶ ταῦτα συνεχῶς ἐνηχοῦντες. Εἰ τοίνυν, ἡμῶν πᾶσαν σπουδὴν καὶ ἀγρυπνίαν ἐπιδεικνυμένων, καὶ ἐφ’ ἑκάστης ἐπὶ τὴν ὁδὸν τῆς ἀρετῆς ὁδηγούντων, ὑμεῖς τοῖς αὐτοῖς ἐπιμένετε, ἐννοήσατε ὅση καὶ ἡμῖν ἔσται ὀδύνη, καὶ ὑμῖν ἡ κατάγνωσις, ἵνα μηδὲν πλέον εἴπω | |
40 | Εἰ γὰρ καὶ ἀνευθύνους ἡμᾶς δείκνυσι τὸ μηδὲν παρα‐ λιπεῖν τῶν εἰς τὴν ὑμετέραν οἰκοδομὴν ἡκόντων, ἀλλ’ ὅμως ἐπειδὴ κηδόμεθα τῆς ὑμετέρας σωτηρίας, οὐ δυνά‐ μεθα πράως φέρειν. Ἐπεὶ καὶ ὁ διδάσκαλος ἐπειδὰν ἴδῃ τὸν μαθητὴν μηδὲν καρπούμενον παρὰ τῆς αὐτοῦ σπου‐ | |
45 | δῆς, οὐχ ὡς ἔτυχεν ἀλγεῖ καὶ ὀδυνᾶται, ὁρῶν ἑαυτὸ μάτην πονούμενον. δʹ. Ταῦτα λέγω νῦν, οὐχ ἵνα λυπήσω τὴν ὑμετέραν ἀγάπην, ἀλλ’ ἵνα διεγείρω καὶ παρασκευάσω, μήτε ἁπλῶς κατατείνειν τὸ σῶμα τῇ νηστείᾳ, μήτε εἰκῆ καὶ | |
53.94(50) | μάτην τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς παρατρέ‐ χειν. Καὶ τί λέγω τὰς ἡμέρας τῆς ἁγίας τεσσαρακοστῆς, ὅπου γε ἡμᾶς προσήκει, μήτε μίαν ὅλως ἡμέραν παρα‐ πέμπεσθαι, εἰ οἷόν τε, ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς, ἐν ᾗ μὴ κέρδος πνευματικὸν ἑαυτοῖς ἐναποτιθέμεθα, ἢ δι’ | |
55 | εὐχῆς, ἢ δι’ ἐξομολογήσεως, ἢ δι’ εὐποιίας, ἢ δι’ ἑτέρας τινὸς ἐργασίας πνευματικῆς; Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ τὰ ἄῤῥητα ἐκεῖνα ῥήματα ἀκού‐ σας, ἃ μέχρι τῆς σήμερον οὐδεὶς ἔγνω, ἐβόα λέγων· Καθ’ ἑκάστην ἡμέραν ἀποθνήσκω, νὴ τὴν ὑμετέραν | |
60 | καύχησιν· διδάσκων ἡμᾶς, ὅτι οὕτως ἑαυτὸν τοῖς κιν‐ | |
δύνοις τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐξεδίδου, ὡς παρ’ αὐτὸν | ||
53.95 | τὸν θάνατον γίνεσθαι ἐφ’ ἑκάστης ἡμέρας, καὶ ὅπερ ἡ φύσις οὐκ ἐδέχετο (ἑνὶ γὰρ θανάτῳ πάντες ὑποκείμεθα) τοῦτο ἡ φιλονεικία τῆς προαιρέσεως αὐτοῦ κατώρθου, εἰ καὶ ὁ φιλάνθρωπος Θεὸς ἐπὶ πλέον αὐτὸν διετήρει διὰ | |
5 | τὴν τῶν λοιπῶν σωτηρίαν· εἰ τοίνυν ἐκεῖνος ὁ τοσούτοις κομῶν κατορθώμασι, καὶ καθάπερ ἄγγελος ἐπὶ γῆς φαινόμενος, καθ’ ἑκάστην ἐσπούδαζε κερδαίνειν, καὶ πρὸς τοὺς ὑπὲρ τῆς ἀληθείας κινδύνους παρατάττεσθαι, καὶ τὴν ἐμπορίαν τὴν πνευματικὴν ἑαυτῷ συλλέγειν, | |
10 | καὶ μηδέποτε ἵστασθαι· ποίαν ἂν σχοίημεν ἡμεῖς ἀπο‐ λογίαν, οἱ μὴ μόνον πάντων ὄντες ἔρημοι τῶν κατορθω‐ μάτων, ἀλλὰ καὶ τοσούτοις ἐλαττώμασιν ὑποκείμενοι, ὧν καὶ ἓν μόνον ἡμῖν προσὸν ἱκανὸν εἰς αὐτὸ τῆς ἀπ‐ ωλείας τὸ βάραθρον καταγαγεῖν, καὶ μηδεμίαν ποιού‐ | |
15 | μενοι σπουδὴν, κἂν γοῦν ταῦτα διορθοῦν; ὅταν δὲ ὁ αὐτὸς πολλάκις εὑρίσκοιτο, μὴ μόνον ἓν ἐλάττωμα ἔχων, ἀλλὰ καὶ πλείονα, καὶ ὀργίλος ᾖ, καὶ ἀκόλαστος, καὶ πλεονέκτης, καὶ βάσκανος, καὶ θυμώδης, καὶ μήτε ταῦτα διορθοῦν βούλοιτο, μήτε τῶν τῆς ἀρετῆς ἔργων ἐφά‐ | |
20 | πτεσθαι, ποία λοιπὸν ἂν γένοιτο σωτηρίας ἐλπίς; Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι, ἵνα ἕκαστος τῶν ἀκουόν‐ των τὸ κατάλληλον ἑαυτῷ φάρμακον δεχόμενος ἐκ τῶν παρ’ ἡμῶν λεγομένων, σπουδάσῃ ταχέως, καὶ τῶν ἐν‐ οχλούντων παθῶν ἀπαλλαγεὶς πρὸς ὑγίειαν ἐπανελθεῖν, | |
25 | καὶ πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν ἑαυτὸν ἐπιτήδειον κα‐ ταστῆσαι. Καὶ γὰρ ἐπὶ τῶν καμνόντων τὰ σώματα, κἂν μυριάκις ὁ ἰατρὸς ἐπιθῇ τὰ φάρμακα, ὁ δὲ ἄῤῥωστος μὴ ἀνέχηται ἐπιμένειν τὴν ἀπὸ τοῦ φαρμάκου θεραπείαν, ἀλλὰ πολλάκις δυσχεραίνων μετὰ τὸ ἐπιθεῖναι τὸν ἰατρὸν, | |
30 | οὐκ ἀνεχόμενος τῆς ἀλγηδόνος ἀποῤῥίπτοι τοῦτο, καὶ μὴ καταδέξοιτο τὴν ἐξ αὐτοῦ ὠφέλειαν, οὐδεὶς ἂν τῶν εὖ φρονούντων μέμψοιτο τῷ ἰατρῷ τῷ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσαγαγόντι· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐνταῦθα ἡμεῖς μὲν τὸ φάρμακον τὸ ἀπὸ τῆς διδασκαλίας τῆς | |
35 | πνευματικῆς κατασκευάσαντες ἐπιτίθεμεν· ὑμέτερον δὲ ἂν εἴη λοιπὸν καὶ ἀνέχεσθαι τῶν ἀλγηδόνων, καὶ τῆς θε‐ ραπείας ἀπόνασθαι, καὶ ἀπαλλαγέντας τῆς νόσου πρὸς τὴν ἀληθῆ ὑγίειαν ἐπανελθεῖν. Οὕτω γὰρ καὶ αὐτοὶ πολ‐ λὴν τῆς ὠφελείας τὴν αἴσθησιν λήψεσθε, καὶ ἡμεῖς οὐ | |
40 | μικρὰν ἕξομεν τὴν παραμυθίαν, ὁρῶντες τοὺς πρότερον κάμνοντας, οὕτω ταχέως πρὸς ὑγίειαν ἐπανελθόντας. Ἕκαστος τοίνυν ὑμῶν, παρακαλῶ, εἰ καὶ μὴ πρό‐ τερον, κἂν γοῦν ἐκ τοῦ παρόντος σπουδαζέτω, ὅπερ οἶδεν ἐνοχλοῦν αὐτῷ ἐλάττωμα τῶν ἄλλων πλέον πα‐ | |
45 | θῶν, τοῦτο ἐκτέμνειν τῆς ψυχῆς, καὶ τῷ εὐσεβεῖ λογισμῷ, καθάπερ μαχαίρᾳ τινὶ πνευματικῇ χρώμενος, οὕτως ἑαυτὸν τοῦ πάθους ἀπαλλαττέτω. Δέδωκε γὰρ ἡμῖν ὁ Θεὸς λογισμὸν ἀρκοῦντα, καὶ δυνάμενον, εἰ βου‐ ληθείημεν μικρὸν διαβλέψαι, ἑκάστου τῶν ἐν ἡμῖν | |
53.95(50) | τικτομένων παθῶν περιγίνεσθαι. Διὰ τοῦτο καὶ τῶν ἁγίων ἡμῖν ἁπάντων τοὺς βίους καὶ τὴν πολιτείαν διὰ τῶν θείων Γραφῶν ἀνάγραπτον καταλέλοιπεν ἡ τοῦ Πνεύματος χάρις, ἵνα μαθόντες, ὡς τῆς αὐτῆς ἡμῖν ὄν‐ τες φύσεως, ἅπαντα τὰ τῆς ἀρετῆς κατώρθωσαν, μὴ | |
55 | ῥᾳθυμῶμεν περὶ τὴν ταύτης ἐργασίαν. εʹ. Ἢ οὐχὶ τῆς αὐτῆς ἡμῖν φύσεως ἦν ὁ μακάριος Παῦ‐ λος; Ἐκκαίομαι γὰρ εἰς τὸν τοῦ ἀνδρὸς πόθον, καὶ διὰ τοῦτο συνεχῶς αὐτὸν περιστρέφων οὐ παύομαι, καὶ ὥσ‐ περ εἰς ἀρχέτυπον εἰκόνα τινὰ, εἰς τὴν τούτου ψυχὴν | |
60 | ἐνορῶν, ἐκπλήττομαι τῶν παθῶν τὴν ὑπεροψίαν, τῆς ἀνδρείας τὴν ὑπερβολὴν, τοῦ φίλτρου τοῦ πρὸς τὸν Θεὸν τὸ διάπυρον, καὶ λογίζομαι, ὅτι πᾶσαν τῶν ἀρετῶν τὴν συναγωγὴν εἷς ἄνθρωπος βουληθεὶς κατώρθωσε· καὶ | |
ἡμῶν ἕκαστος οὐδὲ τὸ τυχὸν κατορθοῦν βούλεται. Τίς | Column end | |
53.96 | οὖν ἡμᾶς ἐξαιρήσεται τῆς κολάσεως τῆς ἀπαραιτήτου, ὅταν καὶ τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐ‐ τοῖς πάθεσιν ὑποκείμενος, καὶ ἐν τοσαύτῃ καιρῶν δυσ‐ κολίᾳ γεγονὼς, καθ’ ἑκάστην ἡμέραν, ὡς εἰπεῖν, ἑλκό‐ | |
5 | μενος, σπαραττόμενος, καὶ δημοσίᾳ συρόμενος ὑπὸ τῶν τῷ κηρύγματι πολεμούντων, οἳ καὶ νομίσαντες αὐτὸν πολλάκις τεθνάναι, τότε λοιπὸν, ὡς εἰς ἔργον ἀγαγόντες τὴν φονικὴν αὐτῶν γνώμην, οὕτω κατέλιπον; Εὑρίσκε‐ ταί τις ἡμῶν τοσοῦτον μέγεθος ἀρετῆς ἐπιδεικνύμενος, | |
10 | οὕτως ἀναπεπτωκότων, καὶ τοσαύτῃ ῥᾳθυμίᾳ ἑαυτοὺς ἐκδεδωκότων; Ἀλλ’ ἵνα μὴ παρὰ τῆς ἡμετέρας γλώττης ἀκούητε τὰ παρὰ τοῦ μακαρίου τούτου κατορθώματα, καὶ τὴν ἀνδρείαν, ἣν ὑπὲρ τοῦ τῆς εὐσεβείας κη‐ ρύγματος καθ’ ἑκάστην ἐπεδείκνυτο, ἀναγκαῖον αὐτοῦ | |
15 | ἀκοῦσαι λέγοντος. Ἡνίκα γὰρ εἰς ἀνάγκην κατέστη διὰ τὴν τῶν ψευδαποστόλων ἀπάτην τὰ ἑαυτοῦ διηγεῖσθαι· οὕτω γὰρ ἦν αὐτῷ τοῦτο βαρὺ καὶ ἐπαχθὲς, ὡς καὶ ἀνα‐ δύεσθαι, καὶ μηδέποτε βούλεσθαι ταῦτα εἰς μέσον ἄγειν, ἀλλὰ καὶ τολμᾷν ἑαυτὸν καλεῖν βλάσφημον, καὶ διώκτην· | |
20 | ἐπειδὴ δὲ πολλὴν εἶδε τὴν ἀνάγκην, ὑπὲρ τοῦ ἀποῤῥά‐ ψαι τὰ στόματα τῶν ἀπατεώνων, καὶ μικρὰν δοῦναι τὴν παραψυχὴν τοῖς μαθητευομένοις, οὕτω πως ἤρξατο μετὰ τὸ πολλὰ ἕτερα εἰπεῖν· Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. Σκόπει ψυχὴν φιλό‐ | |
25 | θεον, οὐ μόνον τόλμαν, ἀλλὰ καὶ ἀφροσύνην τὸ πρᾶγμα καλεῖ, παιδεύων ἡμᾶς μήποτε ἁπλῶς ἄνευ ἀνάγκης, καὶ μηδενὸς καταναγκάζοντος, τὰ ὑφ’ ἡμῶν γεγενημένα ἐκπομπεύειν, εἴ γέ τινες ἐξ ἡμῶν εὑρεθεῖεν ἀγαθόν τι ἐργασάμενοι. Ἐν ᾧ δ’ ἄν τις τολμᾷ, φησὶν, ἐν ἀφρο‐ | |
30 | σύνῃ λέγω, τολμῶ κἀγώ· τοῦτ’ ἔστιν, ἐπειδὴ πολλὴν ὁρῶ τὴν ἀνάγκην, τολμῆσαι βούλομαι, καὶ ἀφροσύνης ἔργον ἐπιδείξασθαι. Ἑβραῖοί εἰσι, κἀγώ· Ἰσραηλῖταί εἰσι, κἀγώ· σπέρμα Ἀβραάμ εἰσι, κἀγώ. Ἐπὶ τού‐ τοις, φησὶ μέγα φρονοῦσι· μὴ νομιζέτωσαν λείπεσθαι | |
35 | ἡμᾶς· καὶ γὰρ καὶ ἡμεῖς τῶν αὐτῶν μετέχομεν. Εἶτα ἐπήγαγε, Διάκονοι Χριστοῦ εἰσι, παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ. ϛʹ. Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, τοῦ μακαρίου τούτου τῆς ψυχῆς τὴν ἀρετήν. Ἐπειδὴ γὰρ καὶ τόλμαν καὶ ἀφροσύ‐ | |
40 | νην ἐκάλεσε τὸ γεγενημένον ὑπ’ αὐτοῦ, καίτοι εἰς τοσαύ‐ την ἀνάγκην καταστὰς, οὐδὲ οὕτως ἠρκέσθη τοῖς εἰρημέ‐ νοις· ἀλλ’ ὅτε ἔμελλεν ἑαυτὸν δεικνύναι πολλῷ τῷ μέτρῳ ἐκείνους ὑπερακοντίζοντα, ἵνα μή τις νομίσῃ ἀπὸ φιλ‐ αυτίας αὐτὸν ταῦτα φθέγγεσθαι, πάλιν ἀφροσύνην καλεῖ | |
45 | τὸ παρ’ αὐτοῦ λεγόμενον, μονονουχὶ λέγων· μὴ γὰρ οὐκ οἶδα, ὅτι πρᾶγμα ποιῶ τοῖς πολλοῖς προσιστάμενον καὶ οὐκ ἐμοὶ πρέπον; ἀλλ’ ἡ πολλή με ἀνάγκη εἰς τοῦτο συνωθήσασα ἐκβιάζεται· διὸ σύγγνωτέ μοι, φησὶ, παρα‐ φροσύνης ῥήματα φθεγγομένῳ. Τούτου κἂν τὴν σκιὰν | |
53.96(50) | μιμησώμεθα ἡμεῖς οἱ τοσαῦτα φορτία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ πολλάκις ἕν τι βραχὺ κατ‐ ορθοῦντες, καὶ οὐδὲ τοῦτο εἰς τὰ ταμιεῖα τῆς διανοίας φυλάττειν ἀνεχόμενοι, ἀλλὰ διὰ τὸ τὴν παρὰ τῶν ἀνθρώ‐ πων θηρᾶσθαι δόξαν ἐκπομπεύοντες, καὶ εἰς μέσον προ‐ | |
55 | τιθέντες, καὶ διὰ τῆς ἀκαίρου ταύτης φλυαρίας τῆς πα‐ ρὰ τοῦ Θεοῦ ἀμοιβῆς ἑαυτοὺς ἀποστεροῦντες. Ἀλλ’ οὐχ ὁ μακάριος οὗτος τοιοῦτόν τι πέπονθεν. Ἀλλὰ τί; Διάκο‐ νοι Χριστοῦ εἰσι, φησὶ, παραφρονῶν λέγω, ὑπὲρ ἐγώ· εἶτα λοιπὸν ἐντεῦθεν ἐκεῖνα εἰς μέσον ἄγει, ὧν οἱ ψευδ‐ | |
60 | απόστολοι οὐδὲν ἦσαν ἐπιδεδειγμένοι. Πῶς γὰρ οἱ καὶ | |
τῇ ἀληθείᾳ πολεμοῦντες, πρὸς τὸ ἐμποδίσαι τῷ κηρύγ‐ | ||
53.97 | ματι τῆς εὐσεβείας πάντα διαπραττόμενοι, καὶ τῶν ἀφελεστέρων τὰς διανοίας παρασαλεύοντες; Εἰπὼν τοί‐ νυν, Ὑπὲρ ἐγὼ, ἀπαριθμεῖται λοιπὸν τὰ τῆς ἀνδρείας αὐτοῦ κατορθώματα, καί φησιν· Ἐν κόποις περισσο‐ | |
5 | τέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τί λέγεις; Ξένον τι καὶ παράδοξόν ἐστι τὸ παρὰ σοῦ λεγόμενον. Ἔστι γὰρ πολλάκις θάνατον ὑπο‐ μεῖναι; Ναὶ, φησὶν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ γνώμῃ· διδάσκων ἡμᾶς, ὅτι τοιούτοις διηνεκῶς ἑαυτὸν κινδύνοις | |
10 | ἐξεδίδου διὰ τὸ κήρυγμα τοῖς θάνατον αὐτῷ τίκτουσιν, ἀλλ’ ἡ τοῦ Θεοῦ χάρις ἐν αὐτοῖς μέσοις τοῖς κινδύνοις τὸν ἀθλητὴν διεφύλαττεν, ὥστε τοῖς μαθητευομένοις πολλὴν γίνεσθαι παρ’ αὐτοῦ τὴν ὠφέλειαν. Ἐν θανά‐ τοις, φησὶ, πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσ‐ | |
15 | σαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν ψευδαδέλφοις, | |
20 | κινδύνοις ἐν πόλεσιν, κινδύνοις ἐν ἐρημίᾳ, κινδύ‐ νοις ἐν θαλάσσῃ. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπη‐ τοὶ, τὰ εἰρημένα· ἕκαστον γὰρ τούτων καθ’ ἑαυτὸ μόνον πέλαγος ἡμῖν ὑποδείκνυσι πειρασμῶν. Οὐδὲ γὰρ ἁπλῶς ὁδοιπορίαν μίαν εἶπεν· ἀλλ’, Ὁδοιπορίαις, φησὶ, πολ‐ | |
25 | λάκις· οὐδὲ κίνδυνον ποταμῶν, ἀλλὰ πολλοὺς καὶ διαφό‐ ρους κινδύνους, καὶ πάντα μετὰ πολλῆς τῆς ὑπερβολῆς ὑπέμεινε. Καὶ μετὰ ταῦτα ἅπαντα πάλιν φησίν· Ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει | |
30 | καὶ γυμνότητι, χωρὶς τῶν παρεκτός. ζʹ. Ὅρα πάλιν ἄλλο πέλαγος ἡμῖν πειρασμῶν ἀνοιγό‐ μενον. Εἰπὼν γὰρ, Χωρὶς τῶν παρεκτὸς, ᾐνίξατο ὅτι τὰ παραλειφθέντα πλείονα εἰκὸς εἶναι τῶν εἰρημένων. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ πάλιν ἡμᾶς διδάσκει τὰς | |
35 | ἐπισυστάσεις, καὶ τὰς συστροφὰς ἃς ὑπέμεινεν, οὕτω λέγων· Ἡ ἐπισύστασίς μου ἡ καθ’ ἡμέραν, ἡ μέ‐ ριμνα πασῶν τῶν Ἐκκλησιῶν. Ἰδοὺ πάλιν καὶ τοῦτο ἱκανὸν κατόρθωμα, εἰ καὶ μόνον τυγχάνει, εἰς αὐτὴν αὐτὸν ἐναγαγεῖν τὴν ἄκραν κορυφὴν τῆς ἀρετῆς· Ἡ | |
40 | μέριμνα, φησὶ, πασῶν τῶν Ἐκκλησιῶν, οὐχὶ μιᾶς, καὶ δύο, καὶ τριῶν, ἀλλὰ πασῶν τῶν κατὰ τὴν οἰκουμέ‐ νην. Ὅσην γὰρ ἥλιος διατρέχει γῆν τὰς οἰκείας ἀκτῖνας ἀφιεὶς, τοσαύτην καὶ ὁ μακάριος οὗτος εἶχε τὴν μέριμναν καὶ τὴν φροντίδα. Εἶδες πλάτος ψυχῆς; εἶδες διανοίας | |
45 | μέγεθος; Καὶ τὸ ἑξῆς δὲ ἐπαγόμενον πάλιν ἅπαντα, ὡς εἰπεῖν, τὰ εἰρημένα ἀποκρύπτει. Τίς γὰρ ἀσθενεῖ, φησὶ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Βαβαὶ, πόση τοῦ ἀνδρὸς τούτου ἡ φιλοστοργία· πόση ἡ ἀγρυπνία· πόση ἡ μέριμνα. Ποία | |
53.97(50) | μήτηρ οὕτω διακόπτεται τὰ σπλάγχνα τοῦ παιδὸς αὐτῆς πυρέττοντος, καὶ ἐπὶ τῆς κλίνης κειμένου, ὡς ὁ μακά‐ ριος οὗτος ὑπὲρ τῶν ἐν ἑκάστῳ τόπῳ ἀσθενούντων μᾶλ‐ λον ἠσθένει, καὶ ὑπὲρ τῶν σκανδαλιζομένων ἐπυροῦτο; Σκόπει γάρ μοι λέξεως ἔμφασιν. Οὐκ εἶπε, τίς σκανδα‐ | |
55 | λίζεται, καὶ οὐκ ἐγὼ λυποῦμαι; ἀλλὰ Πυροῦμαι, φησὶ, τὴν ἐπίτασιν ἡμῖν τῆς ὀδύνης δηλῶν, καὶ μονονουχὶ δεικνὺς ἐμπυριζόμενον ἑαυτὸν, καὶ καιόμενον ἔνδοθεν ὑπὲρ τῶν τὰ σκάνδαλα ὑπομενόντων. Οἶδα ὅτι εἰς πολὺ μῆκος ἐξέτεινα τὴν διδασκαλίαν, καὶ ταῦτα προῃρη‐ | |
60 | μένος σήμερον συστεῖλαι, ἵνα μικρὸν ἐκ τοῦ τῆς νηστείας πόνου ἀνεθῆναι δυνηθῆτε· ἀλλ’ οὐκ οἶδ’ ὅπως ἐμπεσὼν εἰς τὸν πλοῦτον τῶν κατορθωμάτων τοῦ ἁγίου τούτου, | |
καθάπερ ὑπὸ ῥύμης ὑδάτων σφοδροτάτης, οὕτω τὴν | Column end | |
53.98 | γλῶτταν παρεσύρην. Διὸ μέχρι τούτου στήσας τὸν λόγον, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διηνεκῶς τοῦτον ἐν διανοίᾳ περιφέρειν, καὶ τοῦτο λογίζεσθαι συνεχῶς, ὅτι τῆς αὐτῆς ἡμῖν κοινωνῶν φύσεως, καὶ τοῖς αὐτοῖς πά‐ | |
5 | θεσιν ὑποκείμενος, καὶ ἐπιτήδευμα ἔχων εὐτελὲς καὶ εὐκαταφρόνητον, καὶ δέρματα ῥάπτων, καὶ ἐπὶ ἐργα‐ στηρίου ἑστηκὼς, ἐπειδὴ ἠβουλήθη καὶ ἠθέλησε πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἑαυτὸν ἐκδοῦναι, καὶ ἄξιον ἑαυτὸν καταστῆσαι τῆς ὑποδοχῆς τοῦ ἁγίου Πνεύματος, | |
10 | δαψιλεστέρας ἀπήλαυσε τῆς ἄνωθεν φιλοτιμίας. Καὶ ἡμεῖς τοίνυν, ἐὰν βουληθῶμεν τὰ παρ’ ἑαυτῶν ἐπιδεί‐ ξασθαι, οὐδὲν τὸ κωλύον τῶν αὐτῶν ἡμᾶς ἀπολαῦσαι. Φιλότιμος γὰρ ὁ Δεσπότης, καὶ Βούλεται πάντας ἀν‐ θρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ‐ | |
15 | θεῖν. Ἀξίους τοίνυν ἑαυτοὺς κατασκευάσωμεν, καὶ μετὰ προθυμίας ζεούσης τῆς ἀρετῆς ὀψὲ γοῦν ποτε ἐπιλαβώμεθα, καὶ τῶν ἐν ἡμῖν παθῶν τὴν διόρθωσιν ἐπιδειξάμενοι ἐπιτηδείους ἑαυτοὺς ἀπεργασώμεθα πρὸς τὴν τοῦ Πνεύματος ὑποδοχήν· ἧς γένοιτο πάντας | |
20 | ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
24t | ΟΜΙΛΙΑ ΙΒʹ. | |
25n | Εἰς τὰ ἀκόλουθα τῆς κτίσεως· «Αὕτη ἡ βίβλος γε‐ | |
26n | νέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ | |
27n | ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν.» | |
28 | αʹ. Φέρε δὴ σήμερον πληρώσωμεν ἡμῶν τὴν ὑπόσχεσιν, καὶ τῆς συνήθους ἁψώμεθα διδασκαλίας, καὶ τῇ ἀκολου‐ | |
30 | θίᾳ τῶν πρῴην εἰρημένων συνάψωμεν καὶ τὰ μέλλοντα νῦν ῥηθήσεσθαι, Ἴστε γὰρ, ὅτι καὶ ἅπαξ καὶ δεύτερον σπεύδοντας ἡμᾶς, καὶ βουλομένους τοῦτο ποιῆσαι, ἡ περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πρόνοια τὴν γλῶτταν ἡμῖν εἰς τὴν πρὸς ἐκείνους παραίνεσιν μετήγαγε. Ποτὲ | |
35 | μὲν γὰρ τοὺς νενοσηκότας τῶν ἀδελφῶν, καὶ διὰ συνη‐ θείας πρόληψιν ἀποσχίζοντας ἑαυτοὺς τοῦ συλλόγου τούτου τοῦ πνευματικοῦ, καὶ τὴν ἡδονὴν τῆς ἁγίας ἑορτῆς ἡμῖν ἀκρωτηριάζοντας, διὰ τῆς πολλῆς παρα‐ κλήσεως καὶ συμβουλῆς ἐπείθομεν, μὴ ἐπὶ πολὺ χωρί‐ | |
40 | ζειν ἑαυτοὺς τῆς τοῦ Χριστοῦ ποίμνης, μηδὲ ἔξω τοῦ σηκοῦ τούτου τοῦ πνευματικοῦ πλανᾶσθαι, καὶ τῷ μὲν λόγῳ καὶ τῷ ὀνόματι ἡμῖν ἡνῶσθαι, τῇ δὲ ἀληθείᾳ Ἰου‐ δαίοις κατακολουθεῖν τοῖς ἐπὶ τῇ σκιᾷ παρακαθημένοις, καὶ τῷ λύχνῳ προσηλωμένοις, μετὰ τὴν ἔλλαμψιν τοῦ | |
45 | τῆς δικαιοσύνης ἡλίου· ποτὲ δὲ τῶν ἐνταῦθα συλλεγομέ‐ νων τοὺς ἀμυήτους παρεκαλέσαμεν ἐπιδραμεῖν τῇ κλήσει τῇ πνευματικῇ, καὶ πάντα ὕπνον, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξαμένους, πόθῳ ζέοντι, καὶ προθυμίᾳ συντετα‐ μένῃ ἑτοίμους ἑαυτοὺς πρὸς τὴν ὑποδοχὴν τῆς βασιλικῆς | |
53.98(50) | δωρεᾶς ἀπεργάσασθαι, καὶ σπεῦσαι πρὸς τὸν τὴν ἄφεσιν τῶν πεπλημμελημένων δωρούμενον, καὶ τὰ μυρία ἀγαθὰ μετὰ δαψιλείας παρέχοντα. Ἐπεὶ οὖν καὶ τῶν περὶ τὴν τοῦ πάσχα ἑορτὴν σφαλλομένων, καὶ διὰ τῆς νομιζομένης ταύτης μικρᾶς παρατηρήσεως μεγάλα ἑαυτοὺς ζημιούν‐ | |
55 | των, τὴν ἡμῖν ἁρμόττουσαν πρόνοιαν ἐποιησάμεθα, κατάλληλον αὐτῶν τῷ τραύματι τὴν θεραπείαν ἐπαγα‐ γόντες, καὶ τοῖς ἀμυήτοις τὴν προσήκουσαν νουθεσίαν προσηγάγομεν, ἀκόλουθον ἂν εἴη λοιπὸν, ἐπειδὴ πρὸς τὰ κατεπείγοντα τῶν νοσημάτων ἔστημεν, καὶ τὸ αὐτῶν | |
60 | ἐπληρώσαμεν, κοινῇ πᾶσιν ὑμῖν σήμερον ἑστίασιν πα‐ | |
ραθεῖναι τὴν πνευματικήν. Ὥσπερ γὰρ πρὶν ἢ τῶν ἀδελ‐ | ||
53.99 | φῶν τῶν ἡμετέρων τὴν ἐπιμέλειαν ποιήσασθαι, εἰ τὴν πρὸς ἐκείνους παραίνεσιν καταλιπόντες, τῆς ἀκολουθίας ἐχόμενοι, παρείδομεν κάμνοντας αὐτοὺς, εἰκότως ἄν τις ἡμῖν μέμψαιτο ὡς τὸν ἐπιτήδειον καιρὸν παραδραμοῦ‐ | |
5 | σιν· οὕτω νῦν, ἐπειδὴ μηδὲν παραλέλειπται τῶν εἰς δύ‐ ναμιν ἡμετέραν, ἀλλὰ τὸν τῆς διδασκαλίας λόγον ἐποιη‐ σάμεθα, καὶ τὸ ἀργύριον κατεβάλομεν, καὶ τὰ σπέρματα τῇ γῇ ταύτῃ τῇ πνευματικῇ παρακατεθέμεθα, ἀκό‐ λουθόν ἐστι πάλιν τὰ παρὰ τοῦ μακαρίου Μωϋσέως ἀνα‐ | |
10 | γνωσθέντα εἰς μέσον προθεῖναι, ἵνα τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσωμεν. Τίνα οὖν ἐστιν, ἀκούσωμεν. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν | |
15 | ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Σκόπει μοι πάλιν τοῦ θαυ‐ | |
20 | μαστοῦ τούτου προφήτου τὴν σύνεσιν, μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν διδασκαλίαν. Μετὰ γὰρ τὸ διηγή‐ σασθαι ἡμῖν κατὰ μέρος τὰ τῆς δημιουργίας ἅπαντα, καὶ τὰ ἔργα τῶν ἓξ διελθεῖν ἡμερῶν, καὶ τὴν τοῦ ἀν‐ θρώπου δημιουργίαν, καὶ τὴν ἐξουσίαν τὴν παρασχεθεῖ‐ | |
25 | σαν αὐτῷ πάντων τῶν ὁρωμένων, νῦν πάλιν ἀνακεφα‐ λαιούμενος τὰ πάντα, φησίν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, ὅτε ἐγένετο. Ἄξιον ἐνταῦθα ζη‐ τῆσαι, τίνος ἕνεκεν βίβλον αὐτὴν καλεῖ οὐρανοῦ τε καὶ γῆς, καίτοι πολλὰ ἕτερα τῆς βίβλου περιεχούσης, καὶ | |
30 | διδασκούσης ἡμᾶς, καὶ περὶ ἑτέρων πλειόνων, καὶ περὶ τῆς τῶν δικαίων ἀρετῆς, καὶ περὶ τῆς τοῦ Θεοῦ φιλαν‐ θρωπίας, καὶ τῆς συγκαταβάσεως, ἣν ἐπεδείξατο περί τε τὸν πρωτόπλαστον, καὶ περὶ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, καὶ περὶ ἑτέρων δὲ πολλῶν, ἅπερ οὐκ ἂν εἴη τοῦ | |
35 | παρόντος καιροῦ καταλέγειν. Μὴ ξενισθῇς, ἀγαπητέ· ἔθος γὰρ τοῦτο τῇ θείᾳ Γραφῇ, μὴ πανταχοῦ κατὰ μέρος ἡμῖν ἅπαντα διηγεῖσθαι, ἀλλ’ ἀπὸ τῶν συνεκτικωτάτων ἀρχομένην καταλιμπάνειν τὰ ἑξῆς σκοπεῖν τοῖς εὐγνώ‐ μοσιν ἀκοαῖς δεχομένοις τὰ λεγόμενα. Καὶ ἵνα μάθῃς, | |
40 | ὅτι τοῦτο οὕτως ἐστὶν, ἐξ αὐτῶν τῶν νῦν ἀνεγνωσμένων τοῦτο δῆλον ὑμῖν καθίστημι. Ἰδοὺ γὰρ ἐν τοῖς προλα‐ βοῦσι διδάξασα ἡμᾶς ἡ θεία Γραφὴ τὴν κατὰ μέρος ἁπάντων δημιουργίαν, νῦν οὐ πάντων μέμνηται, ἀλλά φησιν· Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, | |
45 | ὅτε ἐγένετο· ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἑξῆς. βʹ. Ὁρᾷς πῶς πάντα τὸν λόγον εἰς τὸν οὐρανὸν καὶ τὴν γῆν περιστρέφει, ἡμῖν καταλιμπάνουσα ἐκ τούτων πάντα τὰ ἄλλα συνιδεῖν; Ὅταν γὰρ εἴπῃ οὐρανὸν καὶ γῆν, | |
53.99(50) | πάντα ὁμοῦ συνελοῦσα εἶπε, τά τε ἐν τῇ γῇ, τά τε ἐν τῷ οὐρανῷ. Ὥσπερ οὖν ἐπὶ τῆς τῶν δημιουργημάτων διη‐ γήσεως οὐ πάντα καθεξῆς λέγει, ἀλλὰ τῶν συνεκτικω‐ τάτων μνημονεύουσα, οὐκέτι καθ’ ἓν ἡμῖν ἅπαντα διη‐ γεῖται· οὕτω καὶ τὴν βίβλον πᾶσαν, εἰ καὶ πολλὰ ἕτερα | |
55 | περιέχει, βίβλον γενέσεως οὐρανοῦ τε καὶ γῆς ὠνόμα‐ σεν, ἡμῖν καταλιμπάνουσα λοιπὸν διὰ τῆς τούτων μνή‐ μης ἀναλογίζεσθαι, ὅτι πάντα ἀνάγκη ἐν ταύτῃ τῇ βίβλῳ περιέχεσθαι τὰ ὁρώμενα, τά τε ἐν τῷ οὐρανῷ, τά τε ἐν τῇ γῇ. ᾟ ἡμέρᾳ, φησὶν, ἐποίησεν ὁ Θεὸς τὸν οὐρα‐ | |
60 | νὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, | |
καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν. Πηγὴ | Column end | |
53.100 | δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσ‐ ωπον τῆς γῆς. Πολὺς ὁ ἐγκεκρυμμένος θησαυρὸς τοῖς βραχέσι τούτοις ῥήμασι· διὸ προσήκει μετὰ πολλῆς τῆς συνέσεως, ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ὁδηγουμένους ἡμᾶς | |
5 | ἀναπτύξαι τὰ εἰρημένα, καὶ κοινωνοὺς ὑμᾶς λαβεῖν τοῦ πλούτου τούτου τοῦ πνευματικοῦ. Τὸ γὰρ Πνεῦμα τὸ ἅγιον τὰ μέλλοντα προγινῶσκον, ἵνα μηδενὶ τῶν μετὰ ταῦτα ἐξῇ φιλονεικεῖν, καὶ ἀπεναντίας τῇ θείᾳ Γραφῇ τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπιφέρειν τοῖς τῆς Ἐκκλησίας | |
10 | δόγμασι, καὶ νῦν πάλιν, μετὰ τὸ διδάξαι τῶν δημιουργη‐ θέντων τὴν τάξιν, καὶ τί μὲν πρῶτον παρήχθη, τί δὲ δεύ‐ τερον, καὶ ὅτι τὰ ἀπὸ τῆς γῆς σπέρματα τῷ λόγῳ καὶ τῷ προστάγματι ὑπηρετουμένη τοῦ Δεσπότου ἐξέδωκεν ἡ γῆ, καὶ πρὸς τὰς ὠδῖνας διηγέρθη, οὔτε τοῦ ἡλίου | |
15 | πρὸς συνέργειαν δεηθεῖσα, (πῶς γὰρ τοῦ μηδέπω δη‐ μιουργηθέντος;) οὔτε τῆς τῶν ὑετῶν ἐπομβρίας, οὔτε τῆς τοῦ ἀνθρώπου ἐργασίας· οὐδὲ γὰρ οὗτος ἦν παρα‐ χθεὶς εἰς τὸ μέσον· διὰ τοῦτο πάλιν κατὰ μέρος πάντων μνημονεύει, ἵνα τῶν ἀναισχυντεῖν ἐπιχειρούντων ἐπιστο‐ | |
20 | μίσῃ τὴν ἀκόλαστον γλῶτταν. Τί γάρ φησιν; ᾟ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ πᾶν χλωρὸν ἀγροῦ, πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς, καὶ πάντα χόρτον ἀγροῦ, πρὸ τοῦ ἀνατεῖλαι. Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν, καὶ ἄνθρωπος οὐκ ἦν | |
25 | ἐργάζεσθαι τὴν γῆν. Πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζε πᾶν τὸ πρόσωπον τῆς γῆς. Τοῦτο βούλεται εἰπεῖν, ὅτι τῷ λόγῳ αὐτοῦ καὶ τῷ προστάγματι τὰ πρό‐ τερον μὴ ὄντα εἰς τὸ εἶναι ὑπέστη, καὶ ἅπερ οὐκ ἦν, ταῦτα ἀθρόον ἐδείκνυτο. Ὁ χόρτος, ὁ ἐκ τῆς γῆς ἀνα‐ | |
30 | διδόμενος· χόρτον δὲ ὅταν εἴπῃ, τὰ σπέρματα ἅπαντα λέ‐ γει. Καὶ περὶ τῶν ὑετῶν διδάσκουσα ἡμᾶς, πάλιν ἡ θεία Γραφὴ ἐπήγαγεν· Οὐ γὰρ ἔβρεξεν ὁ Θεὸς ἐπὶ τὴν γῆν· τοῦτ’ ἔστιν, οὐδέπω οὐδὲ ὑετοὶ ἄνωθεν κατεφέροντο· καὶ μετὰ τοῦτο λοιπὸν δείκνυσιν ἡμῖν, ὅτι οὐδὲ τῆς τοῦ ἀν‐ | |
35 | θρώπου ἐργασίας ἐδεήθη· Ἄνθρωπος γὰρ, φησὶν, οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν· μονονουχὶ βοῶσα, καὶ λέγουσα τοῖς μετὰ ταῦτα ἅπασιν, ὅτι ταῦτα ἀκούοντες μάθετε, πῶς ἐξ ἀρχῆς ἅπαντα παρήχθη τὰ ἀπὸ τῆς γῆς ἀναδι‐ δόμενα, καὶ μὴ τῇ ἐπιμελείᾳ τῶν τὴν γῆν θεραπευόντων | |
40 | τὸ πᾶν λογίζεσθε, μηδὲ ἐκείνοις τὰς ὠδῖνας ταύτας ἐπιγράφετε, ἀλλὰ τῷ λόγῳ καὶ τῷ ἐπιτάγματι τῷ ἐξ ἀρχῆς πρὸς αὐτὴν παρὰ τοῦ δημιουργήσαντος αὐτὴν γε‐ νομένῳ. Ταῦτα δὲ ἅπαντα γίνεται, ἵνα μάθωμεν, ὅτι οὐκ ἐδεήθη τῆς τῶν ἄλλων στοιχείων συνεργείας πρὸς τὴν | |
45 | τῶν οἰκείων σπερμάτων ἀνάδοσιν, ἀλλ’ ἠρκέσθη τῷ ἐπι‐ τάγματι τοῦ δημιουργοῦ. Καὶ τὸ δὴ θαυμαστὸν καὶ πα‐ ράδοξον, οὗτος ὁ νῦν τῷ οἰκείῳ λόγῳ πρὸς τὴν τῶν τοσού‐ των σπερμάτων βλάστην αὐτὴν διεγείρας, καὶ τὴν οἰκείαν δύναμιν ἐπιδειξάμενος, ὑπερβαίνουσαν τὸν ἀνθρώπινον | |
53.100(50) | λογισμὸν, ταύτην αὐτὴν τὴν βαρεῖαν, καὶ τὸν τοσοῦτον κόσμον ἐπὶ τῶν οἰκείων νώτων φέρουσαν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσε, καθὼς ὁ προφήτης φησὶν, Ὁ θεμελιώσας ἐπὶ τῶν ὑδάτων τὴν γῆν. Ποῖος λογισμὸς ἀνθρώ‐ πινος ἐφικέσθαι τούτων δυνήσεται; Ἐπειδὴ γὰρ οἱ | |
55 | ἄνθρωποι οἰκίας οἰκοδομούμενοι, καὶ θεμελίους κατα‐ βάλλειν βουλόμενοι, πρότερον διασκάπτοντες, καὶ εἰς τὸ βάθος κατιόντες, κἂν μικρὰν νοτίδα ἴδωσι, πάντα ποιοῦ‐ σιν, ὥστε πᾶσαν αὐτὴν ἐξαντλῆσαι, καὶ οὕτω τοὺς θε‐ μελίους καταβαλεῖν· διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δη‐ | |
60 | μιουργὸς ἀπεναντίας τῇ ἀνθρωπίνῃ φύσει ἅπαντα δη‐ μιουργεῖ, ἵνα μάθῃς καὶ ἐκ τούτων αὐτοῦ τὴν ἄφατον δύναμιν, καὶ ὅτι, ἐπειδὰν βουληθῇ, καὶ αὐτὰ τὰ στοιχεῖα τὰ ἐναντία τῇ οἰκείᾳ ἐνεργείᾳ ἐπιδείκνυται, τῷ ἐπι‐ τάγματι τοῦ δημιουργήσαντος ὑπηρετούμενα. | |
65 | γʹ. Καὶ ἵνα σαφέστερον ὑμῖν γένηται τὸ λεγόμενον, τέως | |
53.101 | ἐπ’ αὐτοῦ τοῦ προκειμένου τὸν λόγον γυμνάσωμεν, καὶ τότε καὶ ἐφ’ ἕτερον μεταβησόμεθα. Τοῦτο γὰρ αὐτὸ ἐναν‐ τίον ἐστὶ τῇ φύσει τῶν ὑδάτων, τὸ οὕτω βαρὺ σῶμα φέ‐ ρειν· καὶ τῇ γῇ πάλιν ἐναντίον τὸ ἐπὶ τοιούτῳ θεμελίῳ | |
5 | τὴν ἕδραν ἔχειν. Καὶ τί θαυμάζεις; Κἂν γὰρ ἐφ’ ἑκά‐ στου τῶν γενομένων διερευνῆσαι βουληθῇς, εὑρήσεις τοῦ δημιουργήσαντος ἄπειρον τὴν δύναμιν, καὶ ὅτι τῇ οἰκείᾳ βουλήσει ἡνιοχεῖ πάντα τὰ ὁρώμενα. Τοῦτο γὰρ καὶ ἐπὶ τοῦ πυρὸς ἔστιν ἰδεῖν γινόμενον· τὸ γὰρ δαπανητικὴν | |
10 | ἔχον ἐνέργειαν, καὶ πάντων περιγινόμενον, καὶ πᾶσαν ὕλην λίθων, καὶ ξύλων, καὶ σωμάτων, καὶ σιδήρου μετ’ εὐκολίας καταναλίσκον, ἐπειδὴ προσέταξεν ὁ δημιουργὸς, σωμάτων ἁπαλῶν καὶ φθαρτῶν οὐχ ἥψατο, ἀλλ’ ἀβλα‐ βεῖς τοὺς παῖδας διεφύλαττεν ἐν μέσῃ τῇ καμίνῳ. Καὶ | |
15 | μὴ θαυμάσῃς, εἰ τῶν σωμάτων αὐτῶν οὐχ ἥψατο, ἀλλ’ εὐταξίαν τοσαύτην ἐπεδείξατο τὸ ἄλογον στοιχεῖον ὅσην οὐδὲ ἔστιν εἰπεῖν. Οὐδὲ γὰρ ταῖς θριξὶν ἐλυμήνα‐ το, ἀλλ’ ἐκύκλου μὲν αὐτοὺς, καὶ εἶχεν ἔνδον· καθάπερ δὲ ὑπακοὴν πληροῦσα ἡ τοῦ πυρὸς οὐσία, καὶ Δεσπότου | |
20 | ἐπιτάγματι ὑπηρετουμένη, ἀκεραίους καὶ ἀβλαβεῖς δι‐ εφύλαττε τοὺς θαυμαστοὺς ἐκείνους παῖδας, καὶ ὥσπερ ἐν λειμῶνι καὶ παραδείσῳ βαδίζοντες, μετὰ τοσαύτης ἀδείας ἐπὶ τῆς καμίνου διῆγον. Καὶ ἵνα μὴ νομίσῃ τις, ὅτι οὐκ ἦν ἐνέργεια πυρὸς τὸ ὁρώμενον, διὰ τοῦτο ὁ φι‐ | |
25 | λάνθρωπος Δεσπότης οὐ τὴν ἐνέργειαν αὐτοῦ ἐπέδησεν, ἀλλ’ ἀφεὶς μένειν τὴν ἐνέργειαν αὐτοῦ τὴν καυστικὴν, τοὺς ἰδίους θεράποντας ἀνωτέρους τῆς ἐκ τούτου βλάβης εἰργάζετο. Ἀλλ’ ἵνα μάθωσι καὶ οἱ ἐμβαλόντες, ὅση τοῦ τῶν ὅλων Θεοῦ ἡ δύναμις, ἐπ’ ἐκείνων μὲν τὴν οἰκείαν | |
30 | ἐνέργειαν ἐπεδείκνυτο τὸ πῦρ· καὶ τὸ αὐτὸ ἐκείνους μὲν περιέστελλεν ἔνδον, τούτους δὲ ἔξω ἑστῶτας κατέφλεγε καὶ ἀνήλισκεν. Εἶδες πῶς, ὅταν ὁ Δεσπότης βούληται, ἕκαστον τῶν στοιχείων πρὸς τὴν ἐναντίαν μεθίστησιν οὐσίαν; Δημιουργὸς γάρ ἐστι καὶ Δεσπότης, καὶ πρὸς | |
35 | τὸ οἰκεῖον θέλημα ἅπαντα οἰκονομεῖ. Βούλεσθε καὶ ἐπὶ τῶν ὑδάτων πάλιν ἰδεῖν τὸ αὐτὸ τοῦτο γινόμενον; Καθά‐ περ γὰρ ἐνταῦθα τὸ πῦρ τῶν μὲν ἔνδον ὄντων ἀπέσχετο, καὶ ἐπελάθετο τῆς οἰκείας ἐνεργείας, ἐπὶ δὲ τῶν ἔξω τυγχανόντων τὰ ἑαυτοῦ ἐπλήρου, οὕτω καὶ τὰ ὕδατα | |
40 | ὀψόμεθα τοὺς μὲν ὑποβρυχίους ἐργαζόμενα, ἑτέροις δὲ ὑποχωροῦντα, ὥστε ἀβλαβῶς αὐτοὺς διελθεῖν. Ἀναμνή‐ σθητέ μοι νῦν τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων, καὶ τοῦ δήμου τῶν Ἑβραίων, ὅπως ἐκεῖνοι μὲν διὰ τὸ πρόσ‐ ταγμα τοῦ Δεσπότου, τοῦ μεγάλου Μωϋσέως προηγου‐ | |
45 | μένου, καθάπερ ἐπὶ ξηρᾶς, οὕτω διέβαινον διὰ τῆς θα‐ λάσσης τῆς ἐρυθρᾶς· οἱ δὲ Αἰγύπτιοι μετὰ τοῦ Φαραὼ τὴν αὐτὴν αὐτοῖς ἐλθεῖν ὁδὸν βουληθέντες, ὑποβρύχιοι γενόμενοι κατεποντίζοντο. Οὕτως οἶδε καὶ τὰ στοιχεῖα αἰδεῖσθαι τοὺς τοῦ Δεσπότου θεράποντας, καὶ τὴν οἰ‐ | |
53.101(50) | κείαν ὁρμὴν ἔσω κατέχειν. Ἀκούσωμεν ὅσοι θυμώδεις, ὅσοι ὀργίλοι, ὅσοι ὑπὸ τῶν ἄλλων παθῶν διὰ ῥᾳθυμίαν ἁλισκόμενοι τὴν ἑαυτῶν προδίδομεν σωτηρίαν, καὶ μι‐ μησώμεθα τῶν ἀλόγων τούτων στοιχείων τὴν τοσαύτην ὑπακοὴν, ἡμεῖς οἱ λόγῳ τετιμημένοι. Εἰ γὰρ τὸ πῦρ, τὸ | |
55 | οὕτω δαπανητικὸν, τὸ οὕτω σφοδρὸν, σωμάτων φθαρτῶν καὶ οὕτως ἁπαλῶν ἀπέσχετο, ποίας ἂν τύχῃ συγγνώμης ἄνθρωπος, μὴ βουλόμενος τὸν ἑαυτοῦ χαλινῶσαι θυμὸν διὰ τὸ ἐπίταγμα τοῦ Δεσπότου, καὶ τὴν ὀργὴν τὴν πρὸς τὸν πλησίον ἐκβαλεῖν; Καὶ τὸ δὴ μεῖζον, ὅτι πῦρ ταύ‐ | |
60 | την ἔχον τὴν οὐσίαν, τὸ καίειν λέγω, τὴν οἰκείαν ἐνέρ‐ γειαν οὐκ ἐπεδείξατο, ὁ δὲ ἄνθρωπος, τὸ ἥμερον ζῶον, τὸ λογικὸν, τὸ ἐπιεικὲς, τὰ ἐναντία τῇ οἰκείᾳ φύσει δια‐ | |
πράττεται, καὶ διὰ ῥᾳθυμίαν εἰς τὴν τῶν θηρίων ὠμό‐ | Column end | |
53.102 | τητα ἑαυτὸν ἐξάγει. Διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ πρὸς τὰ πάθη τὰ ἐνοχλοῦντα οὕτω καὶ τὰς τῶν ἀλόγων προσ‐ ηγορίας, πολλαχοῦ δὲ καὶ τῶν θηρίων τοῖς λόγῳ τετιμη‐ μένοις· ἐπιτίθησι· ποτὲ μὲν κύνας καλοῦσα διὰ τὸ ἀναί‐ | |
5 | σχυντον καὶ ἰταμόν· Κύνες γὰρ, φησὶν, ἐνεοὶ, οὐ δυ‐ νάμενοι ὑλακτεῖν· ποτὲ δὲ ἵππους διὰ τὸ λάγνον· Ἵπποι γὰρ θηλυμανεῖς ἐγένοντο, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον χρεμετίζοντες· ποτὲ δὲ ὄνους, διὰ τὴν ἀγνωμοσύνην καὶ τὴν ἄνοιαν· Παρασυνεβλήθη | |
10 | γὰρ, φησὶ, τοῖς κτήνεσι τοῖς ἀνοήτοις, καὶ ὡμοιώθη αὐτοῖς· ποτὲ δὲ λέοντας καὶ παρδάλεις, διὰ τὸ ἁρπα‐ κτικὸν καὶ πλεονεκτικόν· ποτὲ δὲ ἀσπίδας, διὰ τὸ δολε‐ ρόν· Ἰὸς γὰρ, φησὶν, ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ποτὲ δὲ ὄφεις καὶ ἔχεις, διὰ τὸν ἰὸν καὶ τὴν πονηρίαν, | |
15 | καθὼς καὶ ὁ μακάριος Ἰωάννης ἐβόα, λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; καὶ ἕτερα δὲ κατάλληλα τοῖς πάθεσιν ὀνόματα ἐπάγει, ἵνα κἂν οὕτως αἰδεσθέντες ὀψέ ποτε πρὸς τὴν οἰκείαν εὐγένειαν ἐπανέλθωσι, καὶ σπεί‐ | |
20 | σωνται πρὸς τὸ ὁμογενὲς, καὶ τοὺς τοῦ Θεοῦ νόμους προτιμοτέρους ἡγήσωνται τῶν οἰκείων παθῶν, οἷς διὰ ῥᾳθυμίαν ἑαυτοὺς ἐκδεδώκασιν. δʹ. Ἀλλ’ οὐκ οἶδα, πῶς ὑπὸ τῆς τοῦ λόγου ῥύμης εἰς ταῦτα ἐξέβημεν. Φέρε δὴ λοιπὸν ἐπανέλθωμεν ἐπὶ τὸ | |
25 | προκείμενον, καὶ ἴδωμεν τί καὶ ἕτερον σήμερον ἡμᾶς διδάξαι βούλεται ὁ μακάριος οὗτος προφήτης. Εἰπὼν γὰρ, Αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ τε καὶ γῆς, προϊὼν διηγεῖται ἡμῖν πάλιν ἀκριβέστερον τὴν τοῦ ἀν‐ θρώπου δημιουργίαν. Καὶ ἐπειδὴ ἀνωτέρω συντόμως | |
30 | εἶπε· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, νῦν φησι, Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύ‐ σησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγέ‐ νετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Μέγα τὸ εἰρημένον, | |
35 | καὶ πολλῆς ἐκπλήξεως γέμον, καὶ ὑπερβαῖνον διάνοιαν ἀνθρωπίνην· Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρω‐ πον, λαβὼν χοῦν ἀπὸ τῆς γῆς. Ὥσπερ ἐπὶ τῶν κτισμά‐ των τῶν ὁρωμένων ἁπάντων ἔλεγον, ὅτι ἀπεναντίας τῇ φύσει τῇ ἀνθρωπίνῃ ἅπαντα διαπράττεται ὁ τῶν ὅλων | |
40 | δημιουργὸς, ἵνα καὶ διὰ τούτου ἡ ἄφατος αὐτοῦ δύναμις δειχθῇ· οὕτω καὶ ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως εὑ‐ ρήσομεν νῦν γεγονός. Ὅρα γὰρ, τὴν γῆν ἐπὶ τῶν ὑδάτων ἐθεμελίωσεν, ὅπερ οὐ χωρεῖ δέξασθαι λογισμὸς ἀνθρώ‐ πινος ἄνευ πίστεως, καὶ τὰς οὐσίας δὲ πάσας ἐπειδὰν | |
45 | βουληθῇ, καθάπερ ἀπεδείξαμεν, ἐναντία τῇ οἰκείᾳ ἐνερ‐ γείᾳ παρασκευάζει διαπράττεσθαι. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πλάσεως τοῦ ἀνθρώπου νῦν ἡμῖν ἐμφαίνει γεγονὸς ἡ θεία Γραφή. Ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄν‐ θρωπον χοῦν ἀπὸ τῆς γῆς λαβών. Τί λέγεις; Χοῦν | |
53.102(50) | λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον; Ναὶ, φησὶ, καὶ οὐχ ἁπλῶς εἶπε γῆν, ἀλλὰ, Χοῦν, ὡς ἂν εἴποι τις, αὐτῆς τῆς γῆς τὸ λεπτότερον καὶ ἀτιμότερον. Μέγα σοι καὶ παράδοξον εἶναι δοκεῖ τὸ εἰρημένον· ἀλλ’ ἐὰν νοήσῃς τίς ὁ δημιουργὸς, οὐκέτι ἀπιστήσεις τῷ γινομένῳ, ἀλλὰ | |
55 | θαυμάσεις καὶ προσκυνήσεις τοῦ δημιουργοῦντος τὴν δύναμιν. Ἐὰν δὲ μέλλῃς πρὸς τὴν ἀσθένειαν τῶν σῶν λογισμῶν ταῦτα περιεργάζεσθαι, εἰκός γε κἀκεῖνό σε εἰς ἔννοιαν λαβεῖν, ὅτι ἀπὸ γῆς σῶμα οὐκ ἂν γένοιτό ποτε, ἀλλ’ ἢ πλίνθος, ἢ ὄστρακον, σῶμα δὲ τοιοῦτον οὐκ ἂν | |
60 | γένοιτο. Ὁρᾷς ὅτι ἐὰν μὴ καὶ δύναμιν εἰς ἔννοιαν λάβω‐ μεν τοῦ δημιουργοῦντος, καὶ τοὺς οἰκείους λογισμοὺς τοὺς πολλὴν τὴν ἀσθένειαν προβεβλημένους κατευνάσω‐ μεν, οὐ δυνάμεθα τῶν εἰρημένων τὸ ὕψος δέξασθαι; | |
Τῶν γὰρ τῆς πίστεως ὀφθαλμῶν δεῖται τὰ λεγόμενα, | ||
53.103 | καὶ ταῦτα μετὰ πολλῆς τῆς συγκαταβάσεως καὶ διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν οὕτω ῥηθέντα. Καὶ αὐτὸ γὰρ τὸ εἰπεῖν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, καὶ ἐνεφύ‐ σησεν, ἀνάξιον Θεοῦ· ἀλλὰ δι’ ἡμᾶς καὶ τὸ ἀσθενὲς τὸ | |
5 | ἡμέτερον οὕτω ταῦτα διηγεῖται ἡ θεία Γραφὴ, ἡμῖν συγκαταβαίνουσα, ἵνα ταύτης ἀξιωθέντες τῆς συγκατα‐ βάσεως, ἀνελθεῖν πρὸς τὸ ὕψος ἐκεῖνο ἰσχύσωμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς Τέως οὐ μικρὰ ἡμῖν ἐντεῦθεν τίκτεται, ἐὰν | |
10 | νήφειν βουλώμεθα, ταπεινοφροσύνης διδασκαλία. Ὅταν γὰρ ἐννοήσωμεν, πόθεν ἔσχε τὴν ἀρχὴν τῆς συστάσεως ἡ φύσις ἡ ἡμετέρα, κἂν μυριάκις τὰς ὀφρῦς ἀνασπάσω‐ μεν, συστελλόμεθα, ταπεινούμεθα, τὴν οὐσίαν ἑαυτῶν ἀναλογιζόμενοι, μετριάζειν παιδευόμεθα. Διὰ τοῦτο γὰρ | |
15 | καὶ ὁ Θεὸς, κηδόμενος ἡμῶν τῆς σωτηρίας, οὕτως ὡδή‐ γησε τοῦ προφήτου τὴν γλῶτταν πρὸς τὴν ἡμετέραν δι‐ δασκαλίαν. Ἐπειδὴ γὰρ εἶπε προλαβοῦσα ἡ θεία Γραφή· Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, καὶ τὴν ἀρχὴν αὐτῷ πᾶσαν παρέδωκε | |
20 | τῶν ὁρωμένων, μὴ ἀγνοῶν τῆς οἰκείας οὐσίας τὴν σύ‐ στασιν μεγάλα φαντασθῇ, καὶ ὑπερβῇ τοὺς οἰκείους ὅρους· διὰ τοῦτο ἐπαναλαμβάνουσα διδάσκει καὶ τὸν τρόπον τῆς συστάσεως, καὶ τῆς γενέσεως τὴν ἀρ‐ χὴν, καὶ ὅθεν ὁ πρῶτος ἄνθρωπος παρήχθη, καὶ πῶς | |
25 | παρήχθη. Εἰ γὰρ καὶ μετὰ ταύτην τὴν διδασκαλίαν, καὶ μετὰ τὸ γνῶναι, ὅτι ἀπὸ τῆς γῆς ἔχει τὴν ἀρχὴν τῆς συστάσεως, ἐξ ἧς τὰ σπέρματα, ἐξ ἧς τὰ ἄλογα ζῶα, εἰ καὶ ἡ διάπλασις, καὶ τῆς ψυχῆς ἡ οὐσία ἡ ἀσώματος πολλὴν αὐτῷ τὴν προεδρίαν διὰ τὴν τοῦ Θεοῦ φιλαν‐ | |
30 | θρωπίαν κεχάρισται· διὰ γὰρ ταύτην καὶ τὸ λογικὸς εἶ‐ ναι, καὶ τὴν κατὰ πάντων ἀρχὴν ἐδέξατο· εἰ τοίνυν καὶ ταῦτα μαθὼν, διὰ τὴν παρὰ τοῦ ὄφεως ἀπάτην ἰσοθεΐαν ἐφαντάσθη ὁ ἐκ γῆς πλασθείς· εἰ τῇ πρώτῃ διηγήσει ἠρκέσθη ὁ μακάριος οὗτος προφήτης, καὶ μὴ ἐπαναλα‐ | |
35 | βὼν πάντα μετὰ ἀκριβείας ἡμᾶς ἐδίδαξε, ποῦ οὐκ ἂν μανίας ἐξωκείλαμεν; εʹ. Ὥστε μέγιστον ἡμῖν ἐστιν εἰς διδασκαλίαν φιλοσο‐ φίας τὸ μαθεῖν πόθεν ἐξ ἀρχῆς τὴν σύστασιν τῆς οὐσίας ἐσχήκαμεν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, | |
40 | χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ἐπειδὴ ἀνθρώποις δι‐ ελέγετο οὐ δυναμένοις ἑτέρως ἀκοῦσαι, ἢ ὡς ἀκοῦσαι ἡμᾶς δυνατὸν ἦν, οὕτω τῇ παχύτητι τῶν λόγων κέχρη‐ ται, καὶ ἵνα διδάξῃ ἡμᾶς, ὅτι τοῦτον τὸν ἐκ τῆς γῆς | |
45 | πλασθέντα ἡ φιλανθρωπία τοῦ Δεσπότου ἐβουλήθη καὶ ψυχῆς οὐσίαν ἔχειν λογικὴν, δι’ ἧς τὸ ζῶον τοῦτο ἄρτιον καὶ τέλειον ἀπεδείκνυτο. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς. Ζωτικὴν, φησὶν, ἐνέργειαν τὸ ἐμφύσημα ἐχαρίσατο τῷ ἐκ γῆς πλασθέντι, | |
53.103(50) | καὶ τοῦτο ἐγένετο σύστασις τῆς οὐσίας τῆς ψυχῆς. Ἐπήγαγε γοῦν, Καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐκεῖνος ὁ πλασθεὶς, ὁ ἀπὸ τοῦ χοὸς, δεξάμενος τὸ ἐμφύσημα τὴν πνοὴν τῆς ζωῆς, Ἐγένετο, φησὶν, εἰς ψυχὴν ζῶσαν. Τί ἐστιν, Εἰς ψυχὴν ζῶσαν; Ἐνερ‐ | |
55 | γοῦσαν, ἔχουσαν ὑπηρετούμενα τὰ μέλη τοῦ σώματος ταῖς αὐτῆς ἐνεργείαις, καὶ τῷ βουλήματι αὐτῆς ἑπόμενα. Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἡμεῖς ἀντεστρέψαμεν τὴν τάξιν, καὶ τοσαύτη γέγονεν ἡ τῆς κακίας ἐπίτασις, ὡς ταύτην | |
ἀναγκάζειν τοῖς τῆς σαρκὸς βουλήμασιν ἐξακολουθεῖν, | Column end | |
53.104 | καὶ τὴν ἐν τάξει δεσποίνης ὀφείλουσαν προκαθῆσθαι καὶ ἐπιτάττειν καταβιβάσαντες ἀπὸ τοῦ θρόνου, ὑπακούειν ταῖς τῆς σαρκὸς ἡδοναῖς καταναγκάζομεν, ἀγνοοῦντες αὐτῆς τὴν εὐγένειαν, καὶ ὅση ταύτης ἡ προεδρία τυγ‐ | |
5 | χάνει. Ἐννόησον γάρ μοι τὴν τάξιν τῆς διαπλάσεως, καὶ λογίζου πρὸ τοῦ ἐμφυσήματος τοῦ Δεσπότου, ὅπερ αὐτῷ γέγονεν εἰς πνοὴν ζωῆς, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν, τί ἦν ὁ πλασθείς. Ἁπλῶς εἰκὼν ἄψυχος, καὶ ἀνενέργη‐ τος, καὶ εἰς οὐδὲν χρήσιμος, ὥστε τὸ πᾶν καὶ τὸ εἰς | |
10 | τοσαύτην αὐτὸν τιμὴν ἀγαγὸν, ἐκεῖνό ἐστι τὸ παρὰ τοῦ Θεοῦ γεγονὸς εἰς αὐτὸν ἐμφύσημα. Καὶ ἵνα τοῦτο μὴ ἐκ τῶν τότε γεγενημένων, ἀλλὰ καὶ ἐκ τῶν νῦν καθ’ ἑκάστην ἡμέραν συμβαινόντων κατίδοις, ἐννόει μοι μετὰ τὴν τῆς ψυχῆς ἔξοδον τὸ σῶμα τοῦτο πῶς ἀηδὲς καὶ ἀτερπὲς | |
15 | φαίνεται· καὶ τί λέγω ἀηδὲς καὶ ἀτερπές; πῶς φευκτὸν, δυσωδίας ἐμπεπλησμένον, πάσης ἀμορφίας πεπληρωμένον, τὸ πρὸ τούτου, ἡνίκα τὴν ψυχὴν εἶχεν ἡνιοχοῦσαν, φαιδρὸν, χαρίεν, πολλῆς τῆς εὐμορφίας ἐμ‐ πεπλησμένον, πολλῆς τῆς συνέσεως πεπληρωμένον, πολ‐ | |
20 | λὴν ἐπιτηδειότητα ἔχον πρὸς τὴν τῶν ἀγαθῶν πράξεων ἐνέργειαν. Ταῦτα δὴ πάντα ἐννοοῦντες, καὶ λογιζόμενοι τὴν εὐγένειαν τῆς ἡμετέρας ψυχῆς, μηδὲν ἀνάξιον αὐτῆς διαπραττώμεθα, μηδὲ καταῤῥυπαίνωμεν αὐτὴν ταῖς ἀτόποις πράξεσι, καθέλκοντες αὐτὴν εἰς τὴν τῆς | |
25 | σαρκὸς ὑποταγὴν, καὶ περὶ τὴν οὕτως εὐγενῆ, καὶ τοσαύ‐ της ἠξιωμένην προεδρίας, οὕτως ἀσυμπαθεῖς γινόμενοι, καὶ ἀγνώμονες. Διὰ γὰρ τὴν ταύτης οὐσίαν ἡμεῖς οἱ σώματι συμπεπλεγμένοι, ἐὰν βουληθῶμεν, δυνησόμεθα, τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἡμῖν συνεφαπτομένης, ταῖς | |
30 | ἀσωμάτοις ἁμιλλᾶσθαι δυνάμεσι, καὶ ἐν γῇ βαδίζοντες ὡς ἐν οὐρανῷ διάγοντες, οὕτω πολιτεύεσθαι, καὶ μηδὲν ἐκείνων ἔλαττον ἔχειν, ἀλλὰ τάχα κατά τι καὶ πλέον· καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γὰρ εὑρεθῇ τις μετὰ τὸ σώ‐ ματι φθαρτῷ συμπεπλέχθαι, τὰ αὐτὰ ταῖς ἄνω δυνάμεσι | |
35 | πολιτευόμενος, πῶς οὐ πλείονος ἀξιωθήσεται τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς, ὅτι καὶ ταῖς ἀνάγκαις τοῦ σώματος ὑποκείμενος ἀκέραιον τῆς ψυχῆς τὴν εὐγένειαν διετή‐ ρησε; Καὶ τίς ἂν δυνηθείη, φησὶ, τοιοῦτος εὑρεθῆναί πο‐ | |
40 | τε; Εἰκότως ἀδύνατον ἡμῖν τὸ πρᾶγμα νενόμισται διὰ τὸν πολὺν τῆς ἀρετῆς αὐχμόν. Εἰ δὲ βούλει μαθεῖν, ὅτι οὐκ ἔστι τοῦτο τῶν ἀδυνάτων, ἐννόησόν μοι ἐξ ἀρχῆς μέχρι τοῦ παρόντος τοὺς εὐαρεστήσαντας τῷ Δεσπότῃ, τὸν μέγαν Ἰωάννην ἐκεῖνον, τὸν τῆς στείρας υἱὸν, τὸν | |
45 | τῆς ἐρήμου πολίτην, Παῦλον τὸν τῆς οἰκουμένης διδά‐ σκαλον, καὶ πάντα τῶν ἁγίων τὸν ὁρμαθὸν, οἳ τῆς αὐτῆς ἡμῖν φύσεως ἐτύγχανον, ταῖς αὐταῖς ἀνάγκαις τοῦ σώ‐ ματος ὑποκείμενοι, καὶ μηκέτι λοιπὸν ἀδύνατον εἶναι τὸ πρᾶγμα νόμιζε, μηδὲ ὀκνηρότερος γίνου περὶ τὴν ἀρε‐ | |
53.104(50) | τὴν, τοσαύτας λαβὼν τὰς ἀφορμὰς παρὰ τοῦ Δεσπότου πρὸς τὸ μετ’ εὐκολίας αὐτὴν ἀσπάσασθαι. Καὶ γὰρ εἰδὼς ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης τὸ ἀσθενὲς ἡμῶν τῆς προαιρέσεως, καὶ τὸ εὐόλισθον, μεγάλα φάρμακα ἡμῖν κατέλιπε, τὴν ἐκ τῶν Γραφῶν ἀνάγνωσιν, ἵνα ταῦτα | |
55 | ἐπιθέντες ἑαυτοῖς συνεχῶς, καὶ τοὺς βίους ἀναλογιζό‐ μενοι τῶν θαυμαστῶν ἐκείνων καὶ μεγάλων ἀνδρῶν, εἰς | |
ζῆλον ἐναγώμεθα, καὶ μὴ ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ | ||
53.105 | φεύγωμεν κακίαν, καὶ πάντα ποιῶμεν, ὥστε μὴ ἀναξίους ἑαυτοὺς καταστῆσαι τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ | |
5 | Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
7t | ΟΜΙΛΙΑ ΙΓʹ. | |
8n | Καὶ ἐφύτευσε Κύριος ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ | |
9n | κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν | |
10n | ἔπλασεν. | |
11 | αʹ. Ὁρῶν ὑμῶν τὸν πόθον τὸν ἀκόρεστον, καὶ τὴν ἐπιθυμίαν τὴν πολλὴν, καὶ συντεταμένην τὴν διάνοιαν, καὶ πάντας κεχηνότας, καὶ ἀνεπτερωμένους πρὸς τὴν πνευματικὴν διδασκαλίαν, καίτοι πολλὴν ἐμαυτῷ πενίαν | |
15 | συνειδὼς, συνεχῶς καὶ καθ’ ἑκάστην ἡμέραν τὴν πτωχὴν ταύτην καὶ εὐτελῆ τράπεζαν ὑμῖν παρατιθέναι σπουδάζω, θαῤῥῶν ὅτι τῇ ἐπιθυμίᾳ ἐκκαιόμενοι μετὰ προθυμίας δέξεσθε τὰ λεγόμενα, ἐπεὶ καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμά‐ των τοῦτο συμβαῖνον ἴδοι τις ἄν. Ὅταν μὲν γὰρ διεγη‐ | |
20 | γερμένην ἔχωσι τὴν ὄρεξιν οἱ δαιτυμόνες, κἂν πτωχή τις τυγχάνῃ ἡ τράπεζα, κἂν εὐτελὴς ᾖ ὁ ἑστιάτωρ, μετὰ πολλῆς τῆς ἡδονῆς δαπανῶσι τὰ παρατιθέμενα· ὅταν δὲ καταβεβλημένην ἔχωσιν ὄρεξιν οἱ ἑστιώμενοι, κἂν πολυ‐ τελὴς τυγχάνῃ ἡ τράπεζα, καὶ ἔχῃ καὶ διάφορα τὰ ἐδέ‐ | |
25 | σματα, οὐδὲν ὄφελος, οὐκ ὄντων τῶν δυναμένων χρή‐ σασθαι τοῖς παρασκευασθεῖσιν. Ἐνταῦθα δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν καὶ ἡ προθυμία ὑμῶν διεγηγερμένη τυγχάνει, καὶ ἡ τράπεζα πνευματικὴ, μετὰ πολλοῦ τοῦ πόθου καὶ αὐτοὶ λέγομεν, εἰδότες ὅτι νηφούσαις ἀκοαῖς | |
30 | παρατιθέμεθα τὰ θεῖα ταῦτα διδάγματα. Ἐπεὶ καὶ γη‐ πόνος ἐπειδὰν λιπαρὰν εὕρῃ καὶ βαθύγειον ἄρουραν τὰ παρ’ ἑαυτοῦ πάντα εἰς αὐτὴν ἐπιδειξάμενος, καὶ τοὺς αὔλακας ἀνατεμὼν, καὶ τὸ ἄροτρον ἑλκύσας, καὶ τὰς ἀκάνθας ἀνασπάσας, μετὰ δαψιλείας καταβάλλει | |
35 | τὰ σπέρματα, καὶ ταῖς χρησταῖς ἐλπίσιν ἤδη τρεφό‐ μενος καθ’ ἑκάστην ἡμέραν τὴν βλάστησιν ἀναμένει τῶν καταβληθέντων, τῷ γονίμῳ τῆς γῆς προσέχων, καὶ πολλαπλασίονα τῶν σπερμάτων ἕτοιμος ὢν ὑποδέξασθαι τὸν ἀμητόν. Κατὰ τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ὁρῶντες | |
40 | ὑμῶν ἐφ’ ἑκάστης ἡμέρας αὐξανομένην τὴν προθυμίαν, τὸν πόθον ἀκμάζοντα, τὴν σπουδὴν ἐπίδοσιν λαμβάνουσαν, καὶ περὶ ὑμῶν χρηστὰς ἔχομεν τὰς ἐλπίδας, καὶ αὐτοὶ πλείονι προθυμίᾳ καὶ σπουδῇ τὰ εἰς δύναμιν ἡμετέραν εἰσφέρειν ἐπειγόμεθα εἰς οἰκοδομὴν τῆς ὑμετέρας ἀγά‐ | |
45 | πης, εἰς δόξαν Θεοῦ, εἰς καύχημα τῆς τοῦ Θεοῦ Ἐκκλη‐ σίας. Φέρε οὖν, εἰ δοκεῖ, μικρὰ τῶν πρῴην εἰρημένων ἀναλαβόντες, ἀκολούθως τοῖς σήμερον ἀναγνωσθεῖσιν ἐπ‐ εξέλθωμεν. Τί δὲ ἡμῖν ἦν τὸ πρῴην κινούμενον, καὶ μέχρι ποῦ τὸν λόγον ἐκτείναντες κατελύσαμεν τὴν διδασκαλίαν, | |
53.105(50) | ἀναγκαῖον εἰπεῖν. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄν‐ θρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄν‐ θρωπος εἰς ψυχὴν ζῶσαν. Ὅπερ τότε ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ, καὶ διηνεκῶς λέγων οὐ παύσομαι, ὅτι πολλὴ καὶ | |
55 | ἄφατος ἡ φιλανθρωπία τοῦ κοινοῦ πάντων Δεσπότου ἡ περὶ τὸ γένος τὸ ἡμέτερον. Καὶ γὰρ πολλῇ συγκαταβάσει ἐχρήσατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν, καὶ πολ‐ λῆς τιμῆς ἠξίωσε τουτὶ τὸ ζῶον, τὸν ἄνθρωπον λέγω, καὶ διὰ ῥημάτων καὶ διὰ πραγμάτων δεικνὺς, ὡς πάντων τῶν | |
60 | ὁρωμένων πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυ‐ | Column end |
53.106 | ται. Οὐδὲν γὰρ κωλύει καὶ σήμερον τὰ αὐτὰ διερευνήσα‐ σθαι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καθάπερ γὰρ ἡ τῶν θυ‐ μιαμάτων φύσις, ὅσῳ ἂν ὑπὸ τῶν δακτύλων τῶν ἡμετέρων περιστρέφηται, πλείονα τὴν εὐωδίαν παρέχει· τὸν αὐτὸν | |
5 | δὴ τρόπον καὶ ἐπὶ τῶν Γραφῶν ἔστιν ἰδεῖν γινόμενον ὅσῳ ἄν τις ἐπὶ πλέον ταύτας ἐπιέναι σπουδάζοι, τοσούτῳ μᾶλ‐ λον κατοπτεύειν δύναται τὸν ἐγκεκρυμμένον θησαυρὸν, καὶ πολὺν καὶ ἄφατον τὸν πλοῦτον ἐντεῦθεν καρποῦσθαι. Καὶ ἔπλασε, φησὶν, ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λα‐ | |
10 | βὼν ἀπὸ τῆς γῆς. Σκόπει μοι τὴν διαφορὰν εὐθέως ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν λόγων. Ἐπὶ μὲν γὰρ τῶν ἄλλων ἁπάντων τῶν δημιουργηθέντων ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς τὸν τρόπον λέγων τῆς δημιουργίας, ὅτι Εἶπεν ὁ Θεὸς, γενηθήτω φῶς, καὶ ἐγένετο φῶς· Γενηθήτω | |
15 | στερέωμα· καὶ, Συναχθήτω τὸ ὕδωρ, φησί· καὶ, Γενη‐ θήτωσαν φωστῆρες· καὶ, Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· καὶ, Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζω‐ σῶν· καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Εἶδες πῶς λόγῳ τὰ πάντα ἐδημιουργήθη; Ἀλλ’ ἴδωμεν λοιπὸν ἐπὶ | |
20 | τῆς τοῦ ἀνθρώπου δημιουργίας τί φησι. Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον. Ὅρα πῶς διὰ τῆς τῶν ῥημάτων συγκαταβάσεως, οἷς διὰ τὴν ἡμετέραν ἀσθένειαν ἐχρήσα‐ το, ὁμοῦ καὶ τὸν τρόπον τῆς δημιουργίας διδάσκει, καὶ τὸ ἐνηλλαγμένον καὶ μονονουχὶ, ἵνα ἀνθρωπίνως εἴπω, ταῖς | |
25 | χερσὶν αὐτὸν διαπλαττόμενον ὑποδείκνυσι τοῦ Θεοῦ, κα‐ θὼς καὶ ἕτερος προφήτης φησίν· Αἱ χεῖρές σου ἐποίη‐ σάν με, καὶ ἔπλασάν με. Εἰ γὰρ προσέταξεν ἁπλῶς, εἰπέ μοι, ἐκ τῆς γῆς ἀναδοθῆναι τὸν ἄνθρωπον, οὐκ ἂν παρήχθη τὸ προσταχθέν; Ἀλλ’ ἵνα διὰ τοῦ τρόπου τῆς δη‐ | |
30 | μιουργίας διδασκαλίαν ἡμῖν ἐναποθῆται διηνεκῆ, ὥστε μὴ πλέον τι τῆς φύσεως φαντάζεσθαι, διὰ τοῦτο οὕτω μετὰ ἀκριβείας ἅπαντα διηγεῖται, καί φησιν· Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, χοῦν λαβὼν ἀπὸ τῆς γῆς. βʹ. Ὅρα καὶ ἐν τούτῳ αὐτῷ τὴν τιμήν. Οὐ γὰρ ἁπλῶς γῆν | |
35 | λαμβάνει, ἀλλὰ χοῦν, τὸ λεπτότατον, ὡς ἂν εἴποι τις, τῆς γῆς, καὶ τοῦτον αὐτὸν τὸν χοῦν τὸν ἀπὸ τῆς γῆς τῷ οἰκείῳ προστάγματι εἰς σώματος φύσιν μετέστησεν. Ὥσπερ γὰρ αὐτὴν τὴν οὐσίαν τῆς γῆς οὐχ ὑφεστῶσαν παρήγαγεν, οὕ‐ τω καὶ νῦν, ὅτε ἐβουλήθη, τὸν χοῦν ἀπὸ τῆς γῆς εἰς σῶμα | |
40 | μετέστησεν. Ἐνταῦθα ἀναβοῆσαι καλὸν τὸ παρὰ τοῦ μα‐ καρίου Δαυῒδ εἰρημένον· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; ὅτι ἀπὸ χοὸς τοιοῦτον ζῶον ἀνέδειξε, καὶ εἰς τοσ‐ αύτην τιμὴν ἀνήγαγε, καὶ τοσαύτας εὐεργεσίας εἰς αὐτὸν | |
45 | ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπιδείκνυται, δεικνὺς διὰ πάν‐ των τὴν οἰκείαν φιλανθρωπίαν. Καὶ ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν. Ἐνταῦθά τινες τῶν ἀγνωμόνων, ἐξ οἰκείων λογισμῶν | |
53.106(50) | κινούμενοι, καὶ οὐδὲν θεοπρεπὲς ἐννοοῦντες, οὔτε τὴν συγκατάβασιν τῶν ῥημάτων λογιζόμενοι, λέ‐ γειν ἐπιχειροῦσιν, ὅτι ἐκ τῆς τοῦ Θεοῦ οὐσίας ἐστὶν ἡ ψυχή. Ὢ τῆς μανίας· ὢ τῆς παραφροσύνης· πόσας ὁδοὺς ἀπωλείας ὁ διάβολος ἔτεμε τοῖς αὐτὸν θεραπεύειν βου‐ | |
55 | λομένοις; Καὶ ἵνα μάθῃς, σκόπει πῶς ἀπεναντίας ἀλ‐ λήλοις ἔρχονται. Οἱ μὲν γὰρ αὐτῶν ἐπιλαβόμενοι τῆς λέξεως τῆς λεγούσης, ὅτι Ἐνεφύσησε, λέγουσιν, ὅτι ἐκ τῆς οὐσίας τοῦ Θεοῦ τυγχάνουσιν αἱ ψυχαί· ἕτεροι πάλιν φασὶν, ὅτι καὶ εἰς τὴν τῶν ἀτιμοτάτων ἀλόγων οὐσίαν | |
60 | μεθίστανται αὗται. Τί ταύτης τῆς ἀνοίας χεῖρον γένοιτ’ | |
ἄν; Ἐπειδὴ γὰρ ἐσκοτίσθη ὁ λογισμὸς αὐτῶν, καὶ τὸν | ||
53.107 | ἀληθῆ τῆς Γραφῆς νοῦν ἠγνόησαν, καθάπερ πηρωθέντες τὸ ὄμμα τῆς διανοίας, ἀπεναντίας ἀλλήλοις κατὰ κρημνῶν φέρονται, οἱ μὲν ὑπὲρ τὴν ἀξίαν αὐτὴν ἀνάγοντες, οἱ δὲ παρὰ τὴν ἀξίαν κατάγοντες. Εἰ γὰρ μέλλοιεν διὰ τὸ λέγειν | |
5 | τὴν Γραφὴν, Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ, καὶ στόμα περιτιθέναι τῷ Θεῷ, ἀνάγκη καὶ χεῖρας αὐτῷ περι‐ άπτειν· ἐπειδὴ εἶπεν, Ἔπλασε τὸν ἄνθρωπον. Ἀλλ’ ἵνα μὴ βουλόμενοι τὴν ἐκείνων ληρωδίαν εἰς μέσον προτιθέναι, ἀναγκαζώμεθα καὶ αὐτοὶ τὰ μὴ πρέποντα φθέγγεσθαι, | |
10 | φέρε δὴ λοιπὸν τὴν μὲν ἄνοιαν αὐτῶν, καὶ τὴν πολλὴν φρε‐ νοβλάβειαν ἐκτρεπώμεθα, κατακολουθήσωμεν δὲ τῷ σκο‐ πῷ τῆς θείας Γραφῆς ἑαυτὴν ἑρμηνευούσης, μόνον ἐὰν ἡμεῖς μὴ τῇ παχύτητι τῶν ῥημάτων προσέχωμεν, ἀλλ’ ἐκεῖνο ἐννοῶμεν, ὅτι αἰτία τῆς τῶν λέξεων παχύτητος ἡ | |
15 | ἀσθένεια τυγχάνει ἡ ἡμετέρα. Οὐδὲ γὰρ ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην δέξασθαι τὰ λεγόμενα, μὴ τοσαύ‐ της ἀπολαύσασαν τῆς συγκαταβάσεως. Ἐννοοῦντες τοίνυν καὶ τὴν ἑαυτῶν ἀσθένειαν, καὶ ὅτι περὶ Θεοῦ ἐστι τὰ λεγό‐ μενα, οὕτω δεχώμεθα τὰ εἰρημένα, ὡς εἰκὸς περὶ Θεοῦ λέ‐ | |
20 | γεσθαι, μὴ εἰς σωμάτων σχηματισμὸν καὶ μελῶν σύνθεσιν τὸ Θεῖον κατάγοντες, ἀλλὰ θεοπρεπῶς ἅπαντα νοοῦντες. Ἁπλοῦν γὰρ καὶ ἀσύνθετον καὶ ἀσχημάτιστον τὸ Θεῖον· ἐπεὶ εἰ μέλλοιμεν ἐξ ἑαυτῶν ὁρμώμενοι, καὶ μελῶν σύνθε‐ σιν περιτιθέναι τῷ Θεῷ, λανθάνομεν ἑαυτοὺς εἰς τὴν Ἑλ‐ | |
25 | ληνικὴν ἀσέβειαν ἐκπίπτοντες. Ὅταν οὖν ἀκούσῃς τῆς Γραφῆς λεγούσης, Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, τὴν αὐτὴν νόει δύναμιν τῷ, Γενηθήτω· καὶ πάλιν ὅταν ἀκούσῃς, ὅτι Ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, τοῦτο πάλιν λογίζου, ὅτι ἔδοξεν αὐτῷ, καθάπερ τὰς ἀσω‐ | |
30 | μάτους δυνάμεις παρήγαγεν, οὕτω καὶ τὸ σῶμα τοῦτο τὸ ἀπὸ τοῦ χοὸς ψυχὴν ἔχειν λογικὴν τὴν τοῖς μέλεσι τοῦ σώ‐ ματος κεχρῆσθαι δυναμένην. Δημιουργηθὲν γὰρ τουτὶ τὸ σῶμα κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, καθάπερ ὄργα‐ νον ἔκειτο δεόμενον τοῦ κινοῦντος αὐτὸ, μᾶλλον δὴ καθά‐ | |
35 | περ λύρα χρῄζουσά τινος τοῦ δυναμένου διὰ τῆς οἰκείας τέχνης καὶ σοφίας, ὥσπερ διὰ δονάκων τινῶν, διὰ τῶν με‐ λῶν τῶν ἐν ἑαυτῷ τὴν προσήκουσαν μελῳδίαν ἀναφέρειν τῷ Δεσπότῃ. Ἐνεφύσησε, φησὶν, εἰς τὸ πρόσωπον αὐ‐ τοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν | |
40 | ζῶσαν. Τί ἐστιν; Ἐνεφύσησε πνοὴν ζωῆς; Τὸ σῶμα, φησὶ, τοῦτο τὸ δημιουργηθὲν ἐβουλήθη καὶ προσέταξε ζω‐ τικὴν ἔχειν δύναμιν, ἥτις ἐγένετο τῷ ζώῳ εἰς ψυχὴν ζῶσαν, τοῦτ’ ἔστιν ἐνεργοῦσαν, καὶ τὴν ἑαυτῆς τέχνην διὰ τῆς τῶν μελῶν κινήσεως ἐπιδείκνυσθαι δυναμένην. | |
45 | γʹ. Καὶ σκόπει καὶ ἐν αὐτῷ τούτῳ τὴν διαφορὰν τοῦ θαυ‐ μαστοῦ τούτου ζώου τοῦ λογικοῦ, καὶ τῆς τῶν ἀλόγων δη‐ μιουργίας. Ἐπ’ ἐκείνων μὲν γάρ φησιν· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν, καὶ ὁμοῦ ἀνεδίδοτο ἐκ τῶν ὑδάτων ζῶα ἔμψυχα· καὶ ἐπὶ τῆς γῆς πάλιν ὡσαύτως· | |
53.107(50) | Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐχ οὕτως, ἀλλὰ πρότερον ἀπὸ τοῦ χοὸς τὸ σῶμα δημιουρ‐ γεῖται, καὶ μετὰ ταῦτα ἡ ζωτικὴ δύναμις αὐτῷ δίδοται, ὅπερ ἐστὶν ἡ τῆς ψυχῆς οὐσία. Διὰ τοῦτο καὶ περὶ τῶν ἀλόγων ἔλεγε Μωϋσῆς, ὅτι Τὸ αἷμα αὐτοῦ ἡ ψυχὴ αὐ‐ | |
55 | τοῦ ἐστιν. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐσία τίς ἐστιν ἀσώμα‐ τος καὶ ἀθάνατος πολλὴν πρὸς τὸ σῶμα τὴν ὑπεροχὴν κε‐ κτημένη, καὶ τοσαύτην, ὅσην εἰκὸς τὸ ἀσώματον τοῦ σώ‐ ματος. Ἀλλ’ ἴσως εἴποι τις ἂν, καὶ τίνος ἕνεκεν, εἰ τιμιώ‐ τερον ἡ ψυχὴ τοῦ σώματος, τὸ ἔλαττον πρῶτον δημιουρ‐ | |
60 | γεῖται, καὶ τότε τὸ μεῖζον καὶ ὑπερέχον; Οὐχ ὁρᾷς, ἀγα‐ | |
πητὲ, ὅτι καὶ ἐπὶ τῆς κτίσεως τὸ αὐτὸ τοῦτο γέγονεν; | Column end | |
53.108 | Ὥσπερ γὰρ οὐρανὸς, καὶ γῆ, καὶ ἥλιος καὶ σελήνη, καὶ τὰ ἄλλα πάντα ἐδημιουργήθη, καὶ τὰ ζῶα τὰ ἄλογα, καὶ μετὰ ταῦτα ἅπαντα ὁ ἄνθρωπος, ὁ τούτων ἁπάντων τὴν ἀρχὴν μέλλων ἐγχειρίζεσθαι· τὸν αὐτὸν δὴ τρόπον καὶ | |
5 | ἐν αὐτῇ τῇ διαπλάσει τοῦ ἀνθρώπου πρότερον τὸ σῶμα παράγεται, καὶ τότε ἡ ψυχὴ ἡ τιμιωτέρα. Ὃν γὰρ τρόπον τὰ ἄλογα τὰ πρὸς ὑπηρεσίαν μέλλοντα τῷ ἀνθρώπῳ εἶναι χρήσιμα, πρὸ τοῦ ἀνθρώπου δημιουργεῖται, ἵνα ἑτοίμην ἔχῃ τὴν ὑπηρεσίαν ὁ μέλλων τῆς τούτων χρείας ἀπολαύειν· | |
10 | οὕτω καὶ πρὸ τῆς ψυχῆς τὸ σῶμα δημιουργεῖται, ἵνα ἐπει‐ δὰν κατὰ τὴν ἀπόῤῥητον αὐτοῦ σοφίαν ἡ ψυχὴ παραχθῇ, ἔχῃ τὰς οἰκείας ἐνεργείας ἐπιδείκνυσθαι διὰ τῆς τοῦ σώ‐ ματος κινήσεως. Καὶ ἐφύτευσε, φησὶν, ὁ Θεὸς παράδει‐ σον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄν‐ | |
15 | θρωπον, ὃν ἔπλασεν. Ἐπειδὴ τὴν οἰκείαν φιλανθρωπίαν ἐπεδείξατο ὁ τῶν ὅλων Δεσπότης, καὶ δι’ ὃν πάντα τὰ ὁρώ‐ μενα ἐδημιούργησεν, καὶ παρήγαγεν εἰς μέσον, εὐθέως ἄρχεται τὰς εἰς αὐτὸν εὐεργεσίας κατατίθεσθαι. Καὶ ἐφύ‐ τευσεν ὁ Θεὸς, φησὶ, παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνα‐ | |
20 | τολάς. Σκόπει καὶ ἐνταῦθα, ἀγαπητὲ, ὅτι ἐὰν μὴ θεο‐ πρεπῶς τὰ ῥήματα δεχώμεθα, εἰς βαθὺν κρημνὸν ἀνάγκη κατενεχθῆναι. Τί γὰρ ἂν εἰπεῖν ἔχοιεν, καὶ ἐπὶ τούτου τοῦ ῥήματος, οἱ πάντα τὰ περὶ τοῦ Θεοῦ λεγόμενα ἀνθρωπί‐ νως ἐκλαμβάνειν τολμῶντες; Καὶ ἐφύτευσεν ὁ Θεὸς, | |
25 | φησὶ, παράδεισον. Τί οὖν; εἰπέ μοι· σκαπάνης ἐδεήθη καὶ γεωργίας, καὶ τῆς ἄλλης ἐπιμελείας, ἵνα καλλωπίσῃ τὸν παράδεισον; Μὴ γένοιτο. Πάλιν γὰρ καὶ ἐνταῦθα τὸ, Ἐφύτευσεν, οὕτω δεῖ νοεῖν, ὅτι προσέταξε παράδεισον ἐν τῇ γῇ γενέσθαι, ὥστε τὸν παραχθέντα ἄνθρωπον τούτῳ | |
30 | ἐνδιαιτᾶσθαι. Ὅτι γὰρ διὰ τοῦτον τὸν παράδεισον παρήγα‐ γεν, ἄκουσον αὐτῆς τῆς Γραφῆς λεγούσης· Καὶ ἐφύτευ‐ σεν ὁ Θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν. Διὰ τοῦτο καὶ τὸ ὄνομα τοῦ τόπου ἐντίθησιν ἐν τοῖς | |
35 | γράμμασιν ὁ μακάριος Μωϋσῆς, ἵνα μὴ ἐξῇ τοῖς φλυα‐ ρεῖν μάτην βουλομένοις ἀπατᾷν τῶν ἀφελεστέρων τὰς ἀκοὰς, καὶ λέγειν, μὴ εἶναι ἐν τῇ γῇ τὸν παράδεισον, ἀλλ’ ἐν οὐρανῷ, καὶ μυθολογίας τινὰς τοιαύτας ὀνει‐ ροπολεῖν. Εἰ γὰρ καὶ τοσαύτῃ χρησαμένης ἀκριβείᾳ | |
40 | τῆς θείας Γραφῆς, οὐ παρῃτήσαντό τινες τῶν ἐπὶ εὐ‐ γλωττίᾳ μεγαλοφρονούντων, καὶ τῇ σοφίᾳ τῇ ἔξωθεν, ἀπεναντίας τοῖς γεγραμμένοις φθέγγεσθαι, καὶ εἰπεῖν, μὴ ἐπὶ τῆς γῆς εἶναι τὸν παράδεισον, καὶ πολλὰ ἕτερα τῶν εἰρημένων παρεγγυῶντες, μὴ ὡς γέγραπται φρο‐ | |
45 | νεῖν, ἀλλ’ ἀπεναντίας ἔρχεσθαι, καὶ τὰ ἐπὶ τῆς γῆς εἰρημένα περὶ τῶν ἐν οὐρανοῖς νομίζειν εἰρῆσθαι· εἰ μὴ τῇ ταπεινότητι τούτων τῶν λόγων, καὶ τῇ συγκαταβάσει ὁ μακάριος Μωϋσῆς ἐχρήσατο, τοῦ ἁγίου Πνεύματος τὴν γλῶτταν αὐτοῦ κινοῦντος, ποῦ οὐκ ἂν ἐξεκυλίσθησαν, καί‐ | |
53.108(50) | τοι γε τῆς ἁγίας Γραφῆς, ἐπειδὰν βούληταί τι τοιοῦτον ἡμᾶς διδάσκειν, ἑαυτὴν ἑρμηνευούσης, καὶ οὐκ ἀφιείσης πλανᾶσθαι τὸν ἀκροατήν; Ἀλλ’ ἐπειδὴ οἱ πολλοὶ οὐ διὰ τὸ καρπώσασθαί τι κέρδος ἐκ τῶν θείων Γραφῶν, ἀλλὰ τέρψεως ἕνεκεν τὰς ἀκοὰς ὑπέχουσι τοῖς τὰ παριστάμενα | |
55 | λέγουσι· διὰ τοῦτο οὐ τοῖς ὠφελοῦσιν, ἀλλὰ τοῖς τέρπειν μᾶλλον δυναμένοις προσέχειν σπουδάζουσι. Διὸ, παρα‐ καλῶ, πᾶσι τοῖς τοιούτοις τὰς ἀκοὰς ἀποτειχίσαντες, τῷ κανόνι τῆς ἁγίας Γραφῆς κατακολουθήσωμεν. Καὶ ὅταν ἀκούσῃς, ἀγαπητὲ, ὅτι Ἐφύτευσε παράδεισον ὁ Θεὸς ἐν | |
60 | Ἐδὲμ κατὰ ἀνατολὰς, τὸ μὲν, Ἐφύτευσε, θεοπρεπῶς ἐπὶ Θεοῦ νόει, ὅτι προσέταξε, τὸ δὲ ἑξῆς πίστευε, ὅτι καὶ παράδεισος γέγονε, καὶ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα καὶ ἡ | |
Γραφὴ ἐπεσημήνατο. Τὸ γὰρ μὴ πιστεύειν τοῖς ἐν τῇ θείᾳ | ||
53.109 | Γραφῇ κειμένοις, ἀλλ’ ἕτερα ἐπεισάγειν ἐξ οἰκείας δια‐ νοίας, πολὺν ἡγοῦμαι κίνδυνον φέρειν τοῖς τοῦτο ποιεῖν τολμῶσι. Καὶ ἔθετο, φησὶν, ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασεν. | |
5 | δʹ. Ὅρα εὐθέως, πόσην τὴν τιμὴν εἰς αὐτὸν ἐπιδείκνυται. Ἔξω τοῦ παραδείσου τοῦτον δημιουργήσας, εὐθέως αὐτὸν παραγαγὼν, ἵνα διὰ τῶν πραγμάτων αἴσθησιν αὐτῷ τῆς εὐεργεσίας παράσχῃ, καὶ γνῷ διὰ τῶν ἔργων τὴν τιμὴν, ἣν εἰς αὐτὸν ἐπιδείκνυται, εἰς τὸν παράδεισον αὐτὸν εἰσ‐ | |
10 | ήγαγε, Καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καὶ τὸ, Ἔθετο, πάλιν οὕτω νοῶμεν, ἀντὶ τοῦ προσέταξεν ἐκεῖ αὐτὸν διάγειν, ἵνα καὶ ἡ ὄψις καὶ ἡ διαγωγὴ πολλὴν αὐτῷ τὴν ἡδονὴν παρέχῃ, καὶ εἰς εὐχαριστίας εὐγνωμοσύνην αὐτὸν διεγείρῃ, ἐννοοῦντα ὅσον εὐεργέτηται οὐδὲν οὐδέπω | |
15 | ἐπιδειξάμενος. Μὴ τοίνυν ξενιζέτω σε ἡ τοῦ Ἔθετο λέξις· ἔθος γὰρ ἀεὶ τῇ Γραφῇ δι’ ἡμᾶς καὶ τὴν ὠφέλειαν τὴν ἡμε‐ τέραν ταῖς ἀνθρωπίναις κεχρῆσθαι λέξεσι. Καὶ ἵνα μάθῃς, ὅρα πῶς προλαβοῦσα, καὶ ἐπὶ τῆς τῶν ἀστέρων δημιουρ‐ γίας τῇ αὐτῇ λέξει ἐχρήσατο εἰποῦσα, Καὶ ἔθετο αὐτοὺς | |
20 | ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, οὐχ ἵνα ἐμπεπῆχθαι αὐτοὺς τῷ οὐρανῷ νοήσωμεν (καὶ γὰρ ἕκαστος αὐτῶν τὸν οἰκεῖον δρόμον διανύει τόπους ἐκ τόπων ἀμείβων), ἀλλ’ ἵνα διδάξῃ, ὅτι ἐν τῷ οὐρανῷ αὐτοὺς εἶναι προσέταξε, καθάπερ καὶ τὸν ἄνθρωπον ἐν τῷ παραδείσῳ διάγειν. Καὶ | |
25 | ἐξανέτειλε, φησὶν, ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, καὶ τὸ ξύ‐ λον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Ἰδοὺ καὶ ἕτε‐ ρον εὐεργεσίας εἶδος πάλιν διὰ τὴν εἰς τὸν δημιουργηθέντα | |
30 | τιμήν. Ἐπειδὴ γὰρ αὐτὸν ἐν τῷ παραδείσῳ διάγειν ἐβου‐ λήθη, προσέταξεν ἐκ τῆς γῆς ἀναδοθῆναι δένδρα διάφορα, ὁμοῦ καὶ τέρπειν αὐτὸν δυνάμενα διὰ τῆς θέας, καὶ πρὸς βρῶσιν ἐπιτήδεια. Πᾶν γὰρ ξύλον, φησὶν, ὡραῖον εἰς ὅρασιν, τοῦτ’ ἔστιν εἰς θέαν· Καὶ καλὸν εἰς βρῶσιν, | |
35 | τοῦτ’ ἔστι καὶ εὐφραίνειν δυνάμενα διὰ τῆς ὄψεως, καὶ ἡδονὴν πολλὴν παρέχοντα διὰ τῆς βρώσεως, καὶ τῷ πλήθει δὲ καὶ τῇ ἀφθονίᾳ πολλὴν τὴν εὐφροσύνην προξενοῦντα τῷ μέλλοντι τούτων ἀπολαύειν. Πᾶν γὰρ, φησὶ, ξύλον, ὅπερ ἂν εἴπῃς, ἀναδοθῆναι πεποίηκεν. Εἶδες διαγωγὴν ἀταλαί‐ | |
40 | πωρον; εἶδες βίον θαυμαστόν; Καθάπερ γὰρ ἄγγελός τις, οὕτως ἐπὶ τῆς γῆς διέτριβεν ὁ ἄνθρωπος, σῶμα μὲν περι‐ κείμενος, ἔξω δὲ τῶν σωματικῶν ἀναγκῶν τυγχάνων, καὶ καθάπερ βασιλεὺς ἁλουργίδι καὶ διαδήματι κεκοσμημέ‐ νος, καὶ πορφυρίδα ἀναβεβλημένος, οὕτως ἐνετρύφα τῇ | |
45 | τοῦ παραδείσου διαγωγῇ μετὰ ἀδείας πολλὴν ἔχων τὴν ἀφθονίαν. Καὶ τὸ ξύλον, φησὶ, τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Μετὰ τὸ διδάξαι ἡμᾶς, ὅτι πᾶν ξύλον ἐξέδω‐ κεν ἡ γῆ κατὰ τὸ τοῦ Δεσπότου πρόσταγμα, καὶ ὡραῖον | |
53.109(50) | εἰς ὅρασιν, καὶ καλὸν εἰς βρῶσιν, τότε φησί· Καὶ τὸ ξύ‐ λον τῆς ζωῆς ἐν μέσῳ τοῦ παραδείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ. Προειδὼς γὰρ ὁ φιλάνθρωπος Δεσπότης, ὡς δημιουργὸς, τὴν ἐκ τῆς πολλῆς ἀδείας μέλλουσαν τοῦ χρόνου προϊόντος τίκτεσθαι | |
55 | βλάβην, ἀνῆκε καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τοῦ παρα‐ δείσου, καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πο‐ νηροῦ, ἐπειδὴ μετ’ οὐ πολὺ μέλλει τὴν τούτου ἀποχὴν αὐτῷ κελεύειν, ἵνα εἰδέναι ἔχῃ, ὅτι χάριτι καὶ φιλαν‐ | |
θρωπίᾳ τὴν ἀπόλαυσιν ἔχει, καὶ ἔστι Δεσπότης καὶ | Column end | |
53.110 | δημιουργὸς καὶ τῆς αὐτοῦ φύσεως, καὶ πάντων τῶν ὁρω‐ μένων. Διὰ τοῦτο ἤδη τοῦ ξύλου τὴν μνήμην ἐποιήσατο, καὶ διηγεῖται ἡμῖν ἐφεξῆς τῶν ποταμῶν τὰ ὀνόματα, καὶ τούτων τὸν ἀφορισμὸν, ὡς ἂν εἴποι τις, καὶ ὅτι | |
5 | ἐξ ἐκείνου τοῦ τὴν ἀρδείαν τῷ παραδείσῳ παρέχοντος ἕτεροι εἰς τέσσαρας ἀρχὰς διαιρεθέντες, οὕτω τὰ κλί‐ ματα τῆς γῆς διενείμαντο. Ἀλλ’ ἴσως οἱ τὰ ἀπὸ τῆς οἰκείας σοφίας φθέγγεσθαι βουλόμενοι, πάλιν οὔτε πο‐ ταμοὺς συγχωροῦσιν εἶναι τοὺς ποταμοὺς, οὔτε τὰ ὕδατα | |
10 | ὕδατα, ἀλλ’ ἕτερόν τι φαντάζεσθαι ἀναπείθουσι τοὺς ἐκδιδόναι αὐτοῖς τὰς ἀκοὰς αἱρουμένους. Ἀλλ’ ἡμεῖς, παρακαλῶ, τούτων μὲν μὴ ἀνεχώμεθα, ἀλλ’ ἀποφράτ‐ τωμεν αὐτοῖς τὰς ἀκοὰς, πειθώμεθα δὲ τῇ θείᾳ Γραφῇ, καὶ τοῖς ὑπ’ αὐτῆς εἰρημένοις κατακολουθοῦντες, τὰ | |
15 | ὑγιῆ δόγματα σπουδάζωμεν ἐναποτίθεσθαι ταῖς ἑαυτῶν ψυχαῖς, καὶ μετὰ τούτων καὶ βίου ἀκρίβειαν ἐπιδείκνυ‐ σθαι, ἵνα καὶ ὁ βίος μαρτυρῇ τοῖς δόγμασι, καὶ τὰ δόγματα τὸν βίον ἀξιοπιστότερον ἀποφαίνῃ. Οὔτε γὰρ ἐὰν ἔχωμεν δόγματα μὲν ὀρθὰ, βίου δὲ ἀμελῶμεν, | |
20 | ὄφελος ἡμῖν ἔσται τι· οὔτε ἐὰν βίον ἔχοντες, τῶν ὀρθῶν δογμάτων ἀμελῶμεν, κερδᾶναί τι χρήσιμον καὶ πρὸς σωτηρίαν ἡμετέραν δυνησόμεθα. Προσήκει γὰρ, εἰ βου‐ λοίμεθα καὶ γεέννης ἐλευθερωθῆναι, καὶ βασιλείας ἐπιτυχεῖν, ἀμφοτέρωθεν κοσμεῖσθαι, καὶ δογμάτων | |
25 | ὀρθότητι, καὶ βίου ἐπιμελείᾳ. Τί γὰρ ὄφελος, εἰπέ μοι, δένδρου εἰς ὕψος πολὺ ἐκτεινομένου, καὶ τοῖς φύλλοις κομῶντος, ὅταν καρποῦ ἔρημον ᾖ; Οὕτω καὶ τὸν Χρι‐ στιανὸν οὐδὲν ὀνίνησι τὰ ὀρθὰ δόγματα, ἐὰν τῆς κατὰ τὸν βίον πολιτείας ἀμελῇ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοὺς | |
30 | τοιούτους ἐμακάριζε λέγων· Μακάριος ὁ ποιήσας καὶ διδάξας. Τῆς γὰρ διὰ τῶν λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἀκριβεστέρα καὶ ἀξιοπιστοτέρα πολλῷ. Ὁ γὰρ τοιοῦτος καὶ σιγῶν, καὶ μὴ ὁρώμενος παιδεύειν δύναται, τοὺς μὲν διὰ τῆς θέας, τοὺς δὲ διὰ τῆς ἀκοῆς, καὶ | |
35 | πολλῆς ἀπολαύσεται τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας, οὐ μόνον δι’ ἑαυτοῦ, ἀλλὰ καὶ διὰ τῶν εἰς αὐτὸν ὁρώντων παρασκευάζων δοξάζεσθαι τὸν ἑαυτοῦ Δεσπότην. Ὁ τοιοῦτος διὰ μυρίων γλωσσῶν, καὶ διὰ πολλῶν στομάτων τὰς εὐχαριστίας καὶ τοὺς ὕμνους ἀνοίσει τῷ τῶν ὅλων | |
40 | Θεῷ. Οὐδὲ γὰρ οἱ γνώριμοι μόνον, καὶ μάρτυρες τοῦ βίου ὄντες, καὶ αὐτὸν θαυμάσονται καὶ τὸν αὐτοῦ Δε‐ σπότην, ἀλλὰ καὶ οἱ ἀγνοοῦντες παρ’ ἑτέρων ταῦτα μανθάνοντες, καὶ οἱ πόῤῥωθεν οἰκοῦντες, καὶ οἱ μακρὰν ἀπῳκισμένοι καὶ οὐ φίλοι μόνον, ἀλλὰ καὶ ἐχθροὶ αἰ‐ | |
45 | δεσθήσονται τῆς ἀρετῆς τὴν ὑπερβολήν. Τοσαύτη γὰρ ταύτης ἡ ἰσχὺς, ὡς καὶ τῶν πολεμούντων αὐτῇ ἀπο‐ φράττειν τὰ στόματα, καὶ τὴν γλῶτταν ἐπιστομίζειν. Καὶ ὥσπερ πρὸς τὰς ἀκτῖνας τὰς ἡλιακὰς οἱ ἀσθενεῖς τὰς ὄψεις ἀντιβλέψαι οὐ τολμῶσιν, οὕτως οὐδὲ πρὸς τὴν | |
53.110(50) | ἀρετὴν ἡ κακία ἀντιβλέψαι δυνήσεταί ποτε, ἀλλὰ παρα‐ χωρήσει, καὶ νῶτα δώσει, καὶ τὴν ἧτταν ὁμολογήσει, Ὃ δὴ καὶ πεπεισμένοι ἀντεχώμεθα τῆς ἀρετῆς, καὶ μετὰ ἀσφαλείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, καὶ τῶν μικρῶν καὶ εὐτελῶν εἶναι δοκούντων ἁμαρτημάτων εἴτε ἐν λόγοις, | |
55 | εἴτε ἐν πράγμασιν, ἀπέχεσθαι σπουδάζωμεν. Οὕτω γὰρ οὐδέποτε τοῖς μείζοσι περιπεσούμεθα τῶν ἁμαρτημά‐ των, ἐὰν τῶν μικρῶν ἀποσχώμεθα· καὶ τοῦ χρόνου προϊόντος δυνησόμεθα καὶ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύον‐ τες τῆς ἄκρας ἀρετῆς ἐπιλαβέσθαι, καὶ τὴν κόλασιν | |
60 | διαφυγεῖν τὴν ἀποκειμένην, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | ||
53.111(1t) | ΟΜΙΛΙΑ ΙΔʹ. | |
2n | Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, | |
3n | καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, | |
4n | ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν. | |
5 | αʹ. Πάλιν, εἰ βούλεσθε, καὶ σήμερον τῆς ἀκολουθίας τῶν χθὲς εἰρημένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν τὴν πνευματικὴν ὑφᾶναι σπουδάσομεν. Πολλὴ γὰρ καὶ τῶν πρόσφατον ἀναγνωσθέντων ἡ ἐγκεκρυμμένη δύναμις, καὶ προσήκει πρὸς τὸ βάθος ἡμᾶς καθιέντας, καὶ | |
10 | ἅπαντα μετὰ ἀκριβείας διερευνησαμένους τὸ ἐξ αὐτῶν καρπώσασθαι. Εἰ γὰρ οἱ τοὺς ἀπὸ τῆς θαλάσσης λίθους εὑρίσκειν βουλόμενοι, τοσοῦτον πόνον καὶ ταλαιπωρίαν ὑπομένουσι, τῇ τῶν ὑδάτων ῥύμῃ ἑαυτοὺς ἐκδιδόντες, ἵνα τῶν σπουδαζομένων ἐπιτύχωσι· πολλῷ μᾶλλον ἡμᾶς | |
15 | ἀκόλουθον συντεῖναι τὴν διάνοιαν, καὶ τὰ ἐν τῷ βάθει κατοπτεύσαντας τῶν εἰρημένων, οὕτω τῶν τιμίων τού‐ των λίθων ἐπιλαβέσθαι. Ἀλλὰ μὴ δείσῃς, ἀγαπητὲ, βάθος ἀκούων. Οὐ γάρ ἐστιν ἐνταῦθα ὑδάτων ἄτακτος φορὰ, ἀλλὰ Πνεύματος χάρις καταυγάζουσα ἡμῶν τὴν | |
20 | διάνοιαν, καὶ τὴν εὕρεσιν τῶν ζητουμένων μετ’ εὐκολίας ἡμῖν παρεχομένη, καὶ πάντα πόνον ἐπικουφίζουσα. Ἐκείνων μὲν οὖν τῶν λίθων ἡ εὕρεσις οὐ σφόδρα ὤνησε τὸν ἐπιτυχόντα, πολλάκις δὲ καὶ κατέβλαψε, καὶ μυρίων ναυαγίων ὑπόθεσις αὐτῷ γέγονε, καὶ οὐ τοσαύτην ἀπὸ | |
25 | τῆς εὑρέσεως ἐκαρπώσατο τὴν εὐφροσύνην, ὅσην μετὰ τὴν εὕρεσιν τὴν ἀηδίαν ὑπέμεινε τοὺς τῶν βασκάνων ὀφθαλμοὺς ἀναπτερώσας καθ’ ἑαυτοῦ, τοὺς πλεονέκτας διεγείρας εἰς τὸν κατ’ αὐτοῦ πόλεμον. Οὕτως οὐ μόνον οὐδὲν ὄφελος εἰς τὸν βίον εἰσάγει τὸν ἡμέτερον ἡ ἐκείνων | |
30 | εὕρεσις, ἀλλὰ καὶ πολλῶν πολέμων ὑπόθεσις γίνεται. Ὕλη γάρ ἐστι πλεονεξίας, καὶ κάμινον ἀνάψασα φιλαρ‐ γυρίας, πολιορκεῖ τὴν ψυχὴν τῶν ἁλόντων. Ἐπὶ δὲ τῶν πνευματικῶν τούτων καὶ τιμίων λίθων οὐδέν ἐστι δεῖσαί τι τοιοῦτον, ἀλλὰ καὶ ὁ πλοῦτος ὁ ἐντεῦθεν συλλεγόμενος | |
35 | ἄφατος, καὶ ἡ ἡδονὴ ἀμάραντος, καὶ ἐκ πολλοῦ τοῦ περιόντος νικῶσα πᾶσαν τὴν ἐκεῖθεν προσγινομένην τοῖς ἀνθρώποις εὐφροσύνην. Καὶ τοῦτο ἄκουε τοῦ Δαυῒδ λέγοντος, ὅτι Ἐπιθυμητὰ τὰ λόγιά σου ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν. Ὁρᾷς πῶς τὰς τιμιωτέρας | |
40 | νομιζομένας τῶν ὑλῶν εἰς μέσον παραγαγὼν, οὐ μόνον ταύτῃ τῇ συγκρίσει οὐκ ἠρκέσθη, ἀλλὰ καὶ προσέθηκε, Πολὺν, καὶ τότε τὴν ἐντεῦθεν ἡμῖν ὑπεροχὴν ἐδήλωσεν; Ὑπὲρ χρυσίον, φησὶ, καὶ λίθον τίμιον πολύν. Οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ τὰ θεῖα λόγια, | |
45 | ἀλλ’ ἐπειδὴ ταύτας μόνας τὰς ὕλας παρὰ τοῖς ἀνθρώ‐ ποις εἶδε τὴν ἀνωτάτω προεδρίαν ἐχούσας, διὰ τοῦτο ταύτας παραγαγὼν εἰς μέσον, οὕτω τὴν ὑπεροχὴν ἔδειξε, καὶ τὴν ἐπιθυμίαν τῶν τοῦ Πνεύματος λογίων σφοδροτέραν οὖσαν. Καὶ ἵνα μάθητε, ὅτι τοῦτο ἔθος ἀεὶ | |
53.111(50) | τῇ θείᾳ Γραφῇ τοῖς αἰσθητοῖς παραβάλλειν πράγμασι τὴν ἐντεῦθεν ὠφέλειαν, καὶ οὕτω τὴν ὑπεροχὴν ἐπιδείκ‐ νυσθαι, ἄκουε καὶ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα οὐκ ἐπειδὴ τοσοῦτο μόνον ἐστὶ γλυκύτερα, οὐδὲ ἐπειδὴ το‐ | |
55 | σαύτην παρέχειν δύναται τὴν ἡδονὴν, ἀλλ’ ἐπειδὴ οὐδὲν ἕτερον εἶχεν ἐν τοῖς αἰσθητοῖς παραβάλλειν τῇ ἡδονῇ τῶν θείων λογίων· διὰ τοῦτο τούτων μνημονεύσας, οὕτω πάλιν τὴν ὑπεροχὴν ἔδωκε, καὶ τὴν ἡδονὴν πλείονα ἔφησεν εἶναι τῶν πνευματικῶν διδαγμάτων. Τῷ αὐτῷ | |
60 | κανόνι εὑρήσεις καὶ τὸν Χριστὸν ἐν τοῖς Εὐαγγελίοις κεχρημένον. Ὅτε γὰρ τοῖς μαθηταῖς διελέγετο, καὶ | |
ἐπιθυμοῦσι μαθεῖν τὴν ἑρμηνείαν τῆς παραβολῆς τοῦ | Column end | |
53.112 | σπείραντος τὸ καλὸν σπέρμα ἐν τῷ ἀγρῷ, καὶ τοῦ ἐχθροῦ τοῦ τὰ ζιζάνια ἀναμέσον τοῦ σίτου ἐπεμβαλόντος. κατὰ μέρος πᾶσαν διέλυσε τὴν παραβολὴν, εἰπὼν τίς ἦν τὸ καλὸν σπέρμα σπείρας, καὶ τίς ὁ ἀργὸς, καὶ τίνα ἐστὶ | |
5 | τὰ ζιζάνια, καὶ τίς ὁ ταῦτα κατασπείρας, καὶ τίνες οἱ θερίζοντες, καὶ τίς ὁ θερισμὸς, καὶ ὅτε πάντα σαφῶς αὐτοῖς ἐξεκάλυψε, τότε φησίν· Οἱ δίκαιοι ἐκλάμψου‐ σιν ὡς ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν· οὐκ ἐπειδὴ τοσαύτην μόνην τὴν λαμπηδόνα ἕξουσιν οἱ | |
10 | δίκαιοι, ἀλλὰ δεικνὺς ὅτι πολλῷ μείζονα· τοσαύτην δὲ εἶπεν, ἐπειδὴ μείζονα ταύτης εἰκόνα ἐν τοῖς ὁρωμένοις οὐκ ἦν εὑρεῖν. Ἐπειδὰν οὖν τι τοιοῦτον ἀκούσωμεν, μὴ μέχρι τῶν λεγομένων ἐναπομείνωμεν, ἀλλὰ ἀναλο‐ γιζώμεθα ἀπὸ τῶν αἰσθητῶν καὶ ὁρωμένων τῶν πνευ‐ | |
15 | ματικῶν μάλιστα τὴν ὑπεροχήν. Εἰ τοίνυν καὶ τὴν ἐπι‐ θυμίαν σφοδροτέραν ἔστιν ἐνταῦθα εὑρεῖν, καὶ τὴν ἡδονὴν ἀκριβεστέραν (θεῖα γάρ ἐστι τὰ λόγια καὶ πνευματικὰ, καὶ πολλὴν δυνάμενα τίκτειν τῇ ψυχῇ τὴν εὐφροσύνην τὴν πνευματικὴν), μετὰ πολλοῦ τοῦ πόθου, καὶ σφοδρᾶς | |
20 | τῆς ἐπιθυμίας τὰς ἀκοὰς ὑπέχωμεν τοῖς λεγομένοις, ἵνα τὸν ἀληθῆ πλοῦτον ἐντεῦθεν ἑαυτοῖς περιποιησάμενοι, καὶ πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν πολλὰ δεξάμενοι τὰ σπέρματα, οὕτως οἴκαδε ἀναχωρῶμεν βʹ. Ἀκούσωμεν τοίνυν τίνα ἐστὶ τὰ σήμερον ἀναγνω‐ | |
25 | σθέντα· ἀλλὰ συντείνατέ μοι τὴν διάνοιαν, καὶ πᾶσαν ῥᾳθυμίαν ἀποτιναξάμενοι, καὶ φροντίδα βιωτικὴν, οὕτω τοῖς λεγομένοις προσέχετε· θεῖοι γάρ εἰσι νόμοι ἄνωθεν ἐκ τῶν οὐρανῶν κατενεχθέντες διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Εἰ γὰρ βασιλικῶν γραμμάτων ἀναγινωσκομέ‐ | |
30 | νων πολλὴ γίνεται ἡ ἡσυχία, καὶ πᾶς θόρυβος, καὶ ταραχὴ ἐκποδὼν, πάντων συντεταμέναις ταῖς ἀκοαῖς ἑστώτων καὶ ἐπιθυμούντων ἀκοῦσαι, τίνα ἐστὶν ἃ δηλοῖ τὰ γράμ‐ ματα τὰ βασιλικὰ, καὶ κίνδυνος μέγιστος ἕπεται τῷ κἂν πρὸς βραχὺ θορυβήσαντι, καὶ διακόψαντι τῶν ἀναγινω‐ | |
35 | σκομένων τὴν ἀκολουθίαν· πολλῷ μᾶλλον ἐνταῦθα μετὰ φόβου καὶ τρόμου ἑστάναι δεῖ, καὶ πολλὴν παρέχειν τὴν σιγὴν, καὶ τῶν λογισμῶν τὴν ταραχὴν φυγαδεύειν, ἵνα καὶ συνιέναι δυνηθῆτε τὰ λεγόμενα, καὶ τῆς ὑπακοῆς ἀποδεξάμενος ὑμᾶς ὁ βασιλεὺς τῶν οὐρανῶν, μειζόνων | |
40 | καταξιώσῃ τῶν δωρεῶν. Ἴδωμεν τοίνυν τί διδάσκει ἡμᾶς καὶ νῦν ὁ μακάριος Μωϋσῆς, οὐκ οἰκείᾳ γλώττῃ μόνον ταῦτα λέγων, ἀλλ’ ὑπὸ τῆς τοῦ Πνεύματος χάρι‐ τος ἐνηχούμενος. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε. Καλῶς εὐθέως ἐκ προοιμίων | |
45 | τὰ δύο τέθεικεν· οὐδὲ γὰρ εἶπε, Κύριος, καὶ ἐσίγησεν, ἀλλὰ προσέθηκε, Ὁ Θεὸς, λανθάνον τι καὶ κεκρυμμένον ἐντεῦθεν ἡμᾶς διδάσκων, ἵνα εἰδέναι ἔχωμεν, ὅτι κἄν τε Κύριον ἀκούσωμεν, κἄν τε Θεὸν, οὐδεμία ἐν τοῖς ὀνόμα‐ σίν ἐστι διαφορά. Τούτου δὲ νῦν οὐχ ἁπλῶς ἐμνημό‐ | |
53.112(50) | νευσα, ἀλλ’ ἵνα ὅταν ἀκούσῃς Παύλου λέγοντος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα, μὴ νομίσῃς διαφορὰν εἶναι ἐν ταῖς λέξεσι, καὶ τὴν μὲν μεῖζόν τι δηλοῦν, τὴν δὲ ἔλαττον. Διὰ τοῦτο καὶ ἀδιαφόρως ἡ Γραφὴ τούτοις | |
55 | κέχρηται τοῖς ὀνόμασιν, ἵνα μὴ ἐξῇ τοῖς φιλονείκως διακειμένοις τὸ ἐξ οἰκείας ὑπονοίας ἐπεισφέρειν τῇ τῶν δογμάτων ὀρθότητι. Καὶ ἵνα μάθῃς ὡς οὐδὲν τῶν τοιούτων παρατετηρημένως καὶ ἀποκεκληρωμένως φθέγγεται ἡ θεία Γραφὴ, ἐξ αὐτοῦ τοῦ νῦν λεγομένου σκόπει μετὰ | |
60 | ἀκριβείας. Καὶ ἔλαβε, φησὶ, Κύριος ὁ Θεός. Περὶ τίνος τοῦτο βούλεται εἰρῆσθαι ὁ αἱρετικός; Περὶ τοῦ | |
Πατρὸς μόνου; Καλῶς. Ἄκουε τοίνυν Παύλου λέγον‐ | ||
53.113 | τος, Εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα, καὶ Εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ πάντα. Ὁρᾷς πῶς τὸ, Κύριος, ὄνομα τῷ Υἱῷ προσένεμε; Τί ἂν οὖν εἴποιεν τὴν, Κύριος, προσηγορίαν μείζονα εἶναι τοῦ Θεός; | |
5 | Ὁρᾶτε ὅσον τὸ ἄτοπον, καὶ ὅση τῆς βλασφημίας ἡ ἐπίτασις. Ὅταν γὰρ μὴ βούληταί τις ἀνέχεσθαι κα‐ τακολουθεῖν τῷ κανόνι τῆς θείας Γραφῆς, ἀλλὰ τοῖς οἰκείοις λογισμοῖς ἐθέλοι διδόναι χώραν, ταράττει τὴν διάνοιαν, καὶ λογομαχίας καὶ ζητήσεις ἀπεράντους | |
10 | ἐπιφέρει τῇ ὑγιεῖ τῶν δογμάτων ὀρθότητι. Καὶ ἔλαβε, φησὶν, Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, ἐργάζε‐ σθαι αὐτὸν καὶ φυλάσσειν. Ὅρα πόσῃ κέχρηται προ‐ νοίᾳ περὶ τὸν δημιουργηθέντα ἄνθρωπον. Ἐπειδὴ γὰρ | |
15 | χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος Μωϋσῆς λέγων, ὅτι Ἐφύτευσεν ὁ Θεὸς τὸν παράδεισον, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον· ἀντὶ τοῦ, Ἐβουλήθη ἐκεῖ αὐτὸν ἔχειν τὸ οἰκητήριον, καὶ ἐνδιαιτᾶσθαι τῇ ἀπολαύσει τοῦ πα‐ ραδείσου· σήμερον πάλιν δείκνυσιν ἡμῖν τὴν ἄφατον τοῦ | |
20 | Θεοῦ φιλανθρωπίαν, ἣν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπαναλαμβάνων τὸν λόγον φησί· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς τὸν ἄνθρωπον, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς. Οὐχ ἁπλῶς εἶπεν, Ἐν τῷ παραδείσῳ, ἀλλὰ προσέθηκε, Τῆς τρυφῆς, ἵνα τὴν | |
25 | ὑπερβάλλουσαν ἡδονὴν ἧς ἀπήλαυεν ἐκ τῆς αὐτόθι οἰκήσεως, ἐμφήνῃ ἡμῖν· καὶ εἰπὼν, Ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς, φησὶν, Ἐργάζεσθαι αὐ‐ τὸν καὶ φυλάσσειν. Πολλῆς καὶ τοῦτο κηδεμονίας. Ἐπειδὴ γὰρ τρυφῆς ἁπάσης ἐπεπλήρωτο ἡ αὐτόθι δια‐ | |
30 | γωγὴ, καὶ τὴν ἀπὸ τῆς θέας τέρψιν ἔχουσα, καὶ τὴν ἀπὸ τῆς ἀπολαύσεως εὐφροσύνην, ἵνα μὴ ἀποσκιρτήσῃ ἐκ τῆς ὑπερβαλλούσης ἀνέσεως ὁ ἄνθρωπος (Πᾶσαν γὰρ τὴν κακίαν ἐδίδαξε, φησὶν, ἡ ἀργία), διὰ τοῦτο προσ‐ έταξεν αὐτὸν ἐργάζεσθαι καὶ φυλάσσειν. Τί οὖν, φησὶ, | |
35 | τῆς παρ’ αὐτοῦ ἐπιμελείας ἐδεῖτο ὁ παράδεισος; Οὐ τοῦτο λέγω, ἀλλὰ ἐβουλήθη τέως μικράν τινα καὶ σύμμετρον αὐτὸν ἔχειν μέριμναν περί τε τὴν φυλακὴν, περί τε τὴν ἐργασίαν. Εἰ γὰρ πόνου παντὸς ἦν ἀπηλλαγμένος, εὐθὺς ἀπέκλινεν ἂν πρὸς ῥᾳθυμίαν πολλῇ κεχρημένος | |
40 | ἀνέσει· νῦν δὲ ἐργαζόμενος ἐργασίαν ἀνώδυνόν τινα, καὶ ταλαιπωρίας ἐκτὸς, σωφρονέστερον ἂν διετέθη. Καὶ τὸ εἰπεῖν δὲ, ὅτι Φυλάσσειν, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ συγκατάβασίς ἐστι τῶν ῥημάτων, ἵνα ὅλως εἰδέναι ἔχῃ, φησὶν, ὅτι ὑπόκειταί τινι δεσπότῃ τῷ τὴν τοσαύτην | |
45 | ἀπόλαυσιν αὐτῷ χαρισαμένῳ, καὶ μετὰ τῆς ἀπολαύσεως τὴν φυλακὴν ἐπιτρέψαντι. Πάντα γὰρ ποιεῖ ὁ Θεὸς καὶ πραγματεύεται διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ μετὰ τούτου καὶ τὴν ἀπόλαυσιν καὶ τὴν ἄνεσιν δωρεῖται. Εἰ γὰρ διὰ τὴν ὑπερβάλλουσαν αὐτοῦ φιλανθρωπίαν, καὶ | |
53.113(50) | πρὶν ἡμᾶς παραγαγεῖν τὰ ἀπόῤῥητα ἐκεῖνα ἡμῖν ἀγαθὰ ηὐτρέπισε, καθὼς αὐτὸς λέγει· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου· πολλῷ μᾶλ‐ λον τὰ ἐνταῦθα πάντα μετὰ δαψιλείας παρέξει. | |
55 | γʹ. Ἐπεὶ οὖν τοσαύτας εὐεργεσίας εἰς τὸν δημιουργη‐ θέντα κατέθετο, πρῶτον ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν αὐτὸν, καὶ ἀπὸ τοῦ χοὸς σῶμα διαπλάσαι καταξιώσας, καὶ μετὰ ταῦτα τὸ κυριώτερον, τὴν ψυχὴν τὴν ἀσώματον διὰ τοῦ ἐμφυσήματος χαρισάμενος, εἶτα | |
60 | τὸν παράδεισον γενέσθαι κελεύσας, καὶ ἐκεῖ αὐτὸν ἐνδιαι‐ | |
τᾶσθαι προστάξας, μετὰ ταῦτα πάλιν καθάπερ πατὴρ | Column end | |
53.114 | φιλόστοργος παιδὶ νέῳ πολλῆς ἀδείας καὶ ἀνέσεως ἀπο‐ λαύοντι, ὥστε μὴ ἀποσκιρτῆσαι, μικράν τινα καὶ σύμ‐ μετρον ἐπινοεῖ φροντίδα· οὕτω καὶ ὁ Δεσπότης Θεὸς τῷ Ἀδὰμ τὴν ἐργασίαν καὶ τὴν φυλακὴν προσέταξεν, ἵνα | |
5 | μετὰ τῆς τρυφῆς τῆς πολλῆς, καὶ τῆς ἀδείας, καὶ τῆς ἀνέσεως, ἠρέμα πως ἔχῃ ταῦτα ἀμφότερα ἐγκόπτοντα αὐτοῦ τὴν εἰς τὸ πρόσω φοράν. Ταῦτα μὲν οὖν τὰ ἤδη ὑπάρξαντα τῷ δημιουργηθέντι· τὰ δέ γε ἑξῆς ἐπαγόμενα πάλιν πολλὴν καὶ ὑπερβάλλουσαν ἡμῖν ἐμφαίνει τὴν | |
10 | περὶ αὐτὸν φιλανθρωπίαν, τήν τε συγκατάβασιν, ἣν διὰ τὴν οἰκείαν ἀγαθότητα ἐπιδείκνυται. Τί γάρ φησιν ἡ Γραφή; Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ἵνα τῇ πυκνότητι τῶν λεγομένων ἀκριβῆ τὴν διδασκαλίαν | |
15 | δεξώμεθα, καὶ μηκέτι ἀνεχώμεθα τῶν τολμώντων ἀπο‐ κληροῦν τὰς τῶν ὀνομάτων προσηγορίας. καὶ τὴν μὲν τῷ Πατρὶ, τὴν δὲ τῷ Υἱῷ προσνέμειν. Ἐπειδὴ γὰρ ἀμφοτέρων ἡ οὐσία μία, διὰ τοῦτο καὶ ἡ θεία Γραφὴ ἀδιαφόρως ποτὲ μὲν τῷ Πατρὶ, ποτὲ δὲ τῷ Υἱῷ τὴν | |
20 | αὐτὴν προσηγορίαν εὑρίσκεται ἀποκληροῦσα. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων. Ἄξιον ἐνταῦθα ἐκπλαγῆναι τὴν πάντα λόγον ὑπερβαί‐ νουσαν τοῦ Θεοῦ φιλανθρωπίαν, ἣν ἐνδείκνυται ἡμῖν διὰ τῆς βραχείας ταύτης λέξεως. Καὶ ἐνετείλατο, | |
25 | φησί. Βλέπε ἐκ προοιμίων πόσῃ τιμῇ κέχρηται περὶ τὸν ἄνθρωπον. Οὐδὲ γὰρ εἶπε, προσέταξεν, ἢ ἐκέλευ‐ σεν, ἀλλὰ τί; Ἐνετείλατο. Καθάπερ φίλος φίλῳ περί τινων ἀναγκαίων ἐντελλόμενος διαλέγεται, οὕτω καὶ ὁ Θεὸς πρὸς τὸν Ἀδὰμ διατίθεται, μονονουχὶ διὰ | |
30 | τῆς τοσαύτης τιμῆς ἐπισπάσασθαι βουλόμενος αὐτὸν πρὸς τὴν ὑπακοὴν τῶν ἐντελλομένων ὑπ’ αὐτοῦ. Καὶ ἐν‐ ετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φά‐ | |
35 | γεσθε ἀπ’ αὐτοῦ. ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Πολὺ τῆς ἐντολῆς τὸ ἀνεπαχθές. Ἀλλὰ δεινὸν, ἀγαπητὲ, ἡ ῥᾳθυμία· ὥσπερ γὰρ αὕτη καὶ τὰ εὔκολα δύσκολα ἡμῖν φαίνεσθαι ποιεῖ, οὕτως ἡ σπουδὴ καὶ ἡ ἀγρυπνία καὶ τὰ δύσκολα εὔκολα ἡμῖν | |
40 | ἀπεργάζεται. Τί γὰρ, εἰπέ μοι, τούτου ἀνεπαχθέστερον; τί ταύτης τῆς τιμῆς μεῖζον γένοιτ’ ἄν; Παρέσχεν ἐν‐ διαιτᾶσθαι τῷ παραδείσῳ, τῷ κάλλει τέρπεσθαι τῶν ὁρωμένων, καὶ τὴν ὄψιν ἐκεῖθεν εὐφραίνειν, καὶ διὰ τῆς ἀπολαύσεως πολλὴν τὴν ἡδονὴν καρποῦσθαι. Ἐννόησον | |
45 | γὰρ ὅσον ἦν ὁρᾷν τὰ δένδρα τοῖς καρποῖς βριθόμενα, τῶν ἀνθῶν τὴν ποικιλίαν, τῶν βοτανῶν τὴν διαφορὰν, τῶν φύλλων τὰς κόμας, τὰ ἄλλα ὅσα εἰκὸς ἐν παραδείσῳ τυγχάνειν, καὶ ἐν παραδείσῳ ὑπὸ τοῦ Θεοῦ φυτευθέντι. Διὰ γὰρ τοῦτο προλαβοῦσα ἡ θεία Γραφὴ εἶπεν, ὅτι Ἐξα‐ | |
53.114(50) | νέτειλεν ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρα‐ σιν, καὶ καλὸν εἰς βρῶσιν, ἵνα εἰδέναι ἔχωμεν ὅσης ἀφθονίας ἀπολαύων, εἰς τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν ἐξύ‐ βρισε διὰ πολλὴν ἀκρασίαν καὶ ῥᾳθυμίαν. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, τῆς τιμῆς τὴν ὑπερβολὴν, ἧς αὐτὸν | |
55 | ἠξίωσεν, ἰδιάζουσαν καὶ ἀφωρισμένην αὐτῷ τράπεζαν τὴν ἐν τῷ παραδείσῳ δωρησάμενος, ἵνα μὴ νομίσῃ τὴν αὐτὴν τοῖς ἀλόγοις καὶ αὐτῷ τροφὴν ὑπάρχειν, ἀλλ’ ἔχῃ καθάπερ βασιλεὺς ἐνδιαιτώμενος τῇ τοῦ παραδείσου δια‐ γωγῇ, ἐντρυφᾷν τῇ ἐκεῖθεν ἀπολαύσει, καὶ καθάπερ | |
60 | δεσπότης κεχωρισμένος ᾖ τῶν εἰς ὑπηρεσίαν αὐτῷ πα‐ ρασχεθέντων, καὶ ἀφωρισμένην ἔχῃ τὴν διαγωγήν. Καὶ ἐνετείλατο, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ λέγων· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ | |
65 | πονηρὸν, οὐ φάγεσθε ἀπ’ αὐτοῦ. ᾟ δ’ ἂν ἡμέρᾳ φά‐ γητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε· μονονουχὶ λέ‐ γων πρὸς αὐτὸν, Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς ἀπαιτῶ | |
παρὰ σοῦ; Πάντων τὴν ἀπόλαυσιν ἐπιτρέπω, ἑνὸς τού‐ | ||
53.115 | του μόνον μὴ ἅψασθαι ἐντέλλομαι· ἀλλὰ καὶ τὸ ἐπιτί‐ μιον μέγα ὁρίζω, ἵνα κἂν τῷ φόβῳ σωφρονιζόμενος φυ‐ λάξῃς τὴν παρ’ ἐμοῦ σοι δοθεῖσαν ἐντολήν· ταὐτὸν ποιῶν, ὥσπερ ἂν εἴ τις δεσπότης φιλότιμος οἰκίαν μεγάλην τινὶ | |
5 | ἐμπιστεύσειε, καὶ ὑπὲρ τοῦ τὴν δεσποτείαν αὐτῷ ἀκέ‐ ραιον μένειν, βραχύ τι ἀργύριον τυπώσειε παρ’ αὐτοῦ δίδοσθαι. Οὕτω δὴ καὶ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἀπόλαυσιν αὐτῷ χα‐ ρισάμενος, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι ἐκέλευσεν, | |
10 | ἵνα εἰδέναι ἔχῃ, ὅτι ὑπὸ Δεσπότην ἐστὶν, ᾧ προσήκει αὐτὸν πείθεσθαι, καὶ τοῖς ὑπ’ ἐκείνου προσταττομένοις εἴκειν. δʹ. Τίς ἂν κατ’ ἀξίαν θαυμάσειε τοῦ κοινοῦ πάντων Δεσπότου τὴν φιλοτιμίαν; Οὐδὲν οὐδέπω ἐπιδειξάμενον | |
15 | πόσης ἀξιοῖ τῆς εὐεργεσίας; Οὐδὲ γὰρ ἐξ ἡμισείας αὐτῷ τὴν ἀπόλαυσιν ἔδωκεν, οὐδὲ τῶν πλειόνων ἀποσχέ‐ σθαι ἐκέλευσεν, τῶν δὲ λειπομένων ἔχειν τὴν ἀπόλαυσιν· ἀλλὰ πάντων τῶν ἐν τῷ παραδείσῳ μετέχειν αὐτὸν βου‐ ληθεὶς, τοῦ ἑνὸς ξύλου μόνου ἀποσχέσθαι προστάττει, | |
20 | δεικνὺς διὰ τῶν πραγμάτων, ὅτι οὐδενὸς ἑτέρου ἕνεκεν τοῦτο πεποίηκεν, ἀλλ’ ἵνα τὸν αἴτιον εἰδέναι ἔχῃ τῶν τοσούτων εὐεργεσιῶν. Καὶ σκόπει μετὰ τῶν ἄλλων καὶ ἐντεῦθεν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅσῃ τῇ τιμῇ κέχρηται καὶ περὶ τὴν μέλλουσαν ἐξ αὐτοῦ διαπλάττεσθαι γυναῖκα. | |
25 | Οὐδέπω γὰρ αὐτῆς παραχθείσης, ὡς πρὸς ἀμφοτέρους τὴν ἐντολὴν ποιεῖται λέγων· Οὐ φάγεσθε ἀπ’ αὐτοῦ, καὶ, ᾟ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· δη‐ λῶν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι ἕν εἰσιν ἀνὴρ καὶ γυνὴ, καθὼς καὶ ὁ Παῦλός φησι· Κεφαλὴ τῆς γυναικὸς ὁ | |
30 | ἀνήρ. Διὰ τοῦτο τοίνυν ὡς πρὸς ἀμφοτέρους διαλέγεται, ἵνα μετὰ ταῦτα διαπλάσας ἐξ αὐτοῦ τὴν γυναῖκα, ἀφορ‐ μὰς αὐτῷ παράσχῃ τοῦ γνωρίσαι αὐτῇ τὰ παρ’ αὐτοῦ ἐνταλθέντα. Καὶ οἶδα μὲν, ὅτι πολυθρύλλητόν ἐστι τοῦτο τὸ περὶ τοῦ ξύλου ζήτημα, καὶ ὅτι πολλοὶ τῶν ἀπαρα‐ | |
35 | φυλάκτως φθεγγομένων ἀπὸ τοῦ ἀνθρώπου ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγειν ἐπιχειροῦσι, καὶ λέγειν τολμῶσι· τίνος γὰρ ἕνεκεν ἐδίδου αὐτῷ τὴν ἐντολὴν εἰδὼς ὅτι πα‐ ραβήσεται; καὶ πάλιν, διὰ τί γὰρ τὸ ξύλον προσέταξε γενέσθαι ἐν τῷ παραδείσῳ; καὶ πολλὰ ἕτερα· ἀλλ’ ἵνα | |
40 | μὴ νῦν πρὸ τοῦ καιροῦ τῆς παραβάσεως δόξωμεν προπη‐ δᾷν εἰς τὴν περὶ τούτων ἐξήγησιν, ἀναγκαῖον ἀναμεῖναι καὶ ἡμᾶς τὴν τοῦ μακαρίου Μωϋσέως διήγησιν, ἵν’ οὕτως εἰς τὸν τόπον ἀφικόμενοι εὐκαίρως, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ, περὶ τούτου κινήσαντες, διδάξωμεν | |
45 | τὴν ὑμετέραν ἀγάπην τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν· ἵν’ εἰδότες τὴν ἀλήθειαν τῶν ἐγγεγραμμένων, καὶ τὴν προσ‐ ήκουσαν δοξολογίαν ἀναφέρητε τῷ Δεσπότῃ, καὶ μὴ καταλιπόντες τὸν ἡμαρτηκότα, ἐπὶ τὸν ἀναίτιον Θεὸν τὴν αἰτίαν μεταγάγητε· τέως δὲ ἐπὶ τοῦ παρόντος, εἰ δοκεῖ, | |
53.115(50) | τὰ ἑξῆς τοῦ ἀναγνώσματος ἐπέλθωμεν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Ἰδοὺ πάλιν ὁμοίως εἶπε, καθάπερ καὶ πρότερον, Κύριος ὁ Θεὸς, ἵνα ἐμπήξαντες ἡμῶν τῇ διανοίᾳ τὰ λεγόμενα, μὴ τὰ ἀπὸ τῶν ἀνθρωπίνων λογισμῶν τῆς θείας Γραφῆς | |
55 | κυριώτερα εἶναι νομίζωμεν. Καὶ εἶπε, φησὶν, Κύριος ὁ Θεὸς, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον. Σκόπει πῶς οὐχ ἵσταται ὁ ἀγαθὸς Θεὸς, ἀλλ’ εὐεργεσίας εὐεργε‐ σίαις προστίθησι, καὶ πλουτῶν ἀγαθότητι, πάσῃ τιμῇ περιβαλεῖν βούλεται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ μετὰ | |
60 | τῆς τιμῆς καὶ εὐκολίαν αὐτῷ διαγωγῆς χαρίσασθαι. | |
Εἶπε γὰρ, φησὶ, Κύριος ὁ Θεὸς, Οὐ καλὸν εἶναι τὸν | Column end | |
53.116 | ἄνθρωπον μόνον. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐ‐ τόν. Ἰδοὺ πάλιν καὶ ἐνταῦθα τὸ, Ποιήσωμεν Καθάπερ γὰρ ἐξ ἀρχῆς ἔλεγεν ἐπὶ τῆς τοῦ ἀνθρώπου διαπλάσεως, | |
5 | Ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν· οὕτω καὶ νῦν μέλλων τὴν γυναῖκα διαπλάτ‐ τειν τῷ αὐτῷ κέχρηται ῥήματι, καί φησι, Ποιήσωμεν. Πρὸς τίνα διαλέγεται; Οὐ πρὸς κτιστήν τινα δύναμιν, ἀλλὰ πρὸς τὸν ἐξ αὐτοῦ γεννηθέντα, τὸν θαυμαστὸν | |
10 | σύμβουλον, τὸν ἐξουσιαστὴν, τὸν ἄρχοντα τῆς εἰρήνης, τὸν μονογενῆ αὐτοῦ Παῖδα. Καὶ ἵνα μάθῃ ὁ Ἀδὰμ, ὅτι ὁμότιμον αὐτῷ τὸ ζῶον μέλλει εἶναι τὸ διαπλαττό‐ μενον, διὰ τοῦτο καθάπερ ἐπ’ αὐτοῦ ἔλεγε, Ποιήσωμεν, οὕτω καὶ νῦν φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ | |
15 | αὐτόν. Ἀμφότερα πολλὴν ἔχει τὴν δύναμιν, καὶ τὸ, Βοηθὸν, καὶ τὸ, Κατ’ αὐτόν. Οὐ βούλομαι, φησὶ, μόνον αὐτὸν εἶναι, ἀλλ’ ἔχειν τινὰ παραμυθίαν ἐκ τῆς συνου‐ σίας, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατάλληλον αὐτῷ βοηθὸν παραγαγεῖν δεῖ, τὴν γυναῖκα αἰνιττόμενος. Διὰ | |
20 | τοῦτό φησι, Ποιήσωμεν αὐτῷ βοηθὸν, καὶ προσέθηκε δὲ, Κατ’ αὐτὸν, ἵν’ ὅταν ἴδῃς εὐθὺς τὰ θηρία παραγό‐ μενα, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, μὴ νομίσῃς περὶ τούτων εἰρῆσθαι. Εἰ γὰρ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ πολλὰ τῶν ἀλόγων, ἀλλ’ οὐδὲν ἴσον τῆς | |
25 | λογικῆς γυναικός. Διὰ τοῦτο εἶπε, Βοηθὸν κατ’ αὐτὸν, καὶ ἐπήγαγε· Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ, καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν τί καλέσει αὐτά· καὶ πᾶν ὃ ἐκάλεσεν αὐτὸ Ἀδὰμ | |
30 | ψυχὴν ζῶσαν, τοῦτο ὄνομα αὐτῷ. Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο γίνεται, ἀλλὰ διὰ τὰ μέλλοντα μετ’ οὐ πολὺ συμβαίνειν, ἃ προειδὼς ὁ Θεὸς δείκνυσιν ἡμῖν τὴν πολ‐ λὴν σοφίαν, ἣν κεχάρισται τῷ ὑπ’ αὐτοῦ δημιουργηθέντι, ἵν’ ἐπειδὰν τὰ τῆς παραβάσεως τῆς ἐντολῆς τῆς ὑπὸ τοῦ | |
35 | Θεοῦ δοθείσης γένηται, μὴ νομίσῃς δι’ ἄγνοιαν αὐτὸν παραβεβηκέναι, ἀλλ’ εἰδέναι ἔχῃς, ὅτι ῥᾳθυμίας ἐστὶ τὸ πτῶμα. εʹ. Ὅτι γὰρ σοφίας πολλῆς ἐπεπλήρωτο, μάνθανε ἐκ τῶν νῦν γινομένων. Καὶ ἤγαγεν αὐτὰ, φησὶ, πρὸς τὸν Ἀδὰμ, | |
40 | ἰδεῖν τί καλέσει αὐτά. Ἀπόδειξιν ἡμῖν τῆς πολλῆς αὐ‐ τοῦ σοφίας παρασχεῖν βουλόμενος τοῦτο ποιεῖ. Καὶ πά‐ λιν, Ὃ ἐκάλεσεν αὐτὸ, φησὶν, Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Οὐχ ἵνα δὲ τὴν σοφίαν αὐτοῦ μόνον καταμάθωμεν, | |
45 | τοῦτο γίνεται, ἀλλ’ ἵνα καὶ τὸ σύμβολον τῆς δεσποτείας διὰ τῆς τῶν ὀνομάτων θέσεως ἐπιδείξηται. Καὶ γὰρ καὶ τοῖς ἀνθρώποις ἔθος τοῦτο ποιεῖσθαι σύμβολον δεσπο‐ τείας, ἐπειδὰν οἰκέτας ὠνήσωνται, μετατιθέναι αὐτῶν τὰς προσηγορίας. Διὰ τοῦτο καὶ τὸν Ἀδὰμ παρασκευάζει | |
53.116(50) | καθάπερ δεσπότην πᾶσι τοῖς ἀλόγοις ἐπιθεῖναι τὰς προσ‐ ηγορίας. Μὴ γὰρ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ εἰρημένον, ἀλλ’ ἐννόησόν μοι, πόσης ἦν σοφίας τοσούτοις γένεσι πτηνῶν, ἑρπετῶν, θηρίων, κτηνῶν καὶ τῶν ἄλ‐ λων ἀλόγων, τῶν ἡμέρων, τῶν ἀγρίων, τῶν ἐν τοῖς ὕδασι | |
55 | δαιτωμένων, τῶν ἐκ τῆς γῆς ἀναδοθέντων, πᾶσι τούτοις ἐπιθεῖναι τὰς προσηγορίας, καὶ προσηγορίας τὰς κυρίας καὶ καταλλήλους ἑκάστῳ γένει· Πᾶν γὰρ, φησὶν, ὃ ἐκά‐ λεσεν αὐτὸ Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. Εἶδες ἐξουσίαν ἀπηρτισμένην; εἶδες δεσποτείας αὐθεντίαν; Λογίζου | |
60 | μετὰ τῶν ἄλλων καὶ τοῦτο, ὅτι καὶ λέοντες, καὶ παρδά‐ | |
λεις, καὶ ἔχεις, καὶ σκορπίοι, καὶ ὄφεις, καὶ τὰ ἄλλα | ||
53.117 | ἅπαντα τὰ τούτων θηριωδέστερα, καθάπερ πρὸς δεσπότην μετὰ πάσης ὑποταγῆς παραγεγονότα τὰς προσ‐ ηγορίας ἐδέξαντο, καὶ οὐδὲν τῶν θηρίων τούτων ἐδεδοί‐ κει ὁ Ἀδάμ. Μὴ τοίνυν ἐπισκηπτέτω τις τοῖς γεγενη‐ | |
5 | μένοις παρὰ τοῦ Δεσπότου, καὶ τὴν γλῶτταν ἀκονάτω κατὰ τοῦ δημιουργοῦ, μᾶλλον δὲ κατὰ τῆς ἑαυτοῦ κεφα‐ λῆς, καὶ λεγέτω τὰ ἀνόνητα ἐκεῖνα ῥήματα· τίνος ἕνε‐ κεν τὰ θηρία παρήχθη; Ὅτι γὰρ ἅπαντα ὁμοίως τοῖς ἡμέροις τὴν δουλείαν ἐπεγίνωσκε καὶ τὴν δεσποτείαν, | |
10 | δείκνυσιν ἡμῖν ἀκριβῶς ἡ τῶν ὀνομάτων θέσις. Αἱ γὰρ προσηγορίαι ἐκεῖναι ἃς ἔθετο αὐτοῖς μέχρι τοῦ παρόντος διαμένουσιν· οὕτως αὐτὰς ἐκύρωσεν ὁ Θεὸς, ἵνα διηνεκῆ ὑπόμνησιν ἔχωμεν καὶ τῆς τιμῆς, ἣν ἐξ ἀρχῆς ἐδέξατο παρὰ τοῦ Δεσπότου πάντων, τούτων τὴν ὑποταγὴν | |
15 | λαβὼν, καὶ τῆς ἀφαιρέσεως αὐτῷ τὴν αἰτίαν ἐπιγράφω‐ μεν διὰ τῆς ἁμαρτίας τὴν ἐξουσίαν ἀκρωτηριάσαντι. Καὶ ἐκάλεσεν Ἀδὰμ, φησὶν, ὀνόματα πᾶσι τοῖς κτή‐ νεσι, καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. Ἐντεῦθεν ἤδη σκόπει μοι, ἀγα‐ | |
20 | πητὲ, τῆς προαιρέσεως τὸ αὐτεξούσιον, καὶ τῆς συν‐ έσεως αὐτοῦ τὴν ὑπερβολὴν, καὶ μὴ λέγε, ὅτι ἠγνόει τί μὲν καλὸν, τί δὲ κακόν. Ὁ γὰρ δυνηθεὶς καταλλήλους τὰς προσηγορίας τοῖς κτήνεσιν ἐπιθεῖναι, καὶ τοῖς πε‐ τεινοῖς, καὶ τοῖς θηρίοις, καὶ μὴ συγχέας τὴν τάξιν, | |
25 | μηδὲ τὰς μὲν τοῖς ἡμέροις ζώοις ἁρμοζούσας προσηγο‐ ρίας τοῖς ἀγρίοις ἐπιθεῖναι, μηδὲ τὰς τοῖς ἀγρίοις προσ‐ ηκούσας τοῖς ἡμέροις ἀφορίσαι, ἀλλὰ πᾶσι τὰς καταλ‐ λήλους ὀνομασίας δοῦναι, πῶς οὐ πάσης σοφίας καὶ συνέ‐ σεως πεπλήρωτο; Λογίζου ἐντεῦθεν λοιπὸν ὅση τοῦ ἐμφυ‐ | |
30 | σήματος ἐκείνου ἡ δύναμις, καὶ πόση τῆς ἀσωμάτου ψυ‐ χῆς ἡ σοφία, ἣν ὁ Δεσπότης αὐτῇ κεχάρισται, ζῶον τοιοῦτον καὶ θαυμαστὸν καὶ λογικὸν ἐκ δύο οὐσιῶν συ‐ στησάμενος, καὶ τὴν ἀσώματον οὐσίαν τῆς ψυχῆς συμ‐ πλέξας τῷ σώματι, καθάπερ ὀργάνῳ τινὶ, τεχνίτην | |
35 | ἄριστον. Ὅταν οὖν ἐννοήσῃς τοῦ ζώου τούτου τὴν τοσαύ‐ την σοφίαν, ἐκπλήττου τοῦ δημιουργήσαντος τὴν δύνα‐ μιν. Εἰ γὰρ τοῦ οὐρανοῦ τὸ κάλλος ὁρώμενον, εὐγνώμονα θεατὴν εἰς τὴν τοῦ δημιουργήσαντος παραπέμπει δοξο‐ λογίαν· πολλῷ μᾶλλον τὸ λογικὸν τοῦτο ζῶον ὁ ἄνθρω‐ | |
40 | πος δυνήσεται τὰ κατὰ τὴν οἰκείαν διάπλασιν ἀναλογι‐ ζόμενος, καὶ τῆς τιμῆς τῆς παρασχεθείσης αὐτῷ τὴν ὑπερβολὴν, καὶ τῶν δωρεῶν τὰ μεγέθη, καὶ τὰς ἀφάτους εὐεργεσίας διηνεκῶς ἀνυμνεῖν τὸν παραγαγόντα, καὶ τὴν κατὰ δύναμιν δοξολογίαν ἀναφέρειν τῷ Δεσπότῃ. | |
45 | Ἐβουλόμην καὶ τοῖς ἑξῆς ἐπεξελθεῖν· ἀλλ’ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων καταχώσωμεν τὴν μνήμην τῶν ἤδη λεχθέντων, ἀναγκαῖον ἐνταῦθα στῆσαι τὸν τῆς διδα‐ σκαλίας λόγον. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπου‐ δαζόμενον ἁπλῶς πολλὰ εἰπεῖν· ἀλλὰ διὰ τοῦτο λέγομεν, | |
53.117(50) | ὥστε αὐτὰ διηνεκῶς ὑμᾶς ἔχειν ἐμπεπηγότα ταῖς διανοίαις ταῖς ὑμετέραις, ἵνα μὴ μόνον αὐτοὶ εἰδῆτε τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα, ἀλλὰ καὶ ἑτέροις διδάσκαλοι γίνησθε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Ἕκαστος τοί‐ νυν ὑμῶν, παρακαλῶ, ἐντεῦθεν ἐξιὼν, μετὰ τοῦ πλησίον | |
55 | ἀναλαμβανέτω τῶν εἰρημένων τὴν μνήμην, καὶ τὰ παρ’ ἑαυτοῦ εἰσφέρων, δεχέσθω καὶ τὰ παρ’ ἑτέρου μνη‐ μονευθέντα. Καὶ οὕτω συλλέγοντες ἅπαντα, καὶ ἔναυλον αὐτῶν ἔχοντες τὴν μνήμην, οἴκαδε ἀναχωρεῖτε, καὶ καθ’ ἑαυτοὺς ἀναμηρυκώμενοι τὰ θεῖα ταῦτα διδά‐ | |
60 | γματα· ἵνα ἐν τούτοις ἔχοντες τὴν μέριμναν ἅπασαν, καὶ | |
ἀσχολοῦντες ὑμῶν τὴν διάνοιαν, δύνησθε μετ’ εὐκολίας | Column end | |
53.118 | περιγενέσθαι καὶ τῶν παθῶν τῶν ἐνοχλούντων, καὶ τὰς τοῦ διαβόλου μηχανὰς διαφυγεῖν. Ἔνθα γὰρ ἂν ἴδῃ ὁ πονηρὸς δαίμων ἐκεῖνος ψυχὴν τὰ τοῦ Θεοῦ μεριμνῶσαν, καὶ διηνεκῶς ἐκεῖνα φανταζομένην, καὶ ταῦτα περιστρέ‐ | |
5 | φουσαν, οὐδὲ προσεγγίσαι τολμᾷ, ἀλλὰ ταχέως ἀποπηδᾷ, καθάπερ ἀπὸ πυρός τινος, ὑπὸ τῆς τοῦ Πνεύματος ἐνεργείας φυγαδευόμενος. Ἵν’ οὖν καὶ αὐτοὶ τὰ μέγιστα κερδαίνωμεν, κἀκείνου περιγενέσθαι δυνηθῶμεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ ῥοπὴν μειζόνως ἐπισπασώμεθα, ἐν τού‐ | |
10 | τοις ἀσχολῶμεν ἡμῶν τὴν διάνοιαν. Οὕτω γὰρ ἡμῖν καὶ τὰ ἐν χερσὶ πάντα ἐξευμαρισθήσεται, καὶ τὰ δύσκολα εὔκολα γενήσεται, καὶ τὰ δοκοῦντα εἶναι λυπηρὰ χρη‐ στὸν λήψεται τέλος, καὶ οὐδὲν ἡμᾶς τῶν παρόντων λυ‐ πῆσαι δυνήσεται. Ἐὰν γὰρ τὰ τοῦ Θεοῦ μεριμνῶμεν, | |
15 | τὰ ἡμέτερα αὐτὸς μεριμνήσει, καὶ μετὰ πολλῆς ἀδείας τὸ πέλαγος τοῦ παρόντος βίου διαπλεύσομεν, καὶ ὑπὸ τοῦ μεγάλου κυβερνήτου τοῦ ἐπὶ πάντων Θεοῦ ὁδηγούμε‐ νοι, καταντήσομεν εἰς τὸν λιμένα τῆς τούτου φιλανθρω‐ πίας, ᾧ ἡ δόξα καὶ τὸ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
20 | ἀτελευτήτους αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
21t | ΟΜΙΛΙΑ ΙΕʹ. | |
22n | Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Καὶ | |
23n | ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ | |
24n | ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ | |
25n | ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Καὶ ᾠκοδόμησε | |
26n | Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ | |
27n | Ἀδὰμ, εἰς γυναῖκα. | |
28 | αʹ. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι μετὰ πολλῆς τῆς προ‐ θυμίας χθὲς ἐδέξασθε τὴν παρ’ ἡμῶν παραίνεσιν, καὶ | |
30 | πρὸς τὸ μῆκος τῶν εἰρημένων οὐ μόνον οὐκ ἐδυσχεράνατε, ἀλλὰ καὶ μέχρι τοῦ τέλους οὕτω παρηκολουθήσατε, ὡς ἀκμάζοντα ὑμῖν ἐναπομεῖναι τὸν τῆς ἀκροάσεως πόθον· ὅθεν καὶ χρηστὰς ἡμῖν τὰς ἐλπίδας ὑπεφήνατε, ὡς διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὰ τῆς ἡμετέρας συμβουλῆς. | |
35 | Ὁ γὰρ μετὰ τοσαύτης ἡδονῆς ἀκούων, δῆλος ἂν εἴη καὶ πρὸς τὴν διὰ τῶν ἔργων πρᾶξιν παρεσκευασμένος· ἄλ‐ λως δὲ καὶ ἡ νῦν ὑμῶν συνδρομὴ τεκμήριον ἂν γένοιτο τῆς κατὰ ψυχὴν ὑμῶν ὑγιείας. Ὥσπερ γὰρ τὸ πεινῇν σωματικῆς εὐεξίας σημεῖόν ἐστιν, οὕτω τὸ λογίων θείων | |
40 | ἐρᾷν ψυχικῆς ὑγιείας τεκμήριον ἂν γένοιτο μέγιστον. Ἐπεὶ οὖν ὁ καρπὸς τῆς ὑμετέρας σπουδῆς δείκνυσι τῆς ὑπακοῆς τὴν ἐκπλήρωσιν, φέρε καὶ ἡμεῖς τὸν μισθὸν, ὃν ὑπεσχόμεθα χθὲς, καταβάλωμεν ὑμῶν τῇ ἀγάπῃ· τὴν πνευματικὴν ταύτην λέγω διδασκαλίαν τὸν μισθὸν, καί | |
45 | μοι τῷ καταβάλλοντι δυνάμενον αὐξῆσαι τὴν περιου‐ σίαν, καὶ ὑμᾶς τοὺς ὑποδεχομένους πλουσίους ἀπεργαζόμενον. Τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά· ὅπερ ἐπὶ τῶν αἰσθητῶν πραγμάτων οὐκ ἔνι. Ἐκεῖ μὲν γὰρ ὁ καταβαλὼν ἠλάττωσεν αὐτοῦ τὴν οὐσίαν, καὶ | |
53.118(50) | τὸν ὑποδεχόμενον εὐπορώτερον κατέστησεν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ ὁ καταβαλὼν ταύτῃ μᾶλλον τὸν οἰκεῖον πλοῦτον αὔξει, καὶ τοῖς ὑποδεχομένοις μεί‐ ζων ἡ περιουσία γίνεται. Ἐπεὶ οὖν καὶ ἡμεῖς ἕτοιμοι πρὸς εὐγνωμοσύνην, καὶ ὑμεῖς οἱ ὑποδέχεσθαι μέλλον‐ | |
55 | τες τὸν πλοῦτον τοῦτον τὸν πνευματικὸν, εὐτρεπισμέ‐ νους ἔχετε τοὺς κόλπους τῆς διανοίας· φέρε τὴν ὑπό‐ σχεσιν πληρώσωμεν, καὶ τῆς ἀκολουθίας πάλιν τῶν παρὰ τοῦ μακαρίου Μωϋσέως ἀνεγνωσμένων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὸν μισθὸν καταβάλωμεν. Τίνα οὖν ἐστι | |
60 | τὰ σήμερον ἀνεγνωσμένα ἀναγκαῖον εἰς μέσον προθεῖ‐ ναι, ἵν’ οὕτω μετὰ ἀκριβείας διερευνώμενον τὸν τοῖς | |
ῥήμασι ἐναποκεκρυμμένον πλοῦτον τῶν νοημάτων, | ||
53.119 | προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἠκούσατε γὰρ ἀρτίως τῆς θείας Γραφῆς λεγούσης· Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Τί βούλεται ἡ βραχεῖα αὕτη λέξις, Τῷ δὲ Ἀδάμ; τίνος ἕνεκεν προσέθηκε τὸν | |
5 | σύνδεσμον; οὐ γὰρ ἤρκει εἰπεῖν, τῷ Ἀδάμ; Οὐχ ἁπλῶς ταῦτα διερευνᾶσθαι σπουδάζομεν, φιλοτιμίας ἕνεκεν πε‐ ριττῆς, ἀλλ’ ἵνα μετὰ ἀκριβείας ὑμῖν ἅπαντα ἑρμηνεύον‐ τες παιδεύσωμεν ὑμᾶς μηδὲ βραχεῖαν λέξιν, μηδὲ συλλα‐ βὴν μίαν παρατρέχειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κει‐ | |
10 | μένων. Οὐ γὰρ ῥήματά ἐστιν ἁπλῶς, ἀλλὰ τοῦ Πνεύματος τοῦ ἁγίου ῥήματα, καὶ διὰ τοῦτο πολύν ἐστι τὸν θησαυ‐ ρὸν εὑρεῖν καὶ ἐν μιᾷ συλλαβῇ. Προσέχετε οὖν, παρακα‐ λῶ, μετὰ ἀκριβείας· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, πάντες διεγηγερμένην μοι τὴν διάνοιαν παρέχετε· μηδεὶς | |
15 | ἔξω ῥεμβέσθω τὸν λογισμὸν, μηδὲ φροντίδας βιωτικὰς ἐπισυρόμενος ἐνταῦθα στηκέτω, ἀλλ’ ἐννοῶν τῆς πνευ‐ ματικῆς ταύτης συνόδου τὸ ἀξίωμα, καὶ ὅτι διὰ τῆς τῶν προφητῶν γλώττης τοῦ Θεοῦ πρὸς ἡμᾶς διαλεγομένου ἀκούομεν· οὕτω τὴν ἀκοὴν ὑπεχέτω, καὶ συντεταμένον | |
20 | ἐχέτω τὸν νοῦν, ἵνα μηδὲν τῶν παρ’ ἡμῶν καταβαλλο‐ μένων σπερμάτων εἰς πέτραν κατενεχθῇ, ἢ παρὰ τὴν ὁδὸν, ἢ παρὰ τὰς ἀκάνθας, ἀλλ’ ὁλόκληρον τὸ σπέρμα εἰς τὴν γῆν τὴν καλὴν καταβληθὲν, τὸ πλάτος λέγω τῆς δια‐ νοίας τῆς ὑμετέρας, δαψιλῆ τὸν καρπὸν ὑμῖν ἐνέγκαι | |
25 | δυνηθῇ, καὶ πολυπλασιάσῃ τὰ παρ’ ἡμῶν καταβαλλόμε‐ να. Ἀλλ’ ἴδωμεν λοιπὸν τί βούλεται ἡμῖν αὕτη ἡ τοῦ συνδέσμου συμπλοκή. Τῷ δὲ Ἀδὰμ, φησὶν, οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ. Θέα μοι τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Εἰποῦσα, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοη‐ | |
30 | θὸς, οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ προσέθηκεν, Ὅμοιος αὐτῷ, τῇ προσθήκῃ παραδηλοῦσα ἡμῖν τὴν αἰτίαν, δι’ ἣν τοῦ συνδέσμου τὴν συμπλοκὴν ἐποιήσατο. Οἶμαι λοι‐ πὸν τοὺς ὀξύτερον ἐπιβάλλειν δυναμένους ἤδη προορᾷν τὸ μέλλον ὑφ’ ὑμῶν ῥηθήσεσθαι. Ἀλλ’ ἐπειδὴ προσήκει | |
35 | ἡμᾶς κοινὴν πρὸς ἅπαντας ποιουμένους τὴν διδασκαλίαν, πᾶσι σαφῆ ποιεῖν τὰ παρ’ ἡμῶν λεγόμενα, φέρε διδάξω‐ μεν ὑμᾶς τίνος ἕνεκεν οὕτως εἴρηκεν· ἀλλὰ μικρὸν ἀνάσχεσθε. Ἐπειδὴ γὰρ ἐν τοῖς πρῴην ῥηθεῖσι, καθά‐ περ μνημονεύετε, εἰποῦσα ἡ θεία Γραφὴ, ὅτι Ποιήσω‐ | |
40 | μεν αὐτῷ βοηθὸν κατ’ αὐτὸν, εὐθέως ἐδίδαξεν ἡμᾶς τὴν τῶν θηρίων, καὶ τῶν ἑρπετῶν, καὶ τῶν ἀλόγων ἁπάντων δημιουργίαν· φησὶ γὰρ, Καὶ ἔπλασεν ὁ Θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ, ἰδεῖν τί | |
45 | καλέσει αὐτά. Καὶ καθάπερ Δεσπότης πᾶσιν ἐπέθηκε τὰ ὀνόματα, καὶ τὴν οἰκείαν προσηγορίαν ἑκάστῳ γένει τῶν θηρίων, καὶ τῶν πετεινῶν, καὶ πάντων τῶν ἀλόγων κατὰ τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἀπένειμεν· ἵνα εἰ‐ δέναι ἔχωμεν λοιπὸν, ὅτι ἐκεῖνα μὲν ἅπαντα τὰ γεγενη‐ | |
53.119(50) | μένα, εἰ γὰρ ὑπηρεσίαν τινὰ πληροῖ καὶ συνεφάπτεται τῶν καμάτων αὐτῷ, ἀλλ’ ὅμως ἄλογά ἐστι, καὶ πολλῷ τῷ μέτρῳ λειπόμενα τοῦ ἀνθρώπου· καὶ ἵνα μὴ νομίζωμεν ὅτι περὶ τούτων εἶπε, Ποιήσωμεν αὐτῷ βοηθόν. Εἰ γὰρ καὶ βοηθεῖ, καὶ πρὸς πολλὰ χρήσιμα καθέστηκε τῇ τοῦ | |
55 | ἀνθρώπου ὑπηρεσίᾳ, ἀλλ’ ὅμως ἄλογά ἐστιν. Ὅτι μὲν γὰρ βοηθεῖ, δείκνυσιν αὐτὴ ἡ πεῖρα τῶν πραγμάτων. Καὶ γὰρ τὰ μὲν πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν ἡμῖν ἐστιν ἐπιτήδεια, τὰ δὲ πρὸς τὴν τῆς γῆς ἐργασίαν. Βοῦς μὲν γὰρ ἄροτρον ἕλκει, καὶ αὔλακας ἀνατέμνει, καὶ | |
60 | πολλὴν ἑτέραν χρείαν πρὸς τὴν γεωργίαν ἡμῖν εἰσφέρει· ὄνος δὲ πάλιν πρὸς τὴν τῶν ἀγωγίμων μετακομιδὴν πολ‐ | |
λὴν παρέχει τὴν χρείαν, καὶ ἕτερα δὲ πολλὰ τῶν ἀλόγων | Column end | |
53.120 | ἡμῖν ὑπηρετεῖται πρὸς τὰς τοῦ σώματος χρείας. Καὶ γὰρ τὰ πρόβατα τὴν ἐκ τοῦ ἐρίου ἡμῖν χρείαν παρέχει πρὸς τὴν τῶν ἐνδυμάτων κατασκευὴν, καὶ αἱ αἶγες πάλιν ὡσαύτως καὶ τὴν ἀπὸ τῶν τριχῶν ἡμῖν λειτουργίαν εἰσ‐ | |
5 | φέρουσι, καὶ τὴν ἀπὸ τοῦ γάλακτος, καὶ ἕτερα πρὸς τρο‐ φὴν ἡμῖν ἐπιτήδεια. Ἵν’ οὖν μὴ περὶ τούτων εἶναι νομί‐ σῃς τὸ ἀνωτέρω εἰρημένον, ὅτι Ποιήσωμεν αὐτῷ βοη‐ θὸν, διὰ τοῦτο νῦν ἀρχόμενος τοῦ λόγου, φησὶ, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· μονονουχὶ δι‐ | |
10 | δάσκων ἡμᾶς ὁ μακάριος Μωϋσῆς, καὶ ταῦτα λέγων τὰ ῥήματα, ὅτι ταῦτα μὲν ἅπαντα παρήχθη, καὶ τὰς τῶν ὀνομάτων προσηγορίας ἔλαβε παρὰ τοῦ Ἀδὰμ, ἀλλ’ ὅμως οὐδὲν ἄξιον τούτων αὐτοῦ πρὸς βοήθειαν ηὑρέθη. Διὸ βούλεται ἡμᾶς διδάξαι τοῦ μέλλοντος ζώου παράγεσθαι | |
15 | τὴν διάπλασιν, καὶ ὅτι τοῦτο τὸ μέλλον δημιουργεῖσθαι ζῶον τοῦτό ἐστι περὶ οὗ ἔλεγε. Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτὸν, ὅμοιον αὐτῷ φησι, τῆς αὐτῆς αὐτῷ οὐσίας, ἄξιον αὐτοῦ, μηδὲν αὐτοῦ λειπόμενον· διὰ τοῦτο ἔλεγε, Τῷ δὲ Ἀδὰμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· δεικνὺς | |
20 | ἡμῖν ὁ μακάριος οὗτος, ὅτι ὅσην ἂν παρέχηται χρείαν ἡμῖν πρὸς ὑπηρεσίαν ταυτὶ τὰ ἄλογα, ἑτέρα τίς ἐστι βοή‐ θεια καὶ πολλῷ τῷ μέτρῳ ὑπερακοντίζουσα τῷ Ἀδὰμ παρεχομένη παρὰ τῆς γυναικός. βʹ. Ἐπεὶ οὖν πάντων παραχθέντων τῶν ζώων, καὶ τὰς | |
25 | προσηγορίας δεξαμένων παρὰ τοῦ πρωτοπλάστου ἐπεζή‐ τει τὸν ὅμοιον αὐτῷ βοηθὸν ὁ φιλάνθρωπος Δεσπότης παραγαγεῖν, ὁ πάντα διὰ τὸν δημιουργηθέντα ὑπ’ αὐτοῦ οἰκονομῶν, καὶ πᾶσαν τὴν κτίσιν ταύτην τὴν ὁρωμένην διὰ τοῦτον παραγαγὼν, μετὰ τῶν ἄλλων ἁπάντων | |
30 | καὶ τὴν γυναῖκα δημιουργεῖ. Καὶ ὅρα πῶς μετὰ ἀκρι‐ βείας ἡμᾶς διδάσκει καὶ τῆς δημιουργίας αὐτῆς τὴν διάπλασιν. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς, ὅτι βούλεται βοηθὸν αὐτῷ παραγαγεῖν ὅμοιον αὐτῷ· καὶ γὰρ ἀνωτέρω ἔλεγε· Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτὸν, καὶ ἐν‐ | |
35 | ταῦθά φησιν, Οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ· διὰ τοῦτο ἐκ τῆς οὐσίας αὐτοῦ ταύτης τὴν διάπλασιν ἐργά‐ ζεται, καί φησι· Καὶ ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· Καὶ ἔλαβε μίαν τῶν πλευ‐ ρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς. Καὶ | |
40 | ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Μεγάλη τῶν εἰρημένων ἡ δύναμις, καὶ πάντα λογισμὸν ἀνθρώπινον ὑπερβαίνουσα. Οὐδὲ γὰρ δυνατὸν ἑτέρως τούτων συνιέναι τὸ μέγεθος, μὴ τοῖς | |
45 | τῆς πίστεως ὀφθαλμοῖς ἅπαντα κατοπτεύσαντα. Καὶ ἐπέβαλεν ὁ Θεὸς, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Ὅρα τὴν ἀκρίβειαν τῆς διδασκαλίας. Ἀμφό‐ τερα τέθεικεν ὁ μακάριος οὗτος προφήτης, μᾶλλον δὲ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τῆς τούτου γλώττης, παιδεῦον ἡμᾶς | |
53.120(50) | τῶν γεγενημένων τὴν ἀκολουθίαν. Ἐπέβαλε, φησὶν, ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσεν. Οὔτε ἔκστασις μόνον ἦν τὸ συμβὰν, οὔτε ὕπνος ὁ συνήθης, ἀλλ’ ἐπειδὴ ὁ σοφὸς καὶ εὐμήχανος τῆς ἡμετέρας φύσεως δημιουργὸς ἔμελλεν ἐκ τῆς πλευρᾶς αὐτοῦ μίαν ἀφαιρεῖσθαι, ἵνα μὴ | |
55 | ἡ αἴσθησις ὀδύνην αὐτῷ ἐργάσηται, καὶ μετὰ ταῦτα πρὸς τὴν ἐξ ἐκείνης τῆς πλευρᾶς διαπλαττομένην ἀπεχθῶς ἔχῃ διακεῖσθαι, καὶ μισήσῃ τὸ πλαττόμενον ζῶον τῆς ὀδύνης μεμνημένος, διὰ τοῦτο τοσοῦτον αὐτῷ ὕπνον ἐπήγαγεν, ἔκστασιν ἐπιβαλὼν, καὶ ὥσπερ κάρῳ | |
60 | τινὶ κατασχεθῆναι προστάξας, ἵνα μηδεμίαν αἴσθησιν δέξηται τοῦ γινομένου, ἀλλὰ καθάπερ τεχνίτης ἄριστος καὶ ἀφέληται τὸ δοκοῦν, καὶ ἀναπληρώσῃ τὸ λεῖπον, καὶ οὕτω τὸ ληφθὲν δημιουργήσῃ κατὰ τὴν οἰκείαν φιλαν‐ θρωπίαν. Ἐπέβαλε γὰρ, φησὶν, ἔκστασιν ἐπὶ τὸν | |
65 | Ἀδὰμ, καὶ ὕπνωσε. Καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ ἀνεπλήρωσε σάρκα ἀντ’ αὐτῆς· ἵνα μὴ ἔχῃ μετὰ τὴν τοῦ ὕπνου ἀπαλλαγὴν ἐκ τοῦ λείποντος | |
αἰσθάνεσθαι τοῦ γεγενημένου. Εἰ γὰρ καὶ ἐν τῷ τῆς ἀφ‐ | ||
53.121 | αιρέσεως καιρῷ ἠγνόησεν, ἀλλ’ ὅμως ἔμελλε μετὰ ταῦτα ἐπιγινώσκειν τὸ γεγονός. Ἵν’ οὖν μήτε ἐν τῷ ἀφαιρεῖσθαι ὀδύνην αὐτῷ ἐμποιήσῃ, μήτε μετὰ ταῦτα ἡ ἔλλειψις ἀθυμίαν ἐργάσηται, ἀμφότερα οὕτως ᾠκονόμησε, καὶ | |
5 | ἀφελόμενος ἀνωδύνως, καὶ πληρώσας τὸ λεῖπον, καὶ μὴ συγχωρήσας μηδενὸς αὐτὸν τῶν γεγενημένων αἴσθησιν δέξασθαι. Λαβὼν οὖν, φησὶ, ταύτην τὴν πλευρὰν, ᾠκοδό‐ μησε Κύριος ὁ Θεὸς εἰς γυναῖκα. Παράδοξον τὸ εἰρημέ‐ νον, καὶ νικῶν μετὰ πολλῆς τῆς ὑπερβολῆς τὸν ἡμέτερον | |
10 | λογισμόν. Τοιαῦτα γὰρ ἅπαντα τὰ παρὰ τοῦ Δεσπότου. Τοῦ γὰρ ἀπὸ τοῦ χοὸς πλασθῆναι τὸν ἄνθρωπον οὐκ ἔλαττον τοῦτο. Καὶ ὅρα τὴν συγκατάβασιν τῆς θείας Γραφῆς, ὅσοις ῥήμασι κέχρηται διὰ τὴν ἡμετέραν ἀσθέ‐ νειαν. Καὶ ἔλαβε, φησὶ, μίαν τῶν πλευρῶν αὐτοῦ. | |
15 | Μὴ ἀνθρωπίνως δέχου τὰ λεγόμενα, ἀλλὰ τὴν παχύτητα τῶν λέξεων τῇ ἀσθενείᾳ λογίζου τῇ ἀνθρωπίνῃ. Εἰ γὰρ μὴ τούτοις τοῖς ῥήμασιν ἐχρήσατο, πῶς ἂν μαθεῖν ἠδυνήθημεν ταῦτα τὰ ἀπόῤῥητα μυστήρια; Μὴ τοῖς ῥή‐ μασιν οὖν μόνοις ἐναπομείνωμεν, ἀλλὰ θεοπρεπῶς ἅπαν‐ | |
20 | τα νοῶμεν ὡς ἐπὶ Θεοῦ. Τὸ γὰρ, Ἔλαβε, καὶ ὅσα τοιαῦ‐ τα, διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν εἴρηται. Σκόπει δὲ πῶς καὶ ἐνταῦθα πάλιν τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο, ᾗ καὶ ἐπὶ τοῦ Ἀδάμ. Ὥσπερ γὰρ ἐκεῖ καὶ ἅπαξ, καὶ δεύ‐ τερον, καὶ πολλάκις εἶπε· Καὶ ἔλαβε Κύριος ὁ Θεὸς | |
25 | τὸν ἄνθρωπον, ὃν ἔπλασε· καὶ πάλιν, Καὶ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Ἀδάμ· καὶ πάλιν, Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ποιήσωμεν αὐτῷ βοηθὸν κατ’ αὐτόν· οὕτω καὶ νῦν φησι, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβε ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα· καὶ | |
30 | ἀνωτέρω, Καὶ ἐπέβαλε Κύριος ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· ἵνα μάθῃς ὡς οὐδεμία διαφορά ἐστι Πατρὸς καὶ υἱοῦ ἐν ταῖς λέξεσιν, ἀλλὰ διὰ τὸ μίαν εἶναι τὴν οὐ‐ σίαν ἀμφοτέρων, ἀδιαφόρως ἡ Γραφὴ κέχρηται τοῖς ὀνό‐ μασιν. Ἰδοὺ γοῦν καὶ ἐπὶ τῆς διαπλάσεως τῆς γυναικὸς | |
35 | τῇ αὐτῇ συνηθείᾳ ἐχρήσατο εἰποῦσα, Καὶ ᾠκοδόμησε Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Τί ἂν εἴποιεν ἐνταῦθα οἱ αἱρετι‐ κοὶ, οἱ πάντα περιεργάζεσθαι βουλόμενοι, καὶ τοῦ δη‐ μιουργοῦ τῶν ὅλων τὴν γέννησιν κατειληφέναι οἰόμενοι; | |
40 | Ποῖος λόγος τοῦτο ἑρμηνεῦσαι δύναται; ποῖος νοῦς κατα‐ λαβεῖν; Μίαν πλευρὰν, φησὶν, ἔλαβε· καὶ πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ὅλον ζῶον διέπλασε; Τί δὲ λέγω, πῶς ἐκ ταύτης τῆς μιᾶς τὸ ζῶον διέπλασεν; Εἰπέ μοι πῶς ἡ ἀφαίρεσις γέγονε; πῶς αἴσθησιν οὐκ ἔλαβε τῆς ἀφαιρέ‐ | |
45 | σεως; Ἀλλ’ οὐδὲν τούτων δυνήσῃ εἰπεῖν· μόνος γὰρ ἐκεῖνος οἶδεν ὁ τὴν δημιουργίαν ἐργασάμενος. Εἰ τοίνυν ταῦτα τὰ ἐν χερσὶ, καὶ τὰ τῆς διαπλάσεως τοῦ ὁμογε‐ νοῦς ἡμῖν εὑρεῖν ζώου οὐ καταλαμβάνομεν, πόσης ἂν εἴη μανίας καὶ παραφροσύνης τὰ κατὰ τὸν δημιουργὸν | |
53.121(50) | περιεργάζεσθαι, καὶ ἐκεῖνα φάσκειν κατειληφέναι ὧν οὔτε αἱ ἀσώματοι καὶ θεῖαι δυνάμεις τὴν ἀκριβῆ γνῶσιν ἔχουσιν, ἀλλὰ μετὰ φόβου καὶ τρόμου δοξολογοῦσαι διηνεκῶς διατελοῦσι; γʹ. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευ‐ | |
55 | ρὰν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν. Οὐκέτι γὰρ εἶπεν, ἔπλασεν, ἀλλ’ ᾨκοδόμησεν· ἐπειδὴ ἐκ τοῦ ἤδη πλασθέντος τὸ μέρος ἔλαβε, καὶ ὡς ἂν εἴποι τις, τὸ λεῖπον ἐχαρίσατο. Διὰ | |
τοῦτό φησι, Καὶ ᾠκοδόμησεν· οὐκ ἄλλην πλάσιν εἰργά‐ | Column end | |
53.122 | σατο, ἀλλ’ ἐκ τῆς ἤδη γενομένης πλάσεως βραχύ τι μέ‐ ρος λαβὼν, τοῦτο τὸ μέρος ᾠκοδόμησε, καὶ τέλειον εἰρ‐ γάσατο τὸ ζῶον. Πόση τοῦ ἀριστοτέχνου Θεοῦ ἡ δύναμις, ἀπὸ τοῦ βραχυτάτου μέρους ἐκείνου τοσούτων μελῶν | |
5 | ἀναλογίαν ἐργάσασθαι, καὶ τοσαύτας αἰσθήσεις δημιουρ‐ γῆσαι, καὶ τέλειον καὶ ὁλόκληρον καὶ ἀπηρτισμένον ζῶον κατασκευάσαι, τὸ δυνάμενον καὶ προσδιαλέγεσθαι, καὶ τῇ τῆς οὐσίας κοινωνίᾳ πολλὴν αὐτῷ τὴν παραμυθίαν εἰσφέρειν. Διὰ γὰρ τὴν τούτου παράκλησιν τοῦτο | |
10 | τὸ ζῶον ἐδημιουργήθη. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἐκτίσθη ὁ ἀνὴρ διὰ τὴν γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ὁρᾷς πῶς ἅπαντα δι’ αὐτὸν γίνεται; Μετὰ γὰρ τὴν δημιουργίαν τῆς κτίσεως, μετὰ τὸ παραχθῆναι τὰ ἄλογα, τὰ πρὸς βρῶσιν ἐπιτήδεια, τὰ πρὸς ὑπηρεσίαν | |
15 | χρησιμεύειν δυνάμενα, ἐπειδὴ ἐδεῖτο ὁ πλασθεὶς ἄνθρω‐ πός τινος τοῦ προσδιαλεγομένου, καὶ δυναμένου τῇ κοι‐ νωνίᾳ τῆς οὐσίας πολλὴν αὐτῷ παρέχειν τὴν παραμυθίαν, διὰ τοῦτο ἐκ τῆς πλευρᾶς αὐτοῦ δημιουργεῖται τὸ ζῶον τοῦτο τὸ λογικὸν, καὶ κατὰ τὴν εὐμήχανον αὐτοῦ σοφίαν | |
20 | τέλειον καὶ ἀπηρτισμένον αὐτὸ εἰργάσατο, κατὰ πάντα τῷ ἀνθρώπῳ ὅμοιον, ἀντὶ τοῦ, λογικὸν, δυνάμενον ἐν τοῖς καιρίοις αὐτῷ καὶ τοῖς ἀναγκαίοις καὶ συνέχουσι τὴν ζωὴν τὰ τῆς βοηθείας εἰσφέρειν. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα σοφίᾳ τινὶ καὶ δημιουργίᾳ οἰκονομῶν. Εἰ γὰρ καὶ | |
25 | ἡμεῖς διὰ τὴν τῶν λογισμῶν ἀσθένειαν καταλαμβάνειν μὴ δυνάμεθα τὸν τρόπον τῶν γεγενημένων, ἀλλ’ ὅμως πιστεύομεν, ὅτι τῷ βουλήματι αὐτοῦ πάντα εἴκει, καὶ ὅπερ ἂν προστάξῃ, τοῦτο εἰς μέσον παράγεται. Καὶ ᾠκοδόμησε, φησὶ, Κύριος ὁ Θεὸς τὴν πλευρὰν, ἣν | |
30 | ἔλαβεν ἀπὸ τοῦ Ἀδὰμ, εἰς γυναῖκα, καὶ ἤγαγεν αὐ‐ τὴν πρὸς τὸν Ἀδάμ· δεικνὺς, ὅτι δι’ αὐτὸν αὐτὴν παρ‐ ήγαγεν. Ἤγαγεν αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Ἐπειδὴ γὰρ οὐδεὶς εὑρέθη, φησὶν, ἐν πᾶσι τοῖς ἄλλοις ὅμοιός σοι βοηθὸς, ἰδοὺ ὅπερ ὑπεσχόμην (ἐπηγγειλάμην γὰρ | |
35 | βοηθὸν ὅμοιόν σοι κατασκευάζειν), τοῦτο πληρώσας παραδίδωμί σοι. Ἤγαγε γὰρ αὐτὴν, φησὶ, πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδὰμ, Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου. Θέα μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς μετὰ τῆς σοφίας | |
40 | ἐκείνης τῆς ἀφάτου, τῆς παρὰ τοῦ Θεοῦ αὐτῷ χορη‐ γηθείσης, τὰ δείγματα ἡμῖν ἐδείκνυ διὰ τῆς τῶν ὀνο‐ μάτων θέσεως ἅπερ ἐπέθηκε τοσούτοις τοῖς γένεσι τῶν ἀλόγων ζώων, καὶ προφητικῆς ἠξίωτο χάριτος. Διὰ γὰρ τοῦτο ἐν τοῖς ἀνωτέρω ἐδίδαξεν ἡμᾶς ὁ μακά‐ | |
45 | ριος οὗτος προφήτης, ὅτι μετὰ τοῦ ὕπνου καὶ ἔκστασις αὐτὸν ἔλαβεν, ὡς μηδὲ ὅλως αἴσθησιν δέξασθαι τοῦ γενομένου, ἵν’ ἐπειδὰν μάθῃς νῦν, ὅτι μετὰ τὴν θέαν τῆς γυναικὸς μετὰ ἀκριβείας ἀπαγγέλλει τὸ γεγονὸς, πεισθῇς ἀκριβῶς, ὅτι προφητικῇ χάριτι ταῦτα φθέγ‐ | |
53.122(50) | γεται, καὶ ἐνηχούμενος ὑπὸ τῆς τοῦ ἁγίου Πνεύ‐ ματος διδασκαλίας. Ὁ γὰρ μηδὲν τῶν γεγενημένων εἰδὼς, ἐπειδὴ ἤγαγεν αὐτὴν πρὸς αὐτὸν, φησί· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Ἕτερος δέ τις ἑρμηνευτής φησιν, ἀντὶ τοῦ | |
55 | Νῦν, Τοῦτο ἅπαξ, δηλῶν ὅτι νῦν τοῦτο μόνον γέγονε, καὶ οὐκέτι οὕτως ἔσται τῆς γυναικὸς ἡ διάπλασις. Νῦν, φησὶν, ἐξ ἀνδρὸς γέγονεν ἡ γυνὴ, μετὰ δὲ ταῦτα οὐχ οὕτως, ἀλλ’ ἐκ τῆς γυναικὸς ὁ ἀνήρ· μᾶλλον δὲ οὐκ ἐκ τῆς γυναικὸς, ἀλλ’ ἐκ τῆς ἀμφοτέρων συνεργίας· ὡς καὶ | |
60 | ὁ Παῦλός φησιν· Οὐ γάρ ἐστιν ἀνὴρ ἐκ γυναικὸς, | |
ἀλλὰ γυνὴ ἐξ ἀνδρός· καὶ οὐκ ἐκτίσθη ἀνὴρ διὰ τὴν | ||
53.123 | γυναῖκα, ἀλλὰ γυνὴ διὰ τὸν ἄνδρα. Ναί· ἀλλὰ ταῦτα, φησὶ, τὰ εἰρημένα δείκνυσιν, ὅτι ἡ γυνὴ ἐκ τοῦ ἀνδρὸς ἐγένετο. Ἀλλ’ ἀνάμεινον, καὶ ὄψει διὰ τοῦ ἐπαγομένου τὴν ἀκριβῆ διδασκαλίαν. Φησὶ γάρ· Πλὴν οὔτε | |
5 | ἀνὴρ χωρὶς γυναικὸς, οὔτε γυνὴ χωρὶς ἀνδρὸς, δι‐ δάσκων ἡμᾶς, ὅτι λοιπὸν διὰ τῆς ἀμφοτέρων συνουσίας ἡ σύστασις ἔσται καὶ ἀνδρὸς καὶ γυναικός. Διὰ τοῦτο καὶ ὁ Ἀδὰμ ἔλεγε· Τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. | |
10 | δʹ. Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς προφητείας τὴν ἀκρί‐ βειαν, καὶ ὅπως μέχρι τοῦ νῦν, καὶ μέχρι τῆς συντελείας αὐτῆς διαλάμπει τὸ ὑπ’ αὐτοῦ εἰρημένον, ἄκουε καὶ τῶν ἑξῆς· Αὕτη κληθήσεται γυνὴ, φησὶν, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή. Ἀντὶ τούτου καταλεί‐ | |
15 | ψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Εἶδες πῶς ἅπαντα ἡμῖν παρήνοιξε, διὰ τῆς οἰκείας προφητείας ἕκαστον μετὰ ἀκριβείας δηλώσας; Αὕτη, φησὶ, κληθήσεται γυνὴ, | |
20 | ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. Πάλιν ἡμῖν τὴν ἀφαίρεσιν τῆς πλευρᾶς αἰνίττεται· εἶτα δηλῶν τὰ μέλ‐ λοντα συμβήσεσθαι, φησίν· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, | |
25 | καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Πόθεν, εἰπέ μοι, ταῦτα ἐπῆλθεν αὐτῷ φθέγξασθαι; πόθεν ᾔδει τὰ μέλ‐ λοντα, καὶ ὅτι εἰς πλῆθος ἐπιδώσει τὸ τῶν ἀνθρώπων γένος; ὅτι γὰρ συνουσία ἔσται ἀνδρὸς καὶ γυναι‐ κὸς, πόθεν ἠπίστατο; Μετὰ γὰρ τὴν παράβασιν τὰ | |
30 | τῆς συνουσίας γέγονεν· ἐπεὶ μέχρις ἐκείνου καθάπερ ἄγγελοι οὕτω διῃτῶντο ἐν τῷ παραδείσῳ, οὐχ ὑπὸ ἐπι‐ θυμίας φλεγόμενοι, οὐχ ὑπὸ ἑτέρων παθῶν πολιορκού‐ μενοι, οὐ ταῖς ἀνάγκαις τῆς φύσεως ὑποκείμενοι, ἀλλὰ δι’ ὅλου ἄφθαρτοι κτισθέντες καὶ ἀθάνατοι, ὅπου γε οὐδὲ | |
35 | τῆς τῶν ἱματίων περιβολῆς ἐδέοντο. Ἦσαν γὰρ, φησὶν, οἱ δύο γυμνοὶ, καὶ οὐκ ᾐσχύνοντο. Οὐδέπω γὰρ τῆς ἁμαρτίας ὑπεισελθούσης, καὶ τῆς παρακοῆς, τῇ ἄνω‐ θεν ἦσαν δόξῃ ἠμφιεσμένοι, δι’ ὃ οὐδὲ ᾐσχύνοντο· μετὰ δὲ τὴν παράβασιν τῆς ἐντολῆς, τότε καὶ ἡ αἰσχύνη ἐπ‐ | |
40 | εισῆλθε, καὶ ἡ γνῶσις τῆς γυμνότητος. Πόθεν οὖν, εἰπέ μοι, ταῦτα αὐτῷ ἐπῆλθε φθέγγεσθαι; ἢ δῆλον ὅτι προ‐ φητικοῦ χαρίσματος μετέχων πρὸ τῆς παρακοῆς, ἅπαντα ταῦτα ἑώρα τοῖς πνευματικοῖς ὀφθαλμοῖς; Ταῦτα δὲ οὐχ ἁπλῶς νῦν μηνύω, ἀλλ’ ἵνα ἐντεῦθεν ἤδη καὶ τὴν ὑπερ‐ | |
45 | βάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν καταμάθητε, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξατο, ἀγγελικὸν αὐτῷ βίον ἐξ ἀρχῆς χαρισάμενος, καὶ μυρίας εἰς αὐτὸν εὐεργεσίας παραθέ‐ μενος, καὶ μετὰ τῶν ἄλλων ἁπάντων καὶ προφητικοῦ χαρίσματος αὐτὸν ἀξιώσας, καὶ τοῦ ἀνθρώπου δὲ τὴν | |
53.123(50) | μετὰ τοσαύτας εὐεργεσίας ῥᾳθυμίαν ἰδόντες, μηκέτι ἐπὶ τὸν Θεὸν τὴν αἰτίαν μετάγητε, ἀλλὰ τούτῳ τὸ πᾶν λογί‐ ζησθε. Αὐτὸς γὰρ ἑαυτῷ πάντων αἴτιος γέγονε τῶν κα‐ κῶν, ὡς καὶ μετὰ ταῦτα μαθήσεσθε, καὶ τῆς ἐκπτώσεως τῶν τοσούτων ἀγαθῶν καὶ τῆς καταδίκης, ἣν διὰ τὴν | |
55 | παρακοὴν ὑπέμεινεν. Ὅταν γὰρ ἐννοήσω τῆς διαγωγῆς αὐτοῦ τὴν κατάστασιν, ἣν ὁ Δεσπότης αὐτῷ ἐχαρίσατο, οὕτω δαψιλεῖς εἰς αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος· καὶ πρῶτον μὲν, ὅτι, καὶ πρὸ τῆς αὐτοῦ διαπλάσεως, τοῦ‐ τον ὅλον τῆς κτίσεως κόσμον δι’ αὐτὸν παρήγαγε, | |
60 | καὶ τότε αὐτὸν ἐδημιούργησεν, ἵνα γενόμενος ἀπολαύσῃ | Column end |
53.124 | πάντων τῶν ὁρωμένων· εἶτα τὸν παράδεισον γενέσθαι προστάξας, ἐκεῖ αὐτὸν ἐνδιαιτᾶσθαι ἐβουλήθη, χωρίσας τῶν ἀλόγων ζώων, καὶ πάντων αὐτῷ τὴν ἐξουσίαν δεδω‐ κὼς, καθάπερ δεσπότην τινὰ δούλοις καὶ ὑπηκόοις τὰ | |
5 | ὀνόματα θεῖναι πᾶσιν ἐπέταξεν· εἶτα ἐπειδὴ μόνος ὢν ἐδεῖτό τινος τῆς αὐτῆς αὐτῷ κοινωνοῦντος οὐσίας βοη‐ θοῦ, οὐδὲ τοῦτο παρέλιπεν, ἀλλὰ τὴν γυναῖκα παραγα‐ γὼν, καθ’ ὃν αὐτὸς ἐβουλήθη τρόπον, ἐνεχείρισεν αὐτῷ ταύτην, καὶ μετὰ τούτων ἁπάντων καὶ προφητείας αὐτῷ | |
10 | ἀξίωμα χαρισάμενος· καὶ μετὰ τὰς ἀφάτους ταύτας εὐεργεσίας καὶ τὸ κεφάλαιον ἁπάντων ἐδωρήσατο, πάν‐ των αὐτὸν ἐλευθερώσας τῶν τοῦ σώματος φροντίδων, καὶ μήτε ἱματίων περιβολῆς, μήτε ἑτέρας τινὸς χρείας δεῖσθαι συγχωρήσας, ἀλλὰ, καθάπερ ἔφθην εἰπὼν, ὡς | |
15 | ἄγγελον ἐπίγειον, οὕτως αὐτὸν ἐπὶ τῆς γῆς διάγειν βου‐ ληθείς· ὅταν τοίνυν πάντα ταῦτα λογίσωμαι, καὶ τοῦ Δεσπότου ἐκπλήττομαι τὴν περὶ τὸ γένος τὸ ἡμέτερον φιλανθρωπίαν, καὶ τοῦ ἀνθρώπου τὴν ῥᾳθυμίαν, καὶ τοῦ διαβόλου τὴν βασκανίαν· οὐ γὰρ ἤνεγκεν ὁ πονηρὸς | |
20 | δαίμων ὁρῶν ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὴν διαγωγήν. εʹ. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνωμεν, εἰ δοκεῖ, τὰ κατὰ τὴν τοῦ πονηροῦ δαίμονος ἐπιβουλὴν εἰς τὴν ἑξῆς ταμιευσάμενοι, ἐνταῦθα καταπαύσωμεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, με‐ | |
25 | μνῆσθαι τῶν εἰρημένων μετὰ ἀκριβείας, καὶ καθ’ ἑαυ‐ τοὺς ἅπαντα ἀναλογίζεσθαι, ἵνα ἔχητε αὐτὰ ἐνιδρυμένα ταῖς διανοίαις ταῖς ὑμετέραις. Ἐὰν γὰρ συνεχῶς ἀνα‐ μιμνησκώμεθα τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὧν εἰς τὴν ἡμετέραν φύσιν κατέθετο, αὐτοί τε εὐγνώμονες ἐσόμεθα, | |
30 | καὶ πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν προτροπὴ ἡμῖν μεγίστη τοῦτο γενήσεται. Ὁ γὰρ τῶν εὐεργεσιῶν μεμνημένος τοῦ Θεοῦ, δηλονότι σπουδάσει μὴ ἀνάξιον ἑαυτὸν ἀπο‐ φῆναι, ἀλλὰ τοσαύτην ἐπιδείξασθαι τὴν σπουδὴν, καὶ τὴν εὐγνωμοσύνην, ὡς καὶ ἑτέρων πάλιν ἀξιωθῆναι. | |
35 | Φιλότιμος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ ἐπειδὰν ἴδῃ περὶ τὰ ἤδη ἡμῖν ὑπάρξαντα παρ’ αὐτοῦ εὐγνώμονας γενομένους, πολλὴν ἐπιδαψιλεύεται τὴν χάριν, καὶ μει‐ ζόνων ἡμᾶς πάλιν ἀξιοῖ τῶν δωρεῶν· μόνον ἐὰν ἡμεῖς τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες μὴ ἁπλῶς τὸν χρόνον | |
40 | παρατρέχωμεν, μηδὲ τοῦτο σκοπῶμεν, εἰ τὸ ἥμισυ τῆς ἁγίας Τεσσαρακοστῆς παρέδραμεν, ἀλλ’ εἴ τινα ἡμῖν κατώρθωται ἐν τούτῳ τῷ χρόνῳ, καὶ εἴ τι τῶν ἐν‐ οχλούντων ἡμῖν παθῶν διωρθώσαμεν. Εἰ γὰρ μέλλοιμεν καθ’ ἑκάστην ἡμέραν τῆς πνευματικῆς διδασκαλίας | |
45 | ἀπολαύοντες οἱ αὐτοὶ διαμένειν, καὶ μὴ ἐπιδιδόναι πρὸς ἀρετὴν, μηδὲ τὰ τῆς κακίας εἴδη ἐξορίζειν τῆς ἑαυτῶν ψυχῆς, οὐ μόνον ἡμῖν οὐδὲν ὄφελος ἔσται, ἀλλὰ καὶ πλείων ἡ βλάβη. Ὅταν γάρ τις καὶ ἐπιμελείας τοσαύτης ἀπο‐ λαύων μηδὲν κερδαίνῃ, μεῖζον ἑαυτῷ ἐπισωρεύει τὸ τῆς | |
53.124(50) | γεέννης πῦρ. Διὸ, παρακαλῶ, κἂν τῷ ὑπολειπομένῳ χρόνῳ τῆς νηστείας εἰς δέον χρησώμεθα, καὶ καθ’ ἑκάστην ἑβδομάδα, μᾶλλον δὲ καθ’ ἑκάστην ἡμέραν ἑαυ‐ τοὺς περισκοπῶμεν, καὶ τὰ μὲν ἐλαττώματα ἡμῶν ἐξ‐ ορίζωμεν τῆς ἑαυτῶν ψυχῆς, κατορθωμάτων δὲ κτῆσιν | |
55 | προσλαμβάνωμεν, καθάπερ ὁ προφήτης παρῄνεσεν, καὶ ἐκκλίνωμεν ἀπὸ τῶν κακῶν, καὶ μετέλθωμεν ἐπὶ τὴν ἀρετήν· αὕτη γὰρ ἡ ἀληθὴς νηστεία. Ὁ θυμώδης τὸ μὲν πάθος τὸ ἐνοχλοῦν εὐσεβεῖ λογισμῷ ἐξοριζέτω τῆς ψυ‐ χῆς, πραότητα δὲ καὶ ἐπιείκειαν ἀσπαζέσθω. Ὁ ῥᾴθυ‐ | |
60 | μος καὶ ἀκόλαστος, καὶ μετὰ ἀδείας πρὸς τὰ κάλλη τῶν σωμάτων ἐπτοημένος, χαλινώσας αὑτοῦ τὸν λογι‐ σμὸν, καὶ τὸν νόμον τοῦ Χριστοῦ εἰς τὸ πλάτος αὑτοῦ τῆς διανοίας ἐγγράψας, τὸν λέγοντα, Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν | |
65 | αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ, τὸ μὲν τῆς ἀκολασίας πά‐ | |
θος φυγαδευέτω, τὴν δὲ σωφροσύνην κατορθούτω. | ||
53.125 | Ὁ προπετὴς ἐν γλώσσῃ καὶ ἁπλῶς τὰ ἐπιόντα φθεγγό‐ μενος, μιμείσθω πάλιν τὸν μακάριον προφήτην καὶ λεγέ‐ τω· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· καὶ μηδέποτε ἁπλῶς καὶ | |
5 | ὡς ἔτυχε προφερέτω τὰ ῥήματα, ἀλλ’ ἀκουέτω Παύλου λέγοντος· Πᾶσα κραυγὴ, καὶ θυμὸς, καὶ βλασφημία, καὶ αἰσχρολογία, καὶ εὐτραπελία ἀρθήτω ἀφ’ ὑμῶν, σὺν πάσῃ κακίᾳ· καὶ πάλιν· Εἴ τις λόγος ἀγαθὸς πρὸς οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκού‐ | |
10 | ουσι. Καὶ τοὺς ὅρκους δὲ παντελῶς φευγέτω, ἀκούων τῆς ἀποφάσεως τοῦ Χριστοῦ τῆς λεγούσης, ὅτι Ἐῤῥήθη τοῖς ἀρχαίοις, Οὐκ ἐπιορκήσεις· ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ὀμόσαι ὅλως. Μὴ τοίνυν μοι λέγε, ὅτι Ἐπὶ δικαίῳ ὄμνυμι· οὐκ ἔξεστι γὰρ οὔτε ἐπὶ δικαίῳ, οὔτε ἐπὶ ἀδίκῳ | |
15 | ὀμνύναι. Καθαρὸν τοίνυν τηρῶμεν ὅρκῳ τὸ στόμα, καὶ τούτοις ἅπασι τειχίζωμεν ἡμῶν καὶ τὴν γλῶτταν, καὶ τὰ χείλη, καὶ τὴν διάνοιαν, ὥστε μὴ ἔνδοθεν τίκτε‐ σθαί τι τῶν πονηρῶν λογισμῶν, μήτε διὰ γλώττης προ‐ φέρεσθαι. Καὶ τὰς ἀκοὰς δὲ ἀσφαλῶς ἀποφράττωμεν, | |
20 | ὥστε μήτε ἀκοὴν ματαίαν παραδέχεσθαι, καθάπερ ὁ μακάριος Μωϋσῆς παρήγγειλε λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ· καὶ πάλιν ὁ μακάριος Δαυῒδ ἔλεγε· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἶδες, ἀγαπητὲ, ὅσης ἡμῖν ἀγρυπνίας χρεία, | |
25 | ὅσου πόνου πρὸς τὴν ἀρετήν; πῶς καὶ βραχὺ μέρος ἀμεληθὲν, ὁλόκληρον ἡμῖν ἐπάγει τὸν κίνδυνον; Διὰ τοῦτο καὶ ἑτέρωθι ἐβόα ὁ μακάριος Δαυῒδ ἐγκαλῶν τῷ τοῦτο ποιοῦντι· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου κατελά‐ λεις, καὶ κατὰ τοῦ υἱοῦ τῆς μητρός σου ἐτίθεις | |
30 | σκάνδαλον. Ἐὰν οὕτως ἡμῶν ἅπαντα τὰ μέλη τειχί‐ σωμεν, δυνησόμεθα καὶ πρὸς τὰ τῆς ἀρετῆς ἔργα διεγερ‐ θῆναι, καὶ τὴν μὲν γλῶτταν πρὸς δοξολογίαν καὶ ὕμνους τοὺς εἰς τὸν τῶν ὅλων Θεὸν ἀπασχολεῖν, τὴν δὲ ἀκοὴν πρὸς ἀκρόασιν καὶ μάθησιν τῶν θείων λογίων, καὶ τὴν | |
35 | διάνοιαν πρὸς τὴν κατανόησιν τῶν πνευματικῶν διδα‐ γμάτων, καὶ τὰς χεῖρας μὴ πρὸς ἁρπαγὴν καὶ πλεον‐ εξίαν, ἀλλὰ πρὸς ἐλεημοσύνην καὶ τὴν τῶν ἀγαθῶν πρά‐ ξεων ἐργασίαν, καὶ τοὺς πόδας μὴ εἰς θέατρα καὶ ἱπ‐ ποδρομίας, καὶ τὰς ἐπιβλαβεῖς θεωρίας, ἀλλ’ εἰς ἐκκλη‐ | |
40 | σίαν καὶ εἰς εὐκτηρίους οἴκους, καὶ πρὸς τὰς τῶν ἁγίων μαρτύρων θήκας, ἵνα τὴν παρ’ αὐτῶν εὐλογίαν καρπούμενοι, ἀχειρώτους ἑαυτοὺς καταστήσωμεν ταῖς τοῦ διαβόλου παγίσιν. Ἐὰν οὕτως ὦμεν μεμεριμνημέ‐ νοι, καὶ τῆς ἑαυτῶν σωτηρίας φροντίζοντες, δυνησόμεθα | |
45 | καὶ τὸ ἀπὸ τῆς νηστείας κέρδος καρπώσασθαι, καὶ τὰς τοῦ Πονηροῦ μηχανὰς διαφυγεῖν, καὶ πολλὴν τὴν ἄνωθεν ῥοπὴν ἐπισπάσασθαι· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦ‐ σαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, | |
53.125(50) | κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν. | |
52t | ΟΜΙΛΙΑ Ιϛʹ. | |
53n | Εἰς τὴν παράβασιν τῶν πρωτοπλάστων. «Καὶ ἦσαν | |
54n | οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ, καὶ ἡ γυνὴ αὐτοῦ, | |
55n | καὶ οὐκ ᾐσχύνοντο.» | |
56 | αʹ. Βούλομαι σήμερον, ἀγαπητοὶ, θησαυρὸν ὑμῖν πνευ‐ | |
ματικὸν ὑπανοῖξαι, μεριζόμενον, καὶ μηδέποτε δαπανώ‐ | Column end | |
53.126 | μενον· πάντας πλουτίζοντα, καὶ ἐν μηδενὶ ἐλαττούμενον, ἀλλὰ καὶ προστιθέμενον. Καθάπερ γὰρ ἐπὶ τοῦ αἰσθη‐ τοῦ θησαυροῦ κἂν μικρόν τι ψῆγμα λαβεῖν τις δυνηθείη, πολὺν ἑαυτῷ τὸν πλοῦτον ἐργάζεται· οὕτω δὴ καὶ ἐπὶ | |
5 | τῆς θείας Γραφῆς, καὶ ἐν βραχείᾳ λέξει πολλὴν ἔστιν εὑρεῖν τῶν νοημάτων τὴν δύναμιν, καὶ ἄφατον τὸν πλοῦ‐ τον. Τοιαύτη γὰρ ἡ φύσις τοῦ θησαυροῦ τούτου· τοὺς ὑποδεχομένους εὐπόρους ἐργαζόμενος οὐδέποτε ἐλλεί‐ πει· πηγὴ γὰρ τοῦτον ἀναβλύζει τοῦ Πνεύματος τοῦ | |
10 | ἁγίου. Ὑμέτερον δ’ ἂν εἴη λοιπὸν μετὰ ἀκριβείας φυ‐ λάττειν τὰ παρακατατιθέμενα, καὶ τὴν μνήμην ἀδιά‐ πτωτον διασώζειν, ἵνα μετ’ εὐκολίας δύνησθε παρακο‐ λουθεῖν τοῖς λεγομένοις, μόνον μετὰ σπουδῆς τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν. Ἡ γὰρ χάρις ἕτοιμός ἐστιν ἐπιζη‐ | |
15 | τοῦσα τοὺς μετὰ δαψιλείας ταύτην ὑποδεχομένους. Ἀκού‐ σωμεν δὲ καὶ τῶν σήμερον ἀνεγνωσμένων, ἵνα μάθωμεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ συγκα‐ ταβάσει κέχρηται διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Καὶ ἦσαν οἱ δύο γυμνοὶ, ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ, | |
20 | καὶ οὐκ ᾐσχύνοντο. Ἐννόησόν μοι μακαριότητος ὑπερ‐ βολὴν, πῶς ἀνώτεροι ἦσαν τῶν σωματικῶν ἁπάντων, πῶς καθάπερ τὸν οὐρανὸν, οὕτω τὴν γῆν ᾤκουν, καὶ ἐν σώματι τυγχάνοντες τὰ τῶν σωμάτων οὐχ ὑπέμενον· οὔτε γὰρ στέγης, οὔτε ὀρόφου, οὔτε ἱματίου, οὔτε ἄλλου | |
25 | οὐδενὸς τῶν τοιούτων ἐδέοντο. Καὶ οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ἡμῖν ἐπεσημήνατο ἡ θεία Γραφὴ, ἀλλ’ ἵνα μαθόν‐ τες τὴν ἄλυπον αὐτῶν ταύτην διαγωγὴν, καὶ τὸν ἀν‐ ώδυνον βίον, καὶ τὴν ἀγγελικὴν, ὡς εἰπεῖν, κατάστασιν, ἐπειδὰν ἴδωμεν μετὰ ταῦτα τούτων ἁπάντων ἐρήμους | |
30 | αὐτοὺς γενομένους, καὶ καθάπερ ἀπὸ πολλῆς πλούτου περιουσίας εἰς ἐλαχίστην πενίαν κατενεχθέντας, τῇ ῥᾳθυμίᾳ αὐτῶν τὸ πᾶν ἐπιγράψωμεν. Ἀναγκαῖον δὲ ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Εἰπὼν γὰρ ὁ μακάριος Μωϋσῆς, ὅτι γυμνοὶ ἦσαν, καὶ οὐκ ᾐσχύνοντο (οὐδὲ γὰρ | |
35 | ᾔδεισαν ὅτι γυμνοὶ ἦσαν, τῆς δόξης τῆς ἀφάτου περι‐ στελλούσης αὐτοὺς, καὶ παντὸς ἱματίου μᾶλλον αὐτοὺς κοσμούσης), φησίν· Ὁ δὲ ὄφις ἦν φρονιμώτατος τῶν θηρίων πάντων τῶν ἐπὶ τῆς γῆς, ὧν ἐποίησε Κύριος ὁ Θεός. Καὶ εἶπεν ὁ ὄφις τῇ γυναικί· Τί ὅτι εἶπεν ὁ | |
40 | Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παρα‐ δείσου; Ὅρα πονηροῦ δαίμονος βασκανίαν, καὶ πολύ‐ πλοκον μηχανήν. Ἐπειδὴ γὰρ εἶδεν ἐν τῇ ἀνωτάτω τιμῇ τυγχάνοντα τὸν δημιουργηθέντα ἄνθρωπον, καὶ οὐδὲν σχεδὸν ἔλαττον ἔχοντα τῶν ἀγγέλων, καθάπερ καὶ ὁ μα‐ | |
45 | κάριος Δαυΐδ φησιν, Ἠλάττωσας αὐτὸν βραχύ τι παρ’ ἀγγέλους· καὶ τοῦτο δὲ αὐτὸ τὸ Βραχὺ ἡ τῆς παρακοῆς ἁμαρτία εἰσήγαγε· μετὰ γὰρ τὴν παρακοὴν τοῦτο ἐφθέγξατο ὁ προφήτης· ὁρῶν τοίνυν ἄγγελον ἐπίγειον ἐπὶ γῆς τυγχάνοντα, καὶ ὑπὸ τῆς βασκανίας τηκόμε‐ | |
53.126(50) | νος ὁ ἀρχέκακος δαίμων, ἐπειδὴ αὐτὸς ἐν ταῖς ἄνω δυνά‐ μεσι τελῶν, διὰ μοχθηρίαν προαιρέσεως καὶ κακίας ὑπερβολὴν ἐκ τοῦ ὕψους ἐκείνου ἐῤῥίφη κάτω, πολλῇ κέχρηται τῇ μηχανῇ, ὥστε τῆς εὐνοίας τοῦ Θεοῦ ἀπο‐ στερῆσαι τὸν ἄνθρωπον, καὶ ἀγνώμονα αὐτὸν ἀπεργα‐ | |
55 | σάμενος γυμνῶσαι τῶν τοσούτων ἀγαθῶν τῶν διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν παρασχεθέντων αὐτῷ. Καὶ τί ποιεῖ; Εὑρὼν τὸ θηρίον τοῦτο, τὸν ὄφιν λέγω, τὰ ἄλλα θηρία τῇ φρονήσει νικῶντα, καθάπερ καὶ ὁ μακάριος Μωϋσῆς ἐμαρτύρησεν εἰπὼν, Ὁ δὲ ὄφις ἦν φρονιμώ‐ | |
60 | τατος πάντων τῶν θηρίων τῶν ἐπὶ τῆς γῆς, ὧν | |
53.127 | ἐποίησε Κύριος ὁ Θεός· τούτῳ ὥσπερ ὀργάνῳ τινὶ χρώμενος, δι’ αὐτοῦ τὸ ἄπλαστον καὶ ἀσθενέστερον σκεῦος, τὴν γυναῖκα λέγω, διὰ τῆς ὁμιλίας εἰς τὴν ἑαυ‐ τοῦ ἀπάτην ἐκκαλεῖται. Καὶ εἶπε, φησὶν, ὁ ὄφις τῇ | |
5 | γυναικί. Λογίζου, ἀγαπητὲ, ἐκ τούτου, πῶς οὐδὲν ἦν ἐν προοιμίοις φοβερὸν τῶν θηρίων τῶν γεγενημένων, οὔτε τῷ ἀνδρὶ, οὔτε τῇ γυναικὶ, ἀλλὰ τὴν ὑποταγὴν καὶ τὴν δεσποτείαν ἐπεγίνωσκον, καὶ καθάπερ νῦν τὰ ἥμερα, οὕτω καὶ τὰ ἄγρια καὶ ἀτίθασσα τότε χειροήθη ἐτύγχανεν. | |
10 | βʹ. Ἀλλ’ ἴσως ἐνταῦθα διαπορήσειεν ἄν τις, καὶ μαθεῖν ζητήσειεν, εἰ καὶ τὸ θηρίον λόγου μετεῖχεν. Οὐ τοῦτο· μὴ γένοιτο· ἀλλ’ ἀεὶ ἀκολουθοῦντας τῇ Γραφῇ τοῦτο λογίζεσθαι χρὴ, ὅτι τὰ μὲν ῥήματα ἦν τοῦ διαβόλου τοῦ διὰ τὸν οἰκεῖον φθόνον πρὸς τὴν ἀπάτην ταύτην διεγερ‐ | |
15 | θέντος· τῷ δὲ θηρίῳ τούτῳ ὥσπερ ἐπιτηδείῳ ὀργάνῳ ἐχρήσατο, ἵνα δυνηθῇ τὸ δέλεαρ τῆς οἰκείας ἀπάτης ἐνιεὶς, ὑποσκελίσαι πρότερον μὲν τὴν γυναῖκα, ἅτε ἀεὶ εὐκολώτερον δυναμένην ἀπατηθῆναι, ἔπειτα δὲ δι’ αὐτῆς καὶ τὸν πρωτόπλαστον. Τῷ οὖν ἀλόγῳ τούτῳ χρησάμε‐ | |
20 | νος πρὸς τὴν τῆς ἐπιβουλῆς κατασκευὴν, δι’ αὐτοῦ τῇ γυναικὶ διαλέγεται, καί φησι· Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου; Σκοπεῖτε ἐνταῦθα κακουργίας ὑπερβολὴν λεπτοτάτην. Τὸ μὴ ῥηθὲν ὑπὸ τοῦ Θεοῦ ἐν τάξει συμβουλῆς καὶ ἐρω‐ | |
25 | τήσεως εἰσάγει, καὶ ὡσανεὶ τὴν ὑπὲρ αὐτῶν κη‐ δεμονίαν ποιούμενος· τοῦτο γάρ ἐστιν ἐνδεικνυμένου, τὸ λέγειν, Τί ὅτι εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παν‐ τὸς ξύλου τοῦ παραδείσου; μονονουχὶ λέγων ὁ πονη‐ ρὸς οὗτος δαίμων, Τίνος ἕνεκεν ἀπεστέρησεν ὑμᾶς τῆς | |
30 | τοσαύτης ἀπολαύσεως; διὰ τί οὐ συγχωρεῖ μετέχειν τῶν ἐν τῷ παραδείσῳ ἀγαθῶν, ἀλλὰ τῆς μὲν θέας τὴν ἀπό‐ λαυσιν ἐδωρήσατο, οὐκ ἀφίησι δὲ μεταλαβεῖν, καὶ πλείονα καρπώσασθαι τὴν ἡδονήν; Τί ὅτι εἶπεν ὁ Θεός; Διὰ τί, φησὶ, τοῦτο; τί τὸ ὄφελος τῆς ἐν τῷ παραδείσῳ διαγω‐ | |
35 | γῆς, ὅταν μὴ ἐξῇ τῶν ἐν αὐτῷ ἀπολαύειν, ἀλλὰ ταύτῃ μάλιστα πλείονα τὴν ὀδύνην ἔχειν, ὅταν θέα μὲν ᾖ, ἀπό‐ λαυσις δὲ ἡ ἀπὸ τῆς μεταλήψεως μὴ γίνηται; Εἶδες πῶς, καθάπερ δέλεαρ, διὰ τῶν ῥημάτων ἐνίησιν αὑτοῦ τὸν ἰόν; Δέον τὴν γυναῖκα ἐξ αὐτῆς τῆς ἐπιχειρήσεως | |
40 | κατανοῆσαι τῆς μανίας τὴν ὑπερβολὴν, καὶ ὅτι τὰ μὴ ὄντα ἐπίτηδες λέγει, καὶ ἐν τάξει δῆθεν κηδεμονίας, ἵνα μαθεῖν δυνηθῇ τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ἐνταλθέντα, καὶ οὕτω πρὸς τὴν παράβασιν αὐτοὺς ἑλκύσῃ. Δυναμένη τοί‐ νυν εὐθέως συνιδεῖν αὐτοῦ τὴν ἀπάτην, καὶ ἀποστραφῆ‐ | |
45 | ναι λοιπὸν τὴν πρὸς αὐτὸν διάλεξιν ὡς περιττὰ λέγοντα, καὶ μὴ ἑαυτὴν εἰς τοσαύτην ταπεινότητα καταγαγεῖν, οὐκ ἠθέλησεν. Ἔδει μὲν γὰρ μηδὲ ἐξ ἀρχῆς ἀνασχέσθαι τῆς πρὸς αὐτὸν διαλέξεως, ἀλλ’ ἐκείνῳ μόνῳ διαλέγεσθαι, δι’ ὂν παρήχθη, καὶ κοινωνὸς κατὰ τὴν ἀξίαν γέγονε, | |
53.127(50) | καὶ εἰς βοήθειαν ἐδημιουργήθη. Ἐπειδὴ δὲ οὐκ οἶδ’ ὅπως παρασυρεῖσα ἠνέσχετο τῆς ὁμιλίας τῆς πρὸς τὸν ὄφιν, καὶ ἐδέχετο τὰ ὀλέθρια ῥήματα τοῦ διαβόλου διὰ τούτου ὡς δι’ ὀργάνου, ἀκόλουθον ἦν εὐθέως μα‐ θοῦσαν ἐκ τῶν παρ’ αὐτοῦ λεχθέντων τὴν ἐναντίω‐ | |
55 | σιν τῶν ῥημάτων, καὶ ὅτι ἕτερα μὲν ὁ δημιουργήσας προσέταξεν, ἕτερα δὲ οὗτος καὶ ἀπεναντίας τῷ δη‐ μιουργῷ ἔλεγεν, ἀποστραφῆναι καὶ φυγεῖν λοιπὸν τὴν πρὸς αὐτὸν ὁμιλίαν, καὶ βδελύξασθαι τὸν τολμήσαντα τὴν οἰκείαν γλῶσσαν ἀκονῆσαι κατὰ τῆς δοθείσης αὐτοῖς | |
60 | ἐντολῆς. Ἀλλὰ διὰ τὴν πολλὴν ἀπροσεξίαν οὐ μόνον οὐκ ἀπεστράφη, ἀλλὰ καὶ τὴν ἐντολὴν ἅπασαν αὐτῷ ἐκκα‐ | |
λύπτει, καὶ τοὺς μαργαρίτας τῷ χοίρῳ προτίθησι, καὶ | Column end | |
53.128 | πληροῦται τὸ παρὰ τοῦ Χριστοῦ εἰρημένον· Μὴ βάλητε γὰρ, φησὶ, τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε καταπατήσωσιν αὐτοὺς ἐν τοῖς πο‐ σὶν αὐτῶν, καὶ στραφέντες ῥήξωσιν ὑμᾶς· ὃ δὴ καὶ | |
5 | νῦν γέγονε. Παρέθηκε γὰρ τῷ χοίρῳ, τῷ πονηρῷ τούτῳ θηρίῳ, ἤτοι τῷ δαίμονι τῷ δι’ αὐτοῦ ἐνεργοῦντι, τοὺς θείους μαργαρίτας, καὶ οὐ μόνον αὐτοὺς κατεπάτησε, καὶ ἀντετάξατο τοῖς ῥηθεῖσιν, ἀλλὰ καὶ στραφεὶς οὐκ αὐτὴν μόνον, ἀλλὰ μετ’ αὐτῆς καὶ τὸν πρωτόπλαστον εἰς | |
10 | τὸ τῆς παρακοῆς ῥῆγμα κατήγαγε. Τοσοῦτόν ἐστι κα‐ κὸν ἁπλῶς καὶ ὡς ἔτυχε πᾶσιν ἐκκαλύπτειν τὰ θεῖα μυστήρια. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀδιαφόρως πρὸς ἅπαντας διαλεγόμενοι. Οὐδὲ γὰρ ἐκεῖ περὶ χοίρου αἰσθη‐ τοῦ ὁ Χριστὸς λέγει, ἀλλὰ τοὺς χοιρώδεις τῶν ἀνθρώπων | |
15 | αἰνιττόμενος, καὶ ὁμοίως τοῖς ἀλόγοις ἐγκυλινδουμένους τῷ τῆς ἁμαρτίας βορβόρῳ, παιδεύων ἡμᾶς εἰδέναι καὶ προσώπων διαφορὰν, καὶ πολιτείας ἐπιζητεῖν ἀκρίβειαν, ἡνίκα ἂν δέῃ τι τῶν θείων λογίων ἐκκαλύ‐ πτειν, ἵνα μὴ κἀκείνους καὶ ἑαυτοὺς λυμαινώμεθα. Οἱ | |
20 | γὰρ τοιοῦτοι οὐ μόνον οὐδὲν κερδαίνουσιν ἀπὸ τῶν λε‐ γομένων, ἀλλὰ καὶ τοὺς ἀνεξετάστως παραθέντας τοὺς καλοὺς τούτους μαργαρίτας, εἰς τὸ αὐτὸ αὐτοῖς βάρα‐ θρον τῆς ἀπωλείας πολλάκις κατήγαγον. Διὸ χρὴ μετὰ ἀκριβείας ταῦτα παραφυλάττεσθαι, ἵνα μὴ τὰ αὐτὰ τοῖς | |
25 | νῦν ἀπατηθεῖσιν ὑπομένωμεν. Εἰ γὰρ καὶ νῦν ἡ γυνὴ ἐβουλήθη τοὺς θείους μαργαρίτας μὴ προθεῖναι τῷ χοίρῳ, οὐκ ἂν οὔτε αὐτὴ εἰς τὸν κρημνὸν τοῦτον κατηνέχθη, οὔτε τὸν ἄνδρα συγκατέσπασεν. γʹ. Ἀλλ’ ἀκούσωμεν τί πρὸς αὐτὸν ἀποκρίνεται. Εἰπόν‐ | |
30 | τος γὰρ ἐκείνου, Τί ὅτι εἶπεν ὁ Θεὸς, Ἀπὸ παντὸς ξύ‐ λου τοῦ παραδείσου οὐ μὴ φάγητε; φησὶν ἡ γυνὴ τῷ ὄφει· Ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου φαγόμεθα· ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ πα‐ ραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγησθε, οὐδὲ μὴ ἅψησθε | |
35 | αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Εἶδες κακουργίαν; Εἶπε τὸ μὴ ὂν, ἵνα ἐκκαλεσάμενος αὐτὴν εἰς διάλεξιν μάθῃ τὸ ὄν. Ἡ γὰρ γυνὴ λοιπὸν, ὡς εὐνοϊκῶς περὶ αὐτὴν δια‐ κειμένου, θαῤῥήσασα πᾶσαν ἐκκαλύπτει τὴν ἐντολὴν, καὶ λέγει πάντα μετὰ ἀκριβείας, καὶ δι’ ὧν ἀπεκρίνατο | |
40 | πάσης ἑαυτὴν ἀποστερεῖ ἀπολογίας. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὦ γύναι; Εἶπεν ὁ Θεὸς, Οὐ μὴ φάγητε ἀπὸ παντὸς ξύλου τοῦ παραδείσου. Δέον σὲ ὡς ἐναντία εἰρηκότα ἀποστραφῆναι καὶ εἰπεῖν πρὸς αὐτόν· Ἄπαγε, ἀπατεὼν εἶ σὺ, οὐκ οἶσθα οὐδὲ τῆς ἐντολῆς τῆς δεδομέ‐ | |
45 | νης ἡμῖν τὴν δύναμιν, οὐδὲ τῆς ἀπολαύσεως τὸ μέγεθος, οὐδὲ τὴν δαψίλειαν τῆς χορηγίας. Σὺ μὲν γὰρ ἔφης εἰρη‐ κέναι τὸν Θεὸν, ἀπὸ μηδενὸς ξύλου ἡμᾶς ἀπογεύσασθαι, ὁ δὲ Δεσπότης καὶ Δημιουργὸς διὰ πολλὴν ἀγαθότητα πάντων ἡμῖν ἀνεὶς τὴν ἀπόλαυσιν καὶ τὴν ἐξουσίαν, | |
53.128(50) | ἑνὸς μόνου ἀποσχέσθαι ἐκέλευσε, καὶ τοῦτο πάλιν διὰ τὴν περὶ ἡμᾶς κηδεμονίαν, ὥστε μὴ μετασχόντας ἁλῶ‐ ναι θανάτῳ. Δέον, εἴπερ εὐγνώμων ἦν, ταῦτα πρὸς αὐ‐ τὸν εἰποῦσα τὰ ῥήματα, πάντη ἀποστραφῆναι, καὶ μη‐ κέτι μήτε διαλεχθῆναι, μήτε ἀκοῦσαί τι τῶν παρ’ αὐτοῦ | |
55 | λεγομένων· ἀλλὰ τὴν ἐντολὴν ἐκκαλύψασα καὶ εἰποῦσα τὰ παρὰ τοῦ Θεοῦ αὐτοῖς ῥηθέντα, ἄλλην δέχεται παρ’ αὐτοῦ συμβουλὴν ὀλεθρίαν καὶ θανάσιμον. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ἀπὸ παντὸς τοῦ ξύλου τοῦ παρα‐ δείσου φαγόμεθα, ἀπὸ δὲ τοῦ καρποῦ τοῦ ξύλου τοῦ | |
60 | ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ Θεὸς, Οὐ φάγητε ἀπ’ αὐτοῦ, οὐδ’ οὐ μὴ ἅψησθε αὐτοῦ, ἵνα μὴ ἀπο‐ | |
θάνητε· πάλιν ὁ πονηρὸς καὶ ἐχθρὸς τῆς ἡμετέρας | ||
53.129 | σωτηρίας ἐναντίαν τῷ Δεσπότῃ τὴν συμβουλὴν εἰσάγει. Τοῦ γὰρ φιλανθρώπου Θεοῦ διὰ πολλὴν κηδεμονίαν τὴν μετάληψιν κωλύσαντος, ἵνα μὴ διὰ τῆς παρακοῆς θνητοὶ γένωνται, οὗτός φησι τῇ γυναικί· Οὐ θανάτῳ ἀποθα‐ | |
5 | νεῖσθε. Ποίας ἄν τις ἀξιώσειε συγγνώμης τὴν γυναῖκα, ὅτι ὅλως κἂν ὑποσχεῖν ἠνέσχετο τὰς ἀκοὰς τῷ οὕτω τολμηρὰ φθεγγομένῳ; Εἰπόντος γὰρ τοῦ Θεοῦ, Μὴ ἅψησθε, ἵνα μὴ ἀποθάνητε, οὗτός φησιν· Οὐ θανάτῳ ἀποθανεῖσθε. Εἶτα οὐκ ἀρκεσθεὶς τῷ ἀντιφθέγ‐ | |
10 | ξασθαι τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, καὶ ὡς φθονερὸν διαβάλλει τὸν Δημιουργὸν, ἵν’ οὕτω τὴν ἀπάτην εἰσαγα‐ γεῖν δυνηθείη, καὶ τὴν γυναῖκα ὑποσκελίσας τὸν οἰκεῖον σκοπὸν ἀποπληρώσῃ. Οὐ θανάτῳ, φησὶν, ἀποθανεῖσθε. ᾜδει γὰρ ὁ Θεὸς, ὅτι ᾗ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, | |
15 | διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Ἰδοὺ τὸ δέ‐ λεαρ ἅπαν. Πληρώσας γὰρ τὴν κύλικα δηλητηρίου φαρ‐ μάκου, ἐπέδωκε τῇ γυναικὶ, ἡ δὲ τὸ θανάσιμον ἰδεῖν οὐ βουληθεῖσα (ἐδύνατο γὰρ, εἴπερ ἐβούλετο, ἐκ προοι‐ | |
20 | μίων τοῦτο γνῶναι), ἀλλ’ ἀκούσασα παρ’ αὐτοῦ, ὅτι Διὰ τοῦτο τὴν μετάληψιν ἐκώλυσεν ὁ Θεὸς, ἐπειδὴ ᾜδει ὅτι διανοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρὸν, τῇ ἐλπίδι τῆς ἰσοθεΐας φυσηθεῖσα, μεγάλα ἦν λοιπὸν | |
25 | φανταζομένη. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Ἐχθροῦ μηχα‐ νήματα· ὅταν εἰς πολὺ ὕψος διὰ τῆς ἀπάτης ἀναγάγῃ, τὸ τηνικαῦτα εἰς τὸν βαθὺν κρημνὸν κατάγει. Φαντα‐ σθεῖσα γὰρ ἰσοθεΐαν, ἐπὶ τὴν μετάληψιν ἔσπευδε, καὶ ἐκεῖ λοιπὸν ἔτεινε καὶ τὸν λογισμὸν καὶ τὴν διάνοιαν, | |
30 | καὶ οὐδὲν ἕτερον περιεσκόπει, ἢ πῶς τὴν κύλικα ἐκπίῃ, τὴν παρὰ τοῦ πονηροῦ δαίμονος κερασθεῖσαν. Μετὰ γὰρ τὸ δέξασθαι τὸν ὀλέθριον ἐκεῖνον ἰὸν διὰ τῆς συμ‐ βουλῆς τοῦ ὄφεως, ἵνα μάθῃς ὅτι περὶ τούτων τὴν σπου‐ δὴν εἶχεν, ἄκουε τῆς Γραφῆς λεγούσης· Καὶ εἶδεν ἡ | |
35 | γυνὴ ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ ὅτι ἀρε‐ στὸν τοῖς ὀφθαλμοῖς ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι· καὶ ἔλαβεν ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγεν. Ἀληθῶς Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κα‐ καί. Διὰ τί γὰρ πρὸ τῆς συμβουλῆς τοῦ πονηροῦ δαί‐ | |
40 | μονος ἐκείνου μηδὲν τοιοῦτον ἔπαθε, μηδὲ κατενόησε τὸ ξύλον, μηδὲ εἶδεν αὐτοῦ τὴν ὡραιότητα; Ἐπειδὴ ἐδε‐ δοίκει τοῦ Θεοῦ τὴν ἐντολὴν, καὶ τὸ μέλλον ἐπιτίμιον ἔσεσθαι ἐκ τῆς μεταλήψεως· νυνὶ δὲ ἐπειδὴ ἠπατήθη παρὰ τοῦ πονηροῦ θηρίου τούτου, ὅτι οὐ μόνον τοῦτο | |
45 | πείσονται, ἀλλὰ καὶ ἰσόθεοι ἔσονται, τότε λοιπὸν ἡ ἐλπὶς τῆς ὑποσχέσεως ἐπὶ τὴν μετάληψιν αὐτὴν παρώρμησε, καὶ οὐκ ἀνασχομένη μεῖναι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλὰ τὸν ἐχθρὸν καὶ πολέμιον τῆς σωτηρίας τῆς ἡμετέρας ἀξιοπιστότερον εἶναι νομίσασα τῶν παρὰ τοῦ Θεοῦ ῥη‐ | |
53.129(50) | μάτων, ἐμάνθανε διὰ τῆς πείρας αὐτῆς μετ’ οὐ πολὺ τῆς συμβουλῆς τὸ ὀλέθριον, καὶ τὴν ἐκ τῆς μεταλήψεως καταληψομένην αὐτοὺς συμφοράν. Ἰδοῦσα γὰρ, φησὶν, ὅτι καλὸν τὸ ξύλον εἰς βρῶσιν, καὶ τοῖς ὀφθαλμοῖς ἀρεστὸν ἰδεῖν, καὶ ὡραῖόν ἐστι τοῦ κατανοῆσαι, λο‐ | |
55 | γισαμένη πρὸς ἑαυτὴν, ἴσως ἐκ τῆς παρὰ τοῦ διαβόλου ἀπάτης, ἣν διὰ τοῦ ὄφεως αὐτῇ προσήγαγεν· Εἰ καὶ εἰς βρῶσιν καλὸν τὸ ξύλον, καὶ τοὺς ὀφθαλμοὺς οὕτω τέρ‐ πειν δύναται, καὶ ὡραιότης τίς ἐστιν ἄφατος ἐν αὐτῷ, παρέχει δὲ ἡμῖν ἡ τούτου μετάληψις καὶ τὴν ἀνωτάτω | |
60 | τιμὴν, καὶ τὴν αὐτὴν ἀξίαν τῷ Δημιουργῷ ἕξομεν, τίνος ἕνεκεν οὐ μεταληψόμεθα τούτου; δʹ. Εἶδες πῶς αὐτὴν αἰχμάλωτον ὁ διάβολος ἀπ‐ ήγαγε, καὶ ὑπέσυρε τὸν λογισμὸν, καὶ παρεσκεύασε μεί‐ | |
ζονα τῆς οἰκείας ἀξίας φρονῆσαι, ἵνα κεναῖς ἐλπίσι φυ‐ | Column end | |
53.130 | σωμένη ἐκπέσῃ καὶ τῶν ἤδη παρασχεθέντων; Καὶ ἔλαβε, φησὶν, ἀπὸ τοῦ καρποῦ αὐτοῦ, καὶ ἔφαγε· καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν, ὅτι | |
5 | γυμνοὶ ἦσαν. Τί πεποίηκας, ὦ γύναι; Οὐ μόνον αὐτὴν τὴν ὀλεθρίαν συμβουλὴν δεξαμένη τὸν παρὰ τοῦ Θεοῦ δεδομένον νόμον κατεπάτησας, καὶ ἐξύβρισας εἰς τὴν ἐντολὴν, καὶ τοσαύτῃ ἐχρήσω τῇ ἀκρασίᾳ, ὡς μὴ ἀρ‐ κεσθῆναι τῇ τοσαύτῃ ἀπολαύσει, ἀλλὰ καὶ τοῦ ἑνὸς ξύ‐ | |
10 | λου, οὗ προσέταξεν ὁ Δεσπότης μὴ ἐφάψασθαι, ἐτόλ‐ μησας ἐπιλαβέσθαι, καὶ ἐπίστευσας τοῖς παρὰ τοῦ ὄφεως εἰρημένοις, καὶ ἀξιοπιστοτέραν τὴν τούτου συμ‐ βουλὴν ἐνόμισας τῆς παρὰ τοῦ δημιουργήσαντος δο‐ θείσης ἐντολῆς, καὶ τοσαύτην ἀπατηθεῖσα ἀπάτην, ὡς | |
15 | μηδὲ συγγνώμης εἶναι ἀξίαν; Μὴ γὰρ ὁμογενής σοι ἦν ὁ τὴν συμβουλὴν εἰσαγαγών; Τῶν ὑποτεταγμένων ἐτύγ‐ χανε, τῶν δούλων τῶν ὑπὸ τὴν σὴν ἐξουσίαν τυγχανόν‐ των. Τίνος ἕνεκεν οὕτω σαυτὴν κατῄσχυνας, καὶ ἐκεῖ‐ νον καταλιποῦσα, δι’ ὃν ἐδημιουργήθης, ᾧ πρὸς βοήθειαν | |
20 | παρήχθης, ᾧ κοινωνὸς τῆς ἀξίας ἐγένου, καὶ ὁμοού‐ σιος, καὶ ὁμόφωνος, τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν κατ‐ εδέξω, καὶ διὰ τοῦ θηρίου τούτου τὴν παρὰ τοῦ διαβόλου δέξασθαι συμβουλὴν, καὶ φανερῶς ἀπεναντίας οὖσαν τῆς τοῦ δημιουργήσαντος νομοθεσίας, οὐδὲ οὕτως ἀπ‐ | |
25 | εστράφης, ἀλλὰ τῇ ἐλπίδι τῆς ὑποσχέσεως κατετόλμησας τῆς μεταλήψεως; Ἔστω τοίνυν· σαυτὴν εἰς τοσοῦτον κρημνὸν κατήγαγες, καὶ τῆς τιμῆς τῆς ὑπερβαλλούσης ἀπεστέρησας· τίνος ἕνεκεν καὶ τὸν ἄνδρα κοινωνὸν λαμβάνεις τοῦ χαλεποῦ τούτου πταίσματος, καὶ ᾧ | |
30 | βοηθὸς εἶναι ἐτάχθης, τούτου ἐπίβουλος γίνῃ, καὶ διὰ μικρᾶς βρώσεως τῆς εὐνοίας τῆς παρὰ τοῦ Θεοῦ ἀλλο‐ τριοῖς κἀκεῖνον μετὰ σαυτῆς; Ποία μανίας ὑπερβολὴ εἰς τοσαύτην σε τὴν τόλμαν ἤγαγεν; Οὐκ ἤρκει σοι τὸν ἀταλαίπωρον ζῇν βίον, τὸ σῶμα μὲν περικεῖσθαι, | |
35 | μηδενὸς δὲ δεῖσθαι τῶν σωματικῶν; τὸ πάντων τῶν ἐν τῷ παραδείσῳ ἀπολαύειν πλὴν ἑνὸς ξύλου; τὸ πάντα τὰ ὁρώμενα ὑπὸ τὴν ἐξουσίαν εἶναι τὴν ὑμετέραν, καὶ τὴν κατὰ πάντων ἀρχὴν κεκτῆσθαι; ἀλλ’ ἀπατηθεῖσα ταῖς ἐλπίσι προσεδόκησας καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω | |
40 | κορυφὴν ἥξειν; Διὰ τοῦτο μαθήσῃ δι’ αὐτῶν τῶν πρα‐ γμάτων, ὅτι οὐ μόνον ἐκείνων οὐκ ἐπιτεύξῃ, ἀλλὰ καὶ πάντων τῶν ἤδη δεδομένων ἀποστερήσεις καὶ σαυτὴν, καὶ τὸν ἄνδρα, καὶ εἰς τοσαύτην ἥξετε μεταμέλειαν ὡς ὑμᾶς μὲν ἄπρακτα μεταγινώσκειν, τὸν δὲ πονηρὸν δαί‐ | |
45 | μονα τὸν τὴν ὀλεθρίαν ταύτην συμβουλὴν εἰσαγαγόντα ἐπιγελᾷν, καὶ ἐπεμβαίνειν, ἅτε δὴ λοιπὸν κειμένοις, καὶ τὰ αὐτὰ ἐκείνῳ πεπονθόσι. Καθάπερ γὰρ ἐκεῖνος τὰ ὑπὲρ τὴν ἀξίαν φρονήσας, καὶ τῆς παρασχεθείσης ἀξίας ἐξεβλήθη, καὶ ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατ‐ | |
53.130(50) | ηνέχθη· τὸ αὐτὸ δὴ καὶ ὑμᾶς ἐργάσασθαι ἐβου‐ λήθη, καὶ διὰ τῆς παραβάσεως τῆς ἐντολῆς εἰς τὸ τοῦ θανάτου ἐπιτίμιον ἀγαγεῖν, καὶ τὸν οἰκεῖον φθόνον πλη‐ ρῶσαι, καθὼς καὶ σοφός τις ἔλεγε· Φθόνῳ δὲ δια‐ βόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθε. Καὶ ἔδωκε, | |
55 | φησὶ, καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοί‐ χθησαν αὐτῶν οἱ ὀφθαλμοί. Πολλὴ καὶ τοῦ ἀνδρὸς ἡ ῥᾳθυμία. Εἰ γὰρ καὶ ὁμογενὴς ἦν, καὶ γυνὴ ἦν, ἀλλ’ ἐχρῆν ἔναυλον ἔχοντα τοῦ Θεοῦ τὴν ἐντολὴν, προτιμο‐ τέραν ταύτην ποιήσασθαι τῆς ἀκαίρου ἐπιθυμίας ἐκεί‐ | |
60 | νης, καὶ μὴ κοινωνῆσαι τῆς παραβάσεως, μηδὲ διὰ βραχεῖαν ἡδονὴν τῶν τοσούτων ἀγαθῶν ἑαυτὸν ἀποστε‐ ρῆσαι, καὶ προσκροῦσαι τῷ οὕτως εὐεργέτῃ, καὶ τοσαύ‐ | |
την φιλανθρωπίαν ἐπιδειξαμένῳ, καὶ οὕτως ἀνώδυνον | ||
53.131 | καὶ μόχθου παντὸς ἀπηλλαγμένον βίον χαρισαμένῳ. Μὴ γὰρ οὐκ ἐξῆν τῶν ἄλλων ἁπάντων τῶν ἐν τῷ παραδείσῳ μετὰ δαψιλείας ἀπολαύειν; τίνος ἕνεκεν οὕτως εὔκολον οὖσαν τὴν ἐντολὴν φυλάξαι οὐδὲ αὐτὸς ἐβουλήθης; Ἀλλ’ | |
5 | ἴσως ἀκούσας παρὰ τῆς γυναικὸς τῆς ὀλεθρίου συμ‐ βουλῆς τὴν ὑπόσχεσιν, καὶ τῇ ἐλπίδι καὶ αὐτὸς φυση‐ θεὶς, ἑτοίμως ἐκοινώνησας τῆς βρώσεως. Διὰ τοῦτο καὶ τὸ ἐπιτίμιον ἀμφοτέρους διαδέχεται, καὶ τῶν πραγμά‐ των ἡ πεῖρα διδάξει ὑμᾶς, μὴ τοῦ Θεοῦ ἀξιοπιστοτέραν | |
10 | ἡγεῖσθαι τὴν τοῦ πονηροῦ δαίμονος συμβουλήν. Καὶ ἔδωκε καὶ τῷ ἀνδρὶ αὐτῆς· καὶ ἔφαγον, καὶ διηνοί‐ χθησαν οἱ ὀφθαλμοὶ τῶν δύο, καὶ ἔγνωσαν ὅτι γυ‐ μνοὶ ἦσαν. εʹ. Ζήτημα μέγιστον ἡμῖν ἐντεῦθεν τίκτεται, ὅπερ | |
15 | πρώην ὑπεσχόμην τῇ ὑμετέρᾳ ἀγάπῃ. Δικαίως γὰρ ἄν τις ἔροιτο, τίνα ἰσχὺν εἶχε τὸ ξύλον ἐκεῖνο, ὥστε τὴν ἐξ αὐτοῦ βρῶσιν τοὺς ὀφθαλμοὺς αὐτῶν διανοῖξαι, καὶ διὰ τί γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται. Καὶ εἰ βούλεσθε, ἀνάσχεσθε· μικρὰ γὰρ ὑμῖν καὶ περὶ τούτου | |
20 | διαλεχθῆναι βούλομαι, καὶ διδάξαι τὴν ὑμετέραν ἀγά‐ πην, ὅτι εἰ βουληθείημεν εὐγνωμόνως δέχεσθαι τὰ ἐν τῇ θείᾳ Γραφῇ λεγόμενα, οὐδὲν ἡμῖν τῶν εἰρημένων δυσχερὲς φανεῖται. Οὐδὲ γὰρ ἡ ἐκ τοῦ ξύλου βρῶσις αὐτῶν τοὺς ὀφθαλμοὺς διήνοιξε· καὶ γὰρ καὶ πρὸ τῆς | |
25 | βρώσεως ἔβλεπον· ἀλλ’ ἐπειδὴ ἡ τούτου βρῶσις παρα‐ κοῆς ἦν ὑπόθεσις, καὶ τῆς παρὰ τοῦ Θεοῦ δοθείσης ἐν‐ τολῆς παράβασις, δι’ ἣν αἰτίαν λοιπὸν καὶ τὴν δόξαν τὴν περιστέλλουσαν αὐτοὺς ἀφῃρέθησαν, ἀναξίους ἑαυ‐ τοὺς τῆς τιμῆς τῆς τοσαύτης καταστήσαντες· διὰ τοῦτο | |
30 | τῇ οἰκείᾳ συνηθείᾳ κατακολουθοῦσα ἡ Γραφή φησιν· Ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν· διὰ τὴν παράβασιν τῆς ἐντολῆς γυμνωθέντες τῆς ἄνωθεν ῥοπῆς, αἴσθησιν λαμ‐ βάνουσι καὶ τῆς αἰσθητῆς γυμνότητος, ἵνα διὰ τῆς κα‐ | |
35 | ταλαβούσης αὐτοὺς αἰσχύνης γνῶσιν ἀκριβῶς, εἰς οἷον αὐτοὺς ὄλισθον ἤγαγε τὸ παραβῆναι τὴν ἐντολὴν τοῦ Δεσπότου. Οἱ γὰρ πρὸ τούτου τοσαύτης παῤῥησίας ἀπολαύσαντες, καὶ οὐδὲ εἰδότες ὅτι γυμνοὶ τυγχάνουσιν (οὐδὲ γὰρ ἦσαν γυμνοί· ἡ γὰρ ἄνωθεν δόξα παντὸς ἱμα‐ | |
40 | τίου μᾶλλον αὐτοὺς περιέσκεπε), μετὰ δὲ τὴν βρῶσιν, τοῦτ’ ἔστι, μετὰ τὴν παράβασιν τῶν προσταχθέντων, εἰς τοσαύτην ταπεινότητα κατηνέχθησαν, ὡς σκέπην λοιπὸν ἐπιζητεῖν διὰ τὸ μὴ φέρειν τὴν αἰσχύνην. Ἡ γὰρ παράβασις τῆς ἐντολῆς ἐπεισελθοῦσα, τὸ ἱμάτιον ἐκεῖνο | |
45 | τὸ καινὸν καὶ παράδοξον, τὸ τῆς δόξης λέγω καὶ τῆς ἄνωθεν εὐνοίας, ὅπερ ἦσαν ἠμφιεσμένοι, περιελοῦσα, καὶ τῆς γυμνότητος αἴσθησιν παρέσχε, καὶ αἰσχύνῃ ἀφάτῳ περιέβαλε. Καὶ ἔῤῥαψαν, φησὶ, φύλλα συκῆς, καὶ ἐποίησαν ἑαυτοῖς περιζώματα. Ἐννόησόν μοι, | |
53.131(50) | ἀγαπητὲ, ἀπὸ ποταποῦ ὕψους πῶς εἰς βαθὺν κρημνὸν αὐτοὺς κατήγαγεν ἡ παρὰ τοῦ διαβόλου συμβουλή. Οἱ γὰρ τοσαύτῃ δόξῃ περιεσταλμένοι, νῦν φύλλα συκῆς ῥάπτουσι, καὶ ποιοῦσιν ἑαυτοῖς περιζώματα. Τοῦτο τῆς τοῦ διαβόλου ἀπάτης τὸ κέρδος· αὕτη τῆς συμβου‐ | |
55 | λῆς ἐκείνου ἡ μηχανὴ, τὸ μὴ μόνον τὰ μείζονα μὴ προξενῆσαι, ἀλλὰ καὶ τῶν ὄντων γυμνὸν καὶ ἔρημον ἀποφῆναι. Ἐπεὶ οὖν ἡ τοιαύτη πρόφασις τῆς βρώσεως τὴν παρακοὴν εἰργάσατο, διὰ τοῦτό φησιν ἡ Γραφὴ, Καὶ ἔφαγον, καὶ διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, | |
60 | οὐ περὶ τῶν αἰσθητῶν ὀφθαλμῶν φάσκουσα, ἀλλὰ περὶ | |
τῆς κατὰ διάνοιαν αἰσθήσεως. Ἐπειδὴ γὰρ παρέβησαν | Column end | |
53.132 | τὰ προστεταγμένα, αἰσθάνεσθαι αὐτοὺς λοιπὸν ἐποίη‐ σεν, ὧν πρότερον οὐκ ἐλάμβανον αἴσθησιν διὰ τὴν εὔ‐ νοιαν, ἣν περὶ αὐτοὺς ὁ Δεσπότης ἐπεδείκνυτο. Ὅταν οὖν ἀκούσῃς, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, | |
5 | τοῦτο νόει, ὅτι παρεσκεύασεν αὐτοὺς αἴσθησιν λαβεῖν λοιπὸν τῆς γυμνότητος, καὶ τῆς ἐκπτώσεως τῆς δόξης, ἧς πρὸ τῆς βρώσεως ἀπήλαυον. Ὅτι δὲ τοῦτο τῆς Γρα‐ φῆς ἐστι τὸ ἔθος, ἄκουε αὐτῆς καὶ ἀλλαχοῦ λεγούσης· ἡνίκα γὰρ ἡ παιδίσκη τῆς Σάῤῥας ἀποδιδράσκουσα τὴν | |
10 | δεσποτείαν ἐπλανᾶτο, ῥίψασα τὸ παιδίον πλησίον μιᾶς ἐλάτης, ἀπὸ διαστήματος περιεσκόπει τούτου τὴν τελευ‐ τὴν, καί φησι· Διήνοιξεν ὁ Θεὸς τοὺς ὀφθαλμοὺς τῆς Ἅγαρ, οὐκ ἐπειδὴ πρὸ τούτου οὐκ ἔβλεπεν, ἀλλ’ ὅτι τὴν διάνοιαν αὐτῆς διήγειρεν. Ὁρᾷς ὅτι τὸ, Διήνοι‐ | |
15 | ξεν, οὐ περὶ τῶν σωματικῶν ὀφθαλμῶν λέγει, ἀλλὰ περὶ τῆς αἰσθήσεως τῆς κατὰ διάνοιαν; Τὸ αὐτὸ ἂν εἴποιμεν καὶ περὶ τοῦ ἑτέρου ζητήματος τοῦ ἐντεῦθεν ἀνακύπτοντος. Φασὶ γάρ· Διὰ τί τὸ ξύλον γνω‐ στὸν καλοῦ καὶ πονηροῦ καλεῖται; Καὶ γὰρ πολλοὶ τῶν | |
20 | φιλονείκως διακειμένων λέγειν ἐπιχειροῦσιν, ὅτι μετὰ τὴν βρῶσιν τοῦ ξύλου τὴν γνῶσιν ἔσχεν ὁ Ἀδὰμ τοῦ διακρίνειν τὸ καλὸν καὶ τὸ χεῖρον· τοῦτο δὲ τῆς ἐσχάτης ἂν εἴη ἀνοίας. Διὰ τοῦτο γὰρ πρώην ταῦτα προορῶντες, τοσαῦτα περὶ τῆς σοφίας τῆς παρὰ τοῦ Θεοῦ παρασχε‐ | |
25 | θείσης τῷ ἀνθρώπῳ διεξήλθομεν, δεικνύντες ταύτην ἐκ τῆς τῶν ὀνομάτων θέσεως, ἢν τοῖς θηρίοις πᾶσι, καὶ τοῖς πετεινοῖς, καὶ τοῖς ἀλόγοις ἐπέθηκεν, καὶ ὅτι μετὰ τῆς ἀφάτου ταύτης σοφίας καὶ προφητικοῦ χαρίσματος ἦν ἠξιωμένος, ἵνα μηδενὶ ἐξῇ τοῦτο λέγειν. Ὁ τοίνυν | |
30 | καὶ τὰς προσηγορίας ἐπιθεὶς, καὶ προφητεύσας τὴν οὕτω θαυμαστὴν προφητείαν περὶ τῆς γυναικὸς, καθά‐ περ ἤδη εἰρήκαμεν, πῶς ἂν ἠγνόει τί μὲν καλὸν, τί δὲ πονηρόν; Εἰ γὰρ δὴ τοῦτο καταδεξώμεθα (ὃ μὴ γέ‐ νοιτο), πάλιν εἰς τὸν Δημιουργὸν τὰ τῆς βλασφημίας | |
35 | μετενεχθήσεται. Πῶς γὰρ καὶ ἐνετέλλετο ἀγνοοῦντι, ὅτι κακὸν ἡ παράβασις; Ἀλλ’ οὐκ ἔστι τοῦτο, μὴ γέ‐ νοιτο· ἀλλ’ ᾔδει σαφῶς. Διὰ γὰρ τοῦτο ἐξ ἀρχῆς αὐτ‐ εξούσιον τουτὶ τὸ ζῶον κατεσκεύασεν. Εἰ γὰρ μὴ τοῦτο ἦν, οὔτε παραβάντα τὴν ἐντολὴν κολασθῆναι ἔδει, οὔτε | |
40 | φυλάξαντα ἀποδοχῆς ἀξιωθῆναι. Ὅτι γὰρ διὰ τὴν πα‐ ράβασιν θνητὸς γέγονε, δῆλον καὶ ἐξ αὐτῆς τῆς ἐντο‐ λῆς, καὶ ἐκ τῶν μετὰ ταῦτα συμβάντων. Ἄκουε γὰρ αὐτῆς τῆς γυναικὸς λαλούσης τῷ ὄφει· Ἀπὸ καρποῦ τοῦ ξύλου τοῦ ἐν μέσῳ τοῦ παραδείσου, εἶπεν ὁ | |
45 | Θεὸς, οὐ μὴ φάγεσθε ἀπ’ αὐτοῦ, ἵνα μὴ ἀποθάνητε. Ὥστε πρὸ τῆς βρώσεως ἀθάνατοι ἐτύγχανον· εἰ γὰρ μὴ τοῦτο ἦν, οὐκ ἂν μετὰ τὴν βρῶσιν ἐν τάξει τιμωρίας αὐτοῖς ἐπήγαγε τὸν θάνατον. ϛʹ. Τίς ἂν οὖν ἀνάσχοιτο τῶν λέγειν βουλομένων, ὅτι | |
53.132(50) | μετὰ τὴν ἀπὸ τοῦ ξύλου βρῶσιν ἔσχε τὴν γνῶσιν τοῦ τε καλοῦ καὶ τοῦ πονηροῦ ὁ ἄνθρωπος, ὁπότε καὶ πρὸ τῆς βρώσεως τοσαύτης ἦν σοφίας πεπληρωμένος, καὶ μετὰ τῆς σοφίας καὶ προφητικοῦ χαρίσματος ἠξιωμέ‐ νος; Καὶ πῶς ἂν ἔχοι ταῦτα λόγον, αἶγας μὲν καὶ | |
55 | πρόβατα, καὶ πᾶσαν τὴν τῶν ἀλόγων φύσιν εἰδέναι, ποία μὲν βοτάνη πρὸς τροφὴν ἐπιτηδεία, ποία δὲ ὀλε‐ θρία, καὶ τῶν μὲν ἀπέχεσθαι μετὰ πολλῆς τῆς σπουδῆς, ταῖς δὲ ἐπιτρέχειν· τὸν δὲ ἄνθρωπον, τὸ λογικὸν ζῶον, ἀγνοεῖν τί μὲν καλὸν, τί δὲ πονηρόν; Ἀλλ’ ἰδοὺ, φησὶ, | |
60 | ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ Γραφή. Οἶδα κἀγώ· ἀλλ’ ἐὰν τὰ ἰδιώματα τῆς θείας Γραφῆς μαθεῖν βουληθῇς, εἴσῃ τίνος ἕνεκεν τὴν ὀνομα‐ σίαν ταύτην ἐπέθηκε τῷ ξύλῳ. Οὐ γὰρ ἐπειδὴ αὐτὸ | |
τὴν γνῶσιν παρεῖχεν, οὕτως ἐκαλεῖτο ἀλλ’ ἐπειδὴ περὶ | ||
53.133 | αὐτὸ γέγονεν ἡ παράβασις τῆς ἐντολῆς, καὶ ἐξ ἐκείνου λοιπὸν τῆς ἁμαρτίας ἐπεισῆλθεν ἡ γνῶσις, καὶ ἡ αἰ‐ σχύνη. διὰ τοῦτο οὕτως ἐκέκλητο. Ἔθος γὰρ τῇ θείᾳ Γραφῇ ἀπὸ τῶν συμβαινόντων πραγμάτων τὴν ὀνομα‐ | |
5 | σίαν τοῖς τόποις ἐπιτιθέναι, ἔνθα ἂν συμβαίνῃ τὰ πρά‐ γματα. Διὰ τοῦτο οὖν καὶ τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ ὠνόμασεν ἡ θεία Γραφὴ, ἐπειδὴ περὶ αὐτὸ ἦν ἡ παράβασις καὶ ἡ φυλακὴ τῆς ἐντολῆς. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων | |
10 | παιδεύων τὸν ἄνθρωπον, καὶ διδάξαι βουλόμενος αὐτὸν, ὅτι ἔχει δημιουργὸν καὶ ποιητὴν τὸν τὰ ὁρώμενα πάντα παραγαγόντα, καὶ αὐτὸν διαπλάσαντα, διὰ τῆς μικρᾶς ταύτης ἐντολῆς τὴν οἰκείαν αὐτῷ δεσποτείαν δεικνύναι ἐβούλετο· καὶ ὡσανεὶ δεσπότης φιλότιμος οἶκον μέγαν | |
15 | καὶ θαυμαστόν τινι παρεσχηκὼς πρὸς ἀπόλαυσιν, οὐ τὴν ἀξίαν τιμὴν, ἀλλὰ βραχύ τι μέρος λαμβάνειν βού‐ λεται, ὥστε καὶ αὐτῷ τὰ τῆς δεσποτείας φυλάττεσθαι, κἀκεῖνον ἀκριβῶς εἰδέναι, ὡς οὐ τῆς κτήσεως δεσπό‐ της ἐστὶν, ἀλλὰ χάριτι καὶ φιλοτιμίᾳ τῆς χρήσεως ἀπο‐ | |
20 | λαύει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος πάντα τὰ ὁρώμενα ἐμπιστεύσας τῷ ἀνθρώπῳ, καὶ τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν, καὶ πάντων τῶν ἐν αὐτῷ παρ‐ εσχηκὼς τὴν ἀπόλαυσιν, ἵνα μὴ κατὰ μικρὸν ὑποσυ‐ ρεὶς τὴν διάνοιαν, νομίσῃ αὐτόματα εἶναι τὰ ὁρώμενα, | |
25 | καὶ πλέον τι τῆς οἰκείας ἀξίας φαντασθῇ, κελεύει τοῦ ἑνὸς ἀπέχεσθαι ξύλου, σφοδρὸν τὸ ἐπιτίμιον ὁρίσας, εἰ παραβαίη, ἵνα εἰδέναι ἔχῃ, ὡς ὑπὸ δεσπότην ἐστὶ, καὶ ὅτι καὶ τῶν λοιπῶν μετέχει διὰ τὴν τοῦ δεσπότου φιλοτιμίαν. Ἀλλ’ ἐπειδὴ πολλῇ τῇ ἀπροσεξίᾳ χρησά‐ | |
30 | μενος, ἅμα τῇ γυναικὶ εἰς τὸν ὄλισθον τοῦτον κατέπε‐ σεν ἐκ τοῦ παραβῆναι τὴν δοθεῖσαν ἐντολὴν, καὶ τοῦ ξύλου ἀπογεύσασθαι, διὰ τοῦτο ξύλον αὐτὸ γνωστὸν κα‐ λοῦ καὶ πονηροῦ ὠνόμασεν. Οὐκ ἐπειδὴ πρὸ τούτου ἠγνόει τὸ καλὸν καὶ τὸ πονηρὸν (οὕτω γὰρ οὐκ ἠγνόει, | |
35 | ὡς τὴν γυναῖκα πρὸς τὸν ὄφιν διαλεγομένην εἰπεῖν, Εἶ‐ πεν ὁ Θεὸς, Οὐ φάγεσθε ἀπ’ αὐτοῦ, ἵνα μὴ ἀποθά‐ νητε· ὥστε ᾔδει ὅτι τιμωρία ὁ θάνατος ἦν, εἰ παραβῶσι τὴν ἐντολὴν), ἀλλ’ ἐπειδὴ μετὰ τὴν τούτου βρῶσιν καὶ τῆς ἄνωθεν ἐγυμνώθησαν δόξης, καὶ τῆς αἰσθητῆς γυ‐ | |
40 | μνώσεως πεῖραν ἔλαβον, διὰ τοῦτο γνωστὸν αὐτὸ καλοῦ καὶ πονηροῦ ὠνόμασεν, ἐπειδὴ περὶ αὐτὸ, ὡς ἂν εἴποι τις, ἡ γυμνασία ἦν τῆς ὑπακοῆς καὶ τῆς παρακοῆς. Ἐμάθετε τίνος ἕνεκεν εἶπεν, ὅτι Διηνοίχθησαν αὐτῶν οἱ ὀφθαλμοὶ, καὶ ἔγνωσαν ὅτι γυμνοὶ ἦσαν; Ἔγνωτε | |
45 | τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ πονηροῦ καλεῖται τὸ ξύλον; Ἐννόησον γὰρ ὅσης αἰσχύνης πλήρεις γεγόνασι λοιπὸν, μετὰ τὴν τούτου βρῶσιν παραβάντες τὴν ἐντολὴν τοῦ Δεσπότου· Ἔῤῥαψαν γὰρ φύλλα συκῆς· καὶ ἐποίη‐ σαν ἑαυτοῖς περιζώματα. Ὅρα ἀφ’ οἵας δόξης εἰς οἵαν | |
53.133(50) | εὐτέλειαν κατηνέχθησαν. Οἱ πρὸ τούτου καθάπερ ἐπίγειοι ἄγγελοι διάγοντες, τὴν ἀπὸ τῶν φύλλων σκέπην ἑαυτοῖς ἐπινοοῦσι. Τοσοῦτόν ἐστιν ἁμαρτία κακόν. Οὐ μόνον γὰρ τῆς ἄνωθεν εὐνοίας ἡμᾶς ἀφίστησιν, ἀλλὰ καὶ εἰς πολλὴν ἡμᾶς αἰσχύνην καὶ ταπεινότητα κατάγει, καὶ τῶν ἤδη | |
55 | ὑπηργμένων ἀγαθῶν ἀποστερήσασα, πᾶσαν ἡμῶν ἀφαι‐ ρεῖται τὴν παῤῥησίαν. Ἀλλ’ ἵνα μὴ δι’ ὅλου σκυθρωπὸν ποιῶμεν τὸν λόγον, τὴν ἁμαρτίαν περιστρέφοντες, τὴν ἀπὸ τῆς τοῦ ξύλου βρώσεως καὶ τῆς παρακοῆς καταλα‐ | |
βούσης τὸν ἄνθρωπον, φέρε, εἰ δοκεῖ, ἀπὸ τοῦ ξύλου | Column end | |
53.134 | τούτου ἐφ’ ἕτερον μεταγάγωμεν τὸν λόγον, ἀπὸ τοῦ ξύλου τούτου ἐπὶ τὸ ξύλον τοῦ σταυροῦ, καὶ ἴδωμεν τίνα μὲν τοῦτο εἰσήγαγε τὰ κακὰ, τίνα δὲ ἐκεῖνο προεξένησεν τὰ ἀγαθά· μᾶλλον δὲ οὐδὲ τὸ ξύλον εἰσήγαγε τὰ κακὰ, ἀλλ’ | |
5 | ἡ προαίρεσις ἡ ῥᾴθυμος καὶ ἡ καταφρόνησις, ἣν περὶ τὴν ἐντολὴν ἐπεδείξατο. Ἐκεῖνο τὸ ξύλον θάνατον ἐπεισ‐ ήγαγε· μετὰ γὰρ τὴν παράβασιν ὁ θάνατος ἐπεισῆλ‐ θεν· ἀλλὰ τοῦτο τὴν ἀθανασίαν ἐχαρίσατο· ἐκεῖνο παρα‐ δείσου ἐξέβαλε, τοῦτο εἰς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν· ἐκεῖ‐ | |
10 | νο διὰ μίαν παράβασιν τοσαύτῃ τιμωρίᾳ ὑπεύθυνον τὸν Ἀδὰμ κατέστησε· τοῦτο τὰ μυρία ἡμῶν φορτία τῶν ἁμαρτημάτων ἀφανίσαν, τὴν πρὸς τὸν Δεσπότην ἡμῶν παῤῥησίαν δεδώρηται. Εἴδετε ξύλου καὶ ξύλου διαφοράν; εἴδετε διαβόλου κακουργίαν, καὶ ἀνθρώπου ῥᾳθυμίαν, | |
15 | καὶ Δεσπότου φιλανθρωπίαν; Καθοπλίσωμεν τοίνυν, πα‐ ρακαλῶ τὴν ὑμετέραν ἀγάπην, ἑαυτοὺς τῷ ὅπλῳ τοῦ ζωοποιοῦ τούτου ξύλου, καὶ νεκρώσωμεν τὰ ψυχοφθόρα πάθη τῇ τούτου δυνάμει, καθὼς καὶ ὁ Ἀπόστολος οὕτω πώς φησιν· Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταύ‐ | |
20 | ρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οἱ ὁλικῶς ἀναθέντες ἑαυτοὺς τῷ Χριστῷ, ἀπενέκρωσαν πᾶσαν ἐπιθυμίαν ἄτοπον ἐπι‐ γινομένην τῇ σαρκὶ, πρὸς τὸ λυμήνασθαι πάσας τὰς τῆς ψυχῆς ἐνεργείας. Τούτοις οὖν καὶ ἡμεῖς κατακολουθοῦν‐ | |
25 | τες, ἀνενέργητα ἡμῶν κατασκευάσωμεν τὰ μέλη πρὸς τὴν τυραννίδα τὴν ἐκ διαβολικῆς ἐνεργείας ἡμῖν ἐπαν‐ ισταμένην, ἵνα καὶ ἐν τῷ παρόντι βίῳ ἀταράχως δια‐ πλεύσωμεν τὸ ζαλῶδες τοῦτο καὶ ἐπικίνδυνον πέλαγος, καὶ εἰς τοὺς γαληνοὺς λιμένας καταντήσαντες τῆς τοῦ | |
30 | Θεοῦ φιλανθρωπίας, ἐπιτυχεῖν ἀξιωθῶμεν τῶν ἐπηγγελ‐ μένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
34t | ΟΜΙΛΙΑ ΙΖʹ. | |
35n | Καὶ ἤκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπα‐ | |
36n | τοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν. | |
37 | αʹ. Ἱκανῶς, οἶμαι, κατὰ δύναμιν τὴν ἡμετέραν πρώην τὴν διὰ τοῦ ξύλου ἑρμηνείαν διεξήλθομεν, διδάξαντες τὴν ὑμετέραν ἀγάπην, τίνος ἕνεκεν γνωστὸν καλοῦ καὶ | |
40 | πονηροῦ αὐτὸ ἐκάλεσεν ἡ θεία Γραφή· διὸ βούλομαι σή‐ μερον τοῖς ἑξῆς ἐπεξελθεῖν, ἵνα μάθητε τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅσῃ κέχρηται συγκαταβάσει διὰ τὴν περὶ τὸ γένος τὸ ἡμέτερον κηδεμονίαν. Πάντα γὰρ ἐποίησε καὶ ἐπραγματεύσατο, ὥστε τὸ ζῶον τοῦτο τὸ λογι‐ | |
45 | κὸν τὸ ὑπ’ αὐτοῦ δημιουργηθὲν ἐν πάσῃ τιμῇ τυγχάνειν, καὶ κατὰ μηδὲν ἐλαττοῦσθαι τῆς τῶν ἀγγέλων διαγωγῆς, ἀλλὰ καὶ ἐν σώματι τὴν ἐκείνων ἀπάθειαν κεκτῆσθαι. Ἐπειδὴ δὲ διὰ ῥᾳθυμίαν εἶδε παραβάντας ἀμφοτέρους τὰ ὑπ’ αὐτοῦ προστεταγμένα, καὶ ταῦτα προαναστεί‐ | |
53.134(50) | λαντος αὐτοῦ διὰ τῆς ἀπειλῆς, καὶ ἀσφαλεστέρους ἐργα‐ σαμένου, οὐδὲ οὕτως ἵσταται τῆς φιλανθρωπίας τῆς ἑαυ‐ τοῦ, ἀλλὰ τὴν οἰκείαν ἀγαθότητα μιμούμενος, καθάπερ πατὴρ φιλόστοργος τὸν ἑαυτοῦ παῖδα ὁρῶν διὰ ῥᾳθυμίαν ἀνάξια τῆς ἑαυτοῦ εὐγενείας διαπραττόμενον, καὶ ἀπὸ | |
55 | τῆς ἀνωτάτω τιμῆς εἰς ἐσχάτην εὐτέλειαν κατενεχθέν‐ τα, τοῖς πατρικοῖς σπλάγχνοις διαθερμαινόμενος, οὐδὲ οὕτως αὐτὸν περιιδεῖν ἀνέχεται, ἀλλὰ πάλιν τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται, βουλόμενος κατὰ μικρὸν τῆς εὐτε‐ λείας ἐκείνης ἀπαλλάξαι, καὶ εἰς τὴν ἀρχαίαν ἀναγαγεῖν | |
60 | τιμήν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς οἰκτείρας τὸν ἄνθρωπον τῆς ἐπιβουλῆς, ἧς ὑπέμεινε συναπατηθεὶς τῇ γυναικὶ, καὶ δεξάμενος τὴν τοῦ διαβόλου συμβουλὴν τὴν διὰ τοῦ ὄφεως, καθάπερ ἰατρὸς πρὸς ἀῤῥωστοῦντα καὶ κάμνοντα καὶ κείμενον, καὶ δεόμενον πολλῆς τῆς | |
65 | θεραπείας καὶ τῶν τοῦ ἰατροῦ χειρῶν, παραγίνεται εὐ‐ | |
θέως πρὸς αὐτόν. Ἀλλ’ ἵνα καὶ ἐξ αὐτῶν τῶν ῥημάτων | ||
53.135 | μάθητε τὴν ἄφατον τοῦ Θεοῦ συγκατάβασιν, ἀναγκαῖον ἀκοῦσαι τῶν ἀνεγνωσμένων. Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παρα‐ δείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν ὅ τε Ἀδὰμ | |
5 | καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Μὴ ἁπλῶς παραδράμω‐ μεν, ἀγαπητοὶ, τὰ εἰρημένα παρὰ τῆς θείας Γραφῆς, μηδὲ ταῖς λέξεσιν ἐναπομείνωμεν, ἀλλ’ ἐννοῶμεν, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἡμετέραν ἡ ταπεινότης τῶν λέξεων | |
10 | ἔγκειται, καὶ θεοπρεπῶς ἅπαντα γίνεται διὰ τὴν σωτη‐ ρίαν τὴν ἡμετέραν. Εἰπὲ γάρ μοι, εἰ βουληθείημεν τῇ προφορᾷ τῶν ῥημάτων κατακολουθῆσαι, καὶ μὴ θεοπρε‐ πῶς ἐκλαβεῖν τὰ λεγόμενα, πῶς οὐ πολλὰ ἕψεται τὰ ἄτοπα; Ἰδοὺ γὰρ ἐξ αὐτοῦ τοῦ προοιμίου τῶν ἀνεγνω‐ | |
15 | σμένων σκοπήσωμεν· Καὶ ἤκουσαν, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύβησαν. Τί λέγεις; ὁ Θεὸς περιπατεῖ; καὶ πόδας αὐτῷ περιάψομεν; καὶ οὐδὲν ὑψηλὸν ἐκ τούτου ἐννοήσομεν; Οὐ περιπατεῖ ὁ Θεός· μὴ γένοιτο. Πῶς γὰρ | |
20 | ἂν, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν; οὗ ὁ οὐ‐ ρανὸς θρόνος, ἡ δὲ γῆ ὑποπόδιον, οὗτος τῷ παραδείσῳ ἐμπεριέχεται; Καὶ τίς ταῦτα ἂν εἴποι τῶν νοῦν ἐχόντων; Τί οὖν ἐστι τὸ, Ἥκουσαν τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν; Αἴσθησιν | |
25 | αὐτοῖς τοιαύτην ἠβουλήθη παρασχεῖν, ἵνα εἰς ἀγωνίαν αὐτοὺς ἐμβάλῃ· ὃ δὴ καὶ γέγονε. Τοσαύτην γὰρ ἔσχον τὴν αἴσθησιν, ὡς τοῦ Θεοῦ παραγενομένου κρύπτεσθαι ἐπιχειρεῖν. Ἐπεισῆλθε γὰρ ἡ ἁμαρτία καὶ ἡ παράβασις, καὶ κατεσκεδάσθη αὐτοῖς ἡ αἰσχύνη. | |
30 | Ὁ γὰρ ἀδέκαστος δικαστὴς, τὸ συνειδὸς λέγω, κατ‐ εξανιστάμενος λαμπρᾷ τῇ φωνῇ ἐβόα, καὶ κατηγόρει, καὶ ἐδείκνυ, καὶ ὡσανεὶ πρὸ τῶν ὀφθαλμῶν ὑπέγραφεν αὐτοῖς τῶν ἁμαρτημάτων τὸ μέγεθος. Διὰ τοῦτο γὰρ ὁ φιλάνθρωπος Δεσπότης ἄνωθεν καὶ ἐκ προοιμίων δια‐ | |
35 | πλάττων τὸν ἄνθρωπον, τὸ συνειδὸς αὐτῷ ἐνέθετο κατ‐ ήγορον ἀδιάλειπτον, παραλογισθῆναι μὴ δυνάμενον, μηδὲ ἀπάτην ὑπομεῖναί ποτε. Ἀλλὰ κἂν πάντας ἀνθρώπους λαθεῖν τις δυνηθείη τὴν ἁμαρτίαν ἐργασάμενος καὶ τὴν ἄτοπον πρᾶξιν ἐπιτελέσας, ἐκεῖνον τὸν κατήγορον λα‐ | |
40 | θεῖν οὐ δύναται, ἀλλὰ περιέρχεται διηνεκῶς αὐτὸν ἔνδον ἔχων ἐνοχλοῦντα, καταξαίνοντα, μαστίζοντα, οὐδέποτε ἠρεμοῦντα, ἀλλὰ καὶ ἐν ἀγορᾷ, καὶ ἐν συλλόγοις, καὶ ἐν τραπέζῃ, καὶ καθεύδοντι, καὶ διανισταμένῳ ἐπιτιθέ‐ μενον, καὶ δίκην ἀπαιτοῦντα τῶν πεπλημμελημένων, | |
45 | καὶ ὑπ’ ὄψιν ἄγοντα καὶ τῶν ἡμαρτημένων τὴν ἀτοπίαν, καὶ τὴν ἑπομένην αὐτῷ κόλασιν. καὶ καθάπερ ἰατρὸς ἄριστος οὐ παύεται τὰ παρ’ ἑαυτοῦ φάρμακα ἐπιτιθείς· κἂν ἴδῃ διακρουόμενον, οὐδὲ οὕτως ἀφίσταται, ἀλλὰ διηνεκῆ τὴν ἐπιμέλειαν ποιεῖται. | |
53.135(50) | βʹ. Τοῦτο γὰρ αὐτοῦ ἔργον, ἀδιάλειπτον ὑπόμνησιν εἰσάγειν, καὶ μὴ συγχωρεῖν αὐτῷ λήθην ποτὲ ποιήσασθαι τῶν εἰργασμένων, ἀλλ’ ὑπ’ ὄψιν αὐτῷ τιθέναι, ἵνα κἂν ταύτῃ ὀκνηροτέρους ἡμᾶς ἐργάσηται πρὸς τὸ τοῖς αὐτοῖς περιπεσεῖν. Εἰ γὰρ καὶ τὴν ἐντεῦθεν ἔχοντες συμμαχίαν, | |
55 | καὶ τὴν ἀπὸ τοῦ συνειδότος βοήθειαν, καὶ τὸν σφοδρὸν τοῦ‐ τον κατήγορον ἐπικείμενον, καὶ μαστίζοντα ἡμῶν τὸ συνει‐ δὸς, καταξαίνοντα τὴν καρδίαν, καὶ δημίου παντὸς βαρύτερον ἐπικείμενον, οὐδὲ οὕτως οἱ πολλοὶ τῆς ῥᾳθυ‐ μίας περιγινόμεθα· εἰ μὴ ταύτην εἴχομεν τὴν βοήθειαν, | |
60 | ποῦ οὐκ ἂν ταχέως ἐξωκείλαμεν; Διά τοι τοῦτο καὶ ὁ | Column end |
53.136 | πρωτόπλαστος νῦν αἴσθησιν λαβὼν τοιαύτην, καὶ τὴν παρουσίαν τοῦ Δεσπότου ἐννοήσας, εὐθέως κρύπτεται. Τίνος ἕνεκεν, εἰπέ μοι; Ἐπειδὴ ἑώρα σφοδρὸν αὐτῷ τὸν κατήγορον ἐφεστῶτα, τὸ συνειδὸς λέγω. Οὐδένα γὰρ | |
5 | ἕτερον εἶχε τὸν διελέγχοντα καὶ μάρτυρα ὄντα τῶν ἐπταισμένων, ἀλλ’ ἐκεῖνον μόνον, ὃν ἔνδοθεν περιέφερεν. Ἄλλως δὲ μετὰ τῆς τοῦ συνειδότος κατηγορίας καὶ ἡ ἀφαίρεσις τῆς δόξης τῆς πρότερον αὐτοὺς καθάπερ ἱμά‐ τιον λαμπρὸν περιστελλούσης ἐδίδασκεν αὐτοὺς διὰ τῆς | |
10 | γυμνότητος τῆς ἁμαρτίας ἧς εἰργάσαντο τὸ μέγεθος. Ἐπεὶ οὖν μετὰ τὴν ἁμαρτίαν ἐκείνην τὴν χαλεπὴν αἰ‐ σχύνῃ περιεβλήθησαν, κρύπτεσθαι ἐπεχείρουν. Ἤκου‐ σαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περι‐ πατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινὸν, καὶ ἐκρύ‐ | |
15 | βησαν ὅ τε Ἀδὰμ καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ παραδείσου. Οὐδὲν ἁμαρτίας χεῖρον, ἀγαπητέ· αὕτη γὰρ ἐπεισελ‐ θοῦσα οὐ μόνον αἰσχύνης ἡμᾶς πληροῖ, ἀλλὰ καὶ ἀνοήτους ἐργάζεται τοὺς πρότερον συνετοὺς, καὶ σοφίας πολλῆς πε‐ | |
20 | πληρωμένους. Ἐννόησον γάρ μοι πόσῃ τῇ ἀνοίᾳ λοιπὸν κέ‐ χρηται ὁ τοσαύτης μετέχων σοφίας πρὸ τούτου, ὁ διὰ τῶν πραγμάτων ἡμῖν τὴν παρασχεθεῖσαν αὐτῷ σοφίαν ἐπι‐ δεικνύμενος, ὁ τοιαῦτα προφητεύσας· Ἀκούσας, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παρα‐ | |
25 | δείσῳ τὸ δειλινὸν, ἐκρύβη αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ ἀπὸ προσώπου Κυρίου τοῦ Θεοῦ ἐν μέσῳ τοῦ ξύλου τοῦ παραδείσου. Πόσης οὐκ ἂν εἴη τοῦτο ἀνοίας, τὸν Θεὸν τὸν πανταχοῦ παρόντα, τὸν Δημιουργὸν, τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγόντα, τὸν τὰ λανθάνοντα | |
30 | ἐπιστάμενον, τὸν πλάσαντα καταμόνας τὰς καρδίας τῶν ἀνθρώπων, καὶ συνιέντα εἰς πάντα τὰ ἔργα αὐτῶν, τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, τὸν αὐτὰ τὰ κινήματα τῆς καρδίας ἡμῶν ἐπιστάμενον, τοῦτον κρύπτεσθαι ἐπ‐ εχείρουν; Ἀλλὰ μὴ θαυμάσῃς, ἀγαπητέ· τοιοῦτον γὰρ | |
35 | τῶν ἁμαρτανόντων τὸ ἔθος· κἂν μὴ δύνωνται λανθάνειν, ὅμως σπουδάζουσι λανθάνειν. Ὅτι γὰρ οὐ φέροντες τὴν αἰσχύνην ἣν μετὰ τὴν ἁμαρτίαν ἑαυτοὺς περιέβαλον, γυμνώσαντες ἑαυτοὺς τῆς ἀφθάρτου δόξης ἐκείνης, τοῦτο ἐποίουν, ἐννόει καὶ ποῦ κρύπτονται· ἐν μέσῳ τοῦ | |
40 | παραδείσου. Καθάπερ γὰρ μαστιγίαι τινὲς καὶ οἰκέται, ἀγνώμονες, οὐ δυνάμενοι λαθεῖν τὸν οἰκεῖον δεσπότην, ὧδε κἀκεῖσε περὶ τὰς γωνίας τοῦ οἴκου περιτρέχειν ἐπι‐ χειροῦσι, τοῦ φόβου κατασείοντος αὐτῶν τὴν διάνοιαν· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οὐδεμίαν εὑρίσκοντες | |
45 | ἀποφυγὴν, ἐν αὐτῷ τῷ οἴκῳ περιστρέφονται, τοῦτ’ ἔστιν ἐν τῷ παραδείσῳ. Οὐχ ἁπλῶς δὲ πρόσκειται ὁ καιρός· Ἤκουσαν γὰρ, φησὶ, τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ περιπατοῦντος ἐν τῷ παραδείσῳ τὸ δειλινόν· ἀλλ’ ἵνα μάθῃς τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, ὅτι οὐδὲ τὸ | |
53.136(50) | τυχὸν ἀνεβάλετο, ἀλλ’ εὐθέως εἶδε τὸ γεγονὸς, καὶ τοῦ ἕλκους τὸ μέγεθος, καὶ ἐπὶ τὴν ἰατρείαν ἔσπευσεν, ἵνα μὴ νομὴν ἐργασάμενον τὸ ἕλκος, ἀνίατον τὸ τραῦμα κα‐ τασκευάσῃ· διὰ τοῦτο προκαταλαμβάνειν ἐπείγεται, καὶ εὐθέως πρὸς τὴν νομὴν τοῦ ἕλκους ἵσταται, καὶ οὐδὲ | |
55 | πρὸς βραχὺ κατέλιπεν ἀπρονόητον, τὴν οἰκείαν ἀγαθότητα μιμούμενος. Καὶ γὰρ τοσαύτην ἀπεδείξατο τὴν μανίαν ὁ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας, ἀεὶ βασκαίνων τοῖς ἡμετέροις ἀγαθοῖς, ὡς ἐξ αὐτῶν τῶν προοιμίων τὴν ἐπιβουλὴν ἐργάσασθαι, καὶ διὰ τῆς ὀλεθρίου συμβουλῆς | |
60 | τῆς θαυμαστῆς ἐκείνης διαγωγῆς αὐτοὺς ἀποστερῆσαι. Ἀλλ’ ὁ εὐμήχανος Θεὸς, ὁ κατὰ τὴν αὑτοῦ σοφίαν τὰ ἡμέτερα οἰκονομῶν, ὁρῶν μὲν καὶ τοῦ διαβόλου τὴν γεγε‐ νημένην κακουργίαν, καὶ τοῦ ἀνθρώπου δὲ τὴν ῥᾳθυ‐ μίαν, δι’ ἧς εἰς τοσαύτην αἰσχύνην ἑαυτὸν περιέβαλε | |
65 | συναπατηθεὶς τῇ γυναικὶ, ἐφίσταται, καὶ καθάπερ δικα‐ στὴς ἥμερος καὶ φιλάνθρωπος καθίζει δικαστήριον φόβου καὶ φρίκης γέμον, καὶ τὴν ἐξέτασιν μετὰ ἀκριβείας | |
ποιεῖται· ἡμᾶς διὰ τούτου παιδεύων, μὴ πρότερον τοὺς | ||
53.137 | ὁμογενεῖς καταδικάζειν, πρὶν ἂν ἀκριβῆ τὴν ἐξέτασιν ποιησώμεθα. γʹ. Ἀκούσωμεν τοίνυν, εἰ δοκεῖ, τίνα μὲν ὁ δικαστὴς ἐπερωτᾷ, τίνα δὲ οἱ κατάδικοι ἀποκρίνονται, καὶ ποίας | |
5 | τιμωρίας δέχονται, καὶ ποίᾳ καταδίκῃ ὑπεύθυνος γίνεται ὁ τὴν τοσαύτην ἐπιβουλὴν εἰς αὐτοὺς ἐργασάμενος. Ἀλλὰ συντείνατέ μοι, παρακαλῶ, τὴν διάνοιαν, καὶ διὰ πολλοῦ τοῦ φόβου τοῖς λεγομένοις προσέχετε. Εἰ γὰρ δικαστὴν ὁρῶντες ἐπίγειον ἐφ’ ὑψηλοῦ βήματος καθήμενον, καὶ τοὺς | |
10 | καταδίκους εἰς μέσον ἄγοντα, καὶ καταξαίνοντα, καὶ τιμω‐ ρούμενον, μετὰ πολλοῦ τοῦ δέους παρεστήκαμεν ἀκοῦσαι βουλόμενοι, τί μὲν ὁ δικαστὴς λέγει, τί δὲ ὁ ὑπεύθυνος ἀποκρίνεται· πολλῷ μᾶλλον νῦν τοῦτο ποιεῖν ἡμᾶς δί‐ καιον, ὁρῶντας τὸν Δημιουργὸν τῆς φύσεως δίκην εἰσ‐ | |
15 | πραττόμενον τῶν ὑπ’ αὐτοῦ δημιουργηθέντων. Ἀλλ’ ἐὰν προσέχητε μετὰ ἀκριβείας, ὄψεσθε πόσον τὸ μέσον τῆς τοῦ Θεοῦ φιλανθρωπίας, καὶ τῆς τῶν ἀνθρώπων περὶ τοὺς ὁμογενεῖς αὐστηρότητος. Καὶ ἐκάλεσε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ἐξ αὐτῆς | |
20 | τῆς ἐρωτήσεως ἄξιον ἐκπλαγῆναι τοῦ Θεοῦ τὴν ὑπερ‐ βάλλουσαν φιλανθρωπίαν, οὐχ ὅτι ἐκάλεσε μόνον, ἀλλ’ ὅτι καὶ δι’ ἑαυτοῦ ἐκάλεσεν· ὅπερ ἄνθρωποι οὐκ ἄν ποτε ἀνάσχοιντο ἐπὶ τῶν ὁμογενῶν, καὶ τῆς αὐτῆς αὐτοῖς φύσεως κοινωνούντων. Ἴστε γὰρ ὅτι, ἐπειδὰν ἐφ’ ὑψηλοῦ | |
25 | τοῦ βήματος καθήμενοι δίκην εἰσπράττονται τοὺς τὰ φαῦλα ἐργασαμένους, οὐκ ἀξιοῦσιν αὐτοὺς τῆς οἰκείας ἀποκρίσεως, καὶ διὰ τοῦτο δεικνύντες αὐτοῖς, ὅσῃ ἀτιμίᾳ ἑαυτοὺς περιέβαλον διὰ τῆς τῶν πονηρῶν πράξεων ἐργα‐ σίας· ἀλλ’ ὁ μὲν δικαστὴς ἀποκρίνεται, ἕτερος δέ τις | |
30 | ἑστὼς διαβιβάζει τὰ παρὰ τοῦ δικαστοῦ τῷ ὑπευθύνῳ, καὶ τὰ παρ’ ἐκείνου πάλιν διαπορθμεύει τῷ δικαστῇ· καὶ τοιοῦτον ἂν ἴδοι τις τῶν δικαζόντων πανταχοῦ τὸ ἔθος. Ἀλλ’ ὁ Θεὸς οὐχ οὕτως, ἀλλὰ τί; Αὐτὸς δι’ ἑαυτοῦ κα‐ λεῖ· Καὶ ἐκάλεσε, φησὶ, Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ καὶ | |
35 | εἶπεν αὐτῷ, Ἀδὰμ, ποῦ εἶ; Ὅρα πόση δύναμις ἐναπό‐ κειται ἐν τῇ βραχείᾳ ταύτῃ λέξει. Καὶ αὐτὸ μὲν γὰρ τὸ καλέσαι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας, καὶ τὸ τῷ καταισχυνομένῳ, καὶ μηδὲ ἆραι τὸ στόμα τολ‐ μῶντι, μηδὲ διανοῖξαι γλῶτταν, καὶ ἀφορμὴν δοῦναι, | |
40 | διὰ τῆς ἐρωτήσεως, πολλῆς ἀγαθότητος· τὸ δὲ καὶ λέ‐ γειν, Ποῦ εἶ; πολλὴν ἔχει τὴν ἰσχὺν μετὰ τῆς φιλανθρω‐ πίας. Μονονουχὶ γὰρ αἰνίττεται αὐτῷ διὰ τούτου λέγων πρὸς αὐτόν· Τί γέγονεν; Ἑτέρωθί σε κατέλιπον, καὶ ἑτέρωθι νῦν εὑρίσκω· ἑτέρᾳ δόξῃ ἠμφιεσμένον καταλι‐ | |
45 | πὼν, νῦν εὗρον ἐν γυμνότητι. Ποῦ εἶ; Πόθεν σοι συν‐ έβη τοῦτο; Τίς σε εἰς τοσαύτην ἤγαγε μεταβολήν; Ποῖος λῃστὴς καὶ τοιχωρύχος οὕτως ἀθρόον ἅπασαν τοῦ πλού‐ του τὴν περιουσίαν ἀφελόμενος, ἐν τοσαύτῃ σε πενίᾳ κατέστησε; Πόθεν σοι τῆς γυμνώσεως ἡ αἴσθησις γέγονε; | |
53.137(50) | Τίς σοι αἴτιος τῆς ἀφαιρέσεως τοῦ θαυμαστοῦ ἐκείνου ἐνδύματος, ὃ περιβεβλημένος ἐτύγχανες; Τίς ἡ ἀθρόα αὕτη μεταβολή; Ποία καταιγὶς οὕτω σφοδρὰ ταχέως ἅπαντά σου τὸν φόρτον κατέδυσε; Τί γέγονεν, ὅτι τὸν τοσαῦτα εὐεργετήσαντα, καὶ εἰς τοσαύτην ἀναγαγόντα | |
55 | τιμὴν κρύπτεσθαι ἐπιχειρεῖς; Τίνα δεδοικὼς νῦν λανθά‐ νειν σπουδάζεις; Μὴ γὰρ κατήγορος παρέστηκε; μὴ γὰρ μάρτυρες ἐφεστήκασι; Πόθεν σοι ἡ τοσαύτη δειλία καὶ ὁ φόβος κατεσκεδάσθη; Τῆς φωνῆς σου ἤκουσα, φησὶ, περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβή‐ | |
60 | θην ὅτι γυμνός εἰμι, καὶ ἐκρύβην. Πόθεν σοι ἡ γνῶσις τῆς γυμνώσεως γέγονεν; εἰπέ μοι· τί τὸ και‐ | |
νὸν καὶ παράδοξον; Τίς ἂν τοῦτο ἠδυνήθη ποτὲ ἀναγ‐ | Column end | |
53.138 | γεῖλαί σοι, εἰ μὴ σὺ σαυτῷ ταύτης αἴτιος ἐγένου τῆς αἰσχύνης; εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τού‐ του μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Ὅρα φιλαν‐ θρωπίαν Δεσπότου καὶ ἀνεξικακίας ὑπερβολήν. Δυνάμε‐ | |
5 | νος γὰρ εὐθέως μηδὲ ἀποκρίσεως ἀξιῶσαι τὸν τοσαῦτα ἡμαρτηκότα, ἀλλ’ ὑπὸ τὸ ἐπιτίμιον ἀγαγεῖν, ὃ προλαβὼν ὥρισεν, εἰ παραβαίη, μακροθυμεῖ, καὶ ἀνέχεται, καὶ ἐρωτᾷ, καὶ ἀπόκρισιν δέχεται, καὶ πάλιν ἐρωτᾷ μονον‐ ουχὶ εἰς ἀπολογίαν αὐτὸν ἐκκαλούμενος, ἵνα ἀφορμὴν | |
10 | λαβὼν, τὴν οἰκείαν φιλανθρωπίαν καὶ μετὰ τὴν τοσαύ‐ την παράβασιν περὶ αὐτὸν ἐπιδείξηται· παιδεύων ἡμᾶς καὶ διὰ τούτου, ἐπειδὰν δικάζωμεν τοῖς ὑπευθύνοις, μὴ ἀνημέρως αὐτοῖς προσφέρεσθαι, μηδὲ τὴν τῶν θηρίων ὠμότητα περὶ αὐτοὺς ἐπιδείκνυσθαι, ἀλλὰ πολλῇ τῇ μα‐ | |
15 | κροθυμίᾳ καὶ τῇ φειδοῖ κεχρῆσθαι, ἅτε δὴ ὡς οἰκείοις μέλεσι δικάζοντας, καὶ τὸ ὁμογενὲς ἐννοοῦντας φιλαν‐ θρωπίᾳ τὴν τιμωρίαν κεραννύναι. Οὐδὲ γὰρ ἁπλῶς το‐ σαύτῃ συγκαταβάσει ἡ θεία Γραφὴ κέχρηται, ἀλλὰ διὰ τῆς παχύτητος τῶν λέξεων διδάσκουσα ἡμᾶς τήν τε τοῦ | |
20 | Θεοῦ φιλανθρωπίαν, καὶ εἰς ζῆλον ἄγουσα, ὥστε κατὰ δύναμιν ἀνθρωπίνην μιμεῖσθαι τοῦ Δεσπότου τὴν ἀγαθό‐ τητα· Καὶ εἶπεν αὐτῷ, Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Πόθεν ἂν, φη‐ | |
25 | σὶν, ἠδυνήθης τοῦτο γνῶναι, καὶ τοσαύτῃ αἰσχύνῃ περι‐ βληθῆναι, εἰ μὴ πολλῇ τῇ ἀκρασίᾳ ἐχρήσω, καὶ κατ‐ εφρόνησάς μου τῆς ἐντολῆς; δʹ. Σκόπει, ἀγαπητὲ, τῆς ἀγαθότητος τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ὅπως καθάπερ φίλος φίλῳ διαλεγόμενος, καὶ | |
30 | ἐγκαλῶν ὡς παραβάντι τὰ παρ’ αὐτοῦ ἐνταλθέντα, οὕτω πρὸς αὐτὸν τὴν διάλεξιν ποιεῖται. Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες; Οὐ μικρὰν ἔμφασιν ἔχει καὶ τὸ λέγειν· Τούτου μόνου. Μὴ | |
35 | γὰρ ἐστενοχώρησά σου, φησὶ, τὴν ἀπόλαυσιν; Οὐχὶ πᾶσαν ἄδειάν σοι παρέσχον, καὶ πάντων τῶν ἐν τῷ παραδείσῳ τὴν ἐξουσίαν δεδωκὼς, ἑνὸς τούτου μόνου ἀπέχεσθαι ἐνετειλάμην, ἵνα εἰδέναι ἔχῃς, ὅτι ὑπὸ δεσπό‐ την εἶ, καὶ ὀφείλεις ὑπακοήν τινα ἐπιδεικνύναι; Τίς | |
40 | οὖν ἡ τοσαύτη ῥᾳθυμία, ὥστε τοσαύτην ἔχοντα ἀπόλαυ‐ σιν, μὴ ἀνασχέσθαι μηδὲ τούτου τοῦ ἑνὸς ἀποσχέσθαι, ἀλλ’ οὕτω ταχέως εἰς τὴν παρ’ ἐμοῦ δοθεῖσαν ἐντολὴν ἐξυβρίσαι, καὶ τοσούτοις κακοῖς ἑαυτὸν περιβαλεῖν; Τί σοι τὸ ὄφελος γέγονεν; Οὐ προλαβὼν ταῦτα εἶπον; οὐ | |
45 | τῷ φόβῳ τοῦ ἐπιτιμίου προαναστεῖλαι ἠβουλήθην, καὶ ἀσφαλεστέρους ἐργάσασθαι; οὐκ εἶπον τὸ μέλλον ὑμῖν συμβήσεσθαι; οὐ διὰ τοῦτο τὴν βρῶσιν ἐκώλυσα, ἵνα μὴ τούτοις περιπέσητε; Τίς ἄν σε συγγνώμης ἀξιώσειε, τὸν μετὰ τοσαύτας παραγγελίας οὕτως ἀγνώμονα γενόμε‐ | |
53.138(50) | νον; Οὐ καθάπερ πατὴρ παιδὶ γνησίῳ, οὕτω πάντα διεστειλάμην, καὶ ἐδίδαξα τῶν μὲν ἄλλων ἀπογεύσα‐ σθαι, τούτου δὲ ἀποσχέσθαι, ἵνα μὴ πᾶσί σου τοῖς ἀγα‐ θοῖς λυμαίνηται; Ἀλλ’ ἴσως ἀγαθὴν καὶ ἀξιοπιστοτέραν ἡγησάμενος τῆς ἐμῆς ἐντολῆς τὴν ἑτέρου συμβουλὴν, | |
55 | καὶ προσδοκήσας μειζόνων ἐφικέσθαι τοῦτο πεποίηκας, καὶ τὰς ἐμὰς ἐντολὰς παρωσάμενος κατετόλμησας τῆς τοῦ ξύλου βρώσεως. Ἰδοὺ διὰ τῆς πείρας ὧν πέπονθας, ἔμαθες ὅσον τῆς συμβουλῆς ἐκείνης τὸ ὀλέθριον. Εἴδετε δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἡμερότητα καὶ ἀνεξικα‐ | |
60 | κίαν ἄφατον; εἴδετε συγκατάβασιν πάντα λόγον καὶ διάνοιαν ὑπερβαίνουσαν; εἴδετε πῶς διὰ τῆς ἐρωτήσεως καὶ τοῦ λέγειν, Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μό‐ νου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες, θύρας αὐτῷ ἀνοῖξαι | |
65 | βούλεται ἀπολογίας, ἵνα καὶ πρὸς τὸν οὕτως ἡμαρτη‐ | |
53.139 | κότα τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται; Ἀκούσω‐ μεν τοίνυν καὶ τοῦ καταδίκου, τί πρὸς ταῦτα ἀποκρίνε‐ ται. Καὶ εἶπε, φησὶν, ὁ Ἀδάμ· Ἡ γυνὴ, ἢν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφα‐ | |
5 | γον. Ἐλεεινὰ τὰ ῥήματα, καὶ πολλοῦ τοῦ οἴκτου γέ‐ μοντα, καὶ ἱκανὰ πρὸς φιλανθρωπίαν ἐπισπάσασθαι τὸν Δεσπότην, τὸν οὕτως ἥμερον, καὶ ἀγαθότητι νικῶντα τὰ ἡμέτερα πλημμελήματα. Ἐπειδὴ γὰρ διὰ τῆς πολλῆς μακροθυμίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἔδειξεν | |
10 | αὐτῷ τοῦ ἁμαρτήματος τὸ μέγεθος, μονονουχὶ ἀπολογίαν Ἀδὰμ συντιθεὶς, φησὶ πρὸς αὐτὸν, Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκεν ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Οἶδα, φησὶν, ἡμαρτηκὼς, ἀλλ’ ἡ γυνὴ ἣν ἔδω‐ κας μετ’ ἐμοῦ, περὶ ἧς αὐτὸς εἶπας, Ποιήσωμεν αὐτῷ | |
15 | βοηθὸν κατ’ αὐτὸν, αὕτη μοι αἰτία τοῦ ὀλίσθου γέγονεν. Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ. Πότε γὰρ προσ‐ εδόκησα ταύτην τῇ αἰσχύνῃ με ταύτῃ περιβαλεῖν, τὴν διὰ τοῦτο δημιουργηθεῖσαν, ἵνα μοι τὴν παρ’ ἑαυτῆς παρα‐ μυθίαν εἰσαγάγῃ; Σύ μοι αὐτὴν δέδωκας, σὺ αὐτὴν ἤγα‐ | |
20 | γες πρός με. Αὕτη τοίνυν, οὐκ οἶδα πόθεν κινουμένη, ἔδωκέ μοι ἀπὸ τοῦ ξύλου, καὶ ἔφαγον. Ταῦτα δοκεῖ μὲν ἀπολογίαν τινὰ ἔχειν, πάσης δὲ ἀπεστέρηται συγγνώ‐ μης. Ποίας γὰρ ἂν εἴης συγγνώμης ἄξιος, φησὶ, τῶν ἐμῶν ἐντολῶν ἐπιλαθόμενος, καὶ τῶν παρ’ ἐμοῦ ῥηθέν‐ | |
25 | των προτιμοτέραν ἡγησάμενος τὴν παρὰ τῆς γυναικὸς δόσιν; Εἰ γὰρ καὶ ἡ γυνὴ ἔδωκεν, ἀλλ’ ἡ ἐντολὴ ἡ ἐμὴ καὶ ὁ φόβος τοῦ ἐπιτιμίου ἱκανὸς ἦν παρασκευάσασθαι φυ‐ γεῖν τὴν μετάληψιν. Μὴ γὰρ οὐκ ᾔδεις; μὴ γὰρ ἠγνόεις; Προλαβὼν διὰ τοῦτο εἶπον κηδόμενος ὑμῶν, ἵνα μὴ τού‐ | |
30 | τοις περιπέσητε· ὥστε, εἰ καὶ ἡ γυνή σοι πρὸς τὴν παρά‐ βασιν τῆς ἐντολῆς ὑπηρετήσατο, ἀλλ’ οὐδὲ οὕτως ἀνεύ‐ θυνος ἔσῃ. Ἀξιοπιστοτέραν γὰρ ἐχρῆν ἡγήσασθαι τὴν παρ’ ἐμοῦ ἐντολὴν, καὶ οὐ μόνον αὐτὸν σὲ παραιτήσα‐ σθαι τὴν βρῶσιν, ἀλλὰ καὶ τῇ γυναικὶ δεῖξαι τῶν ἡμαρ‐ | |
35 | τημένων τὸ μέγεθος. Κεφαλὴ γὰρ εἶ τῆς γυναικὸς, καὶ διὰ σὲ ἐκείνη παρήχθη· σὺ δὲ τὴν τάξιν ἀνέστρεψας, καὶ οὐ μόνον ἐκείνην οὐ διώρθωσας, ἀλλὰ καὶ συγκατε‐ σπάσθης· καὶ δέον τὸ λοιπὸν σῶμα τῇ κεφαλῇ ἕπεσθαι, τὸ ἐναντίον γέγονε, καὶ ἡ κεφαλὴ τῷ λοιπῷ σώματι | |
40 | ἐξηκολούθησε, καὶ τὰ ἄνω κάτω γέγονε. Διὰ τοῦτο, ἐπειδὴ τὴν τάξιν ἅπασαν ἀνέστρεψας, ἐν τούτοις εἶ νῦν, ὁ πρὸ τούτου τοσαύτῃ δόξῃ περιβεβλημένος. Τίς σε οὖν κατ’ ἀξίαν ὀδύρηται τῆς ἀφαιρέσεως τῶν τοσούτων ἀγα‐ θῶν; Ἀλλ’ ὅμως, εἰ καὶ ταῦτά σοι ἅπαντα συμβέβηκε, | |
45 | μηδενὶ ἑτέρῳ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ σαυτῷ καὶ τῇ σῇ ῥᾳθυμίᾳ· οὐ γὰρ ἂν, εἰ μὴ ἠβουλήθης, ἡ γυνή σε ἠδύνατο εἰς τὸν ὄλισθον τοῦτον ἀγαγεῖν. Μὴ γὰρ παρ‐ εκάλεσε; μὴ γὰρ διελέχθη; μὴ γὰρ ἠπάτησεν; Ἔδωκε μόνον, καὶ εὐθέως μετὰ τοσαύτης εὐκολίας ἐπὶ τὴν μετά‐ | |
53.139(50) | ληψιν ὑπήχθης, οὐδεμίαν μνήμην ποιησάμενος τῆς ἐμῆς ἐντολῆς, ἀλλ’ ἐνόμισας ἠπατῆσθαι παρ’ ἐμοῦ, καὶ διὰ τοῦτο μὴ συγχωρηθῆναί σοι τὴν βρῶσιν, ἵνα μὴ μειζό‐ νων ἐπιτύχῃς. Καὶ πῶς ἂν ἔχοι λόγον παρ’ ἐμοῦ ἠπα‐ τῆσθαί σε, τοῦ τοσαύτας εὐεργεσίας εἰς σὲ καταθεμένου; | |
55 | Καὶ τοῦτο δὲ αὐτὸ ὅσης ἦν εὐεργεσίας μέγεθος τὸ προ‐ λαβεῖν καὶ διαστείλασθαι τὴν ἀποχὴν, ὥστε μὴ τούτοις περιπεσεῖν, οἷς νῦν ἑαυτὸν περιέβαλες; Ἀλλὰ πάντα ταῦτα παρ’ οὐδὲν θέμενος, ἰδοὺ διὰ τῆς πείρας ἔμαθες τῶν ἡμαρτημένων σοι τὸ μέγεθος· λοιπὸν μηδὲ τῇ γυ‐ | |
60 | ναικὶ μόνῃ τὴν αἰτίαν ἐπίγραφε, ἀλλὰ καὶ τῇ ῥᾳθυμίᾳ τῇ σαυτοῦ. εʹ. Ἐπειδὴ τοίνυν ἀρκούντως πρὸς τὸν Ἀδὰμ διελέχθη, καὶ τὴν ὁμολογίαν ἐκεῖνος ἐποιήσατο τῶν ἡμαρτημένων, | |
ὡς ἐνόμισε τὴν αἰτίαν εἰς τὴν γυναῖκα μεταθείς· ὅρα | Column end | |
53.140 | τὸν ἀγαθὸν Δεσπότην, πόσῃ τῇ συγκαταβάσει πάλιν κέχρηται, καὶ ἀξιοῖ καὶ ταύτην τῆς παρ’ αὑτοῦ ἀποκρί‐ σεως. Καὶ εἶπε, φησὶν, ὁ Θεὸς τῇ γυναικί· Τί τοῦτο ἐποίησας; Ἤκουσας, φησὶ, τοῦ ἀνδρὸς ἐπὶ σὲ τὴν αἰ‐ | |
5 | τίαν μεταφέροντος, καὶ τὸ πᾶν ἐπιγράφοντός σοι τῇ πρὸς βοήθειαν αὐτοῦ δεδομένῃ, καὶ διὰ τοῦτο πα‐ ραχθείσῃ, ἵνα τὴν παρὰ σαυτῆς παραμυθίαν εἰσαγάγῃς αὐτῷ, οἵα δὴ ὁμογενὴς καὶ τῆς αὐτῆς αὐτῷ φύσεως κοι‐ νωνοῦσα. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησας, ὦ γύναι; | |
10 | καὶ διὰ τί καὶ σαυτῇ καὶ τῷ ἀνδρὶ τοσαύτης αἰσχύνης αἰτία κατέστης; Τί σοι τὸ ὄφελος γέγονεν ἀπὸ τῆς το‐ σαύτης ἀκρασίας; τί σοι τῆς ἀπάτης τὸ κέρδος, ἣν ἑκοῦσα ἠπατήθης, καὶ τὸν ἄνδρα κοινωνὸν τῆς ἀπάτης εἰργάσω; Τί οὖν ἡ γυνή· Ὁ ὄφις ἠπάτησέ με, καὶ | |
15 | ἔφαγον. Ὅρα καὶ ταύτην ἐν πολλῇ δειλίᾳ καθεστῶσαν, καὶ ἀπολογουμένην ὑπὲρ τῶν ἡμαρτημένων. Καθάπερ γὰρ ὁ ἀνὴρ τὴν αἰτίαν ἐπὶ τὴν γυναῖκα ἔδοξε μετάγειν λέγων· Ἡ γυνὴ ἤνεγκε, καὶ ἔδωκέ μοι, καὶ ἔφαγον· οὕτω καὶ αὐτὴ οὐδεμίαν εὑρίσκουσα ἀποφυγὴν ὁμολογεῖ | |
20 | τὸ γεγενημένον, καί φησιν, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Τὸ πονηρὸν ἐκεῖνο, φησὶ, θηρίον τοῦτον ἡμῖν τὸν ὄλισθον προεξένησεν, ἐκείνου ἡ ὀλέθριος συμβουλὴ εἰς ταύτην ἡμᾶς τὴν αἰσχύνην ἤνεγκεν, ἐκεῖνός με ἠπά‐ τησε, καὶ ἔφαγον. Μὴ ἁπλῶς παρατρέχωμεν, ἀγαπητοὶ, | |
25 | τὰ λεγόμενα, ἀλλ’ ἀκριβῶς διερευνώμενοι πολλὴν ἐντεῦ‐ θεν καρπωσώμεθα τὴν ὠφέλειαν. Δικαστήριον γάρ ἐστι φοβερὸν, καὶ φρίκης γέμον, καὶ δεῖ πάντα μετὰ ἀσφα‐ λείας ἀκούσαντας πολὺν τὸν ἀπὸ τῶν λεγομένων θησαυ‐ ρὸν ἐναποτίθεσθαι τῇ διανοίᾳ. Σκόπει γὰρ καὶ τὸν ἄνδρα | |
30 | λέγοντα, ὅτι Ἡ γυνὴ ἣν ἔδωκας μετ’ ἐμοῦ, αὕτη μοι ἔδωκε, καὶ ἔφαγον. Οὐδαμοῦ ἀνάγκη, οὐδαμοῦ βία, ἀλλὰ προαίρεσις καὶ γνώμη· ἔδωκε μόνον, οὐκ ἠνάγ‐ κασεν, οὐκ ἐβιάσατο. Καὶ αὐτὴ πάλιν ἀπολογίαν συν‐ τιθεῖσα, οὐκ εἶπεν· Ὁ ὄφις ἠνάγκασέ με, καὶ ἔφαγον. | |
35 | Ἀλλὰ τί; Ὁ ὄφις ἠπάτησέ με· τοῦ δὲ ἀπατηθῆναι, καὶ μὴ ἀπατηθῆναι κυρία ἦν. Ὁ ὄφις, φησὶν, ἠπάτησέ με. Ὁ γὰρ ἐχθρὸς τῆς σωτηρίας τῆς ἡμετέρας ἐνερ‐ γήσας διὰ τοῦ πονηροῦ ἐκείνου θηρίου, καὶ τὴν συμβου‐ λὴν εἰσαγαγὼν ἠπάτησεν, οὐκ ἠνάγκασεν, οὐδὲ ἐβιάσατο, | |
40 | ἀλλὰ διὰ τῆς ὀλεθρίας συμβουλῆς τὴν ἀπάτην εἰς ἔργον ἤγαγεν, ἐπειδὴ εὗρε τὴν γυναῖκα εὐκόλως δυναμένην δέξασθαι τὴν ἀπάτην τὴν πάσης συγγνώμης ἀπεστερη‐ μένην. Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον. Ὅρα τοίνυν τὸν ἀγαθὸν Δεσπότην ἀρκούμενον αὐτῶν τοῖς ῥήμασι, | |
45 | καὶ οὐδὲν περαιτέρω καταναγκάζοντα λέγειν. Ἐπειδὴ γὰρ οὐκ ἀγνοῶν ταῦτα ἠρώτα, ἀλλ’ εἰδὼς, καὶ σφόδρα εἰδὼς, ἵνα δὲ τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξηται, συγκαταβαίνει αὐτῶν τῇ ἀσθενείᾳ, καὶ ἐκκαλεῖται αὐτοὺς εἰς ὁμολογίαν τῶν ἐπταισμένων. Διὰ τοῦτο οὖν οὐδὲν | |
53.140(50) | πλέον ἐρωτᾷ. Ἐχρῆν γὰρ ἄρα μαθεῖν καὶ τὸ εἶδος τῆς ἀπάτης· ἀλλ’ ἵνα ἡμῖν δείξῃ ὅτι οὐκ ἀγνοίας ἦν ἡ ἐρώ‐ τησις, ἀρκεῖται τοῖς ῥηθεῖσιν. Εἰποῦσα γὰρ, Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον, ἐκείνην ᾐνίξατο τὴν ὀλε‐ θρίαν συμβουλὴν, ἣν ἐδέξατο παρὰ τοῦ διαβόλου διὰ | |
55 | τοῦ ὄφεως, ὅτι Ἔσεσθε μετὰ τὴν βρῶσιν ὡς θεοί. Εἴ‐ δετε μεθ’ ὅσης ἀκριβείας ἠρωτήθη ὁ Ἀδάμ; μεθ’ ὅσης ἀνεξικακίας εἰσήχθη εἰς τὸ δικαστήριον καὶ ἡ γυνή; πῶς ἑκάτερος αὐτῶν τὴν ἀπολογίαν ἐποιήσατο; Βλέ‐ πετε λοιπὸν ἐνταῦθα τῆς ἀφάτου φιλανθρωπίας τοῦ | |
60 | δικαστοῦ τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ εἶπεν ἡ γυνὴ, ὅτι Ὁ ὄφις ἠπάτησέ με, καὶ ἔφαγον· οὐκέτι λοι‐ | |
πὸν ἀποκρίσεως ἀξιοῖ τὸν ὄφιν, οὐδὲ ἀπολογίας χώραν | ||
53.141 | αὐτῷ παρέχει, οὐδὲ ἐρωτᾷ καθάπερ τὸν ἄνδρα καὶ τὴν γυναῖκα· ἀλλὰ τὰς παρ’ ἐκείνων ἀπολογίας δεξάμενος, ἐπὶ τοῦτον ὡς αἴτιον τῶν ὅλων κακῶν γεγενημένον ὁρμᾷ. Καὶ ἐπειδὴ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα ἐπιστάμενος ᾔδει, | |
5 | ὅτι αὐτὸς ἦν ὁ ὑπηρετησάμενος τῇ τοῦ διαβόλου ἐπιβου‐ λῇ, καὶ τῇ βασκανίᾳ, ἣν περὶ τὸν ἄνθρωπον ἐπεδείξα‐ το, ἵνα μάθῃς αὐτοῦ τὴν ἀγαθότητα, πῶς ἐπ’ ἐκείνων μὲν καὶ εἰδὼς τῷ μὲν ἔλεγε, Ποῦ εἶ; Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ; τῇ δὲ ἔλεγε, Τί τοῦτο ἐποίησας; | |
10 | ἐπὶ τοῦ πονηροῦ τούτου θηρίου οὐδὲν τοιοῦτον ποιεῖ, ἀλλὰ τί; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίη‐ σας τοῦτο. Εἶδες διαφοράν; Τῇ μὲν γυναικὶ ἔλεγε, Τί τοῦτο ἐποίησας; τῷ δὲ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ὅτι τὸ κακὸν, φησὶν, τοῦτο εἰργάσω, ὅτι τὴν ὀλέθριον | |
15 | συμβουλὴν ταύτην εἰσήγαγες, ὅτι τοσαύτῃ βασκανίᾳ ὑπηρετήσω, ὅτι οὕτω τὸν φθόνον ἠκόνησας κατὰ τοῦ δημιουργηθέντος ὑπ’ ἐμοῦ, Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ | |
20 | γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρή‐ σει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. | |
25 | ϛʹ. Σκόπει μοι ἐνταῦθα τάξιν καὶ ἀκολουθίαν φιλανθρω‐ πίας πεπληρωμένην. Τὴν μὲν γὰρ ἐρώτησιν ποιούμενος ἀπὸ τοῦ ἀνδρὸς ἤρξατο, εἶτα μετῆλθεν ἐπὶ τὴν γυναῖκα. Καὶ ἐπειδὴ εἶπεν αὐτὴ τὸν αἴτιον αὐτῇ γεγενημένον, ἐλ‐ θὼν ἐπὶ τὸν ὄφιν, καὶ οὐκέτι αὐτὸν ἀποκρίσεως ἀξιώσας, | |
30 | τὴν τιμωρίαν ἐπάγει, καὶ τοιαύτην ὡς παντὶ τῷ χρόνῳ παρεκτείνεσθαι, καὶ διὰ τῆς ὄψεως διηνεκῆ διδάσκαλον γίνεσθαι τοῖς ἑξῆς ἅπασι, μηκέτι δέχεσθαι τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν, μηδὲ ἀπατᾶσθαι τοῖς παρ’ ἐκείνου μηχανήμασιν. Ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ εἰ ὁ διάβολος | |
35 | ἐνεργήσας διὰ τοῦ ὄφεως τὴν συμβουλὴν εἰσήγαγε, τίνος ἕνεκεν τὸ θηρίον τοσαύτην ὑπέμεινε τιμωρίαν; Καὶ τοῦτο τῆς ἀφάτου φιλανθρωπίας τοῦ Θεοῦ ἔργον γέγονε. Καθά‐ περ γὰρ πατὴρ φιλόστοργος τὸν ἀπεκτακότα τὸν υἱὸν τὸν ἑαυτοῦ τιμωρούμενος, καὶ τὴν μάχαιραν καὶ τὸ ξί‐ | |
40 | φος, δι’ οὗ τὸν φόνον εἰργάσατο, διασπᾷ, καὶ εἰς πολλὰ κατατέμνει μέρη· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἀγαθὸς Θεὸς, ἐπειδὴ ὥσπερ μάχαιρά τις ὑπηρετήσατο τὸ θηρίον τοῦτο τῇ τοῦ διαβόλου πανουργίᾳ, ἐπάγει αὐτῷ διηνεκῆ τὴν τιμωρίαν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου καὶ ὁρωμένου | |
45 | λογιζώμεθα ἐν ὅσῃ ἀτιμίᾳ κἀκεῖνος τυγχάνει. Εἰ γὰρ οὗτος ὁ καθάπερ ὄργανον ὑπηρετησάμενος τοσαύτης ἐπειράθη ἀγανακτήσεως, ποίαν εἰκὸς ἐκεῖνον δέξασθαι τιμωρίαν; Μᾶλλον δὲ καὶ τοῦτο ἤδη ἡμᾶς ἐδίδαξεν ὁ Χριστὸς διὰ τῶν θείων Εὐαγγελίων φάσκων πρὸς τοὺς ἐξ | |
53.141(50) | εὐωνύμων ἑστῶτας, Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κατηρα‐ μένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ἐκείνῳ γὰρ πά‐ λαι τοῦτο ἡτοίμασται, καὶ ἐκεῖνο τὸ ἄσβεστον πῦρ αὐτὸν ἐκδέχεται. Τί οὖν ἂν εἴη ἀθλιώτερον τῶν δι’ ἀμέλειαν | |
55 | τῆς οἰκείας σωτηρίας ἑαυτοὺς ἐκείνῃ τῇ τιμωρίᾳ καθ‐ ιστώντων ὑπευθύνους τῇ ἐκείνῳ ἡτοιμασμένῃ; Ὅτι γὰρ ἡμῖν, εἰ βουληθείημεν ἀρετὴν ἐπιδείξασθαι, καὶ τοῖς παρὰ τοῦ Χριστοῦ τεθεῖσι νόμοις ἕπεσθαι, ἡ βασιλεία ἡτοίμασται, αὐτοῦ πάλιν ἄκουσον λέγοντος· Δεῦτε οἱ | |
60 | εὐλογημένοι τοῦ Πατρός μου· κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό‐ σμου. Εἶδες ἐκείνῳ μὲν τὸ ἄσβεστον πῦρ ἡτοιμασμένον, ἡμῖν δὲ, εἰ μὴ ῥᾳθυμήσαιμεν, τὴν βασιλείαν; Ταῦτα τοί‐ | |
νυν ἐννοοῦντες καὶ βίου ἐπιμελώμεθα, καὶ τὴν κακίαν | Column end | |
53.142 | φεύγωμεν, καὶ μηδέποτε ἀπατώμεθα ταῖς τοῦ διαβόλου μηχαναῖς. Ἀλλ’, εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, πάλιν εἰς μέσον ἀγάγωμεν τὴν τιμωρίαν τὴν τῷ ὄφει ἐπαγο‐ μένην, ἵν’ οὕτω κατὰ μικρὸν εἰς τὸ τέλος τῆς δίκης φθά‐ | |
5 | σαντες ἴδωμεν τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος. Εἰ γὰρ ἄνθρωποι δικαστὴν ὁρῶντες πολλάκις δημοσίᾳ καθήμενον, καὶ τὴν κατὰ τῶν καταδίκων ψῆφον ἐκφέρον‐ τα, διὰ πάσης ἡμέρας παραμένουσι, καὶ οὐκ ἀφίστανται μέχρις ἂν ἴδωσιν ἀναστάντα τὸν δικαστήν· πολλῷ μᾶλ‐ | |
10 | λον ἡμᾶς νῦν προσήκει μετὰ πλείονος τῆς προθυμίας ἰδεῖν τὸν ἀγαθὸν Θεὸν, πῶς μὲν τῷ ὄφει σφοδρὰν τὴν τι‐ μωρίαν ἐπιτίθησιν, ἵνα διὰ τοῦ αἰσθητοῦ τούτου θηρίου, ᾧ ὥσπερ ὀργάνῳ ἐχρήσατο ὁ πονηρὸς δαίμων ἐκεῖνος, αἴσθησιν ἡμῖν παράσχῃ τῆς μελλούσης ἐκεῖνον τιμωρίας | |
15 | ἐκδέχεσθαι· πῶς δὲ μετὰ φειδοῦς σύμμετρον ἐπάγει καὶ τῇ γυναικὶ καὶ τῷ ἀνδρὶ τὴν ἐπιτίμησιν, νουθεσίαν μᾶλ‐ λον ἔχουσαν, ἢ κόλασιν· ἵνα ταῦτα πάντα μετὰ ἀκριβείας σκοπήσαντες θαυμάσωμεν τὴν τοῦ φιλανθρώπου Θεοῦ κηδεμονίαν, ἣν περὶ τὴν φύσιν ἐπιδείκνυται τὴν ἡμετέ‐ | |
20 | ραν. Τί οὖν φησι; Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ σου πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ ἔχθραν | |
25 | θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρναν. ζʹ. Μεγάλη καὶ σφοδρὰ ἡ ἀγανάκτησις, ἐπειδὴ καὶ με‐ | |
30 | γάλη τῆς ἀπάτης ἡ ὑπερβολὴ, ἣν δι’ αὐτοῦ προσήγαγεν ὁ πονηρὸς διάβολος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ ὄφει, Ὅτι ἐποίησας τοῦτο. Ἐπειδὴ, φησὶ, τοιαύτῃ ὑπηρετή‐ σω πανουργίᾳ, καὶ οὕτω τὴν ἀπάτην εἰς ἔργον ἤγαγες, ὀλεθρίαν συμβουλὴν εἰσαγαγὼν, καὶ τὸ δηλητήριον αὐ‐ | |
35 | τοῖς φάρμακον κεράσας· ἐπειδὴ τοῦτο εἰργάσω, καὶ τῆς ἐμῆς εὐνοίας ἐκβαλεῖν ἠβουλήθης τοὺς ὑπ’ ἐμοῦ δημιουρ‐ γηθέντας, ὑπηρετησάμενος τῇ τοῦ πονηροῦ δαίμονος γνώμῃ, τοῦ διὰ τὴν βασκανίαν καὶ τὴν ὑπερβάλλουσαν ὑπερηφανίαν ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν κατενεχθέντος· | |
40 | διὰ τοῦτο, ἐπειδὴ ἐν τούτοις ὀργάνῳ σοὶ ἐχρήσατο, διηνεκῆ σοι τὴν τιμωρίαν ἐπιτίθημι, ἵνα διὰ τῶν εἰς σὲ γενομένων κἀκεῖνος εἰδέναι ἔχῃ οἵα τιμωρία αὐτὸν ἐκδέχεται, καὶ οἱ ἑξῆς ἄνθρωποι παιδεύωνται, μηκέτι ὑπάγεσθαι ταῖς τούτου συμβουλαῖς, μηδὲ τὴν | |
45 | ἀπάτην προσίεσθαι, ἵνα μὴ τοῖς αὐτοῖς περιπέσωσι. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων, ἐπει‐ δὴ οὐκ εἰς δέον ἐχρήσω τῇ φρονήσει, ἀλλὰ τὸ προ‐ τέρημα, ὅπερ εἶχες ὑπὲρ ἅπαντα τὰ θηρία, τοῦτό σοι γέγονε τῶν κακῶν ἁπάντων αἴτιον. Ὁ γὰρ ὄφις, φη‐ | |
53.142(50) | σὶν, ἦν φρονιμώτατος πάντων τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς. Διὰ τοῦτο ἐπικατάρατος σὺ ἀπὸ πάν‐ των τῶν κτηνῶν καὶ τῶν θηρίων τῆς γῆς γενήσῃ. Ἀλλ’ ἐπειδὴ τὸ τῆς κατάρας οὐκ ἦν αἰσθητὸν, οὐδὲ ὀφθαλμοῖς φαινόμενον, διὰ τοῦτο καὶ αἰσθητὴν αὐτῷ | |
55 | τιμωρίαν ἐπάγει, ἵνα διηνεκῶς πρὸ τῶν ὀφθαλμῶν ἔχωμεν ὁρᾷν τῆς τιμωρίας αὐτοῦ τὰ ὑπομνήματα. Ἐπὶ τῷ στήθει καὶ τῇ κοιλίᾳ πορεύσῃ, καὶ γῆν φάγῃ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἐπειδὴ, φησὶ, τῇ διαπλάσει οὐ δεόντως ἐχρήσω, ἀλλὰ καὶ εἰς ὁμιλίαν ἐλ‐ | |
60 | θεῖν ἐτόλμησας τῷ ὑπ’ ἐμοῦ δημιουργηθέντι λογικῷ ζώῳ. Καθάπερ τοίνυν ὁ διάβολος ὁ ἐνεργήσας διὰ σοῦ, καὶ ὀργάνῳ σοὶ χρησάμενος, ἐπειδὴ ὑπὲρ τὴν οἰκείαν | |
ἀξίαν ἐφρόνησεν, ἐκ τῶν οὐρανῶν κατηνέχθη· τὸν αὐτὸν | ||
53.143 | δὴ τρόπον καὶ σὲ ἕτερον σχῆμα διαπλάσεως ἀναλαβεῖν προστάττω, καὶ ἐπὶ τῆς γῆς σύρεσθαι, καὶ ταύτην ἔχειν τροφὴν, ὥστε μὴ ἐξεῖναί σοι λοιπὸν ἀνανεύειν ἄνω, ἀλλὰ διηνεκῶς ἐν ταύτῃ τυγχάνειν τῇ καταστάσει, καὶ παρὰ | |
5 | πάντα λοιπὰ τὰ θηρία τὴν γῆν σιτεῖσθαι· καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ Καὶ ἔχθραν θήσω ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τῆς γυναικὸς, καὶ ἀνὰ μέσον τοῦ σπέρ‐ ματός σου καὶ ἀνὰ μέσον τοῦ σπέρματος αὐτῆς. Καὶ οὐδὲ τούτῳ ἀρκεσθήσομαι, τῷ ἐπὶ τῆς γῆς σύρεσθαί | |
10 | σε, ἀλλὰ καὶ ἐχθρὰν ἄσπονδόν σοι καταστήσω τὴν γυ‐ ναῖκα· καὶ οὐκ αὐτὴν μόνην, ἀλλὰ καὶ τὸ σπέρμα αὐτῆς τῷ σπέρματί σου πολέμιον διηνεκῆ ἐργάσομαι. Αὐτός σου τηρήσει κεφαλὴν, καὶ σὺ τηρήσεις αὐτοῦ πτέρ‐ ναν. Καὶ γὰρ τοσαύτην ἐκείνῳ μὲν παρέξω τὴν ἰσχὺν, | |
15 | ὡς διηνεκῶς ἐπικεῖσθαι τῇ σῇ κεφαλῇ, σὲ δὲ τοῖς ἐκείνου ποσὶν ὑποκεῖσθαι. Ὅρα, ἀγαπητὲ, διὰ τῆς κατὰ τοῦ θη‐ ρίου τούτου τιμωρίας, ὅσην ἡμῖν ἐνδείκνυται τὴν κηδε‐ μονίαν, ἣν περὶ τὴν τῶν ἀνθρώπων φύσιν ἔχει. Καὶ ταῦτα μὲν περὶ τοῦ αἰσθητοῦ ὄφεως· ἔξεστι δὲ τῷ βου‐ | |
20 | λομένῳ μετὰ τοῦτο τηρεῖν τῶν ἐγγεγραμμένων τὴν ἀκολουθίαν, καὶ εἰδέναι, ὅτι εἰ περὶ τοῦ αἰσθητοῦ ταῦτα εἴρηται, πολλῷ μᾶλλον ἐκλαμβάνειν τὰ εἰρημένα δεῖ καὶ περὶ τοῦ νοητοῦ ὄφεως. Καὶ γὰρ καὶ ἐκεῖνον ὑπὸ τοὺς πόδας ἡμῶν ταπεινώσας κατήνεγκε, καὶ ἡμᾶς ἐπικεῖσθαι | |
25 | αὐτοῦ τῇ κεφαλῇ πεποίηκεν. Ἢ οὐχὶ τοῦτο σημαίνει λέγων, Πατεῖτε ἐπάνω ὄφεων καὶ σκορπίων; Εἶτα ἵνα μὴ νομίσωμεν περὶ τῶν αἰσθητῶν θηρίων ταῦτα εἰρῆσθαι, ἐπήγαγε· Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ Ἐχθροῦ. Εἴδετε καὶ ἐκ τῆς ἐπαχθείσης τῷ ὀργάνῳ τοῦ διαβόλου | |
30 | τιμωρίας τὴν ὑπερβάλλουσαν τοῦ Θεοῦ φιλανθρωπίαν; Ἔλθωμεν πάλιν, εἰ δοκεῖ, ἐπὶ τὴν γυναῖκα. Ἐπειδὴ γὰρ οὗτος τὴν ἀπάτην εἰσήγαγε, διὰ τοῦτο οὗτος πρῶτος τὴν τιμωρίαν ἐδέξατο· καὶ ἐπειδὴ πρώτην τὴν γυναῖκα ἠπάτησε, καὶ τότε ἐκείνη τὸν ἄνδρα συγ‐ | |
35 | κατέσπασε, διὰ τοῦτο ἐκείνην πρῶτον τιμωρεῖται τιμω‐ ρίαν νουθεσίαν πολλὴν ἔχουσαν. Καὶ τῇ γυναικὶ εἶπε· Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στενα‐ γμόν σου· ἐν λύπαις τέξῃ τέκνα· καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ὅρα | |
40 | Δεσπότου ἀγαθότητα, ὅσῃ κέχρηται τῇ ἡμερότητι μετὰ τὴν τοσαύτην παράβασιν. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου. Ἐγὼ μὲν ἠβουλήθην, φησὶν, ἀνώδυνον καὶ ἀταλαίπωρόν σε ἔχειν ζωὴν, πάσης λύπης καὶ ἀθυμίας ἀπηλλαγμένην, καὶ πάσης ἡδονῆς πεπλη‐ | |
45 | ρωμένην καὶ μηδενὸς αἰσθάνεσθαι τῶν σωματικῶν σῶ‐ μα περικειμένην· ἐπειδὴ δὲ οὐκ ἐχρήσω εἰς δέον τῇ τοσαύτῃ ἀνέσει, ἀλλ’ ἡ περιουσία τῶν ἀγαθῶν εἰς τοσαύτην σε ἀγνωμοσύνην ἤγαγε, διὰ τοῦτό σοι χαλινὸν ἐπιτίθημι, ὥστε μὴ ἐπὶ πλέον ἀποσκιρτῆσαι, καὶ λύπαις | |
53.143(50) | καὶ στεναγμοῖς σε καταδικάζω. Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὴν ὑπόθεσιν, φησὶ, τῆς πολλῆς εὐφροσύνης, καὶ τῶν τέκνων τὴν διαδοχὴν ἀπὸ λύπης ἄρχεσθαί σοι παρασκευάσω, ἵνα διηνεκῆ ἔχῃς καὶ αὐτὴ τὴν ὑπόμνησιν | |
55 | διὰ τῶν καθ’ ἕκαστον καιρὸν ὠδίνων, καὶ τῶν λυπηρῶν τῶν καθ’ ἑκάστην τικτομένων, πόσον τῆς ἁμαρτίας ταύ‐ της καὶ τῆς παρακοῆς τὸ μέγεθος, καὶ μὴ τοῦ χρόνου προϊόντος λήθῃ παραδῷς τὸ γεγενημένον, ἀλλ’ εἰδέναι ἔχῃς ὡς ἡ ἀπάτη τούτων σοι αἴτιος γεγένηται. Διὰ τοῦτο | |
60 | Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τὰς ὠδῖνας ἐνταῦθα αἰνίττε‐ | |
ται καὶ τὸν πολὺν κάματον ἐκεῖνον, ὃν ὑπομένειν ἀνάγκη, | Column end | |
53.144 | καθάπερ φορτίον ἐν μησὶ τοσούτοις τὸ βρέφος βαστάζου‐ σαν, καὶ τὰς κατὰ μέρος φυομένας ἐντεῦθεν ἀλγηδόνας, καὶ τῶν μελῶν τὸν διασπασμὸν, καὶ τὰς ὀδύνας ἐκεί‐ νας τὰς ἀφορήτους, ἃς ἐκεῖναι μόναι ἴσασιν αἱ διὰ τῆς | |
5 | πείρας ἐλθοῦσαι. ηʹ. Ἀλλ’ ὅμως τοσαύτην ὁ φιλάνθρωπος Θεὸς παρέσχε μετὰ τῶν λυπηρῶν τὴν παραμυθίαν, ὡς ἰσόῤῥοπον εἶναι τὴν διὰ τὸ τεχθὲν βρέφος εὐφροσύνην τῶν ὠδίνων ἐκείνων τῶν ἐν τοσούτοις μησὶ τὴν γαστέρα διακοπτουσῶν. Αἱ | |
10 | γὰρ τοσοῦτον πόνον ὑπομένουσαι, καὶ οὕτως ὑπὸ τῶν ἀλγηδόνων σπαραττόμεναι, καὶ ὡς εἰπεῖν πρὸς αὐτὴν τὴν ζωὴν ἀπαγορεύουσαι, μετὰ τὸ τεκεῖν καὶ τῆς ἀπὸ τῶν καμάτων εὐφροσύνης ἀπολαῦσαι, πάλιν ὥσπερ ἐπι‐ λαθόμεναι τῶν γεγενημένων ἁπάντων ἑαυτὰς ἐκδιδόασι | |
15 | πρὸς τὴν τῶν τέκνων γονὴν, τοῦ φιλανθρώπου Θεοῦ οὕ‐ τως οἰκονομήσαντος πρὸς σύστασιν τῆς τῶν ἀνθρώπων σωτηρίας. Ἡ γὰρ ἐλπὶς ἀεὶ τῶν μελλόντων ἀγαθῶν κού‐ φως ποιεῖ φέρειν τὰ παρόντα λυπηρά. Καὶ τοῦτο ἴδοι τις ἂν καὶ τοὺς ἐμπόρους ὑπομένοντας, καὶ μακρὰ πελάγη | |
20 | διαπερῶντας, καὶ ναυαγίων ἀνεχομένους καὶ πειρατῶν, καὶ μετὰ τοὺς πολλοὺς κινδύνους ἐκείνους πολλάκις καὶ διαμαρτόντας τῆς προσδοκίας, καὶ μηδὲ οὕτως ἀποστάν‐ τας, ἀλλὰ πάλιν τῶν αὐτῶν ἁπτομένους. Τοῦτο καὶ ἐπὶ τῶν γηπόνων ἔστιν εἰπεῖν· καὶ γὰρ καὶ οὗτοι ὅτε | |
25 | βαθεῖαν αὔλακα ἀνατέμωσι, καὶ πολλὴν τὴν ἐπιμέλειαν τῆς γῆς ἐπιδείξωνται, καὶ δαψιλῆ τὰ σπέρματα καταβά‐ λωσι, πολλάκις αὐχμοῦ γενομένου ἢ ἐπομβρίας, ἢ πρὸς αὐτῷ τῷ τέλει τῶν δραγμάτων ἐρυσίβης κατενεχθείσης, τῆς ἐλπίδος διήμαρτον· ἀλλ’ οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ | |
30 | πάλιν τοῦ καιροῦ καταλαβόντος, ἅπτονται τῆς γεωργίας. Καὶ τοῦτο ἐφ’ ἑκάστου εὕροι τις ἂν ἐπιτηδεύματος γι‐ νόμενον. Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡ γυνὴ καὶ αὐτὴ πολλάκις μετὰ τοὺς πολλοὺς μῆνας ἐκείνους, μετὰ τὰς ὠδῖνας τὰς ἀφορήτους, μετὰ τὰς νύκτας τὰς ἀΰπνους, | |
35 | μετὰ τὸν τῶν μελῶν διασπασμὸν, μικρᾶς τινος περιστά‐ σεως γενομένης, πρὸ τοῦ προσήκοντος καιροῦ τὸ βρέφος ὠθήσασα ἀμόρφωτον καὶ ἀδιατύπωτον, ἢ μεμορφωμένον μὲν, οὐκ ἄρτιον δὲ, οὐδὲ ὑγιὲς, ἢ καὶ νεκρὸν πολλάκις, μόλις τὸν κίνδυνον διέφυγε, καὶ ὅμως ὥσπερ ἐπιλαθομέ‐ | |
40 | νη τούτων ἁπάντων, τῶν αὐτῶν ἀνέχεται, καὶ τὰ αὐτὰ ὑπομένει. Καὶ τί λέγω τὰ αὐτά; Πολλάκις καὶ συναπο‐ θανεῖν τῷ τεχθέντι συνέβη, καὶ οὐδὲ τοῦτο τὰς λοιπὰς ἐσωφρόνισε καὶ ἀνέπεισε φυγεῖν τὸ πρᾶγμα· τοσαύτην ὁ Θεὸς ἐγκατέσπειρε τοῖς λυπηροῖς τὴν ἡδονὴν ὁμοῦ καὶ | |
45 | τὴν εὐφροσύνην. Διὰ τοῦτο ἔλεγε, Πληθύνων πληθυνῶ τὰς λύπας σου καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα. Τοῦτο τοίνυν καὶ ὁ Χριστὸς διαλεγόμενος τοῖς μαθηταῖς καὶ δεικνὺς καὶ τῆς ὀδύνης τὸ μέγεθος καὶ τῆς εὐφροσύνης τὴν ὑπερβολὴν, ἔλεγεν· Ἡ γυνὴ ὅταν τίκτῃ | |
53.144(50) | λύπην ἔχει, ὅτι ἦλθεν ἡ ὥρα αὐτῆς· εἶτα παραστῆσαι ἡμῖν βουλόμενος ὅπως τὰ μὲν τῆς λύπης ἀθρόον ἐκποδὼν γίνεται, τὰ δὲ τῆς χαρᾶς καὶ τῆς εὐφροσύνης διαδέχε‐ ται, φησίν· Ὅταν δὲ γεννήσῃ τὸ παιδίον, οὐκέτι μνημο‐ νεύει τῆς θλίψεως διὰ τὴν χαρὰν, ὅτι ἐγεννήθη ἄνθρω‐ | |
55 | πος εἰς τὸν κόσμον. Εἶδες κηδεμονίαν ὑπερβάλλουσαν; εἶδες τιμωρίαν νουθεσίας πεπληρωμένην; Ἐν λύπαις τέ‐ ξῃ τέκνα. Εἶτα, Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Μονονουχὶ ἀπολογούμενος πρὸς τὴν γυναῖκα ὁ φιλάνθρωπος Θεὸς ταῦτά φησιν, ὅτι Ἐγὼ μὲν | |
60 | ἐξ ἀρχῆς ὁμότιμόν σε ἐδημιούργησα, καὶ τῆς αὐτῆς ἀξίας ἐν ἅπασιν αὐτῷ κοινωνεῖν ἠβουλήθην, καὶ ὥσπερ τῷ ἀνδρὶ, οὕτω καὶ σοὶ τὴν κατὰ πάντων ἀρχὴν ἐνεχείρισα· ἀλλ’ ἐπειδὴ οὐκ ἐχρήσω εἰς δέον τῇ ὁμοτιμίᾳ· διὰ τοῦτό σε ὑποτάττω τῷ ἀνδρὶ, Καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀπο‐ | |
65 | στροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ καταλι‐ | |
ποῦσα τὸν ὁμότιμον, καὶ τὸν τῆς αὐτῆς σοὶ φύσεως κοι‐ | ||
53.145 | νωνοῦντα, καὶ δι’ ὃν ἐδημιουργήθης, τῷ πονηρῷ θηρίῳ τῷ ὄφει εἰς ὁμιλίαν ἐλθεῖν ἠβουλήθης, καὶ τὴν παρ’ ἐκείνου δέξασθαι συμβουλήν· διὰ τοῦτό σε λοιπὸν τούτῳ ὑποτάτ‐ τω, καὶ τοῦτόν σου κύριον ἀποφαίνω, ὥστε τὴν τούτου | |
5 | δεσποτείαν ἐπιγινώσκειν, καὶ ἐπειδὴ οὐκ ἔγνως ἄρχειν, μάθε καλῶς ἄρχεσθαι. Πρὸς τὸν ἄνδρα σου ἡ ἀπο‐ στροφή σου, καὶ αὐτός σου κυριεύσει. Βέλτιόν σε ὑπὸ τοῦτον εἶναι, καὶ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνειν, ἢ ἀδείας ἀπολαύουσαν καὶ ἐξουσίας κατὰ κρημνῶν φέρε‐ | |
10 | σθαι. Ἐπεὶ καὶ ἵππῳ λυσιτελὲς ἂν γένοιτο χαλινὸν ἔχειν, καὶ εὔτακτα βαδίζειν, ἢ ἄνευ τούτου κατὰ κρημνῶν φέρεσθαι. Τὸ συμφέρον τοίνυν σκοπῶν τὸ σὸν, πρὸς τοῦ‐ τόν σε ἔχειν τὴν ἀποστροφὴν βούλομαι, καὶ καθάπερ σῶμα κεφαλῇ ἕπεσθαι, καὶ τὴν δεσποτείαν μεθ’ ἡδονῆς | |
15 | ἐπιγινώσκειν. Οἶδα ὅτι ἀπεκάμετε πρὸς τὸ μῆκος τῶν εἰρημένων· ἀλλὰ διεγέρθητε μικρὸν, παρακαλῶ, μὴ ἀτέλεστον τὴν δίκην καταλίπωμεν, μηδὲ ἀφέντες ἔτι τὸν δικαστὴν καθήμενον ἀναχωρήσωμεν· καὶ γὰρ πρὸς αὐτὸ τὸ τέλος λοιπὸν ἀπηντήκαμεν. | |
20 | θʹ. Ἴδωμεν τοίνυν τί μετὰ τὴν γυναῖκα πρὸς τὸν ἄν‐ δρα φησὶ, καὶ ποίαν καὶ τούτῳ τιμωρίαν ἐπάγει. Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναι‐ κός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες· | |
25 | ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ἀκάν‐ θας καὶ τριβόλους ἀνατελεῖ σοι, καὶ φάγῃ τὸν χόρ‐ τον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, | |
30 | ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ. Μεγάλη καὶ ἄφατος καὶ ἐντεῦθεν δείκνυται ἡ περὶ τὸν ἄνθρωπον τοῦ Δεσπότου κηδεμονία· ἀλλ’ ἀκούσωμεν ἀκριβῶς ἕκαστον τῶν εἰρημένων· Τῷ δὲ Ἀδὰμ εἶπεν, Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ | |
35 | ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ αὐτοῦ ἔφαγες. Ἐπειδὴ ἤκου‐ σας, φησὶ, τῆς γυναικός σου καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, καὶ τῆς ἐμῆς ἐντολῆς προετίμησας τὴν παρ’ ἐκείνης συμβουλὴν, καὶ οὐκ ἠβουλήθης τοῦ ξύλου τοῦ ἑνὸς τούτου | |
40 | μόνου ἀποσχέσθαι, οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν (μὴ γὰρ πολλῶν σε ἀπέχεσθαι ἐκέλευσα; Ἑνὸς μόνου, καὶ οὐδὲ τούτου ἠνέσχου, ἀλλ’ ἐπιλαθόμενος τῶν ἐμῶν ἐντολῶν ἐπείσθης τῇ γυναικί)· διὰ τοῦτο μαθήσῃ δι’ αὐτῶν τῶν ἔργων, ὅσον εἰργάσω κακόν. | |
45 | Ἀκουέτωσαν ἄνδρες· ἀκουέτωσαν γυναῖκες· οἱ μὲν, ἵνα μὴ ἀνέχωνται τῶν πονηρὰ συμβουλευουσῶν· αἱ δὲ, ἵνα μὴ τοιαῦτα συμβουλεύωσιν. Εἰ γὰρ οὗτος ἐπὶ τὴν γυναῖκα τὴν αἰτίαν μεταγαγὼν, οὐδεμιᾶς ἠξιώθη συγ‐ γνώμης, ποίαν ἄν τις ἀπολογίαν σχοίη λέγων, ὅτι διὰ | |
53.145(50) | τὴν γυναῖκα τὸ καὶ τὸ ἥμαρτον, καὶ τὸ καὶ τὸ ἔπραξα; Διὰ τοῦτο γὰρ καὶ ὑπὸ τὴν δεσποτείαν γέγονε τὴν σὴν, καὶ κύριος αὐτῆς ἀπεφάνθης, ἵνα ἐκείνη σοὶ κατακολουθῇ, καὶ μὴ ἡ κεφαλὴ τοῖς ποσὶν ἕπηται. Ἀλλ’ οὖν ἔστιν ἰδεῖν πολλάκις τὸ ἐναντίον συμβαῖνον, καὶ τὸν ἐν τάξει | |
55 | κεφαλῆς εἶναι ὀφείλοντα, οὐδὲ τῶν ποδῶν τὴν τάξιν ἐπέχοντα· καὶ τὴν ἐν τάξει ποδῶν οὖσαν, ταύτην ἐν τάξει κεφαλῆς καθισταμένην. Δι’ ὃ καὶ ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, ταῦτα πάντα προορῶν ἐβόα· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί | |
60 | οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ἀλλ’ ὅμως καὶ ὁ ἀνὴρ πολλὴν τὴν φυλακὴν ἐπιδεικνύσθω, ὥστε τὰ | |
ὀλέθρια συμβουλεύουσαν ἀποσείεσθαι, καὶ ἡ γυνὴ ἔναυλον | Column end | |
53.146 | ἔχουσα τὴν τιμωρίαν ἣν ἐδέξατο ἡ Εὔα τὴν ὀλεθρίαν ἐκείνην συμβουλὴν εἰσαγαγοῦσα τῷ ἀνδρὶ, μὴ τολμάτω τοιαῦτα συμβουλεύειν, μηδὲ μιμείσθω τὴν Εὔαν, ἀλλὰ τῷ ὑποδείγματι σωφρονιζέσθω κἀκεῖνα συμβουλευέτω, | |
5 | ἃ καὶ αὐτὴν καὶ τὸν ἄνδρα πάσης ἀπαλλάξει κολάσεως καὶ τιμωρίας. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Τῷ δὲ Ἀδὰμ, φησὶν, εἶπεν ὁ Θεός· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἔφαγες ἀπὸ τοῦ ξύλου, οὗ ἐνετειλάμην σοι τούτου μόνου μὴ φαγεῖν, ἀπ’ | |
10 | αὐτοῦ ἔφαγες. Ἐπειδὴ, φησὶ, τοσαύτῃ ῥᾳθυμίᾳ ἐχρήσω περὶ τὴν φυλακὴν τῆς παρ’ ἐμοῦ δοθείσης ἐντολῆς, καὶ οὔτε ὁ φόβος, οὔτε τὸ προλαβόντα με διαστείλασθαι τὰ μέλλοντα συμβήσεσθαι ὑμῖν ἀπὸ τῆς βρώσεως, ὠφέλησέ τι, ἀλλ’ εἰς τοσαύτην κακίαν ἐξώκειλας, ὡς μὴ δυνη‐ | |
15 | θῆναι μηδὲ τοῦ ἑνὸς ἀποσχέσθαι ξύλου μετὰ τὴν τοσαύ‐ την ἀπόλαυσιν· διὰ τοῦτο Ἐπικατάρατος ἔσται ἡ γῆ ἐν τοῖς ἔργοις σου. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς μὲν τὸν ὄφιν τιμωρεῖται, πῶς δὲ τὸ λογικὸν τοῦτο ζῶον. Ἐκείνῳ γάρ φησιν, Ἐπικατάρατος σὺ ἀπὸ τῆς | |
20 | γῆς; ἐνταῦθα δὲ οὐχ οὕτως. Ἀλλὰ τί; Ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου. Καὶ εἰκότως. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον παρήχθη, ἵνα οὕτως ἀπολαύειν δύνηται τῶν ἐξ αὐτῆς ἀναδιδομένων, διὰ τοῦτο πάλιν διὰ τὸν ἄνθρωπον ἁμαρτόντα ταύτῃ τὴν κατάραν ἐπιτίθησιν· | |
25 | ἐπειδὴ ἡ εἰς αὐτὴν κατάρα πάλιν τοῦ ἀνθρώπου ἐλυμαί‐ νετο τῇ ἀνέσει καὶ τῇ ἀδείᾳ, Ἐπικατάρατος, φησὶν, ἡ γῆ ἐν τοῖς ἔργοις σου. Εἶτα ἵνα μάθῃς τί ἐστιν, Ἐπι‐ κατάρατος, ἐπήγαγεν, Ἐν λύπαις φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Ὅρα ἑκάστην τιμωρίαν τῷ | |
30 | αἰῶνι παρεκτεινομένην, ἵνα μὴ μόνον αὐτοὶ κερδάνωσιν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες γίνεσθαι δι’ αὐτῶν τῶν πραγμάτων διδάσκωνται, πόθεν αὐτοῖς τὰ τῆς τιμωρίας ταύτης ἐπήχθη· Ἐν λύπαις, φησὶ, φάγῃ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Εἶτα ἀκριβέστερον διδάσκων | |
35 | τῆς κατάρας τὸ εἶδος, καὶ τῆς λύπης τὴν αἰτίαν, ἐπ‐ ήγαγεν· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι. Ἰδοὺ τῆς κατάρας τὰ ὑπομνήματα. Ἀκάνθας, φησὶν, ἐκδώσει καὶ τριβόλους· ὥστε πολὺν τὸν πόνον καὶ τὴν ταλαιπω‐ ρίαν ἐργάσασθαι, καὶ μετὰ λύπης πάντα τὸν χρόνον | |
40 | διάγειν σε ποιήσω, ἵνα τοῦτο χαλινός σοι γένηται τοῦ μὴ ὑπὲρ ἀξίαν φαντάζεσθαι, ἀλλὰ διηνεκῶς ἔχῃς ἐννοεῖν τὴν σαυτοῦ οὐσίαν, καὶ μηδέποτε ἀνάσχῃ τοιαῦτα ἀπατη‐ θῆναι. Καὶ φάγῃ τὸν χόρτον τοῦ ἀγροῦ. Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Ὅρα πῶς | |
45 | ἀπεναντίας τῆς προτέρας διαγωγῆς τὰ μετὰ τὴν παρα‐ κοὴν ἅπαντα αὐτῷ ἐπήχθη. Ἐγὼ μὲν γὰρ, φησὶ, πα‐ ραγαγών σε εἰς τόνδε τὸν κόσμον ἠβουλήθην ἄνευ λύπης καὶ μόχθων καὶ ταλαιπωρίας καὶ ἄνευ ἱδρώτων διάγειν σε, καὶ ἐν ἀπολαύσει εἶναι καὶ εὐημερίᾳ, καὶ μηδὲ ταῖς | |
53.146(50) | τοῦ σώματος ἀνάγκαις ὑποκεῖσθαι, ἀλλὰ πάντων τούτων ἀπηλλάχθαι, καὶ ἐν ἐλευθερίᾳ πάσῃ τυγχάνειν. Ἐπειδὴ δὲ οὐκ ὤνησέ σε ἡ τοσαύτη ἄδεια, διὰ τοῦτο καὶ τὴν γῆν καταράσομαι, ὥστε μὴ ἄσπαρτά σοι καὶ ἀνήροτα, κα‐ θάπερ πρότερον, τὰ ἐξ αὐτῆς ἀναδιδόμενα παρέχειν, | |
55 | ἀλλὰ καὶ μετὰ πολλοῦ τοῦ πόνου, καὶ τοῦ μόχθου, καὶ τῆς ταλαιπωρίας, καὶ λύπαις σε διηνεκέσι καὶ ἀθυ‐ μίαις περιβαλῶ, καὶ μετὰ ἱδρώτων πάντα σε κατορ‐ θοῦν παρασκευάσω ἵνα τούτοις πιεζόμενος ἔχῃς διδα‐ σκαλίαν διηνεκῆ τοῦ μετριάζειν, καὶ τὴν ἑαυτοῦ φύσιν | |
60 | ἐπιγινώσκειν. Καὶ τοῦτο οὐ πρὸς ὀλίγον οὐδὲ πρὸς βραχὺν χρόνον ἔσται, ἀλλὰ παντὶ τῷ τῆς ζωῆς χρόνῳ παρεκτα‐ θήσεται. Ἐν ἱδρῶτι γὰρ τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου, ἕως τοῦ ἀποστρέψαι σε εἰς τὴν γῆν, | |
ἐξ ἧς ἐλήφθης· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. | ||
53.147 | Μέχρις ἐκείνου ταῦτα ὑπομενεῖς, ἕως ἂν τὸ τέλος τῆς ζωῆς σοι ἐπαχθήσεται, καὶ εἰς ἐκείνην διαλυθῇς, ἐξ ἧς καὶ ἐπλάσθης. Εἰ γὰρ καὶ σώματός σοι φύσιν ἐχαρισά‐ μην διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν, ἀλλ’ αὐτὸ τὸ σῶμα | |
5 | ἀπὸ γῆς ὂν, γῆ πάλιν ἔσται. Γῆ γὰρ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Ἵνα γὰρ μὴ ταῦτα γένηται, διὰ τοῦτο εἶπον, Μὴ ἅψησθε τοῦ ξύλου, εἰπὼν, ὅτι ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Οὐ γὰρ ἐβουλόμην τοῦτο· ἀλλ’ ἐπειδὴ τὰ μὲν παρ’ ἐμοῦ ἅπαντα | |
10 | γεγένηται, σὺ δὲ σαυτῷ ταῦτα προεξένησας, ἐπὶ μηδένα ἕτερον τὴν αἰτίαν ἔπαγε, ἀλλὰ τῇ σαυτοῦ ῥᾳθυμίᾳ πᾶν ἐπίγραφε. Ἀλλὰ πάλιν ἡμῖν ἕτερον ζήτημα ἐντεῦθεν τίκτεται, ὅπερ, εἰ βούλεσθε, συντόμως διαλύσαντες τὸ τηνικαῦτα καταπαύσομεν τὸν λόγον. Εἶπε, φησὶν, ὁ | |
15 | Θεός· ᾟ ἂν ἡμέρᾳ φάγητε ἀπ’ αὐτοῦ, θανάτῳ ἀποθα‐ νεῖσθε· δείκνυνται δὲ ζήσαντες μετὰ τὴν παρακοὴν, καὶ τὸ τῆς βρώσεως μετασχεῖν, πολλῶν ἐτῶν ἀριθμόν. Τοῦτο δοκεῖ μὲν ἁπλῶς τοῖς ἐπιπολαίως ἐντυγχάνουσι τοῖς ἐγκειμένοις ἔχειν ζήτησίν τινα· εἰ δέ τις εὐγνωμόνως | |
20 | τὴν ἀκοὴν ὑπόσχοιτο, σαφές ἐστι τὸ εἰρημένον καὶ οὐ‐ δεμίαν τῷ προσέχοντι ζήτησιν ἔχον. Εἰ γὰρ καὶ πολὺν ἐτῶν χρόνον ἔζησαν, ἀλλ’ ὅμως ἀφ’ ἧς ἤκουσαν τὸ, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, καὶ τὴν ἀπόφασιν ἐδέξαντο τοῦ θανάτου, καὶ θνητοὶ γεγόνασι, καὶ ἐξ ἐκείνου ἄν τις | |
25 | εἶπεν αὐτοὺς τεθνηκέναι. Τοῦτο οὖν καὶ ἡ Γραφὴ αἰνιτ‐ τομένη εἶπεν, ὅτι ᾟ δ’ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀντὶ τοῦ, Τὴν ἀπόφασιν δέξεσθε τοῦ θνητοὶ λοιπὸν εἶναι. Καθάπερ γὰρ ἐπὶ τῶν δικαστηρίων τῶν ἀνθρωπίνων, ἐπειδὰν ἀπόφασίν τις δεξάμενος τοῦ πάν‐ | |
30 | τως τὴν κεφαλὴν ἀποτμηθῆναι, εἶτα εἰς τὸ δεσμωτήριον ἐμβληθῇ, κἂν ἐπὶ πολὺν χρόνον διαμένῃ, οὐδὲν ἄμεινον τῶν νεκρῶν καὶ τεθνηκότων διάξει, τῇ ἀποφάσει τεθνη‐ κώς· τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι, ἐξ ἐκείνης τῆς ἡμέρας, ἐξ ἧς τὴν ἀπόφασιν ἐδέξαντο τῆς θνητότητος, εἰ | |
35 | καὶ πολὺν διήρκεσαν χρόνον, ἀλλὰ τῇ ἀποφάσει τεθνή‐ κασιν. Οἶδα ὅτι πολλὰ τὰ εἰρημένα καὶ εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη τὰ τῆς διδασκαλίας· διὸ ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι κατὰ δύναμιν ἡμετέραν ἅπαντα εἰς μέσον ὑμῖν προθέντες τέλος ἐπεθήκαμεν τοῖς ἀναγνωσθεῖσι, | |
40 | συστείλωμεν ἐνταῦθα τὸν λόγον. ιʹ. Ἐνῆν μὲν γὰρ καὶ ἕτερα προσθέντας δεῖξαι πάλιν καὶ ταύτην αὐτὴν τὴν τιμωρίαν τὴν ἐπαχθεῖσαν, καὶ τὸ θνητοὺς γενέσθαι πολλὴν ἔχουσαν ἄβυσσον φιλανθρωπίας· ἀλλὰ ἵνα μὴ τῷ πολλῷ πλήθει καταχώσωμεν ὑμῶν τὴν | |
45 | διάνοιαν, φέρε, παρακαλέσωμεν ὑμᾶς ἐντεῦθεν ἐξελθόντας μὴ εἰς ἀνονήτους συλλόγους ἑαυτοὺς ἐκ‐ διδόναι, μηδὲ εἰς φλυαρίας ἀκαίρους, ἀλλὰ καθ’ ἑαυτοὺς συνιέντας μετ’ ἀλλήλων συλλέγειν τὰ εἰρημένα, καὶ εἰς ὑπόμνησιν ἑαυτοὺς ἄγειν, τί μὲν ὁ δικαστὴς ἀπεκρίνατο, | |
53.147(50) | τί δὲ οἱ ὑπεύθυνοι ἀπελογήσαντο, καὶ πῶς ὁ μὲν ἐπ’ ἐκείνην τὴν αἰτίαν μετήγαγεν, ἐκείνη δὲ ἐπὶ τὸν ὄφιν, καὶ πῶς καὶ τοῦτον ἐτιμωρήσατο, καὶ ὅτι διηνεκῆ καὶ τῷ παντὶ αἰῶνι συμπαρεκτεινομένην αὐτῷ τὴν τιμωρίαν ἐπήγαγε, καὶ σφοδρὰν τὴν κατ’ αὐτοῦ ἀγανάκτησιν | |
55 | ἐποιήσατο, καὶ διὰ τούτου δεικνὺς τὴν πρὸς τοὺς ἀπα‐ τηθέντας κηδεμονίαν. Δι’ ὧν γὰρ τὸν ἀπατήσαντα οὕτως ἠμύνατο, δῆλον ὅτι εἰς τοὺς πάνυ αὐτῷ περισπουδάστους τὴν ἀπάτην εἰργάσατο. Εἶτα ἐντεῦθεν μνημονεύσατε τοῦ ἐπιτιμίου τῆς γυναικὸς, καὶ τῆς κολάσεως τῆς ἐπ‐ | |
60 | αχθείσης αὐτῇ, μᾶλλον δὲ τῆς νουθεσίας, καὶ οὕτω τὰ | |
πρὸς τὸν Ἀδὰμ εἰρημένα μνημονεύσαντες, καὶ τῆς | Column end | |
53.148 | ἀποφάσεως εἰς ἔννοιαν ἐλθόντες, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ, ἐντεῦθεν ἐκπλάγητε τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ὅτι ἡμᾶς τοὺς ἐκ τῆς γῆς ὄντας, καὶ εἰς γῆν διαλυομένους, εἰ βουληθείημεν ἀρετὴν μετελθεῖν, | |
5 | καὶ κακίαν φυγεῖν, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιοῦν ἐπηγγείλατο τῶν ἡτοιμασμένων τοῖς ἠγαπηκόσιν αὐτὸν, Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Χάριν τοίνυν πολλὴν ὀφείλομεν ἡμῶν ὁμολογεῖν τῷ Δεσπότῃ ὑπὲρ | |
10 | τῶν τηλικούτων εὐεργεσιῶν, καὶ μηδέποτε λήθῃ ταῦτα παραπέμπειν, ἀλλὰ διὰ τῶν ἀγαθῶν ἔργων καὶ τῆς πολλῆς τῶν φαύλων ἀποφυγῆς, τοῦτον ἐξιλεωσώμεθα καὶ εὐμενῆ ἡμῖν καταστήσωμεν. Πῶς γὰρ οὐ πάσης τοῦτο ἀγνωμοσύνης δεῖγμα, εἰ αὐτὸς μὲν, Θεὸς ὢν καὶ ἀθάνα‐ | |
15 | τος, τὴν φύσιν ἀναλαβέσθαι τὴν θνητὴν ἡμῶν καὶ γήϊνον οὐσίαν οὐ παρῃτήσατο, καὶ τῆς ἀρχαίας νεκρώσεως ἀπαλλάξαι, καὶ ὑπὲρ τὸν οὐρανὸν ταύτην ἀναβιβάσαι, καὶ τῇ πατρικῇ συνεδρίᾳ τιμῆσαι, καὶ ὑπὸ πάσης τῆς οὐρανίας στρατιᾶς προσκυνεῖσθαι καταξιῶσαι, ἡμεῖς δὲ | |
20 | τὰ ἐναντία τούτῳ ἀνταμεῖψαι οὐ κατῃδέσθημεν, ἀλλὰ καὶ τὴν ἀθάνατον ψυχὴν, ὡς ἄν τις εἴποι, τῇ σαρκὶ προσκολ‐ λήσαντες, γήϊνον αὐτὴν καὶ νεκρὰν καὶ ἀνενέργητον γενέσθαι κατεσκευάσαμεν; Μὴ, παρακαλῶ, μὴ οὕτως ἀγνώμονες ὦμεν περὶ τὸν τοσαῦτα ἡμᾶς εὐηργετηκότα, | |
25 | ἀλλὰ τοῖς αὐτοῦ νόμοις ἑπόμενοι, τὰ αὐτῷ δοκοῦντα καὶ εὐάρεστα ὄντα διαπραττώμεθα, ἵνα καὶ τῶν αἰωνίων ἀγαθῶν ἀξίους ἡμᾶς ἀναδείξῃ· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ‐ | |
30 | ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
32t | ΟΜΙΛΙΑ ΙΗʹ. | |
33n | Καὶ ἐκάλεσεν Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, | |
34n | Ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Καὶ | |
35n | ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ | |
36n | αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. | |
37n | Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ | |
38n | ἡμῶν. | |
39 | αʹ. Εἴδετε χθὲς Δικαστοῦ φιλανθρωπίαν; εἴδετε ἐξέτασιν | |
40 | ἀγαθότητος γέμουσαν; εἴδετε τιμωριῶν διαφοράν; πῶς μὲν ὁ διὰ τῆς ἀπάτης ὑποσκελίσας ἐτιμωρήθη, πῶς δὲ ἡ τοῖς ὑποσκελισθεῖσιν ἐπαχθεῖσα τιμωρία πολλὴν δεί‐ κνυσι τὴν τοῦ Θεοῦ φιλανθρωπίαν; εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις τὸ παραστῆναι τῷ δικαστη‐ | |
45 | ρίῳ, καὶ ἰδεῖν ὅπως προεχώρησεν ἡ ἐξέτασις; Ἔγνωμεν γὰρ, ὅσων τε καὶ ἡλίκων ἀγαθῶν ἑαυτοὺς ἀπεστέρησαν ὅ τε Ἀδὰμ, ἥ τε Εὔα, διὰ τῆς παραβάσεως τῆς δοθείσης ἐντολῆς, γυμνωθέντες τῆς δόξης ἐκείνης τῆς ἀφάτου, καὶ τῆς ζωῆς τῆς οὐδὲν ἔλαττον σχεδὸν ἐχούσης τῶν | |
53.148(50) | ἀγγέλων. Εἴδομεν τὴν ἀνεξικακίαν τοῦ Δεσπότου, ἐπαι‐ δεύθημεν ὅσον κακόν ἐστι ῥᾳθυμία, καὶ ὅπως καὶ τῶν ἤδη ὑπηργμένων ἀγαθῶν γυμνοὺς καὶ ἐρήμους ἡμᾶς ἐργάζεται, καὶ ἐν πολλῇ καθίστησι τῇ αἰσχύνῃ. Διὸ, παρακαλῶ, νήφωμεν, καὶ τὰ ἐκείνων πτώματα ἡμῖν | |
55 | γενέσθω φάρμακα, καὶ ἡ ἐκείνων ῥᾳθυμία ἡμῖν γενέσθω ἀσφαλείας ὑπόθεσις· ἐπειδὴ καὶ μείζων ἡ τιμωρία τοῖς εἰς τὸ ἑξῆς τὰ αὐτὰ πλημμελοῦσιν, ὅσῳ μηδὲ τοῖς ὑπο‐ δείγμασι σωφρονέστεροι γενέσθαι ἠβουλήθησαν. Οὐδὲ γὰρ οἱ μετὰ ταῦτα τὰ αὐτὰ τοῖς προτέροις ἁμαρτάνοντες τὴν | |
60 | αὐτὴν εἰσπράττονται δίκην. Καὶ τοῦτο συντόμως μαθεῖν | |
ἔξεστιν ἀπὸ τοῦ σοφοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ | ||
53.149 | μακαρίου Παύλου φημὶ, λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐννόμως ἥμαρτον, διὰ νόμου κριθήσονται. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Οὐ τὴν αὐτὴν δώσουσι δίκην οἱ πρὸ τοῦ νόμου, | |
5 | καὶ οἱ μετὰ τὸν νόμον, ἀλλὰ βαρυτέρας ὑποστήσονται τιμωρίας οἱ μετὰ τὴν τοῦ νόμου δόσιν ἁμαρτάνοντες. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· τουτέστιν, ἡμερωτέραν αὐτοῖς ποιεῖ τὴν τιμωρίαν τὸ μὴ ἔχειν τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν τε καὶ βοήθειαν. | |
10 | Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, ἐπειδὴ καὶ τὸν νόμον ἔσχον διδάσκαλον, καὶ οὐδὲ οὕτως ἐσωφρονίσθησαν, ἀλλὰ τὰ αὐτὰ ἐκείνοις ἥμαρτον, μείζονα καὶ τὴν δίκην τίσουσι. Ἀλλ’ ἀκού‐ σωμεν καὶ τῶν σήμερον ἀναγνωσθέντων. Καὶ ἐκάλεσε, | |
15 | φησὶν, Ἀδὰμ τὸ ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων. Ὅρα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, πῶς οὐδὲ τοῦτο παρῆκεν, ἀλλ’ ἐδίδαξεν ἡμᾶς, ὅτι καὶ τῇ γυναικὶ προσ‐ ηγορίαν ὁ Ἀδὰμ ἐπέθηκεν. Ἐκάλεσε, γὰρ, φησὶ, τὸ | |
20 | ὄνομα τῆς γυναικὸς αὐτοῦ, Εὔα, ὅπερ ἐστὶ ζωὴ, ὅτι αὕτη μήτηρ πάντων τῶν ζώντων· τουτέστιν, αὕτη ἀρχή ἐστι πάντων τῶν ἐξ αὐτῆς ἐσομένων, καὶ ῥίζα καὶ θεμέλιος τῆς μετὰ ταῦτα γενεᾶς. Εἶτα μετὰ τὸ διδάξαι ἡμᾶς τὴν ἐπιτεθεῖσαν τῇ γυναικὶ προσηγο‐ | |
25 | ρίαν, πάλιν δείκνυσιν ἡμῖν τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅπως οὐ περιορᾷ ἐν τοσαύτῃ αἰσχύνῃ καὶ γυμνότητι τοὺς ὑπ’ αὐτοῦ δημιουργηθέντας. Καὶ ἐποίησε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυναικὶ αὐτοῦ χιτῶ‐ νας δερματίνους, καὶ ἐνέδυσεν αὐτούς. Καθάπερ | |
30 | γὰρ πατὴρ εὔσπλαγχνος παῖδα ἔχων εὐγενῆ, καὶ μετὰ πάσης ἐπιμελείας ἀνατρεφόμενον, καὶ τρυφῆς ἁπάσης ἀπολαύοντα, καὶ ἑστίᾳ λαμπρᾷ κεχρημένον, καὶ σηρικὰ ἱμάτια περιβεβλημένον, καὶ μετὰ ἀδείας τῇ περιουσίᾳ καὶ τῷ πλούτῳ κεχρημένον τῷ πατρικῷ, ὁρῶν ὕστερον | |
35 | ἀπὸ τῆς ἀνέσεως ταύτης τῆς πολλῆς εἰς κρημνὸν κακίας ἐξοκείλαντα, πάντων ἐκείνων ἀποστερήσας καὶ τῇ ἑαυτοῦ ἐξουσίᾳ ὑποτάξας, καὶ τῆς ἐσθῆτος γυμνώσας, ἱμάτιον εὐτελὲς αὐτῷ πολλάκις καὶ δουλικὸν περιτίθησιν, ὥστε μὴ πάντη γυμνὸν εἶναι καὶ ἀσχημονεῖν· οὕτω δὴ καὶ | |
40 | ὁ φιλάνθρωπος Θεὸς, ἐπειδὴ ἀναξίους ἑαυτοὺς κατέστη‐ σαν τοῦ λαμπροῦ ἐκείνου καὶ φαιδροῦ ἐνδύματος, τοῦ περιστέλλοντος αὐτοὺς, καὶ παρασκευάζοντος ἀνωτέ‐ ρους εἶναι τῶν σωματικῶν ἀναγκῶν, γυμνώσας αὐτοὺς τῆς δόξης ἐκείνης ἁπάσης, καὶ τῆς ἀπολαύσεως, ἧς πρό‐ | |
45 | τερον μετεῖχον, πρὶν ἢ πεσεῖν τὸ πτῶμα τοῦτο τὸ χα‐ λεπὸν, πολὺν περὶ αὐτοὺς τὸν οἶκτον ἐπιδεικνύμενος, καὶ ἐλεῶν αὐτοὺς τῆς ἐκπτώσεως, καὶ ὁρῶν πολλὴν τὴν ἀσχημοσύνην περιβεβλημένους, καὶ οὐκ εἰδότας, ὅ τι καὶ πράξουσι, πρὸς τὸ μὴ γυμνοὺς εἶναι καὶ ἐνασχημονεῖν, | |
53.149(50) | χιτῶνας αὐτοῖς ἐργάζεται δερματίνους καὶ ἀμφιέν‐ νυσι. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ διαβόλου μηχανήματα· ἐπειδὰν γὰρ εὕρῃ τοὺς αὐτῷ πειθομένους, διὰ τῆς βραχείας ἡδονῆς ὑποσκελίσας, καὶ εἰς αὐτὸν τῆς κακίας τὸν βυθὸν καταγαγὼν, καὶ πάσης αἰσχύνης καὶ ἀτιμίας πληρώ‐ | |
55 | σας, ἀφίησι κεῖσθαι κάτω, ἐλεεινὸν θέαμα τοῖς ὁρῶσιν. Ἀλλ’ ὁ τῶν ἡμετέρων ψυχῶν κηδεμὼν, ὁρῶν αὐτοὺς ἐν ἀμηχανίᾳ πολλῇ, οὐδὲ οὕτω περιιδεῖν ἀνέχεται, ἀλλὰ σκέπην αὐτοῖς ἐπινοεῖ, διὰ τῆς εὐτελείας τοῦ ἐνδύματος δεικνὺς αὐτοῖς οἵων ἑαυτοὺς κατέστησαν ἀξίους ἐνδυ‐ | |
60 | μάτων. | Column end |
53.150 | Καὶ ἐποίησε Κύριος ὁ Θεὸς τῷ Ἀδὰμ καὶ τῇ γυ‐ ναικὶ αὐτοῦ χιτῶνας δερματίνους, καὶ ἐνέδυσεν αὐ‐ τούς. Ὅρα πόση τῆς θείας Γραφῆς ἡ συγκατάβασις. Ἀλλ’ ὅπερ πολλάκις εἶπον, καὶ νῦν λέγω· θεοπρεπῶς | |
5 | ἅπαντα νοῶμεν, καὶ τὸ, Ἐποίησεν, ἀντὶ τοῦ, Προσ‐ έταξεν, νοῶμεν. Ἐκέλευσε χιτῶνας δερματίνους αὐτοὺς περιβαλέσθαι ὑπόμνημα διηνεκὲς τῆς παρακοῆς. βʹ. Ἀκουέτωσαν οἱ πλουτοῦντες, οἱ ἐντρυφῶντες τοῖς τῶν σκωλήκων νήμασι, καὶ τὰ σηρικὰ περιβαλλόμενοι, | |
10 | καὶ μανθανέτωσαν πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων παι‐ δεύων τὴν ἀνθρωπίνην φύσιν ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ διὰ τὴν παράβασιν τῷ ἐπιτιμίῳ τοῦ θανάτου γέγονεν ὑπεύθυνος ὁ πρωτόπλαστος, ἐχρῆν δὲ ἱμάτιον αὐτῷ περιτεθῆναι τὸ τὴν αἰσχύνην καλύπτον, δερματί‐ | |
15 | νους αὐτοῖς ἐποίησε χιτῶνας, διδάσκων ἡμᾶς φεύγειν τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, καὶ μὴ τὸν ἀνειμένον καὶ βλακείας γέμοντα μεταδιώκειν, ἀλλὰ τὸν αὐστηρὸν μᾶλ‐ λον ἀσπάζεσθαι. Ἀλλ’ ἴσως ἀχθόμενοι πρὸς τὰ λεγόμενα οἱ πλουτοῦντες ἐροῦσι· Τί οὖν; δερματίνους | |
20 | ἡμᾶς χιτῶνας κελεύεις περιβαλέσθαι; Οὐ τοῦτο λέγω· οὐδὲ γὰρ ἐκεῖνοι εἰς τὸ διηνεκὲς ἐκείνοις τοῖς χιτῶσιν ἐκέχρηντο· ὁ γὰρ φιλάνθρωπος Δεσπότης ἀεὶ ταῖς προ‐ λαβούσαις εὐεργεσίαις ἑτέρας προστίθησιν. Ἐπειδὴ γὰρ λοιπὸν ὑπευθύνους ἑαυτοὺς κατέστησαν ταῖς σωματικαῖς | |
25 | ἀνάγκαις, τῆς ἀπαθείας ἐκείνης καὶ τῆς ἀγγελικῆς δι‐ αγωγῆς ἀποστερηθέντες, μετὰ ταῦτα ᾠκονόμησεν, ἀπὸ τῶν ἐρίων τῶν προβάτων τὰ ἐνδύματα τοῖς ἀνθρώποις κατασκευάζεσθαι, οὐδενὸς ἑτέρου ἕνεκεν, ἢ ὥστε σκέπην γενέσθαι, καὶ μὴ τὸ λογικὸν τοῦτο ζῶον κατὰ τὸ αὐτὸ | |
30 | τοῖς ἀλόγοις ἐν γυμνότητι καὶ ἀσχημοσύνῃ διάγειν. Ἡ τοίνυν τῶν ἱματίων περιβολὴ ὑπόμνησις ἡμῖν γενέσθω διηνεκὴς τῆς τῶν ἀγαθῶν ἐκπτώσεως, καὶ τῆς τιμωρίας διδασκαλία, ἣν διὰ τὴν παρακοὴν τὸ τῶν ἀνθρώπων γέ‐ νος ἐδέξατο. Λεγέτωσαν τοίνυν ἡμῖν οἱ τοσαύτῃ κεχρη‐ | |
35 | μένοι τῇ φαντασίᾳ, ὡς μηδὲ εἰδέναι λοιπὸν τὰ ἀπὸ τοῦ ἐρίου τῶν προβάτων ἐνδύματα, ἀλλὰ τὰ σηρικὰ περι‐ βαλλόμενοι καὶ εἰς τοσοῦτον ἐξοκείλαντες μανίας, ὡς καὶ χρυσίον συνυφαίνειν τοῖς ἐνδύμασι· μάλιστα γὰρ τὸ τῶν γυναικῶν γένος ταύτην ἡμῖν ἐπιδείκνυται τὴν βλακείαν· | |
40 | τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τούτοις τὸ σῶμα καλλωπί‐ ζεις, καὶ χαίρεις τῇ ἐντεῦθεν περιβολῇ, καὶ οὐκ ἐννοεῖς ὅτι ἀντὶ μεγίστης τιμωρίας διὰ τὴν παράβασιν ἡ σκέπη αὕτη ἐπενοήθη; Διὰ τί γὰρ μὴ ἀκούεις Παύλου λέγοντος· Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκε‐ | |
45 | σθησόμεθα; Ὁρᾷς ὅτι ἑνὸς μόνου δεῖ φροντίζειν, τοῦ μὴ γυμνὸν εἶναι τὸ σῶμα, τοῦ σκέπεσθαι μόνον, μη‐ κέτι δὲ καὶ περὶ διαφορᾶς ἐσθῆτος φροντίδα ποιεῖσθαι; Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν ἔλθωμεν· Καὶ εἶπεν ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν | |
53.150(50) | καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ὅρα πάλιν Θεοῦ | |
55 | συγκατάβασιν. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ Ἀδὰμ γέγονεν ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Εἶδες πόση τῆς λέξεως ἡ ταπείνωσις; Ταῦτα δὲ ἅπαντα θεοπρεπῶς νοῶμεν. Βούλεται γὰρ ἐν‐ ταῦθα διὰ τῶν ῥημάτων τούτων τῆς ἀπάτης ἡμᾶς ὑπο‐ | |
60 | μνῆσαι, ἣν ἠπατήθησαν ὑπὸ τοῦ διαβόλου διὰ τοῦ ὄφεως. | |
Ἐπειδὴ γὰρ ἔλεγεν ἐκεῖνος, ὅτι Ἐὰν φάγητε, ἔσεσθε | ||
53.151 | ὡς θεοὶ, καὶ ἰσοθεΐας ἐλπίδι τῆς βρώσεως κατετόλμησαν· διὰ τοῦτο καὶ ὁ Θεὸς πάλιν ἐντρέψαι αὐτοὺς βουλόμενος, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῶν ἐπταισμένων, καὶ τῆς πα‐ ρακοῆς τὸ μέγεθος δεῖξαι, καὶ τῆς ἀπάτης τὴν ὑπερβο‐ | |
5 | λὴν, φησίν· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν. Με‐ γάλη τοῦ ῥήματος ἡ ἐντροπὴ, καθικέσθαι δυναμένη τοῦ παραβάντος. Διὰ τοῦτο, φησὶ, κατεφρόνησας τῆς ἐντο‐ λῆς τῆς ἐμῆς ἰσοθεΐαν φαντασθείς; Ἰδοὺ γέγονας ὃ προσεδόκησας· μᾶλλον δὲ οὐχ ὃ προσεδόκησας, | |
10 | ἀλλ’ ὅπερ ἦς ἄξιος γενέσθαι. Ἰδοὺ, φησὶ, γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Τοῦτο γὰρ ὁ ἀπατεὼν διάβολος αὐτοῖς ἔλεγε διὰ τοῦ ὄφεως, ὅτι Διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, καὶ ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. | |
15 | Καὶ νῦν μή ποτε ἐκτείνῃ τὴν χεῖρα, καὶ ἅψηται τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ὅρα μοι ἐνταῦθα φιλανθρωπίαν Δεσπότου. Δεῖ γὰρ μετὰ ἀκριβείας διερευνῆσαι τὸ εἰρημένον, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ τῶν ἐν τῷ βάθει τούτῳ κεκρυμμένων. | |
20 | Ἡνίκα τὴν ἐντολὴν ἐδίδου τῷ Ἀδὰμ ὁ Θεὸς, οὐδενὸς ἑτέρου ἀποσχέσθαι αὐτὸν προσέταξεν, ἢ μόνον τοῦ ξύλου, οὗ τῆς βρώσεως κατατολμήσας τὸ ἐπιτίμιον τοῦ θανά‐ του ἐδέξατο· ὅπερ ἐντελλόμενος αὐτῷ ὥρισεν, εἰ παρα‐ βαίη, περὶ τοῦ τῆς ζωῆς ξύλου οὐδὲν διαστειλάμενος. | |
25 | Ἐπειδὴ γὰρ, ὡς ἡγοῦμαι καὶ ἔστι συνιδεῖν, ἀθάνατον αὐτὸν ἐδημιούργησεν, ἐξῆν αὐτῷ, εἴπερ ἐβούλετο, μετὰ τῶν ἄλλων καὶ ἐκείνου μεταλαμβάνειν, δυναμένου δι‐ ηνεκῆ τὴν ζωὴν αὐτῷ προξενεῖν· διόπερ οὐδεμίαν ἐντο‐ λὴν περὶ ἐκείνου δέχεται. | |
30 | γʹ. Εἰ δέ τις βούλοιτο περίεργος ὢν ζητεῖν, διὰ τί ξύλον ζωῆς ἐκαλεῖτο, μανθανέτω μὴ πάντα μετὰ ἀκριβείας τοῖς οἰκείοις λογισμοῖς ἀκολουθοῦντα δύνασθαι τὸν ἄνθρωπον καὶ τὰ τοῦ Θεοῦ ἔργα κατοπτεύειν. Ἔδοξε γὰρ τῷ Δε‐ σπότῃ, ἵνα γυμνασίαν ἔχῃ ὑπακοῆς καὶ παρακοῆς ὁ ὑπ’ | |
35 | αὐτοῦ δημιουργηθεὶς ἄνθρωπος ἐν τῷ παραδείσῳ διάγων, καὶ τὰ δύο ταῦτα ξύλα ἐκεῖ ἀναδεῖξαι, τὸ μὲν τῆς ζωῆς, τὸ δὲ, ὡς εἰπεῖν, τοῦ θανάτου. Ἡ γὰρ τούτου βρῶσις καὶ ἡ παράβασις τῆς ἐντολῆς τὸν θάνατον αὐτῷ ἐπήγα‐ γεν. Ἐπεὶ οὖν τούτου μετασχὼν θνητὸς γέγονε, καὶ ταῖς | |
40 | τοῦ σώματος ἀνάγκαις λοιπὸν ὑπεύθυνος, καὶ ἀρχὴν ἔλαβε τῆς ἁμαρτίας ἡ εἴσοδος, δι’ ἣν καὶ ὁ θάνατος ὑπὸ τοῦ Δεσπότου συμφερόντως ᾠκονομήθη, οὐκέτι λοιπὸν ἀφίησιν ἐν τῷ παραδείσῳ τὸν Ἀδὰμ, ἀλλ’ ἐξελθεῖν ἐκεῖ‐ θεν προστάττει, δεικνὺς, ὅτι δι’ οὐδὲν ἕτερον τοῦτο ποιεῖ, | |
45 | ἢ διὰ τὴν φιλανθρωπίαν τὴν περὶ αὐτόν. Καὶ ἵνα μά‐ θωμεν ἀκριβῶς, ἀναγκαῖον αὐτὰ πάλιν ἀναγνῶναι τὰ ῥήματα τῆς θείας Γραφῆς. Καὶ νῦν, φησὶ, μή ποτε ἐκ‐ τείνῃ τὴν χεῖρα, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Ἐπειδὴ γὰρ, | |
53.151(50) | φησὶ, πολλῆς ἀκρασίας δείγματα παρέσχε διὰ τῆς ἤδη δοθείσης ἐντολῆς, καὶ θνητὸς γέγονεν, ἵνα μὴ πάλιν, φησὶ, κατατολμήσῃ καὶ τούτου τοῦ ξύλου ἐφάψασθαι τοῦ τὴν ζωὴν παρέχοντος τὴν διηνεκῆ, καὶ μέλλῃ ἀθάνατα ἁμαρτάνειν, βέλτιον αὐτὸν ἐντεῦθεν ἔξω βληθῆναι· | |
55 | ὥστε κηδεμονίας μᾶλλον ἦν ἢ ἀγανακτήσεως ἡ ἐκβολὴ τοῦ παραδείσου. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· καὶ τιμωρούμενος οὐκ ἔλαττον ἢ εὐεργετῶν τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐνδείκνυται, καὶ τὴν τιμωρίαν δὲ ἕνε‐ κεν νουθεσίας ἡμῖν ἐπάγει. Ὡς εἴγε ᾔδει ἡμᾶς μὴ χείρους | |
60 | γενομένους τῷ ἀτιμωρητὶ ἁμαρτάνειν, οὐκ ἂν οὐδὲ ἐτι‐ μωρήσατο· ἀλλὰ προαναστέλλων ἡμῶν τὴν ἐπὶ τὸ χεῖρον πρόοδον, καὶ τὴν πονηρίαν ἐκκόπτων τὴν ἐπὶ τὸ πρόσω, | |
τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος τιμωρεῖται· | Column end | |
53.152 | ὃ δὴ καὶ νῦν πεποίηκε. Κηδόμενος γὰρ τοῦ πρωτοπλά‐ στου, ἐκβληθῆναι τοῦ παραδείσου αὐτὸν προσέταξε. Καὶ ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ πα‐ ραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς | |
5 | ἐλήφθη. Ὅρα μοι πάλιν ἐνταῦθα τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐξαπέστειλεν αὐτὸν, φησὶ, Κύριος ὁ Θεὸς ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Ἰδοὺ τὰς ἀποφάσεις αὐτοῦ εἰς ἔργον ἄγει, καὶ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς ἐξαγαγὼν ἐργάζεσθαι | |
10 | τὴν γῆν αὐτὸν ποιεῖ, ἐξ ἧς ἐλήφθη. Καὶ οὐχ ἁπλῶς εἶ‐ πεν, Ἐξ ἧς ἐλήφθη· ἀλλ’ ἵνα διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ τῆς ταπεινοφροσύνης τὴν ἐργασίαν, καὶ εἰδέναι ἔχῃ ὡς ἐκεῖθεν αὐτῷ ἡ σύστασις, καὶ ἡ οὐσία τοῦ σώματος ἐκ τῆς γῆς ἐξ ἀρχῆς γεγένηται· ἐκείνην, φησὶν, ἐργά‐ | |
15 | ζεσθαι τὴν γῆν, ἐξ ἧς καὶ αὐτὸς συνέστη. Τοῦτο γὰρ καὶ ἐν τῇ ἀποφάσει ἔλεγεν, Ἐν ἱδρῶτι τοῦ προσώπου σου φάγῃ τὸν ἄρτον σου. Τὸ αὐτὸ τοίνυν καὶ νῦν λέγει διὰ τοῦ εἰπεῖν, Ἐργάζεσθαι τὴν γῆν ἐξ ἧς ἐλήφθη. Εἶτα, ἵνα μάθωμεν πόσῳ διαστήματι αὐτὸν ἀπῴκισε τοῦ πα‐ | |
20 | ραδείσου, καὶ τοῦτο διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ λέγουσα· Καὶ ἐξέβαλε Κύριος ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς. Σκόπει πῶς ἕκαστον τῶν γινομένων ὑπὸ τοῦ κοινοῦ Δεσπότου φιλανθρωπίας ὑπόθεσις ἦν, καὶ ἕκαστον τιμω‐ | |
25 | ρίας εἶδος ἀγαθότητος γέμει πολλῆς. Οὐ γὰρ τὸ ἐκβαλεῖν μόνον φιλανθρωπίας καὶ ἀγαθότητος ἦν· ἀλλὰ καὶ τὸ ἀπέναντι τοῦ παραδείσου ἐγκατοικίσαι αὐτὸν, ἵνα ἀδιά‐ λειπτον ὀδύνην ἔχῃ, καθ’ ἑκάστην ἡμέραν ἀναλογιζόμε‐ νος, οἵων ἐκπεπτωκὼς εἰς οἵαν ἑαυτὸν κατάστασιν ἤγα‐ | |
30 | γεν. Ἀλλ’ ὅμως εἰ καὶ ὀδύνην ἀφόρητον ἡ θέα εἶχεν, ἀλλ’ οὐ μικρᾶς ὠφελείας ὑπόθεσίς ἐστι, καὶ πρὸς τὸ ἑξῆς ἀσφάλεια τῷ ὀδυνωμένῳ ἡ συνεχὴς θέα ἐγίνετο, πρὸς τὸ μὴ τοῖς αὐτοῖς πάλιν αὐτὸν περιπεσεῖν. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον τῆς ἀνθρωπίνης φύσεως τοιοῦτον τὸ ἔθος· | |
35 | ἐπειδὰν γὰρ ἐν ἀπολαύσει τῶν ἀγαθῶν ὄντες μὴ εἰδῶ‐ μεν αὐτοῖς κεχρῆσθαι δεόντως, τῇ στερήσει τούτων σωφρονιζόμεθα, καὶ τότε διὰ τῆς πείρας μαθόντες αἴ‐ σθησιν λαμβάνομεν τῆς οἰκείας ῥᾳθυμίας, καὶ οὕτω διὰ τῆς τῶν πραγμάτων μεταβολῆς διδασκόμεθα τίνων μὲν | |
40 | ἐξεπέσαμεν, τίσι δὲ κακοῖς ἑαυτοὺς περιεπείραμεν. Ὥστε καὶ τὸ πλησίον καὶ ἀπέναντι τοῦ παραδείσου προστάξαι κατοικεῖν τὸν ἐκεῖθεν ἐκπεπτωκότα μεγίστης κηδεμονίας σημεῖον ἦν, ἵνα καὶ τὴν ἐκ τῆς θέας ὑπόμνησιν ἔχῃ, καὶ τοῦ ἐντεῦθεν κέρδους ἀπολαύῃ, καὶ μηδὲ ἐπιθυμίαν τῆς | |
45 | φιλοζωΐας ἔχων, καὶ ἔξω τυγχάνων, κατατολμήσῃ τῆς τοῦ ξύλου βρώσεως. Ὡς γὰρ πρὸς τὴν ἀνθρωπίνην ἀσθέ‐ νειαν συγκαταβαίνουσα ἅπαντα διαλέγεται ἡμῖν ἡ θεία Γραφή. Καὶ ἔταξε τὰ Χερουβὶμ καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν εἴσοδον | |
53.152(50) | τοῦ ξύλου τῆς ζωῆς. Ἡ ῥᾳθυμία αὐτοῖς, ἣν ἤδη περὶ τὴν δοθεῖσαν ἐντολὴν ἐπεδείξαντο, αἴτιον γέγονε τοῦ μετὰ τοσαύτης ἀσφαλείας ἀποτειχισθῆναι αὐτοῖς τὴν εἴσοδον. Ἐννόησον γάρ μοι ὅτι οὐδὲ τῇ ἀπέναντι τοῦ πα‐ ραδείσου οἰκήσει ἠρκέσθη ὁ φιλάνθρωπος, ἀλλ’ ἔταξε τὰς | |
55 | δυνάμεις ταύτας τὰ Χερουβὶμ, καὶ τὴν φλογίνην ῥομφαίαν τὴν στρεφομένην φυλάσσειν τὴν ὁδὸν τὴν ἐκεῖσε εἰσ‐ άγουσαν. Οὐχ ἁπλῶς δὲ προσέθηκε, Τὴν στρεφομένην, | |
ἀλλ’ ἵνα διδάξῃ ἡμᾶς, ὅτι πᾶσα ὁδὸς αὐτῷ ἀποτετείχιστο, | ||
53.153 | τῆς ῥομφαίας ἐκείνης διὰ τοῦ στρέφεσθαι πάσας τὰς ἐκεῖ φερούσας· ὁδοὺς ἀποφραττούσης, καὶ διηνεκῆ τὸν φόβον αὐτῷ καὶ τὴν ὑπόμνησιν παρέχειν δυναμένης. δʹ. Ἀδὰμ δὲ ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ. Σκόπει | |
5 | πότε τοῦτο ἐγένετο. Μετὰ τὴν παρακοὴν, μετὰ τὴν ἔκ‐ πτωσιν τὴν ἐκ τοῦ παραδείσου, τότε τὰ τῆς συνουσίας ἀρχὴν λαμβάνει. Πρὸ γὰρ τῆς παρακοῆς ἀγγελικὸν ἐμι‐ μοῦντο βίον, καὶ οὐδαμοῦ συνουσίας λόγος. Πῶς γὰρ, ὁπότε οὐδὲ ταῖς τῶν σωμάτων ἀνάγκαις ὑπέκειντο; Ὥστε | |
10 | ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ τῆς παρθενίας ἀρχὴν ἐλάμβανεν· ἀλλ’ ἐπειδὴ ἐπεισῆλθε διὰ ῥᾳθυμίαν ἡ πα‐ ρακοὴ, καὶ εἴσοδον ἔσχε τὰ τῆς ἁμαρτίας, ἐκείνη μὲν ἀπέπτη, ἅτε δὴ ἀναξίων αὐτῶν γενομένων τοῦ τοσούτου μεγέθους τῶν ἀγαθῶν· ἐπεισῆλθε δὲ λοιπὸν ὁ τῆς συνου‐ | |
15 | σίας νόμος. Ἐννόησόν μοι τοίνυν, ἀγαπητὲ, ὅσον τῆς παρθενίας τὸ ἀξίωμα, ὅπως ὑψηλόν τί ἐστι καὶ μέγα χρῆμα, καὶ ὑπεραναβαῖνον τὴν φύσιν τὴν ἀνθρωπίνην, καὶ τῆς ἄνωθεν δεόμενον χειρός. Ὅτι γὰρ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυνται δυνάμεων οἱ τὴν παρθε‐ | |
20 | νίαν προθύμως ἑλόμενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος τοῖς Σαδδουκαίοις· ἐπειδὴ γὰρ τὸν περὶ τῆς ἀναστάσεως κινοῦντες λόγον πυνθάνεσθαι ἐβούλοντο λέγοντες· Δι‐ δάσκαλε, ἦσαν παρ’ ἡμῖν ἑπτὰ ἀδελφοὶ, καὶ ὁ πρῶ‐ τος γαμήσας ἐτελεύτησε, μὴ ἔχων τέκνα, καὶ ἀφῆκε | |
25 | τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· καὶ ὁ δεύτερος ἐτελεύτησε, καὶ μὴ ἔχων σπέρμα ἀφῆκε τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ τρίτος, καὶ ὁ τέταρτος, καὶ ὁ πέμπτος, καὶ ὁ ἕκτος, καὶ ὁ ἕβδομος. Ἐν τῇ οὖν ἀναστάσει τίνος τῶν ἑπτὰ ἔσται γυνή; | |
30 | Πάντες γὰρ ἔσχον αὐτήν. Τί οὖν ὁ Χριστὸς πρὸς αὐ‐ τούς; Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦ‐ σιν, οὔτε ἐκγαμίζονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι. Εἶδες πῶς ἐν γῇ βαδίζοντες, καὶ σώματι συμπεπλεγμένοι τὴν | |
35 | ἀγγελικὴν μιμοῦνται διαγωγὴν οἱ τὸν τῆς παρθενίας κλῆρον ἀναδεξάμενοι διὰ τὸν τοῦ Χριστοῦ πόθον; Ὅσῳ γὰρ μέγα καὶ ὑψηλὸν τὸ πρᾶγμα, τοσούτῳ μᾶλλον δὲ καὶ πολλῷ μείζους οἱ στέφανοι, καὶ αἱ ἀντιδόσεις, καὶ τὰ ἐπηγγελμένα ἀγαθὰ τοῖς μετ’ αὐτῆς καὶ τὴν τῶν | |
40 | ἀγαθῶν πράξεων ἐργασίαν ἐπιδειξαμένοις. Ἀδὰμ δὲ, φησὶν, ἔγνω Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλα‐ βοῦσα ἔτεκε τὸν Κάϊν. Ἐπειδὴ ἐπῆλθεν ἡ ἁμαρτία διὰ τῆς παρακοῆς, καὶ ἡ ἀπόφασις θνητοὺς αὐτοὺς εἰρ‐ γάσατο, λοιπὸν ὁ εὐμήχανος Θεὸς κατὰ τὴν ἑαυ‐ | |
45 | τοῦ σοφίαν τὴν διαμονὴν τοῦ τῶν ἀνθρώπων γένους οἰκο‐ νομῶν, συνεχώρησε διὰ τῆς συνουσίας αὐξηθῆναι τὸ γέ‐ νος. Καὶ εἶπεν, Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ὅρα πῶς τὸ γενόμενον ἐπιτίμιον σωφρονεστέραν εἰργά‐ σατο τὴν γυναῖκα. Τὸ γὰρ τεχθὲν παιδίον οὐ τῇ φύσει, | |
53.153(50) | ἀλλὰ τῷ Θεῷ λογίζεται, καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται. Εἶδες πῶς ἡ τιμωρία νουθεσίας ὑπόθεσις αὐτοῖς γέγονεν; Ἐκτησάμην γὰρ, φησὶν, ἄνθρωπον | |
διὰ τοῦ Θεοῦ. Οὐχ ἡ φύσις, φησὶ, τὸ παιδίον μοι ἐχα‐ | Column end | |
53.154 | ρίσατο, ἀλλ’ ἡ ἄνωθεν χάρις δεδώρηται. Καὶ προσέθετο τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ. Ἐπειδὴ εὐγνώ‐ μων γέγονεν ἐπὶ τῷ τεχθέντι, καὶ ἐπέγνω τὴν προτέραν εὐεργεσίαν, ἐπέτυχε καὶ τῆς δευτέρας. Τοιοῦτος γὰρ ὁ | |
5 | Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἐπὶ τοῖς προλαβοῦσι τὴν ἑαυτῶν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὸν εὐεργέτην ἐπιγνῶμεν, ἐπιδαψιλεύεται τὰς ἑαυτοῦ δωρεάς. Καὶ αὕτη τοίνυν ἐπειδὴ τῷ Θεῷ τὸν τόκον ἐλογίσατο, διὰ τοῦτο καὶ ἕτερον λαμβάνει παιδίον. Μεγίστη γὰρ ἦν | |
10 | λοιπὸν παραμυθία τῆς θνητότητος ἐπεισελθούσης ἡ τῶν παίδων διαδοχή. Διά τοι τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς εὐθέως καὶ ἐξ ἀρχῆς τὸ σφοδρὸν τῆς ἐπιτιμήσεως ὑπο‐ τεμνόμενος, καὶ τοῦ θανάτου τὸ φοβερὸν προσωπεῖον περιαιρῶν, τὴν τῶν παίδων διαδοχὴν ἐχαρίσατο, ὡς ἂν | |
15 | εἴποι τις, εἰκόνα ἀναστάσεως ἐντεῦθεν ὑποφαίνων, καὶ ἀντὶ τῶν πιπτόντων ἑτέρους ἀνίστασθαι οἰκονομῶν. Καὶ ἐγένετο, φησὶν, Ἄβελ ποιμὴν προβάτων· Κάϊν δὲ ἦν ἐργαζόμενος τὴν γῆν. Ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἑκάστου τῶν τεχθέντων τὰ ἐπιτηδεύματα· καὶ ὅτι ὁ μὲν | |
20 | τὴν ποιμαντικὴν εἵλετο, ὁ δὲ τὴν γῆν εἰργάζετο. Καὶ ἐγένετο μεθ’ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. Σκόπει πῶς τῷ συνειδότι τὴν γνῶσιν ἐναπέθετο τῆς φύσεως ὁ Δημιουργός. Τίς γὰρ, εἰπέ μοι, τοῦτον ὡδήγησε πρὸς τὴν τοιαύτην ἔννοιαν; | |
25 | Οὐδεὶς ἕτερος, ἀλλ’ ἡ ἐν τῷ συνειδότι γνῶσις. Ἤνεγκε, φησὶν, ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ. ᾜδει γὰρ καὶ ἠπίστατο, ὅτι προσήκει καθάπερ Δεσπότῃ ἐκ τῶν οἰκείων κτημάτων προσάγειν τι τῶν γενῶν· οὐκ ἐπειδὴ ὁ Θεὸς τούτων δεῖται, ἀλλ’ ἵνα τὴν οἰκείαν εὐ‐ | |
30 | γνωμοσύνην ἐπιδείξηται αὐτὸς τῆς τοιαύτης εὐεργεσίας ἀπολαύων. Ἀνενδεὴς γὰρ ὁ Θεὸς καὶ οὐδενὸς χρῄζει τῶν παρ’ ἡμῖν· διὰ δὲ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγκαταβαίνων ἡμῖν, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν ἀνέχεται ταῦτα γίνεσθαι, ἵνα διδασκαλεῖον ἀρετῆς εἴη τῇ | |
35 | τῶν ἀνθρώπων φύσει ἡ ἐπίγνωσις τοῦ Δεσπότου. Καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ προοιμιαζόμε‐ νος ἐν ἀρχῇ τοῦ λόγου ἐδίδασκον ὑμῶν τὴν ἀγάπην, ὅτι διαφορὰν προσώπων οὐκ οἶδεν ὁ Δεσπότης ὁ ἡμέτερος, | |
40 | ἀλλὰ ἐκ προαιρέσεως ἐξετάζων τὴν γνώμην στεφανοῖ. Ἰδοὺ γοῦν καὶ νῦν τοῦτο σκόπει γεγενημένον. Προσέχωμεν τοίνυν μετὰ ἀκριβείας, ἀγαπητοὶ, τῷ εἰ‐ ρημένῳ, καὶ ἴδωμεν τί μὲν περὶ τοῦ Κάϊν διηγεῖται ἡ Γρα‐ φὴ, τί δὲ περὶ τοῦ Ἄβελ, καὶ μὴ ἁπλῶς παραδράμωμεν. | |
45 | Οὐδὲν γὰρ ἁπλῶς καὶ ὡς ἔτυχεν φθέγγεται ἡ θεία Γραφὴ, ἀλλὰ κἂν συλλαβὴ τυγχάνῃ, κἂν κεραία μία, ἔχει τινὰ ἐγκεκρυμμένον θησαυρόν· τοιαῦτα γὰρ ἅπαντα τὰ πνευματικά. Τί οὖν φησι; Καὶ ἐγένετο μεθ’ ἡμέρας, ἤνεγκε Κάϊν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ Κυ‐ | |
53.154(50) | ρίῳ, καὶ Ἄβελ ἤνεγκε καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. εʹ. Τοῖς ὀξύτερον ἐπιβάλλειν δυναμένοις ἤδη καὶ ἐκ τῆς ἀναγνώσεως δῆλόν ἐστι τὸ εἰρημένον. Ἀλλ’ ἐπειδὴ προσ‐ ήκει ἡμᾶς πάντων κοινῶς ποιεῖσθαι τὴν πρόνοιαν (οὐ | |
55 | γὰρ οἶδε διαφορὰν ἡ πνευματικὴ διδασκαλία), φέρε σαφέ‐ στερον ὑμῖν ἐκκαλύψωμεν τὰ εἰρημένα, πάλιν τὰ αὐτὰ ἐπαναλαμβάνοντες. Κάϊν, φησὶν, ἤνεγκεν ἀπὸ τῶν καρ‐ πῶν τῆς γῆς θυσίαν τῷ Κυρίῳ εἶτα βουλομένη καὶ περὶ | |
τοῦ Ἄβελ διδάξαι ἡμᾶς ἡ θεία Γραφή φησιν, ὅτι καὶ αὐτὸς | ||
53.155 | ἀπὸ τοῦ ἐπιτηδεύματος αὐτοῦ, καὶ ἐκ τῆς ποιμαντικῆς τὴν θυσίαν προσήνεγκε. Ἤνεγκε γὰρ, φησὶ, καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν. Σκόπει πῶς ἡμῖν αἰνίττεται τὸ φι‐ | |
5 | λόθεον τούτου τῆς γνώμης, καὶ ὅτι οὐχ ἁπλῶς ἀπὸ τῶν προ‐ βάτων προσήνεγκεν, ἀλλ’ Ἀπὸ τῶν πρωτοτόκων, τουτ‐ έστιν, ἀπὸ τῶν τιμίων, τῶν ἐξαιρέτων· εἶτα καὶ ἐξ αὐτῶν τούτων τῶν πρωτοτόκων πάλιν τὰ τιμιώτερα· Καὶ ἀπὸ τῶν στεάτων, φησὶν, αὐτῶν, τῶν εὐπαθεστέρων, τῶν | |
10 | τιμιωτέρων. Ἐπὶ δὲ τοῦ Κάϊν οὐδὲν τοιοῦτον ἐπεσημήνα‐ το· ἀλλ’ ὅτι προσήνεγκεν Ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν· ὡς ἂν εἴποι τις, τὰ τυχόντα, οὐδεμίαν σπουδὴν οὐδὲ ἀκρίβειαν ἐπιδειξάμενος. Πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, οὐκ ἐπειδὴ ὁ Θεὸς τῶν παρ’ ἡμῶν δεῖται, ἀν‐ | |
15 | έχεται τῶν προσαγομένων, ἀλλὰ βούλεται καὶ διὰ τούτων δείκνυσθαι τὴν ἡμετέραν εὐγνωμοσύνην. Τὸν γὰρ Θεῷ προσάγοντα, καὶ ἐκ τῶν αὐτοῦ προσάγοντα, καὶ ἐννοοῦντα τὸ μέσον τῆς φύσεως, καὶ ὅτι ἄνθρωπος τοσαύτης ἀξιοῦ‐ ται τῆς τιμῆς, ἐχρῆν κατὰ τὸ ἐγχωροῦν τὰ παρ’ ἑαυτοῦ | |
20 | ἐπιδείκνυσθαι, καὶ τὰ τιμιώτερα προσάγειν. Ἀλλ’ ὅρα μοι, ἀγαπητέ. Καὶ ἐντεῦθεν ἔχων ἀφορμὰς πρὸς τὸ συν‐ ιδεῖν τὸ δέον, εἰκότως εὐθύνας δίδωσι διὰ ῥᾳθυμίαν τὴν οἰκείαν προδιδοὺς σωτηρίαν. Οὔτε γὰρ ἐκεῖνός τινα ἔσχε τὸν διδάσκοντα, οὔτε οὗτός τινα τὸν ὑποτιθέμενον καὶ συμ‐ | |
25 | βουλεύοντα, ἀλλ’ ἕκαστος ἐκ τῆς τοῦ συνειδότος διδασκα‐ λίας, καὶ τῆς ἄνωθεν σοφίας τῷ τῶν ἀνθρώπων γένει χο‐ ρηγηθείσης κινούμενος ὥρμησεν ἐπὶ τὴν τοιαύτην προσ‐ αγωγήν· ἀλλ’ ἡ διαφορὰ τῆς γνώμης λοιπὸν καὶ τῆς προ‐ αιρέσεως ἡ ῥᾳθυμία τοῦ μὲν εὐπρόσδεκτον ἐποίησε τὴν | |
30 | προσαγωγὴν, τοῦ δὲ ἀπόβλητον. Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Ὅρα πῶς πληροῦται ἐνταῦθα τὸ ἐν τῷ Εὐαγγελίῳ εἰρημένον, ὅτι ἔσονται οἱ πρῶτοι ἔσχατοι, καὶ οἱ ἔσχατοι πρῶτοι. Ἰδοὺ γὰρ καὶ ἀπὸ τῶν πρωτοτοκίων ἔχων προτέρημα, καὶ πρῶτος δῆθεν | |
35 | προσενεγκὼν, ἐπειδὴ μὴ δεόντως προσήνεγκεν, ἐλάττων ὤφθη τοῦ ἀδελφοῦ. Ἀμφοτέρων γὰρ προσενεγκάντων, φησὶν ἡ θεία Γραφὴ, Καὶ ἐπεῖδεν ὁ Θεὸς ἐπὶ Ἄβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Τί ἐστι, Καὶ ἐπεῖδεν; Ἀντὶ τοῦ, ἀπεδέξατο, ἐπῄνεσε τὴν γνώμην, ἐστεφάνωσε τὴν προαί‐ | |
40 | ρεσιν, ἠρκέσθη, ὡς ἂν εἴποι τις, τῷ γεγονότι. Εἰ γὰρ καὶ περὶ Θεοῦ φθεγγόμεθα, καὶ περὶ τῆς ἀκηράτου φύσεως ἐκείνης τολμῶμεν διᾶραι στόμα, ἀλλ’ ἄνθρωποι ὄντες οὐκ ἄλλως δυνηθείημεν ταῦτα ἢ διὰ τῆς γλώττης νοεῖν. Σκόπει δὲ τὸ θαυμαστόν. Ἐπεῖδε, φησὶν, ὁ Θεὸς | |
45 | ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ. Τὴν τῶν προβά‐ των προσαγωγὴν δῶρα ἐκάλεσε διὰ τὸ τίμιον, διὰ τὸ ἐξαί‐ ρετον, διὰ τὸ ἄμωμον τῶν προσενεχθέντων. Ἐπεῖδε τοίνυν ἐπ’ αὐτὸν, ὅτι ὑγιεῖ γνώμῃ τὴν προσαγωγὴν ἐποιήσατο, καὶ ἐπὶ τὰ δῶρα τὰ προσενεχθέντα, οὐχ ὅτι ἀκηλίδωτα | |
53.155(50) | μόνον, ἀλλ’ ὅτι πανταχόθεν τίμια φαινόμενα, ἀπό τε τῆς γνώμης τοῦ προσάγοντος, ἀπό τε τοῦ πρωτότοκα εἶναι, καὶ τούτων τὰ ἐξαίρετα, καὶ ἀπὸ τῶν στεάτων αὐτῶν, καὶ αὐτῶν τούτων τὰ βέλτιστα. Καὶ ἐπεῖδε, φησὶν, ὁ Θεὸς ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ· ἐπὶ δὲ Κάϊν, καὶ | |
55 | ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν. Ἐπειδὴ ὀρθῇ γνώμῃ καὶ εἰλικρινεῖ διανοίᾳ προσήνεγκεν ὁ Ἄβελ, Ἐπεῖ‐ δε, φησὶν, ὁ Θεὸς, τουτέστιν, ἐδέξατο, ἠρέσθη, ἐπῄνεσε· δῶρα δὲ ἐκάλεσε τὰ προσενεχθέντα, τιμῶν καὶ διὰ τούτου τοῦ προσενέγκαντος τὴν γνώμην. Ἐπὶ δὲ Κάϊν καὶ ἐπὶ | |
60 | ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχε. Σκόπει τῆς Γραφῆς | Column end |
53.156 | τὴν ἀκρίβειαν. Τῷ εἰπεῖν, Οὐ προσέσχεν, ἔδειξε τὴν ἀποβολὴν τῶν προσενεχθέντων, καὶ τῷ θυσίας καλέσαι τὰ ἀπὸ τῆς γῆς προσενεχθέντα, πάλιν ἕτερον ἡμᾶς τι διδά‐ σκει. Ὅρα γὰρ πῶς δείκνυσι δι’ αὐτῶν τῶν γεγενημένων | |
5 | καὶ διὰ τῶν ῥημάτων, ὅτι ταῦτα ἅπαντα βούλεται παρ’ ἡμῶν ὁ Δεσπότης γίνεσθαι, ἵνα τὰ τῆς γνώμης ἡμῶν διὰ τῶν ὑφ’ ἡμῶν πραττομένων δῆλα καθιστᾶται, καὶ ἵνα εἰ‐ δέναι ἔχωμεν, ὅτι ὑπὸ Δεσπότην ἐσμὲν καὶ δημιουργὸν τὸν ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι ἡμᾶς παραγαγόντα. Τὰ | |
10 | γὰρ πρόβατα δῶρα ὀνομάσασα ἡ θεία Γραφὴ, καὶ τὰ ἀπὸ τῆς γῆς θυσίας προσειποῦσα, παιδεύει ἡμᾶς, ὅτι οὔτε ἡ τῶν ἀλόγων προσκομιδὴ, οὔτε ἡ τῶν ἀπὸ τῆς γῆς καρπῶν προσαγωγὴ ζητεῖται παρὰ τῷ Δεσπότῃ, ἀλλ’ ἡ τῆς γνώ‐ μης διάθεσις μόνον. Ὅθεν καὶ νῦν ὁ μὲν ἀπ’ αὐτῆς ἀπόδε‐ | |
15 | κτος γέγονε μετὰ τοῦ δώρου· ὁ δὲ πάλιν διὰ ταύτην ἀπ‐ εβλήθη μετὰ τῆς θυσίας. Τὸ δὲ, Ἐπεῖδεν ἐπὶ Ἄβελ, καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ, ἐπὶ δὲ Κάϊν, καὶ ἐπὶ ταῖς θυ‐ σίαις αὐτοῦ οὐ προσέσχε, θεοπρεπῶς νοῶμεν. Βούλε‐ ται γὰρ εἰπεῖν, ὅτι τοιαύτην αὐτοῖς γνῶσιν ἐνέθηκεν, ὅτι | |
20 | τοῦ μὲν ἠρέσθη τῇ προαιρέσει, τοῦ δὲ ἀπεσείσατο τὴν ἀγνωμοσύνην. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα· ἴδω‐ μεν δὲ λοιπὸν τὰ ἑξῆς. Καὶ ἐλύπησε, φησὶ, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Τί ἐστι, Καὶ ἐλύπησε τὸν Κάϊν λίαν; Διπλῆ τὰ τῆς λύπης αὐτῷ γέ‐ | |
25 | γονεν, οὐχ ὅτι αὐτὸς μόνος ἀπόβλητος γέγονεν, ἀλλ’ ὅτι καὶ τὸ τοῦ ἀδελφοῦ δῶρον προσεδέχθη. Καὶ ἐλύπησε, φησὶ, τὸν Κάϊν λίαν, καὶ συνέπεσε τὸ πρόσωπον αὐτοῦ. Τί ἐλύ‐ πησεν αὐτόν; Ἀμφότερα αὐτὸν ἐλύπησε, καὶ τὸ μὴ προσ‐ χεῖν τῇ θυσίᾳ αὐτοῦ τὸν Δεσπότην, καὶ τὸ εὐπρόσδεκτον | |
30 | γενέσθαι τὸ τοῦ ἀδελφοῦ δῶρον. Δέον οὖν τὴν αἰτίαν συν‐ ειδότα ἐξ αὐτῶν τῶν γεγενημένων διορθώσασθαι τὸ πλημ‐ μεληθέν· φιλάνθρωπος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, ἐπειδάν τι πλημμελήσωμεν, οὐχ οὕτως ἡμᾶς ἀπο‐ στρέφεται διὰ τὸ πλημμεληθὲν, ὡς ἐπειδὰν ἐπιμείνωμεν | |
35 | τῷ πλημμελήματι· ὁ δὲ λόγον οὐδένα τούτου ποιεῖται. ϛʹ. Καὶ ἵνα τοῦτο μάθῃς ἀκριβῶς, καὶ ἴδῃς ἄφατον μέγε‐ θος φιλανθρωπίας, σκόπει ἐκ τῶν νῦν γινομένων τῆς ἀγαθό‐ τητος αὐτοῦ τὴν ὑπερβολὴν, καὶ τῆς ἀνεξικακίας τὸ μέγε‐ θος. Ἐπειδὴ γὰρ εἶδεν ἀμέτρως αὐτὸν λυπηθέντα, καὶ, ὡς | |
40 | εἰπεῖν, μέλλοντα καταβαπτίζεσθαι ὑπὸ τῶν τῆς λύπης κυ‐ μάτων, οὐ περιορᾷ, ἀλλ’ ἣν ἐπεδείξατο φιλανθρωπίαν περὶ τὸν τούτου πατέρα, ἀφορμὰς αὐτῷ διδοὺς ἀπολογίας, καὶ παῤῥησίας αὐτῷ θύραν ἀνοίγων καὶ λέγων, Ποῦ εἶ; μετὰ τὸ χαλεπὸν ἐκεῖνο παράπτωμα, τὴν αὐτὴν καὶ νῦν | |
45 | ἐπιδείκνυται περὶ τὸν οὕτως ἀγνώμονα γεγονότα, καὶ ὡσανεὶ μέλλοντα κατὰ κρημνῶν φέρεσθαι, χεῖρα ὀρέγων, καὶ πρόφασιν παρασχεῖν βουλόμενος τοῦ διορθώσασθαι τὸ πλημμέλημα, φησὶ πρὸς αὐτόν· Ἵνα τί περίλυπος ἐγέ‐ νου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν | |
53.156(50) | ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; Ἡσύχασον. Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρ‐ ξεις αὐτοῦ. Σκόπει μοι, ἀγαπητὲ, συγκατάβασιν κηδε‐ μονίας ἄφατον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν πολιορκούμενον, ὡς εἰπεῖν, ὑπὸ τοῦ τῆς βασκανίας πάθους, ὅρα πῶς τὴν | |
55 | οἰκείαν ἀγαθότητα μιμούμενος κατάλληλα αὐτῷ τὰ φάρ‐ μακα ἐπιτίθησιν, ὥστε ταχέως αὐτὸν ἀνιμήσασθαι, καὶ μὴ ὑποβρύχιον γενέσθαι. Ἵνα τί περίλυπος ἐγένου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Τίνος ἕνεκεν, φησὶ, τοσαύτῃ λύπῃ κατεσχέθης, ὡς καὶ διὰ τοῦ προσώπου δει‐ | |
60 | κνύναι τῆς ἀθυμίας τὸ μέγεθος; Ἵνα τί συνέπεσε τὸ | |
πρόσωπόν σου; διὰ τί οὕτω σου ἥψατο τὸ γεγενημένον; | ||
53.157 | τίνος ἕνεκεν οὐκ ἀφ’ ἑαυτοῦ συνεῖδες τὸ δέον; Μὴ γὰρ ἀνθρώπῳ προσέφερες παραλογισθῆναι δυναμένῳ; οὐκ ᾔδεις ὅτι οὐχὶ τῶν προσαγομένων ἐδεόμην, ἀλλὰ τῆς τῶν προσαγόντων ὑγιοῦς γνώμης; Ἵνα τί περίλυπος ἐγέ‐ | |
5 | νου; καὶ ἵνα τί συνέπεσε τὸ πρόσωπόν σου; Οὐκ, ἂν ὀρθῶς προσενέγκῃς, ὀρθῶς δὲ μὴ διέλῃς, ἥμαρτες; Τὸ μὲν γὰρ εἰς ἔννοιαν ἐλθεῖν τοῦ προσενεγκεῖν ἐπαινετὸν, τὸ δὲ μὴ ὀρθῶς διελεῖν, τοῦτο τὴν ἀποβολὴν εἰργάσατο τοῦ προσενεχθέντος. Ἔδει γὰρ Θεῷ προσάγοντα πολλὴν ἐπι‐ | |
10 | δείξασθαι περὶ τὴν διαίρεσιν τὴν ἀκρίβειαν, καὶ ὅσον ἐστὶ τὸ μέσον τοῦ δεχομένου καὶ τοῦ προσάγοντος, τοσαύτην ποιήσασθαι καὶ ἐν τῇ διαιρέσει τὴν διαφοράν. Ἀλλὰ τού‐ των οὐδὲν ἐννοήσας σὺ ἁπλῶς τὰ τυχόντα προσήγαγες. Διὰ τοῦτο οὐδὲ δεκτὰ γενέσθαι ἠδυνήθη. Ὥσπερ γὰρ ἡ σὴ | |
15 | γνώμη, μεθ’ ἧς τὴν προσαγωγὴν ἐποιήσω, οὐδὲν τὸ μέσον λογισάμενος, ἀποβληθῆναι ἐποίησε τὴν παρὰ σοῦ προσ‐ ενεχθεῖσαν θυσίαν· οὕτως ἡ τοῦ ἀδελφοῦ γνώμη ὀρθή τε τυγχάνουσα, καὶ πολλὴν ἐπιδειξαμένη ἐν τῇ διαιρέσει τὴν ἀκρίβειαν, εὐπρόσδεκτα αὐτοῦ τὰ δῶρα πεποίη‐ | |
20 | κεν. Ὅμως οὐδὲ οὕτω δίκην ἀπαιτῶ τοῦ πλημμελήμα‐ τος, ἀλλὰ δείκνυμι μόνον τὸ ἁμαρτηθὲν, καὶ συμβου‐ λὴν εἰσάγω σοι, ἣν εἰ βουληθείης δέξασθαι, καὶ τὸ ἁμαρ‐ τηθὲν διορθώσῃ, καὶ χείροσιν οὐ περιβαλεῖς σαυτὸν κα‐ κοῖς. Τί οὖν; Ἥμαρτες, καὶ μέγα ἥμαρτες, ἀλλ’ | |
25 | οὐ κολάζω διὰ τὸ ἁμαρτηθέν· φιλάνθρωπος γάρ εἰμι, καὶ Οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Ἐπεὶ οὖν ἥμαρτες, Ἡσύ‐ χασον, γαλήνην ἔργασαί σου τοῖς λογισμοῖς, καὶ ἀπαλ‐ λάγηθι τῆς τῶν κυμάτων σφοδρότητος, τῶν πολιορκούν‐ | |
30 | των σου τὴν διάνοιαν, κατάστειλον τὴν ταραχὴν, μὴ τῷ προλαβόντι ἁμαρτήματι ἕτερον χαλεπώτερον προσθῇς, μηδὲ βουλεύσῃ μηδὲν τῶν ἀνηκέστων. Μὴ αἰχμάλωτον σαυτὸν ἐκδῷς τῷ πονηρῷ δαίμονι. Ἥμαρτες, ἡσύχα‐ σον. ᾜδει καὶ ἐκ προοιμίων τὴν μέλλουσαν ἐπιχείρησιν | |
35 | κατὰ τοῦ ἀδελφοῦ γίνεσθαι, καὶ διὰ τούτων αὐτὴν προ‐ αναστέλλει τῶν ῥημάτων. Ἐπειδὴ γὰρ ὡς Θεὸς καὶ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει τῆς καρδίας αὐτοῦ τὰ κινήματα, τῇ πολλῇ παραινέσει καὶ τῇ τῶν ῥημάτων συγκαταβάσει κατάλληλον αὐτῷ τὴν ἰατρείαν | |
40 | εἰσφέρει, τὰ παρ’ ἑαυτοῦ ἅπαντα πληρῶν, εἰ καὶ οὗτος τὸ φάρμακον ἀπωσάμενος εἰς τὸ τῆς ἀδελφοκτονίας βά‐ ραθρον ἑαυτὸν κατεκρήμνισεν. Ἥμαρτες, ἡσύχασον. Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἀπεστράφην σου τὴν θυσίαν διὰ τὴν οὐκ ὀρθὴν γνώμην, καὶ εἰ τὸ τοῦ ἀδελφοῦ δῶ‐ | |
45 | ρον προσεδεξάμην διὰ τὴν ὑγιῆ προαίρεσιν, ὅτι τῶν πρω‐ τείων σε ἀποστερῶ, καὶ τῆς ἀξίας τῶν πρωτοτόκων ἐκβάλλω. Ἡσύχασον· εἰ γὰρ καὶ τῆς παρ’ ἐμοῦ τιμῆς ἠξίωται, καὶ εὐπρόσδεκτα αὐτοῦ γέγονε τὰ δῶρα, ἀλλὰ Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ ἄρξεις αὐτοῦ. | |
53.157(50) | Ὥστε καὶ μετὰ τὴν ἁμαρτίαν ταύτην ἔχειν σε συγχωρῶ τὰ προτερήματα τῆς πρωτοτοκίας, κἀκεῖνον ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι κελεύω, καὶ ὑπὸ τὴν ἀρχὴν τὴν σήν. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς αὐτοῦ βούλεται τὸν θυμὸν καὶ τὴν μανίαν καταστεῖλαι, καὶ τὴν ὁρμὴν ἐκκόψαι διὰ | |
55 | τῶν ῥημάτων τούτων. Τὰ γὰρ κινήματα τῆς διανοίας αὐτοῦ κατοπτεύων, καὶ τῆς φονικῆς αὐτοῦ γνώμης ἐπι‐ στάμενος τὸ ἀπηνὲς, ἤδη προλεᾶναι αὐτοῦ βούλεται τὸν λογισμὸν, καὶ γαλήνην ἐργάσασθαι αὐτοῦ τῇ διανοίᾳ, ὑποτάττων αὐτῷ τὸν ἀδελφὸν, καὶ τὴν ἐξουσίαν αὐτοῦ | |
60 | μὴ ὑποτεμνόμενος. Ἀλλὰ καὶ μετὰ τὴν τοσαύτην ἐπι‐ | |
μέλειαν καὶ μετὰ τοσαῦτα τὰ φάρμακα οὐδὲν πλέον ὁ | Column end | |
53.158 | Κάϊν ἀπώνατο. Τοσοῦτόν ἐστι γνώμης διαφορὰ, καὶ κα‐ κίας ὑπερβολή. ηʹ. Ἀλλ’ ἵνα μὴ ἐπὶ πλέον ἐκτείναντες τὸν λόγον δόξω‐ μεν παρενοχλεῖν τὴν ὑμετέραν ἀγάπην, καὶ προσκορὴς | |
5 | ὑμῖν νομισθῇ ἡ παρ’ ἡμῶν ὁμιλία τὰς ἀκοὰς ὑμῶν ἀποκναίουσα, ἐνταῦθα καταπαύσαντες τὸν λόγον, ἐκεῖνο παρακαλέσωμεν ὑμῶν τῇ φιληκοΐᾳ, μισῆσαι τὴν τοιαύ‐ την μίμησιν, καὶ τῇ κακίᾳ πολλὰ χαίρειν προσειπόν‐ τας, τὰς τοῦ Κυρίου ἐντολὰς μετ’ ἐπιμελείας πολλῆς καὶ | |
10 | ἐξ ὅλης καρδίας μετέρχεσθαι, καὶ μάλιστα μετὰ τοσού‐ των καὶ τηλικούτων παραδειγμάτων. Οὐδὲ γὰρ εἰς ἄγνοιαν λοιπὸν ἡμῶν τις καταφυγεῖν δυνήσεται. Εἰ γὰρ οὗτος, λέγω δὴ ὁ Κάϊν, μηδένα ἔχων τῶν πρὸ αὐτοῦ γε‐ γονότων εὑρεῖν τοιοῦτόν τι διαπραξάμενον, ὅμως τὴν | |
15 | ἀνύποιστον ἐκείνην καὶ χαλεπὴν ὑπέμεινε τιμω‐ ρίαν, ὡς μετέπειτα γνωσθήσεται, τί πείσεσθαι ἡμᾶς εἰκὸς, τὰ αὐτὰ ἢ καὶ χείρονα ἁμαρτάνοντας, μετὰ τὴν τοσαύτην τῆς χάριτος δαψίλειαν; ἢ πάντως τὸ πῦρ τὸ αἰώνιον, τὸν σκώληκα τὸν ἀτελεύτητον, τὸν βρυγμὸν | |
20 | τῶν ὀδόντων, τὸ σκότος τὸ ἐξώτερον, τὴν γέενναν τοῦ πυρὸς, καὶ τὰς ἄλλας τὰς ἀπαραιτήτους τιμωρίας ἡμᾶς ὑποδέξασθαι; Οὐδὲ γὰρ ἀπολογία τις λοιπὸν ὑπολείπεται, οὕτω ῥᾳθύμως ἡμῶν διακειμένων καὶ ἀναπεπτωκότων. Μὴ γὰρ οὐκ ἴσμεν ἅπαντες τὰ πρακτέα, καὶ τὰ μὴ | |
25 | τοιαῦτα; καὶ ὅτι οἱ μὲν τὰ πρῶτα πράττοντες, τὰ πρω‐ τεῖα τῶν στεφάνων ἕξουσιν, οἱ δὲ τοῖς ἐσχάτοις ὑποπε‐ σόντες τῶν ἐσχάτων ὑποστήσονται κολαστηρίων τὴν κα‐ ταδίκην; Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ, μὴ ἀνόνητος ἡμῶν ἡ ἐνταῦθα συνέλευσις γενέσθω, ἀλλὰ τῇ | |
30 | τῶν λόγων ἀκροάσει καὶ τὰ ἔργα ἐπακολουθείτω, ἵνα τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες πληροφορίαν καὶ ταῖς χρησταῖς ἐλπίσιν ἐντεῦθεν ἤδη τρεφόμενοι, δυνηθῶμεν τῶν δυσχερῶν τοῦ παρόντος βίου εὐμαρῶς τὸ πέλαγος διαπλεύσαντες, εἰς τὸν λιμένα καταντῆσαι τῆς τοῦ Θεοῦ | |
35 | φιλανθρωπίας, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπι‐ τυχεῖν, ὧν ἐπηγγείλατο Κύριος τοῖς ἀγαπῶσιν αὐτὸν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὗ τῷ ἁγίῳ καὶ προσκυνητῷ αὐτοῦ Πνεύματι δόξα, κρά‐ τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ | |
40 | νων. Ἀμήν. | |
41t | ΟΜΙΛΙΑ ΙΘʹ. | |
42n | Καὶ εἶπε Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ· | |
43n | Διέλθωμεν δὴ εἰς τὸ πεδίον. | |
44 | αʹ. Καθάπερ τὰ ἀνίατα τῶν τραυμάτων οὐδὲ τοῖς αὐστη‐ | |
45 | ροῖς τῶν φαρμάκων εἴκει, οὐδὲ τοῖς γλυκαίνειν αὐτὰ δυναμένοις· οὕτω καὶ ἡ ψυχὴ ἐπειδὰν ἅπαξ αἰχμάλωτος γένηται, καὶ ἑαυτὴν ἐκδῷ ᾧτινι δήποτε πλημμελήματι, καὶ μὴ βούληται τὸ ἑαυτῆς συμφέρον συνιδεῖν, κἂν μυρία τις ἐνηχῇ, οὐδὲν κερδαίνει, ἀλλὰ καθάπερ νεκρὰς ἀκοὰς | |
53.158(50) | κεκτημένη, οὐδεμίαν ἀπὸ τῆς παραινέσεως δέχεται τὴν ὠφέλειαν, οὐκ ἐπειδὴ μὴ δύναται, ἀλλ’ ἐπειδὴ μὴ βού‐ λεται. Οὐδὲ γὰρ καθάπερ ἐπὶ τῶν σωματικῶν τραυ‐ μάτων ἔστιν ἰδεῖν, οὕτω καὶ ἐπὶ τῆς προαιρέσεως. Ἐπὶ μὲν γὰρ τῶν σωματικῶν ἀκίνητά ἐστι πολλάκις τὰ τῆς | |
55 | φύσεως πάθη· ἐπὶ δὲ τῆς προαιρέσεως οὐδὲν τοιοῦτον· ἀλλ’ ἔστι πολλάκις καὶ τὸν φαῦλον θελήσαντα μεταβαλέ‐ σθαι, καὶ γενέσθαι καλὸν, καὶ τὸν καλὸν ῥᾳθυμήσαντα πρὸς τὴν κακίαν ἐξολισθῆσαι. Ἐπεὶ οὖν αὐτεξούσιον ἡμῶν τὴν φύσιν εἰργάσατο ὁ τῶν ὅλων Θεός· τὰ μὲν γὰρ | |
60 | ἑαυτοῦ ἅπαντα ἐπιδείκνυται, καὶ τὴν οἰκείαν φιλαν‐ | |
θρωπίαν μιμούμενος, καὶ τὰ ἀπόῤῥητα καὶ τὰ ἐν τῷ | ||
53.159 | βάθει τῆς διανοίας κινούμενα ἐπιστάμενος παραινεῖ, συμβουλεύει, προαναστέλλει τῆς κακῆς ἐπιχειρήσεως· οὐ μὴν ἀνάγκην ἐπιτίθησιν, ἀλλὰ τὰ φάρμακα κατάλ‐ ληλα ἐπιθεὶς, ἀφίησιν ἐν τῇ γνώμῃ τοῦ κάμνοντος κεῖ‐ | |
5 | σθαι τὸ πᾶν. Τοῦτο τοίνυν καὶ ἐπὶ τοῦ Κάϊν νῦν γέγονεν. Ὅρα γὰρ μετὰ τοσαύτην κηδεμονίαν εἰς ὅσην ἤδη μανίαν ἐξώκειλε. Δέον γὰρ συνειδότα τὴν ἁμαρτίαν περὶ τὴν ταύτης διόρθωσιν λοιπὸν ἀσχοληθῆναι· ὁ δὲ καθάπερ μεθύων, τῷ πάθει καὶ τῷ τραύματι τῷ προλαβόντι | |
10 | ἕλκος ἕτερον συνάπτων καὶ τὴν ἰατρείαν οὐ προσιέμενος τὴν μετὰ τοσαύτης ἐπιμελείας προσαχθεῖσαν αὐτῷ, ἀλλὰ τὸν οἰκεῖον φόνον εἰς ἔργον ἀγαγεῖν ἐπειγόμενος, ἀπὸ δόλου καὶ πανουργίας τὴν ἀρχὴν ποιεῖται, καὶ τοῖς πε‐ πλανημένοις ῥήμασιν ἀπατᾷ τὸν ἀδελφόν. Τοσοῦτον θη‐ | |
15 | ριώδης ἐστὶν ἄνθρωπος εἰς κακίαν ἀποκλίνας. Ὥσπερ γὰρ μέγα καὶ τίμιον τὸ λογικὸν τοῦτο ζῶον, καὶ μάλιστα ἐπειδὰν ἐπὶ τὴν τῆς ἀρετῆς ἐργασίαν ὁρμήσῃ, οὕτως ὅταν πρὸς κακίαν ἀποκλίνῃ, τῶν ἀνημέρων θηρίων μι‐ μεῖται τὴν ὠμότητα. Ἀλλὰ καὶ εἰς τὴν ἐκείνων πάλιν | |
20 | μεταπεσὼν ἀγριότητα, τὸ ἥμερον τοῦτο καὶ λογικὸν ζῶον ἐκ πολλοῦ τοῦ περιόντος νικᾷ τὴν ἐκείνων θηριω‐ δίαν. Ἴδωμεν οὖν καὶ ἐνταῦθα τί γίνεται. Καὶ εἶπε, φησὶ, Κάϊν πρὸς Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, διέλθω‐ μεν δὴ εἰς τὸ πεδίον. Τὰ μὲν ῥήματα ἀδελφοῦ, ἡ δὲ | |
25 | γνώμη φονική. Τί ποιεῖς, ὦ Κάϊν; οὐκ οἶδας πρὸς τίνα διαλέγῃ; οὐκ ἐννοεῖς ὅτι πρὸς ἀδελφόν σοι γίνεται ἡ διά‐ λεξις; οὐ λογίζῃ ὅτι τὰς αὐτάς σοι ἔλυσεν ὠδῖνας; οὐ λαμβάνεις εἰς ἔννοιαν τὸ μυσαρὸν τῆς ἐπιχειρήσεως; οὐ φοβῇ τὸν ἀπαραλόγιστον δικαστήν; οὐ φρίττεις τὴν ἔν‐ | |
30 | νοιαν τοῦ τολμήματος; Τίνος γὰρ ἕνεκεν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ἔξω τῶν ἀγκαλῶν τῶν πατρικῶν ἐξάγεις; τίνος ἕνεκεν ἔρημον ποιεῖς τῆς πατρικῆς αὐτὸν βοηθείας; Τί τὸ ξένον, ὅτι νῦν εἰς τὸ πεδίον ἕλκεις τὸν ἀδελφὸν, καὶ ὅπερ πρότερον οὐκ ἐποίησας, νῦν ποιεῖν | |
35 | ἐπιχειρεῖς, καὶ προφάσει φιλοφροσύνης εὔνοιαν ἀδελφι‐ κὴν προβαλλόμενος, τὰ τῶν πολεμίων αὐτῷ διαθεῖναι βουλεύῃ; Τίς ἡ μανία; τίς ἡ λύσσα; Ἔστω, πηρωθεὶς τὸν λογισμὸν οὐδένα λόγον ποιῇ τῆς ἀδελφικῆς διαθέ‐ σεως, οὔτε τὴν φύσιν αὐτὴν ἐπιγνώσκεις· ἀλλὰ τί πρὸς | |
40 | τὸν οὐδὲν ἠδικηκότα οὕτως ἐξεπολεμώθης; τί καὶ τοῖς γονεῦσιν ἔχων ἐγκαλεῖν τοσαύτην αὐτοῖς κατήφειαν πε‐ ριβαλεῖν βουλεύῃ, καὶ ἀρχηγὸς γενέσθαι τοῦ φοβεροῦ τούτου δράματος, καὶ πρῶτος τὸν βίαιον τοῦτον θάνα‐ τον αὐτοῖς ὑποδεῖξαι; Ταύτας αὐτοῖς ἀποδίδως τὰς ἀμοι‐ | |
45 | βὰς τῆς ἀνατροφῆς; Ποία τοῦ διαβόλου μηχανὴ εἰς ταύ‐ την σε τὴν πρᾶξιν παρώρμησε; Μὴ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἡ εὔνοια τοῦ κοινοῦ πάντων Δεσπότου, ἡ περὶ αὐτὸν, ἐπαρθῆναι αὐτὸν ἐποίησε κατὰ σοῦ; Οὐχὶ προλαβὼν διὰ ταύτην σου τὴν φονικὴν γνώμην ὑπέταξεν αὐτὸν, καὶ | |
53.159(50) | ὑπὸ τὴν σὴν ἐξουσίαν εἶναι πεποίηκε, καὶ εἶπεν, ὅτι Πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ, καὶ σὺ αὐτοῦ ἄρξεις; Καὶ γὰρ περὶ τῆς τοῦ ἀδελφοῦ ὑποταγῆς τοῦτο ἐκλαμβάνειν δεῖ. Εἰσὶ γάρ τινες λέγοντες, ὅτι περὶ τῆς θυσίας τῆς προσενεχθείσης παρ’ αὐτοῦ ὁ Θεὸς πρὸς αὐτὸν διελέχθη | |
55 | τὰ τοιαῦτα, ὅτι Πρὸς σὲ, φησὶ, ἡ ἀποστροφὴ αὐτοῦ, τοῦ δώρου, καὶ σὺ ἄρξεις αὐτοῦ, ἀντὶ τοῦ, σὺ αὐτοῦ ἀπολαύσεις. Διὰ τοῦτο οὖν ἀμφότερα εἰπὼν κατα‐ λιμπάνω τῇ ὑμετέρᾳ συνέσει, ἵν’ ὅπερ ἂν ὑμῖν ἀκολου‐ θότερον φανῇ, δέξησθε καὶ αὐτοὶ τοῦτο. Ἐμοὶ γὰρ | |
60 | δοκεῖ περὶ τοῦ ἀδελφοῦ εἰρῆσθαι τοῦτο. Καὶ ἐγένετο, | Column end |
53.160 | φησὶν, ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ, ἀνέστη Κάϊν ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Φοβερὰ ἡ πρᾶξις, ἐπικίνδυνον τὸ τόλμημα, μυσαρὰ ἡ ἐπιχείρησις, ἀσύγγνωστον τὸ ἁμάρτημα, τεθηριωμένης | |
5 | ψυχῆς ἡ γνώμη. Ἀνέστη, φησὶν, ἐπὶ Ἄβελ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀπέκτεινεν αὐτόν. Ὢ μιαρᾶς χειρός· ὢ δε‐ ξιᾶς ἐλεεινῆς· μᾶλλον δὲ οὐ τὴν χεῖρα ἐλεεινὴν δεῖ κα‐ λεῖν καὶ μιαρὰν, ἀλλὰ τὴν γνώμην, ᾗ καὶ τὸ μέλος ὑπηρ‐ ετήσατο. Εἴπωμεν τοίνυν οὕτως· ὢ γνώμης τολμηρᾶς, | |
10 | καὶ μιαρᾶς, καὶ ἐλεεινῆς, καὶ ὅπερ ἂν εἴποι τις, οὐδὲν ἄξιον ἐρεῖ. Πῶς οὐκ ἐνάρκησεν αὐτοῦ ἡ χείρ; πῶς ἠδυ‐ νήθη κατασχεῖν τὸ ξίφος, καὶ τὴν πληγὴν ἐπαγαγεῖν; πῶς οὐκ ἀπέπτη τοῦ σώματος ἡ ψυχή; πῶς ἴσχυσεν εἰς ἔργον ἀγαγεῖν τὸ ἀνόσιον τοῦτο τόλμημα; πῶς οὐκ ἐπε‐ | |
15 | κάμφθη, καὶ μετέβαλε τὴν γνώμην; πῶς οὐκ ἔλαβεν ἔννοιαν τῆς φύσεως; πῶς οὐκ ἐλογίσατο πρὸ τῆς ἐπιχει‐ ρήσεως τὸ τέλος τοῦ γινομένου; πῶς ἤνεγκε μετὰ τὴν ἀναίρεσιν ἰδεῖν τὸ σῶμα τοῦ ἀδελφοῦ σπαῖρον ἐπὶ τῆς γῆς; πῶς ἴσχυσε θεάσασθαι σῶμα νεκρὸν ἐπὶ τῆς γῆς | |
20 | ἐῤῥιμμένον, καὶ οὐ διελύθη εὐθὺς ἀπὸ τῆς θέας; Εἰ γὰρ ἡμεῖς μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, καθ’ ἑκάστην ἡμέραν ὁρῶντες τοὺς τελευτῶντας, καὶ ταῦτα οἰκείᾳ τελευτῇ τῆς ζωῆς μεθισταμένους, καὶ οὐδαμόθεν ἡμῖν προσήκοντας, κατακλώμεθα· κἂν ἐχθρὸς ᾖ, καταλύομεν | |
25 | τὴν ἔχθραν· πολλῷ δὴ μᾶλλον τοῦτον εἰκὸς ἦν διαλυθῆ‐ ναι, καὶ ἀθρόον ἀφεῖναι τὴν ψυχὴν, ὁρῶντα τὸν πρὸ μικροῦ διαλεγόμενον, ἀδελφὸν τὸν ὁμομήτριον, τὸν ὁμο‐ πάτριον, τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας, τὸν τὴν παρὰ Θεοῦ εὔνοιαν ἐπισπασάμενον, ἐξαίφνης ἄπνουν καὶ | |
30 | ἀνενέργητον κείμενον, καὶ ἐπὶ τῆς γῆς σπαίροντα. βʹ. Ἀλλ’ ἴδωμεν πάλιν καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, καὶ μετὰ τὸ τολμῆσαι τοῦτο τὸ πάσης συγγνώμης ἀπεστερημένον, πόσῃ κέχρηται συγκαταβάσει καὶ φιλ‐ ανθρωπίᾳ ὁ τῶν ἁπάντων Θεός. Καὶ εἶπεν ὁ Θεὸς πρὸς | |
35 | Κάϊν. Αὐτὸ τοῦτο μόνον πόσης ἐστὶν ἀγαθότητος, τὸν τὰ τοιαῦτα ἐργασάμενον ἀποκρίσεως ἀξιῶσαι; Εἰ γὰρ ἡμεῖς πολλάκις τοὺς ὁμογενεῖς βδελυττόμεθα, ἐπειδὰν ἴδωμεν τοιοῦτόν τι τόλμημα ἐργασαμένους· πολλῷ μᾶλλον τὸν ἀγαθὸν Θεὸν ἐκπλήττεσθαι δεῖ τοσαύτῃ τῇ ἀνεξικακίᾳ | |
40 | κεχρημένον, καὶ μάλα εἰκότως. Ἰατρὸς γάρ ἐστι, καὶ πατὴρ φιλόστοργος· καὶ ὡς μὲν ἰατρὸς πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τοὺς ἐν χαλεπαῖς ἀῤῥωστίαις τυγ‐ χάνοντας πρὸς ὑγίειαν ἐπαναγαγεῖν· ὡς δὲ πατὴρ φιλό‐ στοργος τοὺς τὴν οἰκείαν εὐγένειαν διὰ ῥᾳθυμίαν προδε‐ | |
45 | δωκότας βούλεται διὰ τῆς πατρικῆς φιλοστοργίας εἰς τὴν προτέραν ἀγαγεῖν εὐημερίαν. Ἐπεὶ οὖν πολὺ τῆς ἀγαθό‐ τητός ἐστιν αὐτοῦ τὸ μέγεθος, βούλεται καὶ πρὸς τὸν τὰ τοιαῦτα τετολμηκότα πολλὴν τὴν ἑαυτοῦ φιλανθρωπίαν ἐπιδείξασθαι. Φησὶ γὰρ πρὸς αὐτόν· Ποῦ ἔστιν | |
53.160(50) | Ἄβελ ὁ ἀδελφός σου; Πολλὴ καὶ ἄπειρος ἡ ἀνεξικακία τοῦ Θεοῦ. Οὐ γὰρ ἐπειδὴ ἠγνόει ἠρώτα, ἀλλ’ ὅπερ ἐπὶ τοῦ πατρὸς αὐτοῦ πεποίηκεν· οὐδὲν γὰρ κωλύει πάλιν τὸ αὐτὸ εἰπεῖν. Καθάπερ γὰρ ἐκεῖνον ὁρῶν διὰ τὴν αἰσχύ‐ νην τῆς γυμνότητος κρυπτόμενον ἠρώτα, Ποῦ εἶ; οὐκ | |
55 | ἀγνοῶν, ἀλλὰ παῤῥησίας αὐτῷ ἀφορμὰς διδοὺς, ὥστε διὰ τῆς ὁμολογίας τοῦ πταίσματος ἀπονίψασθαι τὸ πλημ‐ μέλημα (τοῦτο γὰρ ἔθος αὐτῷ, ἄνωθεν καὶ ἐξ ἀρχῆς τὴν ὁμολογίαν ἀπαιτεῖν παρ’ ἡμῶν τῶν ἡμαρτημένων, καὶ συγχώρησιν παρέχειν)· ἐρωτᾷ καὶ νῦν τὸν Κάϊν, | |
60 | καί φησι, Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Ἄγνοιαν προσποιεῖται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα διὰ τῆς ἐρω‐ | |
τήσεως παρασκευάσῃ τὸν τὰ τοιαῦτα εἰργασμένον ἐπει‐ | ||
53.161 | χθῆναι πρὸς τὴν ὁμολογίαν τοῦ πλημμελήματος, καὶ δυ‐ νηθῇ συγγνώμης τινὸς ἴσως καὶ φιλανθρωπίας ἐπιτυ‐ χεῖν. Ποῦ ἔστιν Ἄβελ ὁ ἀδελφός σου; Τί οὖν ὁ ἀγνώμων καὶ ἀναίσθητος, ὁ ἰταμὸς καὶ ἀναίσχυντος; | |
5 | Δέον ἐννοῆσαι ὅτι οὐκ ἀγνοῶν ἐρωτᾷ, ἀλλὰ τὴν παρ’ αὐτοῦ ἀπαιτῶν ὁμολογίαν, καὶ ἡμᾶς παιδεύων μηδέ‐ ποτε πρὸ τῆς ἀποδείξεως καταψηφίζεσθαι τῶν ἀδελφῶν τῶν ἡμετέρων, καὶ εἰς ἔννοιαν ἐλθεῖν τῆς τοῦ Δεσπότου συμβουλῆς, καὶ ταύτην αὐτοῦ τὴν ἐπιχείρησιν ἀναστέλ‐ | |
10 | λων, καὶ εἰδὼς καὶ πρὸ τῆς ἐκβάσεως τὴν ἐν τῇ διανοίᾳ αὐτοῦ κίνησιν, προφυλακτικοῖς ἐχρήσατο φαρμάκοις· δέον ταῦτα πάντα ἐννοήσαντα μέχρι τούτου στῆσαι τὰ τῆς μανίας, καὶ εἰπεῖν τὸ γεγονὸς, καὶ δεῖξαι τῷ ἰατρῷ τὸ ἕλκος, καὶ δέξασθαι τὰ παρ’ αὐτοῦ φάρμακα· ὁ δὲ | |
15 | πάλιν ἐπιτείνει τὸ τραῦμα καὶ τὴν νομὴν τῶν ἑλκῶν βαρυτέραν ἐργάζεται. Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω. Ὅρα ἀποκρίσεως ἀναίδειαν. Μὴ γὰρ ἀνθρώπῳ διαλέγῃ, ὃν ἴσως καὶ παραλογίσασθαι δυνατὸν ἦν; Οὐκ οἶδας, ἄθλιε, καὶ ταλαίπωρε, τίς ἐστιν ὁ πρὸς σὲ διαλεγόμενος; | |
20 | οὐ λογίζῃ, ὅτι διὰ πολλὴν ἀγαθότητα πυνθάνεται, βου‐ λόμενος ἀφορμήν τινα εὑρεῖν, δι’ ἧς τὴν οἰκείαν ἐπιδεί‐ ξηται φιλανθρωπίαν, καὶ ἵνα λοιπὸν τὰ παρ’ ἑαυτοῦ ἅπαντα ἐπιδειξαμένου, μηδεμίαν ἔχῃς ἀπολογίαν τῇ τι‐ μωρίᾳ σαυτὸν ὑπεύθυνον καταστήσας; | |
25 | Καὶ εἶπε, φησὶν, Οὐ γινώσκω. Μὴ φύλαξ τοῦ ἀδελ‐ φοῦ μου εἰμὶ ἐγώ; Ἐννόει μοι ἐνταῦθα τοῦ συνειδότος τὴν κατηγορίαν, καὶ ὅπως ὠθούμενος, ὡς εἰπεῖν, ὑπὸ τῆς συνειδήσεως οὐκ ἔστη μέχρι τοῦ εἰπεῖν, Οὐ γινώσκω, ἀλλ’ ἐπήγαγε, Μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; μο‐ | |
30 | νονουχὶ ἑαυτὸν ἐλέγχων. Καίτοι εἴ σοι κατὰ ἀκολουθίαν ἅπαντα ἐπέπρακτο, καὶ κατὰ τὸν τῆς φύσεως νόμον, ἐχρῆν σε καὶ φύλακα εἶναι τῆς τοῦ ἀδελφοῦ σωτηρίας. Τοῦτο γὰρ ἡ φύσις ἐπέτρεπε, καὶ ἔδει τοὺς τὰς αὐτὰς λύσαντας ὠδῖνας, ἀλλήλων φύλακας εἶναι. Εἰ δὲ μὴ τοῦτο ἐβούλου, | |
35 | μηδὲ ἤθελες εἶναι φύλαξ τοῦ ἀδελφοῦ, τίνος ἕνεκεν καὶ σφαγεὺς ἐγένου, καὶ τὸν οὐδὲν ἠδικηκότα ἐφόνευσας, καὶ ἐνόμισας μηδὲ τὸν ἐλέγχοντα ἔχειν; Ἀλλ’ ἀνάμει‐ νον, καὶ ὄψει αὐτόν σου κατήγορον γινόμενον τὸν ἀνῃ‐ ρημένον, καὶ νεκρὸν κείμενόν σου τοῦ ζῶντος καὶ | |
40 | βαδίζοντος λαμπρᾷ τῇ φωνῇ κατηγοροῦντα. Καὶ εἶπεν ὁ Θεὸς, Τί ἐποίησας τοῦτο; Πολλὴ καὶ τοῦ ῥήματος ἡ ἔμφασις. Τίνος ἕνεκεν, φησὶ, τοῦτο διεπράξω; τί ἐποίη‐ σας τοῦτο τὸ ἀνόσιον τόλμημα, τὸ μιαρὸν ἐπιχείρημα, τὴν πρᾶξιν τὴν ἀσύγγνωστον, τὴν μανίαν τὴν ἀφόρητον, | |
45 | τὸν φόνον τὸν καινὸν καὶ ξένον, καὶ πρῶτον τῷ τῶν ἀνθρώπων βίῳ εἰσενεχθέντα διὰ τῆς σῆς δεξιᾶς; τί ἐποίησας τοῦτο τὸ μέγα καὶ φοβερὸν, τὸ μὴ ἔχον ἑτέραν ὑπερβολὴν ἁμαρτήματος; Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Μὴ γὰρ ἄνθρωπός εἰμι, | |
53.161(50) | φησὶν, ἐκείνης μόνης τῆς φωνῆς τῆς διὰ γλώττης προ‐ φερομένης ἀκούων; Θεός εἰμι δυνάμενος καὶ δι’ αἵματος ὑπακούειν βοῶντος, καὶ χαμαί που κάτω κειμένου. Ἰδοὺ γὰρ πόσον ἵπταται τοῦ αἵματος τούτου ἡ φωνὴ, ὡς ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν ἀναβαίνειν, καὶ παρα‐ | |
55 | τρέχειν τὸν οὐρανὸν τοῦ οὐρανοῦ, καὶ τὰς ἀνωτέρω δυνάμεις, καὶ παρ’ αὐτὸν ἵστασθαι τὸν θρόνον τὸν βασι‐ λικὸν, καὶ τὴν σὴν μιαιφονίαν ἀποδύρεσθαι, καὶ τῆς ἀνοσίας πράξεως κατηγορεῖν. Φωνὴ αἵματος τοῦ ἀδελ‐ φοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Μὴ γὰρ, φησὶν, εἰς | |
60 | ξένον καὶ ἀλλότριον τὴν παρανομίαν ταύτην εἰργάσω; Εἰς τὸν ἀδελφὸν τὸν σὸν, τὸν οὐδὲν ἠδικηκότα. Ἀλλ’ ἴσως ἡ παρ’ ἐμοῦ εὔνοια τὸν φόνον αὐτῷ τοῦτον ἔτεκε, καὶ μὴ δυνάμενος ἐμοὶ μάχεσθαι, εἰς ἐκεῖνον τὸν ἀκάθε‐ κτον θυμὸν ἐξεκένωσας. Διά τοι τοῦτο τοιαύτην ἐπάξω | |
65 | σοι τιμωρίαν, ὡς μηδὲ λήθῃ παραδοθῆναι τὸ τολμηθὲν, καὶ τὴν διὰ τοῦτο ἐπενεχθεῖσάν σοι τιμωρίαν, ἵνα τὰ εἰς | |
σὲ γενόμενα σωφρονισμὸς γένηται τοῖς μετὰ ταῦτα ἅπασι. | Column end | |
53.162 | Καὶ νῦν, ἐπειδὴ τοῦτο εἰργάσω, καὶ εἰς ἔργον ἤγαγες τὰ κακῶς σοι δόξαντα, καὶ ὑπὸ τοῦ φθόνου τοῦ πολλοῦ εἰς τὸν φόνον ὥρμησας, Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς. γʹ. Ὁρᾷς τῆς κατάρας τὴν διαφορὰν, ἀγαπητέ; Μὴ | |
5 | ἁπλῶς παραδράμῃς, ἀλλ’ ἐκ τοῦ μεγέθους τῆς κατάρας ἐν‐ νόει τοῦ τολμήματος τὴν ὑπερβολήν. Καὶ ὅσῳ μεῖζον τοῦ‐ το τὸ ἁμάρτημα τῆς παραβάσεως τοῦ πρωτοπλάστου, ἐκ τῆς διαφορᾶς τῆς κατάρας ἔξεστι τῷ βουλομένῳ συν‐ ιδεῖν. Ἐκεῖ μὲν γάρ φησιν, Ἐπικατάρατος ἡ γῆ ἐν | |
10 | τοῖς ἔργοις σου, καὶ ἐπὶ τὴν γῆν τὴν κατάραν ἐξέχεε, τὴν κηδεμονίαν τὴν περὶ τὸν ἄνθρωπον ἐπιδεικνύμενος· ἐνταῦθα δὲ ἐπειδὴ ἡ πρᾶξις ὀλεθρία, καὶ τὸ τόλμημα παράνομον, καὶ τὸ ἐπιχείρημα ἀσύγγνωστον, αὐτὸς τὴν κατάραν δέχεται· Ἐπικατάρατος γὰρ, φησὶ, σὺ ἀπὸ | |
15 | τῆς γῆς. Ἐπειδὴ γὰρ τὰ αὐτὰ σχεδὸν τῷ ὄφει εἰργά‐ σατο, καθάπερ ὀργάνῳ ὑπηρετησαμένῳ τῇ τοῦ διαβόλου γνώμῃ, καὶ καθάπερ ἐκεῖνος διὰ τῆς ἀπάτης τὴν θνητό‐ τητα εἰσήγαγεν· οὕτω καὶ οὗτος ἀπατήσας τὸν ἀδελφὸν, καὶ εἰς τὸ πεδίον ἐξαγαγὼν, τὴν δεξιὰν ὥπλισε κατ’ αὐ‐ | |
20 | τοῦ, καὶ τὸν φόνον εἰργάσατο. Διὰ τοῦτο ὥσπερ ἐκείνῳ ἔλεγεν· Ἐπικατάρατος σὺ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς· οὕτω καὶ τούτῳ, ἐπειδὴ τὰ αὐτὰ ἐκείνῳ εἰρ‐ γάσατο. Ὥσπερ γὰρ ὁ διάβολος ὑπὸ φθόνου καὶ βασκα‐ νίας κινούμενος, καὶ οὐ φέρων τὰς ἀφάτους εὐεργεσίας | |
25 | τὰς εἰς τὸν ἄνθρωπον γεγενημένας ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων, ἀπὸ τοῦ φθόνου ἐπὶ τὴν ἀπάτην ὥρμησε τὴν τὸν θάνατον εἰσάγουσαν· οὕτω καὶ οὗτος θεα‐ σάμενος εὐνοϊκῶς τὸν Δεσπότην πρὸς τὸν ἀδελφὸν διακείμενον, ἀπὸ τοῦ φθόνου ἐπὶ τὸν φόνον ὥρμησε. Διό | |
30 | φησι πρὸς αὐτόν· Ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς. Κατηραμένος ἔσῃ, φησὶ, καὶ αὐτῇ τῇ γῇ ἐκείνῃ, Ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου. Καὶ αὐτῇ τῇ γῇ ἔσῃ, φησὶ, κατηραμένος, τῇ ἀνασχομένῃ τοιούτῳ αἵματι ἀρδευθῆναι | |
35 | τοσούτου μύσους πεπληρωμένῳ, καὶ ὑπὸ χειρὸς οὕτως ἀνοσίας ἐκχεομένῳ. Εἶτα ἑρμηνεύουσα ἡ θεία Γραφὴ σαφέστερον τὴν κατάραν, φησίν· Ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι. Μέγα τιμωρίας εἶδος, καὶ πολὺς ὄγκος τῆς ἀγανακτήσεως. | |
40 | Τὸν μὲν πόνον, φησὶν, ὑπομενεῖς, καὶ τὰ σαυτοῦ ἅπαντα ἐπιδείξῃ, καὶ ἐργάσῃ τὴν γῆν τοιούτῳ αἵματι μολυνθεῖ‐ σαν· οὐ καρπώσῃ δέ τινα αἴσθησιν τῶν πολλῶν πόνων ἐκείνων, ἀλλ’ ἀνόνητος ἔσται σοι πᾶς ὁ κόπος, ὃν ἂν ἐπιδείξῃ. Καὶ οὐ μέχρι τούτου τὰ τῆς τιμωρίας στήσε‐ | |
45 | ται, ἀλλὰ καὶ Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Πάλιν καὶ τοῦτο μέγιστον τιμωρίας εἶδος, τὸ διηνεκῶς στένειν καὶ τρέμειν. Ἐπειδὴ γὰρ οὐκ εἰς δέον ἐχρήσω, φησὶ, τῇ ἰσχύϊ τοῦ σώματος, οὐδὲ τῇ τῶν μελῶν εὐεξίᾳ, διὰ τοῦτο διηνεκῶς σοι τὸν σάλον καὶ τὸν τρόμον ἐπιτί‐ | |
53.162(50) | θημι, ἵνα μὴ μόνον αὐτὸς ἔχῃς ἀδιάλειπτον νουθεσίαν, καὶ ὑπόμνησιν τῆς ἀνοσίας πράξεως ταύτης, ἀλλ’ ἵνα καὶ πάντες οἱ εἰς σὲ βλέποντες, διὰ τῆς ὄψεως, καθάπερ διὰ φωνῆς τινος λαμπρὰ βοώσης, μανθάνωσι μὴ τὰ τοι‐ αῦτα τολμᾷν, ἵνα μὴ τὰ τοιαῦτα πάθωσι, καὶ ἡ εἰς σὲ | |
55 | τιμωρία διδάσκαλος ἅπασι γένηται, μηκέτι τοιούτῳ αἵματι τὴν γῆν μολῦναί ποτε. Διά τοι τοῦτο οὐδὲ σύντο‐ μόν σοι τὴν τελευτὴν ἐπάγω, ἵνα μὴ λήθῃ παραδοθῇ τὸ γεγονὸς, ἀλλὰ ζωὴν θανάτου βαρυτέραν ὑπομένειν σε ποιῶ, ἵνα δι’ αὐτῶν τῶν ἔργων μάθῃς οἷα ἐτόλμησας. | |
60 | Καὶ εἶπε Κάϊν πρὸς Κύριον· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Μέγα τι καὶ σφόδρα λυσιτελὲς πρὸς τὴν σωτηρίαν τὴν ἡμετέραν ἔξεστιν ἐντεῦθεν καταμαθεῖν, ἐὰν βουλώμεθα προσέχειν. Καὶ εἶπε Κάϊν, Μείζων ἡ | |
αἰτία μου τοῦ ἀφεθῆναί με. Ἰδοὺ ὁμολογία ἀπηρ‐ | ||
53.163 | τισμένη. Τοιοῦτον γάρ ἐστι, φησὶ, τὸ ἁμάρτημα τὸ παρ’ ἐμοῦ γεγονὸς, ὡς μὴ δύνασθαι συγχώρησιν δέξασθαι. Ἰδοὺ, φησὶν, ἐξωμολογήσατο, καὶ ἐξωμολογήσατο μετὰ πολλῆς τῆς ἀκριβείας· ἀλλ’ οὐδὲν τὸ κέρδος, ἀγαπητέ· | |
5 | ἄκαιρος γὰρ ἡ ἐξομολόγησις. Τοῦτο γὰρ ἐχρῆν ποιῆσαι ἐν τῷ καιρῷ τῷ δέοντι, ὅτε δυνατὸν ἦν καὶ τῆς παρὰ τοῦ δικαστοῦ τυχεῖν φιλανθρωπίας. Μνημονεύσατέ μοι νῦν ὧν πρὸ μικροῦ ἔλεγον, ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν, καὶ τὸ κριτήριον ἐκεῖνο τὸ ἀδέκαστον, καὶ | |
10 | ἡμῶν ἕκαστος μεταγνώσεται ἐπὶ τοῖς ἡμαρτημένοις, ὁρῶν πρὸ τῶν ὀφθαλμῶν τὰ φοβερὰ ἐκεῖνα κολαστήρια, καὶ τὰς εὐθύνας τὰς ἀπαραιτήτους· ἀλλ’ οὐδεμίαν ἕξει τὴν ὄνησιν, προδεδομένος ὑπὸ τοῦ καιροῦ. Ἡ γὰρ μετάνοια πρὶν τὴν τιμωρίαν ἐπαχθῆναι και‐ | |
15 | ρὸν ἔχει, καὶ ἰσχὺν ἄφατον. Διὸ παρακαλῶ, ὅτε δυνατὸν ἐνεργῆσαι τὸ θαυμαστὸν τοῦτο φάρμακον, τότε τὴν παρ’ αὐτοῦ ὠφέλειαν καρπωσώμεθα, καὶ ὡς ἔτι ἐσμὲν ἐν τῷ παρόντι βίῳ, τὴν ἀπὸ τῆς μετανοίας ἰατρείαν ἑαυ‐ τοῖς ἐπάγωμεν, μαθόντες ἀκριβῶς ὡς οὐδὲν ἡμῖν ὄφελος | |
20 | ἔσται τότε μεταγινώσκουσι, μετὰ τὸ λυθῆναι τὸ θέατρον, καὶ τὸν τῶν παλαισμάτων καιρὸν ἀναιρεθῆναι. δʹ. Ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν. Δέον γὰρ ἡνίκα ἠρωτᾶτο παρὰ τοῦ Δεσπότου, Ποῦ Ἄβελ ὁ ἀδελ‐ φός σου; τότε ὁμολογῆσαι τὸ πλημμέλημα, καὶ προσ‐ | |
25 | πεσεῖν, καὶ δεηθῆναι, καὶ συγγνώμην αἰτῆσαι· ὁ δὲ τότε μὲν τὴν ἰατρείαν ἀπεπέμψατο, νυνὶ δὲ, μετὰ τὴν ἀπό‐ φασιν, μετὰ τὸ λαβεῖν τέλος ἅπαντα, μετὰ τὸ λαμπρᾷ τῇ φωνῇ τὴν κατηγορίαν ὑπὸ τοῦ αἵματος γενέσθαι τοῦ κειμένου, ἐξομολογεῖται, καὶ οὐδὲν ἐντεῦθεν κερδαίνει. | |
30 | Διὸ καὶ ὁ προφήτης ἔλεγε· Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Καὶ οὗτος τοίνυν, εἰ προέλαβε τὸν τοῦ Δεσπότου ἔλεγχον, ἴσως ἂν ἠξιώθη τινὸς φιλανθρωπίας διὰ τὴν ἄπειρον τοῦ Δεσπότου ἀγαθότητα. Οὐδὲν γάρ ἐστιν ἁμάρτημα, κἂν σφόδρα μέγα ᾖ, νικῶν αὐτοῦ τὴν | |
35 | φιλανθρωπίαν, ἐὰν ἡμεῖς ἐν καιρῷ τῷ δέοντι μὲν μετά‐ νοιαν ἐπιδειξώμεθα, καὶ τὴν συγγνώμην αἰτῶμεν. Καὶ εἶπε Κάϊν· Μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με. Ἱκανὴ ἐξομολόγησις, ἀλλ’ ἄκαιρος. Καὶ εἶπεν, Εἰ ἐκ‐ βάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ | |
40 | ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στέ‐ νων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρί‐ σκων με, ἀποκτενεῖ με. Ὅρα πῶς ἐλεεινὰ τὰ ῥήματα, καὶ διὰ τὴν ἀκαιρίαν, καὶ διὰ τὸ προδεδόσθαι ὑπὸ τοῦ καιροῦ οὐδεμίαν τὴν ἰσχὺν κεκτημένα. Καὶ εἶπεν, Εἰ | |
45 | ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στέ‐ νων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ ἔσται, πᾶς ὁ εὑρί‐ σκων με, ἀποκτενεῖ με. Εἰ τῇ γῇ, φησὶν, ἐπικατάρατόν με ἐποίησας, καὶ αὐτός με ἀπεστράφης, καὶ τοσαύτῃ | |
53.163(50) | τιμωρίᾳ παρέδωκας, ὥστε στένειν καὶ τρέμειν, οὐδὲν τὸ κωλύον λοιπὸν τὸν ἐν τούτοις ὄντα, καὶ γυμνωθέντα τῆς παρὰ σοῦ ῥοπῆς ὑπὸ τοῦ τυχόντος ἀναιρεθῆναι. Εὐεπιχείρητος, φησὶν, ἔσομαι παντὶ τῷ βουλομένῳ με ἀνελεῖν. Οὔτε γὰρ αὐτὸς ἰσχύω ἀντιστῆναι διαλελυμένα | |
55 | τὰ μέλη περιφέρων, καὶ πανταχόθεν σαλευόμενος· καὶ τὸ εἰδέναι ἅπαντας, ὅτι τῆς σῆς ἐγυμνώθην ῥοπῆς, πα‐ ρασκευάσει τὸν βουλόμενον ἐπὶ τὴν ἀναίρεσιν τὴν ἐμὴν ὁρμῆσαι. Τί οὖν ὁ φιλάνθρωπος καὶ ἀγαθὸς Δεσπότης; Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Μὴ νομί‐ | |
60 | σῃς, φησὶ, ταῦτα οὕτω γίνεσθαι. Οὐδὲ γὰρ ἔξεστι τῷ βουλομένῳ σε ἀνελεῖν, ἀλλὰ τῇ παρατάσει τῆς ζωῆς τῆς σῆς καὶ σοὶ πλείονα τὴν ὀδύνην ἐργάσομαι, καὶ διδάσκα‐ | |
λον καταλείψω ταῖς εἰς τὸ ἑξῆς γενεαῖς, ἵνα ἡ σὴ θέα | Column end | |
53.164 | σωφρονισμὸς αὐτοῖς γένηται, καὶ μηδεὶς τῇ σῇ γνώμῃ κατακολουθήσῃ. Καὶ εἶπε Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύ‐ σει. Τάχα πολλὰ τὰ εἰρημένα, καὶ πολὺν τῷ σώματι | |
5 | τὸν κάματον προεξενήσαμεν. Ἀλλὰ τί πάθω; Ὁρῶν γὰρ ὑμῶν τὴν φιληκοΐαν καὶ ἀκμάζοντα τὸν πό‐ θον ἐπιδεικνυμένην, βούλομαι καὶ τοῖς λειψάνοις ἐπεξελ‐ θεῖν, καὶ κατὰ δύναμιν τὴν ἐμὴν ἑρμηνεῦσαι. Τί ἐστι τὸ, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Ἀλλὰ πάλιν δέ‐ | |
10 | δοικα μὴ τῷ πλήθει τῶν λεγομένων καὶ τὴν μνήμην κα‐ ταχώσωμεν τῶν εἰρημένων, καὶ προσκορεῖς ὑμῖν νομι‐ σθείημεν. Ἀλλ’ εἰ μὴ ἀπεκάμετε, ἀνάσχεσθε, καὶ δια‐ λύσαντες τὸ προκείμενον οὕτω καταπαύσωμεν τὸν λόγον. Καὶ εἶπεν αὐτῷ Κύριος ὁ Θεός· Οὐχ οὕτω. Πᾶς ὁ | |
15 | ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. Καὶ ἔθετο Κύριος ὁ Θεὸς σημεῖον τῷ Κάϊν, τοῦ μὴ ἀνε‐ λεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν. Τοῦτο δέ‐ δοικας, φησὶ, τοῦ μὴ ἀναιρεθῆναι; Θάρσει, ὅτι οὐκ ἔσται τοῦτο. Καὶ γὰρ ὁ τοῦτο πεποιηκὼς ἑπτὰ τιμωρίαις ἑαυ‐ | |
20 | τὸν ὑπεύθυνον καταστήσει· διά τοι τοῦτο καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα ἀγνοήσαντα, καὶ ἀνελόντα σε, ὑπεύθυνον ἑαυτὸν ταῖς τοιαύταις τιμωρίαις κατα‐ στῆσαι. εʹ. Ἀλλὰ σαφέστερον ὑμᾶς προσήκει διδάξαι, πῶς ἑπτὰ | |
25 | τιμωρίαις ὑπεύθυνος γίνεται ὁ τὸν Κάϊν ἀνελών. Ἀλλὰ προσέχετε, παρακαλῶ. Εἰ γὰρ μὴ νῦν, καθάπερ ἐν ταῖς προλαβούσαις ἡμέραις εἰρήκαμεν πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτε νηστείας καιρὸς, καὶ τοσαύτης γαλήνης ἀπολαύομεν, καὶ ἀπηλλαγμένοι τῶν λογισμῶν | |
30 | τῶν ταραττόντων ἡμῶν τὴν διάνοιαν, τὰ ἐν ταῖς θείαις Γραφαῖς ἐγκείμενα κατανοήσωμεν μετὰ ἀκριβείας, πότε δυνησόμεθα ταῦτα μαθεῖν ἐν ἑτέρῳ καιρῷ; Διὸ παρα‐ καλῶ, καὶ δέομαι, καὶ ἀντιβολῶ, μονονουχὶ καὶ τῶν γο‐ νάτων ὑμῶν καθάπτομαι, μετὰ συντεταμένης διανοίας | |
35 | τοῖς λεγομένοις προσέχωμεν, ἵνα καρπωσάμενοί τι γεν‐ ναῖον καὶ ὑψηλὸν, οὕτως οἴκαδε ἐπανέλθωμεν. Τί οὖν ἐστι τὸ, Ἑπτὰ ἐκδικούμενα παραλύσει; Πρῶτον μὲν ὁ τῶν ἑπτὰ ἀριθμὸς ἐπὶ πλήθους λαμβάνεται ἐν τῇ θείᾳ Γραφῇ, καὶ τοῦτο πολλαχοῦ εὕροι τις ἂν οὕτω κείμενον, | |
40 | ὡς τὸ, Στείρα ἔτεκεν ἑπτὰ, καὶ ὅσα τοιαῦτα. Αἰνίττε‐ ται δὲ ἡμῖν ἐνταῦθα τοῦ τολμήματος τὸ μέγεθος, καὶ ὅτι οὐχ ἕν ἐστι τὸ ἁμάρτημα τὸ παρ’ ἐκείνου γεγονὸς, ἀλλ’ ἑπτὰ ἁμαρτήματα, καὶ μεγάλην ἐφ’ ἑκάστῳ ἁμαρτή‐ ματι τὴν τιμωρίαν ὤφειλεν ὑποσχεῖν. Πῶς οὖν αὐτὰ | |
45 | ἀπαριθμησόμεθα; Εἰ τοῦτο λογισόμεθα· πρῶτον, ὅτι ἐβάσκηνε τῷ ἀδελφῷ διὰ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ· ὅπερ καὶ μόνον προσὸν ἱκανὸν ἦν αὐτῷ τὸν ὄλεθρον ἐπαγαγεῖν· δεύτερον, ὅτι τὸν ἴδιον ἀδελφόν· τρίτον, ὅτι δόλον ἔῤῥαψε· τέταρτον, ὅτι τὸν φόνον ἔπραξε· πέμπτον, | |
53.164(50) | ὅτι τὸν ἀδελφὸν ἐφόνευσεν· ἕκτον, ὅτι πρῶτος τὸν φό‐ νον εἰργάσατο· ἕβδομον, ὅτι τὸν Θεὸν ἐψεύσατο. Παρη‐ κολουθήσατε τοῖς ῥηθεῖσιν, ἢ βούλεσθε ἄνωθεν αὐτὰ πάλιν ἀπαριθμησώμεθα, ἵνα εἰδῆτε πῶς ἕκαστον τούτων καὶ μόνον ἱκανὸν ἦν τῆς μεγίστης αὐτὸν ἀξιῶσαι τιμω‐ | |
55 | ρίας; Τίς γὰρ ἂν ἀξιώσειε συγγνώμης τὸν βασκήναντα τῷ ἀπολαύοντι τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας; Ἰδοὺ μία καὶ μεγίστη καὶ ἀσύγγνωστος ἁμαρτία. Πάλιν αὕτη μεί‐ ζων δείκνυται, ὅταν ἀδελφὸς ᾖ ὁ βασκαινόμενος, καὶ μηδὲν ἠδικηκώς. Ἰδοὺ καὶ αὕτη πάλιν οὐχ ἡ τυχοῦσα | |
60 | ἁμαρτία. Τρίτη πάλιν, ὅτι δόλον ἔῤῥαψεν ἀπατήσας τὸν ἀδελφὸν, καὶ ἑλκύσας εἰς τὸ πεδίον, καὶ οὐδὲ αὐτὴν | |
τὴν φύσιν αἰδεσθείς. Τέταρτον ἁμάρτημα αὐτὸς ὁ φόνος, | ||
53.165 | ὃν εἰργάσατο Πέμπτον, ὅτι ἀδελφὸν ἐφόνευσε τὸν τὰς αὐτὰς αὐτῷ λύσαντα ὠδῖνας. Ἕκτον, ὅτι πρῶτος τοῦ φόνου τὸ εἶδος εἰσήνεγκεν. Ἕβδομον, ὅτι ἐρωτώμενος παρὰ τοῦ Θεοῦ, ψεύσασθαι ἐτόλμησεν. Ὁ τοίνυν, φησὶν, | |
5 | ἀνελεῖν σε ἐπιχειρήσας, ἑπτὰ τιμωρίαις ἑαυτὸν ὑπεύθυ‐ νον καταστήσει. Μὴ τοίνυν δείδιθι τοῦτο. Ἰδοὺ γὰρ καὶ σημεῖον ἐπιτίθημί σοι, ὥστε μηδένα τῶν εὑρισκόντων σε ἀγνοῆσαι. Ἡ γὰρ πάσης τῆς ζωῆς σου πάρεσις, λυσι‐ τελὴς ἔσται ταῖς μετὰ ταῦτα γενεαῖς, καὶ ὅπερ μόνος | |
10 | μηδενὸς παρόντος ἔπραξας, τοῦτο μαθήσονται πάντες ὁρῶντές σε στένοντα καὶ τρέμοντα, καὶ μονονουχὶ βοῶντα διὰ τοῦ τρόμου τοῦ σωματικοῦ, καὶ πᾶσι διαλεγόμενον, καὶ λέγοντα· μηδεὶς ἕτερος τοιαῦτα τολμήσῃ, οἷάπερ ἐγὼ, ἵνα μὴ τοιαύτην δέξηται τιμωρίαν. | |
15 | ϛʹ. Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, μὴ ἁπλῶς παρατρέχω‐ μεν τὰ εἰρημένα, μηδὲ τοῦτο μόνον σκοπῶμεν, εἰ καθ’ ἑκάστην ἐνταῦθα συνερχόμενοι πνευματικῆς τραπέζης ἀπολαύομεν· οὐδὲν γὰρ ὄφελος τῆς ἀκροάσεως μόνης ἄνευ τῆς διὰ τῶν ἔργων ὑπακοῆς. Ἀλλ’ ἐννοοῦντες πόθεν | |
20 | εἰς ταύτην τὴν ἀσύγγνωστον καὶ χαλεπὴν ἁμαρτίαν συν‐ ήλασεν) ἑαυτὸν ὁ Κάϊν, καὶ ὅτι ἀπὸ τοῦ φθονῆσαι τὸν μηδ’ ὅλως αὐτὸν ἀδικῆσαί ποτε ἐπιχειρήσαντα, τὴν τοι‐ αύτην εἴσπραξιν, μᾶλλον δὲ ἀναίρεσιν εἰς τὸν ἴδιον ἀδελφὸν τετόλμηκε, μὴ τὸ κακῶς φεύγωμεν, ἀλλὰ μᾶλ‐ | |
25 | λον τὸ κακῶς ἑτέροις διατεθῆναι. Ἐκεῖνος γάρ ἐστιν ὄντως ὁ κακῶς πεπονθὼς, ὁ τὸν πλησίον ἑαυτοῦ κατερ‐ γάζεσθαι βουλόμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ὅρα μοι ἐνταῦθα, τίς ἐστιν ὁ κακῶς πεπονθὼς, ὁ ἀνελὼν, ἢ ὁ ἀναιρεθείς; Δῆλον ὅτι ὁ ἀνελών. Διὰ τί; | |
30 | Ὅτι ὁ μὲν ἀναιρεθεὶς καὶ μέχρι τοῦ νῦν ᾄδεται παρὰ τοῖς ἁπάντων στόμασι, καὶ ἀνακηρύττεται, καὶ στεφανοῦ‐ ται, ὡς τῆς ἀληθείας πρωτόμαρτυς, καθάπερ φησὶ καὶ ὁ μακάριος Παῦλος· Ἀποθανὼν Ἄβελ ἔτι λαλεῖ. Ὁ δὲ ἀνελὼν καὶ τότε μὲν ἐλεεινότερον πάντων ἀνθρώπων | |
35 | βίον ἔζη, μετὰ δὲ ταῦτα παρὰ πάντων ταῖς κατηγορίαις βάλλεται, καὶ ὡς βδελυκτὸς παρὰ τῷ Θεῷ καὶ κατηρα‐ μένος ὑπὸ τῆς θείας Γραφῆς παραδειγματίζεται· καὶ ταῦτα μὲν ἐν τῷ παρόντι καὶ συγκαταλυομένῳ βίῳ· τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ἀπαντῆσαι ἀμφοτέροις ὀφείλοντα, | |
40 | καὶ καταλλήλως ἑκάστῳ τῆς ἑαυτοῦ πράξεως ἀπολαβεῖν παρὰ τοῦ δικαίου κριτοῦ, τίς λόγος παραστῆσαι δυνήσε‐ ται, ἢ τὰ ἀγαθὰ, ἢ τὰ ἐναντία; Οὐκ ἔστιν οὐδεὶς, οὔτε τὰ χρηστὰ, οὔτε τὰ λυπηρά. Καὶ γὰρ ἐκεῖνον μὲν ἡ βα‐ σιλεία τῶν οὐρανῶν, καὶ αἰώνιοι σκηναὶ, καὶ οἱ χοροὶ | |
45 | πατριαρχῶν, προφητῶν τε καὶ ἀποστόλων, καὶ πάντων τῶν ἁγίων ὅμιλος ὑποδέξονται συμβασιλεύσοντα εἰς αἰῶνας ἀτελευτήτους τῷ βασιλεῖ Χριστῷ Ἰησοῦ, τῷ τοῦ Θεοῦ μονογενεῖ Υἱῷ καὶ Θεῷ· τοῦτον δὲ ἡ γέεννα τοῦ πυρὸς καὶ τὰ ἄλλα ἅπαντα ἀθάνατα βασανιστήρια | |
53.165(50) | διαδέξονται εἰς αἰῶνας ἀπεράντους τιμωρούμενον, μετὰ καὶ πάντων τῶν τὰ παραπλήσια αὐτῷ πεπραχότων, καὶ μάλιστα τοὺς μετὰ ταῦτα τοῖς αἰσχίστοις πάθεσιν ἁλόν‐ τας, ὅσῳ καὶ μείζων ἡ τιμωρία παρὰ τοῦ κοινοῦ Δε‐ σπότου ἐκφέρεται. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου | |
55 | λέγοντος· Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ | |
ἀπολοῦνται· τουτέστιν, ἐλαφροτέραν ὑποστήσονται τὴν | Column end | |
53.166 | τιμωρίαν, διὰ τὸ μὴ ἔχειν ἔλεγχον τὴν ἐκ τοῦ νόμου ἀπειλήν τε καὶ διόρθωσιν· Καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὗτοι δὲ, φησὶν, οἱ καὶ μετὰ τὴν ἐκ τοῦ νόμου βοήθειαν τὰ αὐτὰ ἐκείνοις πεπραχότες, | |
5 | βαρυτέρας καὶ ἀφορητοτέρας ὑπομένουσι καὶ τὰς κολά‐ σεις. Καὶ μάλα εἰκότως· ὅτι οὔτε ὁ νόμος, οὔτε τὸ ἑτέ‐ ρους ἰδεῖν τοσούτοις κακοῖς ὑποβληθέντας σωφρονεστέ‐ ρους αὐτοὺς ἢ ἐπιεικεστέρους ἀπειργάσατο. Διὸ παρα‐ καλῶ, κἂν γοῦν ἀπὸ τοῦ νῦν τοῖς ἑτέρων παιδεύμασι | |
10 | σωφρονίσωμεν ἑαυτοὺς, καὶ τὸν βίον τὸν ἑαυτῶν ἰθύνω‐ μεν πρὸς τὴν τοῦ Κυρίου ὑποταγὴν, τοῖς αὐτοῦ ὑπείκον‐ τες νόμοις· καὶ μήτε φθόνος, μήτε βασκανία, μήτε ὁ τῶν σωμάτων ἔρως, μήτε ἡ τοῦ παρόντος βίου δόξα τε καὶ δυναστεία μήτε ἡ τῆς γαστρὸς ἡδονὴ, μήτε ἄλλη | |
15 | τις ἄτοπος ἐπιθυμία κατακυριευέτω ἡμῶν τῶν ἐν τῇ ψυχῇ λογισμῶν· ἀλλ’ ἐκκαθάραντες ἑαυτοὺς ἀπὸ πάσης ἰλύος καὶ τύρβης βιωτικῆς, καὶ πολλὰ χαίρειν εἰπόντες τοῖς αἰσχίστοις καὶ ἀτοπωτάτοις πάθεσι πρὸς τὴν μακα‐ ρίαν ἐκείνην ζωὴν ἐπειχθῶμεν, καὶ τὰ ἀπόῤῥητα ἀγαθὰ | |
20 | ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
25t | ΟΜΙΛΙΑ Κʹ. | |
26 | Ἐξῆλθε δὲ Κάϊν ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ ᾤκησεν ἐν γῇ Ναῒδ κατέναντι Ἐδὲμ, καὶ τὰ ἑξῆς. αʹ. Φέρε πάλιν τῆς ἀκολουθίας σήμερον τῶν ἀνεγνωσμέ‐ νων ἁψάμενοι, ἐντεῦθεν ὑμῖν τὴν διδασκαλίαν παραθῶ‐ | |
30 | μεν, καὶ ἐκ τῆς βίβλου τοῦ μακαρίου Μωϋσέως τὴν συνήθη διάλεξιν πρὸς ὑμᾶς ποιησώμεθα, μᾶλλον δὲ ἐκ τῶν τοῦ Πνεύματος λογίων, ἅπερ διὰ τῆς τούτου γλώτ‐ της ἡμᾶς ἐδίδαξεν ἡ θεία χάρις. Ἀλλ’ ἵνα σαφέστερος ὑμῖν γένηται ὁ λόγος, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέ‐ | |
35 | ραν ἀγάπην τῶν ἤδη ῥηθέντων, καὶ ὅπου τὴν διδασκα‐ λίαν κατελύσαμεν, ἵνα ἐκεῖθεν αὐτὴν σήμερον ἀναλα‐ βόντες, οὕτω τῆς ἀρχῆς τῶν ἀνεγνωσμένων ἁψώμεθα. Ἴστε γὰρ ὅτι τὴν κατὰ τὸν Ἄβελ ὑπόθεσιν κινήσαντες ἐδείκνυμεν ἐξ αὐτῶν τῶν γεγενημένων, καὶ ἐξ ὧν ἕκαστος | |
40 | τὰς θυσίας αὐτῶν προσήνεγκε τῷ Δεσπότῃ, ὅπως ἔγκειται τῇ ἡμετέρᾳ φύσει ἡ γνῶσις τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων, καὶ ὅτι αὐτεξουσίους ἡμᾶς εἰργάσατο ὁ τῶν ἁπάντων δημιουργὸς, καὶ πανταχοῦ ἀπὸ τῆς γνώ‐ μης τῆς ἡμετέρας ἢ κατακρίνει, ἢ στεφανοῖ (ἀπὸ γὰρ | |
45 | ταύτης τοῦ μὲν ἀπόβλητος γέγονεν ἡ θυσία, τοῦ δὲ τὰ δῶρα προσεδέχθη), καὶ ὅτι ἐντεῦθεν ὑπὸ βασκανίας κινη‐ θεὶς ὁ Κάϊν ἐπὶ τὸν τοῦ ἀδελφοῦ φόνον ὥρμησε, καὶ μετὰ τὴν ἀνοσίαν ταύτην πρᾶξιν, βουλομένου τοῦ Θεοῦ ἐκκαλέσασθαι αὐτὸν εἰς ἐξομολόγησιν τῶν ἡμαρτημένων, | |
53.166(50) | οὐδὲ οὕτω τὸ φάρμακον τῆς ἰατρείας ἐδέξατο, ἀλλὰ τῷ μυσαρῷ ἐκείνῳ φόνῳ τὸ ψεῦδος συνάψας τὴν χαλεπὴν ἐκείνην τιμωρίαν ἐπεσπάσατο, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν κατέστησε τῆς ἄνωθεν ῥοπῆς, ὑπόδειγμα σωφρο‐ νισμοῦ πᾶσι τοῖς μετὰ ταῦτα προκείμενος, καὶ διὰ τῆς | |
55 | ἀποφάσεως, ἧς ἐδέξατο, παντὶ τῷ τῶν ἀνθρώπων γένει διαλεγόμενος, καὶ μονονουχὶ βοῶν καὶ λέγων· μηδεὶς ὑμῶν τοιοῦτόν τι τολμήσῃ ποτὲ, ἵνα μὴ τοῖς τοιούτοις περιπέσῃ. Εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως διὰ τῆς | |
εἰς ἐκεῖνον τιμωρίας οὐκ ἐκεῖνον μόνον σωφρονίσαι ἠβου‐ | ||
53.167 | λήθη, ἀλλὰ καὶ τοὺς εἰς τὸ ἑξῆς ἅπαντας διδάξαι, πάντῃ φεύγειν τὸ τολμηθὲν τοῦτο ἐπιχείρημα; Φέρε λοιπὸν τῶν ἑξῆς ἁψώμεθα, καὶ ἴδωμεν τί καὶ σήμερον διηγεῖται ἡμῖν ὁ μακάριος οὗτος προφήτης, ὑπὸ | |
5 | τῆς τοῦ Πνεύματος ἐνηχούμενος ἐνεργείας. Ἐπειδὴ γὰρ ἀπόφασιν ἐδέξατο ὁ Κάϊν, Ἐξῆλθε, φησὶν, ἀπὸ προσ‐ ώπου τοῦ Θεοῦ. Τί ἐστιν, Ἐξῆλθεν ἀπὸ προσώπου τοῦ Θεοῦ; Τουτέστιν, ἐγυμνώθη τῆς παρ’ αὐτοῦ προ‐ στασίας διὰ τὴν μυσαρὰν ἐκείνην πρᾶξιν. Καὶ ᾤκησεν | |
10 | ἐν γῇ Ναῒδ, κατέναντι Ἐδέμ. Λέγει ἡμῖν καὶ τὸν τόπον ἔνθα λοιπὸν τὴν κατοίκησιν ἐποιήσατο, καὶ διδάσκει πῶς καὶ οὗτος οὐ πόῤῥω τοῦ παραδείσου διῆγεν, ἵνα κατέναντι αὐτοῦ ὢν, διηνεκῆ τὴν ὑπόμνησιν ἔχῃ καὶ τῶν τῷ πατρὶ συμβεβηκότων διὰ τὴν παράβασιν, καὶ τοῦ | |
15 | μεγέθους τῶν αὐτῷ τετολμημένων· τὴν τοσαύτην τιμω‐ ρίαν, ἣν ἐδέξατο μηδὲ τῇ τοῦ πατρὸς τιμωρίᾳ σωφρο‐ νισθείς. Καὶ αὐτὸς δὲ ὁ τόπος, ἔνθα κατῴκει, ὑπόμνησις ἀδιάλειπτος ἦν οὐκ αὐτῷ μόνῳ, ἀλλὰ καὶ ταῖς μετὰ ταῦτα γενεαῖς, τοῦ σάλου καὶ τοῦ τρόμου. Τὸ γὰρ Ναῒδ | |
20 | ὄνομα Ἑβραϊκὴ λέξις ἐστὶν, ἑρμηνεύεται δὲ σάλος. Ἵν’ οὖν ὥσπερ ἐν στήλῃ χαλκῇ ἀνέκλειπτον ἔχῃ καὶ ἀπὸ τοῦ τόπου τὴν κατηγορίαν, ἐκεῖ αὐτὸν κατῴκισεν. Εἶτά φησι· Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ. Θνητοὶ λοιπὸν γεγονότες, εἰκότως | |
25 | περὶ τὴν τῶν τέκνων διαδοχὴν τὴν ἅπασαν σπουδὴν εἶ‐ χον. Ἀλλ’ ἴσως εἴποι τις ἄν· πῶς, οὐδαμοῦ τῆς Γρα‐ φῆς μνημονευσάσης ἑτέρας γυναικὸς, ὁ Κάϊν ἔσχε τὴν γυναῖκα; Μή σε ξενίσῃ τοῦτο, ἀγαπητέ. Οὐδαμοῦ γὰρ θηλειῶν τέως κατάλογον ποιεῖται μετὰ ἀκριβείας, ἀλλὰ | |
30 | τὸ περιττὸν φυγοῦσα ἡ θεία Γραφὴ ἐκ μέρους τῶν ἀῤῥέ‐ νων μνημονεύει, καὶ οὐδὲ αὐτῶν πάντων, ἀλλὰ συντομώ‐ τερον ἡμῖν διηγεῖται λέγουσα, ὅτι ὁ δεῖνα ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἀπέθανεν. Εἰκὸς οὖν καὶ νῦν τὴν Εὔαν καὶ θυγατέρα τεκεῖν μετὰ τὸν Κάϊν καὶ τὸν | |
35 | Ἄβελ, ἣν εἰς γυναῖκα ἔλαβε Κάϊν. Ἐπειδὴ γὰρ προοίμια ἦν, καὶ ἔδει λοιπὸν αὐξηθῆναι τὸ γένος, καὶ ταῖς ἀδελ‐ φαῖς συγγενέσθαι συνεχώρουν. Διά τοι τοῦτο καταλιποῦσα ἡ Γραφὴ ἡμῖν συνιδεῖν τὸ ἀκόλουθον, τοῦτο μόνον διη‐ γεῖται λέγουσα, Καὶ ἔγνω Κάϊν τὴν γυναῖκα αὐτοῦ, | |
40 | καὶ συλλαβοῦσα ἔτεκε τὸν Ἐνώχ· καὶ ἦν οἰκοδομῶν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ Ἐνώχ. Ὅρα πῶς σοφίζονται λοιπὸν κατὰ μικρόν. Ἐπειδὴ γὰρ θνη‐ τοὶ γεγόνασι, διηνεκῆ αὐτῶν σώζεσθαι τὴν μνήμην βού‐ λονται ἀπό τε τῶν τικτομένων, ἀπό τε τῆς ὀνομασίας | |
45 | τῶν τόπων, οἷς τὰς προσηγορίας ἐπιτιθέασι τῶν παίδων. Ταῦτα πάντα ὑπομνήματα ἄν τις εἴποι δικαίως εἶναι τῶν ἡμαρτημένων αὐτοῖς, καὶ τῆς ἐκπτώσεως τῆς δόξης ἐκείνης, ἐν ᾗ τυγχάνοντες οὐδενὸς τούτων ἐδέοντο ὅ τε Ἀδὰμ ἥ τε Εὔα, ἀλλ’ ἀνωτέρω πάντων καθειστήκεσαν. | |
53.167(50) | Ἐγεννήθη δὲ τῷ Ἐνὼχ, φησὶ, Γαϊδὰδ, καὶ Γαϊδὰδ ἐγέννησε τὸν Μαλελεὴλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Μαθουσάλα, καὶ Μαθουσάλα ἐγέννησε τὸν Λάμεχ. Ὁρᾷς πῶς παρέδραμε τὰς γενεαλογίας, τῶν ἀῤῥένων μόνον μνημονεύσας ὁ μακάριος οὗτος, καὶ οὐδαμοῦ τῶν | |
55 | θηλειῶν ἐπιμνησθείς. Ἀλλὰ καθάπερ ἐπὶ τοῦ Κάϊν εἶπεν, ὅτι Ἔγνω γυναῖκα αὐτοῦ, μηδὲν διδάξας ἡμᾶς, μηδὲ εἰπὼν πόθεν ἔσχε τὴν γυναῖκα· οὕτω δὴ καὶ ἐν‐ | |
ταῦθα πάλιν φησί· Καὶ ἔλαβεν ἑαυτῷ Λάμεχ δύο | Column end | |
53.168 | γυναῖκας· ὄνομα τῇ μιᾷ Ἀδὰ, καὶ ὄνομα τῇ δευτέρᾳ Σελλά. Καὶ ἔτεκεν Ἀδὰ, φησὶ, τὸν Ἰωβήλ· οὗτος ἦν πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων. Καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ Ἰουβάλ· οὗτος ἦν ὁ καταδείξας | |
5 | ψαλτήριον καὶ κιθάραν. βʹ. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐδίδαξεν ἡμᾶς καὶ τὰ ὀνόματα τῶν τεχθέντων ὑπὸ τῆς γυναικὸς τοῦ Λά‐ μεχ, καὶ τίνα τὰ ἐπιτηδεύματα ἔσχον, καὶ ὅτι ὁ μὲν περὶ τὴν κτηνοτροφίαν ἑαυτὸν ἐξέδωκεν, ὁ δὲ ἐπενόησε ψαλ‐ | |
10 | τήριον καὶ κιθάραν. Σελλὰ δὲ, φησὶν, ἔτεκε καὶ αὐτὴ τὸν Θοβὲλ, καὶ ἦν σφυροκόπος, χαλκεὺς χαλκοῦ καὶ σιδήρου. Πάλιν καὶ τοῦ παρὰ τῆς Σελλᾶς τεχθέντος τὸ ἐπιτήδευμα ἡμῖν ἐδήλωσεν, ὅτι τὴν χαλκευτικὴν τέχνην εἵλετο. Ὅρα πῶς κατὰ μικρὸν τὰ τῆς συστάσεως τοῦ | |
15 | τῶν ἀνθρώπων γένους ᾠκονόμητο. Καὶ πρῶτον μὲν ὁ Κάϊν τῷ ὑπ’ αὐτοῦ τεχθέντι τὴν ὑπ’ αὐτοῦ οἰκοδομου‐ μένην πόλιν ἐπωνόμασεν. Εἶτα οἱ ὑπὸ τῶν γυναικῶν τοῦ Λάμεχ τεχθέντες, ὁ μὲν τῇ κτηνοτροφίᾳ ἑαυτὸν ἐξέ‐ δωκεν, ὁ δὲ ἕτερος τὴν χαλκευτικὴν εἵλετο, ὁ δὲ ψαλτή‐ | |
20 | ριον καὶ κιθάραν κατέδειξεν. Ἀδελφὴ δὲ, φησὶ, Θόβελ Νοεμάν. Τί τὸ καινὸν καὶ παράδοξον; Νῦν γὰρ ἡμῖν πρῶτον δείκνυται θηλείας μνήμην ὀνομαστὶ ποιησάμενος. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλά τι κεκρυμμένον ἡμῖν ἐντεῦ‐ θεν ἐμφαίνων τοῦτο πεποίηκεν ὁ μακάριος προφήτης, | |
25 | ὅπερ εἰς ἕτερον καιρὸν ὑμῖν ταμιευσάμενοι, νῦν τῆς ἀκολουθίας ἐχώμεθα· οὐδὲ γὰρ τὸ τυχόν ἐστι τὸ ἐπαγό‐ μενον, ἀλλὰ καὶ σφόδρα πολλοῦ τοῦ ἀγῶνος δεόμενον, καὶ ἀκριβεστέρας τῆς ἑρμηνείας, ὥστε δυνηθῆναι μετὰ σαφηνείας ἅπαντα διερευνησαμένους πολλὴν ἡμῖν | |
30 | τὴν ὠφέλειαν ἐντεῦθεν παρασχεῖν. Εἶπε γὰρ, φησὶ, Λά‐ μεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκού‐ σατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους· ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις | |
35 | ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Συντείνατέ μοι τὴν διάνοιαν, παρακαλῶ, καὶ πάντα τὸν βιωτικὸν λογισμὸν ἀπωσάμενοι, μετὰ ἀκριβείας τὰ εἰρημένα διερευνησώμεθα, ἵνα μηδὲν ἡμᾶς λαθεῖν δυνηθῇ, ἀλλ’ ὅσον ἡμῖν οἷόν τε πρὸς τὸ βάθος αὐτὸ καθιέντες | |
40 | ἑαυτοὺς, θηρᾶσαι δυνηθῶμεν τὸν ἐγκεκρυμμένον θησαυ‐ ρὸν τοῖς βραχέσι τούτοις ῥήμασιν. Εἶπε δὲ, φησὶ, Λάμεχ ταῖς ἑαυτοῦ γυναιξὶν Ἀδᾷ καὶ Σελλᾷ· Ἀκούσατέ μου τῆς φωνῆς, γυναῖκες Λάμεχ, ἐνωτίσασθέ μου τοὺς λόγους. Σκόπει μοι εὐθέως ἐκ προοιμίων πόσον | |
45 | ὤνησε τοῦτον ἡ εἰς τὸν Κάϊν γεγενημένη τιμωρία. Οὐ μόνον γὰρ οὐ περιμένει τὸν παρ’ ἑτέρου ἔλεγχον, ὡς τῷ αὐτῷ ἁμαρτήματι ἢ καὶ χείρονι περιπεσὼν, ἀλλὰ καὶ μηδενὸς ἐγκαλοῦντος, μηδὲ ἐπιτιμῶντος, αὐτὸς ἑαυτὸν κατάδηλον ποιεῖ, καὶ ἐξαγορεύει τὰ εἰργασμένα, καὶ | |
53.168(50) | ταῖς γυναιξὶ διηγεῖται τοῦ πλημμελήματος τὸ μέγεθος, μονονουχὶ ἐκεῖνο πληρῶν τὸ εἰρημένον παρὰ τοῦ προφή‐ του, ὅτι Δίκαιος ἑαυτοῦ κατήγορος ἐν πρωτολογίᾳ. Μέγιστον γάρ ἐστιν εἰς διόρθωσιν τῶν ἡμαρτημένων ἡ ὁμολογία. Ὥσπερ οὖν βαρύτερον τῶν ἡμαρτημένων τυγ‐ | |
55 | χάνει τὸ μετὰ τὴν πρᾶξιν τῆς ἁμαρτίας ἐπὶ τὴν ἄρνησιν ἔρχεσθαι· ὅπερ καὶ ὁ ἀδελφοκτόνος ἐκεῖνος πέπονθε, καὶ ἐρωτώμενος παρὰ τοῦ φιλανθρώπου Θεοῦ, οὐ μόνον οὐχ ὡμολόγησε τὸ ὑπ’ αὐτοῦ τολμηθὲν, ἀλλὰ καὶ ἐτόλμησε ψεύσασθαι Θεῷ, καὶ διὰ τοῦτο παραταθῆναι αὐτοῦ τὴν | |
60 | ζωὴν ἐποίησε. Ὁ τοίνυν Λάμεχ τοῖς αὐτοῖς περιπεσὼν, | |
53.169 | καὶ εἰς ἐκείνην ἐλθὼν τὴν ἔννοιαν, ὅτι ἐκεῖνον ἡ ἄρνησις χαλεπωτέραν δέξασθαι παρεσκεύασε τὴν τιμωρίαν, κα‐ λέσας τὰς ἑαυτοῦ γυναῖκας, οὐδενὸς καταναγκάζοντος οὐδὲ διελέγχοντος, αὐτὸς διὰ τῆς οἰκείας γλώττης καὶ | |
5 | τὴν ὁμολογίαν τῶν ἡμαρτημένων ποιεῖται, καὶ συγκρί‐ νων τὰ ὑπ’ αὐτοῦ εἰργασμένα τοῖς παρὰ τοῦ Κάϊν πε‐ πραγμένοις, ἑαυτῷ τὴν τιμωρίαν ὁρίζει. Εἶδες κηδεμονίαν Δεσπότου, πῶς καὶ αἱ τιμωρίαι αὐτοῦ φιλανθρωπίας ὑποθέσεις εἰσὶ, καὶ ὅτι οὐ μέχρι τοῦ | |
10 | τὴν τιμωρίαν δεχομένου τὰ τῆς φιλανθρωπίας ἵσταται, ἀλλὰ καὶ τοῖς λοιποῖς χρήσιμον κατασκευάζει τὸ φάρμα‐ κον, εἰ βουληθεῖεν τὴν ἐξ αὐτοῦ ὠφέλειαν καρπώσασθαι; Πόθεν γὰρ, εἰπέ μοι, ὁ Λάμεχ ἑτέρωθεν ἐπὶ τὴν τοσαύ‐ την ἐξομολόγησιν ἐπείχθη, εἰ μὴ τὴν ἐκ τῶν ἐκείνῳ συμ‐ | |
15 | βάντων ὑπόμνησιν εἶχε διηνεκῶς αὐτοῦ τὴν διάνοιαν κατασείουσαν; Εἶπε, φησίν· Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτίσασθέ μου τοὺς λόγους. Ὅρα πῶς καθ’ ἑαυ‐ τὸν δικαστήριον καθίσας, οὕτω τὴν παράκλησιν αὐταῖς προσάγει, ὥστε μὴ παρέργως δέξασθαι τὰ λεγόμενα. | |
20 | Τὸ γὰρ εἰπεῖν, Ἀκούσατέ μου τῆς φωνῆς, καὶ ἐνωτί‐ σασθέ μου τοὺς λόγους, τοῦτο δηλοῦντός ἐστι· Συν‐ τείνατε ὑμῶν, φησὶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε οἷς ἐρεῖν μέλλω. Οὐδὲ γὰρ περὶ τῶν τυχόν‐ των ὑμῖν διαλέξομαι, ἀλλὰ πράγματα ὑμῖν ἐξαγορεύσω | |
25 | λανθάνοντα, καὶ ἃ μηδεὶς ἕτερος οἶδεν, ἀλλ’ ἢ μόνος ἐγὼ, καὶ ὁ ἀκοίμητος ἐκεῖνος ὀφθαλμὸς, ὃν δεδοικὼς σπεύδω καὶ ἐπείγομαι φανερὰ ὑμῖν καταστῆσαι τὰ ὑπ’ ἐμοῦ πεπραγμένα, καὶ ὅσαις τιμωρίαις ἑαυτὸν ὑπεύθυνον κατέστησα διὰ τῶν ἀνοσίων πράξεων. Ὅτι ἄνδρα ἀπέ‐ | |
30 | κτεινα, φησὶν, εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. Μέγα τὸ εἰρημένον, καὶ σφόδρα μέγα, καὶ πολλὴ τοῦ ἀνδρὸς ἡ εὐγνωμοσύνη. Οὐ μόνον γὰρ ὁμολογεῖ τὸ γεγονὸς, καὶ τοὺς φόνους εἰς | |
35 | μέσον ἄγει, οὓς εἰργάσατο, ἀλλὰ καὶ διὰ τῆς συγκρίσεως τῶν ὑπ’ ἐκείνου καὶ ὑπ’ αὐτοῦ γεγονότων τὸ ἐπιτίμιον ἑαυτῷ ἐπιτίθησι. Ποίας γὰρ ἂν εἴη, φησὶ, συγγνώμης ἄξιος ὁ μηδὲ τῇ ἑτέρου τιμωρίᾳ σωφρονισθεὶς, ἀλλὰ καὶ ἔναυλον ἔχων τὴν μνήμην, καὶ πρὸς ἐπὶ τούτοις διπλοῦν | |
40 | ἐργασάμενος φόνον; Ὅτι ἄνδρα, φησὶν, ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ, καὶ νεανίσκον εἰς μώλωπα ἐμοί. Οὐ τοσοῦτον ἠδίκησα, φησὶν, ἐκείνους, οὓς ἀνεῖλον, ὅσον ἐμαυτόν. Εἰς ἄφυκτον γὰρ τιμωρίαν ἑαυτὸν ἐνέβαλον, ἁμαρτήματα ἐργασάμενος συγγνώμης ἐπέκεινα. Εἰ γὰρ | |
45 | ἐκεῖνος ὑπὲρ τοῦ ἑνὸς φόνου ἑπτὰ τιμωρίαις ὑπεύθυνος γέγονεν, ἐγὼ δίκαιος ἂν εἴην ἑβδομηκοντάκις ἑπτὰ τιμω‐ ρίας ὑποσχεῖν. Τίνος ἕνεκεν καὶ διὰ τί; Εἰ γὰρ καὶ φό‐ νον ἐκεῖνος εἰργάσατο, καὶ ἀδελφοῦ φόνον, ἀλλ’ οὐδένα οὐδέποτε πρότερον θεασάμενος τοῦτο πεποιηκότα, οὐδὲ | |
53.169(50) | κατιδὼν ἕτερον διὰ τὴν πρᾶξιν τιμωρηθέντα, καὶ τοσαύ‐ της πειραθέντα τῆς ἀγανακτήσεως, ἅπερ ἀμφότερα ἐμοὶ αὔξει τὰς τιμωρίας· ὅτι καὶ πρὸ τῶν ὀφθαλμῶν ἔχων τὸ ὑπ’ ἐκείνου τολμηθὲν, καὶ τὴν τιμωρίαν ὁρῶν οὕτως ἀνήκεστον οὖσαν, οὐδὲ οὕτως ἐσωφρονίσθην. Διὰ τοῦτο | |
55 | κἂν ἑβδομηκοντάκις ἑπτὰ τιμωρίας ἐκείνου ὑποσταίην, οὐδὲ οὕτω τὴν ἀξίαν δώσω δίκην. γʹ. Ὁρᾷς, ἀγαπητὲ, πῶς αὐτεξούσιον ἡμῶν τὴν γνώμην ὁ Θεὸς ἐδημιούργησε, καὶ ὥσπερ ῥᾳθυμοῦντες ὑποσκε‐ λιζόμεθα, οὕτω καὶ νῆψαι βουληθέντες συνορῶμεν τὸ | |
60 | δέον; Τίς γὰρ, εἰπέ μοι, τοῦτον ἐπὶ τὴν τοσαύτην | |
ἐξομολόγησιν κατήπειγεν; Οὐδεὶς ἕτερος, ἀλλ’ ἢ τὸ συν‐ | Column end | |
53.170 | ειδὸς καὶ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀδέκαστος. Ἐπειδὴ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίνας εἰς ἔργον ἤγαγε τὴν κακὴν ἐπιχείρησιν, εὐθέως κατεξανέστη τὸ συνειδὸς καταβοῶν, καὶ τῶν ἁμαρτηθέντων τὸ μέγεθος, καὶ ὅσαις τιμωρίαις | |
5 | ἑαυτὸν ὑπεύθυνον εἰργάσατο. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· πρὶν ἢ μὲν γὰρ παραχθῆναι, καὶ εἰς ἔργον ἐλθεῖν, σκο‐ τοῖ τὸν λογισμὸν, καὶ ἀπατᾷ τὴν διάνοιαν· ἐπὰν δὲ τε‐ λειωθῇ, τότε δήλην ἡμῖν τὴν αὐτῆς ἀτοπίαν καθίστησι, καὶ ἡ βραχεῖα ἐκείνη καὶ ἄτοπος ἡδονὴ διηνεκῆ τὴν | |
10 | ὀδύνην ἡμῖν ἀντίθησι, καὶ τοῦ συνειδότος ἀφαιρεῖται τὴν παῤῥησίαν, καὶ αἰσχύνῃ περιβάλλει τὸν ἁλόντα. Ὁ γὰρ φιλάνθρωπος Δεσπότης τοιοῦτον ἡμῖν τὸν κατήγο‐ ρον τοῦτον ἐπέστησεν, ὡς μηδέποτε ἠρεμεῖν, ἀλλ’ ἀδια‐ λείπτως συνόντα καταβοᾷν, καὶ δίκην ἀπαιτεῖν τῶν | |
15 | πεπλημμελημένων. Καὶ τοῦτο ἄν τις ἴδοι σαφῶς ἐξ αὐτῶν τῶν πραγμάτων. Ὁ γὰρ πόρνος, ἢ ὁ μοιχὸς, ἢ ὁ ἕτερόν τι τοιοῦτον εἰργασμένος, κἂν πάντας λαθεῖν δυνηθῇ, οὐδὲ οὕτως ἐν ἠρεμίᾳ διάγει, ἀλλ’ ἔχων τοῦτον τὸν σφοδρὸν, κατήγορον τὰς ὑποψίας δέδοικε, τὰς σκιὰς | |
20 | τρέμει, τοὺς εἰδότας, τοὺς οὐκ εἰδότας, διηνεκῆ χειμῶνα ἔχων ἐν ψυχῇ καὶ κύματα ἐπάλληλα. Καὶ οὔτε ὕπνος τῷ τοιούτῳ ἡδὺς, ἀλλὰ φόβου καὶ δειμάτων πεπληρω‐ μένος· οὔτε τροφὴ ἡδονὴν ἔχουσα, οὔτε διάλεξις φίλων τὸν τοιοῦτον μεταγαγεῖν δυνήσεται, ἢ ἀπαλλάξαι τοῦ | |
25 | ἀγῶνος τοῦ ἐπικειμένου· ἀλλὰ καθάπερ δήμιον περι‐ φέρων καταξαίνοντα αὐτὸν καὶ μαστίζοντα διηνεκῶς, οὕτω μετὰ τὴν ἄτοπον πρᾶξιν ἐκείνην περιέρχεται, οὐδενὸς εἰδότος, τὰς ἀφορήτους ἐκείνας τιμωρίας ὑπ‐ έχων, καὶ δικαστὴς ἑαυτοῦ γινόμενος καὶ κατήγορος. | |
30 | Ἀλλ’ ὁ ταῦτα εἰργασμένος ἐὰν βουληθῇ εἰς δέον χρήσασθαι τῇ ἀπὸ τοῦ συνειδότος βοηθείᾳ, καὶ ἐπὶ τὴν ἐξομολόγησιν τῶν πεπραγμένων ἐπειχθῆναι, καὶ τῷ ἰατρῷ δεῖξαι τὸ ἕλκος, τῷ θεραπεύοντι καὶ μὴ ὀνειδί‐ ζοντι, καὶ τὰ παρ’ ἐκείνου φάρμακα δέξασθαι, καὶ μό‐ | |
35 | νος αὐτῷ διαλεχθῆναι, μηδενὸς εἰδότος, καὶ πάντα εἰπεῖν μετὰ ἀκριβείας, ταχεῖαν ποιήσεται τὴν διόρθωσιν τῶν ἐπταισμένων. Ἡ γὰρ ὁμολογία τῶν ἡμαρτημένων ἀφ‐ ανισμὸς γίνεται τῶν πλημμελημάτων. Εἰ γὰρ δὴ ὁ Λάμεχ οὗτος ταῖς ἑαυτοῦ γυναιξὶ τοὺς παρ’ αὐτοῦ γενο‐ | |
40 | μένους φόνους ἐξαγορεῦσαι οὐ παρῃτήσατο, ποίας ἂν εἴημεν συγγνώμης ἄξιοι, τῷ πάντα μετὰ ἀκριβείας εἰ‐ δότι τὰ ἡμέτερα πλημμελήματα μὴ βουλόμενοι ἐξαγο‐ ρεύειν τὰ ἡμαρτημένα; Μὴ γὰρ ἐπειδὴ ἀγνοεῖ, μαθεῖν βούλεται; Οὐκ ἐπειδὴ ἀγνοεῖ, τὴν παρ’ ἡμῶν ὁμολογίαν | |
45 | ἐπιζητεῖ ὁ πάντα εἰδὼς πρὶν γενέσεως αὐτῶν, ἀλλὰ βου‐ λόμενος ἡμᾶς ὁμοῦ καὶ αἴσθησιν λαβεῖν τῶν ἐπταισμέ‐ νων διὰ τῆς ὁμολογίας, καὶ τὴν εὐγνωμοσύνην τὴν παρ’ ἑαυτῶν ἐπιδείξασθαι. Μὴ γὰρ χρήματα ἔπεστιν ἐνταῦθα δαπανῆσαι; μὴ γὰρ ὁδὸν μακρὰν στείλασθαι; μὴ γὰρ | |
53.170(50) | ὀδύνην καὶ ἀλγήματα παρέχει ἡ ἰατρεία αὕτη; Καὶ ἀδάπανός ἐστι, καὶ ἀνώδυνος, καὶ ταχεῖαν παρέχουσα τὴν θεραπείαν. Πρὸς γὰρ τὸν τόνον τῆς διαθέσεως τοῦ προσιόντος, οὕτω καὶ τὰ φάρμακα τῶν τραυμάτων χα‐ ρίζεται ὁ Δεσπότης. Ὁ τοίνυν βουλόμενος θᾶττον πρὸς | |
55 | ὑγίειαν ἐπανελθεῖν, καὶ τὰ τῆς ψυχῆς ἕλκη θεραπεῦσαι, μετὰ νήψεως προσιέτω, πάντων ἑαυτὸν ἀποστήσας τῶν βιωτικῶν, θερμὰ δάκρυα προχεέτω, προσεδρίαν πολλὴν ἐπιδεικνύσθω, πίστιν ἀκριβῆ εἰσφερέτω, καὶ θαῤῥείτω τοῦ ἰατροῦ τῇ τέχνῃ, καὶ παραχρῆμα τῆς ὑγιείας ἀπο‐ | |
60 | λαύσεται. Εἶδες ἰατροῦ φιλοτιμίαν παντὸς πατρὸς φιλο‐ στοργίαν ἀποκρύπτοντος; Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς παρ’ ἡμῶν ἐπιζητεῖ; Συντριβὴν καρδίας, λογισμοῦ κατά‐ | |
νυξιν, ὁμολογίαν πταίσματος, προσεδρίαν συντεταμένην· | ||
53.171 | καὶ οὐ μόνον τῶν τραυμάτων τὴν θεραπείαν χαρίζεται, καὶ τῶν ἡμαρτημένων καθαροὺς ἀποδείκνυσιν, ἀλλὰ καὶ τὸν πρὸ τούτου μυρίοις βαρυνόμενον φορτίοις ἁμαρ‐ τημάτων δίκαιον ἀπεργάζεται. Ὢ φιλανθρωπίας μέγεθος· | |
5 | ὢ ἀγαθότητος ὑπερβολή. Τὸν ἡμαρτηκότα, ἐπειδὰν ὁμο‐ λογήσῃ τὰ ἡμαρτημένα συγγνώμην αἰτήσας, καὶ τὴν εἰς τὸ ἑξῆς ἀσφάλειαν ἐπιδείξηται, ἀθρόον δίκαιον ἀποφαίνει. Καὶ ἵνα μάθῃς τοῦτο σαφῶς, ἄκουε τοῦ προ‐ φήτου λέγοντος· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος. | |
10 | ἵνα δικαιωθῇς. Οὐχ ἁπλῶς εἶπε, Λέγε σὺ τὰς ἀνο‐ μίας σου, ἀλλὰ προσέθηκε, Πρῶτος, τουτέστι, μὴ ἀναμείνῃς τὸν ἐλέγχοντα, μηδὲ ἐκδέξῃ τὸν κατήγορον· αὐτὸς προλαβὼν ἅρπασον τὴν πρωτολογίαν, ἵνα ἀπο‐ κλείσῃς τοῦ κατηγόρου τὴν γλῶτταν. | |
15 | δʹ. Εἶδες δικαστοῦ φιλανθρωπίαν; Ἐπὶ μὲν γὰρ τῶν ἀνθρώπων δικαστηρίων, ὅταν τις τοῦτο ποιῆσαι κατα‐ δέξηται, καὶ τοὺς ἐλέγχους προλαβὼν ὁμολογήσῃ τὰ εἰργασμένα, τὰς μὲν βασάνους καὶ τὰς ἐπαλλήλους τι‐ μωρίας ἴσως διαφυγεῖν δυνήσεται, καὶ ταῦτα εἰ ἡμέρου | |
20 | τινὸς ἐπιτύχῃ δικαστοῦ, τὴν μέντοι ἀπόφασιν τὴν πρὸς θάνατον ἀπάγουσαν πάντως δέχεται· ἐπὶ δὲ τοῦ φιλ‐ ανθρώπου Θεοῦ καὶ τοῦ ἰατροῦ τῶν ἡμετέρων ψυχῶν ἄφατος ἡ ἀγαθότης, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ φιλοτιμία. Ἐὰν γὰρ προλαβόντες τὸν ἀντίδικον τὸν ἡμέ‐ | |
25 | τερον, τὸν διάβολον λέγω, τὸν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ κατὰ πρόσωπον ἡμῶν ἱστάμενον, καὶ ἤδη ἐν τῷ παρόντι βίῳ, πρὸ τῆς εἰς τὸ δικαστήριον εἰσόδου, ὁμολογήσωμεν τὰ πεπραγμένα, καὶ τὴν πρωτολογίαν ἁρπάσωμεν, καὶ αὐτοὶ ἑαυτῶν κατήγοροι γενώμεθα, εἰς τοσαύτην φιλ‐ | |
30 | ανθρωπίαν ἐκκαλεσόμεθα τὸν Δεσπότην, ὡς μὴ μόνον τὴν ἐλευθερίαν τῶν ἡμαρτημένων ἡμῖν δωρήσασθαι, ἀλλὰ καὶ εἰς τὸν τῶν δικαίων κατάλογον ἡμᾶς καταρι‐ θμῆσαι. Εἰ γὰρ ὁ Λάμεχ οὗτος, μήτε νόμου δεδομένου τοῦ διδάσκειν δυναμένου, μήτε προφητῶν ἀκούσας, | |
35 | μήτε ἑτέρας τινὸς παραινέσεως, ἀπὸ τοῦ ἐγκειμένου τῇ φύσει κριτηρίου συνειδὼς ἅπερ ἐτόλμησε, καὶ εἰς μέσον ἤγαγε τὰ εἰργασμένα, καὶ ἑαυτοῦ κατεψηφίσατο· πῶς ἡμεῖς δυνησόμεθα ἀπολογίας τινὸς τυχεῖν μὴ κατὰ πά‐ σης σπουδῆς τὰ ἡμέτερα τραύματα ἐπιδεικνύντες τῷ | |
40 | Δεσπότῃ, καὶ παρ’ αὐτοῦ τὴν τούτων ἰατρείαν δεχόμε‐ νοι; Ὅπερ εἰ μὴ νῦν ποιήσαιμεν, ὅτε νηστείας καιρὸς, ὅτε τοσαύτη τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πᾶσα τρυφὴ ἐκποδών· πότε δυνησόμεθα εἰς ἔννοιαν ἐλθεῖν τῶν ἡμῖν πεπραγμένων; Διὸ παρακαλῶ πάντοτε μὲν νή‐ | |
45 | φειν καὶ ἐγρηγορέναι, καὶ τὴν παροῦσαν ζωὴν ἅπα‐ σαν εἰς τοῦτο καταδαπανᾷν, ἵνα τῇ προσεδρίᾳ δυνηθῶμεν τὴν ἀφόρητον ἐκείνην κόλασιν διαφυγεῖν, καὶ ἐκτὸς γε‐ νέσθαι τοῦ τῆς γεέννης πυρός. Μάλιστα δὲ νῦν μετὰ πλείονος τῆς σπουδῆς τοῦτο δεῖ ποιεῖν, ὅτε διὰ τὸν τῆς | |
53.171(50) | νηστείας καιρὸν καὶ πλείονος καὶ συνεχοῦς ἀπολαύετε τῆς διδασκαλίας. Ἔγνω δὲ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυ‐ ναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπω‐ νόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, | |
55 | ὃν ἀπέκτεινε Κάϊν. Μέχρι τοῦ Λάμεχ τὴν γενεαλογίαν στήσασα ἡ θεία Γραφὴ, ἐπανῆλθε πάλιν ἐπὶ τὸν Ἀδὰμ καὶ τὴν γυναῖκα αὐτοῦ, καί φησιν· Ἔγνω δὲ Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ, λέγουσα· | |
60 | Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ἔτεκε, φησὶν, υἱὸν, καὶ | |
ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ· καὶ οὐκ ἀρκεσθεῖσα | Column end | |
53.172 | ἡ μήτηρ τῇ τεθείσῃ προσηγορίᾳ, φησίν· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπ‐ έκτεινε Κάϊν. Ὅρα καὶ τὴν μητέρα, ὅπως διὰ τῆς προσηγορίας τοῦ τεχθέντος παιδίου τὴν μνήμην τῆς | |
5 | πονηρᾶς ἐκείνης πράξεως διηνεκῆ ἐναποτίθεται, καὶ ἵνα καὶ οἱ εἰς τὰς ἑξῆς γενεὰς εἰδέναι ἔχωσι τὸ τολ‐ μηθὲν ὑπὸ τοῦ Κάϊν, φησίν· Ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα, συγχεομένης ὑπὸ τῆς μνήμης τοῦ γεγονότος, καὶ εὐχαριστούσης μὲν ὑπὲρ | |
10 | τοῦ τεχθέντος, μονονουχὶ δὲ στηλιτευούσης ἐκεῖνον διὰ τῆς τοῦ παιδὸς προσηγορίας. Καὶ γὰρ ἀληθῶς οὐ τὸ τυχὸν πένθος εἰργάσατο τοῖς γονεῦσι, τὴν ἑαυτοῦ δεξιὰν ὁπλίσας κατὰ τοῦ ἀδελφοῦ, καὶ τὸν ποθεινὸν καὶ ἐπ‐ έραστον δείξας αὐτοῖς χαμαὶ ἐῤῥιμμένον, νεκρὸν καὶ | |
15 | ἀναίσθητον. Εἰ γὰρ καὶ τὸ ἐπιτίμιον ἐδέξατο ὁ Ἀδὰμ, Ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· καὶ, Ἐν ᾗ ἂν ἡμέρᾳ φάγητε, θανάτῳ ἀποθανεῖσθε· ἀλλ’ ὅμως ἐν ῥήμασιν ἦν τέως τὰ τῆς ἀποφάσεως, καὶ οὐδέπω ᾔδει‐ σαν, τί ἦν τοῦ θανάτου τὸ εἶδος, ἀλλ’ οὗτος προλαβὼν | |
20 | διὰ τὸ μῖσος τὸν ἀδελφὸν, καὶ τὸν φθόνον τὸν ἔνδοθεν αὐτὸν τήκοντα, ἐπὶ σφαγὴν ὥρμησε τοῦ Ἄβελ, καὶ δει‐ νὸν θέαμα παρέσχε τοῖς γονεῦσιν ἰδεῖν. Διά τοι τοῦτο ἡ μήτηρ μικρὸν ἀνανεύσασα, καὶ μόλις ὀψέ ποτε τοῦ ἀφορήτου πένθους ἐκείνου παραμυθίαν εὑρεῖν δυνηθεῖσα | |
25 | διὰ τοῦ τεχθέντος παιδὸς, καὶ τὴν εὐχαριστίαν ἀναφέρει τῷ Δεσπότῃ, καὶ τοῦ ἀδελφοκτόνου στηλιτεύει τὴν πρᾶ‐ ξιν, ταύτην αὐτῷ καὶ αὐτὴ μεγίστην τιμωρίαν ἐπάγου‐ σα, τὸ διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ παρ’ αὐτοῦ γεγενημένῳ. | |
30 | Εἴδετε ὅσον κακόν ἐστιν ἁμαρτία; πῶς εἰς αἰσχύνην καὶ ὄνειδος προτίθησι τοὺς ταύτην εἰργασμένους; εἴδετε πῶς τῆς ἄνωθεν χάριτος διὰ ταύτην γυμνὸς γέγονε, καὶ ἅπασι προκείμενος εἰς καταγέλωτα; εἴδετε πῶς καὶ τοῖς γονεῦσι τοῖς ὑπὸ τῆς φύσεως αὐτῆς ὠθουμένοις εἰς φι‐ | |
35 | λοστοργίαν βδελυκτὸς κατέστη διὰ τὴν κακὴν ἐπιχείρη‐ σιν; Φεύγωμεν τοίνυν, παρακαλῶ, τὴν ἁμαρτίαν τὴν τοσούτοις ἡμᾶς περιβάλλουσαν κακοῖς, καὶ τὴν ἀρετὴν ἑλώμεθα, ἵνα καὶ τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώμεθα, καὶ τὴν κόλασιν διαφύγωμεν. Καὶ τῷ Σὴθ, φησὶν, ἐγέ‐ | |
40 | νετο υἱός· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Ἐνώς· οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ὅρα πῶς κατὰ μικρὸν λοιπὸν παιδεύονται ταῖς προσηγορίαις τῶν τικτομένων ἐναποτίθεσθαι τῆς οἰ‐ κείας εὐγνωμοσύνης τὴν ἀπόδειξιν. Καὶ οὗτος γὰρ, | |
45 | φησὶν, ὁ Σὴθ, γεννήσας υἱὸν, ἐπωνόμασε τὸ ὄνομα αὐ‐ τοῦ Ἐνώς. Εἶτα ἑρμηνεῦσαι ἡμῖν βουλομένη ἡ θεία Γραφὴ τοῦ ὀνόματος τὴν προσηγορίαν, φησίν· Οὗτος ἤλ‐ πισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Καὶ γὰρ ἐκ τούτου λοιπὸν τὴν ἀρχὴν μέλλει ποιεῖσθαι ὁ | |
53.172(50) | μακάριος προφήτης τῆς γενεαλογίας, τοῦ Κάϊν τὴν μνήμην ἀποπεμψάμενος, καὶ τῶν ἐξ αὐτοῦ μέχρι τοῦ Λάμεχ γεγονότων, καὶ ἐπειδὴ τὴν ἀπὸ τῆς φύσεως αὐτῷ προεδρίαν χαρισθεῖσαν, τὴν τῶν πρωτοτόκων λέγω, τῇ κακίᾳ τῆς προαιρέσεως ἐλυμήνατο, ἐκβάλλεται μὲν | |
55 | αὐτὸς, καὶ οἱ ἐξ αὐτοῦ, τοῦ καταλόγου· ὁ δὲ Σὴθ λοιπὸν ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τούτου διὰ τὴν τῆς προαιρέσεως εὐγνωμοσύνην ἀξιοῦται, καὶ εἰς τοῦτον μεθίσταται λοιπὸν τὰ τῆς πρωτοτοκίας, εἰ καὶ μὴ διὰ τὴν φύσιν, ἀλλὰ διὰ τὴν τῆς προαιρέσεως γνώμην, καὶ | |
60 | οἱ ἐκ τούτου τικτόμενοι τῆς γενεαλογίας ἀξιοῦνται. Καὶ ὥσπερ οὗτος Ἐνὼς ἐκλήθη διὰ τὸ ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ, οὕτω καὶ οἱ ἐκ τούτου λοιπὸν τὸ γένος καταγόμενοι τῆς αὐτῆς ἀξιοῦνται προσηγορίας. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος προφήτης ἐνταῦθα στήσας | |
65 | τὴν διήγησιν πάλιν ἀρχὴν ἑτέραν ποιεῖται. | |
53.173 | εʹ. Ἀλλ’ ἵνα μὴ ἀρξάμενοι τοῦ διηγήματος εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν διδασκαλίαν, ἐνταῦθα καὶ ἡμεῖς καθάπερ ὁ μακάριος οὗτος προφήτης καταπαύσωμεν τὸν λόγον, εἰς τὴν ἑξῆς, ἐὰν ὁ Θεὸς ἐπιτρέπῃ, τῶν ἑπο‐ | |
5 | μένων τὴν ἑρμηνείαν ταμιευσάμενοι. Τέως δὲ ἐπὶ τοῦ παρόντος ἐκεῖνο παρακαλέσαι τὴν ὑμετέραν ἀγάπην βούλομαι, ὥστε καρποῦσθαί τι πλέον ἐκ τῶν παρ’ ἡμῶν λεγομένων, καὶ καθ’ ἑκάστην ἡμέραν ἑαυτοὺς διερευ‐ νᾶσθαι, τί μὲν ἐκ ταύτης τῆς διδασκαλίας ἐκερδάνατε, | |
10 | τί δὲ ἐκ τῆς ἑτέρας, καὶ μὴ μόνον μέχρι τῆς ἀκοῆς δέ‐ χεσθαι τὰ παρ’ ἡμῶν λεγόμενα, ἀλλὰ καὶ εἰς τὴν διά‐ νοιαν ὑμῶν αὐτὰ ἐναποτίθεσθαι, καὶ τῇ συνεχεῖ μελέτῃ παγίαν αὐτῶν τὴν μνήμην ποιεῖσθαι. Βούλομαι γὰρ ὑμᾶς μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις διδα‐ | |
15 | σκάλους γίνεσθαι, ὥστε δύνασθαι καὶ ἑτέρους νουθετεῖν, καὶ μὴ διὰ λόγων μόνον τοῦτο ποιεῖν, ἀλλὰ καὶ διὰ τῶν ἔργων παιδεύειν τοὺς πλησίον πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν. Ἐννόησον γάρ μοι, ὅτι εἰ βουληθείητε καθ’ ἑκάστην ἡμέραν ἐνταῦθα παραγενόμενοι μικρόν τι | |
20 | μέρος καρποῦσθαι, καὶ τῶν ἐνοχλούντων ὑμῖν παθῶν διόρθωσιν ποιήσασθαι, πῶς κατ’ ὀλίγον εἰς αὐτὴν τῆς ἀρετῆς τὴν ἄκραν κορυφὴν ἐλεύσεσθε. Οὐδὲ γὰρ παυό‐ μεθα ἐφ’ ἑκάστης διαλεγόμενοι, καὶ περὶ τῆς ἀρίστης πολιτείας ὑμῖν ἐνηχοῦντες, ὥστε τὰ ὀλέθρια ταῦτα | |
25 | πάθη ἐκκόπτειν, τὸν θυμὸν λέγω, τὴν βασκανίαν, τὸν φθόνον. Τούτων γὰρ ἀναιρεθέντων, εὐκολώτερον καὶ ἡ περὶ τὰ χρήματα μανία διόρθωσιν λήψεται καὶ τῆς περὶ τὰ χρήματα μανίας πάλιν παυθείσης, μετὰ πλείονος τῆς ἀδείας οἱ ἄτοποι λογισμοὶ καὶ αἱ αἰσχραὶ ἐνθυμήσεις | |
30 | κατασταλήσονται· Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία. Ἂν τοίνυν τὴν ῥίζαν ἐκτέμωμεν, καὶ ἐξ αὐτοῦ τοῦ βάθους αὐτὴν ἀνασπάσωμεν, εὐκολώτερον τῶν κλάδων περιεσόμεθα. Ἡ γὰρ ἀκρόπολις τῶν κακῶν, καὶ ὁ κολοφὼν, ὡς εἰπεῖν, τῶν ἁμαρτημάτων, ἡ λύσσα τῶν | |
35 | χρημάτων ἐστὶν, ἧς εἰ βουληθείημεν περιγενέσθαι, οὐδὲν τὸ κωλύον καὶ ταύτην τὴν μανίαν ἐκφυγεῖν, καὶ μετὰ ταύτης συνανασπάσαι καὶ ἐκτεμεῖν πάντα τὰ ὀλέ‐ θρια πάθη. Καὶ μὴ νομίσητε μέγα τι καὶ φορτικὸν εἶναι τὸ χρημάτων ὑπεριδεῖν· Ὅταν γὰρ ἐννοήσω, ὅτι πολλοὶ | |
40 | τῶν ἀνθρώπων διὰ κενὴν καὶ ἀνόνητον φιλοτιμίαν πολλὰ χρυσίου τάλαντα ἐξέχεον εἰς οὐδὲν δέον, ἀλλ’ ἵνα τὴν παρὰ τῶν ἀγοραίων καὶ τριοβολιμαίων πολλάκις ἀνθρώ‐ πων εὐφημίαν καρπώσωνται, τὴν πρὸ τῆς ἑσπέρας τέλος λαμβάνουσαν, πολλάκις δὲ οὐδὲ μέχρι τῆς ἑσπέρας δια‐ | |
45 | μείνασαν, ἀλλὰ καὶ πρὶν ἢ πληρωθῆναι τὴν ἡμέραν μυ‐ ρίοις αὐτοὺς περιβάλλουσαν κακοῖς· [ἕτεροι δὲ τῶν ἐπὶ τῇ πλάνῃ τῇ Ἑλληνικῇ προκατειλημμένων, πάλιν διὰ τὸ πρὸς τὴν τῶν ἀνθρώπων ἐπτοῆσθαι δόξαν, καὶ ταύτην περὶ πολλοῦ ποιεῖσθαι, πάντα τὰ ὄντα ῥίψαντες, καὶ ἓν | |
53.173(50) | μόνον τριβώνιον ἑαυτοῖς καταλιπόντες καὶ βακτηρίαν, οὕτω τὸν ἅπαντα βίον διάγουσι, πάντα τὸν πόνον ἐκεῖνον καὶ τὴν ταλαιπωρίαν διὰ τὴν παρὰ τῶν ἀνθρώπων εὐφη‐ μίαν ὑπομένειν αἱρούμενοι·] ὅταν τοίνυν ταῦτα λογίσω‐ μαι, οὐκ οἶδα ποίαν ἕξομεν ἀπολογίαν ἢ συγγνώμην, | |
55 | οὐδὲ τὸ πολλοστὸν ἐκείνων διὰ τὴν παρὰ τοῦ Θεοῦ δο‐ θεῖσαν ἐντολὴν προέσθαι ἀνεχόμενοι, καὶ διὰ τὴν δόξαν ἐκείνην τὴν ἀθάνατον καὶ πέρας οὐκ ἔχουσαν, ἀλλὰ καὶ ἐκείνων χείρους γινόμενοι, καὶ μηδὲ ὅσον τὸ μέσον ἐννοοῦντες· ὅτι ἐκεῖνοι μὲν διὰ τὴν παρὰ τῶν ἀνθρώπων | |
60 | τῶν ὁμογενῶν ἀνόνητον εὐφημίαν τοσαῦτα προΐενται | Column end |
53.174 | ἡμεῖς δὲ διὰ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν καὶ τῶν ὑπηργμένων χορηγὸν, καὶ ἐκείνας τὰς ἀποῤῥήτους δω‐ ρεὰς ἐπαγγελλόμενον, οὐδὲ τὸ τυχὸν πολλάκις μετα‐ διδόναι τοῖς πενομένοις αἱρούμεθα. Καὶ ποίοις ὀφθαλμοῖς | |
5 | ὀψόμεθα τὸν κριτὴν τῆς οὕτως εὐκόλου ἐντολῆς κατα‐ μελοῦντες; Μὴ γὰρ πάντα τὰ ὄντα ῥῖψαι προτρέπω; Ἀπόλαυε πάσης ἀνέσεως, καὶ τὴν ἑαυτοῦ χρείαν πλη‐ ρώσας τὰ περιττὰ καὶ εἰκῆ κείμενα ταῦτα ἀναγκαῖα ποίησον, καὶ τοῖς λιμῷ πιεζομένοις καὶ ὑπὸ τοῦ κρυμοῦ | |
10 | πηγνυμένοις τούτοις διάνειμαι, καὶ διὰ τῆς τούτων χειρὸς εἰς τὴν ἑαυτοῦ πατρίδα διαπέμπου, ἢν μετ’ οὐ πολὺ λήψῃ. Οὗτοι γὰρ μάλιστα δυνήσονταί σοι χρησι‐ μεῦσαι πρὸς τὴν ἐκεῖ μετακομιδὴν, ἵν’ ὅταν ἀπέλθῃς ἐκεῖ, ἅπαντα εὕρῃς εὐτρεπισμένα, καὶ πλείονος ἀπο‐ | |
15 | λαύσῃς ἐκεῖ τῆς εὐπορίας, ὁρῶν ταῦτα ὑπὸ τῶν μετακο‐ μισάντων, μᾶλλον δὲ ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας πολυπλασιασθέντα. Μὴ γὰρ κάματον ἔχει τὸ πρᾶγμα; μὴ γὰρ φροντίδα τινὰ καὶ μέριμναν; Οὐχ ὑποζυγίων σοι χρεία πρὸς τὴν μετακομιδὴν, οὐ τοῦ φυλάττοντος, οὐκ | |
20 | ἄλλου οὐδενὸς τοιούτου. Οὔτε γὰρ λῃστὴς, οὔτε τοιχω‐ ρύχος ἐκείνην βαδίζει τὴν ὁδὸν, ἵνα λυμαίνηται τοῖς παρὰ σοῦ πεμπομένοις· ἀλλ’ ἅπερ ἢν ἀποθῇ εἰς τὰς τῶν πενήτων χεῖρας, ταῦτα εἰς ἀσφαλὲς ταμιεῖον ἀπο‐ θήσῃ τὴν τοῦ Θεοῦ χεῖρα. Αὕτη γὰρ ἀκέραιον καὶ τὴν | |
25 | τούτων φυλακὴν παρέξει, καὶ ἐπειδὰν ἐπανέλθῃς εἰς τὴν οἰκείαν πατρίδα, μετὰ τῆς ἐκείνων ἀποδόσεως καὶ ἀνα‐ κηρύξει, καὶ στεφανώσει, καὶ ἐν πάσῃ εὐρυχωρίᾳ καὶ ἀνέσει καταστήσει. Ἐκχέωμεν τοίνυν, παρακαλῶ, τὰ ἀποκείμενα εἰς τὰς τῶν πενήτων γαστέρας, καὶ | |
30 | σπείρωμεν ὡς ἔτι καιρὸς, ἵνα εἰς τὸν δέοντα καιρὸν θερίσωμεν, καὶ μὴ προϊέμενοι τὴν παροῦσαν εὐκαιρίαν ὕστερον ἀνόνητα μεταμελώμεθα. Μὴ γὰρ διὰ τοῦτο πλείονά σοι κεχάρισται ὁ φιλάνθρωπος Δεσπότης, ἵνα εἰς τὴν ἑαυτοῦ μόνον χρείαν καταναλώσῃς τὰ δοθέντα, καὶ | |
35 | τὰ λοιπὰ ταμιείοις καὶ κιβωτίοις ἐναποκλείσῃς; Οὐ διὰ τοῦτο, ἀλλ’ ἵνα, κατὰ τὴν παραίνεσιν τὴν ἀποστολικὴν, τὸ σὸν περίσσευμα γένηται εἰς τῶν ἄλλων ὑστέρημα. Καὶ σὺ μὲν ἴσως καὶ ὑπὲρ τὴν χρείαν ἀπολαύεις, καὶ ἐν τῇ τρυφῇ καὶ ἐν τοῖς ἐσθήμασι καὶ ἐν ἄλλῃ πολυτελείᾳ | |
40 | πολλῷ τῷ ἀργύρῳ κεχρημένος, καὶ μέχρι τῶν οἰκετῶν καὶ τῶν ἀλόγων τοῦτον κερματίζων· ὁ δὲ πένης οὐδὲν τούτων ζητεῖ παρὰ σοῦ, ἢ μόνον λιμὸν παραμυθήσασθαι, καὶ τὴν ἀναγκαίαν χρείαν καὶ τὴν ἐφήμερον αὐτῷ τρο‐ φὴν παρασχεῖν, ὥστε συστῆναι καὶ μὴ διαφθαρῆναι· καὶ | |
45 | οὐδὲ τοῦτο ἀνέχῃ ποιῆσαι, οὐδὲ λογίζῃ, ὅτι πολλάκις ἀθρόον ἀναρπασθεὶς τὰ μὲν συλλεγέντα ἅπαντα ἐντεῦ‐ θεν καταλιμπάνεις, καὶ ἐνίοτε εἰς ἐχθροὺς καὶ πολε‐ μίους ταῦτα μεταστήσεται· αὐτὸς δὲ τὰ ἁμαρτήματα ἅπαντα, ἐξ ὧν ταῦτα συλλέγεις, μεθ’ ἑαυτοῦ λαβὼν ἄπει. | |
53.174(50) | Καὶ τί ποτε ἐρεῖς κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; τί δὲ ἀπολογήσῃ οὕτω ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτοῦ σω‐ τηρίαν οἰκονομήσας; Διὰ τοῦτο ἐμοὶ πείθοιο, καὶ ὡς ἔτι καιρὸν ἔχεις, διάνειμαι τὰ περιττὰ τῶν χρημάτων, ἵνα τὴν ἐκεῖ σαυτῷ προαποθῇ σωτηρίαν, καὶ τῶν αἰωνίων | |
55 | ἀγαθῶν εὑρήσῃς τὴν ἀνταπόδοσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς | |
αἰῶνας τῶν αἰώνων. Ἀμήν. | ||
53.175(1t) | ΟΜΙΛΙΑ ΚΑʹ. | |
2n | Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίη‐ | |
3n | σεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν | |
4n | αὐτὸν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς, καὶ | |
5n | ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίη‐ | |
6n | σεν αὐτούς. | |
7 | αʹ. Πολὺς καὶ ἄφατος ὁ θησαυρὸς, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι. Καὶ οἶδα μὲν ὅτι πολλοὶ πρὸς τὸν τῶν ὀνομάτων κατάλογον ἀφορῶντες, καὶ ἐξεπιπο‐ | |
10 | λῆς τοῖς ἀνεγνωμένοις προσέχοντες νομίζουσι μηδὲν πλέον ἔχειν τὰ εἰρημένα, ἀλλ’ ἢ ἁπλῶς ὀνομάτων εἶναι προσηγορίας· ἐγὼ δὲ παρακαλῶ πάντας ὑμᾶς μὴ ἁπλῶς παρατρέχειν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Οὐδὲν γὰρ τῶν ἐνταῦθα γεγραμμένων ἐστὶν, ὃ μὴ πολὺν νοημά‐ | |
15 | των πλοῦτον ἔχει· ἐπειδὴ γὰρ Πνεύματι θείῳ ἐνηχού‐ μενοι ἐξέθεντο οἱ μακάριοι προφῆται, διὰ τοῦτο ἅτε Πνεύματι γεγραμμέναι πολὺν ἔχουσιν ἐγκεκρυμμένον θησαυρόν. Καὶ μὴ θαυμάσῃς, εἰ ἐν τῷ καταλόγῳ τῶν ὀνομάτων νῦν ἐπαγγέλλομαι ὑμῖν δεικνύναι πολὺν ἐγ‐ | |
20 | κεκρυμμένον πλοῦτον νοημάτων. Οὐδὲ γὰρ συλλαβὴ, οὐδὲ κεραία μία ἐστὶν ἐγκειμένη παρὰ τῇ Γραφῇ, ᾗ μὴ πολὺς ἐναπόκειται θησαυρὸς ἐν τῷ βάθει. Διά τοι τοῦτο προσήκει ἡμᾶς ὑπὸ τῆς ἄνωθεν χάριτος ὁδη‐ γουμένους, καὶ τὴν παρὰ τοῦ ἁγίου Πνεύματος ἔλλαμ‐ | |
25 | ψιν δεξαμένους, οὕτως ἐπιέναι τὰ θεῖα λόγια. Οὐδὲ γὰρ σοφίας ἀνθρωπίνης δεῖται ἡ θεία Γραφὴ πρὸς τὴν κα‐ τανόησιν τῶν γεγραμμένων, ἀλλὰ τῆς τοῦ Πνεύματος ἀποκαλύψεως, ἵνα τὸν ἀληθῆ νοῦν τῶν ἐγκειμένων κατα‐ μαθόντες πολλὴν ἐκεῖθεν δεξώμεθα τὴν ὠφέλειαν. Εἰ | |
30 | γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασι τὰ ὑπὸ τῶν ἀνθρώπων συντελούμενα γραμματεῖα πολλάκις τῷ χρόνῳ διαφθα‐ ρέντα, ὑπὸ τοῦ ἐγκειμένου χρόνου τῷ προοιμίῳ τοῦ γραμματείου, καὶ ἀπὸ μιᾶς συλλαβῆς πολλὴν ἔσχε τὴν ἰσχύν· πολλῷ μᾶλλον ἐπὶ τῶν θείων Γραφῶν τῶν | |
35 | Πνεύματι· ἁγίῳ συγκειμένων τοῦτό ἐστιν εὑρεῖν, μόνον ἐὰν νήφωμεν, καὶ μὴ ἁπλῶς παρατρέχωμεν, ἀλλὰ συν‐ τείνοντες ἡμῶν τὸν λογισμὸν κατοπτεύσωμεν ἅπαντα μετὰ ἀκριβείας, καὶ μὴ χείρους γινώμεθα τῶν περὶ τὰ αἰσθητὰ τοσαύτην τὴν σπουδὴν ἐπιδεικνυμένων. Καὶ | |
40 | γὰρ οἱ τὴν μεταλλικὴν γῆν ἀνορύττοντες οὐ μέχρι τῆς ἐπιφανείας ἵστανται, ἀλλ’ ἐπειδὰν πολὺ βάθος κατέλ‐ θωσι, καὶ καταλαβεῖν, δυνηθῶσι τοῦ χρυσίου τὰ ψήγματα, μετὰ πολλοῦ τοῦ πόνου καὶ τῆς εὐτονίας τῆς γῆς χωρί‐ ζουσι, καὶ μετὰ τὸν πολὺν ἐκεῖνον πόνον, βραχεῖάν τινα | |
45 | τῶν πόνων εὑρίσκουσι παραμυθίαν· καὶ ὅμως εἰδότες ὅτι ἐλάττονα τῶν πόνων καρποῦνται τὴν ὠφέλειαν, πολ‐ λάκις δὲ καὶ μετὰ τὴν πολλὴν ἀγρυπνίαν καὶ τὸν κά‐ ματον, καὶ τῆς προσδοκίας διήμαρτον, καὶ οὐδὲ οὕτως ἀφίστανται, ἀλλὰ τῇ ἐλπίδι τρεφόμενοι, τῶν πόνων | |
53.175(50) | αἴσθησιν οὐ λαμβάνουσιν. Εἰ τοίνυν ἐκεῖνοι περὶ τὰ φθαρτὰ καὶ ἐπίκηρα, ἔνθα καὶ ἀδηλία πολλὴ, τοσαύ‐ την ἐπιδείκνυνται τὴν σπουδὴν, πολλῷ μᾶλλον προσ‐ ήκει ἡμᾶς ὅπου καὶ ὁ πλοῦτος ἀναφαίρετος, καὶ ὁ θησαυρὸς ἀδαπάνητος, καὶ διαμαρτεῖν οὐκ ἔνι, τὴν ἴσην | |
55 | καὶ πλείονα σπουδὴν ἐπιδείκνυσθαι, ἵνα δυνηθῶμεν ἐπι‐ τυχεῖν τῶν σπουδαζομένων, καὶ τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσάμενοι, καὶ καταμαθόντες τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, εὐγνώμονές τε γενώμεθα περὶ τὸν ἡμέ‐ τερον Δεσπότην, καὶ τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπασάμενοι, | |
60 | ἀχείρωτοι καταστῶμεν ταῖς τοῦ διαβόλου παγίσι. Φέρε οὖν τὰ πρόσφατον ἀναγνωσθέντα εἰς μέσον προθέντες, διερευνησώμεθα μετὰ ἀκριβείας ἕκαστον, ἵνα τῆς συν‐ ήθους ἀπολαύσαντες διδασκαλίας, οὕτως οἴκαδε ἀναχω‐ ρήσητε. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως ἀνθρώπων, ᾗ | |
65 | ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ κατ’ εἰκόνα Θεοῦ | Column end |
53.176 | ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. Θέα μοι τοῦ θαυμαστοῦ τούτου προ‐ φήτου τὴν σύνεσιν· μᾶλλον δὲ τοῦ ἁγίου Πνεύματος τὴν | |
5 | διδασκαλίαν. Ἐκεῖθεν γὰρ ἐνηχούμενος ἅπαντα ἡμῖν φθέγγεται, καὶ τὴν γλῶτταν μὲν οὗτος ἐδάνεισεν, ἡ δὲ τοῦ Πνεύματος χάρις πάντα σαφῶς διὰ τούτου τὴν ἡμε‐ τέραν διδάσκει φύσιν. Σκόπει τοίνυν πῶς εἰς ἀρχὴν τὸν λόγον ἀνήγαγε, καὶ ἄνωθεν, ὡς εἰπεῖν, πάλιν τὴν διήγη‐ | |
10 | σιν ποιήσασθαι βούλεται. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ γὰρ εἶδε τοὺς ἤδη γεγονότας πολλὴν τὴν ἀγνω‐ μοσύνην ἐπιδειξαμένους, καὶ μηδὲ τοῖς εἰς τὸν πρωτό‐ πλαστον γεγενημένοις σωφρονισθέντας, ἀλλ’ εἰς αὐτὸν τὸν κρημνὸν τῆς κακίας κατενεχθέντας· ὅ τε γὰρ ὑπ’ | |
15 | αὐτοῦ τεχθεὶς εὐθέως διὰ βασκανίαν εἰς ἀδελφοκτονίαν ὥρμησε· διὸ καὶ τὴν τιμωρίαν ἐκείνην τὴν χαλεπωτά‐ την ἐδέξατο, καθὼς φθάσαντες ἐδιδάξαμεν τὴν ὑμετέραν ἀγάπην· εἶτα πάλιν οἱ μετ’ ἐκεῖνον, οὐδὲ τῇ τούτου τι‐ μωρίᾳ σωφρονισθέντες, χείροσι κακοῖς ἑαυτοὺς περι‐ | |
20 | έβαλον, καθάπερ ἠκούσατε χθὲς τοῦ Λάμεχ τὴν οἰκείαν ἁμαρτίαν διηγουμένου ταῖς ἑαυτοῦ γυναιξὶ, καὶ καθ’ ἑαυτοῦ τὸ ἐπιτίμιον ὁρίζοντος· ἐπεὶ κατὰ μικρὸν εἶδεν αὐξανομένην αὐτῶν τὴν κακίαν καθάπερ ῥεῦμα πονηρὸν μέλλον κατὰ παντὸς διατρέχειν τοῦ σώματος, ἵστησι τῆς | |
25 | κακίας τὴν φορὰν, καὶ τὰς γενεὰς ταύτας λοιπὸν τὰς ἐκ τοῦ Κάϊν μέχρι τοῦ Λάμεχ γενομένας οὐδὲ μνήμης ἀξιοῖ, ἀλλ’ ὥσπερ ἀρχήν τινα ποιούμενος, καὶ τὸ πένθος τοῦ Ἀδὰμ καὶ τῆς Εὔας παραμυθήσασθαι βουλόμενος, ᾧ περιβαλεῖν αὐτοὺς ἐτόλμησεν ὁ ἀδελφοκτόνος, τὴν | |
30 | δεξιὰν ὁπλίσας κατὰ τοῦ Ἄβελ, οὕτως ἄρχεται τῆς διηγήσεως, καί φησιν· Αὕτη ἡ βίβλος γενέσεως ἀν‐ θρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίη‐ σεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, | |
35 | ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. βʹ. Σκόπει πῶς τοῖς αὐτοῖς ῥήμασι κέχρηται, ὡς καὶ ἐν προοιμίοις, ἵνα διδάξῃ ἡμᾶς, ὅτι ὡς ἀδοκίμους γε‐ νομένας τὰς γενεὰς ἐκείνας οὐδὲ μνήμης λοιπὸν ἀξιοῖ, ἀλλ’ ἐκ τοῦ νῦν τεχθέντος, τοῦ Σὴθ λέγω, τῆς γενεα‐ | |
40 | λογίας ἄρχεται, ἵνα καὶ ἐκ τούτου μάθῃς, ὅσος τῷ Θεῷ λόγος τῆς ἀνθρωπίνης φύσεως, καὶ ὅπως ἀποστρέφεται τοὺς φονικὴν ἔχοντας τὴν γνώμην. Ὡς γὰρ μηδὲ πα‐ ραχθέντων λοιπὸν ἐκείνων εἰς τὸν βίον, οὕτως αὐτῶν τὴν γνώμην παραλιμπάνει, δεικνὺς ἡμῖν, ὅσον ἐστὶ κα‐ | |
45 | κία χαλεπὸν, καὶ ὅτι ἑαυτοῖς τὰ μέγιστα λυμαίνονται οἱ ταύτην ἀσπαζόμενοι. Ἰδοὺ γὰρ οὗτοι μὲν τοῦ καταλόγου λοιπὸν ἐξαλείφονται, ἐπὶ τοσοῦτον δὲ μνήμης ἠξιώθησαν μόνον, ὥστε τὴν κακίαν αὐτῶν στηλιτεύεσθαι, καὶ ταῖς εἰς τὸ ἑξῆς γενεαῖς γενέσθαι σωφρονισμοῦ ὑπόθεσιν. Ὁ | |
53.176(50) | δὲ ἀδίκως ἀναιρεθεὶς, καὶ ὑπὸ τῆς ἀδελφικῆς χειρὸς φονευθεὶς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἐν τοῖς ἁπάντων ᾄδεται στόμασι, καὶ οὔτε ὁ χρόνος τούτου τὴν μνήμην ἔσβεσεν, οὔτε ἐκείνου τὴν κατηγορίαν ὑπετέμετο, ἀλλὰ καὶ οὗτος καθ’ ἑκάστην ἡμέραν παρὰ πάντων ἀνακη‐ | |
55 | ρύττεται, καὶ ἐκεῖνος διηνεκῶς στηλιτεύεται. Εἴδετε ὅση τῆς κακίας ἡ λύμη, καὶ ὅση τῆς ἀρετῆς ἡ ἰσχὺς, καὶ ὅπως ἡ μὲν, καὶ πολεμοῦσα καὶ περιγινομένη, σβέννυταί τε καὶ ἀφανίζεται, ἡ δὲ, καὶ πολεμουμένη καὶ τὰ μυρία δεινὰ ὑπομένουσα, ταύτῃ μᾶλλον καὶ λαμπρο‐ | |
60 | τέρᾳ καὶ φαιδροτέρα γίνεται; Καὶ ἐνῆν μὲν καὶ ἐξ ἑτέ‐ | |
ρων πραγμάτων ὁμοίως συμβάντων τοῦτο δεῖξαι νῦν | ||
53.177 | ἐπὶ τῆς ὑμετέρας ἀγάπης· ἀλλ’ ἵνα μὴ τῆς προκειμένης ἀκολουθίας τέως ἐκπέσωμεν, φέρε πάλιν ἐπαναλάβωμεν αὐτὰ τὰ εἰρημένα. Αὕτη ἡ βίβλος, φησὶ, γενέσεως ἀνθρώπων, ᾗ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν Ἀδὰμ, | |
5 | κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς· καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτῶν Ἀδὰμ, ᾗ ἡμέρᾳ ἐποίησεν αὐτούς. Ὅρα πῶς πάλιν τῆς διηγήσεως ἄνωθεν ἀρξαμένη ἡ θεία Γραφὴ ὑπομι‐ μνήσκει ἡμᾶς, ὅσης ἠξίωται τιμῆς ὁ δημιουργηθεὶς | |
10 | ἄνθρωπος. ᾟ ἡμέρᾳ, φησὶν, ἐποίησεν Ἀδὰμ, κατ’ εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν, ἀντὶ τοῦ, ἄρχοντα αὐτὸν κατέστησε πάντων τῶν ὁρωμένων. Τοῦτο γάρ ἐστι· Κατ’ εἰκόνα κατά τε τὸν τῆς ἀρχῆς λόγον, καὶ κατὰ τὸν τῆς δεσποτείας. Ὥσπερ γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν κατὰ | |
15 | πάντων ἀρχὴν ἔχει τῶν τε ὁρατῶν, τῶν τε ἀοράτων, δημιουργὸς ἁπάντων τυγχάνων, οὕτω καὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν δημιουργήσας, ἐβουλήθη πάντων τῶν ὁρω‐ μένων τὴν ἀρχὴν αὐτὸν ἔχειν. Διὸ καὶ τὴν τῆς ψυχῆς οὐσίαν αὐτῷ ἐχαρίσατο, βουληθεὶς αὐτὸν καὶ ἀθάνατον | |
20 | εἶναι εἰς τὸ διηνεκές· ἀλλ’ ἐπειδὴ διὰ ῥᾳθυμίαν ὤλισθε, καὶ παρέβη τὴν δοθεῖσαν αὐτῷ ἐντολὴν, οὐδὲ οὕτω τέ‐ λεον ἀπεστράφη τὴν οἰκείαν φιλανθρωπίαν μιμούμε‐ νος, ἀλλὰ τῆς μὲν ἀθανασίας αὐτὸν ἀπεστέρησε, θανάτῳ δὲ καταδικάσας ἐπὶ τῆς αὐτῆς ἀρχῆς σχεδὸν ἀφῆκεν | |
25 | εἶναι. Εἶτα ἐπειδὴ ὁ ἐξ αὐτοῦ τεχθεὶς εἰς τοσαύτην μα‐ νίαν ἐξώκειλε, καὶ πρῶτος τὸ εἶδος τοῦ φόνου εἰσήνεγκε, καὶ τὸν βεβιασμένον ἐκεῖνον θάνατον κατέδειξε, καὶ πολ‐ λὴν ἐπεδείξατο τὴν ἀγνωμοσύνην ψεῦδος τῷ φόνῳ συν‐ άψας, τῇ διηνεκεῖ τιμωρίᾳ σωφρονίσαι αὐτὸν ἠβουλήθη, | |
30 | ἵνα μὴ μόνον αὐτὸς κερδάνῃ ἐκ τῶν εἰς αὐτὸν γεγενη‐ μένων, ἀλλὰ καὶ τοὺς μετὰ ταῦτα διδάσκῃ καὶ τῶν τε‐ τολμημένων τὸ μέγεθος, καὶ τῆς ἀτοπίας τὴν ὑπερβολήν. Ἀλλ’ ἐπειδὴ διὰ πολλὴν ῥᾳθυμίαν καὶ οἱ ἐκ τούτου γε‐ γενημένοι κατὰ μικρὸν χείροσιν ἑαυτοὺς περιέβαλον κα‐ | |
35 | κοῖς, παραμυθήσασθαι, ὡς εἰπεῖν, βουλόμενος τὸν Ἀδὰμ οὐ μόνον διὰ τὴν οἰκείαν παράβασιν ἐν τοσαύτῃ τυγχά‐ νοντα κατηφείᾳ, ἀλλὰ καὶ διὰ τὸ τόλμημα τοῦ Κάϊν, καὶ τὸ πένθος ἐκεῖνο τὸ ἀφόρητον, ὅπερ εἶδε τοῖς οἰκείοις ὀφθαλμοῖς· οὔτε γὰρ τοῦ θανάτου ᾔδεσαν τὸ εἶδος, εἰ | |
40 | καὶ τὴν ἀπόφασιν ἐδέξαντο· καὶ διπλοῦν αὐτῷ, καὶ τριπλοῦν τὸ πένθος ἐγένετο, ὅτι τε καὶ τὸν θάνατον πρῶτον εἶδον εἰσενεχθέντα εἰς τὸν βίον, καὶ βίαιον θά‐ νατον, καὶ ὑπὸ τοῦ παιδὸς τολμηθέντα, καὶ εἰς ἀδελφὸν ὁμομήτριον, καὶ ὁμοπάτριον, καὶ οὐδὲν ἠδικηκότα· βου‐ | |
45 | λόμενος τοίνυν ὁ φιλάνθρωπος Θεὸς ἀντίῤῥοπον αὐτῷ τῶν λυπηρῶν τὴν παραμυθίαν εἰσαγαγεῖν, ἕτερον αὐτῷ παρέχει παῖδα τὸν Σὴθ, καὶ ἀρκοῦσαν αὐτῷ τὴν παρά‐ κλησιν ἐντεῦθεν ποιησάμενος, ἀπὸ τούτου λοιπὸν τῆς γενέσεως τὴν ἀρχὴν συνίστησι. Διὰ τοῦτο καὶ ὁ μακά‐ | |
53.177(50) | ριος προφήτης οὕτως ἤρξατο λέγων· Αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων. Εἶτα ἐπαγγειλάμενος τὴν γένεσιν τῶν ἀνθρώπων διηγεῖσθαι, σκόπει οἵᾳ κέχρηται ἀκο‐ λουθίᾳ· Ἔζησε, φησὶν, Ἀδὰμ ἔτη διακόσια τριάκοντα, καὶ ἐγέννησε κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν | |
55 | εἰκόνα αὐτοῦ, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ. Ἐγένοντο δὲ αἱ ἡμέραι αὐτοῦ ἔτη ἑπτακόσια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας. Καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Ἀδὰμ ἔτη ἐννακόσια τριάκοντα, καὶ ἀπέθανεν. | |
60 | γʹ. Οὐ καλῶς ἔλεγον ἐν τοῖς προοιμίοις, ὅτι οὐδὲν ἔστιν εὑρεῖν ἁπλῶς καὶ εἰκῆ γεγραμμένον ἐν τῇ θείᾳ Γραφῇ; | |
Ἰδοὺ γὰρ καὶ νῦν πόσῃ τῇ ἀκριβείᾳ ἐχρήσατο ὁ μακά‐ | Column end | |
53.178 | ριος οὗτος προφήτης. Ἐγέννησε δὲ, φησὶν, Ἀδὰμ κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σήθ· ἐπὶ δὲ τοῦ πρό‐ τερον τεχθέντος, τοῦ Κάϊν λέγω, οὐδὲν τοιοῦτον ἐπιση‐ | |
5 | μηνάμενος, ἀλλ’ ἄνωθεν προμηνύων αὐτοῦ τὴν ἐπὶ τὴν κακίαν ὁρμήν· καὶ εἰκότως· οὐ γὰρ ἔσωζε τοὺς πατρι‐ κοὺς χαρακτῆρας, ἀλλ’ εὐθέως πρὸς τὴν κακίαν ηὐτο‐ μόλησεν. Ἐνταῦθα δέ φησι, Κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ, τουτέστιν ὁμότροπον τῷ γε‐ | |
10 | γεννηκότι, τοὺς αὐτοὺς τῆς ἀρετῆς χαρακτῆρας διασώ‐ ζοντα, τὴν εἰκόνα τὴν πατρικὴν διὰ τῶν ἔργων δει‐ κνύντα, ἀνακαλέσασθαι δυνάμενον διὰ τῆς οἰκείας ἀρετῆς τοῦ προλαβόντος τὸ πλημμέλημα. Οὐδὲ γὰρ περὶ σωμα‐ τικῶν χαρακτήρων ἐνταῦθα ἡμῖν διαλέγεται ἡ Γραφὴ | |
15 | λέγουσα, Κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ· ἀλλὰ περὶ τῆς ἐν τῇ ψυχῇ καταστάσεως, ἵνα μά‐ θωμεν, ὅτι οὗτος οὐκ ἔσται τοιοῦτος. Διὸ καὶ ἡ μήτηρ τὴν προσηγορίαν ἐπιθεῖσα τῷ παιδὶ μετ’ εὐχαριστίας ταύτην ἐπιτίθησι, καὶ οὐ τῇ φύσει, οὐδὲ τῷ τόκῳ λογί‐ | |
20 | ζεται τὸ τεχθὲν παιδίον, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Ἐκείνη γὰρ καὶ τὴν φύσιν διήγειρε πρὸς τὸν τόκον, καί φησιν· Ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Σὴθ λέγουσα· ἐξανέστησε γάρ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὅρα τοῦ ῥήματος τὴν | |
25 | ἀκρίβειαν. Οὐκ εἶπεν, ἔδωκέ μοι ὁ Θεὸς, ἀλλ’ Ἐξανέ‐ στησέ μοι. Σκόπει πῶς ἀμυδρῶς τὰ προοίμια τῆς ἀνα‐ στάσεως ἐντεῦθεν δείκνυται ἤδη διὰ τοῦ ῥήματος. Ὡς γὰρ ἂν εἴποι τις ἔλεγεν· ἀντὶ τοῦ πεσόντος ἀνέστησέ μοι τοῦτον. Εἰ καὶ ἐκεῖνος, φησὶν, ὑπὸ τῆς ἀδελφικῆς | |
30 | δεξιᾶς εἰς τὴν γῆν κατέπεσε, καὶ τοῦ θανάτου πεῖραν ἔλαβεν, ἀλλ’ ἡ τοῦ Θεοῦ δύναμις ἀντὶ τοῦ πεσόντος τοῦ‐ τον ἤγειρεν. Ἐπειδὴ γὰρ οὐδέπω καιρὸς ἦν τῆς ἀναστά‐ σεως, οὐχὶ τὸν πεσόντα ἤγειρεν, ἀλλ’ ἕτερον ἀντ’ ἐκεί‐ νου· διὸ καὶ αὐτή φησιν· Ἐξανέστησε γάρ μοι ὁ Θεὸς | |
35 | σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Εἶδες εὐγνωμοσύνην γυναικός; εἶδες φιλανθρωπίαν Δεσπότου; πῶς ταχεῖαν αὐτοῖς τὴν παραμυθίαν ἐπενόησε; Ταύτην μιμώμεθα ἅπαντες, καὶ τὸ πᾶν τῇ ἄνωθεν χάριτι λογι‐ ζώμεθα. Εἰ γὰρ καὶ ἡ φύσις ἐργάζεται, ἀλλ’ οὐκ οἰκείᾳ | |
40 | δυνάμει, ἀλλὰ τῷ προστάγματι τοῦ δημιουργήσαντος εἴκουσα· καὶ μηδέποτε ἀλγείτωσαν γυναῖκες, ἐπειδὰν μὴ τίκτωσιν, ἀλλὰ γνώμην εὐχάριστον ἐπιδεικνύμεναι ἐπὶ τὸν τῆς φύσεως δημιουργὸν καταφευγέτωσαν, καὶ παρ’ ἐκείνου αἰτείτωσαν τοῦ τῆς φύσεως Δεσπότου, καὶ μήτε | |
45 | τῇ συνουσίᾳ τῶν συνοικούντων, μήτε ἑτέρῳ τινὶ λογιζέ‐ σθωσαν τὴν τῶν παίδων γονὴν, ἀλλὰ τῷ δημιουργῷ τῶν ὅλων τῷ καὶ ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγόντι τὴν φύσιν τὴν ἡμετέραν, καὶ χωλεύουσαν πάλιν διορθῶ‐ σαι δυναμένῳ· ἐπεὶ καὶ αὕτη τὴν τοῦ πένθους ὑπόθεσιν | |
53.178(50) | δοξολογίας ἀφορμὴν ἐποιήσατο, καὶ τῷ Δεσπότῃ τὸ πᾶν λογίζεται λέγουσα, Ἐξανέστησέ μοι ὁ Θεὸς σπέρμα ἕτερον ἀντὶ Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν. Ὁρᾷς πῶς οὐ μόνον οὐκ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι λυπηρὸν (οὐ γὰρ ἂν παρέλιπεν ἡ θεία Γραφὴ, εἴ γέ τι τοιοῦτον εἴρητο | |
55 | παρ’ αὐτῆς), ἀλλὰ γενναίως ἐνεγκοῦσα τὸ συμβὰν, τα‐ χείας ἀξιοῦται τῆς παραμυθίας, καὶ πλείονα τὴν εὐγ‐ νωμοσύνην ἐπιδείκνυται, ἀνακηρύττουσα τοῦ Δεσπότου τὴν εὐεργεσίαν; Ὅρα γὰρ μεθ’ ὅσης φιλοτιμίας ὁ Δε‐ σπότης τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται. Οὐ μόνον γὰρ υἱὸν | |
60 | ἕτερον ἐχαρίσατο, ἀλλὰ καὶ ἐνάρετον αὐτὸν ἔσεσθαι ἤδη προμηνύει. Ἐγέννησε γὰρ, φησὶ, κατὰ τὴν ἰδέαν αὐτοῦ, καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ. Καὶ ἵνα μάθωμεν εὐθέως | |
τοῦ τεχθέντος τὴν ἀρετὴν, ὅρα καὶ αὐτὸν πάλιν διὰ τῆς | ||
53.179 | προσηγορίας τοῦ ὑπ’ αὐτοῦ τεχθέντος δεικνύντα τὸ φι‐ λόθεον αὐτοῦ τῆς γνώμης. Καὶ τῷ Σὴθ φησὶν, ἐγένετο υἱὸς, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Ἐνώς. Οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. | |
5 | Εἶδες προσηγορίαν διαδήματος λαμπροτέραν, ἁλουργίδος φαιδροτέραν; Τί γὰρ ἂν εἴη μακαριστότερον τοῦ τοιού‐ του τοῦ τῇ ἐπικλήσει τοῦ Θεοῦ καλλωπιζομένου, καὶ τοῦτο ἀντὶ ὀνόματος κεκτημένου; Ὁρᾷς πῶς, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, καὶ ἐν αὐταῖς ψι‐ | |
10 | λαῖς ταῖς προσηγορίαις πολὺς ἐναπόκειται πλοῦτος νοη‐ μάτων; Οὐ μόνον γὰρ τῶν γονέων ἐντεῦθεν δείκνυται τὸ φιλόθεον· ἀλλὰ καὶ ἡ πολλὴ περὶ τοὺς παῖδας αὐτῶν ἐπι‐ μέλεια· καὶ ὅπως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπαίδευον τὰ τικτόμενα παιδία διὰ τῆς προσηγορίας, ἣν αὐτοῖς ἐπε‐ | |
15 | τίθεσαν, τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ οὐ καθάπερ οἱ νῦν ἁπλῶς καὶ ὡς ἔτυχε τὰς προσηγορίας ποιοῦνται. Εἰς τὸ ὄνομα, φησὶ, τοῦ πάππου, καὶ τοῦ ἐπιπάππου καλείσθω τὸ παιδίον· ἀλλ’ οἱ παλαιοὶ οὐχ οὕτως, ἀλλὰ πᾶσαν σπουδὴν ἐποιοῦντο τοιαύτας προσηγορίας ἐπιτιθέναι τοῖς | |
20 | τικτομένοις, αἳ μὴ μόνον αὐτοὺς τοὺς τὴν προσηγορίαν δεχομένους εἰς ἀρετὴν ἐνῆγον, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι καὶ ταῖς μετὰ ταῦτα γενεαῖς διδασκαλία φιλοσο‐ φίας ἁπάσης ἐγίνοντο. Καὶ τοῦτο εἰσόμεθα κατὰ μικρὸν προϊόντος τοῦ λόγου. Μὴ τοίνυν μηδὲ ἡμεῖς τὰς τυχού‐ | |
25 | σας προσηγορίας ἐπιτιθῶμεν τοῖς παισὶν, μηδὲ τῶν πάππων, καὶ τῶν ἐπιπάππων, καὶ τῶν πρὸς γένος δια‐ φερόντων τὰς ὀνομασίας αὐτοῖς χαριζώμεθα, ἀλλὰ τῶν ἁγίων ἀνδρῶν τῶν ἀρετῇ διαλαμψάντων, τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχηκότων· μᾶλλον δὲ μηδὲ | |
30 | ταῖς τούτων προσηγορίαις ἁπλῶς θαῤῥείτωσαν μήτε οἱ γονεῖς, μήτε οἱ παῖδες, οἱ τὰς προσηγορίας δεχόμενοι. Οὐδὲ γὰρ ὀνίνησί τι προσηγορία ἀρετῆς ἔρημος οὖσα, ἀλλὰ δεῖ ἐν τῇ κατορθώσει τῆς ἀρετῆς τὰς ἐλπίδας τῆς σωτηρίας ἔχειν, καὶ μήτε ἐπὶ προσηγορίᾳ μέγα φρονεῖν | |
35 | μήτε ἐπὶ συγγενείᾳ τῶν ἁγίων ἀνδρῶν, μήτε ἐπ’ ἄλλῳ μη‐ δενὶ ἀλλ’ ἐπὶ τῇ τῶν οἰκείων ἔργων παῤῥησίᾳ· μᾶλ‐ λον δὲ μηδὲ ἐπὶ ταύτῃ μέγα φρονεῖν, ἀλλὰ τότε μᾶλλον κα‐ τεστάλθαι καὶ μετριάζειν, ὅταν πολὺν τὸν πλοῦτον τῆς ἀρε‐ τῆς συναγαγεῖν δυνηθῶμεν· οὕτω γὰρ καὶ αὐτοὶ μετὰ ἀσφα‐ | |
40 | λείας τὸν συλλεγέντα πλοῦτον συνάξομεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασόμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς, Ὅταν πάντα ποιήσετε, λέγετε, ὅτι ἀχρεῖοι δοῦλοί ἐσμεν· πανταχοῦ κατα‐ στέλλων αὐτῶν τὰ φρονήματα, καὶ πείθων μὲν μετριο‐ | |
45 | φρονεῖν, καὶ μὴ ἐπαίρεσθαι ἐπὶ κατορθώμασιν, ἀλλ’ εἰδέναι ὡς ἡ μεγίστη ἀρετὴ αὕτη μάλιστα πάντων ἐστὶ τὸ ἐν κατορθώμασιν ὄντα τινὰ μετριάζειν. δʹ. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν πάλιν ἐπανέλθωμεν τοῦ λό‐ γου, καὶ ἴδωμεν τοὺς ἑξῆς τεχθέντας. Εἰκὸς γὰρ κατὰ | |
53.179(50) | μικρὸν προϊόντας μείζονα θησαυρὸν εὑρεῖν, καὶ πολὺν καὶ ἄφατον πλοῦτον. Καὶ ἔζησε, φησὶν, Ἑνὼς, οὗτος ὁ τοῦ Σὴθ υἱὸς, ἔτη ἑκατὸν ἐνενήκοντα, καὶ ἐγέννησε τὸν Καϊνᾶν, καὶ Καϊνᾶν ἐγέννησε τὸν Μαλελεὴλ, καὶ Μαλελεὴλ ἐγέννησε τὸν Ἰαρὲδ, καὶ Ἰαρὲδ ἐγέν‐ | |
55 | νησε τὸν Ἐνώχ. Καὶ ἔζησεν Ἐνὼχ ἔτη ἑκατὸν ἑξή‐ κοντα πέντε, καὶ ἐγέννησε τὸν Μαθουσάλα. Εὐηρέ‐ στησε δὲ, φησὶ, τῷ Θεῷ Ἐνὼχ, καὶ ἔζησεν Ἐνὼχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν Μαθουσάλα ἔτη διακό‐ σια, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας, καὶ ἐγέ‐ | |
60 | νοντο αἱ ἡμέραι Ἐνὼχ ἔτη τριακόσια ἑξήκοντα πέντε. Καὶ εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, | |
διότι μετέθηκεν αὐτὸν ὁ Θεός. Οὐ καλῶς ἔλεγον, ὅτι | Column end | |
53.180 | προϊόντες πολὺν καὶ ἄφατον εὑρήσομεν πλοῦτον πνευ‐ ματικὸν ἐν τούτοις ὀνόμασιν; Ἐννόει γάρ μοι ἐνταῦθα, ἀγαπητὲ, καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ τῆς θείας | |
5 | Γραφῆς τὴν ἀκρίβειαν. Ἔζησε, φησὶν, Ἐνὼχ ἔτη ἑκα‐ τὸν ἑξήκοντα πέντε, καὶ ἐγέννησε τὸν Μαθουσάλα, καὶ εὐηρέστησε, φησὶν, Ἐνὼχ τῷ Θεῷ μετὰ τὸ γεν‐ νῆσαι αὐτὸν τὸν Μαθουσάλα. Ἀκουέτωσαν καὶ ἄνδρες καὶ γυναῖκες, καὶ παιδευέ‐ | |
10 | σθωσαν τοῦ δικαίου τὴν ἀρετὴν, καὶ μὴ νομιζέτωσαν τὸν γάμον κώλυμα εἶναι πρὸς τὴν εὐαρέστησιν τὴν πρὸς τὸν Θεόν. Διὰ γὰρ τοῦτο καὶ ἅπαξ καὶ δεύτερον ἐπεσημήνατο λέγουσα ἡ θεία Γραφὴ, ὅτι ἐγέννησε τὸν Μαθουσάλα, καὶ τότε εὐηρέστησε, καὶ πάλιν τὸ αὐτὸ ἐδιπλασίασε λέ‐ | |
15 | γουσα, Καὶ εὐηρέστησε μετὰ τὸ γεννῆσαι αὐτὸν, ἵνα μή τις νομίσῃ ἐμποδίζεσθαι πρὸς τὴν ταύτης κατόρθω‐ σιν. Ἐὰν γὰρ νήφωμεν, οὔτε γάμος, οὔτε ἀνατροφὴ, οὔτε ἕτερόν τι ἐμποδίσαι ἡμῖν δυνήσεται εἰς τὴν εὐαρέστησιν τὴν πρὸς τὸν Θεόν. Ἰδοὺ γὰρ καὶ οὗτος τῆς αὐτῆς ἡμῖν | |
20 | φύσεως τυγχάνων, καὶ οὔτε νόμου δοθέντος, οὔτε Γρα‐ φῶν κειμένων τῶν διδασκουσῶν, οὔτε ἑτέρου τινὸς εἰς φιλοσοφίαν ἐνάγοντος, οἴκοθεν καὶ ἀπὸ προαιρέσεως τοσ‐ αύτην ἐπεδείξατο τὴν εὐαρέστησιν, ὡς μέχρι τῆς σήμε‐ ρον διαρκέσαι, καὶ μηδέπω καὶ νῦν πεῖραν θανάτου | |
25 | λαβεῖν. Εἰ γὰρ ὁ γάμος, ἀγαπητὲ, καὶ ἡ παιδοτροφία κώλυμα ἤμελλε γίνεσθαι πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν, οὐκ εἰσήνεγκε γάμον εἰς τὸν βίον τὸν ἡμέτερον ὁ τῶν ὅλων δημιουργὸς, ἵνα μὴ ἐν τοῖς καιρίοις καὶ σφόδρα ἀναγ‐ καιοτέροις ἡμᾶς λυμήνηται. Ἀλλ’ ἐπειδὴ οὐ μόνον οὐδὲν | |
30 | ἡμῖν ἐμποδίζει πρὸς τὴν κατὰ Θεὸν φιλοσοφίαν, ἐὰν βου‐ λώμεθα νήφειν, ἀλλὰ καὶ πολλὴν ἡμῖν εἰσάγει τὴν παραμυθίαν μαινομένην τὴν φύσιν καταστέλλουσα, καὶ οὐκ ἀφιεῖσα πελάγιον σαλεύειν, ἀλλὰ διηνεκῶς ἐν λιμένι τὸ σκάφος ὁρμᾷν παρασκευάζουσα, διὰ τοῦτο τὴν | |
35 | ἐντεῦθεν παραμυθίαν ἐχαρίσατο τῷ τῶν ἀνθρώπων γένει. Ὅτι γὰρ ἀληθῆ τὰ παρ’ ἡμῶν λεγόμενα, δείκνυσιν ὁ δίκαιος οὗτος. Μετὰ γὰρ τὸ γεννῆσαι, φησὶ, τὸν Μαθου‐ σάλα, εὐηρέστησεν Ἐνὼχ τῷ Θεῷ, καὶ οὐ βραχύν τινα ἀριθμὸν διήρκεσε τὴν ἀρετὴν μετιὼν, ἀλλὰ, φησὶ, δια‐ | |
40 | κόσια ἔτη. Καὶ ἐπειδὴ μετὰ τὴν τοῦ πρωτοπλάστου πα‐ ράβασιν εὑρέθη ἄνθρωπος πρὸς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς ἀνιὼν, καὶ τὴν τοῦ προπάτορος ἁμαρτίαν ἀνα‐ καλούμενος διὰ τῆς οἰκείας εὐαρεστήσεως, ὅρα τοῦ ἀγα‐ θοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν. Ἐπειδὴ εὗρε | |
45 | δυνηθέντα ἀνακαλέσασθαι τὸ ἁμάρτημα τοῦ Ἀδὰμ, δει‐ κνὺς δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ βουλόμενος τὸν θάνατον ἐπαγαγεῖν τῷ γένει τῷ ἡμετέρῳ διὰ τὴν τῆς ἐντολῆς παράβασιν τοῦτον κατεδίκασε, τὸν τὴν ἐντολὴν δεξάμενον, τοῦτον ζῶντα μεθίστησι. Καὶ εὐηρέστησε, | |
53.180(50) | φησὶν, Ἐνὼχ τῷ Θεῷ, καὶ οὐχ εὑρίσκετο, διότι μετ‐ έθηκεν αὐτὸν ὁ Θεός. Ὁρᾷς σοφίαν Δεσπότου; Μετ‐ έθηκε ζῶντα, οὐχὶ ἀθανασίαν ἐχαρίσατο, ἵνα μὴ ἐκλύσῃ τοῦ πλημμελήματος τὸν φόβον, ἀλλ’ ἀφῆκεν ἀκμάζειν τῷ τῶν ἀνθρώπων γένει. Διὰ τοῦτο πάλιν ἀμυδρῶς, ὡς | |
55 | εἰπεῖν, καὶ λανθανόντως ἀνακαλέσασθαι βούλεται τὴν | |
53.181 | ἀπόφασιν, ἣν κατὰ τοῦ Ἀδὰμ ἐξήνεγκε. Ἀλλ’ οὐ ποιεῖ αὐτὸ φανερὸν, ἵνα ὁ φόβος ἀντὶ σωφρονισμοῦ γένηται Διὰ τοῦτο εὐαρεστήσαντα τὸν Ἐνὼχ μετέθηκεν. Εἰ δέ τις βούλοιτο περιεργάζεσθαι, καὶ λέγειν, καὶ ποῦ αὐτὸν | |
5 | μετέθηκε; καὶ εἰ μέχρι τοῦ παρόντος διήρκεσε; μανθα‐ νέτω μὴ λογισμοῖς ἀνθρωπίνοις κατακολουθεῖν, καὶ τὰ παρὰ τοῦ Θεοῦ πολυπραγμονεῖν, ἀλλὰ πιστεύειν τοῖς λεγομένοις. Ὅταν γὰρ ὁ Θεὸς ἀποφαίνηταί τι, οὐ δεῖ ἀν‐ τιβλέπειν τοῖς ῥηθεῖσιν, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ λεγό‐ | |
10 | μενα ἀξιοπιστότερα ἡγεῖσθαι, κἂν μὴ φαίνηται τῶν ὑπὸ τοῖς ὀφθαλμοῖς κειμένων τοῖς ἡμετέροις. Ὅτι γὰρ μετ‐ έθηκεν αὐτὸν εἶπεν ἡ θεία Γραφὴ, καὶ ὅτι ζῶντα με‐ τέθηκε, καὶ πεῖραν μὴ λαβόντα θανάτου, ἀλλὰ διὰ τῆς οἰκείας εὐαρεστήσεως ἀνώτερον γεγονότα τῆς ἐξενεχθεί‐ | |
15 | σης ἀποφάσεως κατὰ τοῦ τῶν ἀνθρώπων γένους. Ποῦ δὲ αὐτὸν μετέθηκεν, καὶ ὅπως νῦν διάγει τοῦτο οὐ προσ‐ έθηκεν. εʹ. Εἶδες ἀγαθότητα Δεσπότου, πῶς εὑρὼν ἄνδρα τὴν ἀρετὴν κατωρθωκότα, οὐκ ἀπεστέρησεν αὐτὸν τῆς ἀξίας, | |
20 | ἣν τῷ πρωτοπλάστῳ ἐχαρίσατο πρὸ τῆς παραβάσεως τῆς ἐντολῆς, διδάσκων ἡμᾶς, ὅτι κἀκεῖνος, εἰ μὴ τὴν ἀπάτην προετίμησε τῆς δοθείσης ἐντολῆς, τῶν αὐτῶν ἂν ἠξίωτο ἢ καὶ μειζόνων; Καὶ ἔζησε, φησὶ, Μαθου‐ σάλα ἔτη ἑκατὸν ὀγδοήκοντα ἑπτὰ, καὶ ἐγέννησε | |
25 | τὸν Λάμεχ· καὶ ἔζησε Λάμεχ ἔτη ἑκατὸν ὀγδοήκοντα, καὶ ἐγέννησεν υἱὸν, καὶ ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Νῶε, λέγων· Οὗτος δὴ ἀναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ ἀπὸ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ | |
30 | Θεός. Ὅρα πάλιν διὰ τῆς προσηγορίας τοῦ νῦν τεχθέν‐ τος ὑπὸ τοῦ Λάμεχ μυστηρίων τὸ μέγεθος, καὶ προῤῥή‐ σεως ὑπερβολὴν, καὶ φιλανθρωπίαν ἄφατον τοῦ ἀγαθοῦ Θεοῦ. Ἐπειδὴ γὰρ τῇ οἰκείᾳ προγνώσει τὰ μέλλοντα προεώρα, ἰδὼν τὴν κακίαν τῶν ἀνθρώπων αὐξανομένην, | |
35 | προλέγει διὰ τῆς τοῦ παιδὸς προσηγορίας τὰ μέλλοντα καταλήψεσθαι κακὰ ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν τῷ φόβῳ σωφρονισθέντες ἀπόσχωνται τῆς κακίας, ἕλωνται δὲ τὴν ἀρετήν. Καὶ ὅρα μακροθυμίαν Δεσπότου, πρὸ πόσου χρόνου τὴν πρόῤῥησιν γενέσθαι ποιεῖ, ἵνα καὶ | |
40 | τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, καὶ πάσης ἀπολογίας ἀποστερήσῃ τοὺς τὴν τιμωρίαν μέλλοντας δέχεσθαι. Ἀλλ’ ἴσως ἄν τις εἴποι καὶ πόθεν τῷ Λάμεχ τὸ τοσ‐ οῦτον μέγεθος τῆς προῤῥήσεως; μὴ γὰρ μέμνηται ἡ | |
45 | Γραφὴ, ὅτι ἐνάρετός τις ἦν καὶ θαυμαστός; Μὴ ξενισθῇς, ἀγαπητέ· σοφὸς γὰρ ὢν καὶ εὐμήχανος ὁ Δεσπότης, καὶ δι’ ἀναξίων πολλάκις συγχωρεῖ προλέγεσθαι θαυμαστὰ καὶ μεγάλα πράγματα, καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ εὐαγγελι‐ | |
53.181(50) | στοῦ περὶ τοῦ Καϊάφα τοῦ τῶν Ἰουδαίων ἀρχιερέως λέ‐ γοντος· Τοῦτο δὲ ἀφ’ ἑαυτοῦ οὐκ εἶπεν, ἀλλ’ ἀρ‐ χιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν. ὅτι ἤμελλεν ὁ Ἰησοῦς ἀποθνήσκειν, οὐχ ὑπὲρ τοῦ λαοῦ μόνον, ἀλλ’ ἵνα καὶ τὰ ἔθνη τὰ ἐσκορπισμένα | |
55 | συναγάγῃ εἰς ἕν. Εὑρήσεις τοιοῦτόν τι πάλιν καὶ ἐπὶ τοῦ Βαλαὰμ γινόμενον. Κληθεὶς γὰρ ὥστε καταράσα‐ σθαι τὸν λαὸν, οὐ μόνον οὐ κατηράσατο, ἀλλὰ καὶ προ‐ εφήτευσε μεγάλα καὶ θαυμαστὰ πράγματα, οὐ περὶ τοῦ λαοῦ μόνον, ἀλλὰ καὶ περὶ τῆς τοῦ Σωτῆρος ἐπιδημίας. | |
60 | Μὴ τοίνυν ξενίζου, εἰ καὶ νῦν ὁ Λάμεχ προσηγορίαν ἐπι‐ θεὶς τῷ παιδὶ τοιαύτην ἐπιτίθησιν, ἀλλὰ τῷ Θεῷ λόγισαι | |
τὸ πᾶν τῷ διὰ τῆς εὐμηχάνου αὐτοῦ σοφίας πάντα οἰκο‐ | Column end | |
53.182 | νομοῦντι. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νῶε· ἑρμη‐ νεύεται γὰρ αὐτοῦ τὸ ὄνομα ἀνάπαυσις. Τὴν οὖν πανω‐ λεθρίαν ἐκείνην, τὴν μετὰ τοσούτων ἐτῶν ἀριθμὸν συμ‐ βήσεσθαι μέλλουσαν, ἀνάπαυσιν καλεῖ· καθάπερ καὶ | |
5 | Ἰώβ φησι· Θάνατος ἀνδρὶ ἀνάπαυσις. Ἐπειδὴ γὰρ πολὺν καὶ σφόδρα μέγαν ἔχει τὸν κάματον ἡ κακία, τὴν ταύτης ἀποχὴν καὶ τὴν ἀναίρεσιν, ἣν διὰ τοῦ κλυδωνίου ἐκείνου ἔμελλον ὑφίστασθαι, ἀνάπαυσιν καλεῖ. Καὶ ἐκά‐ λεσε, φησὶ, τὸ ὄνομα αὐτοῦ Νῶε. Εἶτα ἑρμηνεύων | |
10 | ἡμῖν τοῦ ὀνόματος τὴν προσηγορίαν φησίν· Οὗτος δὲ ἀναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν· ἀπὸ τῆς κα‐ κίας, φησὶν, ἀποστήσει· Καὶ ἀπὸ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν· καὶ πάλιν τὸ αὐτὸ ἀπὸ τῶν πράξεων, φησὶ, τῶν πονηρῶν. Οὐδὲ γὰρ ἐπειδὴ αἱ χεῖρες ἐλυποῦντο, | |
15 | οὕτω τοῦτό φησιν, ἀλλ’ ἐπειδὴ διὰ τῆς τούτων ἐργασίας καὶ τῆς πονηρᾶς πράξεως τὰ τῆς λύπης αὐτοῖς ηὔξετο. Καὶ ἀπὸ τῆς γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Ἐλευθερώσει ἡμᾶς πάντων, φησὶ, τῶν ἐπικειμένων κα‐ κῶν, καὶ τοῦ περὶ τὴν γῆν πονεῖσθαι καὶ ταλαιπωρεῖσθαι | |
20 | τὴν κατάραν δεξαμένην διὰ τὴν τοῦ πρωτοπλάστου παράβασιν. Ἐννόει γάρ μοι λοιπὸν, ἀγαπητὲ, πῶς τὸ παιδίον τοῦτο κατὰ μικρὸν αὐξανόμενον διδασκαλίας ὑπόθεσις ἅπασι τοῖς ὁρῶσιν ἐγίνετο Μόνον γάρ τις ἐπυν‐ θάνετο τοῦ παιδίου τὴν προσηγορίαν, καὶ εὐθέως ἡ ἑρμη‐ | |
25 | νεία τῆς προσηγορίας ἐδίδασκε τῶν μελλόντων συμβήσε‐ σθαι τὸν ὄλεθρον. Εἰ μὲν γάρ τις ἁπλῶς εἶπεν ἐνηχηθεὶς, ὅτι τόδε ἔσται, κἂν λήθῃ παραδοθῇ τὸ ῥηθὲν, καὶ οὐκ ἂν πάντες ἐγίνωσκον τῆς τιμωρίας τὸ ἀφόρητον· νυνὶ δὲ οὗτος ὑπὸ τοῖς ἁπάντων ὀφθαλμοῖς στρεφόμενος, εὐκαί‐ | |
30 | ρως, ἀκαίρως ὑπόμνησις ἐγίνετο τῆς τοῦ Θεοῦ ἀγανα‐ κτήσεως. Καὶ ἵνα μάθωμεν ἀκριβῶς ἐπὶ πόσον χρόνον διήρκεσεν ὁ υἱὸς διὰ τῆς προσηγορίας τῆς ἑαυτοῦ πᾶσι παραινῶν ἀποστῆναι μὲν τῆς κακίας, ἑλέσθαι δὲ τὴν ἀρετὴν, καὶ διαφυγεῖν τὴν τοσαύτην ἀγανάκτησιν, φησί· | |
35 | Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς. Ὅρα πάλιν ἄλλον δίκαιον μετὰ γυναικὸς καὶ τέκνων, πολλὴν τὴν περὶ τὸν Θεὸν εὐαρέστησιν κατ‐ ωρθωκότα, καὶ ἀπεναντίας ἅπασι τὴν τῆς ἀρετῆς ὁδὸν ἑλόμενον, καὶ οὐδὲν οὔτε ὑπὸ τοῦ γάμου, οὔτε ὑπὸ τῆς | |
40 | παιδοτροφίας κωλυθέντα. Τέως δὲ ἀναγκαῖον ἐκπλαγῆ‐ ναι τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τῶν τότε ἀνθρώπων τὴν ἀγνωμοσύνην τὴν ὑπερβάλλουσαν. Ἰδοὺ γὰρ πεντακόσια ἔτη τέως διήρκεσεν ὁ δίκαιος οὗτος βοῶν, καὶ διαμαρτυρόμενος διὰ τῆς ἑαυτοῦ προσηγορίας | |
45 | τὸ μέλλον ἔσεσθαι κλυδώνιον κατὰ πᾶσαν τὴν οἰκουμέ‐ νην διὰ τὴν τῆς κακίας ἐπίτασιν καὶ οὐδὲ οὕτως ἀπο‐ στῆναι τῆς κακίας ἠβουλήθησαν. Ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς οὐδὲ μετὰ τὴν τοσαύτην πρόῤῥησιν, οὐδὲ μετὰ τὸν τοσούτων ἀριθμὸν ἐτῶν τὴν τιμωρίαν ἐπάγει, ἀλλὰ πά‐ | |
53.182(50) | λιν αὔξων αὐτοῦ τὴν μακροθυμίαν, καὶ ἕτερον οὐκ ὀλί‐ γων ἐτῶν ἀριθμὸν προστίθησι τῇ οἰκείᾳ ἀνεξικακίᾳ. Οὐ γὰρ διὰ τοῦτο παρήγαγε τὴν τῶν ἀνθρώπων φύσιν, ὥστε τιμωρήσασθαι, ἀλλὰ τοὐναντίον ἅπαν, ὥστε τῶν μυρίων ἀγαθῶν τὴν ἀπόλαυσιν δωρήσασθαι. Διὰ τοῦτο ὁρᾷς αὐ‐ | |
55 | τὸν πανταχοῦ μέλλοντα, καὶ ἀναβαλλόμενον ἐν ταῖς τι‐ μωρίαις. Ἀλλ’ ἵνα μὴ τῷ πλήθει τῶν λεγομένων κατα‐ χώσωμεν ὑμῶν τὴν μνήμην, μέχρι τούτου στήσαντες τὸν λόγον εἰς τὴν ἐπιοῦσαν τὰ λειπόμενα ταμιευσόμεθα. ϛʹ. Ταῦτα δὲ μὴ ἁπλῶς ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ | |
60 | παιδευώμεθα τῆς ἀρετῆς ἐπιμελεῖσθαι, καὶ τὴν περὶ τὸν Θεὸν εὐαρέστησιν περὶ πολλοῦ ποιεῖσθαι, καὶ μήτε οἰ‐ | |
κίας προστασίαν, μήτε γυναικὸς φροντίδα, μήτε παί‐ | ||
53.183 | δων ἐπιμέλειαν, μήτε ἄλλο μηδὲν προβαλλώμεθα, καὶ νομίσωμεν ἀρκεῖν ἡμῖν εἰς ἀπολογίαν τοῦ ῥᾳθύμως καὶ ἠμελημένως ζῇν, μηδὲ τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀνόνητα ῥήματα προφέρωμεν, καὶ λέγωμεν· κοσμικός εἰμι, γυ‐ | |
5 | ναῖκα ἔχω, καὶ τέκνων φροντίδα ποιοῦμαι. Ταῦτα τοῖς πλείοσιν ἔθος λέγειν, ἐπειδὰν αὐτοὺς παρακαλῶμεν εἰς τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους, ἢ περὶ τὴν τῶν Γραφῶν ἀνάγνωσιν πολλὴν ποιεῖσθαι τὴν σπουδήν. Οὐκ ἔστιν ἐμὸν τοῦτο, φησί· μὴ γὰρ ἀπεταξάμην; μὴ γὰρ μονα‐ | |
10 | χός εἰμι; Τί λέγεις, ἄνθρωπε; Ἐκείνοις μόνοις ἀποκε‐ κλήρωται τὸ τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως; Πάντας ἀνθρώπους θέλει σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀλη‐ θείας ἐλθεῖν, καὶ οὐδένα βούλεται ἀρετῆς ἀμελεῖν. Ἄκουε γὰρ αὐτοῦ διὰ τοῦ προφήτου λέγοντος· Οὐ βούλομαι | |
15 | τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Μή τι γέγονεν, εἰπέ μοι, τούτῳ τῷ δικαίῳ κώλυμα ἡ συνουσία τῆς γυναικὸς, ἢ ἡ τῶν παίδων φρον‐ τίς; Μὴ τοίνυν, παρακαλῶ, μηδὲ ἡμεῖς ἀπατῶμεν ἑαυ‐ τοὺς, ἀλλ’ ὅσῳ ταύταις φροντίσιν ἐνεχόμεθα, τοσούτῳ | |
20 | μᾶλλον τὰ ἀπὸ τῆς ἀναγνώσεως τῶν θείων Γραφῶν δε‐ χώμεθα φάρμακα. Μὴ γὰρ καὶ οὗτοι οὐ τῆς αὐτῆς ἡμῖν φύσεως ἦσαν, καὶ οὐδὲ τοσαύτας ἀφορμὰς εἶχον τὰς ἐναγούσας αὐτοὺς πρὸς τὴν τῆς ἀρετῆς ἐργασίαν; Ποίας οὖν ἂν εἴημεν συγγνώμης ἄξιοι, οἱ καὶ διδασκα‐ | |
25 | λίας τοσαύτης ἀπολαύοντες, καὶ τοσαύτης χάριτος ἀξιω‐ θέντες, καὶ τῆς ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν τὴν ἐπαγγελίαν δεξά‐ μενοι, ἐὰν μὴ πρὸς τὸ τῶν παλαιῶν ἀνδρῶν φθάσωμεν τῆς ἀρετῆς μέτρον; Εἰ γὰρ βουλοίμεθα νήφειν, ἱκανὰ | |
30 | τὰ σήμερον ἡμῖν κινηθέντα διεγεῖραι ἡμᾶς πρὸς τὸν πόθον τῆς ἀρετῆς, καὶ μηδέποτε νομίζειν κώλυμα ἡμῖν γενέσθαι πρὸς τὴν ταύτης ὁδόν. Εἰ γὰρ οἱ πρὸ τοῦ νόμου ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης διδασκαλίας εἰς τοσαύτην ἔφθασαν ἀρετὴν, τί ἔχομεν εἰπεῖν ἡμεῖς οἱ μετὰ τοσαύ‐ | |
35 | την βοήθειαν, καὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, καὶ τὰ μυρία θαύματα πόῤῥω τῆς ἀρετῆς τυγχάνοντες; Διὸ, παρακαλῶ, μὴ ἁπλῶς ἐπερχώμεθα τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα, ἀλλὰ μετὰ προσοχῆς ἀναγινώσκωμεν τὰ ἐγκείμενα, ἵνα τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπούμενοι, | |
40 | ὀψὲ γοῦν ποτε τῆς κατὰ Θεὸν ἀρετῆς ἀντιλαβέσθαι δυνη‐ θῶμεν. Εἰ γὰρ δὲ μέλλοιμεν καὶ ἡμεῖς καθ’ ἑκάστην ἡμέραν ὑμῖν ἐνηχεῖν τὴν πνευματικὴν ταύτην διδασκα‐ λίαν, καὶ ὑμεῖς ἐπὶ τῆς αὐτῆς ῥᾳθυμίας μείνητε, ποῖον ὑμῖν ὄφελος ἔσται ἐκ τῆς συνεχοῦς διδασκαλίας, ἢ ἡμῖν | |
45 | τίς ἔσται παραμυθία ὁρῶσι τὸν τοσοῦτον ἡμῶν κάματον ἀνόνητον γινόμενον, καὶ οὐδεμίαν προκοπὴν γινομένην ἐκ τῆς ἡμετέρας σπουδῆς; Εἰπὲ γάρ μοι, οὐχὶ ἀπὸ δύο οὐσιῶν συνεστήκαμεν, ἐκ ψυχῆς λέγω καὶ σώματος; Τίνος οὖν ἕνεκεν μὴ τὴν ἴσην αὐτοὶ πρόνοιαν ἀμφοτέροις ἀπο‐ | |
53.183(50) | νέμομεν, ἀλλὰ τὸ μὲν σῶμα παντὶ τρόπῳ θεραπεύειν σπουδάζομεν, καὶ ἰατροῖς χρήματα διδόντες, καὶ αὐτοὶ πολλὴν περὶ αὐτὸ τὴν ἐπιμέλειαν ἐπιδεικνύμενοι, καὶ ἐσθῆτι πολυτελεῖ περιβάλλοντες, καὶ τροφὴν πλέον τοῦ δέοντος παρέχοντες, καὶ ἐν ἀνέσει διηνεκεῖ αὐτὸ εἶναι | |
55 | βουλόμεθα, καὶ ὑπὸ μηδενὸς ὅλως ἐνοχλεῖσθαι νοσήμα‐ τος· ἀλλὰ κἂν τὸ τυχὸν τὸ ἐνοχλοῦν ᾗ, πᾶσαν κινοῦμεν μηχανὴν, ὥστε τὸ λυποῦν διορθώσασθαι; Καὶ ἐπὶ μὲν τοῦ σώματος, τοῦ ἐλάττονος λέγω τὴν οὐσίαν· τί γὰρ ἴσον εἰπέ μοι, ψυχὴ καὶ σῶμα; Εἰ γὰρ βούλει τὴν δια‐ | |
60 | φορὰν ἰδεῖν, σκόπει πῶς οὐδενὸς λόγου ἄξιον εὑρίσκεται τὸ σῶμα τῆς ψυχῆς ἀναχωρησάσης. Ὁ τοίνυν τοῦ σώ‐ | |
ματος τοσαύτην πρόνοιαν ποιούμενος, τίνος ἕνεκεν, καὶ | Column end | |
53.184 | διὰ τί τοσαύτῃ περὶ τὴν τῆς ψυχῆς πρόνοιαν ὑπεροψίᾳ κε‐ χρῆσθαι βούλει, καὶ οὔτε τροφὴν αὐτῇ κατάλληλον προσ‐ άγειν, τὴν ἐκ τῶν θείων Γραφῶν λέγω παραίνεσιν, οὔτε τοῖς τραύμασιν αὐτῆς, καὶ τοῖς ἕλκεσι τοῖς καθαιροῦσιν | |
5 | αὐτῆς τὴν ἰσχὺν, καὶ τὴν παῤῥησίαν ὑποτεμνομέ‐ νοις τὰ ἐπιτήδεια φάρμακα ἐπιτιθέναι, ἀλλὰ καὶ περι‐ ορᾷν ἀνέχῃ αὐτὴν, καὶ λιμῷ τηκομένην, καὶ ὑπὸ τῶν ἑλκῶν διαφθειρομένην, καὶ προκειμένην, ὡς εἰπεῖν, κα‐ θάπερ κυσὶ, τοῖς πονηροῖς καὶ ἀτόποις λογισμοῖς, ὥστε | |
10 | διασπᾷν, καὶ τὸν τόνον αὐτῆς ἅπαντα καθαιρεῖν; Διὰ τί μὴ καθάπερ τοῦ σώματος τοῦ ὁρωμένου ποιού‐ μεθα τὴν πρόνοιαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τῆς ψυχῆς τῆς ἀσωμάτου, καὶ μὴ ὁρωμένης, ὁπότε καὶ ἡ περὶ ταύ‐ την ἐπιμέλεια οὐ μόνον εὔκολος καὶ κούφη, ἀλλὰ καὶ | |
15 | ἀδάπανος, καὶ οὐδενὸς καμάτου δεομένη; Καὶ ἐνταῦθα μὲν ἐπὶ τῆς τοῦ σώματος ἐπιμελείας, καὶ τῶν τοῦ σώμα‐ τος ἀῤῥωστημάτων ἀνάγκη καὶ χρημάτων πολλὴν δαπά‐ νην γενέσθαι, καὶ τὰ μὲν αὐτῶν τοῖς ἰατροῖς προσανα‐ λίσκειν, τὰ δὲ εἰς τὴν ἄλλην ἅπασαν θεραπείαν, πρὸς | |
20 | τροφὴν λέγω καὶ πρὸς ἐνδύματα, καὶ οὔπω φημὶ, ὅτι καὶ ὑπὲρ τὴν χρείαν οἱ πλείους ταῦτα δαπανῶσιν ἀμε‐ τρίᾳ πολλῇ κεχρημένοι· ἐπὶ δὲ τῆς ψυχῆς οὐδενὸς τῶν τοιούτων δεῖ, ἀλλ’ εἰ βουληθείης, καθάπερ ἐφ’ ἑκάστης ἡμέρας τῷ σώματι τὴν τροφὴν χορηγεῖς, καὶ τὰ χρήματα | |
25 | καταναλίσκων, οὕτω καὶ τὴν ψυχὴν μὴ περιορᾷν λιμῷ φθειρομένην καὶ παρέχειν αὐτῇ τὴν κατάλληλον τροφὴν τὴν ἐκ τῆς τῶν Γραφῶν ἀναγνώσεως, καὶ τῆς πνευμα‐ τικῆς νουθεσίας παραίνεσιν· Οὐκ ἐπ’ ἄρτῳ μόνον γὰρ, φησὶ, ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκ‐ | |
30 | πορευομένῳ διὰ στόματος Θεοῦ· ἄριστα περὶ τούτων διατιθέμενος ἔσῃ, καὶ περὶ τοῦ παρ’ ἡμῖν οἰκειοτέρου προσηκόντως διανοούμενος. Ὥσπερ τοίνυν τῷ σώματι διάφορα παρέχεις ἐνδύματα, καὶ ἐπιτηδεύεις πρὸς τὴν τῶν καιρῶν τροπὴν καὶ τὴν τῶν ἐνδυμάτων ποικιλίαν, | |
35 | κατὰ τὸ αὐτὸ μηδὲ τὴν ψυχὴν περιόρα γυμνὴν περιιοῦ‐ σαν τῶν ἀγαθῶν πράξεων, ἀλλὰ καὶ αὐτὴν περίβαλλε ἐν‐ δύμασι τοῖς αὐτῇ πρέπουσι· ταχέως αὐτὴν ἀνακτήσῃ, καὶ πρὸς τὴν κατὰ φύσιν ὑγίειαν ἐπαναγάγῃς. Ποῖα δὲ ἂν εἴη ταύτης ἐνδύματα; Ἐλεημοσύνη καὶ ἡ περὶ τοὺς | |
40 | πένητας δαψίλεια· τοῦτο τὸ μέγιστον τῆς ψυχῆς περι‐ βόλαιον, τοῦτο τὸ φαιδρὸν αὐτῆς ἱμάτιον. Εἰ δὲ βούλει μὴ μόνον ἐνδύματα παρέχειν, ἀλλ’ ὁμοίως τῷ σώματι καλλωπίζειν, προστίθει καὶ τὴν διὰ τῶν εὐχῶν βοή‐ θειαν, καὶ τὴν τῶν ἁμαρτημάτων ἐξομολόγησιν, καὶ | |
45 | τῇ συνεχείᾳ τῶν δακρύων ἀποσμήχων αὐτῆς τὸ πρόσ‐ ωπον μὴ διαλίπῃς. Καθάπερ γὰρ πάσῃ σπουδῇ τὴν ὄψιν τοῦ σώματος καθ’ ἑκάστην ἡμέραν ἐκπλύνεις, ὥστε μηδαμοῦ ῥύπον τινὰ ἐπικείμενον τῇ ὄψει δυσ‐ ειδῆ αὐτὴν δεικνύναι· ὡσαύτως καὶ ἐπὶ τῆς ψυχῆς | |
53.184(50) | ποιεῖν σπούδαζε, καὶ καθ’ ἑκάστην αὐτὴν ἀπόπλυνε θερμὰ δάκρυα προσχέων. Τούτῳ γὰρ τῷ ὕδατι ἐκείνη τὸν ῥύπον ἀποτιθεμένη φαιδροτέρα γίνεται. Καὶ ἐπειδὴ αἱ πλείους τῶν γυναικῶν διὰ πολλὴν βλακείαν τοῦ παρ‐ αγγέλματος τοῦ ἀποστολικοῦ ὑπερφρονοῦσαι τοῦ κελεύον‐ | |
55 | τος. Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαργαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ ἑαυτὰς κοσμεῖν, μετὰ πολλῆς τῆς δαψιλείας τοῦτο ἐργάζονται, οὐ γυναῖκες δὲ μόνον, ἀλλὰ καὶ ἀνδρῶν ὅσοι βλακώδεις, καὶ πρὸς τὴν τῶν γυναικῶν εὐτέλειαν ἑαυτοὺς κατάγουσι δακτυλίους περιτιθέ‐ | |
60 | μενοι, καὶ τῷ μεγέθει καὶ τῷ ὄγκῳ τῶν λίθων καλλωπι‐ ζόμενοι, ἐφ’ οἷς αἰσχύνεσθαι καὶ ἐγκαλύπτεσθαι ἐχρῆν· καὶ οὗτοι τοίνυν κἀκεῖναι εἰ τῶν ἡμετέρων ἀνάσχοιντο λόγων, τὰ χρυσία ταῦτα τὰ πολλὴν καὶ τοῖς ἀνδράσι καὶ | |
ταῖς γυναιξὶ τὴν λύμην παρέχοντα εἰς τὸν τῆς ψυχῆς | ||
53.185 | κόσμον μᾶλλον μεταγέτωσαν, καὶ ἐκείνην διὰ τούτων καλλωπιζέτωσαν. Ὥσπερ γὰρ τῷ σώματι περικείμενα, κἂν εὔμορφον ᾖ, δυσειδέστερον τοῦτο ἀπεργάζεται· οὕτω τῇ ψυχῇ περιτεθέντα, κἂν ἄμορφος ᾖ, εἰς τὴν | |
5 | ἄκραν εὐμορφίαν αὐτὴν μεθίστησι. Καὶ πῶς, φησὶ, δυ‐ νατὸν τῇ ψυχῇ περιθεῖναι τὰ χρυσία; Πάλιν διὰ τῆς τῶν πενήτων χειρός. Οὗτοι γὰρ δεχόμενοι τὴν ταύτης εὐμορφίαν κατασκευάζουσιν. Ἐκείνοις ἐγχείρισον τὰ χρυσία καὶ διάνειμαι εἰς τὰς αὐτῶν γαστέρας, καὶ τοσ‐ | |
10 | αύτην τῆς ψυχῆς εὐμορφίαν σοι παραδιδόασιν, ὡς αὐ‐ τὸν τὸν ἀληθῆ νυμφίον διὰ τῆς ὥρας ἐπισπάσασθαι, καὶ τὰ μυρία σοι ἀγαθὰ διὰ τούτου προξενῆσαι. Ὅταν γὰρ διὰ τοῦ κάλλους ἐπισπάσῃ τὸν Δεσπότην, πάντων τῶν ἀγαθῶν ἔχεις τὴν χορηγίαν, καὶ τὴν ἄφατον εὐπορίαν | |
15 | ἐκτήσω· εἰ τοίνυν βουλόμεθα ἐπέραστοι γενέσθαι τῷ Δεσπότῃ, καταλιπόντες τὸ περὶ τὸν τοῦ σώματος καλλω‐ πισμὸν ἐπτοῆσθαι, τὴν ἐκείνης εὐμορφίαν καθ’ ἑκάστην ἡμέραν περισκοπῶμεν, ἵνα καὶ τὴν εὔνοιαν ἐπισπασώ‐ μεθα τοῦ φιλανθρώπου Θεοῦ, καὶ τῶν ἀποῤῥήτων ἀγα‐ | |
20 | θῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, κράτος, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
24t | ΟΜΙΛΙΑ ΚΒʹ. | |
25n | Καὶ ἦν Νῶε ἐτῶν πεντακοσίων, καὶ ἐγέννησε Νῶε | |
26n | τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Καὶ | |
27n | ἐγένετο, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνε‐ | |
28n | σθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέρες ἐγεννήθησαν | |
29n | αὐτοῖς. | |
30 | αʹ. Τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παραθεῖναι βούλομαι τήμερον· ἀλλὰ μὴ δυσχεράνῃς, ἀγαπητὲ, λεί‐ ψανα ἀκούων. Ἐπὶ μὲν γὰρ τῶν αἰσθητῶν ἐδεσμάτων μετὰ μίαν καὶ δευτέραν ἡμέραν ἕωλα πολλάκις γενό‐ μενα τὰ ἐδέσματα, ἄχρηστα γέγονε, καὶ ἀνεπιτήδεια | |
35 | πρὸς τροφήν· ἐπὶ δὲ τῆς πνευματικῆς τραπέζης οὐδέν ἐστι τοιοῦτον δεῖσαι. ἀλλ’ ὅσος ἂν παρέλθῃ χρόνος, τοσού‐ τῳ μᾶλλον πλείονα τὴν χάριν ἐπιδείκνυται, καὶ νεαρώτερα καὶ ἀκμαιότερα εὑρίσκεται. Φέρε οὖν τὴν ὑπόσχεσιν, ἥνπερ χθὲς ὑπεσχόμεθα, εἰς ἔργον ἀγάγωμεν, καὶ τὸ | |
40 | χρέος τῆς διδασκαλίας καταβάλωμεν, καὶ τὴν εὐγνωμο‐ σύνην ἐπιδειξώμεθα. Οὐδὲ γὰρ τοῖς ὑποδεχομένοις μό‐ νον λυσιτελὴς αὕτη τυγχάνει, καθάπερ ἐπὶ τῶν χρεῶν, ἀλλὰ καὶ ἐμοὶ τῷ καταβάλλοντι. Καὶ τί λέγω ἐμοὶ τῷ καταβάλλοντι; Τοιαύτη τούτου τοῦ χρέους τοῦ πνευμα‐ | |
45 | τικοῦ ἡ φύσις, ὅτι ὅσῳ ἂν καταβάλληται, τοσούτῳ μᾶλ‐ λον αὔξεται, καὶ πλείονα τὴν περιουσίαν ἐργάζεται, καὶ ἄφατον τὸν πλοῦτον καὶ τῷ καταβάλλοντι καὶ τοῖς ὑποδεχομένοις. Εἶδες καινὴν χρέους φύσιν καὶ ξένον καταβολῆς εἶδος; Τοιαῦτα γὰρ τὰ πνευματικά· | |
53.185(50) | τῇ διανομῇ μᾶλλον αὔξεται, καὶ τῇ τῶν πλειόνων μετα‐ λήψει πλείων ἡ περιουσία γίνεται, καὶ οὔτε ὁ καταβάλ‐ λων αἴσθησίν τινα τῆς καταβολῆς λαμβάνει, ἀλλὰ καὶ αὔξεται αὐτῷ τὰ τῆς περιουσίας, καὶ οἱ ὑποδεχόμενοι ἐν πλείονι περιουσίᾳ καθίστανται. Ἐπεὶ οὖν τοιαύτη | |
55 | τῶν πνευματικῶν τούτων ἡ φύσις, μετὰ πάσης προθυ‐ μίας καὶ ἡμεῖς πρὸς τὴν ἔκτισιν σπεύδωμεν, καὶ ὑμεῖς πρὸς τὴν ὑποδοχὴν τὰς ἀκοὰς εὐτρεπίσατε, ἵνα ἕκαστος ὑμῶν ἡπλωμένοις τοῖς τῆς διανοίας κόλποις ὑποδεξάμε‐ νος τὰ παρ’ ἡμῶν λεγόμενα, οὕτως οἴκαδε ἀναχωρήσῃ. | |
60 | Πάλιν γὰρ τὴν κατὰ τὸν δίκαιον Νῶε ὑπόθεσιν εἰς μέ‐ σον ἀγαγεῖν βούλομαι, ἵνα τοῦ δικαίου τὴν πολλὴν ἀρε‐ τὴν καταμάθητε, καὶ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρω‐ πίαν, καὶ τὴν μακροθυμίαν τὴν πάντα λόγον ὑπερβαί‐ | |
νουσαν. Ἐμάθετε χθὲς, πῶς ἐκ προοιμίων τῆς γεννήσεως | Column end | |
53.186 | ὁ δίκαιος οὗτος δεξάμενος παρὰ τοῦ πατρὸς τὴν προσ‐ ηγορίαν, πᾶσι τοῖς τότε ἀνθρώποις οὖσι περιῄει διδά‐ σκαλος τῶν συμφορῶν, μονονουχὶ βοῶν καὶ λέγων διὰ τοῦ οἰκείου ὀνόματος· ἀπόστητε τῆς κακίας, μετέρ‐ | |
5 | χεσθε τὴν ἀρετὴν, φοβήθητε τὴν ἐπηρτημένην κόλασιν· κοινὸν ἅπασαν τὴν οἰκουμένην καταλήψεται κλυδώνιον. Πολλὴ τῆς ἀγανακτήσεως ἡ ὑπερβολὴ, ἐπειδὴ καὶ πολλὴ τῆς κακίας ἡ φορά. Καὶ τοῦτο οὐκ ἐπὶ δυσὶν ἢ τρισὶν ἔτεσιν ἐποίει, ἀλλ’ ἐπὶ πεντακόσια ἔτη διήρκεσε ταῦτα | |
10 | παραινῶν. Εἴδετε μακροθυμίαν Δεσπότου; εἴδετε ἀγα‐ θότητος ὑπερβολήν; εἴδετε ἀνεξικακίαν ἄφατον; εἴδετε κακίας ἐπίτασιν; εἴδετε ἀγνωμοσύνης μέγεθος; Μέχρι γὰρ τούτου, ὡς ἴστε, χθὲς ἡμῖν τὰ τῆς διδασκαλίας τέλος ἔλαβεν· ἀναγκαῖον τοίνυν σήμερον καταμαθεῖν, | |
15 | ὅπως ὁ φιλάνθρωπος Δεσπότης τὴν οἰκείαν ἀγαθότητα μιμούμενος οὐδὲ μέχρι τῶν πεντακοσίων ἐτῶν ἔστη, ἀλλὰ καὶ ἑτέραν προσθήκην περὶ τοὺς τοσαῦτα ἡμαρ‐ τηκότας προνοίας ἐπεδείξατο. Καὶ ἦν Νῶε, φησὶν, ἐτῶν πεντακοσίων. Ἐπίτηδες ἡμῖν τὸν ἀριθμὸν τῶν ἐτῶν | |
20 | τοῦ δικαίου ἐπεσημήνατο ἡ θεία Γραφὴ, ἵνα μάθωμεν ἐν πόσῳ χρόνῳ διετέλεσε παραινῶν αὐτοῖς, καὶ πῶς ἐκεῖνοι μὲν τὴν τῆς κακίας ὁδὸν ἑλόμενοι, ἐν ταύτῃ κατεδαπανῶντο· ὁ δὲ δίκαιος ἀπεναντίας ἅπασι πορευό‐ μενος τὴν ἄκραν ἀρετὴν ἐπεδείξατο, ὥστε καὶ τὴν παρὰ | |
25 | τοῦ Θεοῦ ἐπισπάσασθαι εὔνοιαν, καὶ πάντων ὑπευθύνων τῇ τιμωρίᾳ γενομένων, αὐτὸν μόνον διαφυγεῖν μετὰ τῶν αὐτῷ προσηκόντων. Ἐντεῦθεν μανθάνομεν, ὅτι ἐὰν νήφωμεν καὶ μὴ ῥᾳθυμῶμεν, οὐ μόνον οὐδὲν ἡμᾶς βλάπτει τὸ μεταξὺ τῶν κακῶν ἀναμεμίχθαι, ἀλλὰ καὶ ἀκριβεστέ‐ | |
30 | ρους περὶ τὴν ἀρετὴν ἐργάζεται. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάνθρωπος Θεὸς οὕτως ᾠκονόμησε, κατὰ ταὐτὸν ἅπαντας εἶναι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς, ἵνα καὶ τῶν πονηρῶν ἡ κακία ἐγκόπτηται, καὶ τῶν ἀγαθῶν ἡ ἀρετὴ λαμπροτέρα δεικνύηται, καὶ τὰ μέγιστα κερ‐ | |
35 | δάνωσιν οἱ ῥᾴθυμοι, ἐὰν βούλωνται, ἀπὸ τῆς τῶν σπου‐ δαίων συνουσίας. Ἐννόει γάρ μοι τοῦ δικαίου τούτου τὸ ἐνάρετον, ὅπως ἐν πλήθει τοσούτῳ πολλῇ τῇ ῥύμῃ πρὸς τὴν κακίαν φερομένων μόνος αὐτὸς τὴν ἐναντίαν ἦλθεν ὁδὸν, τὴν ἀρετὴν προτιμοτέραν τῆς κα‐ | |
40 | κίας ἑλόμενος, καὶ οὔτε ἡ συμφωνία, οὔτε τὸ τοσοῦτον πλῆθος ὀκνηρότερον αὐτὸν εἰργάσατο πρὸς τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλ’ ἤδη προλαβὼν ἐπλήρου τὸ παρὰ τοῦ μακαρίου Μωϋσέως μέλλον ῥηθήσεσθαι, ὅτι Οὐκ ἔσῃ μετὰ πολλῶν ἐπὶ κακίᾳ. Καὶ τὸ θαυμαστὸν καὶ παρά‐ | |
45 | δοξον, ὅτι καὶ πολλοὺς ἔχων, μᾶλλον δὲ ἅπαντας ἐπὶ τὴν κακίαν προτρεπομένους καὶ τὴν τῶν πονηρῶν πράξεων ἐργασίαν, καὶ οὐδενὸς ὄντος τοῦ πρὸς τὴν ἀρετὴν ἐνάγοντος, οἴκοθεν ἐπὶ ταύτην μετὰ τοσαύτης ὥρμησε τῆς σφοδρότητος, ὥστε τοσούτῳ πλήθει ἀπ‐ | |
53.186(50) | εναντίας ἐλθεῖν· καὶ οὔτε ἔδεισεν, οὔτε ὑπείδετο τὴν κακὴν συμφωνίαν, οὔτε ἔπαθέ τι τοιοῦτον, οἷον εἰκὸς ἦν τοὺς ῥᾳθυμοῦντας παθεῖν, οἳ ἐπειδὰν ἴδωσι πολλοὺς κατὰ ταὐτὸ συμφωνίαν ἐπιδεικνυμένους, ταύτην ἀφορ‐ μὴν καὶ προκάλυμμα τῆς οἰκείας ῥᾳθυμίας προβαλλό‐ | |
55 | μενοί φασι· τί δὴ μέλλω ἐγὼ παρὰ τούτους ἅπαντας ξένον τι καὶ καινὸν βουλεύεσθαι, καὶ τοσούτῳ πλήθει ἐναντιοῦσθαι, καὶ πρὸς τοσοῦτον δῆμον πόλεμον ἀναδέ‐ χεσθαι; Μὴ γὰρ δικαιότερος ἐγὼ παρὰ τούτους ἅπαντας τυγχάνω; Τίς μοι χρεία τῆς τοσαύτης ἀπεχθείας; τί | |
60 | μοι ὄφελος τοῦ τοσούτου μίσους; Οὐδὲν τῶν ἀνονήτων τούτων ἐβουλεύσατο, οὐδὲ ἐνενόησεν· ἀλλὰ πάλιν ἐκεῖνο προλαβὼν ἐπλήρου τὸ εἰρημένον παρὰ τοῦ προφήτου, ὅτι Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυ‐ ρίοι παράνομοι. Μὴ γὰρ ἡ κοινωνία, φησὶ, καὶ τὸ | |
65 | συγκατασπασθῆναι τῷ πλήθει πρὸς τὴν κακίαν αὐτομο‐ λοῦντι ἐξελέσθαι με δυνήσεται τῆς τιμωρίας; ᾜδει γὰρ, ᾔδει σαφῶς ὅτι ἕκαστος ὑπὲρ τῆς οἰκείας σωτηρίας τὰς εὐθύνας δώσει, καὶ οὐκ ἔστιν ἕτερον ὑπὲρ τοῦ | |
ἁμαρτάνοντος οὔτε κόλασιν ὑπομεῖναι, οὔτε ἀμοιβῆς | ||
53.187 | τινος ἐπιτυχεῖν. Διὰ τοῦτο ὁ δίκαιος καθάπερ σπινθὴρ ἐν μέσῳ πελάγει τυγχάνων, οὐ μόνον οὐκ ἐσβέννυτο, ἀλλὰ καὶ καθ’ ἑκάστην ἡμέραν λαμπρότερον ἠφίει τὸ φῶς, διδάσκαλος πᾶσι γινόμενος διὰ τῶν ἑαυτοῦ | |
5 | ἔργων. Εἶδες ὡς αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ Δεσπότης ἐδημιούργησε; Πόθεν γὰρ, εἰπέ μοι, ἐκεῖνοι μὲν πρὸς τὴν κακίαν ἔσπευδον, καὶ τῇ τιμωρίᾳ ὑπευθύνους ἑαυ‐ τοὺς καθίστων, οὗτος δὲ τὴν ἀρετὴν ἑλόμενος, καὶ τὴν πρὸς | |
10 | ἐκείνους κοινωνίαν φυγὼν, τῆς τιμωρίας πεῖραν οὐκ ἐλάμ‐ βανεν; Οὐκ εὔδηλον, ὅτι διὰ τὸ ἕκαστον οἰκείᾳ προαιρέσει ἢ τὴν ἀρετὴν αἱρεῖσθαι; Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ ἐν τῇ φύσει τῇ ἡμετέρᾳ τὰ τῆς ἐξουσίας ἔκειτο, οὔτε ἐκείνους κολάζεσθαι ἔδει, οὔτε τούτους ἀμοιβὰς λαμβάνειν τῆς | |
15 | ἀρετῆς· ἀλλ’ ἐπειδὴ ἐν τῇ προαιρέσει τῇ ἡμετέρᾳ κατ‐ έλιπε μετὰ τὴν ἄνωθεν χάριν τὸ πᾶν, διὰ τοῦτο καὶ τοῖς ἁμαρτάνουσι κολάσεις ἀπόκεινται, καὶ τοῖς κατορθοῦσιν ἀντιδόσεις καὶ ἀμοιβαί. Καὶ ἦν, φησὶ, Νῶε ἐτῶν πεν‐ τακοσίων, καὶ ἐγέννησε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν | |
20 | Χὰμ, τὸν Ἰάφεθ. Σκόπει τῆς θείας Γραφῆς τὴν ἀκρί‐ βειαν. Ἐπειδὴ διηγήσατο ἡμῖν τῶν ἐτῶν τοῦ δικαίου τὸν ἀριθμὸν, δεικνύουσα τῆς μακροθυμίας τοῦ Δε‐ σπότου τὴν ὑπερβολὴν, βούλεται πάλιν καὶ τὴν ἐπίτασιν τῆς ἀνεξικακίας τοῦ Δεσπότου δήλην ἡμῖν ποιῆσαι, καὶ | |
25 | τῆς κακίας τῶν ἀνθρώπων τὴν πολλὴν φοράν. βʹ. Ἀλλ’ ἀκούσωμεν αὐτῶν τῶν παρὰ τοῦ Μωϋσέως ῥη‐ θέντων· Πνεύματι γὰρ φθεγγόμενος ἅπαντα μετὰ ἀκρι‐ βείας ἡμᾶς διδάξαι βούλεται. Καὶ ἐγένετο, φησὶν, ἡνίκα ἤρξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, | |
30 | καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς. Οὐχ ἁπλῶς προσέθηκε τὸ, Καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς, ἀλλ’ ἵνα τὸ πολὺ πλῆθος ἡμῖν ἐμφήνῃ. Ὅπου γὰρ το‐ σοῦτον τὸ τῶν ῥιζῶν πλῆθος, ἀνάγκη πολλοὺς τίκτεσθαι τοὺς κλάδους. Ἰδόντες δὲ, φησὶν, οἱ υἱοὶ τοῦ Θεοῦ | |
35 | τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. Ἑκάστην λέξιν τῶν εἰρημένων σαφῶς κατοπτεύσωμεν, ἵνα μηδὲν ἡμᾶς παραδράμῃ τῶν ἐν τῷ βάθει κεκρυμμέ‐ νων. Καὶ γὰρ ἀναγκαῖον τούτου τοῦ χωρίου πολλὴν τὴν | |
40 | ἔρευναν ποιήσασθαι, καὶ ἀνατρέψαι τὰς μυθολογίας τῶν ἀπερισκέπτως πάντα φθεγγομένων· καὶ πρῶτον μὲν εἰ‐ πεῖν ἅπερ λέγειν τολμῶσι, καὶ δείξαντας τὴν ἀτοπίαν τῶν παρ’ αὐτῶν λεγομένων, οὕτω τὸν ἀληθῆ νοῦν τῆς Γραφῆς διδάξαι τὴν ὑμετέραν ἀγάπην, ὥστε μὴ ἁπλῶς ὑπέχειν | |
45 | τὰς ἀκοὰς τοῖς τὰ βλάσφημα ἐκεῖνα φθεγγομένοις, καὶ κατὰ τῆς ἑαυτῶν κεφαλῆς τολμῶσι λέγειν. Φασὶ γὰρ ὅτι οὐ περὶ ἀνθρώπων τοῦτο εἴρηται, ἀλλὰ περὶ ἀγγέλων· τούτους γὰρ υἱοὺς Θεοῦ προσηγόρευσε. Πρῶτον μὲν δειξάτωσαν, ποῦ ἄγγελοι υἱοὶ Θεοῦ προσηγορεύθησαν· | |
53.187(50) | ἀλλ’ οὐκ ἂν ἔχοιεν οὐδαμοῦ δεῖξαι. Ἄνθρωποι μὲν γὰρ ἐκλήθησαν υἱοὶ Θεοῦ, ἄγγελοι δὲ οὐδαμῶς. Ἀλλὰ περὶ μὲν τῶν ἀγγέλων φησίν· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυ‐ | |
ρὸς φλόγα· περὶ δὲ τῶν ἀνθρώπων, Ἐγὼ εἶπα· Θεοί | Column end | |
53.188 | ἐστε· καὶ πάλιν· Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα· καὶ πάλιν· Πρωτότοκος υἱός μου Ἰσραήλ· ἄγγελος δὲ οὐδαμοῦ υἱὸς ἐκλήθη, οὐδὲ υἱὸς Θεοῦ. Ἀλλὰ τί φασι; Ναὶ, ἄγγελοι μὲν ἦσαν· διότι δὲ πρὸς τὴν παράνομον | |
5 | ταύτην πρᾶξιν κατῆλθον, τῆς ἀξίας ἐξέπεσον. Πάλιν ἕτερον μυθωδέστερον. Τί οὖν; νῦν ἐξέπεσον, καὶ αὕτη τῆς πτώσεως αὐτοῖς ἐστιν ἡ αἰτία; Καὶ μὴν ἡ Γραφὴ ἄλλως ἡμᾶς διδάσκει, ὅτι καὶ πρὸ τῆς τοῦ πρωτοπλάστου δημιουργίας τῆς ἀξίας ἐκείνης κατηνέχθησαν καὶ ὁ διά‐ | |
10 | βολος καὶ οἱ μετ’ αὐτοῦ, μεῖζον τῆς ἀξίας φρονήσαντες, καθάπερ καὶ σοφός τίς φησι· Φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Εἰπὲ γάρ μοι, εἰ μὴ ἦν πρὸ τῆς τοῦ ἀνθρώπου δημιουργίας ἐκπεπτωκῶς, πῶς ἂν ἐπὶ τῆς ἀξίας μένων ἐβάσκηνε τῷ ἀνθρώπῳ; | |
15 | Ποῖον γὰρ ἂν ἔχοι λόγον, ἄγγελον ἀνθρώπῳ βασκῆναι, τὸν ἀσώματον καὶ ἐν τοσαύτῃ τιμῇ τυγχάνοντα, τῷ σῶμα περικειμένῳ; Ἀλλ’ ἐπειδὴ ἀπὸ τῆς ἀνωτάτω δόξης εἰς ἐσχάτην ἀτιμίαν κατηνέχθη, καὶ ταῦτα ἀσώ‐ ματος ὢν, εἶδε δὲ τὸν ἄνθρωπον δημιουργηθέντα, | |
20 | καὶ ἐν σώματι τοσαύτης τιμῆς ἀξιωθέντα διὰ τὴν τοῦ δημιουργήσαντος φιλανθρωπίαν, εἰς φθόνον ἐξήφθη, καὶ διὰ τῆς ἀπάτης, ἣν διὰ τοῦ ὄφεως προσήγαγε, τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον τὸν ἄνθρωπον κατ‐ εσκεύασε. Τοιοῦτον γὰρ ἡ πονηρία· οὐ δύναται πράως | |
25 | φέρειν τὴν ἑτέρων εὐημερίαν. Ὅτι μὲν οὖν πάλαι καὶ ὁ διάβολος καὶ πᾶσα αὐτοῦ ἡ φάλαγξ ἐκ τῆς δόξης ἐκείνης ἐξέπεσον, καὶ τῶν ἠτιμωμένων γεγόνασι, δῆλον ἅπα‐ σιν. Ἄλλως δὲ καὶ ποίας οὐκ ἂν εἴη ἀνοίας ἀνάμεστον τὸ λέγειν, ὅτι ἄγγελοι πρὸς συνουσίαν γυναικῶν κατηνέχθη‐ | |
30 | σαν, καὶ ἡ ἀσώματος ἐκείνη φύσις πρὸς τὴν συναλλαγὴν τῶν σωμάτων ὑπήχθη; Ἢ οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγον‐ τος περὶ τῆς τῶν ἀγγέλων οὐσίας· Ἐν γὰρ τῇ ἀναστά‐ σει οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ’ εἰσὶν ὡς ἄγγελοι Θεοῦ; Οὐδὲ γὰρ οἷόν τε τὴν ἀσώματον φύσιν ἐκεί‐ | |
35 | νην τοιαύτην ἐπιθυμίαν δέξασθαί ποτε. Πρὸς τούτοις δὲ κἀκεῖνο ἐννοῆσαι δεῖ, ὅτι πάντη τῶν ἀτοπωτάτων ἐστὶ τοῦτο δέξασθαι τῷ λογισμῷ. Εἰ γὰρ οἱ ἅγιοι καὶ Πνεύματος ἁγίου ἠξιωμένοι οὐδὲ ὀπτασίαν ἀγγέλων ἰδεῖν ἴσχυσαν (καὶ γὰρ ὁ ἀνὴρ τῶν ἐπιθυμιῶν θεασάμενος ἀγγέλου παρ‐ | |
40 | ουσίαν, οὐκ αὐτὴν τὴν οὐσίαν· πῶς γὰρ οἷόν τε ἀσώματον οὐσίαν ἰδεῖν; ἀλλὰ μετασχηματισθεῖσαν, τὴν ἐνέργειαν μικροῦ δεῖν καὶ αὐτὴν τὴν ψυχὴν ἀφῆκεν, καὶ ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ ἄπνους σχεδὸν ἔκειτο)· τίς ἂν κἂν σφόδρα μεμηνὼς ᾖ, καταδέξαιτο τὸ βλάσφημον τοῦτο ῥῆ‐ | |
45 | μα καὶ πολλῆς γέμον τῆς ἀνοίας, ὅτι ἡ ἀσώματος φύσις καὶ νοερὰ σωμάτων συμπλοκῆς ἠνέσχετο; γʹ. Ἀλλ’ ἵνα μὴ ἐπὶ πολὺ ταῦτα κινοῦντες καὶ αὐτοὶ δό‐ ξωμεν εἰκῆ τὸν χρόνον κατατρίβειν, φέρε ἐπειδὴ διὰ τῶν πραγμάτων ἐπληροφορήσαμεν ὑμῶν τὴν ἀγάπην, ὡς τῶν | |
53.188(50) | ἀδυνάτων τοῦτο καθέστηκε, τὴν ἀλήθειαν τῶν ἐγκειμέ‐ νων διδάξωμεν ὑμᾶς, πάλιν ἀναγνόντες τὰ παρὰ τῆς θείας Γραφῆς εἰρημένα· Καὶ ἐγένετο, φησὶν, ἡνίκα ἤρ‐ | |
ξαντο οἱ ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ | ||
53.189 | θυγατέρες ἐγεννήθησαν αὐτοῖς· ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξ‐ ελέξαντο. Προλαβόντες ἐδιδάξαμεν ὑμᾶς, ὅτι ἔθος τῇ | |
5 | Γραφῇ, καὶ τοὺς ἀνθρώπους υἱοὺς Θεοῦ καλεῖν. Ἐπεὶ οὖν ἀπὸ τοῦ Σὴθ οὗτοι κατῆγον τὸ γένος, καὶ ἀπὸ τοῦ ὑπ’ αὐτοῦ τεχθέντος καὶ προσαγορευθέντος Ἐνὼς (Οὗ‐ τος γὰρ, φησὶν, ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ), ἐξ ἐκείνου λοιπὸν οἱ ἑξῆς τικτόμενοι | |
10 | υἱοὶ Θεοῦ προσηγορεύθησαν παρὰ τῆς θείας Γραφῆς, διὰ τὸ μιμεῖσθαι μέχρις ἐκείνου τῶν προγόνων τὴν ἀρετήν· υἱοὺς δὲ ἀνθρώπων ἐκάλεσε τοὺς πρὸ τοῦ Σὴθ γεγονό‐ τας, τοὺς ἀπὸ τοῦ Κάϊν, καὶ τοὺς ἐξ ἐκείνου τὸ γένος κατάγοντας. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα ἤρξαντο οἱ | |
15 | ἄνθρωποι πολλοὶ γίνεσθαι ἐπὶ τῆς γῆς, καὶ θυγατέ‐ ρες ἐγεννήθησαν αὐτοῖς· ἰδόντες δὲ οἱ υἱοὶ τοῦ Θεοῦ (οἱ ἀπὸ τοῦ Σὴθ καὶ τοῦ Ἐνὼς) τὰς θυγατέρας τῶν ἀνθρώπων (ἐκείνας τὰς ὑπ’ ἐκείνων τεχθείσας, περὶ ὧν εἶπεν, ὅτι Καὶ θυγατέρες ἐγεννήθησαν αὐτοῖς), | |
20 | ὅτι καλαί εἰσιν. Ὅρα πῶς διὰ τῆς λέξεως ταύτης πᾶσαν ἡμῖν αὐτῶν τὴν ἀσέλγειαν ἐνέφηνεν. Οὐδὲ γὰρ δι’ ἐπιθυμίαν παιδοποιίας ἐπὶ τὴν πρᾶξιν ταύτην ὥρμησαν, ἀλλὰ δι’ ἀκρασίαν ἡδονῆς· Ἰδόντες γὰρ, φησὶ, τὰς θυ‐ γατέρας τῶν ἀνθρώπων, ὅτι καλαί εἰσιν. Ἡ ἐπιθυμία | |
25 | τῆς εὐμορφίας εἰς τὸν ὄλεθρον αὐτοὺς τοῦτον ἤνεγκε, καὶ τὸ κάλλος τῆς ὄψεως καὶ τῆς πορνείας καὶ τῆς ἀσελγείας αὐτοῖς γεγένηται αἴτιον. Καὶ οὐδὲ τούτῳ ἠρ‐ κέσθη, ἀλλὰ προσέθηκεν· Ἔλαβον δὲ ἑαυτοῖς γυναῖ‐ κας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Καὶ τοῦτο πάλιν ἐμ‐ | |
30 | φαίνοντός ἐστι τὴν πολλὴν αὐτῶν ἀσέλγειαν, ὅτι τῷ κάλ‐ λει ἡττήθησαν, καὶ χαλινὸν ἐπιθεῖναι τῇ ἀτάκτῳ ἐπιθυ‐ μίᾳ οὐκ ἠβουλήθησαν· ἀλλὰ ὑποβρύχιοι γεγόνασιν ὑπὸ τῆς θέας χειρωθέντες, καὶ διὰ τὴν παράνομον ταύτην πρᾶξιν ἐρήμους ἑαυτοὺς καταστήσαντες τῆς ἄνωθεν προ‐ | |
35 | νοίας. Καὶ ἵνα μάθωμεν ὅτι οὐ νόμῳ γάμου, οὐδὲ παιδο‐ ποιίας ἕνεκεν τοῦτο διεπράξαντο, διὰ τοῦτό φησιν· Ἰδόντες ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Τί οὖν; τῶν ὀφθαλμῶν τὴν θέαν ἄν τις αἰτιάσαιτο; Οὐδαμῶς· οὐδὲ γὰρ ὁ ὀφθαλ‐ | |
40 | μὸς τοῦ ὀλίσθου αἴτιος γέγονεν, ἀλλ’ ἡ τῆς προαιρέσεως ῥᾳθυμία, καὶ τὸ τῆς ἐπιθυμίας ἀχαλίνωτον. Ὁ γὰρ ὀφθαλμὸς διὰ τοῦτο ἐδημιουργήθη, ὥστε διὰ τούτου κατ‐ οπτεύοντας τὰ τοῦ Θεοῦ δημιουργήματα, δοξάζειν τὸν τούτων ποιητήν. Τοῦ ὀφθαλμοῦ τοίνυν ἐστὶν ἔργον τὸ | |
45 | ὁρᾷν· τὸ δὲ κακῶς ὁρᾷν ἀπὸ τοῦ ἔνδοθεν ἡνιοχοῦντος λο‐ γισμοῦ γίνεται. Τὰ γὰρ μέλη πρὸς τὴν τῶν ἀγαθῶν ἐρ‐ γασίαν ἡμῖν εἶναι χρήσιμα ἐδημιούργησεν ὁ Δεσπότης, καὶ ἡνιοχεῖσθαι συνεχώρησεν ὑπὸ τῆς ἀσωμάτου οὐσίας, τῆς ψυχῆς λέγω. Ἐπειδὰν οὖν ἐκείνη εἰς ῥᾳθυμίαν ἀπο‐ | |
53.189(50) | κλίνῃ, καὶ τὰς ἡνίας χαλάσῃ, καθάπερ ἡνίοχος οὐκ εἰδὼς τὰ ἄτακτα τῶν ἵππων σκιρτήματα καταστέλλειν, ταῖς ἡνίαις ἐνδοὺς, καὶ τοὺς ἵππους τοὺς τὸ ἅρμα ἕλκοντας καὶ ἑαυτὸν κατακρημνίζει· οὕτω δὴ καὶ ἡ προαίρεσις ἡ ἡμετέρα, ἐπειδὰν μὴ εἰδῇ τοῖς μέλεσι δεόντως κεχρῆ‐ | |
55 | σθαι, ταῖς ἀτάκτοις ἐπιθυμίαις ἐνδοῦσα ὑποβρύχιον ἑαυτὴν ἐργάζεται. Διὰ τοῦτο ὁ Δεσπότης ἡμῶν Χριστὸς εἰδὼς τῆς φύσεως ἡμῶν τὸ εὐεπηρέαστον καὶ τῆς προ‐ αιρέσεως τὴν ῥᾳθυμίαν, νόμον ἔθηκεν ἀποτειχίζοντα καὶ κωλύοντα τὴν περίεργον θεωρίαν, ἵνα ἐκ πολλοῦ τοῦ | |
60 | διαστήματος τὴν ἐν ἡμῖν τικτομένην πυρὰν σβέσῃ, καί | Column end |
53.190 | φησιν· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ. Διὰ τοῦτο, φησὶν, ἀπαγορεύω τὴν ἀκόλαστον ὄψιν, ἵνα ἐλευθερώσω τῆς ἀτόπου πράξεως. Μὴ γὰρ δὴ νομίσῃς, | |
5 | φησὶν, ὅτι ἡ συμπλοκὴ μόνον τὴν ἁμαρτίαν ἐργάζεται· ἡ γνώμη ἐστὶν ἡ τὴν κατάκρισιν δεχομένη. Καὶ οὗτοι τοίνυν ἐπειδὴ τὸ κάλλος εἴδοσαν, ἑάλωσαν τῇ θέᾳ· Εἶ‐ δον γὰρ, φησὶν, ὅτι καλαί εἰσι, καὶ ἔλαβον ἑαυτοῖς ἀπὸ πασῶν, ὧν ἐξελέξαντο. Ἀλλ’ ἴδωμεν καὶ μετὰ | |
10 | τὴν ἄτοπον ταύτην πρᾶξιν, καὶ τὴν ἀκόλαστον γνώμην, τοῦ Θεοῦ τὴν ἀγαθότητα. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀν‐ θρώποις τούτοις εἰς τὸν αἰῶνα, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἔσονται δὲ αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴ‐ | |
15 | κοσι. Ἄβυσσον φιλανθρωπίας ἔστιν ἰδεῖν ἐν τοῖς βραχέσι τούτοις ῥήμασι. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀν‐ θρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Τὸ Πνεῦμα ἐνταῦθα τὴν προνοητικὴν αὑτοῦ δύναμιν ἐκά‐ | |
20 | λεσε, τὴν ἀπώλειαν αὐτῶν ἤδη προμηνύων. Καὶ ἵνα μάθῃς ὅτι περὶ τούτου ἦν ὁ λόγος, ὅρα τὸ ἐπαγόμενον· Διὰ τὸ εἶναι αὐτοὺς, φησὶ, σάρκας· τουτέστι, διὰ τὸ σαρκικαῖς πράξεσιν αὐτοὺς καταδεδαπανῆσθαι, καὶ μὴ εἰς δέον κεχρῆσθαι τῇ τῆς ψυχῆς οὐσίᾳ, ἀλλ’ ὡς σάρκα | |
25 | μόνον περικειμένους καὶ ψυχῆς ἐρήμους ὄντας, οὕτω τὸν ἑαυτῶν βίον καταναλίσκειν. Ἔθος γὰρ ἀεὶ τῇ θείᾳ Γραφῇ σάρκα τοὺς σαρκικοὺς καλεῖν, ὥσπερ τοὺς ἐναρέτους ἀσάρκους ὀνομάζειν, καθάπερ ὁ Παῦλός φησιν, Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· οὐκ ἐπειδὴ σάρκα οὐ περι‐ | |
30 | έκειντο, ἀλλ’ ἐπειδὴ σάρκα περικείμενοι ἀνώτεροι τῶν σαρκικῶν ἦσαν φρονημάτων. Ὥσπερ οὖν καὶ τοῖσδε διὰ τὸ ὑπερορᾷν τῶν σαρκικῶν ἔλεγεν· Ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκί· οὕτω καὶ ἐπὶ τούτων, ἐπειδὴ περὶ τὰς σαρκι‐ κὰς πράξεις διηνεκῶς ἦσαν ἠσχολημένοι, σάρκας αὐτοὺς | |
35 | ἐκάλεσε. Διὰ τὸ εἶναι αὐτοὺς σάρκας, οὐκ ἔτι συγ‐ χωρήσω ταῖς ἁμαρτίαις αὐτοὺς καταῤῥυπαίνεσθαι. δʹ. Εἶδες ἀγανακτήσεως μέγεθος; εἶδες ἀπειλῆς ὑπερβο‐ λήν; Σκόπει πῶς τῇ ἀπειλῇ καὶ τῇ ἀγανακτήσει τὴν φιλανθρωπίαν ἔμιξε. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτε‐ | |
40 | ρος· ἀπειλεῖ πολλάκις, οὐχ ἵνα εἰς ἔργον ἀγάγῃ τὴν ἀπειλὴν, ἀλλ’ ἵνα διορθωσάμενος αὐτοὺς μηκέτι τὴν ἀπειλὴν εἰς ἔργον ἐξενέγκῃ. Εἰ γὰρ ἐβούλετο τιμωρήσα‐ σθαι, τίνος ἕνεκεν καὶ προέλεγεν; Ἀλλ’ ἐπειδὴ μὴ βού‐ λεται, διὰ τοῦτο ἀεὶ μέλλει καὶ ἀναβάλλεται, καὶ προλέ‐ | |
45 | γει, ἀφορμὴν παρέχων τοῖς ὑπευθύνοις φυγεῖν μὲν τὴν κακίαν, ἑλέσθαι δὲ τὴν ἀρετὴν, καὶ τῆς τιμωρίας τὴν πεῖραν διαφυγεῖν. Ἐπεὶ οὖν ἠπείλησε τῇ πανωλεθρίᾳ αὐ‐ τοὺς παραδώσειν (τοῦτο γάρ ἐστιν, Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι | |
53.190(50) | αὐτοὺς σάρκας· ἀντὶ τοῦ, Οὐκ ἐάσω αὐτοὺς λοιπὸν ζῇν), οὐκ ἀρκεσθεὶς τῇ τῶν πεντακοσίων ἐτῶν μακροθυμίᾳ ᾗ διὰ πάσης τῆς ζωῆς τοῦ Νῶε διὰ τῆς προσηγορίας ἐπαι‐ δεύοντο, νῦν πάλιν ἐπιτείνων τὴν ἀγανάκτησιν, ἑτέραν αὐτοῖς προθεσμίαν ὁρίζει καί φησιν· Ἠπειλησάμην, καὶ | |
55 | εἶπον, καὶ δήλην ἐποίησα τὴν ἐμὴν ἀγανάκτησιν, ἣν διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων τῶν εἰργασμένων ἐπαχθῆ‐ ναι ὑμῖν ἐστιν ἀκόλουθον· ἀλλ’ ἐπειδὴ καὶ τοὺς τὰ ἀνίατα ἡμαρτηκότας σωθῆναι βούλομαι, καὶ μηδένα ἀπόλλυ‐ σθαι, διὰ τοῦτο καὶ ἑκατὸν εἴκοσι ἐτῶν χρόνον πάλιν | |
60 | ἐνδίδωμι, ἵνα, εἰ βούλεσθε καὶ τὰ ἡμαρτημένα ἀπονί‐ | |
53.191 | ψασθαι διὰ τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς, καὶ τὴν ἀρε‐ τὴν ἑλόμενοι, τῆς τιμωρίας τὴν πεῖραν ἐκφύγητε. Ἔσον‐ ται γὰρ, φησὶν, αἱ ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι. Οἱ δὲ γίγαντες, φησὶν, ἦσαν ἐπὶ τῆς γῆς ἐν ταῖς ἡμέ‐ | |
5 | ραις ἐκείναις. Καὶ μετ’ ἐκεῖνα, ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώ‐ πων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Γίγαντας ἐνταῦθα τοὺς ἰσχυροὺς τὸ σῶμα οἶμαι λέγειν τὴν θείαν | |
10 | Γραφήν. Ἐξ ἐκείνων, φησὶν, ἡ γενεὰ αὐτῶν ηὐξήθη. Καὶ γὰρ καὶ ἀλλαχοῦ ἔστιν ἰδεῖν τοῦτο εἰρημένον· Γί‐ γαντες, φησὶν, ἔρχονται τὸν θυμόν μου παῦσαι. Τοῦτον δὲ τὸν τῶν ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν τινὲς νο‐ μίζουσι τὸν ὅρον τῆς ζωῆς εἶναι· οὐ τοῦτο δὲ σημαίνει, | |
15 | ἀλλὰ τέως τὴν μακροθυμίαν ἐνδείξασθαι βούλεται, ἣν καὶ μετὰ τοσαῦτα ἁμαρτήματα ἐπ’ αὐτοὺς ἐπιδείκνυται. Ἵν’ οὖν μάθωμεν καὶ μετὰ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλὴν, καὶ τὴν τοσαύτην τοῦ χρόνου μακροθυμίαν, ἣν εἰς μετάνοιαν αὐτοῖς δέδωκεν, ὡς οὐ μόνον οὐδὲν ἐκέρ‐ | |
20 | δανον, ἀλλὰ καὶ τοῖς αὐτοῖς ἐπέμειναν, διὰ τοῦτό φησιν, Ὡς ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ Θεοῦ πρὸς τὰς θυ‐ γατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς, ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ’ αἰῶνος, οἱ ἄνθρωποι οἱ ὀνομαστοί. Εἶδες ἀγνωμοσύνης ὑπερβολήν; εἶδες | |
25 | ψυχὴν ἀνάλγητον; Οὔτε ὁ τῆς τιμωρίας φόβος, οὔτε ὁ τῆς μακροθυμίας χρόνος ἀπέστησεν αὐτοὺς τῶν πονηρῶν πράξεων· ἀλλ’ ἅπαξ κατὰ κρημνῶν κατενεχθέντες, καὶ τὸ τῆς διανοίας ὄμμα πηρωθέντες, οὐκ ἔτι λοιπὸν, καθάπερ ὑπὸ μέθης τινὸς τῆς πονηρᾶς ἐπιθυμίας καταβαπτι‐ | |
30 | σθέντες, ἀνενεγκεῖν ἠβουλήθησαν, καθάπερ καὶ σοφός τίς φησιν· Ἀσεβὴς ἐμπεσὼν εἰς βάθος κακῶν καταφρο‐ νεῖ. Δεινὸν γὰρ, δεινὸν, ἀγαπητὲ, ἁλῶναι ταῖς τοῦ δια‐ βόλου παγίσιν. Ἡ γὰρ ψυχὴ λοιπὸν καθάπερ ἐν δικτύοις ἀπειλημμένη, καὶ ὥσπερ ὗς ἐγκυλιομένη βορβόρῳ ἥδε‐ | |
35 | ται, οὕτω καὶ αὐτὴ ὑπὸ τῆς κακῆς συνηθείας καταχω‐ σθεῖσα, οὐδὲ αἴσθησιν λαμβάνει τῆς τῶν ἁμαρτημάτων δυσωδίας. Διὸ χρὴ νήφειν καὶ ἐγρηγορέναι, ὥστε μηδε‐ μίαν τῷ πονηρῷ δαίμονι παρὰ τὴν ἀρχὴν εἴσοδον παρα‐ σχεῖν, ἵνα μὴ σκοτώσας ἡμῶν τὸν λογισμὸν, καὶ τὸ δι‐ | |
40 | ορατικὸν τῆς διανοίας ἀποτυφλώσας, παρασκευάσῃ, καθ‐ άπερ ἀπεστερημένους τοῦ ἡλιακοῦ τούτου φωτὸς, πρὸς τὰς ἀκτῖνας τοῦ τῆς δικαιοσύνης ἡλίου ὁρᾷν μὴ δυναμέ‐ νους, κατὰ κρημνῶν φέρεσθαι, ὅπερ καὶ οὗτοι τότε πε‐ πόνθασιν. Ἄκουε γὰρ πάλιν τῆς τοῦ Θεοῦ ἀγαθότητος | |
45 | τὴν ἀνεξικακίαν. Ἰδὼν δὲ, φησὶ, Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Τί βούλεται τὸ εἰρημένον, Ἰδὼν δέ; Οὐκ ἐπειδὴ ἠγνόει ὁ Δεσπότης· μὴ γένοιτο· ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν ἅπαντα διηγεῖται ἡ θεία Γραφή· ἵνα ἡμᾶς δι‐ | |
53.191(50) | δάξῃ, ὅτι καὶ μετὰ τὴν τοσαύτην αὐτοῦ μακροθυμίαν τοῖς αὐτοῖς ἐπέμενον, ἢ καὶ χείροσι περιέβαλον ἑαυτοὺς κακοῖς, φησίν· Ἰδὼν δὲ ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς. Ἐκ γὰρ τῆς πονηρᾶς ταύτης πράξεως, καθάπερ ἀπὸ πηγῆς τινος, καὶ ἕτερα | |
55 | πολλὰ αὐτοῖς ἐτίκτετο ἁμαρτήματα· διὰ τοῦτό φησιν, Αἱ κακίαι τῶν ἀνθρώπων. Ὅπου γὰρ πορνεία, καὶ ἀσέλγεια, καὶ τοσαύτη ἀκολασία, εἰκὸς καὶ μέθην, καὶ παροινίαν, καὶ πολλὴν ἀδικίαν, καὶ πλεονεξίαν καὶ τὰ μυρία τίκτεσθαι κακά. Ἰδὼν δὲ, φησὶ, Κύριος ὁ Θεὸς, | |
60 | ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπι‐ | |
μελῶς ἐπὶ τὰ πονηρὰ πάσας τὰς ἡμέρας. | Column end | |
53.192 | εʹ. Ὅρα πῶς ἕκαστον τῶν εἰρημένων δείκνυσι τὸ μέγεθος τῶν ἡμαρτημένων. Ἐπειδὴ γὰρ εἶπε καθολικῶς, ὅτι Ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων ἐπὶ τῆς γῆς, ἐπήγαγε, Καὶ πᾶς τις. Μεγάλη τοῦ ῥήματος ἡ | |
5 | ἔμφασις. Οὐχ ὁ νέος, φησὶν, ἀλλὰ καὶ ὁ πρεσβύτης τὰ αὐτὰ τῷ νέῳ διαπράττεται· οὐδὲ ἀνὴρ μόνον, ἀλλὰ καὶ γυνή· οὐ δοῦλος, ἀλλὰ καὶ ἐλεύθερος· οὐ πλούσιος, ἀλλὰ καὶ πένης. Καὶ τὸ, Διανοεῖται, πολλὴν ἔχει τὴν δύναμιν. Οὐ γὰρ ἐκ συναρπαγῆς τοῦτο ὑπομένουσιν, ἀλλ’ ἐν τῇ | |
10 | καρδίᾳ διανοούμενοι, καὶ ταῦτα καθ’ ἑκάστην ὥραν βου‐ λευόμενοι, καὶ ἐν τούτοις τὴν σπουδὴν ἔχοντες, καὶ οὐδὲ ἁπλῶς καὶ ὡς ἔτυχεν ἅπαξ ἢ δεύτερον ὑποσκελισθέν‐ τες ὑπὸ τῆς ἁμαρτίας, ἵστανται τῆς κακίας, ἀλλ’ ἐπιμε‐ λῶς ταύτην μετέρχονται, καὶ τὰ πονηρὰ διαπράττονται· | |
15 | τοῦτ’ ἔστι μετὰ πολλῆς τῆς σπουδῆς, οὐδὲν παρέργως, οὐδὲν ἠμελημένως ὑπ’ αὐτῶν γίνεται, οὐδὲ πρὸς βραχὺν χρόνον, ἀλλὰ πάσας τὰς ἡμέρας, πᾶσαν αὐτῶν τὴν ζωὴν εἰς τοῦτο καταναλίσκουσιν. Εἶδες πονηρίας ἐπίτασιν; εἶδες πῶς μελέτην τὸ πρᾶγμα ἐποιοῦντο, ἐπιμελῶς | |
20 | ἅπαντα τὰ πονηρὰ διαπραττόμενοι, καὶ πᾶσα ἡλικία πρὸς τὴν τῆς κακίας ἐργασίαν ηὐτομόλει; Πᾶς τις, φησίν· οὐδὲ ἡ ἄωρος ἡλικία, οὐδὲ ἡ ἀπειρόκακος ἄμοι‐ ρος ἦν, ἀλλ’ εὐθέως καὶ ἐκ προοιμίων τὴν κακὴν ταύ‐ την ἅμιλλαν πάντες ἐποιοῦντο, ἕκαστος τὸν πλησίον | |
25 | ὑπερβάλλεσθαι φιλονεικῶν ἐν τῇ τῶν πράξεων παρανο‐ μίᾳ. Ἐννόει γάρ μοι ἐνταῦθα τὴν ὑπερβάλλουσαν τοῦ δικαίου σοφίαν, ὅτι ἐν τοσαύτῃ κακῶν συμφωνίᾳ ἴσχυσε τὴν λύμην διαφυγεῖν, καὶ μηδεμίαν ἐντεῦθεν δέξασθαι βλάβην, ἀλλὰ καθάπερ ἐξ ἑτέρας φύσεως συγκείμενος, | |
30 | οὕτως ἐῤῥωμένον φρόνημα ἀναλαβὼν, καὶ οἴκοθεν ἐπὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν σπεύσας, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διέφυγε, καὶ τῆς κατὰ πάντων ἐν‐ εχθείσης πανωλεθρίας ἐκτὸς γέγονε. Καὶ ἐνεθυμήθη, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ | |
35 | τῆς γῆς. Ὅρα πάλιν λέξεως παχύτητα καὶ συγκατάβα‐ σιν. Ἐνεθυμήθη, φησὶν, ἀντὶ τοῦ, Μετεμελήθη· οὐκ ἐπειδὴ μεταμελεῖται Θεός· μὴ γένοιτο· ἀλλὰ κατὰ τὴν συνήθειαν τὴν ἀνθρωπίνην ἡμῖν διαλέγεται ἡ θεία Γραφὴ, ἵνα διδάξῃ ἡμᾶς, ὅτι ἡ ὑπερβολὴ τῶν ἡμαρτημένων αὐ‐ | |
40 | τοῖς εἰς τοσαύτην ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἤγαγε. Καὶ ἐνεθυμήθη, φησὶ, Κύριος ὁ Θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον ἐπὶ τῆς γῆς. Μὴ γὰρ διὰ τοῦτο, φησὶ, αὐτὸν παρήγαγον, ἵνα εἰς τοσοῦτον ὄλισθον κατ‐ ενεχθεὶς ἀπωλείας ἑαυτῷ αἴτιος καταστῇ; Διὰ τοῦτο ἐξ | |
45 | ἀρχῆς καὶ ἐκ προοιμίων τοσαύτης ἠξίωσα αὐτὸν τῆς τιμῆς, καὶ τοσαύτην περὶ αὐτὸν ἐπεδειξάμην τὴν πρό‐ νοιαν, ἵνα τὴν ἀρετὴν ἑλόμενος ἐκτὸς τῆς ἀπωλείας γέ‐ νηται. Ἐπειδὴ δὲ οὐκ εἰς δέον ἐχρήσατο τῇ φιλανθρωπίᾳ τῇ ἐμῇ, βέλτιον λοιπὸν ἐκκοπῆναι αὐτοῦ τὴν κακὴν ἐπι‐ | |
53.192(50) | χείρησιν. Καὶ διενοήθη, καὶ εἶπε Κύριος ὁ Θεός· Ἀπαλείψω τὸν ἄνθρωπον ὃν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπε‐ τῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ, ὅτι ἐνεθυμήθην, ὅτι ἐποίησα αὐτούς. Τὰ παρ’ ἐμαυτοῦ πάντα, φησὶν, | |
55 | ἐπεδειξάμην. Ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγα‐ γον, τὴν γνῶσιν τῶν πρακτέων καὶ τῶν μὴ πρακτέων ἐνέθηκα τῇ φύσει, τὸ αὐτεξούσιον ἐδωρησάμην, ἀφάτῳ τῇ μακροθυμίᾳ ἐχρησάμην, καὶ μετὰ τὸν πολὺν χρόνον ἐκεῖνον, καὶ τὴν ἀγανάκτησιν, καὶ τὴν ἀπειλὴν, ἣν | |
60 | εἶπον, καὶ ἑτέραν προθεσμίαν ὥρισα, βουλόμενος αὐτοὺς | |
53.193 | εἰς αἴσθησιν ἐλθόντας τῶν οἰκείων πταισμάτων ἀνακα‐ λέσασθαι τὴν ἐμὴν ἀγανάκτησιν· ἐπειδὴ δὲ οὐδὲ οὕτως ἐκέρδανόν τι πλέον, ἀνάγκη τὴν ἀπειλὴν εἰς ἔργον ἀγα‐ γεῖν, καὶ παντελῆ ἐξάλειψιν αὐτῶν ἐργάσασθαι, καὶ | |
5 | καθάπερ ζύμην τινὰ πονηρὰν ἀφανίσαι τούτων τὸ γένος, ἵνα μὴ καὶ ταῖς εἰς τὸ ἑξῆς γενεαῖς τῆς κακίας διδάσκα‐ λοι γένωνται. Καὶ εἶπε Κύριος ὁ Θεὸς, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Ἀλλ’ ἴσως εἴποι τις ἄν· | |
10 | Τίνος ἕνεκεν τοῦ ἀνθρώπου πρὸς κακίαν ἀποκλίναντος, καὶ τὰ ἄλογα τὴν αὐτὴν αὐτῷ τιμωρίαν ὑπομένει; Εἰ‐ κότως. Μὴ γὰρ διὰ τὴν ἑαυτῶν χρείαν τὰ ἄλογα γέ‐ γονε; Διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη· τούτου τοίνυν ἐκ τοῦ μέσου αἱρουμένου, ποία ἐκείνων χρεία γένοιτ’ | |
15 | ἄν; Διὰ τοῦτο καὶ ταῦτα τῆς τιμωρίας κοινωνεῖ, ἵνα μά‐ θητε τῆς ἀγανακτήσεως τὴν ὑπερβολήν. Καὶ καθάπερ ἐξ ἀρχῆς τοῦ πρωτοπλάστου ἁμαρτῶντος, ἡ γῆ τὴν κατάραν ἐδέξατο, οὕτω καὶ νῦν τοῦ ἀνθρώπου μέλλοντος ἀφανίζεσθαι, καὶ τὰ ἄλογα κοινωνεῖ τῆς τιμωρίας. Ὥσ‐ | |
20 | περ δὲ εὐδοκιμοῦντος τοῦ ἀνθρώπου, καὶ ἡ κτίσις κοι‐ νωνεῖ τῇ τοῦ ἀνθρώπου εὐημερίᾳ (καθάπερ καὶ ὁ Παῦλός φησιν· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῶν τέκνων τῆς δόξης τοῦ Θεοῦ)· οὕτω καὶ νῦν διὰ τὸ πλῆ‐ | |
25 | θος τῶν ἁμαρτημάτων μέλλοντος τούτου κολάζεσθαι, καὶ πανωλεθρίᾳ παραδίδοσθαι, καὶ τὰ κτήνη, καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ συναπολαύει τοῦ κλυδωνίου τοῦ πᾶσαν τὴν οἰκουμένην καταλαμβάνειν μέλλοντος. Καὶ καθάπερ ἐν οἰκίᾳ, τοῦ προεστῶτος ὑπὸ τὴν δεσποτικὴν | |
30 | ἀγανάκτησιν γεγονότος, καὶ τοὺς συνυπηρετοῦντας πάντας εἰκὸς κοινωνεῖν τῆς κατηφείας· τὸν αὐτὸν δὴ τρό‐ πον καὶ ἐνταῦθα, καθάπερ ἐν οἰκίᾳ τῶν ἀνθρώπων ἀπολ‐ λυμένων, ἅπαντα τὰ ἐν τῇ οἰκίᾳ καὶ τὰ ὑπὸ τὴν τούτου δεσποτείαν τυγχάνοντα ἀνάγκη ὑπὸ τὴν αὐτὴν τιμωρίαν | |
35 | πεσεῖν. Καὶ ἐνεθυμήθην, φησὶν, ὅτι ἐποίησα αὐτούς. Πόσης συγκαταβάσεως τουτὶ πεπλήρωται τὸ ῥῆμα; Μὴ γὰρ ἐβουλόμην, φησὶ, τοσαύτῃ τιμωρίᾳ αὐτοὺς περιβα‐ λεῖν; Αὐτοί με τῇ ὑπερβολῇ τῆς παρανομίας εἰς τοσαύ‐ την ἐξήνεγκαν τὴν ἀγανάκτησιν. Εἶτα ἵνα μὴ νομίσωμεν | |
40 | ἀφανισμὸν παντελῆ τοῦ τῶν ἀνθρώπων γίνεσθαι γένους, μηδὲ πρόῤῥιζον τὴν ἡμετέραν φύσιν ἀφανίζεσθαι, ἀλλὰ μάθωμεν ὅσον κακὸν ἁμαρτία, καὶ ὅσον ἀγαθὸν ἀρετὴ, καὶ ὅτι κρείσσων εἷς ποιῶν θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι, φησί· Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου | |
45 | τοῦ Θεοῦ. Εἰ καὶ τὸ πλῆθος ἅπαν, φησὶ, πρὸς τοσαύτην κακίαν ἐξώκειλεν, ἀλλ’ ὁ δίκαιος οὗτος τὸν σπινθῆρα τῆς ἀρετῆς διετήρησεν ὁμοῦ, καὶ τούτοις ἅπασι διὰ παντὸς τοῦ χρόνου διαλεγόμενος, καὶ παραινῶν ἀπαλλα‐ γῆναι τῆς κακίας, καὶ ἑαυτὸν τῆς ἀπ’ αὐτῶν λύμης | |
53.193(50) | ἐλεύθερον καθιστάς. Καὶ ὥσπερ οὗτοι διὰ τῶν πονηρῶν πράξεων εἰς ἀγανάκτησιν τὸν φιλάνθρωπον Θεὸν ἐπεσπά‐ σαντο οὕτω καὶ οὗτος, τὴν ἀρετὴν ἑλόμενος, Χάριν εὗρεν ἐναντίον Κυρίου Θεοῦ. Οὐ γάρ ἐστι προσωπο‐ λήπτης ὁ Θεὸς, ἀλλὰ κἂν ἕνα εὕρῃ ἐν τοσούτῳ πλήθει | |
55 | τὰ αὐτῷ δοκοῦντα διαπραττόμενον, οὐ περιορᾷ, ἀλλὰ τῆς οἰκείας αὐτὸν ἀξιοῖ προνοίας, καὶ ταύτῃ μᾶλλον πλείονα τὴν περὶ αὐτὸν κηδεμονίαν ἐπιδείκνυται, ὅσῳ καὶ, τοσ‐ ούτων ὄντων τῶν ἐπὶ τὴν κακίαν ἑλκόντων, τὴν τῆς ἀρε‐ | |
τῆς αὐτὸς ὁδὸν εἵλετο. | Column end | |
53.194 | ϛʹ. Ὃ δὴ γινώσκοντες πρὸς ἓν μόνον ὁρῶμεν τὸ αὐτῷ δοκοῦν, καὶ τὸ ποιοῦν ἡμᾶς τὴν ἐκεῖθεν εὔνοιαν ἐπισπά‐ σασθαι, καὶ μήτε φιλίᾳ χαριζόμενοι, μήτε συνηθείᾳ τινὶ δουλεύοντες ἀμελῶμεν τῆς ἀρετῆς, ἀλλὰ τῇ τοῦ Θεοῦ | |
5 | μακροθυμίᾳ εἰς δέον χρησώμεθα, καὶ ὡς ἔτι καιρὸν ἔχο‐ μεν, πᾶσαν ῥᾳθυμίαν ἀποθέμενοι ποθήσωμεν τὴν ἀρετὴν, μισήσωμεν τὴν κακίαν. Ἐὰν γὰρ μὴ καὶ πρὸς ταύτην πόθῳ καὶ ἐπιθυμίᾳ μετέλθωμεν, καὶ πρὸς ἐκείνην μῖσος πολὺ κτησώμεθα, οὔτε ἐκείνης τὴν λύμην διαφυγεῖν, | |
10 | οὐδὲ ταύτης ἐπιλαβέσθαι δυνησόμεθα. Ὅτι γὰρ ἐπιθυ‐ μούντων χρείαν ἔχει ἡ ἀρετὴ, καὶ ἐκκαιομένων εἰς τὸν περὶ αὑτῆς πόθον, ἄκουε τοῦ προφήτου λέγοντος· Τὰ κρίματα Κυρίου ἀληθινὰ, δεδικαιωμένα ἐπὶ τὸ αὐτὸ, ἐπιθυμητὰ ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· | |
15 | οὐκ ἐπειδὴ τοσοῦτον μόνον ἐστὶν ἐπιθυμητὰ, ἀλλ’ ἐπειδὴ τούτων τῶν ὑλῶν οὐκ ἔστιν ἑτέραν εὑρεθῆναι παρ’ ἡμῖν τιμιωτέραν· διὸ καὶ ἐπήγαγε, Καὶ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον. Καὶ ἐνταῦθα πάλιν, ἐπειδὴ μὴ εἶχε φύσιν εὑρεῖν τοῦ μέλιτος γλυκυτέραν, ταύτῃ ἐχρήσατο | |
20 | τῇ εἰκόνι. Καθάπερ οὖν οἱ περὶ τὴν τῶν χρημάτων συλ‐ λογὴν μεμηνότες ἐπιθυμίᾳ τινὶ καὶ πόθῳ, ἐπὶ τούτῳ πᾶσαν τὴν ὁρμὴν ἔχειν σπουδάζουσι, καὶ οὐδέποτε κόρον λαμβάνουσι· μέθη γὰρ ἀκόρεστός ἐστιν ἡ φιλαργυρία· καὶ καθάπερ οἱ μεθύοντες ὅσῳ ἂν πλείονα τὸν ἄκρατον | |
25 | ἑαυτοῖς ἐκχέωσιν, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκ‐ καίονται· οὕτω δὴ καὶ οὗτοι τὴν μανίαν ταύτην τὴν ἀκάθεκτον οὐδέποτε στῆσαι δύνανται, ἀλλ’ ὅσῳ ἂν αὐξο‐ μένην ἴδωσιν αὑτοῖς τὴν περιουσίαν, τοσούτῳ καὶ τὴν ἐπιθυμίαν ἀνάπτουσι, καὶ οὐ πρότερον λήγουσι τῆς πο‐ | |
30 | νηρᾶς ταύτης ὀρέξεως, μέχρις ἂν εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα κατενεχθῶσιν. Εἰ τοίνυν οὗτοι τὴν ὀλέθριον ταύτην ἐπιθυμίαν, καὶ πάντων τῶν κακῶν αἰτίαν γενο‐ μένην, μετὰ τοσούτου ἐπιδείκνυνται τοῦ τόνου, πολλῷ μᾶλλον ἡμᾶς δίκαιον τὰ κρίματα Κυρίου, τὰ ὑπὲρ χρυ‐ | |
35 | σίον καὶ λίθον τίμιον πολὺν τυγχάνοντα, ταῦτα δι’ ὅλου στρέφειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ μηδὲν τῆς ἀρε‐ τῆς ἡγεῖσθαι προτιμότερον, ἀλλὰ καὶ τὰ ὀλέθρια ταῦτα πάθη ἐκτέμνειν τῆς ἑαυτῶν ψυχῆς, καὶ εἰδέναι ὅτι ἡ πρόσκαιρος αὕτη ἡδονὴ ὀδύνην τίκτειν εἴωθε διηνεκῆ, | |
40 | καὶ βάσανον πέρας οὐκ ἔχουσαν, καὶ μὴ ἀπατᾷν ἑαυτοὺς, μήτε νομίζειν ὅτι μέχρι τοῦ παρόντος βίου ἵσταται τὰ ἡμέτερα. Εἰ γὰρ καὶ μὴ τοῖς ῥήμασι ταῦτα φθέγγονται οἱ πολλοὶ, ἀλλὰ καὶ πιστεύειν λέγουσι τῷ τῆς ἀνα‐ στάσεως λόγῳ, καὶ τῇ τῶν μελλόντων ἀντιδόσει· ἀλλ’ | |
45 | ἐγὼ οὐ τοῖς ῥήμασι προσέχω, ἀλλὰ τοῖς καθ’ ἑκάστην ἡμέραν γινομένοις. Εἰ γὰρ ἀνάστασιν προσδοκᾷς καὶ ἀντίδοσιν, τίνος ἕνεκεν οὕτω περὶ τὴν τοῦ βίου δόξαν ἐπτόησαι; Τίνος ἕνεκεν, εἰπέ μοι, κόπτεις σαυτὸν καθ’ ἑκάστην ἡμέραν, ὑπὲρ τὴν ἄμμον τὰ χρήματα συλλέγων, | |
53.194(50) | καὶ ἀγροὺς, καὶ οἰκίας, καὶ βαλανεῖα ὠνούμενος, καὶ πολλάκις ἐξ ἁρπαγῆς καὶ πλεονεξίας ταῦτα περιβαλλό‐ μενος, καὶ πληρῶν ἐκεῖνο τὸ παρὰ τοῦ προφήτου εἰρη‐ μένον· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον | |
55 | ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτά ἐστι καθ’ ἑκάστην ἡμέραν ἰδεῖν γινόμενα; Καὶ ὁ μέν φησιν, Ἐπισκοτεῖ μοι τοῦ δεῖ‐ νος ἡ οἰκία, καὶ μυρίας προφάσεις ἐπινοεῖ, ἵνα ταύτην ἀφέληται· ἕτερος δὲ τὸν ἀγρὸν τοῦ πένητος λαβὼν συν‐ ῆψε τῷ ἑαυτοῦ. Καὶ τὸ δὴ μεῖζον, καὶ καινὸν, καὶ ξένον, | |
60 | καὶ οὐδὲ συγγνώμην ἔχον, ὅτι ἐν ἑνὶ τόπῳ αὐτὸς καθ‐ | |
ήμενος, καὶ πολλάκις οὐδὲ θέλων ἑτέρωθι διαβῆναι δυνά‐ | ||
53.195 | μενος, ἢ δι’ ἑτέραν τινὰ πραγμάτων περίστασιν, ἢ καὶ ὑπὸ τῆς τοῦ σώματος ἀῤῥωστίας πεπεδημένος, πανταχοῦ καὶ ἐν πάσαις, ὡς εἰπεῖν, ταῖς πόλεσι βούλεται ὑπομνή‐ ματα τῆς οἰκείας πλεονεξίας κεκτῆσθαι, καὶ στήλας | |
5 | ἀθανάτους τῆς οἰκείας κακίας παρὰ πᾶσιν ἔχειν, καὶ τὰ μὲν ἁμαρτήματα, ἐξ ὧν ἅπαντα ταῦτα συνελέγη, τῇ οἰ‐ κείᾳ ἐπιτίθησι κεφαλῇ, καὶ φορτίον βαρὺ καὶ δυσβάστα‐ κτον ἐπιφερόμενος οὐκ αἰσθάνεται· τὴν δὲ ἐκ τούτων ἀπόλαυσιν ἑτέροις παραχωρεῖ, οὐ μετὰ τὴν τῆς ζωῆς | |
10 | μετάστασιν μόνον, ἀλλὰ καὶ πρὸ τῆς ἐντεῦθεν ἐξόδου. Κἂν γὰρ μὴ ἄκων αὐτῶν γυμνωθῇ, ὑπὸ τῶν ᾠκειωμένων διασπᾶται, ὡς εἰπεῖν, καὶ διασπαράττεται ἅπαντα ταῦτα, καὶ οὐδὲ τοῦ πολλοστοῦ αὐτῶν μέρους ἐν ἀπολαύσει γί‐ νεται. Τί δὲ λέγω ἐν ἀπολαύσει; Ἂν γὰρ βουληθῇ, πῶς | |
15 | ἀρκέσει μίαν ἔχων γαστέρα πρὸς τοσοῦτο πλῆθος χρη‐ μάτων; ζʹ. Ἀλλὰ τῶν κακῶν ἁπάντων τὸ αἴτιον ἡ κενοδοξία, καὶ τὸ βούλεσθαι τὴν προσηγορίαν ἐπικεῖσθαι τὴν αὑτοῦ τοῖς ἀγροῖς, τοῖς βαλανείοις, ταῖς οἰκίαις. Τί σοι τὸ ὄφελος, | |
20 | ἄνθρωπε, ὅταν μετ’ οὐ πολὺ, πυρετοῦ καταλαβόντος, ἀθρόον ἀφιπταμένη ἡ ψυχὴ καταλιμπάνῃ σε ἔρημον καὶ γυμνὸν, μᾶλλον δὲ ἀρετῆς μὲν γεγυμνωμένον, περιβε‐ βλημένον δὲ τὰς ἀδικίας, τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, τοὺς στεναγμοὺς, τὸν ὀδυρμὸν, τὰ δάκρυα τῶν ὀρφανῶν, | |
25 | τὰς ἐπιβουλὰς, τοὺς δόλους; Πῶς δυνήσῃ τὰ μεγάλα ταῦτα φορτία τῶν ἁμαρτημάτων ἔχων ἐπικείμενα, τὴν στενὴν πύλην ἐκείνην διαβῆναι, τὴν οὐ δυναμένην δέ‐ ξασθαι τὸν ὄγκον τοῦ τοσούτου μεγέθους; Ἀνάγκη τοί‐ νυν ἔξω μένοντα, καὶ ὑπὸ τῶν φορτίων τούτων βαρούμε‐ | |
30 | νον ἀνήνυτα μεταγινώσκειν, ἤδη πρὸ τῶν ὀφθαλμῶν τὰ κολαστήρια ὁρῶντα ηὐτρεπισμένα, καὶ τὸ πῦρ ἐκεῖνο τὸ φοβερὸν καὶ μηδέποτε σβεννύμενον, καὶ τὸν σκώληκα τὸν ἀτελεύτητον. Ἀλλ’ εἴ τις ἡμῖν λόγος τῆς σωτηρίας τῆς ἡμετέρας, ὡς ἔτι καιρὸν ἔχομεν, ἀποστῶμεν τῆς | |
35 | κακίας, καὶ τὴν ἀρετὴν μεταδιώξωμεν, τῆς κενοδοξίας ὑπερίδωμεν. Διὰ τοῦτο γὰρ καὶ κενὴ λέγεται, ἐπειδὴ διάκενός ἐστι καὶ οὐδὲν ἔχουσα βέβαιον, οὐδὲ μό‐ νιμον, ἀλλ’ ἀπάτη μόνον ὀφθαλμῶν τυγχάνει, πρὶν ἢ φανῆναι ἀφιπταμένη. Ἢ οὐχ ὁρῶμεν τὸν σήμερον ὑπὸ | |
40 | τῶν ῥαβδούχων προπεμπόμενον, καὶ ὑπὸ τῶν δορυφόρων κυκλούμενον, αὔριον πολλάκις δεσμωτήριον οἰκοῦντα, καὶ μετὰ τῶν κακούργων στρεφόμενον; Τί ταύτης τῆς κενῆς καὶ ματαίας δόξης ἀπατηλότερον; Εἰ δὲ καὶ μὴ ἐν τῷ παρόντι τὰ τῆς μεταβολῆς αὐτὸν ἐκδέξηται, ὁ θά‐ | |
45 | νατος πάντως ἐπελθὼν διέκοψε τὴν εὐημερίαν, καὶ ὁ σή‐ μερον σοβῶν ἐπὶ τῆς ἀγορᾶς, καὶ εἰς δεσμωτήριον ἐμ‐ βάλλων, καὶ ἐπὶ τοῦ θρόνου καθήμενος, καὶ μεγάλα φυσῶν, καὶ τοὺς ἅπαντας ἀνθρώπους ὡς σκιὰς ὁρῶν, ἀθρόον τῇ ἑξῆς κεῖται νεκρὸς ἄπνους, δυσωδίας ἐμπε‐ | |
53.195(50) | πλησμένος, μυρίαις κατηγορίαις βαλλόμενος, ὑπὸ τῶν ἀδικηθέντων, ὑπὸ τῶν μηδὲν ἀδικηθέντων, συναλγούντων τοῖς ἀδικηθεῖσι. Τί τοῦ τοιούτου ἐλεεινότερον γένοιτ’ ἄν; Καὶ τὰ μὲν συλλεγέντα ἅπαντα πολλάκις ἐχθροὶ καὶ πο‐ λέμιοι πρὸς ἀλλήλους διενείμαντο· τὰ δὲ ἐκ τούτων ἐπι‐ | |
55 | σωρευθέντα αὐτῷ ἁμαρτήματα λαβὼν ἄπεισι, τὰς ὑπὲρ τούτων ἀπολογίας μετὰ πολλῆς ἀπαιτούμενος τῆς ἀκριβείας. Διὸ παρακαλῶ, φεύγοντες τὴν κενὴν ταύτην δόξαν, τὴν ἀληθῆ ποθήσωμεν, καὶ διαιωνίζουσαν· καὶ | |
μήτε χρημάτων ἔρως ἡμᾶς ὑποσκελιζέτω, μήτε ἐπιθυ‐ | Column end | |
53.196 | μίας φλὸξ κατακαιέτω, μήτε φθόνος καὶ βασκανία τη‐ κέτω, μήτε θυμὸς ἐμπρησμὸν ἡμῖν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα τὰ πονηρὰ καὶ ὀλέθρια πάθῃ τῇ δρόσῳ τοῦ Πνεύματος κατασβέσαντες ὑπερίδωμεν τῶν παρόντων, | |
5 | ποθήσωμεν τὰ μέλλοντα, ἔννοιάν τινα λάβωμεν τῆς μελ‐ λούσης ἡμέρας, καὶ πολλὴν τοῦ βίου τὴν ἀκρίβειαν ἐπι‐ δειξώμεθα. Οὐδὲ γὰρ διὰ τοῦτο εἰς τὸν βίον τοῦτον παρ‐ ήχθημεν, ἵνα μόνον ἐσθίωμεν καὶ πίνωμεν. Οὐ τὸ ζῇν διὰ τὸ φαγεῖν καὶ πιεῖν γέγονεν, ἀλλὰ διὰ | |
10 | τὸ ζῇν τὸ φαγεῖν καὶ πιεῖν. Μὴ τοίνυν ἀντιστρέφωμεν τὴν τάξιν, μήτε ὡς δι’ αὐτὸ γενόμενοι οὕτω τῇ γαστρὶ δουλεύωμεν, καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς· ἀλλὰ τὴν ἐν‐ τεῦθεν ἡμῖν τικτομένην βλάβην ἀναλογιζόμενοι, κατα‐ στέλλωμεν τῆς σαρκὸς τὰ κινήματα, καὶ μὴ ῥᾳθυμῶμεν, | |
15 | μηδὲ συγχωρῶμεν αὐτὴν κατεξανίστασθαι τῆς ψυχῆς. Εἰ γὰρ Παῦλος ὁ τοσοῦτος καὶ τηλικοῦτος, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην διαδραμὼν ἅπασαν, καὶ τῶν σωματικῶν ἀναγκῶν ἀνώτερος γεγονὼς, καὶ τῶν ἀῤῥή‐ των ἐκείνων ῥημάτων ἀκοῦσαι καταξιωθεὶς, ὧν μέχρι | |
20 | τῆς σήμερον οὐδεὶς ἄλλος ἤκουσε, γράφων ἔλεγεν· Ὑπω‐ πιάζω μου τὸ σῶμα, καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι· εἰ τοίνυν ἐκεῖνος ὁ τοσαύτης ἀξιωθεὶς χάριτος, μετὰ τοσαῦτα καὶ τηλι‐ καῦτα κατορθώματα ἐδεῖτο τοῦ ὑπωπιάζειν, καὶ δουλ‐ | |
25 | αγωγεῖν, καὶ ὑποτάττειν τῇ τῆς ψυχῆς ἐξουσίᾳ, καὶ ὑπὸ τὴν ταύτης ἀρετὴν εἶναι ποιεῖν τοῦ σώματος τὰ σκιρ‐ τήματα (ὑπωπιάζει γάρ τις τὸ κατεξανιστάμενον, καὶ δουλαγωγεῖ τὸ ἀφηνιῶν)· τί οὖν ἂν εἴποιμεν ἡμεῖς οἱ πάντων ἔρημοι τῶν ἀγαθῶν, οἱ φορτίοις ἁμαρτημάτων | |
30 | βεβαρημένοι, καὶ πρὸς τούτοις πολλὴν τὴν ῥᾳθυ‐ μίαν ἐπιδεικνύμενοι; Μὴ γὰρ ἀνακωχὴν ἔχει ὁ πόλεμος οὗτος; μὴ γὰρ καιρὸν ἐπιθέσεως κέκτηται; Πάντοτε νήφειν καὶ ἐγρηγορέναι δεῖ, καὶ μηδέποτε ἐν ἀδείᾳ εἶναι· ἐπεὶ μηδέ ἐστι καιρὸς ὡρισμένος τῆς τοῦ πολεμοῦντος | |
35 | καὶ ἐπεμβαίνοντος ἡμῖν ἐπιθέσεως. Ἀεὶ τοίνυν φρον‐ τίζωμεν, ἀεὶ μεριμνῶμεν περὶ τῆς σωτηρίας τῆς ἡμετέ‐ ρας, ἵνα οὕτω δυνηθῶμεν καὶ αὐτοὶ ἀνάλωτοι μεῖναι, καὶ τὰς παρὰ τοῦ πολεμίου μηχανὰς διαφυγόντες τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ | |
40 | οἰκτιρμοῖς τοῦ Μονογενοῦς αὐτοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
43t | ΟΜΙΛΙΑ ΚΓʹ. | |
44n | Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Αὗται | |
45n | δὲ αἱ γενέσεις Νῶε. Νῶε ἄνθρωπος δίκαιος, τέ‐ | |
46n | λειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε | |
47n | Νῶε. | |
48 | αʹ. Εἴδετε ἐν τοῖς ἤδη ῥηθεῖσιν, ὅσον τῆς φιλανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος, καὶ πόση αὐτοῦ τῆς ἀνεξικακίας ἡ | |
53.196(50) | ὑπερβολή; εἴδετε τῶν τότε ἀνθρώπων τῆς κακίας τὴν ἐπίτασιν; κατεμάθετε ἐν μέσῳ τοσούτῳ πλήθει ὅση τοῦ δικαίου γέγονεν ἡ ἀρετὴ, καὶ ὅτι οὐδὲν αὐτὸν ἐλυμήνατο, οὔτε ἡ συμφωνία ἐκείνων ἐπὶ τὴν κακίαν ῥέπουσα, οὔτε τὸ μόνον ἐν μέσῳ τούτων ἀπειλῆφθαι, καὶ τὴν ἐναντίαν | |
55 | ὁδεύειν ὁδόν; Καθάπερ γὰρ κυβερνήτης ἄριστος τοὺς τῆς διανοίας οἴακας μετὰ πολλῆς τῆς ἀγρυπνίας μετα‐ χειριζόμενος, οὐκ ἠφίει καταβαπτισθῆναι τὸ σκάφος ὑπὸ τῆς σφοδρότητος τῶν τῆς κακίας κυμάτων, ἀλλὰ ἀνώ‐ | |
τερος τοῦ χειμῶνος γεγονὼς, καὶ πελάγιος σαλεύων, ὡς | ||
53.197 | ἐν λιμένι καθήμενος, οὕτω τῆς ἀρετῆς τὸ πηδάλιον ἰθύνων ἐκτὸς ἑαυτὸν κατέστησε τοῦ μέλλοντος κλυδωνίου τοὺς κατὰ τὴν οἰκουμένην ἅπαντας καταλήψεσθαι. Τοσοῦτόν ἐστιν ἀρετὴ πρᾶγμα, ἀθάνατον, καὶ ἀχείρωτον, οὐκ | |
5 | εἶκον ταῖς τοῦ παρόντος βίου ἀνωμαλίαις, ἀλλ’ ὑπεράνω τῶν τῆς κακίας δικτύων ἀφιπταμένη, καθάπερ ἀφ’ ὑψη‐ λῆς τινος σκοπιᾶς, οὕτως ἅπαντα τὰ ἀνθρώπινα καθ‐ ορῶσα, οὐδενὸς ἐπαισθάνεται τῶν τοῖς ἄλλοις λυπηρῶν φαινομένων. Ἀλλ’ ὥσπερ ὁ ἐπὶ πέτρας τινὸς ὑψηλῆς | |
10 | ἑστὼς καταγελᾷ τῶν κυμάτων, ἐπειδὰν ἴδῃ ταῦτα προσ‐ ρηγνύμενα μὲν τῇ πέτρᾳ, εἰς ἀφρὸν δὲ εὐθὺς διαλυό‐ μενα· οὕτω δὴ καὶ ὁ τὴν ἀρετὴν μετιὼν, ἐν ἀσφαλεῖ χωρίῳ καθεστὼς οὐδὲν ἀηδὲς ὑπομένει ὑπὸ τῆς τῶν πρα‐ γμάτων ταραχῆς, ἀλλ’ ἐν ἡσυχίᾳ κάθηται τῇ τῶν οἰκείων | |
15 | λογισμῶν ἐντρυφῶν γαλήνῃ, καὶ ἐννοῶν, ὡς οὐδὲν τῶν ποταμίων ῥευμάτων διενήνοχε τὰ τοῦ παρόντος βίου πράγματα μετὰ τοσαύτης εὐκολίας καὶ ῥύμης παρατρέ‐ χοντα. Καθάπερ γὰρ ἔστιν ἰδεῖν τὰ τῆς θαλάσσης κύ‐ ματα νῦν μὲν εἰς ὕψος ἄφατον αἰρόμενα, ἀθρόον δὲ πά‐ | |
20 | λιν ταπεινούμενα· τὸν αὐτὸν δὴ τρόπον καὶ τοὺς ἀρετῆς ἀμελοῦντας, καὶ τὴν κακίαν μετιόντας ὁρῶμεν, νῦν μὲν μεγαλοφρονοῦντας, καὶ τὰς ὀφρῦς ἀνασπῶντας, καὶ περὶ τὰ τοῦ παρόντος βίου πράγματα ἐπτοημένους, ἀθρόον δὲ ταπεινουμένους, καὶ εἰς ἐσχάτην ἐλαυνομένους | |
25 | πενίαν. Τούτους γὰρ καὶ ὁ μακάριος Δαυῒδ ὁ προφήτης αἰνιττόμενος ἔλεγε· Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄν‐ θρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Καὶ καλῶς εἶπε, Μὴ φοβοῦ. Μή σε θορυβείτω, φησὶν, | |
30 | ἡ τοῦ πλούτου περιουσία, καὶ ἡ τῆς δόξης περιφάνεια. Ὄψει γὰρ μετ’ οὐ πολὺ χαμαὶ κείμενον, ἀνενέργητον, νεκρὸν, ἐῤῥιμμένον, σκωλήκων γιγνόμενον τροφὴν, γυ‐ μνὸν τούτων ἁπάντων γιγνόμενον, καὶ οὐδὲν ὅλως μεθ’ ἑαυτοῦ ἀπενεγκεῖν δυνηθέντα, ἀλλ’ ἐνταῦθα ἅπαντα κα‐ | |
35 | ταλιπόντα. Μὴ τοίνυν τὰ παρόντα ἰδὼν ἀγωνιάσῃς, μηδὲ μακαρίσῃς τὸν μετὰ βραχὺν χρόνον ἐν ἐρημίᾳ τούτων μέλλοντα γίνεσθαι. Τοιοῦτον γὰρ ἡ παροῦσα εὐημερία, καὶ ἡ τοῦ πλούτου φύσις· οὐ συναποδημεῖ τοῖς ἐντεῦθεν μεθισταμένοις, ἀλλ’ ἐνταῦθα αὐτὴν ἅπασαν καταλιπόν‐ | |
40 | τες, γυμνοὶ καὶ ἔρημοι ἀπίασι, μόνην τὴν κακίαν περι‐ βεβλημένοι, καὶ τὰ ἐκ ταύτης αὐτοῖς συλλεγέντα ἁμαρ‐ τημάτων φορτία. Ἐπὶ δὲ τῆς ἀρετῆς τοιοῦτον οὐδέν· ἀλλὰ καὶ ἐνταῦθα ἀνωτέρους τῶν ἐπιβουλευόντων καθ‐ ίστησι, καὶ ἀναλώτους ἐργάζεται, καὶ διηνεκῆ τὴν ἡδο‐ | |
45 | νὴν χαρίζεται, καὶ οὐκ ἀφίησι τῆς τῶν πραγμάτων ἀνω‐ μαλίας αἴσθησιν λαβεῖν, καὶ ἐντεῦθεν ἀποδημοῦσι συμ‐ μεθίσταται, καὶ τότε μάλιστα, ὅτε χρῄζομεν τῆς παρ’ αὐτῆς συμμαχίας, καὶ κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φοβερὰν πολλὴν ἡμῖν παρέχει τὴν βοήθειαν, ἥμερον | |
53.197(50) | ἡμῖν καθιστῶσα τοῦ δικαστοῦ τὸ ὄμμα· καὶ καθάπερ ἐνταῦθα παρόντων τῶν δεινῶν ἀνωτέρους καθίστησι τῶν δεινῶν, οὕτω καὶ ἐν τῷ μέλλοντι ἐξαρπάζει τοὺς αὐτὴν ἐπιφερομένους τῶν κολαστηρίων ἐκείνων. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἔτι καὶ τῆς τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαύ‐ | |
55 | σεως πρόξενος ἡμῖν γίνεται. Καὶ ἵνα μάθῃς, ὅτι ταῦτα οὕτως ἔχει, καὶ οὐχ ἁπλῶς καὶ εἰκῆ ψυχαγωγοῦντες ὑμᾶς τούτοις κεχρήμεθα τοῖς ῥήμασιν, ἐκ τῶν νῦν προ‐ κειμένων δεῖξαι πειράσομαι τῇ ὑμετέρᾳ ἀγάπῃ. Ὅρα γὰρ πῶς ὁ θαυμάσιος οὗτος, ὁ Νῶε λέγω, παντὸς τοῦ | |
60 | τῶν ἀνθρώπων γένους εἰς τὴν κατ’ αὐτῶν ἀγανάκτησιν ἐκκαλεσαμένου τὸν φιλάνθρωπον Δεσπότην, οὗτος διὰ τῆς οἰκείας ἠδυνήθη ἀρετῆς καὶ τῆς ἀγανακτήσεως τὴν πεῖραν διαφυγεῖν, καὶ πολλὴν τὴν παρ’ αὐτοῦ εὔνοιαν | |
ἐφελκύσασθαι. Καὶ εἰ βούλει, τέως περὶ τῶν ἐν τῷ παρ‐ | Column end | |
53.198 | όντι βίῳ διαλεχθῶμεν. Ἴσως γάρ τινες τοῖς μέλλουσι καὶ μὴ ὁρωμένοις διαπιστοῦσιν. Ἴδωμεν τοίνυν ἐκ τῶν ἐν‐ ταῦθα γινομένων, τίνα μὲν τοὺς πρὸς τὴν κακίαν αὐτο‐ μολήσαντας διεδέξατο, τίνων δὲ ὁ τὴν ἀρετὴν ἑλόμενος | |
5 | ἠξιώθη. Ἐπειδὴ γὰρ διὰ τὴν πολλὴν τῆς κακίας ἐπίτα‐ σιν ἀπεφήνατο ὁ ἀγαθὸς Θεὸς πανωλεθρίᾳ τὸ τῶν ἀν‐ θρώπων γένος καταδικάσειν, εἰπὼν, Ἀπαλείψω τὸν ἄνθρωπον, ὃν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, καὶ δεικνὺς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολὴν, οὐ κατὰ | |
10 | τοῦ τῶν ἀνθρώπων γένους μόνον τὴν ἀπόφασιν ἐξήνεγ‐ κεν, ἀλλὰ καὶ κατὰ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπε‐ τῶν, καὶ τῶν πετεινῶν· τῶν γὰρ ἀνθρώπων, δι’ οὓς ταῦτα παρήχθη, ἀπόλλυσθαι μελλόντων, καὶ ὑπο‐ βρυχίων γίνεσθαι, εἰκότως καὶ ταῦτα τῆς τιμωρίας | |
15 | συναπήλαυσεν· ἐπειδὴ οὖν ἡ ἀπόφασις ἀόριστος ἦν, καὶ οὐδεμίαν ἔχουσα διαίρεσιν, ἵνα μάθῃς τὸ ἀπροσωπόλη‐ πτον τοῦ Θεοῦ, καὶ ὅτι ταῖς καρδίαις ταῖς ἡμετέραις ἐμβατεύων οὐδένα περιορᾷ, ἀλλὰ κἂν μικράν τινα ἀφορ‐ μὴν εὕρῃ παρ’ ἡμῶν εἰσφερομένην, ἄφατον αὐτοῦ ἐπι‐ | |
20 | δείκνυται τὴν φιλανθρωπίαν, φησὶν ἡ Γραφὴ, ἵνα μὴ νομίσωμεν ὅτι παντελὴς ἀφανισμὸς γίνεται τοῦ τῶν ἀνθρώπων γένους, ἀλλὰ γνῶμεν, ὅτι διὰ τὴν οἰκείαν αὐ‐ τοῦ ἀγαθότητα ἀφίησι σπινθῆρά τινα σώζεσθαι, καὶ ῥί‐ ζαν τῷ τῶν ἀνθρώπων γένει, ὥστε πάλιν εἰς μακροὺς | |
25 | ἐκταθῆναι κλάδους· Νῶε δὲ, φησὶν, εὗρε χάριν ἐναν‐ τίον τοῦ Θεοῦ. βʹ. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲ τὴν τυχοῦσαν συλλαβὴν ἔστιν εὑρεῖν ἁπλῶς κειμένην. Ἐπειδὴ γὰρ ἐδίδαξεν ἡμᾶς τὴν ὑπερβολὴν τῆς κακίας τῶν ἀν‐ | |
30 | θρώπων, καὶ τῆς τιμωρίας τὸ μέγεθος τῆς μελλούσης ἐπάγεσθαι τοῖς ταύτης ἐργάταις, διδάσκει ἡμᾶς καὶ τὸν ἐν τοσούτῳ πλήθει δυνηθέντα τὴν ἀρετὴν ἀκέραιον δια‐ σῶσαι. Ἔστι μὲν γὰρ καὶ καθ’ ἑαυτὴν ἡ ἀρετὴ θαυμα‐ στή. Ὅταν δὲ καὶ ἐν μέσῳ τῶν κωλυόντων τυγχάνων | |
35 | τις ταύτην μετίῃ, πολλῷ μᾶλλον θαυμαστοτέραν αὐτὴν ἀποφαίνει. Διὰ τοῦτο ὥσπερ θαυμάζουσα τὸν δίκαιον ἡ θεία Γραφή φησιν, ὅτι μεταξὺ τῶν τοσούτων διὰ τὴν κακίαν μελλόντων ἀγανακτήσεως πειρᾶσθαι, Νῶε δὲ εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Εὗρε χάριν, | |
40 | ἀλλ’ Ἐναντίον τοῦ Θεοῦ· οὐχ ἁπλῶς, Εὗρε χάριν, ἀλλ’, Ἐναντίον Κυρίου τοῦ Θεοῦ· ἵνα ἡμᾶς διδάξῃ ὅτι ἕνα τοῦτον εἶχε τὸν σκοπὸν, ὥστε τὸν ἀκοίμητον ἐκεῖ‐ νον ὀφθαλμὸν ἐπαινέτην ἔχειν, καὶ οὐδεὶς αὐτῷ λόγος τῆς τῶν ἀνθρώπων δόξης, οὐδὲ τῆς ἀτιμίας, καὶ τοῦ γέλωτος. | |
45 | Εἰκὸς γὰρ αὐτὸν ἀπεναντίας ἅπασι τὴν ἀρετὴν μετιέναι βουλόμενον πολλὴν ὑπομένειν τὴν χλεύην καὶ τὸν γέ‐ λωτα, πάντων τῶν τὴν κακίαν μετιόντων εἰωθότων ἀεὶ ἐπισκώπτειν τοὺς ταύτην φεύγειν βουλομένους, καὶ ἀρε‐ τὴν αἱρουμένους, ὅπερ καὶ νῦν πολλάκις γίνεται. Καὶ | |
53.198(50) | πολλοὺς τῶν ῥᾳθύμων ὁρῶμεν μὴ φέροντας τὸν γέλωτα καὶ τὴν χλευασίαν, ἀλλὰ προτιμῶντας τὴν παρὰ τῶν ἀνθρώπων δόξαν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης, ὑποσυ‐ ρομένους καὶ συγκατασπωμένους τῇ τῶν ἑτέρων ἀνθρώ‐ πων κακίᾳ. Ψυχῆς γάρ ἐστι γενναίας καὶ στεῤῥῷ τῷ | |
55 | φρονήματι κεχρημένης τὸ δυνηθῆναι ἀντισχεῖν πρὸς τοὺς διασύρειν βουλομένους, καὶ μὴ πρὸς ἀρέσκειαν τῶν ἀν‐ θρώπων τι διαπράττεσθαι, ἀλλὰ πρὸς τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν τείνειν τὸ ὄμμα, καὶ τὴν παρ’ ἐκείνου εὐφημίαν μόνον ἀναμένειν, καὶ τούτων ὑπερορᾷν, καὶ | |
60 | μηδὲν ἡγεῖσθαι αὐτῶν τὸν ἔπαινον, μήτε τὸν ψόγον, ἀλλὰ καθάπερ σκιὰς καὶ ὀνείρατα παρατρέχειν. Καὶ ἐνταῦθα μὲν πολλοὶ πολλάκις τὴν ὕβριν οὐ φέροντες δέκα ἢ εἴκοσι ἀνθρώπων, ἢ καὶ ἐλαττόνων, ὑπεσκελίσθησαν καὶ κατ‐ έπεσον. Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν. Οὐδὲ | |
65 | γὰρ τὸ τυχόν ἐστιν ὑπεριδεῖν τῶν ὀνειδιζόντων, καὶ κα‐ | |
ταγελώντων, καὶ κωμῳδεῖν βουλομένων· ἀλλ’ ὁ | ||
53.199 | δίκαιος οὗτος οὐχ οὕτως. Οὐ μόνον γὰρ δέκα καὶ εἴκοσι καὶ ἑκατὸν ἀνθρώπων, ἀλλὰ καὶ πάσης τῆς τῶν ἀνθρώ‐ πων φύσεως, καὶ μυριάδων τοσούτων ὑπερεῖδεν. Εἰκὸς γὰρ ἅπαντας αὐτοὺς καταγελᾷν, κωμῳδεῖν, χλευάζειν, | |
5 | πολλὴν τὴν παροινίαν περὶ αὐτὸν ἐπιδείκνυσθαι, ἴσως δὲ ἢ καὶ βούλεσθαι διασπᾷν, εἰ οἷόν τε ἦν. Πολλὴν γὰρ ἀεὶ τὴν μανίαν ἐπιδείκνυται ἡ κακία κατὰ τῆς ἀρετῆς· ἀλλ’ οὐ μόνον οὐδὲν αὐτὴν βλάπτει, ἀλλὰ καὶ τὸ πολεμεῖν ἰσχυροτέραν αὐτὴν ἀπεργάζεται. Τοσαύτη γὰρ τῆς ἀρε‐ | |
10 | τῆς ἡ ἰσχὺς, ὅτι ἐν τῷ πάσχειν τῶν ποιούντων περιγί‐ νεται, καὶ ἐν τῷ πολεμεῖσθαι τῶν πολεμούντων ἀνω‐ τέρα καθίσταται. Καὶ τοῦτο ἔνεστι μὲν ἐκ πολλῶν συν‐ ιδεῖν. Ἵνα δὲ ἀφορμὰς ὑμῖν παράσχωμεν (Δίδου γὰρ φησὶ, σοφῷ ἀφορμὴν, καὶ σοφώτερος ἔσται), ἀναγ‐ | |
15 | καῖον καὶ ἐκ τῆς Παλαιᾶς καὶ ἐκ τῆς Καινῆς τὰ παρα‐ δείγματα ὑμῖν παραγαγεῖν. Ἐννόει μοι τοίνυν τὸν Ἄβελ· οὐχὶ ἀνῃρέθη ὑπὸ τοῦ Κάϊν; οὐχὶ ἐπὶ τοῦ ἐδάφους ἦν ἐῤῥιμμένος; Ἀλλὰ μὴ τοῦτο σκόπει, ὅτι ἐκράτησε καὶ περιεγένετο, καὶ ἀνεῖλε τὸν φθονούμενον, καὶ οὐδὲν ἠδι‐ | |
20 | κηκότα· ἀλλὰ τὰ μετὰ ταῦτα λογίζου, ὅτι ὁ μὲν ἀναι‐ ρεθεὶς, ἐξ ἐκείνου μέχρι τοῦ νῦν ἀνακηρύττεται, καὶ στεφανοῦται, καὶ ὁ τοσοῦτος χρόνος τὴν μνήμην οὐκ ἐμάρανεν· ὁ δὲ ἀνελὼν, καὶ περιγενόμενος, καὶ τότε ζωὴν θανάτου βαρυτέραν ὑπέμενε, καὶ ἐξ ἐκείνου μέχρι | |
25 | τοῦ νῦν οὗτος μὲν στηλιτεύεται, καὶ τὰς παρὰ πάντων κατηγορίας δέχεται, ἐκεῖνος δὲ καθ’ ἑκάστην ἡμέραν ἐν τοῖς ἁπάντων ᾄδεται στόμασι. Καὶ ταῦτα μὲν ἐν τῷ παρ‐ όντι βίῳ, τὰ δὲ ἐν τῷ μέλλοντι αἰῶνι ποῖος λόγος, ποία διάνοια παραστῆσαι δυνήσεται; Καὶ οἶδα μὲν ὅτι συνετοὶ | |
30 | ὄντες πολλὰ καὶ διάφορα ἕτερα τοιαῦτα εὑρήσετε ἐν ταῖς Γραφαῖς κείμενα. Διὰ γὰρ τοῦτο γέγραπται πρὸς ὠφέλειαν τὴν ἡμετέραν, ὥστε ταῦτα μανθάνοντας φεύ‐ γειν μὲν τὴν κακίαν, προτιμᾷν δὲ τὴν ἀρετήν. Βούλει καὶ ἐν τῇ Καινῇ τὸ αὐτὸ τοῦτο ἰδεῖν; Ἄκουε τοῦ μακα‐ | |
35 | ρίου Λουκᾶ τὸ αὐτὸ τοῦτο διηγουμένου περὶ τῶν ἀποστό‐ λων, ὅτι μαστιγωθέντες ἀνεχώρουν ἀπὸ τοῦ συνεδρίου χαίροντες, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. Καίτοι γε αἱ μάστιγες οὐ χαρᾶς ἦσαν ἀφορμαὶ, ἀλλὰ λύπης καὶ ἀθυμίας· ἀλλὰ αἱ διὰ | |
40 | τὸν Θεὸν μάστιγες, καὶ ἡ ὑπόθεσις, δι’ ἣν ἐμαστίζοντο, τὴν χαρὰν αὐτοῖς ἔτικτε. Καὶ οἱ μὲν μαστιγώσαντες ἐν ἀπορίᾳ πολλῇ καὶ ἀμηχανίᾳ καθεστήκεισαν, οὐκ εἰδότες ὅ τι πράξωσιν. Ἄκουε γὰρ αὐτῶν καὶ μετὰ τὰς μάστι‐ γας διαπορούντων, καὶ λεγόντων· Τί ποιήσομεν τοῖς | |
45 | ἀνθρώποις τούτοις; Τί λέγεις; Ἐμαστίξατε, μυρία κακὰ διεθήκατε, καὶ ἔτι ἀπορεῖτε; Τοσοῦτόν ἐστιν ἰσχυ‐ ρὸν πρᾶγμα καὶ ἀχείρωτον ἡ ἀρετὴ, καὶ ἐν αὐτῷ τῷ πάσχειν τῶν ποιούντων περιγινομένη. γʹ. Ἀλλ’ ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, ἀναγκαῖον | |
53.199(50) | πάλιν ἐπανελθεῖν ἐπὶ τὸν δίκαιον τοῦτον, καὶ ἐκπλαγῆναι αὐτοῦ τῆς ἀρετῆς τὴν ὑπερβολὴν, πῶς ἴσχυσε τοσούτου δήμου καταγελῶντος, ἐπεμβαίνοντος, χλευάζοντος, κωμ‐ ῳδοῦντος (πάλιν γὰρ τὰ αὐτὰ λέγω, καὶ λέγων οὐ παύ‐ σομαι) ὑπεριδεῖν, καὶ ἀνώτερος γενέσθαι. Πῶς; Ἐγὼ | |
55 | λέγω· Ἐπειδὴ διηνεκῶς ἑώρα πρὸς τὸν ἀκοίμητον ὀφθαλ‐ μὸν, ἐκεῖ τεταμένον εἶχε τῆς διανοίας τὸ ὄμμα, καὶ λοιπὸν τούτων ἁπάντων ὡς οὐδὲν ὄντων ἐφρόντιζε. Καὶ γὰρ οὕτως ἔχει· ἐπειδὰν γάρ τις τρωθῇ τῷ ἔρωτι ἐκείνῳ, καὶ εἰς τὸν πρὸς τὸν Θεὸν πόθον ἑαυτὸν ἐκτείνῃ, | |
60 | οὐδὲν ἕτερον ὁρᾷ τῶν ὁρωμένων, ἀλλὰ διηνεκῶς ἐκεῖνον φαντάζεται τὸν ποθούμενον, καὶ ἐν νυκτὶ, καὶ ἐν ἡμέρᾳ, καὶ κοιταζόμενος, καὶ διανιστάμενος. Μὴ τοίνυν σε ξενι‐ | |
ζέτω, εἰ καὶ ὁ δίκαιος οὗτος ἅπαξ ἐκεῖ τείνας αὑτοῦ τὴν | Column end | |
53.200 | διάνοιαν, οὐδενὸς ἐφρόντιζε τῶν ὑποσκελίζειν ἐπιχει‐ ρούντων. Τὰ γὰρ παρ’ ἑαυτοῦ ἐπιδειξάμενος, καὶ τὴν ἄνωθεν χάριν ἐπισπασάμενος ἀνώτερος ἁπάντων ἐγί‐ νετο· Νῶε γὰρ, φησὶν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ | |
5 | Θεοῦ. Εἰ καὶ πάσῃ τῇ τῶν τότε ἀνθρώπων φύσει οὐκ ἦν ἐπίχαρις, οὐδὲ ποθεινὸς, διὰ τὸ μὴ βούλεσθαι τὴν αὐτὴν αὐτοῖς ὁδεύειν ὁδὸν, ἀλλὰ πρὸς ἐκεῖνον τὸν τὰς καρδίας ἐμβατεύοντα χάριν εὗρε, καὶ ἐκεῖνος αὐτοῦ τὴν γνώμην ἀπεδέξατο. Τί γὰρ, εἰπέ μοι, βλάβος ἐντεῦθεν ἐγένετο | |
10 | ἀπὸ τῆς τῶν ὁμογενῶν χλεύης καὶ τοῦ καταγέλωτος, τοῦ πλάσαντος τὰς καρδίας ἡμῶν, καὶ συνιέντος εἰς πάντα τὰ ἔργα ἡμῶν, ἀνακηρύττοντος τὸν ἄνδρα καὶ στεφα‐ νοῦντος; Τί δὲ ὄφελος ἀνθρώπῳ γένοιτ’ ἂν παρὰ πάσης τῆς οἰκουμένης θαυμαζομένῳ καὶ ἐπαινουμένῳ, παρὰ δὲ | |
15 | τοῦ τῶν ὅλων δημιουργοῦ καὶ τοῦ ἀπαραλογίστου δικα‐ στοῦ ἐπὶ τῆς ἡμέρας ἐκείνης τῆς φοβερᾶς κρινομένῳ; Ταῦτα τοίνυν εἰδότες, ἀγαπητοὶ, μηδένα λόγον ποιώμεθα τοῦ παρὰ τῶν ἀνθρώπων ἐπαίνου, μηδὲ τὴν παρὰ τού‐ των εὐφημίαν ἐκ παντὸς τρόπου ζητῶμεν, ἀλλὰ καὶ δι’ | |
20 | ἐκεῖνον μόνον τὸν ἐτάζοντα καρδίας καὶ νεφροὺς, καὶ τὰ τῆς ἀρετῆς ἔργα μετίωμεν, καὶ τὴν κακίαν φεύγωμεν. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παιδεύων ἡμᾶς μὴ κεχη‐ νέναι πρὸς τὰς παρὰ τῶν ἀνθρώπων εὐφημίας, μετὰ πολλὰ ἕτερα τελευταῖον καὶ τοῦτο ἐπήνεγκε λέγων· | |
25 | Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄν‐ θρωποι. Σκόπει πῶς διὰ τοῦ, Οὐαὶ, ἡμῖν ἐνεφάνισε πο‐ ταπὴ τοῖς τοιούτοις κείσεται τιμωρία. Τὸ γὰρ οὐαὶ τοῦτο θρηνῶδές ἐστιν ἐπίφθεγμα· μονονουχὶ γὰρ ταλανίζων αὐτούς φησιν· Οὐαὶ ὑμῖν, ὅταν καλῶς εἴπωσιν ὑμᾶς | |
30 | πάντες οἱ ἄνθρωποι. Καὶ ὅρα τοῦ ῥητοῦ τὴν ἀκρίβειαν. Οὐκ εἶπεν ἁπλῶς, οἱ ἄνθρωποι, ἀλλὰ, Πάντες οἱ ἄν‐ θρωποι. Οὐδὲ γὰρ οἷόν τε τὸν ἐνάρετον, καὶ τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ὁδεύοντα, καὶ ταῖς ἐντολαῖς τοῦ Χριστοῦ κατακολουθοῦντα παρὰ πάντων ἀνθρώπων ἐπαι‐ | |
35 | νεῖσθαι καὶ θαυμάζεσθαι. Πολλὴ γὰρ τῆς κακίας ἡ ἐπί‐ τασις, καὶ ἡ πρὸς τὴν ἀρετὴν ἐναντίωσις. Εἰδὼς οὖν ὁ Δεσπότης, ὅτι τὸν μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντα, καὶ τὸν παρ’ αὐτοῦ μόνον ἐκδεχόμενον ἔπαινον, τῶν ἀδυνάτων ἂν εἴη παρὰ πάντων ἀνθρώπων ἐπαινεῖσθαι, | |
40 | καὶ καλῶς ἀκούειν, διὰ τοῦτο ταλανίζει τοὺς διὰ τὸν παρὰ τούτων ἔπαινον τῆς ἀρετῆς ἀμελοῦντας. Ἡ γὰρ παρὰ πάντων εὐφημία τεκμήριον ἂν εἴη μέγιστον τοῦ μὴ πολὺν τῆς ἀρετῆς λόγον ποιεῖσθαι. Πῶς γὰρ παρὰ πάντων ἐπαινεθείη ὁ ἐνάρετος, εἰ βούλοιτο τοὺς ἀδικου‐ | |
45 | μένους ἐξαρπάζειν τῶν ἀδικούντων, τοὺς ἐπηρεαζομένους τῶν κακῶς ποιεῖν βουλομένων; Πάλιν εἰ βούλοιτο διορ‐ θοῦν τοὺς ἁμαρτάνοντας, καὶ ἐπαινεῖν τοὺς κατορ‐ θοῦντας, οὐκ εἰκὸς τοὺς μὲν ἐπαινεῖν, τοὺς δὲ ψέγειν; Διὰ τοῦτό φησιν· Οὐαὶ ὑμῖν, ὅταν καλῶς ὑμᾶς εἴπωσι | |
53.200(50) | πάντες οἱ ἄνθρωποι. Πῶς οὖν οὐκ ἄξιον θαυμάζειν καὶ ἐκπλήττεσθαι τὸν δίκαιον τοῦτον, ὅτι ἅπερ ὁ Χριστὸς παραγενόμενος ἐδίδασκε, ταῦτα προλαβὼν ὑπὸ τοῦ ἐν τῇ φύσει ἐγκειμένου νόμου παιδευθεὶς μετὰ πολλῆς μετῄει τῆς ὑπερβολῆς, καὶ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον | |
55 | ἀποπεμψάμενος, διὰ τῆς τῶν βεβιωμένων ἀρετῆς τὴν παρὰ τῷ Θεῷ χάριν εὑρεῖν ἐσπούδαζε; Νῶε γὰρ, φη‐ σὶν, εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ. Ἀλλ’ ὅτι μὲν διὰ τὴν προσοῦσαν αὐτῷ ἀρετὴν εὗρε χάριν ἐναντίον Κυρίου τοῦ Θεοῦ, διηγήσατο ἡμῖν ὁ θαυμάσιος οὗτος | |
60 | προφήτης ἐνηχούμενος ὑπὸ τοῦ ἁγίου Πνεύματος· ἀναγ‐ καῖον δὲ καὶ τὰ ἑξῆς εἰρημένα καταμαθεῖν, καὶ ἰδεῖν καὶ τὴν ψῆφον τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτοῦ γινομένην. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δί‐ καιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέ‐ | |
65 | στησε Νῶε. Ξένος γενεαλογίας τρόπος. Εἰποῦσα γὰρ ἡ | |
53.201 | θεία Γραφὴ, Αὗται δὲ αἱ γενέσεις Νῶε, καὶ τὰς ἀκοὰς ἡμῶν ἀναπτερώσασα, ὡς μέλλουσα τὴν γενεαλογίαν αὐ‐ τοῦ διηγεῖσθαι, καὶ τίς μὲν αὐτοῦ πατὴρ ἐγένετο, πόθεν δὲ τὸ γένος κατῆγε, καὶ ὅπως εἰς τὸν βίον παρήχθη, καὶ | |
5 | τὰ ἄλλα ἅπαντα, ἅπερ ἔθος τοῖς τὰς γενεαλογίας ἐξηγου‐ μένοις διηγεῖσθαι, ταῦτα πάντα καταλιποῦσα, καὶ τῆς συνηθείας ἀνωτέρω γενομένη, φησί· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐ‐ ηρέστησε Νῶε. Εἶδες θαυμαστὴν γενεαλογίαν; Νῶε, φη‐ | |
10 | σὶν, ἄνθρωπος. Ὅρα καὶ τὸ κοινὸν ὄνομα τῆς φύσεως ἀντ’ ἐγκωμίου τῷ δικαίῳ γινόμενον. Ἐπειδὴ γὰρ ἐκεῖνοι καὶ τὸ ἄνθρωποι εἶναι ἀπώλεσαν διὰ τὸ πρὸς τὰ τῆς σαρκὸς ἡδονὰς ὀλισθῆσαι, οὗτος, φησὶν, ἐν τοσούτῳ δήμῳ τοῦ ἀνθρώπου τὴν εἰκόνα διέσωσε. Τοῦτο γὰρ ἄνθρωπος, | |
15 | ὅταν ἀρετὴν μετίῃ. Οὐδὲ γὰρ τὸ μορφὴν ἔχειν τοῦ ἀν‐ θρώπου, καὶ ὀφθαλμοὺς, καὶ ῥῖνα, καὶ στόμα, καὶ πα‐ ρειὰς, καὶ τὰ λοιπὰ μέλη, τοῦτο ἄνθρωπον ἀποδείκνυσι· ταῦτα γὰρ μέλη τυγχάνει τοῦ σώματος. Ἄνθρωπον γὰρ ἐκεῖνον ἂν καλέσαιμεν τὸν τὴν εἰκόνα τοῦ ἀνθρώπου | |
20 | διασώζοντα. Τί δέ ἐστι τοῦ ἀνθρώπου ἡ εἰκών; Τὸ λογι‐ κὸν εἶναι. Τί οὖν; φησίν· ἐκεῖνοι οὐκ ἂν εἶεν λογικοί; Ἀλλ’ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὸ ἐνάρετον εἶναι, καὶ τὸ τὰ κακὰ διαφεύγειν, καὶ τῶν ἀτόπων παθῶν κρατεῖν, τὸ ταῖς ἐντολαῖς τοῦ Δεσπότου κατακολουθεῖν, τοῦτο ἄν‐ | |
25 | θρωπος. δʹ. Καὶ ἵνα μάθῃς, ὅτι ἔθος τῇ Γραφῇ τοὺς τὴν κακίαν μετιόντας καὶ τῆς ἀρετῆς ἀμελοῦντας μηδὲ τῆς τοῦ ἀν‐ θρώπου προσηγορίας ἀξιοῦν, ἄκουε τοῦ Θεοῦ λέγοντος, καθάπερ χθὲς ἐλέγομεν· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά | |
30 | μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. Ἐγὼ γὰρ, φησὶ, μετὰ τῆς σαρκὸς καὶ τῆς ψυχῆς τὴν ἐξουσίαν ἐδωρησάμην· αὐτοὶ δὲ ὡς σάρκα μόνον περικείμενοι, οὕτω τῆς κατὰ τὴν ψυχὴν ἀρετῆς ἀμελοῦντες ὅλοι τῆς σαρκὸς λοιπὸν γεγόνασιν. | |
35 | Εἶδες πῶς διὰ τὴν κακίαν σάρκα αὐτοὺς καλεῖ, καὶ οὐκ ἀνθρώπους; Καὶ πάλιν προϊοῦσα, ὡς αὐτίκα μάλα εἴσε‐ σθε, γῆν αὐτοὺς ὀνομάζει ἡ θεία Γραφὴ, διὰ τὸ τοῖς γηΐ‐ νοις φρονήμασι καταδεδαπανῆσθαι· φησὶ γὰρ, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ· οὐ περὶ τῆς γῆς τῆς αἰ‐ | |
40 | σθητῆς λέγουσα, ἀλλὰ τοὺς ἐνοικοῦντας γῆν ὀνομάζουσα. Ἀλλαχοῦ δὲ οὔτε σάρκα, οὔτε γῆν ὀνομάζει, οὐδὲ εἶναι αὐτοὺς ἡγεῖται ἐν τῷ παρόντι βίῳ, διὰ τὸ τῆς ἀρετῆς ἐρήμους εἶναι. Ἄκουε γὰρ τοῦ προφήτου βοῶντος, καὶ λέγοντος ἐν μέσῃ τῇ μητροπόλει τῶν Ἱεροσολύμων, | |
45 | ὅπου μυριάδες τοσαῦται, ὅπου ἄπειρα πλήθη· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπ‐ ακουσόμενος· οὐκ ἐπειδὴ μὴ παρῆσαν, ἀλλ’ ἐπειδὴ παρόντες τῶν μὴ παρόντων οὐδὲν ἄμεινον διέκειντο. Καὶ πάλιν ἑτέρωθι, Περιδράμετε, φησὶ, καὶ ἴδετε, εἰ ἔστιν | |
53.201(50) | εἷς ποιῶν κρῖμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι. Εἶδες πῶς ἐκεῖνον μόνον οἶδε καλεῖν ἄνθρωπον ἡ ἁγία Γραφὴ τὸν τὴν ἀρετὴν μετιόντα, τοὺς δὲ λοιποὺς οὐδὲ εἶναι νομίζει, ἀλλὰ ποτὲ μὲν σάρκας ὀνομάζει, ποτὲ δὲ γῆν; Διὰ τοῦτο καὶ νῦν τὴν γενεαλογίαν τοῦ δικαίου | |
55 | διηγεῖσθαι ἐπαγγελλομένη ἡ θεία Γραφή φησι· Νῶε ἄν‐ θρωπος· οὗτος γὰρ μόνος ἄνθρωπος, οἱ δὲ λοιποὶ οὐκ ἄν‐ θρωποι, ἀλλὰ μορφὴν μὲν ἔχοντες ἀνθρώπων, τῇ δὲ πονηρίᾳ τῆς προαιρέσεως τὴν εὐγένειαν τῆς φύσεως | |
προδεδωκότες, καὶ ἀντὶ ἀνθρώπων πρὸς τὴν τῶν θηρίων | Column end | |
53.202 | ἀλογίαν ἐκπεσόντες. Ὅτι γὰρ καὶ ἀνθρώποις τοῖς λογι‐ κοῖς, ἐπειδὰν πρὸς κακίαν ἀποκλίνωσι, καὶ τῶν ἀλό‐ γων παθῶν αἰχμάλωτοι γένωνται, τῶν θηρίων τὰς προσ‐ ηγορίας ἐπιτίθησιν αὐτοῖς ἡ θεία Γραφὴ, ἄκουε ποτε | |
5 | μὲν αὐτῆς λεγούσης, Ἵπποι θηλυμανεῖς ἐγένοντο. Ὅρα πῶς διὰ τὴν ἄμετρον λαγνείαν τὴν τοῦ ἀλόγου προσηγορίαν ἐπιτίθησιν. Ἄλλοτε δὲ, Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ἐνταῦθα τοὺς τοῦ θηρίου τὸ ὕπουλον καὶ δολερὸν μιμουμένους ἐμφαίνει. Καὶ πάλιν κύνας | |
10 | ἐνεοὺς ἑτέρους καλεῖ. Καὶ πάλιν, Ὡσεὶ ἀσπίδος κωφῆς καὶ βυούσης τὰ ὦτα αὐτῆς, τοὺς πρὸς τὴν διδασκα‐ λίαν τῆς ἀρετῆς τὰς ἀκοὰς ἀποφράττοντας αἰνιττομένη. Καὶ πολλὰ εὕροι τις ἂν ὀνόματα ἐπιτιθέμενα παρὰ τῆς θείας Γραφῆς τοῖς διὰ ῥᾳθυμίαν πρὸς τὰ τῶν ἀλόγων | |
15 | καταφερομένοις πάθη. Καὶ οὐκ ἐν τῇ Παλαιᾷ μόνον τοῦτο ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐν τῇ Καινῇ. Ἄκουε γὰρ τοῦ Βαπτιστοῦ Ἰωάννου λέγοντος τοῖς Ἰουδαίοις, Γεν‐ νήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς; Εἶδες πῶς καὶ ἐνταῦθα τῆς γνώ‐ | |
20 | μης αὐτῶν τὸ δολερὸν ἀπὸ τῆς τοῦ θηρίου προσηγορίας ᾐνίξατο; Τί οὖν ἐλεεινότερον γένοιτο τῶν τὴν κακίαν μετιόντων, ὅταν καὶ αὐτῆς τῆς προσηγορίας τοῦ καλεῖ‐ σθαι ἄνθρωποι ἀποστερῶνται, καὶ διὰ τοῦτο πλείονα τὴν τιμωρίαν ὑπέχωσιν, ὅτι πολλὰς ἀπὸ τῆς φύσεως | |
25 | ἀφορμὰς δεξάμενοι, ταύτας προδεδώκασιν ἑκόντες ὑπο‐ συρέντες καὶ πρὸς τὴν κακίαν αὐτομολοῦντες, Ἐπεὶ οὖν οἱ τότε πάντες ἀναξίους ἑαυτοὺς τῆς προσηγορίας κατέστησαν καὶ τοῦ ὀνομάζεσθαι ἄνθρωποι, ὁ δὲ δίκαιος οὗτος ἐν τοσούτῳ ἀρετῆς αὐχμῷ τοσαύτην ἐπεδείξατο τῆς | |
30 | οἰκείας ἀρετῆς τὴν ὑπερβολὴν, ἀρξαμένη διηγεῖσθαι ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν γενεαλογίαν φησί· Νῶε δὲ ἄνθρωπος. Ἔστι καὶ ἐπ’ ἄλλου δικαίου ταύτην εὑρεῖν τὴν προσηγορίαν ἀντὶ μεγίστου ἐγκωμίου ἐγκειμένην, καὶ πρὸ τῶν ἄλλων ἁπασῶν ἀπὸ ταύτης τῆς προσηγορίας | |
35 | ἀνακηρυττόμενον, τὸν τὴν ἀρετὴν μετὰ ἀκριβείας ἐπι‐ δεικνύμενον. Τίς οὖν ἐστιν; Ὁ μακάριος Ἰὼβ, ὁ τῆς εὐσεβείας ἀθλητὴς, ὁ τῆς οἰκουμένης στεφανίτης, ὁ μόνος τὰ ἀνήκεστα ἐκεῖνα ὑπομείνας, καὶ τὰ μυρία βέλη δε‐ ξάμενος παρὰ τοῦ πονηροῦ δαίμονος ἐκείνου, καὶ ἄτρω‐ | |
40 | τος διαμείνας, καὶ καθάπερ ἀδάμας τις οὕτω πάσας τὰς προσβολὰς ἐνεγκεῖν δυνηθεὶς, καὶ οὐ μόνον οὐ καταβαπτι‐ σθεὶς ὑπὸ τῶν τοσούτων κυμάτων, ἀλλὰ καὶ ἀνώτερος τῶν κυμάτων γενόμενος· καὶ τὰ τῆς οἰκουμένης πάθη ἐν τῷ οἰκείῳ σώματι δεξάμενος, ταύτῃ μᾶλλον λαμπρό‐ | |
45 | τερος ἀνεδείκνυτο. Οὐ μόνον γὰρ οὐ κατέπτηξεν αὐτὸν ἡ συνέχεια τῆς τῶν δεινῶν ἐμβολῆς, ἀλλὰ καὶ εἰς μεί‐ ζονα εὐχαριστίαν αὐτὸν διήγειρε, καὶ δι’ ἁπάντων τὴν οἰκείαν εὐγνωμοσύνην ἐπεδείκνυτο, καιρίαν τῷ διαβόλῳ διδοὺς τὴν πληγὴν, καὶ δεικνὺς ὡς ἀνηνύτοις ἐπιχειρεῖ | |
53.202(50) | καὶ πρὸς κέντρα λακτίζει. Τοῦτον τοίνυν τὸν ἅγιον καὶ πρὸ τῶν ἄθλων καὶ πρὸ τῶν ἀγώνων τῶν τοσούτων ἐπαι‐ νῶν ὁ φιλάνθρωπος Θεὸς καὶ ἀνακηρύττων, φησὶ πρὸς τὸν διάβολον· Προσέσχες τῇ διανοίᾳ σου τῷ θερά‐ ποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστι κατ’ αὐτὸν ἄνθρωπος | |
55 | τῶν ἐπὶ τῆς γῆς, ἄνθρωπος ἄμεμπτος, δίκαιος, ἀλη‐ θινὸς, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος; Εἶδες καὶ τοῦτον ἀπὸ τοῦ κοινοῦ τῆς φύσεως ὀνόματος πρότερον ἀνακηρυττόμενον; Προσέσχες, φησὶ, τῷ θεράποντί μου Ἰὼβ, ὅτι οὐκ ἔστιν ὅμοιος αὐτῷ | |
60 | ἄνθρωπος; Καὶ μὴν ἅπαντες ὅμοιοι, ἀλλ’ οὐχὶ κατὰ τὴν ἀρετὴν, ἀλλὰ κατὰ τὸν τῆς μορφῆς λόγον· οὐ τοῦτο δὲ ἄνθρωπος, ἀλλ’ ὅταν τις κακίας ἀπεχόμενος τὴν ἀρε‐ τὴν μετίῃ. εʹ. Εἶδες τίνας ἀνθρώπους οἶδε καλεῖν ἡ θεία Γραφή; | |
65 | Διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ἰδὼν τὸν ὑπ’ αὐτοῦ δημιουργη‐ | |
θέντα ὁ τῶν ὅλων Δεσπότης ἔλεγε· Ποιήσωμεν ἄνθρω‐ | ||
53.203 | πον κατ’ εἰκόνα ἡμετέραν, καὶ καθ’ ὁμοίωσιν, τοῦτ’ ἔστιν, ἵνα ἄρχων ᾖ καὶ τῶν ὁρωμένων ἁπάντων καὶ τῶν ἐν αὐτῷ τικτομένων παθῶν· ἵνα ἄρχῃ, καὶ μὴ ἄρχηται. Ἐὰν μέντοι προδοὺς τὴν ἀρχὴν ἄρχηται μᾶλλον, ἢ | |
5 | ἄρχῃ, ἀπόλλυσι καὶ τὸ εἶναι ἄνθρωπος, καὶ πρὸς τὴν τῶν ἀλόγων προσηγορίαν ἑαυτὸν μετατίθησι. Διά τοι τοῦτο καὶ νῦν τὴν ἀρετὴν τοῦ δικαίου τούτου ἀνακηρῦξαι βουλομένη ἡ θεία Γραφή φησιν, Αὗται αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος. Ἰδοὺ καὶ ἕτερον ἐγκω‐ | |
10 | μίου μέγιστον εἶδος, Δίκαιος· διὰ ταύτης τῆς προσ‐ ηγορίας τὴν καθόλου ἀρετὴν ταύτην ἐμφαίνει. Τὸ γὰρ δί‐ καιος ὄνομα ἔθος ἡμῖν ἐπὶ τῶν πᾶσαν ἀρετὴν μετιόν‐ των λέγειν. Εἶτα ἵνα μάθῃς ὅπως πρὸς αὐτὸ τὸ ἄκρον τῆς ἀρετῆς ἔφθασεν, ὅπερ καὶ τότε ἀπῃτεῖτο παρὰ τῆς | |
15 | φύσεως τῆς ἡμετέρας, φησὶ, Δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ. Πάντα πληρώσας, φησὶν, ἅπερ ἐχρῆν ἄνθρωπον ἐπιδείξασθαι ἀρετὴν ἑλόμενον (τοῦτο γάρ ἐστι, Τέλειος), οὐδὲν ἐλλελοιπὼς, ἐν οὐδενὶ χωλεύων. Οὐ τὸ μὲν κατορθώσας, ἐν τῷ δὲ διαμαρτὼν, ἀλλ’ ἐν | |
20 | πάσῃ ἀρετῇ τέλειος ἦν· τοῦτο γὰρ ἐχρῆν αὐτὸν ἐπι‐ δείξασθαι. Εἶτα, ἵνα ἐκ τοῦ χρόνου καὶ ἐκ τῆς συγκρίσεως περιφανέστερον ἡμῖν τὸν δίκαιον ἀπεργάσηται, φησί· Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· ἐν τῷ καιρῷ ἐκείνῳ, ἐν τῇ γενεᾷ αὐτοῦ τῇ διεστραμμένῃ, τῇ πρὸς τοσαύτην | |
25 | κακίαν ἀποκλινάσῃ, τῇ μηδὲ ἴχνος τῆς ἀρετῆς ἐπιδείξα‐ σθαι βουληθείσῃ. Ἐν ἐκείνῃ τοίνυν τῇ γενεᾷ, ἐν ἐκείνοις τοῖς χρόνοις οὗτος ὁ δίκαιος οὐ μόνον ἀρετὴν ἐπεδείξατο, ἀλλὰ καὶ εἰς τὴν ἄκραν κορυφὴν τῶν ἀρετῶν ἔφθασε τέλειος γεγονὼς, καὶ ἐν ἅπασιν ἀπηρτισμένος. Ὅπερ | |
30 | γὰρ ἔφθην εἰπὼν, μείζονα δείκνυσιν ἀεὶ τῆς ἀρετῆς τὸν ὄγκον τὸ μεταξὺ τῶν πολεμούντων αὐτὴν κατορθοῦσθαι, καὶ ἐν μέσῳ τῶν κωλυόντων τὴν αὐτὴν ἐπιδείκνυσθαι ἀκρίβειαν. Διὸ δὴ καὶ ὁ δίκαιος οὗτος πλειόνων ἀξιοῦται τῶν ἐπαίνων. Καὶ οὐδὲ μέχρι τούτου ἵσταται ἀνακηρύτ‐ | |
35 | τουσα αὐτὸν ἡ θεία Γραφὴ, ἀλλὰ δεικνύουσα ἡμῖν τῆς ἀρετῆς αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι τὴν ψῆφον ἄνω‐ θεν ἐδέξατο, εἰποῦσα, Τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ, φησί· Τῷ Θεῷ εὐηρέστησε Νῶε. Τοσαύτη ἦν τῆς ἀρε‐ τῆς αὐτοῦ ἡ περιουσία, ὡς τὸν παρὰ τοῦ Θεοῦ ἔπαινον | |
40 | ἐπισπάσασθαι. Τῷ Θεῷ γὰρ, φησὶν, εὐηρέστησε Νῶε· ἵνα εἴπῃ ὅτι ἀπόδεκτος παρὰ τῷ Θεῷ γέγονεν, ἤρεσε τῷ ἀκοιμήτῳ ἐκείνῳ ὀφθαλμῷ διὰ τῶν αὐτῷ κατορθωμέ‐ νων, καὶ ἐκείνου τὴν εὔνοιαν ἐφελκύσατο ἡ τῶν βεβιω‐ μένων πρᾶξις, καὶ οὐ μόνον τῆς μελλούσης κατὰ πάν‐ | |
45 | των ἐκφέρεσθαι ἀγανακτήσεως ἠλευθέρωσεν, ἀλλὰ καὶ ἑτέρων προστάτην αὐτὸν ἀπειργάσατο. Τῷ Θεῷ, γὰρ, φησὶν, εὐηρέστησε Νῶε. Τίς ἂν τούτου μακαριστότερος γένοιτ’ ἂν, τοῦ δυνηθέντος τοσαύτην ἐπιδείξασθαι τὴν ἀρετὴν, ὡς τὸν ἁπάντων Δεσπότην ἐπαινέτην ἔχειν; | |
53.203(50) | Τῶν μὲν οὖν αὐτῷ πεπραγμένων τοῦτο παντὸς πλού‐ του, πάσης δόξης, καὶ δυναστείας, καὶ τῆς ἄλλης ἁπά‐ σης ἀνθρωπίνης εὐημερίας τῷ νοῦν ἔχοντι προτιμότερον ἂν εἴη· τοῦτο τῷ γνησίαν περὶ τὸν Θεὸν ἀγάπην ἐπι‐ δεικνυμένῳ βασιλείας ἂν εἴη ποθεινότερον. Ἡ γὰρ ἀλη‐ | |
55 | θὴς βασιλεία ἐστὶν αὕτη, τὸ δυνηθῆναι ἡμᾶς διὰ τῆς ἀρίστης πολιτείας εὐμενῆ καὶ ἵλεω καταστῆσαι ἑαυτοῖς τὸν Δεσπότην. Οὐδὲ γὰρ γέενναν διὰ τοῦτο φοβεῖσθαι ὀφείλομεν καὶ δεδοικέναι, διὰ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον καὶ τὰς φοβερὰς τιμωρίας, καὶ τὰς διηνεκεῖς κολάσεις, | |
60 | ἀλλὰ διὰ τὸ προσκροῦσαι τῷ οὕτως ἀγαθῷ Δεσπότῃ, | |
καὶ τῆς ἐκείνου εὐνοίας ἐκτὸς ἡμᾶς στῆναι· ὥσπερ οὖν | Column end | |
53.204 | καὶ ἐπὶ τὴν βασιλείαν διὰ τοῦτο σπεύδειν ἡμᾶς χρὴ, διὰ τὸν περὶ αὐτὸν πόθον, ἵνα τῆς ἐκείνου ῥοπῆς ἀπολαύω‐ μεν. Ὥσπερ γὰρ βασιλείας ποθεινότερον τὸ εὐνοϊκῶς περὶ ἡμᾶς διακεῖσθαι τὸν φιλάνθρωπον ἡμῶν Δεσπότην, | |
5 | οὕτω γεέννης χαλεπώτερον τὸ τῆς ἐκεῖθεν εὐνοίας ἐκ‐ πεσεῖν. Εἴδετε πόσης ἡμῖν ὠφελείας γέγονεν ὑπόθεσις ἡ προσ‐ ηγορία μόνη τοῦ δικαίου, καὶ ὅσον ἡμῖν θησαυρὸν νοη‐ μάτων ἔτεκεν ἡ γενεαλογία τοῦ θαυμασίου τούτου | |
10 | ἀνδρός; Μιμώμεθα τοίνυν τῆς θείας Γραφῆς τοὺς κανό‐ νας, καὶ ἐὰν βουλώμεθά τινων γενεαλογίας ἐξηγεῖσθαι, μὴ πατέρας, καὶ πάππους, καὶ ἐπιπάππους εἰς μέσον φέρωμεν, ἀλλὰ τοῦ γενεαλογουμένου τὴν ἀρετὴν ἐκκα‐ λύπτωμεν. Οὗτος γὰρ ἄριστος γενεαλογίας τρόπος. Τί | |
15 | γὰρ ὄφελος ἐκ πατέρων εἶναι λαμπρῶν καὶ ἐναρέτων, αὐτὸν δὲ ἔρημον εἶναι τῆς ἀρίστης πολιτείας; ἢ πάλιν τί βλάβος ἂν γένοιτο ἐκ πατέρων εἶναι καὶ προγόνων δυσγε‐ νῶν, καὶ ἀφανῶν, αὐτὸν δὲ πολλῇ κομᾷν τῇ ἀρετῇ; Ἐπεὶ καὶ ὁ δίκαιος οὗτος τοιοῦτος γεγονὼς, καὶ τὴν τοῦ | |
20 | Θεοῦ εὔνοιαν ἐπισπασάμενος, οὐκ ἀπὸ τοιούτων γέγονε προγόνων· οὐδὲ γὰρ ὡς ἐναρέτων αὐτῶν ἐμνημόνευσεν ἡ θεία Γραφή· καὶ ὅμως ἴσχυσε τοσούτων ὄντων κωλυ‐ μάτων, καὶ ὑπὸ τοσούτων ἐμποδιζόμενος, εἰς αὐτὴν τὴν ἄκραν ἀνελθεῖν τῆς ἀρετῆς· ἵνα μάθῃς ὅτι τὸν βουλό‐ | |
25 | μενον νήφειν, καὶ ἐγρηγορέναι, καὶ πολλὴν τῆς οἰκείας σωτηρίας ποιεῖσθαι τὴν πρόνοιαν, οὐδέν ἐστι τὸ διακω‐ λύον. Ὥσπερ γὰρ εἰς ῥᾳθυμίαν ἀποκλίναντες καὶ ὑπὸ τῶν τυχόντων βλαπτόμεθα, οὕτως ἐὰν βουληθῶμεν νή‐ φειν, κἂν μυρίοι ὦσιν οἱ πρὸς τὴν κακίαν ἕλκοντες, οὐ‐ | |
30 | δὲν ἡμῶν τῇ σπουδῇ λυμήνασθαι δυνήσονται, καθάπερ οὐδὲ τὸν δίκαιον τοῦτον ἴσχυσαν τοσοῦτοι ὄντες ὀκνηρό‐ τερον περὶ τὴν ἀρετὴν ἐργάσασθαι. Μηδεὶς τοίνυν ἕτερόν τινα αἰτιάσθω, καὶ ἐφ’ ἑτέρους τὴν αἰτίαν μεταγαγέτω, ἀλλὰ τῇ οἰκείᾳ ῥᾳθυμίᾳ τὸ πᾶν ἐπιγραφέτω. Καὶ τί λέγω | |
35 | ἐφ’ ἑτέρους; Μηδὲ αὐτὸν τὸν διάβολον νομιζέτω τις ἱκα‐ νὸν εἶναι κωλῦσαι τὴν ἐπὶ τὴν ἀρετὴν φέρουσαν ὁδὸν δύνασθαι· ἀλλ’ ἀπατᾷ μὲν καὶ ὑποσκελίζει τοὺς ῥᾳθυ‐ μοτέρους, οὐ μὴν κωλύει καὶ βιάζεται· καὶ τοῦτο αὐτὴ τῶν πραγμάτων ἡ πεῖρα δείκνυσιν, ὅτι ἡνίκα μὲν ἂν | |
40 | βουλώμεθα νήφειν, τοσοῦτον τὸν τόνον ἐπιδεικνύμεθα. ὡς μηδὲ πολλῶν ὄντων τῶν προτρεπόντων ἐπὶ τὴν τῆς κακίας ὁδὸν, ἀνέχεσθαι τῆς συμβουλῆς, ἀλλὰ παντὸς ἀδάμαντος στεῤῥοτέρους ἡμᾶς γίνεσθαι, καὶ ἀποφράτ‐ τειν τοῖς τὰ φαῦλα συμβουλεύουσι τὰς ἀκοάς. Ὅταν δὲ | |
45 | ῥᾳθυμῶμεν, καὶ μηδενὸς ὄντος τοῦ συμβουλεύοντος ἢ ὑποσκελίζοντος, οἴκοθεν κινούμενοι ἐπὶ τὴν κακίαν ὁρμῶ‐ μεν. Εἰ γὰρ μὴ ἐν τῇ προαιρέσει ἡμῶν ἔκειτο, μηδὲ ἐν τῇ τῆς γνώμης ἐξουσίᾳ, μηδὲ αὐτεξούσιον ἡμῶν τὴν φύσιν ὁ φιλάνθρωπος Θεὸς κατεσκεύασεν, ἐχρῆν ἢ ἅπαν‐ | |
53.204(50) | τας εἶναι κακοὺς τοὺς τῆς αὐτῆς φύσεως κοινωνοῦντας καὶ τοῖς αὐτοῖς πάθεσιν ὑποκειμένους, ἢ πάντας εἶναι ἐναρέτους. Ὅταν δὲ ἴδωμεν τοὺς ὁμογενεῖς ἡμῖν, καὶ ὑπὸ τῶν αὐτῶν παθῶν ἐνοχλουμένους, οὐ τὰ αὐτὰ ἡμῖν ὑπομένοντας, ἀλλὰ καὶ ἐῤῥωμένῳ τῷ λογισμῷ ἡνιοχοῦν‐ | |
55 | τας τὴν φύσιν, καὶ περιγινομένους τῶν ἀτάκτων σκιρτη‐ μάτων, καὶ χαλινοῦντας ἐπιθυμίαν, κρατοῦντας ὀργὴν, βασκανίαν φεύγοντας, φθόνον ἐξορίζοντας, τῆς λύσσης τῶν χρημάτων ὑπερορῶντας, δόξης ἔλαττον φροντίζον‐ τας, πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγε‐ | |
60 | λῶντας, καὶ πρὸς τὴν ἀληθῆ δόξαν ἐπτοημένους, καὶ τὸν | |
παρὰ τοῦ Θεοῦ ἔπαινον πάντων τῶν ὁρωμένων προτι‐ | ||
53.205 | μῶντας· οὐκ εὔδηλον ὅτι τῇ οἰκείᾳ σπουδῇ ταῦτα κατορθοῦν δυνήσονται μετὰ τὴν ἄνωθεν χάριν, καὶ ἡμεῖς τῇ οἰκείᾳ ῥᾳθυμίᾳ κεχρημένοι προδιδόαμεν ἡμῶν τὴν σωτηρίαν, ἐρήμους ἑαυτοὺς καθιστῶντες τῆς ἐκεῖθεν | |
5 | εὐνοίας; ϛʹ. Διὸ παρακαλῶ ταῦτα λογιζομένους, καὶ συνεχῶς κι‐ νοῦντας ἐν τῇ διανοίᾳ, μηδέποτε τὸν διάβολον αἰτιᾶσθαι, ἀλλὰ τὴν ῥᾴθυμον ἡμῶν γνώμην. Καὶ ταῦτα λέγω οὐκ ἐκεῖνον ἀπαλλάξαι βουλόμενος κατηγορίας· μὴ γένοιτο· | |
10 | καὶ γὰρ ἔρχεται ὡς λέων ἁρπάσαι, καὶ ὠρυόμενος, καὶ τίνα καταπίῃ ζητῶν· ἀλλὰ καὶ ἡμᾶς ἀσφαλεστέρους ποιῆσαι θέλων, ἵνα μὴ νομίζωμεν ἐκτὸς εἶναι ἐγκλημά‐ των, οὕτως εὐκόλως πρὸς τὴν κακίαν αὐτομολοῦντες, καὶ μὴ τὰ ψυχρὰ ἐκεῖνα λέγωμεν ῥήματα· Τίνος ἕνεκεν | |
15 | ἀφῆκεν αὐτὸν ὁ Θεὸς τοιοῦτον ὄντα πονηρὸν, ὥστε ὑποσκελίζειν καὶ καταβάλλειν; Μεγίστης γὰρ ἂν εἴη ταῦτα τὰ ῥήματα ἀγνωμοσύνης. Ἀλλ’ ἐκεῖνο σὺν ἑαυτῷ σκόπει, ὅτι διὰ τοῦτο μάλιστα αὐτὸν κατέλιπεν, ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσ‐ | |
20 | δοκῶντες, πολλὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπι‐ δεικνυώμεθα, τῇ τῶν ἀμοιβῶν ἐλπίδι, καὶ τῇ ἀντιδόσει τῶν αἰωνίων ἐκείνων καὶ ἀποῤῥήτων ἀγαθῶν πάντα τῆς ἀρετῆς τὸν κάματον ὑποτεμνόμενοι. Καὶ τί θαυμάζεις εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε κηδόμενος ἡμῶν τῆς | |
25 | σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπό‐ θεσιν ἡμῖν στεφάνων κατασκευάζων; Αὐτὴν τὴν γέενναν διὰ τοῦτο παρεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συν‐ ωθήσῃ. Εἶδες εὐμήχανον τοῦ Δεσπότου φιλανθρωπίαν; πῶς | |
30 | πάντα ποιεῖ καὶ πραγματεύεται, ὡς μὴ μόνον σῶσαι τοὺς ὑπ’ αὐτοῦ δημιουργηθέντας, ἀλλὰ καὶ τῶν ἀποῤῥήτων ἀγα‐ θῶν ἀξιῶσαι; Διὰ τοῦτο καὶ τὸ αὐτεξούσιον ἡμῖν δεδώρη‐ ται, καὶ ἐν τῇ φύσει καὶ ἐν τῷ συνειδότι ἡμῶν ἐναπ‐ έθετο τὴν γνῶσιν τῆς κακίας καὶ τῆς ἀρετῆς, καὶ τὸν | |
35 | διάβολον συνεχώρησεν εἶναι, καὶ τὴν γέενναν ἠπείλησεν, ἵνα μήτε τῆς γεέννης πεῖραν λάβωμεν καὶ τῆς βασιλείας ἐπιτύχωμεν. Καὶ τί θαυμάζεις εἰ ταῦτα ἅπαντα διὰ τοῦτο ἐπραγματεύσατο, καὶ μυρία ἕτερα; Δούλου μορφὴν ὁ ἐν τοῖς κόλποις τοῖς πατρικοῖς τυγχάνων λαβεῖν κατ‐ | |
40 | εδέξατο, καὶ πάντα τὰ ἄλλα ὑπομεῖναι τὰ σωματικὰ, καὶ ἐκ γυναικὸς γεννηθῆναι, καὶ ἐκ παρθένου τεχθῆναι, καὶ ἐννεαμηνιαῖον κυοφορηθῆναι χρόνον, καὶ σπάργανα δέ‐ ξασθαι, καὶ πατέρα αὐτοῦ νομισθῆναι τὸν Ἰωσὴφ τὸν μνηστῆρα τῆς Μαρίας, καὶ κατὰ μικρὸν αὐξηθῆναι, καὶ | |
45 | περιτμηθῆναι, καὶ θυσίαν ἀνενεγκεῖν, καὶ πεινῆσαι, καὶ διψῆσαι, καὶ κοπιάσαι, καὶ τελευταῖον καὶ θάνατον ὑπο‐ μεῖναι, καὶ θάνατον οὐχ ἁπλῶς, ἀλλὰ τὸν ἐπονείδιστον νομιζόμενον, τὸν σταυροῦ λέγω· καὶ ταῦτα ἅπαντα δι’ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν κατεδέξατο ὁ τῶν | |
53.205(50) | ἁπάντων δημιουργὸς, ὁ ἀναλλοίωτος, ὁ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι τὰ πάντα παραγαγὼν, ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, οὗ τῆς δόξης τὴν ἀστρα‐ πὴν οὐδὲ τὰ Χερουβὶμ, αἱ ἀσώματοι δυνάμεις ἐκεῖναι, ἰδεῖν δύνανται, ἀλλ’ ἀποστρέφουσαι τὰς ὄψεις τῇ προ‐ | |
55 | βολῇ τῶν πτερύγων τὸ θαῦμα ἡμῖν ἐπιδείκνυνται· ὃν διὰ παντὸς ὑμνοῦσιν ἄγγελοι, ἀρχάγγελοι, καὶ μυρίαι μυ‐ ριάδες· οὗτος δι’ ἡμᾶς, καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν, ἄνθρωπος γενέσθαι κατεδέξατο, καὶ τῆς ἀρίστης πολιτείας ἡμῖν τὴν ὁδὸν ἔτεμε, καὶ δι’ ὧν αὐτὸς ἦλθε | |
60 | τὴν αὐτὴν ἡμῖν φύσιν ἀναλαβὼν, ἀρκοῦσαν διδασκαλίαν | |
ἐναπέθετο. Ποία τοίνυν ἡμῖν λείπεται λοιπὸν ἀπολογία, | Column end | |
53.206 | τοσούτων διὰ τὴν ἡμετέραν σωτηρίαν προηγουμένων, εἰ μέλλοιμεν ἀνόνητα ἅπαντα δεικνύναι, διὰ τῆς ῥᾳθυμίας τῆς τούτων προδιδόντες ἡμῶν τὴν σωτηρίαν; Διὸ παρα‐ καλῶ νήφειν, καὶ μὴ ἁπλῶς συνηθείᾳ τῶν ἄλλων κατ‐ | |
5 | ακολουθεῖν, ἀλλὰ τὴν ἑαυτῶν ζωὴν καθ’ ἑκάστην ἡμέραν πολυπραγμονεῖν, καὶ εἰδέναι, τί μὲν ἡμῖν ἡμάρτηται, τί δὲ κατώρθωται· καὶ οὕτω τῶν ἡμαρτημένων τὴν διόρθω‐ σιν ποιώμεθα, ἵνα καὶ τὴν ἄνωθεν ῥοπὴν ἐπισπασώ‐ μεθα, καὶ εὐάρεστοι τῷ Θεῷ γενώμεθα, καθάπερ ὁ δί‐ | |
10 | καιος οὗτος, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύχω‐ μεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, τιμὴ, κράτος νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
15t | ΟΜΙΛΙΑ ΚΔʹ. | |
16n | Ἐγέννησε δὲ Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, | |
17n | τὸν Ἰάφεθ· ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, | |
18n | καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. | |
19 | αʹ. Οὐ τὰ τυχόντα ἡμᾶς ὠφέλησε χθὲς ἡ τοῦ δικαίου Νῶε | |
20 | γενεαλογία. Καὶ γὰρ ἔγνωμεν θαυμαστὸν γενεαλογίας τρόπον, καὶ εἴδομεν τὸν δίκαιον ἀνακηρυττόμενον οὐκ ἀπὸ τῆς τῶν προγόνων περιφανείας, ἀλλ’ ἀπὸ τῆς τῶν οἰκείων τρόπων ἀρετῆς, δι’ ἣν καὶ τοσαύτην ἐδέξατο μαρτυρίαν παρὰ τῆς θείας Γραφῆς· Νῶε γὰρ, φησὶν, | |
25 | ἄνθρωπος δίκαιος, τέλειος ὢν ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. Εἰς ταῦτα γὰρ βραχέα τὰ ῥή‐ ματα ἅπασαν διδασκαλίαν χθὲς κατηναλώσαμεν. Ἡ γὰρ τῶν θείων λογίων φύσις ἐν ὀλίγοις ῥήμασι πολὺν ἐπι‐ δείκνυται τῶν νοημάτων τὸν πλοῦτον, καὶ ἄφατον χαρί‐ | |
30 | ζεται τὸν θησαυρὸν τοῖς μετὰ ἀκριβείας τὴν ἔρευναν ποιεῖσθαι βουλομένοις. Διὸ δὴ, παρακαλῶ, μηδὲν ἁπλῶς διατρέχωμεν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων, ἀλλὰ κἂν ὀνομάτων κατάλογος ᾖ, κἂν ἱστορίας διήγησις, τὸν ἐγκε‐ κρυμμένον ἀνιχνεύωμεν θησαυρόν. Διὰ γὰρ τοῦτο καὶ ὁ | |
35 | Χριστὸς ἔλεγεν· Ἐρευνᾶτε τὰς Γραφάς. Ἐπειδὴ οὐ πανταχοῦ ἐξ ἐπιπολῆς ἔστιν εὑρεῖν τὸν νοῦν τῶν ἐγγε‐ γραμμένων, ἀλλὰ χρεία καὶ πολλῆς ἐρεύνης ἐστὶν ἡμῖν, ὥστε μηδὲν ἡμᾶς λαθεῖν τῶν ἐν τῷ βάθει κειμένων. Εἰ δὲ ἡ προσηγορία μόνη τῆς φύσεως, τὸ ἄνθρωπος ὄνομα | |
40 | λέγω, τοσαύτην ἡμῖν ἔτεκε χθὲς ὠφελείας ὑπόθεσιν, πό‐ σον οὐ καρπωσόμεθα κέρδος, εἰ ἕκαστον τῶν ἐν τῇ Γραφῇ μετὰ προσοχῆς καὶ ἀγρύπνου διανοίας ἐπίωμεν; Καὶ γὰρ φιλάνθρωπον ἔχομεν Δεσπότην, καὶ ἐπειδὰν ἴδῃ μεριμνῶντας ἡμᾶς, καὶ πόθον πολὺν ἐπιδεικνυμένους | |
45 | πρὸς τὴν τῶν θείων λογίων κατανόησιν, οὐκ ἀφίησιν ἑτέρου τινὸς δεηθῆναι, ἀλλ’ εὐθέως φωτίζει τὸν ἡμέτερον λογισμὸν, καὶ τὴν παρ’ αὑτοῦ ἔλλαμψιν χαρίζεται, καὶ κατὰ τὴν εὐμήχανον αὑτοῦ σοφίαν πᾶσαν τὴν ἀληθῆ δι‐ δασκαλίαν ἐντίθησι τῇ ἡμετέρᾳ ψυχῇ. Διὰ τοῦτο καὶ | |
53.206(50) | προτρέπων ἡμᾶς ἐπὶ τοῦτο, καὶ προθυμοτέρους ἐργαζό‐ μενος, μακαρισμῶν ἀξίους ἀπέφηνε τοὺς τὸν τοιοῦτον πόθον ἐπιδεικνυμένους, λέγων, Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθή‐ σονται. Ὅρα σοφίαν διδασκάλου· οὐ διὰ τοῦ μακαρι‐ | |
55 | σμοῦ μόνον προέτρεψεν, ἀλλὰ καὶ τῷ εἰπεῖν, Οἱ πεινῶν‐ τες καὶ διψῶντες τὴν δικαιοσύνην, ἐδίδαξε τοὺς ἀκούοντας μεθ’ ὅσης προθυμίας προσήκει πρὸς τὴν τῶν πνευματικῶν λογίων ἔρευναν ὁρμᾷν. Καθάπερ γὰρ, φησὶν, οἱ πείνης προηγησαμένης μετὰ προθυμίας ἀφά‐ | |
60 | του ἐπὶ τὴν τροφὴν ἐπείγονται, καὶ οἱ ἀπὸ τοῦ πολλοῦ δίψους ἐκκαιόμενοι τῷ πόματι μετὰ σπουδῆς προσίασι· κατὰ τὸν αὐτὸν δὴ τρόπον προσήκει, καθάπερ πεινῶν‐ | |
τας καὶ διψῶντας, οὕτω τῇ διδασκαλίᾳ τῇ πνευματικῇ | ||
53.207 | προσιέναι. Οἱ γὰρ τοιοῦτοι οὐ μόνον μακαρισμῶν ἄξιοι, ἀλλὰ καὶ τῶν σπουδαζομένων ἐπιτεύξονται. Καὶ γὰρ, Χορτασθήσονται, φησὶ, τοῦτ’ ἔστιν, ἐμπλησθήσονται· πληρώσουσιν αὑτῶν τὴν ἐπιθυμίαν τὴν πνευματικήν. | |
5 | Ἐπεὶ οὖν τοιοῦτον ἔχομεν Δεσπότην, οὕτως ἀγαθὸν, οὕτω φιλότιμον, φέρε καὶ ἡμεῖς ἐπ’ αὐτὸν καταφύγωμεν, καὶ τὴν παρ’ αὐτοῦ ῥοπὴν ἐπισπασώμεθα, ἵνα καὶ αὐτὸς τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος φωτίσῃ ἡμῶν τὸν λογισμὸν, πρὸς τὸ κατοπτεύειν τῶν θείων Γραφῶν | |
10 | τὴν δύναμιν· καὶ ὑμεῖς δὲ μετὰ πολλῆς τῆς προθυμίας, καθάπερ πεινῶντες καὶ διψῶντες, οὕτω τὴν πνευματι‐ κὴν διδασκαλίαν ὑποδέξασθε. Ἴσως γὰρ, ἴσως ὁ ἀγαθὸς καὶ εὐμήχανος Δεσπότης, κἂν ἡμεῖς εὐτελεῖς ὦμεν, καὶ μηδενὸς λόγου ἄξιοι, ἀλλὰ δι’ ὑμᾶς καὶ τὴν ὠφέλειαν | |
15 | τὴν ὑμετέραν χορηγήσει λόγον ἡμῖν ἐν ἀνοίξει τοῦ στό‐ ματος εἰς δόξαν αὐτοῦ, καὶ εἰς οἰκοδομὴν ὑμετέραν. Εἰς τὴν ἄνωθεν τοίνυν χάριν τὸ πᾶν ἐπιῤῥίψαντες, κἀκεῖνον ἐπικαλεσάμενοι τὸν σοφίζοντα τοὺς τυφλοὺς, καὶ τρα‐ νοῦντα τὰς γλώσσας τῶν μογιλάλων, ἁψώμεθα καὶ τῶν | |
20 | προσφάτως ἀνεγνωσμένων, ἵν’ ἅπερ ἂν αὐτὸς χορηγήσῃ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, ταῦτα παραθῶ‐ μεν τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλὰ συντείνατέ μοι, παρα‐ καλῶ, τὴν διάνοιαν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις, πάντα βιωτικὸν λογισμὸν ἑαυτῶν ἀποστή‐ | |
25 | σαντες, ἵνα καθάπερ εἰς λιπαρὰν καὶ βαθύγεων ἄρου‐ ραν, τῶν βοτανῶν καὶ τῶν ἀκανθῶν ἐκκεκαθαρμένων, οὕτω τὸν πνευματικὸν σπόρον καταβάλωμεν. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέ‐ λειος ἐν τῇ γενεᾷ αὐτοῦ· τῷ Θεῷ εὐηρέστησε Νῶε. | |
30 | Ἄχρι τούτου τέλος ἔσχε τὰ τῆς διδασκαλίας χθές· διὸ χρὴ τὰ λειπόμενα εἰς μέσον προθεῖναι. Ἐγέννησε δὲ, φησὶ, Νῶε τρεῖς υἱοὺς, τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ. Οὐχ ἁπλῶς ἡμῖν ἡ θεία Γραφὴ καὶ τὸν καιρὸν καὶ τὸν ἀριθμὸν ἐπεσημήνατο τῶν παίδων τοῦ δικαίου, ἀλλὰ | |
35 | καὶ ἐντεῦθεν ἡμῖν λανθανόντως παραδηλῶσαι βουλομένη τῆς πολλῆς αὐτοῦ ἀρετῆς τὴν ὑπερβολήν. Ἀνωτέρω γὰρ εἰποῦσα, ὅτι Νῶε ἦν ἐτῶν πεντακοσίων, τότε ἐπήγαγε, Καὶ ἐγέννησε τρεῖς υἱούς· διδάσκουσα ἡμᾶς τῆς ἐγκρα‐ τείας αὐτοῦ τὸ ὑπεράγαν μέγεθος, καὶ ὅτι πάντων | |
40 | τῶν τότε ὄντων ἀνθρώπων τοσαύτῃ ἀκρασίᾳ κεχρημέ‐ νων, καὶ πολλὴν τὴν λαγνείαν ἐπιδεικνυμένων, καὶ πά‐ σης, ὡς εἰπεῖν, τῆς ἡλικίας ἐπὶ τὴν κακίαν αὐτομολη‐ σάσης· ἀκούετε γὰρ τῆς θείας Γραφῆς λεγούσης, Ἰδὼν δὲ Κύριος ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων | |
45 | ἐπὶ τῆς γῆς, καὶ πᾶς τις διανοεῖται τὰ πονηρὰ ἐπι‐ μελῶς ἐν τῇ καρδίᾳ αὐτοῦ ἐκ νεότητος, καὶ σαφῶς ἡμῖν δεικνυούσης, ὅτι καὶ νέοι ἐνίκων τοὺς προβεβηκό‐ τας, καὶ οἱ γέροντες τῶν νέων οὐκ ἔλαττον ἐμάνησαν, καὶ ὅτι καὶ αὐτὴ ἡ ἀπειρόκακος ἡλικία πρὸς τὴν κακίαν | |
53.207(50) | πολλὴν εἶχε τὴν ῥοπήν. βʹ. Ἵνα τοίνυν μάθωμεν, ὅπως τούτων ἁπάντων πολλὴν τὴν λύσσαν καὶ τὴν μανίαν ἐπιδεικνυμένων, ὁ δίκαιος οὗτος ἔμεινε μόνος τὸν τῆς σωφροσύνης ἆθλον μετὰ τῆς ἄλλης ἀρετῆς κατορθῶν, μέχρις ὅτε εἰς τὸ πεντακο‐ | |
55 | σιοστὸν ἔτος ἔφθασε. Μετὰ τὸ εἰπεῖν γὰρ, Ἦν Νῶε ἐτῶν πεντακοσίων, τότε φησὶ, Καὶ ἐγέννησε Νῶε τρεῖς υἱούς. Εἶδες, ἀγαπητὲ, τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἐγκράτειαν; Μὴ γὰρ δὴ ἁπλῶς αὐτὰ παραδράμωμεν, ἀλλὰ καὶ τὸν καιρὸν ἐννοήσαντες ἐκεῖνον, καὶ τὴν κα‐ | |
60 | κίαν τὴν κατὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους διὰ τὴν πολλὴν ῥᾳθυμίαν ἐπιπολάζουσαν, σκοπήσωμεν πόσης ἦν | |
ἀρετῆς καὶ φιλοθέου γνώμης, ἐν τοσούτῳ μήκει χρόνου | Column end | |
53.208 | τῆς ἐπιθυμίας τὴν λύτταν χαλινῶσαι, καὶ ἀπεναντίας τοῖς ἄλλοις ἅπασιν ἐλθεῖν, καὶ μὴ μόνον τῆς παρανόμου μίξεως ἀποσχέσθαι, ἀλλὰ καὶ τῆς νενομισμένης, καὶ τῆς ἔξω τυγχανούσης ἐγκλημάτων. Καὶ ἐγέννησε, φησὶ, | |
5 | Νῶε τρεῖς υἱοὺς τὸν Σὴμ, τὸν Χὰμ, τὸν Ἰάφεθ, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Ἐμοὶ δοκεῖ τῇ τοῦ Θεοῦ οἰκονομίᾳ ὑπηρε‐ τούμενον τὸν δίκαιον τοῦτον καὶ νῦν τῆς μίξεως ἀνασχέ‐ σθαι, καὶ τοὺς παῖδας τούτους ἔχειν. Ἐπειδὴ γὰρ διὰ τὸ | |
10 | τῆς κακίας μέγεθος καὶ τὴν ὑπερβάλλουσαν πονηρίαν πανωλεθρία ἔμελλε τὴν οἰκουμένην καταλήψεσθαι, ὁ δὲ φιλάνθρωπος Θεὸς καθάπερ ῥίζαν τινὰ καὶ ζύμην ἐβού‐ λετο τὸν δίκαιον καταλιπεῖν, ἵνα ἀπαρχὴ γένηται μετὰ τὸν ἐκείνων ἀφανισμὸν τῶν μετὰ ταῦτα μελλόντων ἔσε‐ | |
15 | σθαι· ταύτης ἕνεκεν τῆς αἰτίας, μετὰ πεντακόσια ἔτη τούτους τοὺς τρεῖς παῖδας ἐσχηκὼς, μέχρι τούτων ἵστα‐ ται, δεικνὺς δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι τῇ μελλούσῃ παρὰ τοῦ Θεοῦ φιλανθρωπίᾳ εἰς τὸ τῶν ἀνθρώπων γένος ἔσεσθαι ὑπηρετούμενος τοῦτο πεποίηκε. Καὶ ἵνα μάθῃς, | |
20 | ὅτι οὐχ ἁπλῶς στοχασμός ἐστι ταυτὶ τὰ ῥήματα, σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ εἶπε, ὅτι ἔσχεν ὁ δίκαιος τοὺς τρεῖς υἱοὺς, εὐθέως ἐπήγαγεν· Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδι‐ κίας. Εἶδες ἐπὶ τῆς αὐτῆς φύσεως πολλὴν καὶ ἄφατον | |
25 | τὴν διαφοράν; Ἐπὶ μὲν γὰρ τοῦ δικαίου ἔλεγεν ἡ Γραφὴ, Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ· ἐπὶ δὲ τῶν λοιπῶν ἁπάντων φησὶν, Ἐφθάρη δὲ ἡ γῆ ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ ὀνόματι τῆς γῆς τὸ τῶν ἀνθρώπων πλῆθος ὀνομάζει. | |
30 | Ἐπειδὴ γὰρ πᾶσαι αὐτῶν αἱ πράξεις γήϊναι ἐτύγχανον, διὰ τοῦτο τῷ τῆς γῆς ὀνόματι τὴν εὐτέλειαν αὐτῶν ἐμφαίνει, καὶ τῆς κακίας τὴν ὑπερβολήν. Καθάπερ γὰρ ἐπὶ τοῦ πρωτοπλάστου, μετὰ τὴν παράβασιν καὶ τὴν ἀφαίρεσιν τῆς δόξης τῆς πρότερον περιστελλούσης | |
35 | αὐτὸν, τῷ ἐπιτιμίῳ τοῦ θανάτου αὐτὸν ὑπαγαγὼν ἔλεγε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ· οὕτω δὴ καὶ ἐνταῦθα, ἐπειδὴ ἦν πολλὴ τῶν κακῶν ἡ ἐπίτασις, φησὶν, Ἐφθάρη δὲ ἡ γῆ. Καὶ οὐχ ἁπλῶς εἶπεν, Ἐφθάρη δὲ ἡ γῆ, ἀλλ’ Ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Τῷ | |
40 | εἰπεῖν, Ἐφθάρη, πᾶσαν τὴν κακίαν αὐτῶν ἐνέφηνεν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι ἑνὶ καὶ δύο ἁμαρτήμασιν ὑπευθύνους ἑαυτοὺς κατέστησαν, ἀλλὰ πάσας τὰς παρα‐ νομίας μετὰ πολλῆς τῆς δαψιλείας διεπράττοντο· διὸ καὶ ἐπήγαγε, Καὶ ἐπλήσθη ἡ γῆ ἀδικίας. Οὐχ ἁπλῶς, οὐδὲ | |
45 | ὡς ἔτυχε τὴν κακίαν ἐπετήδευον, ἀλλ’ ἑκάστην ἁμαρ‐ τίαν μετὰ πολλῆς τῆς ἐπιτάσεως ἐπεδείκνυντο. Καὶ ὅρα πῶς λοιπὸν οὐδὲ μνήμης αὐτοὺς ψιλῆς ἀξιῶσαι ἀνέχεται, ἀλλὰ τῷ τῆς γῆς ὀνόματι αὐτοὺς καλεῖ, δεικνῦσα καὶ τῆς κακίας τὴν ὑπερβολὴν, καὶ τῆς τοῦ Θεοῦ ἀγανακτή‐ | |
53.208(50) | σεως τὸ μέγεθος. Ἐφθάρη δὲ ἡ γῆ, φησὶν, ἐναντίον τοῦ Θεοῦ, τοῦτ’ ἔστιν, ἀπεναντίας τοῖς τοῦ Θεοῦ προσ‐ τάγμασιν ἅπαντα διεπράττοντο, καταπατοῦντες τοῦ Θεοῦ τὰς ἐντολὰς, καὶ τὸν ἐν τῇ φύσει κείμενον τῇ ἀν‐ θρωπίνῃ διδάσκαλον διὰ τῆς οἰκείας ῥᾳθυμίας προδεδω‐ | |
55 | κότες. Καὶ ἐπλήσθη, φησὶν, ἡ γῆ ἀδικίας. Εἶδες, ἀγαπητὲ, ὅσον κακὸν ἁμαρτία, πῶς καὶ αὐτῆς τῆς προσ‐ ηγορίας, καὶ τοῦ ἀνθρώπους ὀνομάζεσθαι λοιπὸν ἀνα‐ ξίους ἀπεργάζεται; Ἄκουε πάλιν καὶ τῶν ἑξῆς· Καὶ εἶδε Κύριος ὁ Θεὸς τὴν γῆν, καὶ ἦν κατεφθαρμένη. | |
60 | Ὅρα πάλιν γῆν αὐτοὺς ὀνομαζομένους. Εἶτα, ἐπειδὴ καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασεν, ἵνα μή τις ὑπολάβῃ περὶ τῆς γῆς τῆς αἰσθητῆς ταῦτα εἰ‐ ρῆσθαι, φησὶν, Ὅτι κατέφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτοῦ ἐπὶ τῆς γῆς. Οὐδὲ νῦν ἀνθρώπους αὐτοὺς καλέσαι | |
65 | κατηξίωσεν, ἀλλὰ τῷ τῆς σαρκὸς ὀνόματι μόνον ἐνδεί‐ ξασθαι ἡμῖν βούλεται, ὅτι οὐ περὶ τῆς γῆς ταῦτά φη‐ σιν, ἀλλὰ περὶ τῶν ἀνθρώπων τῶν σάρκα περικειμένων, καὶ ταῖς γηΐναις πράξεσιν ἑαυτοὺς καταναλωσάντων. | |
Ἔθος γὰρ τῇ Γραφῇ, καθάπερ πολλάκις εἴπομεν ἐπὶ | ||
53.209 | τῆς ὑμετέρας ἀγάπης, τοὺς σαρκικὸν φρόνημα ἐπιδειξα‐ μένους, καὶ μηδὲν ὑψηλὸν φανταζομένους τῷ τῆς σαρκὸς ὀνόματι προσαγορεύειν, καθάπερ καὶ ὁ μακάριος Παῦλός φησιν· Οἱ δὲ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. | |
5 | Τί οὖν; αὐτὸς ὁ ταῦτα λέγων οὐχὶ σάρκα περιέκειτο; Ἀλλ’ οὐ τοῦτό φησιν, ὅτι οἱ σάρκα περικείμενοι, οὐ δύ‐ νανται ἀρέσαι οὗτοι τῷ Θεῷ, ἀλλ’ ὅτι οἱ μηδένα τῆς ἀρετῆς λόγον ποιούμενοι, ἀλλὰ πάντα τὰ σαρκικὰ φρο‐ νοῦντες, καὶ περὶ τὰς ταύτης ἡδονὰς κατασπώμενοι, | |
10 | καὶ μηδεμίαν τῆς ψυχῆς τῆς ἀσωμάτου καὶ νοερᾶς φροντίδα ποιούμενοι. Ἐπεὶ οὖν διὰ τῶν εἰρημένων ἐδί‐ δαξεν ἡμᾶς ἡ θεία Γραφὴ τῶν ἁμαρτημάτων τὸ πλῆθος, τῆς κακίας τὴν ὑπερβολὴν, τῆς ἀγανακτήσεως τοῦ Θεοῦ τὸ μέγεθος, καὶ ὅτι διὰ τὴν τῶν παρανόμων ἔργων ἐπιτή‐ | |
15 | δευσιν καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον γῆν αὐτοὺς ὠνόμασε, καὶ τῷ τῆς σαρκὸς ὀνόματι προσηγόρευσεν, ἀποστερήσασα τοῦ τῆς κοινῆς φύσεως ὀνόματος, διὰ τῶν ἐπαγομένων τὴν ἄφατον ἡμῖν τοῦ Θεοῦ φιλανθρωπίαν ἐνδείκνυται, καὶ τῆς συγκαταβάσεως τὴν ὑπερβολήν. Τί | |
20 | γάρ φησι; Καὶ εἶπεν ὁ Θεὸς πρὸς Νῶε. γʹ. Ὅρα ἀγαθότητος ὑπερβολήν. Καθάπερ γὰρ φίλος φίλῳ, οὕτω λοιπὸν κοινοῦται τῷ δικαίῳ περὶ τῆς τιμωρίας, ἣν ἐπάγειν μέλλει τῷ τῶν ἀνθρώπων γένει, καί φησι· Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ, | |
25 | ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν. Καὶ ἰδοὺ ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Τί ἐστι, Καιρὸς παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ; Πολλὴν, φη‐ σὶν, ἐπεδειξάμην τὴν μακροθυμίαν, πολλὴν τὴν ἀνεξικα‐ κίαν, οὐ βουλόμενος ταύτην ἐπάγειν τὴν τιμωρίαν, ἣν | |
30 | ἐπάγειν μέλλω· ἀλλ’ ἐπειδὴ πολλὴ τῶν ἡμαρτημένων αὐτοῖς ἡ ὑπερβολὴ εἰς αὐτὸν ἤγαγεν αὐτοὺς τὸν καιρὸν, καὶ τέλος δεῖ λοιπὸν ἐπιτεθῆναι, καὶ ἐκκοπῆναι αὐτῶν τὴν κακίαν, ὥστε μὴ περαιτέρω προβῆναι· Καιρὸς γὰρ, φησὶ, παντὸς ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Ὅρα | |
35 | καὶ ἐνταῦθα, πῶς καθάπερ ἀνωτέρω ἔλεγε, Πᾶς τις διανοεῖται, οὕτω καὶ νῦν, Παντὸς ἀνθρώπου. Πάντες γὰρ συμφωνοῦσι, πρὸς τὴν παρανομίαν ηὐτομόλησαν, φησὶ, καὶ οὐκ ἔστιν εὑρεῖν ἐν τοσούτῳ πλήθει τινὰ τῆς ἀρετῆς λόγον ποιούμενον. Καιρὸς γὰρ, φησὶ, παντὸς | |
40 | ἀνθρώπου ἥκει ἐναντίον ἐμοῦ. Καιρὸς, τοῦτ’ ἔστιν, ἔφθασεν ὁ καιρὸς, καθ’ ὃν δεῖ τὴν τομὴν ἐπιθεῖναι, καὶ τὴν νομὴν τοῦ ἕλκους ἐπισχεῖν. Καιρὸς παντὸς ἀνθρώ‐ που ἥκει ἐναντίον ἐμοῦ· ὡσανεὶ μηδενὸς ἐφορῶντος, καὶ μέλλοντος εὐθύνας ἀπαιτεῖν τῶν αὐτοῖς πεπλημμε‐ | |
45 | λημένων, οὕτω πρὸς τὰς παρανόμους πράξεις ἑαυτοὺς ἐξέδωκαν, οὐκ ἐννοοῦντες ὅτι ἐμὲ λαθεῖν οὐχ οἷόν τε τὸν τὴν σύστασιν τῆς ζωῆς χαριζόμενον, καὶ σῶμα καὶ ψυ‐ χὴν χαρισάμενον, καὶ τοσούτων ἀγαθῶν τὴν χορηγίαν παρεσχηκότα. Καιρὸς τοίνυν παντὸς ἀνθρώπου ἥκει | |
53.209(50) | ἐναντίον ἐμοῦ. Εἶτα ὥσπερ ἀπολογούμενος τῷ δικαίῳ, καὶ δεικνὺς ὅτι ἡ τῶν ἡμαρτημένων αὐτοῖς ὑπερβολὴ εἰς ταύτην αὐτὸν ἐκκαλεῖται τὴν ἀγανάκτησιν, φησὶν, Ὅτι ἐπλήσθη ἡ γῆ ἀδικίας ἀπ’ αὐτῶν. Μὴ γὰρ παρ‐ έλιπόν τι, φησὶ, τῶν εἰς κακίαν συντεινόντων; Τοσοῦ‐ | |
55 | τον ἐπεδείξαντο τὸ μέγεθος, ὡς καὶ ὑπερβλύζειν λοι‐ πὸν τὴν κακίαν, καὶ πᾶσαν τὴν γῆν τῆς κακίας ἐμ‐ πεπλῆσθαι. Διά τοι τοῦτο καὶ αὐτοὺς καταφθείρω, καὶ τὴν γῆν, Καὶ ἰδοὺ, φησὶν, ἐγὼ καταφθείρω αὐτοὺς καὶ τὴν γῆν. Ἐπειδὴ αὐτοὶ προλαβόντες διὰ τῶν παρανό‐ | |
60 | μων πράξεων ἑαυτοὺς κατέφθειραν, διὰ τοῦτο παν‐ τελῆ πανωλεθρίαν ἐπάγω, καὶ ἀφανισμὸν ἐργάζο‐ μαι, καὶ αὐτῶν, καὶ τῆς γῆς, ἵνα καθαρμόν τινα δυ‐ νηθῇ δέξασθαι ἡ γῆ, καὶ ἀποκαθήρασθαι τοῦ ῥύπου | |
τῶν τοσούτων ἁμαρτημάτων. Ἐννόει μοι λοιπὸν ποίαν | Column end | |
53.210 | εἰκὸς ἔχειν ψυχὴν τὸν δίκαιον τοῦτον ταῦτα ἀκούοντα παρὰ τοῦ Δεσπότου. Εἰ γὰρ καὶ πολλὴν ἀρετὴν ἑαυτῷ συνῄδει, ἀλλ’ ὅμως οὐκ ἀναλγήτως ἐδέχετο τὰ λεγόμενα. Φιλόστοργον γὰρ τῶν δικαίων τὸ γένος, καὶ ὑπὲρ τῆς | |
5 | τῶν ἄλλων σωτηρίας πάντα ἂν ἕλοιντο εὐκόλως ὑπομεῖ‐ ναι. Πῶς τοίνυν εἰκὸς ἦν ἐκ τῶν ῥημάτων τούτων συν‐ έχεσθαι τὸν θαυμάσιον τοῦτον ὑπογράφοντα ἤδη τῷ λο‐ γισμῷ τὴν ἁπάντων ἀπώλειαν, καὶ τὴν τῆς κτίσεως ἁπά‐ σης φθορὰν, ἴσως οὐδὲ περὶ αὑτοῦ τι χρηστὸν ὑπο‐ | |
10 | πτεύοντα; Οὐδέπω γὰρ ἦν αὐτῷ τοῦτο φανερόν. Ἵν’ οὖν μὴ διαταράττηται τὸν λογισμὸν, ἀλλὰ μικράν τινα πα‐ ραμυθίαν ἐν τῷ τοιούτῳ μεγέθει τῆς ἀθυμίας σχεῖν δυ‐ νηθῇ, ἐπειδὴ ἐδίδαξεν αὐτὸν τῆς κακίας αὐτῶν τὴν ὑπερβολὴν, καὶ ὅτι καιρὸς κατεπείγει λοιπὸν ἀπαιτῶν | |
15 | βαθεῖαν αὐτοὺς δέξασθαι τὴν τομὴν, φησὶ πρὸς αὐτόν· Ἐκείνους μὲν κοινὸς ὄλεθρος ἐκδέξεται, Σὺ δὲ ποίησον σεαυτῷ κιβωτόν. Τί ἐστι, Σὺ δέ; Ἐπειδὴ οὐκ ἐκοινώ‐ νησας αὐτοῖς τῆς κακίας, ἀλλὰ καὶ μετὰ ἀρετῆς τὸν βίον ὅλον διήνυσας, διὰ τοῦτό σοι προστάττω κιβωτὸν | |
20 | κατασκευάσαι. Ἐκ ξύλων τετραγώνων, ἀσήπτων. Νοσσιὰς ποιήσεις τὴν κιβωτὸν, καὶ ἀσφαλτώσεις ἔξωθεν καὶ ἔσωθεν αὐτὴν τῇ ἀσφάλτῳ. Ἔστω δὲ τριακοσίων πηχῶν τὸ μῆκος, καὶ πεντήκοντα τὸ πλάτος, καὶ τριάκοντα τὸ ὕψος. Ἐπισυνάγων ποιή‐ | |
25 | σεις τὴν κιβωτὸν, καὶ εἰς πῆχυν συντελέσεις αὐτὴν ἄνωθεν, τὴν δὲ θύραν ποιήσεις ἐκ πλαγίων, κατά‐ γαια διώροφα καὶ τριώροφα ποιήσεις αὐτήν. Σκόπει Θεοῦ συγκατάβασιν καὶ δύναμιν ἄφατον, καὶ φιλανθρω‐ πίαν πάντα λόγον ὑπερβαίνουσαν. Ὁμοῦ καὶ τὴν περὶ | |
30 | τὸν δίκαιον πρόνοιαν ἐπιδείκνυται προστάττων αὐτῷ τὴν κιβωτὸν κατασκευάσαι, καὶ διαταξάμενος καὶ τὸν τρόπον τῆς κατασκευῆς, καὶ τὸ πλάτος, καὶ τὸ ὕψος, καὶ πα‐ ραμυθίαν αὐτῷ χαρίζεται μεγίστην, ἐλπίδας αὐτῷ σω‐ τηρίας ὑπογράφων διὰ τῆς κατασκευῆς, κἀκείνους τοὺς | |
35 | τοσαῦτα ἡμαρτηκότας βουλόμενος διὰ τῆς κατασκευῆς τῆς κιβωτοῦ εἰς ἔννοιαν ἐλθόντας τῶν αὐτοῖς εἰργασμέ‐ νων, καὶ μετάνοιαν ἐπιδειξαμένους τῆς ἀγανακτήσεως τὴν πεῖραν μὴ λαβεῖν. Οὐδὲ γὰρ ὀλίγος χρόνος πάλιν αὐτοῖς πρὸς μετάνοιαν παρεσχέθη διὰ τῆς κατασκευῆς | |
40 | τῆς κιβωτοῦ, ἀλλὰ καὶ σφόδρα πολὺς, καὶ ἱκανὸς, εἰ μὴ σφόδρα ἦσαν ἀγνώμονες, καταπτῆξαι πρὸς τὴν διόρ‐ θωσιν τῶν ἐπταισμένων. Εἰκὸς γὰρ ἕκαστον αὐτῶν, ὁρῶντα τὸν δίκαιον τεκταινόμενον τὴν κιβωτὸν, τὴν αἰ‐ τίαν πυνθάνεσθαι τῆς κατασκευῆς, εἶτα μαθόντα τοῦ | |
45 | Θεοῦ τὴν ἀγανάκτησιν, εἰς αἴσθησιν ἐλθεῖν τῶν οἰκείων ἁμαρτημάτων, εἴπερ ἐβούλοντο. Ἀλλ’ ἐκεῖνοι οὐδὲ ἐν‐ τεῦθεν ἐκέρδανάν τι πλέον, οὐκ ἐπειδὴ οὐκ ἠδύναντο, ἀλλ’ ἐπειδὴ οὐκ ἠβουλήθησαν. δʹ. Ἐπειδὴ τοίνυν τὰ περὶ τῆς κατασκευῆς τῆς κιβωτοῦ | |
53.210(50) | τῷ δικαίῳ διετάξατο, κοινοῦται αὐτῷ καὶ τῆς τιμωρίας τὸ εἶδος, ἧς ἤμελλεν ἐπάγειν, καί φησι· Σὺ μὲν ταύτην κατασκεύασον καθὰ διεταξάμην, ἐγὼ δὲ, ἐπειδὰν πλη‐ ρώσῃς τὴν κατασκευὴν, καὶ τὰ κατὰ σὲ ἐν ἀσφαλείᾳ καταστήσω. Ἐγὼ δὲ ἰδοὺ ἐπάγω τὸν κατακλυσμὸν, | |
55 | ὕδωρ ἐπὶ τὴν γῆν, καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ, καὶ ὅσα ἂν ᾖ ἐπὶ τῆς γῆς τελευτήσει. Ὅρα πῶς καὶ διὰ τῆς ἀπειλῆς δείκνυσι τῶν ἡμαρτημένων αὐτοῖς τὸ μέγεθος, καί φησι· Καὶ τὴν αὐτὴν τιμωρίαν ἐπάξω καὶ τοῖς λο‐ | |
60 | γικοῖς, καὶ τοῖς ἀλόγοις. Ἐπειδὴ γὰρ τὴν αὑτῶν προ‐ εδρίαν προδεδώκασι, καὶ πρὸς τὴν τῶν ἀλόγων μετέπεσον | |
κακίαν, οὐδεμίαν διαφορὰν ἕξει ἡ τιμωρία. Ἐπάγω γὰρ | ||
53.211 | κατακλυσμὸν ὕδατος καταφθεῖραι πᾶσαν σάρκα, ἐν ᾗ ἐστι πνεῦμα ζωῆς ὑποκάτω τοῦ οὐρανοῦ. Καὶ τὰ κτήνη, φησὶ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία, τὰ καὶ τε‐ τράποδα, καὶ ὅσα ἐστὶν ὑποκάτω τοῦ οὐρανοῦ, καταφθα‐ | |
5 | ρήσεται. Καὶ ἵνα μάθῃς, ὅτι οὐδὲν καταλειφθήσε‐ ται, φησὶ, Καὶ ὅσα ἐστὶν ἐπὶ τῆς γῆς τελευτήσει. Καὶ γὰρ καθαρσίου λοιπὸν δεῖται ἡ οἰκουμένη, ἀλλὰ τοῦτο μή σε ταραττέτω, μηδὲ συγχείτω σου τὸν λογι‐ σμόν. Ὁρῶν γὰρ αὐτῶν τοῦ ἕλκους τὸ ἀνίατον, στῆσαι | |
10 | βούλομαι τὰ τῆς κακίας ῥεύματα, ἵνα μὴ μείζοσι τιμω‐ ρίαις ἑαυτοὺς ὑπευθύνους καταστήσωσι. Διὸ καὶ νῦν τὴν ἑαυτοῦ φιλανθρωπίαν μιμούμενος, καὶ ἀγαθότητι κεραν‐ νὺς τὴν ἀγανάκτησιν, τοιαύτην ἐπάγω τὴν τιμωρίαν, ὡς ἀνώδυνον αὐτοῖς γενέσθαι καὶ ἀνεπαίσθητον. Οὐδὲ γὰρ | |
15 | πρὸς τὸ τῶν ἡμαρτημένων αὐτοῖς μέγεθος ἀφορῶν, οὐδὲ τίνων ἄξιοι τυγχάνουσιν, ἀλλὰ τὰ μετὰ ταῦτα προορῶν, καὶ τούτοις βούλομαι τὴν ἁρμόττουσαν τιμωρίαν ἐπαγα‐ γεῖν, καὶ τοὺς ἑξῆς μέλλοντας ἔσεσθαι τῆς ἐκ τούτων ἀπαλλάξαι λύμης. Μὴ τοίνυν κατηφὴς ἔσο, μηδὲ θορυ‐ | |
20 | βοῦ ταῦτα ἀκούων. Εἰ γὰρ καὶ ἐκείνους ἀξία τῶν ἡμαρ‐ τημένων δίκη καταλήψεται, ἀλλὰ Στήσω τὴν διαθήκην μου μετὰ σοῦ. Ἐπειδὴ πάντες οἱ προλαβόντες ἀναξίους ἑαυτοὺς κατέστησαν, καὶ οὐ γεγόνασιν εὐγνώμονες περὶ τὰς ἐμὰς ἐντολὰς, μετὰ σοῦ λοιπὸν στήσω τὴν διαθή‐ | |
25 | κην μου. Καὶ γὰρ ὁ πρωτόπλαστος, μετὰ τοσαύτας εὐερ‐ γεσίας ἀπάτην ὑπομείνας, παρέβη μου τὰς ἐντολὰς, καὶ ὁ ἐξ ἐκείνου πάλιν τεχθεὶς εἰς αὐτὸν τῆς κακίας τὸν πυθμένα ὤλισθε· διὸ καὶ διηνεκῆ τὴν τιμωρίαν ἐδέξατο μετὰ τῆς κατάρας. Ἀλλ’ οὐδὲ ταῖς τούτου τιμωρίαις οἱ | |
30 | μετ’ αὐτὸν ἐσωφρονίσθησαν, ἀλλὰ καὶ ἐπεδαψιλεύσαντο, ὡς καὶ τῆς γενεαλογίας αὐτοὺς ἀποδοκιμασθῆναι. Μετὰ δὴ ταῦτα εὑρὼν τὸν Ἐνὼχ τῆς ἀρετῆς τὴν εἰκόνα δια‐ σώζοντα, διὰ τὴν πολλὴν εὐαρέστησιν ζῶντα αὐτὸν μετ‐ έθηκα, δεικνὺς καὶ τοῖς τὴν ἀρετὴν μετιοῦσιν, ὅσων | |
35 | καταξιοῦνται τῶν ἀμοιβῶν, καὶ βουλόμενος τοὺς ἑξῆς ζηλωτὰς ἐκείνου καταστῆσαι, καὶ τὴν αὐτὴν ἐκείνῳ βαδίσαι ὁδόν. Ἐπεὶ τοίνυν, πάντων λοιπὸν ἐπὶ τὴν κα‐ κίαν αὐτομολησάντων, σὲ μόνον εὗρον ἐν τοσούτῳ πλή‐ θει δυνάμενον ἀνακαλέσασθαι τοῦ προπάτορος τὴν πα‐ | |
40 | ράβασιν, μετὰ σοῦ στήσω τὴν διαθήκην μου. Ἡ γὰρ τῶν βεβιωμένων σοι πρᾶξις ἀξιόπιστόν σε δείκνυσι πρὸς τὸ δέξασθαι τὰς παρ’ ἐμοῦ ἐντολάς. Εἶτα ἵνα μὴ καὶ ταῦτα ἀκούων ὁ δίκαιος ἐκεῖνος ἔτι ἀθυμῇ, ὡς μόνος μέλλων καταλειφθήσεσθαι, παραμυθούμενος αὐτὸν, ὡς | |
45 | εἰπεῖν, πάλιν φησίν· Εἰσελεύσῃ δὲ εἰς τὴν κιβωτὸν σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖ‐ κες τῶν υἱῶν σου μετὰ σοῦ. Εἰ γὰρ καὶ πολὺ τῆς τοῦ δικαίου ἀρετῆς ἐλείποντο, ἀλλ’ ὅμως τῆς ὑπερβαλλού‐ σης ἐκείνων κακίας ἐκτὸς ἦσαν. Ἄλλως δὲ καὶ διὰ δύο | |
53.211(50) | ταύτας τὰς αἰτίας τῆς σωτηρίας ἀπολαύουσι, μίαν μὲν, εἰς τιμὴν τοῦ δικαίου· ἔθος γὰρ τῷ φιλανθρώπῳ Θεῷ τιμᾷν τοὺς αὑτοῦ δούλους, καὶ χαρίζεσθαι αὐτοῖς πολ‐ λάκις τὴν ἑτέρων σωτηρίαν, ὃ καὶ ἐπὶ τοῦ μακαρίου Παύλου πεποίηκε, τοῦ διδασκάλου τῆς οἰκουμένης, τοῦ | |
55 | πανταχοῦ τὰς ἀκτῖνας τῆς οἰκείας διδασκαλίας ἀφιέντος. Ἡνίκα γὰρ οὗτος ἐπὶ τὴν Ῥώμην ἀνήγετο, χειμῶνος κατὰ τὴν θάλατταν πολλοῦ γενομένου, καὶ πάντων τῶν ἐν τῷ πλοίῳ περὶ αὐτῆς τῆς σωτηρίας δεδοικότων, καὶ οὐδεμίαν ἐλπίδα χρηστὴν ἐχόντων διὰ τὸ τοῦ κλυ‐ | |
60 | δωνίου μέγεθος, καλέσας ἅπαντάς φησιν· Εὐθυμεῖτε, ἄνδρες. Ἀποβολὴ γὰρ ψυχῆς οὐδεμία ἔσται ἐξ ἡμῶν | |
πλὴν τοῦ πλοίου. Παρέστη γάρ μοι ταύτῃ τῇ νυκτὶ | Column end | |
53.212 | τοῦ Θεοῦ, οὗ εἰμι καὶ λατρεύω, ἄγγελος λέγων, Μὴ φοβοῦ, Παῦλε, κεχάρισται γάρ σοι ὁ Θεὸς πάντας τοὺς πλέοντας μετὰ σοῦ. Εἶδες πῶς ἡ ἀρετὴ τοῦ ἀν‐ δρὸς τὴν σωτηρίαν ἐκείνοις προεξένησε; μᾶλλον δὲ οὐχ | |
5 | ἡ ἀρετὴ μόνον, ἀλλὰ καὶ ἡ φιλανθρωπία τοῦ Δεσπότου. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν διὰ μίαν μὲν αἰτίαν ταύ‐ την· δι’ ἑτέραν δὲ, ἐπειδὴ ἐβούλετο ζύμην τινὰ καὶ ῥί‐ ζαν τοῦ μέλλοντος εἰς τὸ ἑξῆς συνίστασθαι γένους κα‐ ταλειφθῆναι· οὐκ ἐπειδὴ ἀδύνατον ἦν τῷ Θεῷ καὶ | |
10 | ἄνωθεν πάλιν διαπλάσαι, καὶ ἐξ ἑνὸς μόνου τὸ γένος αὐξῆσαι· ἀλλ’ ἐπειδὴ οὕτως ἐδοκίμασε, τὴν οἰκίαν ἀγα‐ θότητα μιμούμενος. εʹ. Σκόπει δὲ καὶ διὰ τῶν ἑξῆς τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ὥσπερ γὰρ ἐν τῇ ἀπειλῇ τῆς τιμωρίας, μετὰ τοῦ τῶν | |
15 | ἀνθρώπων γένους καὶ τὰ κτήνη καὶ τὰ ἑρπετὰ, καὶ τὰ πετεινὰ, καὶ τὰ θηρία ἀπολέσθαι εἶπεν· οὕτω καὶ ἐν‐ ταῦθα διὰ τὸν δίκαιον καὶ ἐκ τούτων εἰσαχθῆναι εἰς τὴν κιβωτὸν ἀφ’ ἑκάστου γένους προστάττει μίαν συζυγίαν, ὥστε σπέρμα καὶ ἀπαρχὴν γενέσθαι τοῦ μετὰ ταῦτα | |
20 | μέλλοντος ἔσεσθαι πλήθους. Καὶ ἀπὸ πάντων, φησὶ, τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων, καὶ ἀπὸ πάσης σαρκὸς, δύο δύο ἀπὸ πάντων εἰσάξεις εἰς τὴν κιβωτὸν, ἵνα τρέφῃς μετὰ σεαυτοῦ· ἄρσεν καὶ θῆλυ ἔσονται. Ἀπὸ πάντων τῶν ὀρνέων τῶν πετει‐ | |
25 | νῶν κατὰ γένος, καὶ ἀπὸ τῶν κτηνῶν κατὰ γένος, καὶ ἀπὸ τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς κατὰ γένος, δύο δύο ἀπὸ πάντων εἰσελεύσονται πρὸς σὲ, τρέφεσθαι μετὰ σεαυτοῦ, ἄρσεν καὶ θῆλυ. Τοῦτο μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητέ· ἐννόησον γὰρ | |
30 | ὅσον ἔτικτε τῷ δικαίῳ τὸν θόρυβον, ἐννοοῦντι τὴν τούτων ὅλων ἐπιμέλειαν. Οὐ γὰρ ἤρκει αὐτῷ ἡ φροντὶς τῆς γυ‐ ναικὸς, καὶ τῶν παίδων, καὶ τῶν τούτων γυναικῶν, ἀλλὰ καὶ ἡ μέριμνα τῶν τοσούτων ἀλόγων καὶ ἡ δια‐ τροφὴ προσετίθετο. Ἀλλ’ ἀνάμεινον μικρὸν, καὶ ὄψει | |
35 | τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ ὅπως ἐπικουφίζει τὴν ἐπι‐ κειμένην φροντίδα τῷ δικαίῳ. Σὺ δὲ λήψῃ σεαυτῷ, φησὶν, ἀπὸ πάντων τῶν βρωμάτων ὧν ἔδεσθε, καὶ συνάξεις πρὸς σεαυτὸν, καὶ ἔσται σοι καὶ ἐκείνοις φαγεῖν. Μὴ νομίσῃς, φησὶν, ἀπρονόητόν σε καταλιμ‐ | |
40 | πάνεσθαι. Ἰδοὺ γὰρ προστάττω καὶ τὰ πρὸς τὴν ὑμε‐ τέραν τροφὴν ἀρκοῦντα, καὶ τὰ πρὸς διατροφὴν τῶν ἀλόγων ἅπαντα εἰσαχθῆναι εἰς τὴν κιβωτὸν, ὥστε μήτε ὑμᾶς λιμοῦ καὶ στενοχωρίας πεῖραν λαβεῖν, μήτε τὰ ἄλογα διαφθαρῆναι οὐκ ἔχοντα τὴν κατάλληλον τροφήν. | |
45 | Καὶ ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεὸς, οὕτως ἐποίησεν. Ὅρα μοι πάλιν καὶ ἐνταῦθα ἐγκωμίου μέγεθος. Ἐποίησε, φησὶ, Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Οὐ τὸ μὲν τῶν ἐπιταχθέντων εἰς ἔργον ἤγαγε, τοῦ δὲ ἠμέλησεν, ἀλλὰ | |
53.212(50) | πάντα τὰ ἐνταλθέντα ἐποίησε, καὶ Οὕτως ἐποίησεν, ὥσπερ ἐνετείλατο αὐτῷ· οὐδὲν παρέλιπεν, ἀλλὰ πάντα ἐπλήρωσε, καὶ ἔδειξε καὶ δι’ αὐτῶν τῶν ἔργων, ὅτι δι‐ καίως ἠξιώθη εὐνοίας παρὰ τοῦ Δεσπότου. Πόσων στε‐ φάνων οὐκ ἀξία ἂν γένοιτο ἡ μαρτυρία αὕτη, ἧς | |
55 | ἀπήλαυσε παρὰ τῆς θείας Γραφῆς ὁ δίκαιος; Τίς ἂν γένοιτο μακαριστότερος τοῦ πάντα εἰς ἔργον ἀγαγόντος τὰ παρὰ τοῦ Θεοῦ ἐνταλθέντα, καὶ τοσαύτην ὑπακοὴν περὶ τὰ ἐπιταχθέντα ἐπιδειξαμένου; Καὶ ἵνα μάθῃς ὅσης ἀξιοῦται διὰ τοῦτο τῆς προῤῥήσεως παρὰ τοῦ τῶν ἁπάν‐ | |
60 | των δημιουργοῦ, ἄκουε τῶν ἑξῆς· Καὶ εἶπε, φησὶ, Κύ‐ ριος ὁ Θεὸς πρὸς Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν. Εἶτα ἵνα μάθωμεν, ὡς οὐ χάριτι μόνον σώζει τὸν δίκαιον, ἀλλὰ καὶ τῶν πόνων τὰς ἀμοι‐ βὰς αὐτῷ δίδωσι, καὶ τῆς ἀρετῆς τὰς ἀντιδόσεις, φησί· | |
65 | Διὰ τοῦτό σε προστάττω εἰς τὴν κιβωτὸν εἰσελθεῖν μετὰ τοῦ οἴκου σου, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ. Μεγάλη καὶ ἀξιόπιστος ἡ μαρτυ‐ ρία. Τί γὰρ ἂν γένοιτο ταύτης μεῖζον, ὅταν αὐτὸς ὁ Δη‐ | |
μιουργὸς, ὁ καὶ εἰς τὸ εἶναι παραγαγὼν, τοιαῦτα ψηφί‐ | ||
53.213 | ζηται περὶ τοῦ δικαίου; Ὅτι σε, φησὶν, εἶδον δίκαιον ἐναντίον ἐμοῦ. Ἡ ἀληθὴς ἀρετὴ αὕτη, ὅταν ἐναντίον τοῦ Θεοῦ τις ταύτην ἐπιδείκνυται, ὅταν ὁ ὀφθαλμὸς ἐκεῖ‐ νος ὁ ἀπαραλόγιστος τὴν ψῆφον φέρῃ. Εἶτα διδάσκων | |
5 | ἡμᾶς ὁ φιλάνθρωπος Θεὸς τὸ μέτρον τῆς ἀρετῆς, ὅπερ ἀπῄτει τότε παρὰ τοῦ δικαίου (οὐ γὰρ τὸ αὐτὸ μέτρον παρ’ ἑκάστου βούλεται τῆς ἀρετῆς εἰσφέρεσθαι, ἀλλὰ τῇ διαφορᾷ τῶν χρόνων καὶ τὴν διαφορὰν τῆς ἀρετῆς ἐπι‐ ζητεῖ), φησὶν, Ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ | |
10 | ἐν τῇ γενεᾷ ταύτῃ, εἰς κακίαν ἀποκλινάσῃ τοσαύτην, ἐν τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ, τὴν τοσαύτην ἀγνωμοσύ‐ νην ἐπιδειξαμένῃ. Σὲ εἶδον δίκαιον, σὲ μόνον εὗρον εὐγνώμονα, σὲ εἶδον τῆς ἀρετῆς πολὺν ποιούμενον λόγον· σὺ μόνος ἐναντίον μου δίκαιος ὤφθης, τούτων ἁπάντων | |
15 | ἀπολλυμένων· σὲ προστάττω εἰσελθεῖν μετὰ τοῦ οἴκου σου παντὸς εἰς τὴν κιβωτόν· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν κελεύω σε εἰσαγαγεῖν ἑπτὰ ἑπτά. Ἐπειδὴ προ‐ λαβὼν προσέταξεν ἀδιορίστως ἀπὸ πάντων μίαν συζυ‐ γίαν εἰσαχθῆναι· διὰ τοῦτο νῦν φησιν, Ἀπὸ δὲ τῶν | |
20 | καθαρῶν ἑπτὰ ἑπτὰ, ἀπὸ δὲ τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ. Εἶτα τὴν αἰτίαν διδάσκων ἐπ‐ ήγαγε, Διαθρέψαι σπέρμα ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον δὲ ἐνταῦθα διερευνῆσαι καὶ ἰδεῖν, πόθεν ᾔδει ὁ δίκαιος τίνα μὲν ἦν καθαρὰ, τίνα δὲ ἀκάθαρτα. Οὐδέπω γὰρ ἦν | |
25 | ἡ διαίρεσις αὕτη γεγενημένη, ἣν μετὰ ταῦτα ὁ Μωϋσῆς ἐνομοθέτησε τοῖς Ἰουδαίοις. Πόθεν οὖν ᾔδει; Οἴκοθεν, κινούμενος ἀπὸ τῆς ἐν τῇ φύσει ἐναποκειμένης διδασκα‐ λίας, μετὰ δὲ ταύτης καὶ ὁ λογισμὸς ὑπηγόρευσεν. Οὐ‐ δὲν γὰρ ἀκάθαρτον τῶν παρὰ τοῦ Θεοῦ γεγενημένων. | |
30 | Πῶς γὰρ ἀκάθαρτον καλέσαιμέν τι τῶν δημιουργηθέν‐ των, ἅπαξ τῆς ἄνωθεν ψήφου περὶ αὐτῶν γεγενημένης καὶ εἰπούσης τῆς θείας Γραφῆς, ὅτι Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν; Ἀλλὰ λοι‐ πὸν ἡ φύσις ἀφ’ ἑαυτῆς κινουμένη τὴν διάκρισιν ταύ‐ | |
35 | την ἐπεδείξατο. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἐννόησόν μοι ἔτι καὶ νῦν, ὅπως ἔν τισι μὲν τόποις τινῶν ἀπέχον‐ ται ἔνιοι ὡς ἀκαθάρτων καὶ μὴ νενομισμένων, ἔνιοι δὲ τούτων πάλιν τὴν μετάληψιν ποιοῦνται, τῆς συνηθείας αὐτοὺς ἐπὶ τοῦτο ἀγούσης. Οὕτως οὖν καὶ τότε αὐτὴ ἡ | |
40 | ἐναποκειμένη γνῶσις τῷ δικαίῳ ἐδίδασκε, τίνα μὲν ἦν πρὸς βρῶσιν ἐπιτήδεια, τίνα δὲ ἀκάθαρτα, οὐκ ὄντα, ἀλλὰ νομιζόμενα. Τίνος ἕνεκεν, εἰπέ μοι, ὄνον ἀκάθαρτον ἡγούμεθα, καίτοι οὐδὲν ἕτερον σιτούμενον ἢ σπέρματα, ἕτερα δὲ τῶν τετραπόδων πρὸς βρῶσιν ἐπι‐ | |
45 | τήδεια νομίζομεν, καίτοι ἀκαθάρτου τροφῆς μεταλαμβά‐ νοντα; Οὕτως ἡ παρὰ τοῦ Θεοῦ χορηγηθεῖσα τῇ φύσει γνῶσις τούτων διδάσκαλος ἐγίνετο. Ἑτέρως δὲ ἔστιν εἰ‐ πεῖν, ὅτι καὶ ὁ προστάξας Θεὸς τὴν γνῶσιν αὐτῷ τούτων δήλην ἐποίησεν. Ἀλλὰ περὶ μὲν τῶν καθαρῶν καὶ ἀκα‐ | |
53.213(50) | θάρτων ἀρκούντως εἰρήκαμεν. ϛʹ. Πάλιν δὲ ἕτερον ἡμῖν ἀνακύπτει ζήτημα· Τί δήποτε ἀπὸ μὲν τῶν ἀκαθάρτων δύο δύο, ἀπὸ δὲ τῶν καθαρῶν ἑπτὰ ἑπτά; καὶ πάλιν· Τίνος ἕνεκεν οὐχ ἓξ, οὐδὲ ὀκτὼ, ἀλλ’ ἑπτά; Τάχα εἰς πολὺ μῆκος ὁ λόγος ἡμῖν ἐκτείνεται· | |
55 | ἀλλ’ εἰ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, συντόμως καὶ περὶ τούτων διδάξομεν τὴν ὑμετέραν ἀγάπην, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις χορηγήσῃ. Πολλοὶ γὰρ πολλὰ περὶ τού‐ των μυθολογοῦσι, καὶ ἐντεῦθεν ἀφορμὴν λαμβάνοντες παρατηρήσεις ἀριθμῶν ἐπιδείκνυνται. Ὅτι δὲ οὐκ ἔστι | |
60 | παρατήρησις, ἀλλ’ ἡ ἄκαιρος φιλοπραγμοσύνη τῶν ἀν‐ | Column end |
53.214 | θρώπων ταῦτα ἀναπλάττειν ἐπιχειρεῖ, ὅθεν καὶ αἱ πλείους τῶν αἱρέσεων ἐτέχθησαν, αὐτίκα μάλα εἴσεσθε. Καὶ γὰρ ὡς ἐπὶ τὸ πλεῖστον (ἵνα δόξωμεν ὡς ἐκ περιου‐ σίας ἐπιστομίζειν τοὺς τὰ ἀπὸ τῶν οἰκείων λογισμῶν | |
5 | ἐπεισφέροντας) εὑρίσκομεν ἐν ταῖς Γραφαῖς μᾶλλον τὸν τῆς συζυγίας ἀριθμὸν σωζόμενον. Καὶ γὰρ ἡνίκα ἀπ‐ έστελλε τοὺς μαθητὰς, δύο δύο αὐτοὺς ἀπέστελλε, καὶ αὐτοὶ δὲ πάντες δώδεκα ἦσαν, καὶ τὰ Εὐαγγέλια τέσ‐ σαρα τὸν ἀριθμόν ἐστιν. Ἀλλὰ ταῦτα περιττὸν κινεῖν | |
10 | ἐπὶ τῆς ὑμετέρας ἀγάπης, δεδιδαγμένης ἅπαξ τοῖς τοιούτοις ἀποφράττειν τὰς ἀκοάς. Ἀναγκαῖον δὲ λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν ἑπτὰ ἑπτὰ ἀπὸ τῶν καθαρῶν εἰσ‐ αχθῆναι εἰς τὴν κιβωτὸν προσέταξε. Τὸ μὲν πλείονα προσ‐ τάξαι τῶν καθαρῶν εἰσαχθῆναι, διὰ τὸ παραμυθίαν τινὰ | |
15 | ἔχειν καὶ τὸν δίκαιον, καὶ τοὺς σὺν αὐτῷ τῆς ἐξ ἐκείνων ἀπολαύσεως μετέχοντας τὸ δὲ ἑπτὰ ἑπτὰ, καὶ τοῦτο πάλιν, εἰ τὴν αἰτίαν μάθοιτε, ἀπόδειξις ἂν εἴη μεγίστη τῆς φιλοθέου γνώμης τοῦ δικαίου. Ἐπειδὴ γὰρ ᾔδει ὁ φιλάνθρωπος Θεὸς τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὅτι δί‐ | |
20 | καιος ὢν, καὶ τοσαύτης ἀπολαύσας παρὰ τοῦ Δεσπότου φιλανθρωπίας, καὶ τοῦ τοσούτου κλυδωνίου διαφυγὼν τὴν πεῖραν, ἤμελλε μετὰ τὴν ἀπαλλαγὴν τῶν δεινῶν, καὶ τὸ ἐλευθερωθῆναι τῆς ἐν τῇ κιβωτῷ διαγωγῆς, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυσθαι, καὶ βούλεσθαι θυ‐ | |
25 | σίας ἀνενέγκαι ὑπὲρ εὐχαριστίας τῶν γεγενημένων καὶ ὑπηργμένων αὐτῷ, ἵνα μὴ τοῦτο ποιῶν ἀκρωτηριάσῃ τὰς συζυγίας, διὰ τοῦτο προειδὼς αὐτοῦ τῆς γνώμης τὸ εὐ‐ χάριστον κελεύει ἑπτὰ ἑπτὰ εἰσάγεσθαι ἀφ’ ἑκάστου γένους τῶν ὀρνέων, ἵνα τῆς πανωλεθρίας παυσαμέ‐ | |
30 | νης καὶ τὸν οἰκεῖον σκοπὸν ἐπιδείξηται, καὶ τῇ συ‐ ζυγίᾳ τῶν πετεινῶν καὶ τῶν λοιπῶν ὀρνέων μὴ λυ‐ μήνηται, ὃ δὴ καὶ προϊούσης τῆς διδασκαλίας μα‐ θήσεσθε, ἐπειδὰν εἰς αὐτὸν τὸν τόπον παραγενώ‐ μεθα. Ὄψεσθε γὰρ τὸν δίκαιον τοῦτον τοῦτο | |
35 | πεποιηκότα. Ἐμάθετε τὴν αἰτίαν, δι’ ἣν ἑπτὰ ἑπτὰ εἰσαγαγεῖν προσετάχθη. Μηκέτι λοιπὸν ἀνέχεσθε τῶν μυ‐ θολογεῖν ἐπιχειρούντων, καὶ καταστοιχειουμένων τῆς θείας Γραφῆς, καὶ τὰ ἀπὸ τοῦ οἰκείου νοὸς ἐπεισφερόν‐ των τοῖς θείοις διδάγμασιν. Ἐπειδὴ τοίνυν διετάξατο | |
40 | πάντα σαφῶς, καὶ περὶ τῶν ὀρνέων, καὶ περὶ τῶν καθα‐ ρῶν, καὶ περὶ τῶν ἀκαθάρτων, καὶ τῆς τούτων διατρο‐ φῆς, φησὶ πρὸς τὸν δίκαιον· Ἔτι γὰρ ἡμερῶν ἑπτὰ, καὶ ἰδοὺ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαρά‐ κοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξ‐ | |
45 | αλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους. Σκόπει μοι καὶ ἐκ τῶν νῦν εἰρημένων τῆς ἀγαθό‐ τητος αὐτοῦ τὴν ὑπερβολὴν, πῶς μετὰ τὴν τοσαύ‐ την μακροθυμίαν καὶ νῦν πρὸ ἑπτὰ ἡμερῶν προλέγει, | |
53.214(50) | βουλόμενος τῷ φόβῳ σωφρονεστέρους αὐτοὺς ποιῆ‐ σαι, καὶ εἰς μετάνοιαν ἀγαγεῖν. Καὶ ὅτι διὰ τοῦτο προλέγει, ἵνα μὴ ἐπαγάγῃ τὰ παρ’ αὐτοῦ εἰρημένα, ἐννόει μοι τοὺς Νινευΐτας, καὶ βλέπε πόση ἡ διαφορὰ τούτων κἀκείνων. Μετὰ γὰρ τοσαῦτα ἔτη ἀκούσαντες ὅτι ἐπὶ | |
55 | θύραις ἐστὶ τὰ δεινὰ, οὐδὲ οὕτω τῆς κακίας ἔστησαν. Καὶ μὴν εἰώθαμέν πως, μελλούσης μὲν τῆς τιμωρίας, ῥᾳθυμεῖν καὶ διαναβάλλεσθαι· ἐπειδὰν δὲ πλησίον ὦμεν τῶν λυπεῖν δυναμένων, τότε συστέλλεσθαι καὶ πολλὴν ἐπιδείκνυσθαι τὴν μεταβολήν· ὃ δὴ καὶ ἐπὶ τῶν Νινευϊτῶν | |
60 | γέγονεν. Ἐπειδὴ γὰρ ἤκουσαν, ὅτι Ἔτι τρεῖς ἡμέραι, καὶ Νινευῒ καταστραφήσεται, οὐ μόνον οὐκ ἀπηγόρευ‐ | |
σαν, ἀλλὰ καὶ διανέστησαν πρὸς τὸ ῥηθὲν, καὶ τοσαύτην | ||
53.215 | τῶν κακῶν τὴν ἀποχὴν ἐποιήσαντο, καὶ οὕτως ἀκριβῆ τὴν ἐξομολόγησιν ἐπεδείξαντο, ὡς καὶ μέχρι τῶν ἀλόγων ἐπεκτεῖναι αὐτοὺς τὰ τῆς ἐξομολογήσεως· οὐχ ὅτι δὲ τὰ ἄλογα ἐξωμολογήσαντο (πῶς γὰρ τὰ λόγων ἔρημα;), ἀλλ’ | |
5 | ἵνα διὰ τούτων ἐπισπάσωνται εἰς τὴν περὶ αὑτοὺς φιλαν‐ θρωπίαν τὸν ἀγαθὸν Δεσπότην. Κηρύξαντες γὰρ, φησὶ, νηστείαν, προσέταξαν οἱ περὶ τὸν βασιλέα, καὶ τὰ κτήνη, καὶ τοὺς βόας, καὶ πάντα τὰ ἄλογα μήτε νομῆς μετα‐ σχεῖν, μήτε ὕδατος, ἀλλὰ πᾶσα τότε ἡ τῶν ἀνθρώπων | |
10 | φύσις σάκκον περιβαλ[λ]ομένη, καὶ αὐτὸς ὁ ἐπὶ τοῦ θρό‐ νου καθήμενος βασιλεὺς, πολλὴν καὶ σύντονον τὴν ἐξ‐ ομολόγησιν ἐποιήσαντο, καὶ ταῦτα οὐκ εἰδότες ὅτι δια‐ φεύξονται τὴν τιμωρίαν. Ἔλεγον γὰρ, Τίς οἶδεν, εἰ ἄρα μετανοήσει ὁ Θεὸς ἐπὶ τῇ κακίᾳ, ᾗ ἐλάλησε | |
15 | ποιῆσαι ἡμῖν; ζʹ. Εἶδες βαρβάρων εὐγνωμοσύνην; εἶδες πῶς οὐδὲ ἡ τῶν ἡμερῶν στενοχωρία αὐτοὺς ὀκνηροτέρους εἰργάσατο, οὐδὲ ἀπαγορεῦσαι πεποίηκεν; Ὅρα καὶ τούτους μετὰ τοσ‐ οῦτον ἀριθμὸν ἐτῶν ἀκούσαντας, ὅτι ἔτι ἑπτὰ ἡμέραι, καὶ | |
20 | ὁ κατακλυσμὸς ἐπάγεται, οὐδὲ οὕτως ἐπιστρεφομένους, ἀλλ’ ἀναλγήτως διακειμένους, ὅθεν ὡμολογημένον ἂν εἴη, ὅτι ἡ προαίρεσις ἡ ἡμετέρα τῶν κακῶν ἁπάντων αἰτία. Ἰδοὺ γὰρ καὶ οὗτοι ἄνθρωποι, κἀκεῖνοι ἄνθρωποι, καὶ τῆς αὐτῆς φύσεως, ἀλλ’ οὐ τῆς αὐτῆς προαιρέσεως. | |
25 | Διὸ οὐδὲ τῶν αὐτῶν ἀπήλαυσαν, ἀλλ’ οἱ μὲν διέφυγον τὴν καταστροφὴν, τοῦ ἀγαθοῦ Θεοῦ ἀρκεσθέντος αὐτῶν τῇ μετανοίᾳ διὰ τὴν οἰκείαν φιλανθρωπίαν, οἱ δὲ ὑπο‐ βρύχιοι γενόμενοι πανωλεθρίᾳ παρεδόθησαν. Ἔτι γὰρ, φησὶν, ἡμερῶν ἑπτὰ, ἐπάγω ὑετὸν ἐπὶ τῆς γῆς. Εἶτα | |
30 | αὐξῆσαι τὸν φόβον βουλόμενός φησι· Τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. Τί γάρ; οὐκ ἦν αὐτῷ δυνατὸν, εἴπερ ἐβούλετο, ἐν μιᾷ ἡμέρᾳ πάντα τὸν ὑετὸν ἐπαγαγεῖν; Τί δὲ λέγω ἐν μιᾷ ἡμέρᾳ; Ἐν μιᾷ ῥοπῇ. Ἀλλ’ ἐπίτηδες τοῦτο ποιεῖ βουλόμενος ὁμοῦ καὶ | |
35 | τὸν φόβον ἐπιτεῖναι, καὶ ἀφορμὴν αὐτοῖς παρασχεῖν τοῦ κἂν πρὸς αὐταῖς ταῖς θύραις γενομένους τὴν τιμωρίαν διαφυγεῖν. Καὶ ἐξαλείψω, φησὶ, πᾶσαν τὴν ἐξανάστα‐ σιν, ἣν ἐποίησα ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀν‐ θρώπου ἕως κτήνους. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον | |
40 | προλέγει, καὶ οὐδὲ οὕτω καθικνεῖται. Ταῦτα δὲ πάντα ἐποίει, ἵνα ἡμᾶς διδάξῃ, ὅτι δικαίως αὐτοῖς τὴν τοσαύ‐ την τιμωρίαν ἐπήγαγε, καὶ μηδεὶς ἔχῃ μέμφεσθαι τῶν ἀνοήτων, καὶ λέγειν, ὅτι Εἰ ἐμακροθύμησεν, ἄρα ἂν ἀπέσχοντο τῆς κακίας, καὶ ἐπανῆλθον πρὸς τὴν ἀρετήν. | |
45 | Διὸ καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν δῆλον ἡμῖν ποιεῖ, καὶ τῆς κιβωτοῦ τὴν κατασκευὴν προστάττει. Καὶ μετὰ ταῦτα ἅπαντα καὶ πρὸ τῶν ἑπτὰ ἡμερῶν προλέγει, ἵνα πάντων τῶν ἀπερισκέπτως φθέγγεσθαι βουλομένων ἐπιστομίσῃ τὴν ἀναίσχυντον γλῶσσαν. Καὶ ἐποίησε, φησὶ, Νῶε | |
53.215(50) | πάντα ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Ὅρα πῶς καὶ νῦν ἀνακηρύττει τοῦ δικαίου τὴν εὐγνωμο‐ σύνην καὶ τὴν ὑπακοὴν ἡ θεία Γραφὴ, διδάσκουσα ὡς οὐδὲν τῶν ἐπιταχθέντων παρέλιπεν, ἀλλὰ πάντα πληρώ‐ σας, τῆς οἰκείας ἀρετῆς καὶ διὰ τούτου τὴν ἀπόδειξιν | |
55 | παρέσχετο. ηʹ. Τοῦτον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα τὸν δίκαιον, | |
καὶ τὰς παρὰ τοῦ Θεοῦ ἐντολὰς ἡμῖν δεδομένας πληροῦν | Column end | |
53.216 | σπουδάζωμεν, καὶ μὴ καταφρονῶμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν νόμων, ἀλλ’ ἔναυλον ἔχοντες τούτων τὴν μνήμην, πρὸς τὴν τούτων κατόρθωσιν ἐπειγώμεθα, καὶ μὴ ῥᾳθύμως τὰ κατὰ τὴν ἑαυτῶν σωτηρίαν οἰκονομῶμεν, | |
5 | καὶ μάλιστα ὅτι πολλῷ μεῖζον μέτρον ἀρετῆς νῦν ἀπαι‐ τούμεθα, ὅσῳ καὶ μειζόνων ἀπηλαύσαμεν. Διὸ καὶ ὁ Χριστὸς ἔλεγεν, Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Σκοπῶμεν | |
10 | τοίνυν καθ’ ἑαυτοὺς, καὶ μὴ ἁπλῶς παρατρέχωμεν τὸ εἰρημένον, ἀλλὰ ἐννοήσωμεν, ὅση κείσεται κόλασις τοῖς μὴ μόνον ὑπερβαίνειν ἐκείνους μὴ σπουδάζουσιν, ἀλλὰ καὶ ἔλαττον αὐτῶν ἔχουσι, καὶ μὴ ἀνεχομένοις μήτε ὀργὴν ἀφεῖναι τῷ πλησίον, μήτε καθαρὰν τὴν γλῶτταν | |
15 | διατηρεῖν ἀπὸ τῶν ὅρκων, μήτε τῷ ὀφθαλμῷ βουλομέ‐ νοις ἀποτειχίζειν τὴν ἐπιβλαβῆ θέαν, καὶ τοῦ Δεσπότου προστάττοντος, μὴ μόνον ἀδικούμενον φέρειν γενναίως, ἀλλὰ καὶ ἐπιδαψιλεύεσθαι· Τῷ θέλοντι γάρ σοι, φησὶ, κριθῆναι, καὶ τὸν χιτῶνά σου λαβεῖν, ἄφες αὐτῷ | |
20 | καὶ τὸ ἱμάτιον. Ἡμεῖς δὲ πολλάκις καὶ ἀδικεῖν ἐπιχει‐ ροῦμεν τὸν πλησίον, ἢ καὶ ἀμύνασθαι τὸν ἀδικοῦντα, καίτοι προσταττόμενοι μὴ μόνον τοὺς ἀγαπῶντας ἀγα‐ πᾷν (Τοῦτο γὰρ καὶ οἱ τελῶναι, φησὶ, ποιοῦσιν), ἀλλὰ καὶ πρὸς τοὺς ἐχθραίνοντας γνησίως διακεῖσθαι, οὐδὲ | |
25 | πρὸς τοὺς ἀγαπῶντας τὴν ἴσην ἀγάπην ἐπιδεικνύμεθα. Διὰ ταῦτα ἀλγῶ καὶ ὀδυνῶμαι ὁρῶν τῆς μὲν ἀρετῆς τοσαύτην ἐν ἡμῖν τὴν σπάνιν, τῆς δὲ κακίας καθ’ ἑκά‐ στην ἡμέραν τὴν ἐπίτασιν γινομένην, καὶ οὔτε τῆς γεέννης τὸν φόβον ἐκκόπτοντα ἡμῶν τὴν ἐπὶ τὴν κακίαν | |
30 | ὁρμὴν, οὔτε τῆς βασιλείας τὸν πόθον προτρεπόμενον ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν, ἀλλὰ πάντας, ὡς εἰπεῖν, βοσκημάτων δίκην ἀπαγομένους, καὶ οὐδεμίαν ἔννοιαν λαμβάνοντας οὔτε τῆς φοβερᾶς ἐκείνης ὥρας, οὔτε τῶν παρὰ τοῦ Θεοῦ τεθέντων ἡμῖν νόμων, ἀλλὰ πρὸς τὴν | |
35 | τῶν ἀνθρώπων ὑπόληψιν ἅπαντας ἐπτοημένους, καὶ τὸν παρὰ τούτων ἔπαινον θηρωμένους, καὶ μηδὲ ἀκούειν τοῦ Εὐαγγελίου λέγοντος, Πῶς δύνασθε ὑμεῖς πιστεῦ‐ σαι δόξαν παρὰ ἀνθρώπων λαμβάνοντες, καὶ τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ὥσπερ δὲ οἱ | |
40 | ταύτης ἐφιέμενοι, ἐκείνης παντελῶς ἐκπίπτουσιν, οὗτος οἱ ἐκείνης διηνεκῶς ἐξηρτημένοι, οὐδὲ ταύτης ἀποστε‐ ροῦνται. Καὶ γὰρ αὐτὸς προλαβὼν ἐπηγγείλατο λέγων, Ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν· καὶ τῷ περὶ ἐκείνην | |
45 | ἔχοντι τὸν πόθον ταῦτα πάντα ἕπεται. Ὁ γὰρ ἐκεῖ πτερώσας αὐτοῦ τὴν διάνοιαν, πάσης τῆς παρούσης εὐημερίας, ὡς οὐδὲ οὔσης, ὑπερορᾷ. Οἱ γὰρ τῆς πίστεως ὀφθαλμοὶ ὅταν ἐκεῖνα κατοπτεύωσι τὰ ἀπόῤῥητα ἀγαθὰ, οὐδὲ αἴσθησιν λαμβάνουσι τῶν ὁρωμένων· τοσοῦτο τὸ | |
53.216(50) | μέσον ἐκείνων καὶ τούτων. Ἀλλ’ οὐδένα ὁρῶ προτιμῶντα τῶν ὁρωμένων τὰ μὴ ὁρώμενα. Διὸ λύπη μοί ἐστι, καὶ ἀδιάλειπτος ὀδύνη τῇ καρδίᾳ μου, ὅτι οὐδὲ ἡ πεῖρα τῶν πραγμάτων ἡμᾶς ἐπαίδευσεν, οὐδὲ αἱ τοῦ Θεοῦ ὑπο‐ σχέσεις, οὐδὲ τῶν δωρεῶν τὸ μέγεθος πρὸς τὸν τῆς βα‐ | |
55 | σιλείας πόθον μεταστῆναι παρεσκεύασεν, ἀλλ’ ἔτι χαμαὶ συρόμενοι προτιμῶμεν τὰ γήϊνα τῶν οὐρανίων, τὰ πρόσκαιρα τῶν μελλόντων, τὰ πρὶν ἢ φανῆναι ἀφιπτά‐ μενα τῶν διαιωνιζόντων, καὶ τὴν πρόσκαιρον ἡδονὴν τῆς | |
διηνεκοῦς ἡδονῆς, καὶ τὴν βραχεῖαν εὐημερίαν ταύτην | ||
53.217 | τοῦ παρόντος βίου τῶν ἀτελευτήτων αἰώνων ἐκείνων. Οἶδα ὅτι δάκνει τὴν ἀκοὴν ταυτὶ τὰ ῥήματα, ἀλλὰ σύγ‐ γνωτε. Ἐπιθυμῶν τὴν ὑμῶν σωτηρίαν ταῦτα φθέγγομαι, καὶ βουλόμενος ἐνταῦθα μικρὸν ὑμᾶς δηχθέντας τὴν | |
5 | αἰώνιον κόλασιν διαφυγεῖν, ἢ πρὸς ὀλίγον ψυχαγωγηθέν‐ τας διηνεκῆ τὴν τιμωρίαν ὑπέχειν. Εἰ γὰρ ἀνάσχησθε τῶν ἐμῶν λόγων, καὶ τὴν προλαβοῦσαν ἀθυμίαν ἀπο‐ σείσεσθε, καὶ μάλιστα νῦν ὡς ἔτι ὁ βραχὺς οὗτος καιρὸς τῆς ἁγίας ὑμῖν ὑπολέλειπται τεσσαρακοστῆς, | |
10 | δυνήσεσθε καὶ τὰ ἡμαρτημένα ἀπονίψασθαι, καὶ πολλὴν παρὰ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐπισπάσασθαι, οὐδὲ γὰρ πολλῶν ἡμερῶν δεῖται ὁ Δεσπότης, οὐδὲ χρόνου, ἀλλ’ ἐὰν θελήσωμεν καὶ ἐν ταῖς δυσὶ ταύταις ἑβδομάσι πολλὴν τὴν διόρθωσιν τῶν ἐπταισμένων ἡμῖν | |
15 | ποιησόμεθα. Εἰ γὰρ τοὺς Νινευΐτας, ἐπειδὴ τριῶν ἡμε‐ ρῶν τὴν μετάνοιαν ἐπεδείξαντο, τοσαύτης ἠξίωσε φι‐ λανθρωπίας, πολλῷ δὴ μᾶλλον ἡμᾶς οὐ περιόψεται· μόνον ἐὰν τὴν ἀληθῆ μετάνοιαν ἐπιδειξώμεθα, καὶ τῆς κακίας ἀποστάντες ἁψώμεθα τῆς ἐπὶ τὴν ἀρετὴν φερού‐ | |
20 | σης ὁδοῦ. Καὶ γὰρ περὶ ἐκείνων, τῶν Νινευϊτῶν λέγω, μαρτυροῦσα ἡ θεία Γραφὴ, τοῦτό φησιν, ὅτι Εἶδεν ὁ Θεὸς ὅτι ἀπέστη ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονη‐ ρᾶς. Ἐὰν τοίνυν καὶ ἡμᾶς ἴδῃ μεταταξαμένους πρὸς τὴν ἀρετὴν, καὶ ἐκκλίναντας μὲν ἀπὸ τῆς κακίας, ἐπὶ | |
25 | δὲ τὴν τῶν ἀγαθῶν ἐργασίαν σπεύδοντας. δέξεται καὶ ἡμῶν τὴν ἐπιστροφὴν, καὶ τῶν φορτίων ἐλευθερώσας τῶν ἁμαρτημάτων παρέξει τὰς παρ’ ἑαυτοῦ δωρεάς. Οὐδὲ γὰρ ἡμεῖς οὕτω τῆς τῶν ἁμαρτημάτων ἀπαλλαγῆς ἐπιθυμοῦμεν, καὶ σωτηρίας ἐφιέμεθα, ὡς αὐτὸς σπεύδει | |
30 | καὶ ἐπείγεται κἀκείνων ἡμῖν τὴν ἀπαλλαγὴν δωρήσα‐ σθαι, καὶ τῆς σωτηρίας τὴν ἀπόλαυσιν παρασχεῖν. Διὰ τοῦτο, παρακαλῶ, διεγείρωμεν ἑαυτῶν τὸν λογισμὸν, καὶ ἕκαστος ἐξεταστὴς ἑαυτῷ γινέσθω, εἴ τι πλέον αὐτῷ κατώρθωται ἐν τῷ παρελθόντι χρόνῳ, εἴ τινα ὄνησιν | |
35 | ἔσχεν ἐκ τῆς συνεχοῦς ταύτης διδασκαλίας, εἴ τι ἐκαρ‐ πώσατο εἰς τὴν τοῦ πλησίον κατάστασιν, εἴ τινα τῶν ἐλαττωμάτων διώρθωσε τῶν ἑαυτοῦ, εἴ τινα πρὸς φιλο‐ σοφίαν προτροπὴν ἐδέξατο ἐκ τῆς καθημερινῆς ἡμῶν παραινέσεως· καὶ τοῖς μὲν ἤδη κατωρθωμένοις προσ‐ | |
40 | θήκην ἐπινοείτω, καὶ μηδέποτε παυέσθω τῆς καλῆς ταύτης ἐργασίας. Εἰ δέ τις ὑπὸ τῆς συνηθείας τῆς περὶ αὐτὸν κεκρατημένος ὁρᾷ ἑαυτὸν τοῖς αὐτοῖς ἐπιμένοντα, βιασάσθω ἑαυτοῦ τὸν λογισμὸν, δίκην ἀπαιτήσας τῆς τοσαύτης ῥᾳθυμίας, καὶ μὴ ἀνάσχοιτο περαιτέρω | |
45 | προελθεῖν, ἀλλὰ μέχρι τούτου στήσας τὰ τῆς πονηρᾶς συνηθείας, ἐκκοπτέτω τὴν ὁρμὴν, ἀναχαιτιζέτω τὸν λογισμὸν, εἰς ἔννοιαν ἑαυτὸν ἀγέτω τῆς φοβερᾶς ἐκείνης ἡμέρας, ἀναλογιζέσθω τῆς φρικτῆς ταύτης τραπέζης τὴν ἀπόλαυσιν, καὶ τοῦ ἐντεῦθεν ἐκπηδῶντος πυρὸς τὴν | |
53.217(50) | φαιδρότητα, καὶ τὴν καυστικὴν δύναμιν, καὶ οἵαν ἀπαι‐ τεῖ τοῦ προσιόντος εἶναι τὴν διάνοιαν, παντὸς ῥύπου, πάσης κηλῖδος καθαρεύουσαν, καὶ τῶν ἀτόπων λογισμῶν τὴν συνουσίαν ἐκτρεπομένην, ἵν’ οὕτως ἑαυτοὺς εὐτρε‐ πίσαντες ταῖς μεταξὺ ταύταις ἡμέραις δυνηθῶμεν, καθ’ | |
55 | ὅσον οἷόν τε ἐκκαθάραντες ἑαυτοὺς, καὶ τῆς ἐντεῦθεν ἀπολαύσεως μετασχεῖν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐ‐ τὸν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ | |
Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι | Column end | |
53.218 | δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
3t | ΟΜΙΛΙΑ ΚΕʹ. | |
4n | Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ | |
5n | ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. | |
6 | αʹ. Τῆς ὑποθέσεως βούλομαι πάλιν ἅψασθαι, περὶ ἧς πρώην διελέχθην ὑμῶν τῇ ἀγάπῃ, καὶ τὴν κατὰ τὸν δίκαιον Νῶε πάλιν ἱστορίαν εἰς μέσον ἀγαγεῖν. Πολὺς γὰρ ὁ τῆς ἀρετῆς τοῦ δικαίου πλοῦτος, καὶ προσήκει | |
10 | ἡμᾶς κατὰ δύναμιν ἡμετέραν πάντα κατὰ μικρὸν διερευ‐ νησαμένους πολλὴν ὑμῖν τὴν εὐπορίαν ἐντεῦθεν παρα‐ σχεῖν. Ἀλλὰ συντείνατε μοι, παρακαλῶ, τὴν διάνοιαν, ἵνα μηδὲν ὑμᾶς διαφύγῃ τῶν ἐγκειμένων νοημάτων. Ἀναγκαῖον δὲ πρότερον ὑπομνῆσαι ὑμῶν τὴν ἀγάπην, | |
15 | μέχρι τίνος ἡμῖν πρώην ἔληξε τὰ τῆς διδασκαλίας, ἵνα ἐκεῖθεν πάλιν ἀναλαβόντες σήμερον τὸν λόγον, οὕτως ὑφάνωμεν τοῖς εἰρημένοις καὶ τὰ νῦν μέλλοντα ῥηθήσε‐ σθαι. Οὕτω γὰρ ὑμῖν εὐσύνοπτα ἔσται καὶ τὰ νῦν λεγόμενα. Ποῦ οὖν τὸ τέλος ἔσχεν ἡμῖν τὰ τῆς διδασκα‐ | |
20 | λίας; Εἶπε, φησὶ, Κύριος ὁ Θεὸς τῷ Νῶε· Εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δίκαιον ἐναντίον ἐμοῦ ἐν τῇ γενεᾷ ταύτῃ· ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτὰ, καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο. | |
25 | Ἔτι γὰρ ἑπτὰ ἡμερῶν, ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐξαλείψω πᾶσαν τὴν ἐξανάστασιν, ἣν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτή‐ νους. Καὶ ἐποίησε Νῶε πάντα ὅσα ἐνετείλατο αὐτῷ | |
30 | Κύριος ὁ Θεός. Μέχρι τούτου στήσαντες τὸν λόγον ἐν‐ ταῦθα κατεπαύσαμεν τὴν διδασκαλίαν. Μέμνησθε γὰρ ἴσως καὶ αὐτοὶ, ὅτε τὴν αἰτίαν εἰρήκαμεν ὑμῶν τῇ ἀγάπῃ, τίνος ἕνεκεν ἀπὸ μὲν τῶν καθαρῶν ἑπτὰ προσ‐ έταξεν εἰσαχθῆναι, ἀπὸ δὲ τῶν ἀκαθάρτων δύο δύο. Φέρε | |
35 | οὖν λοιπὸν σήμερον τοῖς ἑξῆς ἀναγνωσθεῖσιν ἐπεξέλθω‐ μεν, καὶ ἴδωμεν τί διηγεῖται ἡμῖν ἡ θεία Γραφὴ μετὰ τὴν εἴσοδον τοῦ Νῶε εἰς τὴν κιβωτόν. Νῦν γὰρ, εἰ καί ποτε ἄλλοτε, μάλιστα πολλὴν ἐπιδείκνυσθαι ἡμᾶς προσ‐ ήκει τὴν σπουδὴν, ὅτε διὰ τὸν τῆς νηστείας καιρὸν καὶ | |
40 | τῆς ἡδίστης ὑμῶν συντυχίας συνεχῶς ἀπολαύομεν, καὶ τῆς περὶ τὴν τρυφὴν ἀδηφαγίας ἀπηλλάγμεθα, καὶ διεγηγερμένων ἔχοντες τὸν λογισμὸν δυνάμεθα μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις. Πόθεν οὖν ἡμῖν ἡ ἀρχὴ γέγονε τῶν σήμερον ἀναγνωσθέντων, ἀναγκαῖον | |
45 | εἰπεῖν. Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, φησὶ, καὶ ὁ κατα‐ κλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Προσέχετε, παρακαλῶ, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἔχει γάρ τινα πλοῦτον ἐγκεκρυμμένον ταυτὶ τὰ βραχέα ῥήματα, καὶ ἐὰν συντείνωμεν ἡμῶν τὴν διάνοιαν, καὶ | |
53.218(50) | ἐξ αὐτοῦ τούτου δυνησόμεθα καταμαθεῖν τῆς τε φιλαν‐ θρωπίας τοῦ Δεσπότου τὴν ὑπερβολὴν, καὶ τῆς τῶν τότε ἀνθρώπων κακίας τὴν πολλὴν ἐπίτασιν. Νῶε δὲ ἦν ἐτῶν, φησὶν, ἑξακοσίων. Οὐχ ἁπλῶς ἡμᾶς τὸν ἀριθμὸν τῶν ἐτῶν ἐδίδαξε τοῦ δικαίου, οὐδὲ ἵνα αὐτὸ τοῦτο μά‐ | |
55 | θωμεν, πόσων ἦν ἐτῶν ὁ δίκαιος, ἀλλ’ ἐπειδὴ προλαβοῦσα ἐδίδαξεν ἡμᾶς ἡ θεία Γραφὴ ἤδη εἰποῦσα, ὅτι Νῶε δὲ ἦν ἐτῶν πεντακοσίων, καὶ μετὰ τὸ γνώρι‐ μον ἡμῖν ποιῆσαι τῶν ἐτῶν τὸν ἀριθμὸν, τότε διηγήσατο τῶν ἀνθρώπων τὴν πολλὴν περὶ τὴν κακίαν ῥοπὴν, καὶ | |
60 | ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος· διό φησιν ὁ Θεὸς, Οὐ μὴ κατα‐ | |
μείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, | ||
53.219 | διὰ τὸ εἶναι αὐτοὺς σάρκας, προμηνύων αὐτοῖς τῆς ἀγανακτήσεως αὐτοῦ τὴν ὑπερβολήν· εἶτα ἵνα δῷ αὐτοῖ, καιρὸν ἀρκοῦντα πρὸς τὸ μεταβαλέσθαι, καὶ τὴν πεῖραν διαφυγεῖν τῆς ἀγανακτήσεως, φησίν· Ἔσονται δὲ αἱ | |
5 | ἡμέραι αὐτῶν ἔτη ἑκατὸν εἴκοσι· ἀντὶ τοῦ, μακροθυ‐ μήσω ἔτι μετὰ τὰ πεντακόσια ἔτη. Οὐδὲ γὰρ ἐπαύσατο ὁ δίκαιος οὗτος ἐν τοῖς πεντακοσίοις ἔτεσι διὰ τῆς οἰκείας προσηγορίας πάντας αὐτοὺς ὑπομιμνήσκων, καὶ ἐνάγων, εἴπερ ἐβούλοντο προσέχειν, ὥστε καὶ τῆς κακίας ἀπο‐ | |
10 | στῆναι καὶ πρὸς τὴν ἀρετὴν μετατάξασθαι. Ἀλλ’ ὅμως, φησὶ, καὶ νῦν ἔτι ἑκατὸν εἴκοσι ἐτῶν ἀριθμὸν ὑπισχνοῦ‐ μαι μακροθυμήσειν, ἵνα τῷ μεταξὺ χρόνῳ εἰς δέον χρη‐ σάμενοι, καὶ τὴν κακίαν φύγωσι, καὶ τῆς ἀρετῆς ἀντι‐ λάβωνται. Καὶ οὐ μόνον τῇ ὑποσχέσει τῶν ἐτῶν ἑκατὸν | |
15 | εἴκοσι ἠρκέσθη, ἀλλὰ καὶ τῷ δικαίῳ προστάττει κιβωτὸν τεκτήνασθαι, ἵνα καὶ αὐτὴ ἡ ὄψις τῆς κιβωτοῦ πάλιν ἀρκοῦσαν αὑτοῖς ὑπόμνησιν παράσχῃ, καὶ μηδεὶς ἀγνοήσῃ τῆς μελλούσης τιμωρίας ἐπάγεσθαι τὸ μέγεθος. Αὐτὸ γὰρ τοῦτο τὸν δίκαιον ἐκεῖνον καὶ εἰς τὴν ἄκραν τῆς | |
20 | κορυφῆς φθάσαντα τοσαύτην ποιεῖσθαι σπουδὴν περὶ τὴν τῆς κιβωτοῦ κατασκευὴν, ἱκανὸν πάντας τοὺς νοῦν ἔχοντας εἰς ἀγωνίαν καὶ φόβον ἐμβαλεῖν, καὶ πεῖσαι ἐξευμενίσασθαι τὸν οὕτως ἥμερον καὶ φιλάνθρωπον Δε‐ σπότην. Εἰ γὰρ οἱ βάρβαροι ἐκεῖνοι, οἱ Νινευῖται λέγω· | |
25 | πάλιν γὰρ αὐτοὺς ἀναγκαῖον εἰς μέσον ἀγαγεῖν, ἵνα ταύτῃ καὶ μᾶλλον δειχθῇ καὶ τούτων ἡ ὑπερβάλλουσα κακία, κἀκείνων ἡ πολλὴ εὐγνωμοσύνη. Καὶ γὰρ ὁ Δε‐ σπότης ἡμῶν τότε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῇ φοβερᾷ, τῇ τῆς κρίσεως λέγω, δούλους καὶ δούλους εἰς μέσον ἄγων, | |
30 | οὕτω τὴν κατάκρισιν ἐργάζεται, ὅταν δειχθῶσιν οἱ τῶν αὐτῶν ἀπολαύσαντες καὶ τῶν αὐτῶν μετασχόντες μὴ τὴν αὐτὴν ἀρετὴν μετελθόντες· πολλάκις δὲ καὶ ἐξ ἀνίσων ποιεῖται τὰς συγκρίσεις, ἵνα πλείονα τὴν κατάκρισιν τοῖς ἐῤῥᾳθυμηκόσιν ἐπαγάγῃ. Διὰ τοῦτο καὶ ἐν τοῖς | |
35 | Εὐαγγελίοις ἔλεγεν· Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρι‐ νοῦσιν αὐτὴν, ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· μονονουχὶ λέγων, ὅτι οἱ βάρβαροι οἱ μηδεμιᾶς ἐπιμελείας ἀπολαύσαντες, οἱ μὴ | |
40 | προφητικῶν διδαγμάτων ἀκούσαντες, οἱ σημεῖα μὴ θεα‐ σάμενοι, οἱ θαύματα μὴ ἰδόντες, ἀλλ’ ἑνὸς ἀνθρώπου ἐκ ναυαγίου διασωθέντος ῥήματα ἀκούσαντες πολλὴν αὐτοῖς τὴν ἀπόγνωσιν παρασχεῖν δυνάμενα, καὶ εἰς ἀμη‐ χανίαν ἐμβαλεῖν, ὡς καὶ ὑπεριδεῖν τῶν παρ’ αὐτοῦ λεγο‐ | |
45 | μένων, οὐ μόνον οὐ κατεφρόνησαν τῶν τοῦ προφήτου ῥημάτων, ἀλλὰ καὶ εἰς τριῶν ἡμερῶν στενοχωρίαν ἀποληφθέντες, οὕτως ἀκριβῆ καὶ συντεταμένην τὴν μετάνοιαν ἐπεδείξαντο, ὥστε τὴν ἀπόφασιν ἀνακαλέσα‐ σθαι τοῦ Δεσπότου. Οὗτοι οὖν, φησὶ, κατακρινοῦσι ταύ‐ | |
53.219(50) | την τὴν γενεὰν, τὴν τοσαύτης ἀπολαύσασαν ἐπιμελείας, τὴν προφητικαῖς ἐντραφεῖσαν βίβλοις, τὴν σημεῖα καὶ τέρατα καθ’ ἑκάστην ἡμέραν θεωμένην. Εἶτα ἵνα καὶ τούτων τῆς ἀπιστίας δείξῃ τὴν ὑπερβολὴν, κἀκείνων τὴν ἄφατον εὐγνωμοσύνην, ἐπήγαγεν, Ὅτι μετενόησαν | |
55 | εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ πλεῖον Ἰωνᾶ ὧδε· ἐκεῖνοι μὲν, φησὶν, εὐτελῆ ἄνθρωπον θεασάμενοι τὸν Ἰωνᾶν, καὶ ἐδέξαντο τὸ παρ’ αὐτοῦ κήρυγμα, καὶ ἀκρι‐ | |
βεστάτην ἐπεδείξαντο τὴν μετάνοιαν· οὗτοι δὲ οἱ πολλῷ | Column end | |
53.220 | πλείω τοῦ Ἰωνᾶ, καὶ αὐτὸν τὸν τῶν ὅλων δημιουργὸν ὁρῶντες σὺν αὐτοῖς συναναστρεφόμενον, καὶ τοσαῦτα καὶ τοιαῦτα θαυμάσια ἐφ’ ἑκάστης ἐργαζόμενον, λεπροὺς καθαίροντα, νεκροὺς ἐγείροντα, τὰ πηρώματα τῆς φύ‐ | |
5 | σεως διορθούμενον, δαίμονας ἐλαύνοντα, νόσους ἰώμε‐ νον, μετ’ ἐξουσίας πολλῆς ἁμαρτημάτων ἄφεσιν χαριζό‐ μενον, οὐδὲ τὴν αὐτὴν τοῖς βαρβάροις πίστιν ἐπεδεί‐ ξαντο. βʹ. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, | |
10 | ἵνα εἰδῇς καὶ τούτων τῆς ἀγνωμοσύνης τὴν ἐπίτασιν, καὶ ἐκείνων τῆς εὐγνωμοσύνης τὸ ἐπίπονον· καὶ ὅτι κἀκεῖνοι μὲν ἐν τρισὶν ἡμέραις στενοχωρηθέντες, οὐδὲ οὕτως ἀπ‐ ηγόρευσαν αὐτῶν τὴν σωτηρίαν, ἀλλ’ ἐπὶ τὴν μετάνοιαν σπεύσαντες καὶ τὰ ἡμαρτημένα ἀπενίψαντο, καὶ τῆς | |
15 | φιλανθρωπίας τοῦ Δεσπότου ἀξίους ἑαυτοὺς κατέστησαν· οὗτοι δὲ αὐτοὶ ἑκατὸν εἴκοσι ἐτῶν προθεσμίαν λαβόντες πρὸς μετάνοιαν, οὐδὲ οὕτως ἀπώναντό τι πλέον. Διὸ καὶ ὁ Δεσπότης ὁρῶν αὐτῶν τῆς κακίας τὴν ὑπερβολὴν, καὶ ἐπειδὴ εἶδεν εἰς πολλὴν κακίαν ἐξοκείλαντας, ταχεῖαν | |
20 | αὐτοῖς ἐπάγει τὴν διόρθωσιν, τῆς κακῆς αὐτῶν ζύμης τὴν πονηρίαν ἀφανίσας, καὶ ἐκποδὼν ποιήσας. Διὰ τοῦτό φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Τέως ἐμάθομεν ὅτι ἡνίκα μὲν ἡ ἀγανάκτησις γέγονε τοῦ Δεσπότου, καὶ ἡ | |
25 | πρόῤῥησις, πεντακοσίων ἦν ἐτῶν. Ὅτε δὲ ἐπήχθη ὁ κατακλυσμὸς, ἑξακοσίων, ὡς ἑκατὸν ἔτη ἐν τῷ μέσῳ γενέσθαι, καὶ μηδὲ ἐν τοῖς ἑκατὸν ἔτεσι κερδᾶναι αὐτούς τι πλέον, τοσαύτης ἀπολαύοντας διδασκαλίας ἐκ τῆς κατασκευαζομένης ὑπὸ τοῦ Νῶε κιβωτοῦ. Ἀλλ’ ἴσως ἄν | |
30 | τις μαθεῖν ἐπιζητήσειε, τίνος ἕνεκεν εἰπὼν, Ἑκατὸν εἴ‐ κοσι ἔτη ἔσονται αἱ ἡμέραι αὐτῶν, καὶ ἐπαγγειλάμενος τοσαῦτα μακροθυμήσειν, πρὸ τῆς τούτων συμπληρώ‐ σεως τὴν πανωλεθρίαν ἐπήγαγε. Καὶ τοῦτο τῆς αὐτοῦ φιλανθρωπίας μέγιστον ἂν εἴη δεῖγμα. Ἐπειδὴ γὰρ εἶδε | |
35 | καθ’ ἑκάστην ἡμέραν ἀνίατα ἁμαρτάνοντας, καὶ οὐ μόνον οὐδὲν κερδαίνοντας ἐκ τῆς ἀφάτου μακροθυμίας, ἀλλὰ καὶ ἐπιτείνοντας τὰ ἕλκη, διὰ τοῦτο συνέτεμε τὸν χρόνον, ὥστε μὴ μείζονι τιμωρίᾳ ὑπευθύνους αὐτοὺς καταστῆ‐ ναι. Καὶ ποία, φησὶ, μείζων ἦν ταύτης τιμωρία; Ἔστιν, | |
40 | ἀγαπητὲ, καὶ μείζων, καὶ φοβερωτέρα, καὶ διαρκὴς, ἡ κατὰ τὸν μέλλοντα αἰῶνα. Ὅτι γὰρ κἂν ἐνταῦθα δίκην τινὲς ὑποσχῶσιν, οὐδὲ τὴν ἐκεῖ τιμωρίαν διαφεύ‐ ξονται, ἀλλὰ κουφοτέραν ὑποστήσονται διὰ τῶν ἐνταῦθα συμβάντων, τὸ μέγεθος τῶν ἐκεῖ κολαστηρίων ὑποτεμνό‐ | |
45 | μενοι, ἄκουε τοῦ Χριστοῦ λέγοντος καὶ ταλανίζοντος τὴν Βηθσαϊδᾶ· Οὐαί σοι, Χωραζεὶμ, φησὶν, οὐαί σοι, Βη‐ θσαϊδᾶ, ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. Διὸ λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ | |
53.220(50) | Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. Ὁρᾷς, ἀγαπητὲ, πῶς τῷ εἰπεῖν, Ἀνεκτότερον, ἔδειξεν ὅτι καὶ οἱ τοσαύτην ἐνταῦθα δίκην δόντες, καὶ τὸν ἐμ‐ πρησμὸν ἐκεῖνον τὸν καινὸν καὶ ξένον ὑπομείναντες, κἀκεῖ τινα τιμωρίαν ὑποστήσονται, κουφοτέραν δὲ ὅμως | |
55 | διὰ τὸ προλαβόντας ἐνταῦθα τοσαύτης πειραθῆναι τῆς | |
ἀγανακτήσεως; Ἵν’ οὖν μὴ καὶ οὗτοι ἐπιτείνοντες τὰ | ||
53.221 | ἁμαρτήματα μείζονος τιμωρίας ἑαυτοὺς ὑπευθύνους καταστήσωσιν, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτῶν τὸ ἀμετανόητον, ὃν ὑπέσχετο μακροθυμή‐ σειν, χρόνον συνέτεμεν. Ὥσπερ γὰρ ἐπὶ τῶν τὴν οἰκείαν | |
5 | εὐγνωμοσύνην ἐπιδεικνυμένων διὰ τὴν προσοῦσαν αὐτῷ ἀγαθότητα ἀνακαλεῖται τὰς παρ’ αὐτοῦ ἀποφάσεις, καὶ μεταβαλλομένους προσίεται, καὶ τῆς ἐπικειμένης ἀπαλ‐ λάττει τιμωρίας· οὕτω πάλιν ἐπειδὰν ἐπαγγέλληται ἢ ἀγαθά τινα παρέξειν, ἢ προθεσμίαν μετανοίας, ἴδῃ δὲ | |
10 | ἀναξίους γεγονότας, καὶ τότε πάλιν ἀνακαλεῖται αὐτοῦ τὰς ὑποσχέσεις. Διὰ τοῦτο καὶ διὰ τοῦ προφήτου ἔλεγε· Πέρας λαλήσω ἐπὶ ἔθνη, καὶ ἐπὶ βασιλείας, τοῦ ἀπολ‐ λύειν καὶ κατασκάπτειν· καὶ ἐὰν μετανοήσωσι, μετανοήσω κἀγὼ ἐφ’ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς· | |
15 | καὶ πάλιν, Πέρας λαλήσω ἐπὶ ἔθνη καὶ ἐπὶ βασιλείας, τοῦ ἀνοικοδομεῖν· καὶ ἐὰν ἁμάρτωσι, μετανοήσω κἀγὼ ἐφ’ οἷς ἐλάλησα ποιῆσαι αὐτοῖς. Εἶδες πῶς παρ’ ἡμῶν τὰς ἀφορμὰς λαμβάνει καὶ τῆς φιλανθρωπίας ἣν περὶ ἡμᾶς ἐπιδείκνυται, καὶ τῆς ἀγανακτήσεως; Διά | |
20 | τοι τοῦτο καὶ νῦν ἐπειδὴ οὐκ εἰς δέον ἐχρήσαντο τῇ τοῦ χρόνου παρατάσει, συντέμνει τὸν καιρόν. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε πρὸς τοὺς ἀναλγήτως διακει‐ μένους, καὶ τὴν διὰ τῆς μετανοίας δεδομένην ἡμῖν σω‐ τηρίαν οὐ προσιεμένους. Ἢ τοῦ πλούτου τῆς χρηστό‐ | |
25 | τητος αὐτοῦ, καὶ τῆς ἀνοχῆς, καὶ τῆς μακροθυμίας καταφρονεῖς, ἀγνοῶν, ὅτι τὸ χρηστὸν τοῦ Θεοῦ εἰς μετάνοιάν σε ἄγει; Κατὰ δὲ τὴν σκληρότητά σου καὶ ἀμετανόητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς καὶ ἀποκαλύψεως καὶ δικαιοκρισίας | |
30 | τοῦ Θεοῦ; Εἶδες πῶς καὶ ὁ θαυμάσιος οὗτος τῆς οἰκου‐ μένης διδάσκαλος σαφῶς ἡμᾶς ἐδίδαξεν, ὅτι οἱ τῇ μα‐ κροθυμίᾳ τοῦ Θεοῦ τῇ πρὸς μετάνοιαν ἡμῖν παρασχε‐ θείσῃ μὴ χρώμενοι εἰς δέον, μείζονι δίκῃ καὶ τιμωρίᾳ ἑαυτοὺς ὑπευθύνους καθιστῶσι; Διὰ τοῦτο καὶ νῦν ὁ | |
35 | φιλάνθρωπος Θεὸς μονονουχὶ ἀπολογούμενος. καὶ δεικνὺς τὴν αἰτίαν, δι’ ἣν πρὸ τῆς τῶν καιρῶν συμπληρώσεως ἐπήγαγε τὸν κατακλυσμὸν, ἐπισημαίνεται ἡμῖν τῶν ἐτῶν τοῦ δικαίου τὸν ἀριθμὸν, καί φησι· Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων. Οἱ γὰρ ἐν τοῖς ἑκατὸν ἔτεσι μεταβα‐ | |
40 | λέσθαι μὴ βουληθέντες, τί πλέον ἂν ἐκέρδανον ἀπὸ τῶν εἴκοσι ἐτῶν, ἢ τὸ πλείονα τὴν προσθήκην ἐργάσασθαι; Δεικνὺς γὰρ αὐτοῦ τῆς ἀφάτου φιλανθρωπίας καὶ ἀγαθότητος τὴν ὑπερβολὴν, καὶ πρὸ ἑπτὰ ἡμερῶν μηνῦ‐ σαι αὐτοῖς τὴν ἐπαγωγὴν τοῦ κατακλυσμοῦ οὐ παρῃτή‐ | |
45 | σατο, ἵνα κἂν τῇ στενοχωρίᾳ τοῦ καιροῦ συσταλέντες τινὰ μεταβολὴν ἐπιδείξωνται. γʹ. Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς διαφόρως καθάπερ ἰατρὸς ἄριστος μεθώδευσεν αὐτῶν τὴν νόσον. Ἐπειδὴ γὰρ ἀνίατα ἦν αὐτῶν τὰ τραύματα, τοσοῦτον | |
53.221(50) | μῆκος αὐτοῖς προθεσμίας παρέσχετο, βουλόμενος κἂν διὰ τοῦ πλήθους τοῦ χρόνου εἰς αἴσθησιν αὐτοὺς ἐλθόν‐ τας ἀνακαλέσασθαι αὐτοῦ τῆς ἀγανακτήσεως τὴν ἀπό‐ φασιν. Ἔθος γὰρ αὐτῷ ἀεὶ, ἐπειδὴ κήδεται τῆς σωτη‐ ρίας τῆς ἡμετέρας, προλέγειν ἃς μέλλει ἐπάγειν τιμω‐ | |
55 | ρίας, διὰ τοῦτο μόνον, ἵνα μὴ ἐπαγάγῃ· ὡς εἴ γε ἐπ‐ αγαγεῖν ἐβούλετο, οὐκ ἂν εἶπεν· ἀλλ’ ἐπίτηδες προλέγει, ἵνα ἡμεῖς μαθόντες, καὶ τῷ φόβῳ σωφρονισθέντες μετα‐ βάλωμεν αὐτοῦ τὴν ἀγανάκτησιν, καὶ τὰς ἀποφάσεις αὐτοῦ ἀκύρους καταστήσωμεν. Οὐδὲν γὰρ οὕτως αὐτὸν | |
60 | εὐφραίνει ὡς ἡ ἐπιστροφὴ ἡ ἡμετέρα, καὶ ἡ ἀπὸ τῆς κα‐ κίας ἐπὶ τὴν ἀρετὴν ἐπάνοδος. Σκόπει οὖν πῶς καὶ τού‐ των τὴν νόσον ἐμεθόδευσε, πρότερον μὲν τῷ τοσοῦτον δοῦ‐ | |
ναι χρόνον προθεσμίας πρὸς μετάνοιαν, ἔπειτα ἐπειδὴ εἶ‐ | Column end | |
53.222 | δεν ἀναισθήτως διακειμένους, καὶ οὐδὲν ἀπὸ τοῦ πλήθους τοῦ χρόνου κερδαίνοντας, καὶ πρὸς αὐταῖς ταῖς θύραις, ὡς εἰπεῖν, τοῦ κατακλυσμοῦ, προλέγει οὐ πρὸ τριῶν ἡμε‐ ρῶν, καθάπερ ἐπὶ τῶν Νινευιτῶν, ἀλλὰ πρὸ ἑπτά. Καὶ | |
5 | γὰρ θαῤῥῶν ἂν εἴποιμι διὰ τὸ εἰδέναι τοῦ Δεσπότου τοῦ ἡμετέρου τῆς φιλανθρωπίας τὴν ὑπερβολὴν, ὅτι καὶ ἐν ταῖς ἑπτὰ ἡμέραις, εἰ ἐβουλήθησαν ἀκριβῆ τὴν μετά‐ νοιαν ἐπιδείξασθαι, διέφυγον ἂν τοῦ κατακλυσμοῦ τὴν πεῖραν. Ἐπεὶ οὖν οὔτε ἡ παράτασις τοῦ τοσούτου χρό‐ | |
10 | νου, οὔτε ἡ στενοχωρία τοῦ καιροῦ καθικέσθαι αὐτῶν τῆς κακίας ἠδυνήθη, ἐπήγαγε κατακλυσμὸν ἐν τῷ ἑξα‐ κοσιοστῷ ἔτει τοῦ Νῶε. Νῶε δὲ, φησὶ, ἦν ἐτῶν ἑξα‐ κοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. Εἴδετε, ἀγαπητοὶ, πόσης ἡμῖν ὠφελείας | |
15 | ὑπόθεσις γέγονε τὸ γνῶναι τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ δικαίου, καὶ ὅσων ἐτῶν ἦν, ἡνίκα ὁ κατακλυσμὸς ἐπῆλθε; Φέρε δὴ καὶ τοῖς ἀκολούθως εἰρημένοις ἐπεξέλθωμεν. Ἐπειδὴ γὰρ ἤρξατο ὁ κατακλυσμὸς, φησὶν, Εἰσῆλθε δὲ Νῶε, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ αἱ | |
20 | γυναῖκες τῶν υἱῶν αὐτοῦ εἰς τὴν κιβωτὸν, διὰ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ. Καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν, καὶ ἀπὸ τῶν ἑρπετῶν δύο δύο. Ἀπὸ πάντων εἰσῆλθε πρὸς Νῶε εἰς τὴν κιβωτὸν ἄρσεν καὶ θῆλυ, καθ’ | |
25 | ἃ ἐνετείλατο Κύριος τῷ Νῶε. Οὐχ ἁπλῶς προσ‐ έθηκε τὸ, Καθ’ ἃ ἐνετείλατο Κύριος τῷ Νῶε, ἀλλ’ ἵνα πάλιν αὐξήσῃ τοῦ δικαίου τὸν ἔπαινον, καὶ ὅτι πάντα οὕτως ἐπλήρωσε, καθάπερ διετάξατο ὁ Δεσπό‐ της, καὶ οὐδὲν παρέλιπε τῶν παρ’ αὐτοῦ εἰρημένων | |
30 | αὐτῷ. Καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας, καθάπερ ὑπέσχετο, φησὶν, ὁ Δεσπότης, καὶ τὸ ὕδωρ τοῦ κατα‐ κλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς, ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνὸς, ἑβδό‐ μῃ καὶ εἰκάδι τοῦ μηνός. Ὅρα τῆς Γραφῆς τὴν ἀκρί‐ | |
35 | βειαν, πῶς οὐ μόνον τὸν ἐνιαυτὸν ἡμᾶς ἐδίδαξε, καθ’ ὃν ὁ κατακλυσμὸς γέγονεν, ἀλλὰ καὶ τὸν μῆνα κατά‐ δηλον ἐποίησε καὶ τὴν ἡμέραν. Εἶτα ἵνα τῇ διηγήσει τοὺς μετὰ ταῦτα σωφρονεστέρους ἐργάσηται, καὶ τὸν φόβον αὐξήσῃ τῶν γεγενημένων, φησίν· Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ | |
40 | ἐῤῥάγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ ἐγένετο ὁ ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσ‐ σαράκοντα νύκτας. Ὅρα πόσῃ κέχρηται καὶ νῦν ἡ ἁγία Γραφὴ τῇ συγκαταβάσει, καὶ πρὸς τὴν συνήθειαν | |
45 | τὴν ἀνθρωπίνην πάντα διαλέγεται. Οὐκ ἐπειδὴ καταῤ‐ ῥάκται εἰσὶν ἐν τῷ οὐρανῷ, ἀλλ’ ἀπὸ τῶν συντρόφων ἡμῖν ὀνομάτων ἅπαντα διαλέγεται, μονονουχὶ λέγουσα, ὅτι προσέταξε μόνον ὁ Δεσπότης, καὶ εὐθέως ἡ τῶν ὑδάτων φύσις ὑπήκουσε τῷ ἐπιτάγματι τοῦ δημιουργοῦ, | |
53.222(50) | καὶ πάντοθεν συῤῥέουσα πάντα τὸν κόσμον ἐπέκλυσε. Καὶ τὸ ἐν τεσσαράκοντα ἡμέραις καὶ νυξὶν ἐπαγαγεῖν τὸν κατακλυσμὸν, καὶ τοῦτο πάλιν μέγιστον εἶδος τῆς αὐτοῦ φιλανθρωπίας. Ἐβούλετο γὰρ διὰ πολλὴν ἀγα‐ θότητα κἂν ἐνίους ἐξ αὐτῶν σωφρονισθέντας διαφυγεῖν | |
55 | τὴν παντελῆ ἀπώλειαν, ὁρῶντας ἐν ὀφθαλμοῖς καὶ τῶν ὁμογενῶν τὴν ἀπώλειαν, καὶ τὴν μέλλουσαν αὐτοὺς κα‐ ταλήψεσθαι πανωλεθρίαν. Εἰκὸς γὰρ ἐν μὲν τῇ πρώτῃ ἡμέρᾳ φανερόν τι μέρος ἐπικλυσθῆναι, καὶ ἐν τῇ δευ‐ τέρᾳ προσθήκην τινὰ γενέσθαι· ὡσαύτως καὶ ἐν τῇ | |
60 | τρίτῃ, καὶ ἐφεξῆς. Καὶ διὰ τοῦτο εἰς τεσσαράκοντα ἡμέρας παρέτεινε καὶ τεσσαράκοντα νύκτας, ἵνα πᾶσαν αὐτῶν ἀπολογίας πρόφασιν περικόψῃ. Εἰ γὰρ ἐβούλετο καὶ προσέταξεν, ἠδύνατο καὶ ἐν μιᾷ ῥοπῇ τὰ πάντα ἐπι‐ κλύσαι, ἀλλὰ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος | |
65 | καὶ τῇ τοσαύτῃ παρατάσει τῶν ἡμερῶν ἐχρήσατο. Εἶτά φησιν, Ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε εἰς τὴν κι‐ | |
βωτὸν, καὶ Σὴμ, καὶ Χὰμ, καὶ Ἰάφεθ, καὶ ἡ γυνὴ | ||
53.223 | τοῦ Νῶε, καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος, καθάπερ ἐνετείλατο Κύριος ὁ Θεὸς τῷ Νῶε. Ὅτε, φησὶν, ἀρχὴν ἔλαβε τὰ τοῦ κατακλυσμοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, | |
5 | εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν μετὰ τῶν υἱῶν καὶ τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν γυναικῶν τῶν υἱῶν αὐτοῦ, καὶ πάντα τὰ θηρία κατὰ γένος. Καὶ ἔκλεισε, φησὶ, Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. δʹ. Σκόπει καὶ ἐνταῦθα λέξεως συγκατάβασιν. Ἔκλεισεν | |
10 | ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτὸν, ἵνα διδάξῃ ἡμᾶς ὅτι ἐν ἀσφαλείᾳ πολλῇ κατέστησε τὸν δίκαιον. Τὸ δὲ, Ἔκλεισε, διὰ τοῦτο προσέθηκε, καὶ Ἔξωθεν, ὥστε μὴ ἐξεῖναι τῷ δικαίῳ ὁρᾷν τὴν πανωλεθρίαν γινομένην, καὶ πλείονα καὶ αὐτὸν τὴν συντριβὴν ὑπομένειν. Εἰ γὰρ | |
15 | καὶ ἀναλογιζόμενος ἐν διανοίᾳ τὸ χαλεπὸν ἐκεῖνο κλυ‐ δώνιον, καὶ ὑπογράφων τῷ λογισμῷ τὴν ἀπώλειαν τοῦ τῶν ἀνθρώπων γένους, τῶν ἀλόγων ἁπάντων τὴν κοινὴν τελευτὴν, καὶ ἀνθρώπων, καὶ κτηνῶν, καὶ αὐ‐ τῆς τῆς γῆς, ὡς εἰπεῖν, τὸν ἀφανισμὸν, συνεχεῖτο καὶ | |
20 | διεταράττετο. Εἰ γὰρ καὶ πονηροὶ ἦσαν οἱ ἀπολλύμενοι, ἀλλ’ αἱ τῶν δικαίων ψυχαὶ πολλὴν εἰώθασι τὴν συμπά‐ θειαν ἐπιδείκνυσθαι, ἐπειδὰν ἴδωσι τιμωρουμένους τοὺς ἀνθρώπους· καὶ εὑρήσεις ἕκαστον τῶν δικαίων καὶ τῶν προφητῶν πολλὴν ὑπὲρ αὐτῶν τὴν ἱκετηρίαν τιθε‐ | |
25 | μένους, καθάπερ ὁ πατριάρχης πεποίηκεν ἐπὶ τῶν Σοδόμων, καθάπερ οἱ προφῆται πάντες ποιοῦντες διετέ‐ λεσαν. Καὶ γὰρ ὁ μὲν ἔλεγεν· Οἴ μοι, Κύριε, ἐξαλεί‐ φεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; ἕτερος δέ φησι· Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θα‐ | |
30 | λάσσης οὐκ ἔχοντας ἡγούμενον; Ἐπεὶ οὖν καὶ ἄνευ τούτου ὁ δίκαιος οὗτος διεταράττετο τὸν λογισμὸν, καὶ συνεχεῖτο τὴν διάνοιαν, ἵνα μὴ καὶ ἡ ὄψις καὶ ἡ θέα εἰς πλείονα αὐτὸν ἐμβάλῃ συντριβὴν, καθάπερ ἐν δεσμω‐ τηρίῳ κατακλείει αὐτὸν ἐν τῇ κιβωτῷ, ὥστε μὴ τοῖς | |
35 | ὀφθαλμοῖς ὁρᾷν τὰ γινόμενα, μηδὲ εἰς δειλίαν κατα‐ στῆναι. Εἰκὸς γὰρ ἦν αὐτὸν ὁρῶντα τῶν ὑδάτων τὴν πλημμύραν ἀγωνιᾶσαι μὴ καὶ αὐτὸς ὑποβρύχιος γέ‐ νηται. Κηδόμενος τοίνυν αὐτοῦ ὁ φιλάνθρωπος Θεὸς, οὐ συγχωρεῖ οὐδὲ θεάσασθαι τῶν ὑδάτων τὴν φορὰν, | |
40 | οὔτε ἰδεῖν τὴν γινομένην ἀπώλειαν, καὶ τὴν τῆς οἰκου‐ μένης πανωλεθρίαν. Ἐγὼ δὲ ὅταν λογίσωμαι τὴν ἐν τῇ κιβωτῷ τοῦ δικαίου τούτου διαγωγὴν, ἐκπλήττομαι καὶ θαυμάζω, καὶ πάλιν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τὸ πᾶν λογίζομαι. Εἰ μὴ γὰρ ἐκείνη ἦν ἡ νευροῦσα αὐτοῦ τὸν | |
45 | λογισμὸν, καὶ τὰ δύσκολα εὔκολα ἐργαζομένη, πῶς ἂν, εἰπέ μοι, ἐνεγκεῖν ἠδυνήθη καθάπερ ἐν εἱρκτῇ τινι καὶ δεσμωτηρίῳ χαλεπῷ οὕτως αὐτόθι ἐγκεκλεισμένος; πῶς δὲ ἴσχυσεν, εἰπέ μοι, ἀντισχεῖν πρὸς τὸν τοσοῦτον πάταγον τῶν κυμάτων; Εἰ γὰρ ἐν πλοίῳ τυγχάνοντες | |
53.223(50) | οἱ ἄνθρωποι, καὶ ἱστίῳ κεχρημένοι. καὶ τὸν κυβερνή‐ την ὁρῶντες ἐπὶ τῶν οἰάκων καθήμενον, καὶ τῇ οἰκείᾳ τέχνῃ πρὸς τὴν τῶν ἀνέμων ῥύμην ἱστάμενον, ἐπει‐ δὰν ἴδωσι κυμάτων σφοδρότητα, ἀποθνήσκουσι τῷ δέει, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, σωτηρίας δεδοίκασι· τί ἂν | |
55 | εἴποι τις περὶ τοῦ δικαίου τούτου; Καθάπερ γὰρ ἐν δεσμωτηρίῳ, ὡς ἔφθην εἰπὼν, τυγχάνων ἐν τῇ κιβωτῷ, ὧδε κἀκεῖσε περιεφέρετο, οὐ τὸν οὐρανὸν ἰδεῖν δυνάμε‐ νος, οὐχ ἑτέρωθί που τοὺς ὀφθαλμοὺς ἀνατεῖναι, ἀλλ’ ἔνδον συνεχόμενος καὶ οὐδὲν ὅλως ἰδεῖν ἔχων ὃ παραμυ‐ | |
60 | θίαν αὐτῷ τινα φέρειν ἠδύνατο. Ἐπὶ μὲν γὰρ τῶν τὴν θάλατταν πλεόντων, κἂν τὰ κύματα κορυφωθῇ, ἔξεστι καὶ εἰς τὸν οὐρανὸν ἀναβλέποντα πολλάκις, καὶ κορυφὴν | |
ὅρους θεασάμενον, καὶ πόλιν μακρὰν κατοπτεύσαντα | Column end | |
53.224 | μικράν τινα παραψυχὴν λαβεῖν· εἰ δὲ πολὺς καὶ ἀφό‐ ρητος ὁ χειμὼν γένοιτο, ἐν δέκα ἢ ὀλίγῳ πλείοσιν ἡμέ‐ ραις, καὶ μετὰ τοὺς πολλοὺς χειμῶνας ἐκείνους καὶ τοὺς κινδύνους, εἰς τὴν γῆν ἐκριφέντες, καὶ μικρὸν | |
5 | ἀνέντες, πάντων ἐκείνων τῶν λυπηρῶν λήθην λαμβά‐ νουσιν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτο, ἀλλ’ ἐπὶ ἐνιαυτὸν ὁλόκληρον τὸ καινὸν καὶ ξένον ᾤκει δεσμωτήριον, οὐδὲ τὸν ἀέρα ἀναπνεῦσαι δυνάμενος. Πῶς γὰρ, πανταχόθεν ἠσφαλισμένης τῆς κιβωτοῦ; Πῶς ἀντέσχεν, εἰπέ μοι; | |
10 | πῶς διήρκεσεν; Εἰ γὰρ ἀπὸ σιδήρου καὶ ἀδάμαντος αὐ‐ τοῖς συνειστήκει τὰ σώματα, πῶς ἂν ἠδυνήθησαν μήτε ἀέρος ἀπολαύοντες μήτε ἀνέμου, οἳ τοῦ ἀέρος οὐκ ἔλατ‐ τον τὰ σώματα ἡμέτερα ἀνακτήσασθαι πεφύκασι, μήτε τοὺς ὀφθαλμοὺς ἑστιᾶσαι ἔχοντες πρὸς τὴν τοῦ οὐρανοῦ | |
15 | θέαν, ἢ πρὸς τὴν τῶν ἀνθῶν τῶν ἀπὸ τῆς γῆς ποικιλίαν; Πῶς δὲ οὐχὶ καὶ ἀπετυφλώθησαν τὰς ὄψεις ἐπὶ τοσοῦτον οὕτω διάγοντες; Καὶ εἰ ἀνθρωπίνοις λο‐ γισμοῖς ταῦτα βουληθείημεν καταμαθεῖν, κἀκεῖνο δεῖ ἐννοῆσαι, πόθεν ὕδατος ποτίμου χορηγίαν ἔσχον ἐν τῇ | |
20 | κιβωτῷ διάγοντες. Καὶ ἵνα ταῦτα παρῶ, πῶς ἠδυνήθη ὁ δίκαιος οὗτος μετὰ τῶν υἱῶν καὶ τῶν γυναικῶν τὴν μετὰ τῶν ἀλόγων καὶ τῶν θηρίων καὶ τῶν λοιπῶν πτη‐ νῶν ἀνασχέσθαι διαγωγήν; πῶς ἤνεγκε τὴν δυσωδίαν; πῶς ἠνέσχετο τὴν σὺν αὐτοῖς οἴκησιν; Καὶ τί ταῦτα | |
25 | λέγω; Πῶς αὐτὰ τὰ ἄλογα ἠδυνήθη ἀντισχεῖν, καὶ μὴ διαφθαρῆναι ἐν τοσούτῳ μήκει χρόνου, μήτε ἀέρος σπάσαι δυνάμενα, μήτε κινούμενα, ἀλλ’ ἐν ἑνὶ τόπῳ καθειργμένα; Ἴστε γὰρ, ἴστε, ὅτι καὶ ἐπὶ τῆς ἡμετέρας φύσεως καὶ ἐπὶ τῆς τῶν ἀλόγων, κἂν ἀέρος ἀπολαύω‐ | |
30 | μεν, κἂν τῶν ἄλλων ἁπάντων, διηνεκῶς δὲ ἑνὶ τόπῳ ὦμεν συγκεκλεισμένοι, οὐδὲν τὸ κωλύον ἀπολέσθαι καὶ διαφθαρῆναι. Πόθεν οὖν ἠδυνήθη ὁ δίκαιος οὗτος μετὰ πάντων τῶν ἐν τῇ κιβωτῷ τοσοῦτον διαρκέσαι χρόνον; Οὐδαμόθεν ἑτέρωθεν ἢ ἀπὸ τῆς ἄνωθεν ῥοπῆς τῆς πάντα | |
35 | δυναμένης. Αὐτὸ γὰρ τὸ τὴν κιβωτὸν ὧδε κἀκεῖσε περι‐ φερομένην μὴ καταποντισθῆναι ὑπὸ τῆς τοσαύτης τῶν ὑδάτων φορᾶς, οὐδενὸς ὄντος τοῦ κυβερνῶντος, οὐ τῆς ἄνωθεν γέγονε ῥοπῆς; Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι ἐν πλοίου σχήματι ἦν, ὡς δύνασθαι τέχνῃ τινὶ ἡνιοχεῖν | |
40 | αὐτῆς τὴν πορείαν. Κιβωτὸς ἦν πάντοθεν πεφραγμένη· καὶ διὰ τὸ πρόσταγμα τοῦ δημιουργοῦ, οὐ μόνον οὐδὲν αὐτὴν ἐλυμήνατο ἡ τῶν ὑδάτων φορὰ, ἀλλὰ καὶ ὑψη‐ λοτέρα γενομένη ἐν πολλῇ ἀσφαλείᾳ καθίστη τοὺς ἐνοι‐ κοῦντας. | |
45 | Ὅταν οὖν ὁ Θεὸς ἐργάσηταί τι, ἀγαπητὲ, μὴ βούλου λογισμοῖς ἀνθρωπίνοις ἐξετάζειν τὰ παρ’ αὐτοῦ γινό‐ μενα· ὑπερβαίνει γὰρ τὴν ἔννοιαν τὴν ἡμετέραν, καὶ οὐκ ἄν ποτε δυνηθείη ἀνθρωπίνη διάνοια ἐφικέσθαι καὶ καταλαβεῖν τὸν λόγον τῶν ὑπ’ αὐτοῦ δημιουργηθέντων. | |
53.224(50) | εʹ. Διὸ προσήκει ἀκούοντας ἡμᾶς ὅτι ὁ Θεὸς προσέ‐ ταξε, πείθεσθαι καὶ εἴκειν τοῖς παρ’ αὐτοῦ λεγομένοις. Δημιουργὸς γὰρ ὢν τῆς φύσεως κατὰ τὸ αὐτῷ δοκοῦν ἅπαντα μεταῤῥυθμίζει καὶ μεταπλάττει. Καὶ ἔκλεισε Κύριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Πολλὴ τοῦ δι‐ | |
55 | καίου τούτου ἡ ἀρετὴ, καὶ τῆς πίστεως ἡ ὑπερβολή. Αὕτη γὰρ, αὕτη καὶ τεκτήνασθαι τὴν κιβωτὸν παρ‐ εσκεύασε, καὶ τὴν οἴκησιν πράως ἐνεγκεῖν, καὶ τῆς στε‐ νοχωρίας ἀνασχέσθαι καὶ τῆς μετὰ τῶν θηρίων διαγω‐ γῆς καὶ τῶν ἀλόγων ἁπάντων. Διὰ τοῦτο καὶ ὁ μακάριος | |
60 | Παῦλος εἰς μνήμην αὐτοῦ ἐλθὼν, καὶ ἀνακηρύττων αὐ‐ τὸν, ἐβόα λέγων· Πίστει χρηματισθεὶς Νῶε περὶ τῶν μηδέπω βλεπομένων, εὐλαβηθεὶς κατεσκεύασε κιβωτὸν | |
εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, δι’ ἧς κατέκρινε τὸν | ||
53.225 | κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κλη‐ ρονόμος. Εἶδες πῶς ἡ πίστις ἡ εἰς τὸν Θεὸν καθάπερ ἄγκυρά τις ἀσφαλὴς παρεσκεύασεν αὐτὸν, καὶ τῆς κι‐ βωτοῦ τὴν κατασκευὴν ποιήσασθαι, καὶ τῆς οἰκήσεως | |
5 | ἀνασχέσθαι; Αὕτη γὰρ αὐτῷ καὶ τῆς σωτηρίας ὑπόθεσις γέγονε, «Δι’ ἧς, φησὶ, κατέκρινε τὸν κόσμον, καὶ τῆς κατὰ πίστιν δικαιοσύνης ἐγένετο κληρονόμος·» οὐκ ἐπειδὴ αὐτὸς ἔκρινεν, ἀλλ’ ἐπειδὴ ὁ Δεσπότης συγκρίσεως τὴν κατάκρισιν ἐπάγει· τῶν γὰρ αὐτῶν | |
10 | ἀπολαύσαντες τῷ δικαίῳ, οὐ τὴν αὐτὴν αὐτῷ μετῆλθον τῆς ἀρετῆς ὁδόν· διὰ τῆς πίστεως μὲν οὖν, ἣν ἐπεδεί‐ ξατο, κατέκρινεν ἐκείνους τοὺς πολλὴν τὴν ἀπιστίαν ἐπιδειξαμένους, καὶ μὴ πιστεύσαντας τῇ προῤῥήσει. Ἐγὼ δὲ μετὰ πάντων καὶ τοῦ δικαίου ἐκπλήττομαι | |
15 | τὴν ἀρετὴν, καὶ τοῦ Δεσπότου τὴν ἀγαθότητα καὶ τὴν ἄφατον φιλανθρωπίαν, ὅταν ἐννοήσω πῶς ἠδυνήθη μεταξὺ τῶν θηρίων διάγειν, τῶν λεόντων λέγω, καὶ τῶν παρ‐ δάλεων, καὶ τῶν ἄρκτων, καὶ τῶν λοιπῶν τῶν ἀγρίων καὶ ἀτιθάσσων. | |
20 | Ἀναμνήσθητί μοι ἐνταῦθα, ἀγαπητὲ, τῆς ἀξίας ἧς ἀπήλαυεν ὁ πρωτόπλαστος πρὸ τῆς παρακοῆς, καὶ λο‐ γίζου τοῦ Θεοῦ τὴν ἀγαθότητα. Ἐπειδὴ γὰρ ἡ παρά‐ βασις ἐκείνου ἠκρωτηρίασε τὴν δεδομένην ἐξουσίαν, εὗρε δὲ ὁ ἀγαθὸς Δεσπότης ἕτερον ἄνδρα δυνάμενον ἀνακαλέ‐ | |
25 | σασθαι τὴν ἀρχαίαν εἰκόνα, καὶ διασώζοντα τῆς ἀρετῆς τοὺς χαρακτῆρας, καὶ πολλὴν περὶ τὰς ἐντολὰς τὴν ὑπακοὴν ἐπιδεικνύμενον, πάλιν εἰς τὴν ἀρχαίαν τιμὴν αὐτὸν ἀνάγει, μονονουχὶ διδάσκων ἡμᾶς δι’ αὐτῶν τῶν πραγμάτων τῆς ἐξουσίας τοῦ Ἀδὰμ τὸ μέγεθος, ἢν εἶχε πρὸ τῆς παρακοῆς. | |
30 | Ἡ ἀρετὴ τοίνυν τοῦ δικαίου ἐπιλαβομένη τῆς τοῦ Θεοῦ φιλ‐ ανθρωπίας, ἀνεκαλέσατο τὴν προτέραν ἀρχὴν, καὶ πάλιν τὰ θηρία τὴν ὑποταγὴν ἐπεγίνωσκον. Ἔνθα γὰρ ἂν ἴδῃ θηρία δίκαιον, ἐπιλανθάνεται τῆς οἰκείας φύσεως, μᾶλλον δὲ οὐ τῆς φύσεως, ἀλλὰ τῆς θηριωδίας, καὶ μένοντα ἐν | |
35 | τῇ φύσει τὴν θηριωδίαν εἰς τὴν ἡμερότητα μεταβάλλει. Καὶ ὅρα τοῦτο ἐπὶ τοῦ Δανιὴλ γινόμενον. Ὑπὸ γὰρ τῶν λεόντων κυκλούμενος, ὥσπερ ὑπὸ προβάτων δορυφορού‐ μενος, οὕτως ἀδεῶς διῆγεν· ἡ γὰρ τοῦ δικαίου παῤῥησία ἐχαλίνου τῶν θηρίων τὴν φύσιν, καὶ οὐκ εἴα τὰ τῶν | |
40 | θηρίων αὐτοὺς ἐπιδείκνυσθαι. Τὸν αὐτὸν δὴ τρόπον ὁ θαυμάσιος οὗτος τὴν μετὰ τῶν θηρίων διαγωγὴν μετ’ εὐκολίας ἔφερε, καὶ οὔτε ἡ στενοχωρία, οὔτε ἡ τοῦ χρό‐ νου παράτασις, οὔτε τὸ οὕτως ἐγκεκλεῖσθαι, καὶ μήτε τὸν ἀέρα ἀναπνεῖν ναρκῆσαι αὐτὸν παρεσκεύασεν, ἀλλὰ | |
45 | τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἅπαντα κοῦφα αὐτῷ ἐφαίνετο, καὶ οὕτω διῆγεν ἐν τῷ χαλεπῷ ἐκείνῳ δεσμωτηρίῳ, ὡσανεὶ ἡμεῖς ἐν λειμῶσι καὶ δενδρικοῖς τόποις. Τὸ γὰρ ἐπίταγμα τοῦ Δεσπότου τὰ δυσχερῆ ῥᾴδια αὐτῷ φαίνε‐ σθαι παρεσκεύασε. Τοιοῦτον γὰρ τῶν δικαίων τὸ ἔθος· | |
53.225(50) | ὅταν τι δι’ αὐτὸν ὑπομένουσιν, οὐ τῇ ὄψει τῶν γινομένων προσέχουσιν, ἀλλὰ τὴν ὑπόθεσιν λογιζόμενοι μετ’ εὐκο‐ λίας ἅπαντα φέρουσιν. Ἐπεὶ καὶ Παῦλος, ὁ τῶν ἐθνῶν διδάσκαλος, τὰ δεσμωτήρια, τὰς ἀπαγωγὰς, τοὺς καθ‐ ημερινοὺς κινδύνους, τὰς πολλὰς ἐκείνας καὶ ἀφορήτους | |
55 | θλίψεις ἐλαφρὰς ἐκάλει, οὐκ ἐπειδὴ τῇ φύσει τοιαῦται ἦσαν, ἀλλ’ ἐπειδὴ ἡ ὑπόθεσις τῶν γινομένων τοσαύτην αὐτῷ τὴν γνώμην κατεσκεύαζεν, ὡς μηδὲ ἐπιστρέφε‐ σθαι πρὸς τὰ ἐπιόντα δεινά. Ἄκουε γὰρ αὐτοῦ λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ | |
60 | ὑπερβολὴν αἰώνιον βάρος δόξης ἡμῖν κατεργάζεται. Ἡ προσδοκία, φησὶ, τῆς μελλούσης καταλήψεσθαι δόξης, | |
καὶ τῆς διηνεκοῦς ἐκείνης ἀνέσεως κούφως ἡμᾶς | Column end | |
53.226 | ποιεῖ φέρειν τὰς ἐπαλλήλους ταύτας θλίψεις, καὶ ἐλαφρὰς αὐτὰς ἡγεῖσθαι. Εἶδες ὅπως ὑποτέμνεται ὁ πρὸς τὸν Θεὸν πόθος τὴν τῶν δεινῶν ἐπίτασιν, καὶ οὐδὲ αἴσθησιν συγ‐ χωρεῖ λαβεῖν τῶν ἐπιόντων; Διά τοι τοῦτο καὶ ὁ μακά‐ | |
5 | ριος οὗτος πάντα πράως ἔφερε, τῇ πίστει τῇ εἰς τὸν Θεὸν καὶ τῇ ἐλπίδι τρεφόμενος. Καὶ ἔκλεισε, φησὶ, Κύ‐ ριος ὁ Θεὸς ἔξωθεν αὐτοῦ τὴν κιβωτόν. Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαρά‐ κοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεφέρετο ἡ κιβωτός. | |
10 | Σκόπει πάλιν πῶς τῇ διηγήσει αὔξει τὸν φόβον, καὶ ἐξ‐ ογκοῖ τὸ γεγενημένον. Ἐγένετο γὰρ, φησὶν, ὁ κατα‐ κλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας, καὶ ἐπληθύνθη τὸ ὕδωρ, καὶ ἐπῆρε τὴν κι‐ βωτὸν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. Καὶ ἐπεκράτει τὸ | |
15 | ὕδωρ, καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καὶ ἐπ‐ εφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος· τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφοδρῶς ἐπὶ τῆς γῆς. ϛʹ. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διηγεῖται τὴν πολλὴν τῶν ὑδάτων φορὰν, καὶ ὅτι ἐφ’ ἑκάστης αὔξησιν ἐλάμβανεν ἡ | |
20 | πλημμύρα τῶν ὑδάτων. Ἐπεκράτει γὰρ τὸ ὕδωρ, φησὶ, σφόδρα σφοδρῶς, καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλὰ, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ. Δεκαπέντε πή‐ χεις ἐπάνω ὑψώθη τὸ ὕδωρ, καὶ ἐπέκλυζεν ἅπαντα τὰ ὄρη. Εἰκότως ᾠκονόμησεν ὁ φιλάνθρωπος Δεσπότης | |
25 | κλεισθῆναι τὴν κιβωτὸν, ὥστε μὴ ὁρᾷν τὸν δίκαιον τὰ γινόμενα. Εἰ γὰρ ἡμεῖς μετὰ τοσοῦτον ἐτῶν ἀριθμὸν, καὶ μετὰ τοσαύτας γενεὰς ἀκούοντες μόνον τῆς Γραφῆς τὴν διήγησιν συστελλόμεθα, καὶ ἐν ἀμηχανίᾳ γινόμεθα, τί εἰκὸς ἦν τὸν δίκαιον ἐκεῖνον παθεῖν, εἴ γε τοῖς | |
30 | ὀφθαλμοῖς ἑώρα τὴν ἄβυσσον ἐκείνην τὴν ἀφόρητον; Πῶς γὰρ ἂν ἠδυνήθη κἂν πρὸς βραχὺ ἀντισχεῖν; οὐχὶ δὲ εὐ‐ θέως ἐκ πρώτης ὄψεως ἂν ἐξέστη τῆς ψυχῆς ἀποστάσης, καὶ μηκέτι δυνηθείσης ἐνεγκεῖν τῶν τοσούτων δεινῶν τὴν θέαν; Ἐννόει γάρ μοι, ἀγαπητὲ, πῶς νῦν μικρᾶς | |
35 | ἐπομβρίας γενομένης ἐναγώνιοι γινόμεθα, περὶ τοῦ παν‐ τὸς δεδοίκαμεν, περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς ἀπα‐ γορεύομεν. Τί τοίνυν εἰκὸς ἦν τὸν δίκαιον ἐκεῖνον τότε παθεῖν πρὸς τοσοῦτον ὕψος ὁρῶντα τὰ ὕδατα κορυφού‐ μενα; Ἐπάνω γὰρ, φησὶ, τῶν ὀρέων δεκαπέντε πή‐ | |
40 | χεις ὑψώθη τὸ ὕδωρ. Ἀναμνήσθητί μοι ἐνταῦθα, ἀγα‐ πητὲ, τῶν παρὰ τοῦ Δεσπότου ῥηθέντων, ὅτε ἔλεγεν· Οὐ μὴ καταμείνῃ τὸ Πνεῦμά μου ἐν τοῖς ἀνθρώποις τούτοις, διὰ τὸ εἶναι αὐτοὺς σάρκας· καὶ πάλιν· Ἐφθάρη ἡ γῆ, καὶ ἐπλήσθη ἡ γῆ τῆς ἀδικίας· καὶ, | |
45 | Εἶδε Κύριος τὴν γῆν, καὶ ἦν κατεφθαρμένη, ὅτι κατ‐ έφθειρε πᾶσα σὰρξ τὴν ὁδὸν αὐτῆς. Ἐπεὶ τοίνυν ὁλοκλήρου καθαρσίου ἐδεῖτο ἡ οἰκουμένη, καὶ ἐχρῆν αὐ‐ τὴν ἅπαντα τὸν ῥύπον ἀποκαθάρασθαι, καὶ τὴν ζύμην ἅπασαν τῆς προλαβούσης πονηρίας ἀναιρεθῆναι, καὶ | |
53.226(50) | μηδὲ ἴχνος τῆς κακίας ἀπολειφθῆναι, ἀλλ’ ὥσπερ ἀνα‐ στοιχείωσίν τινα γενέσθαι, καθάπερ τεχνίτης ἄριστος, ἐπειδὰν λάβῃ σκεῦος ὑπὸ τοῦ χρόνου παλαιωθὲν καὶ κα‐ ταδαπανηθὲν, ὡς εἰπεῖν, ὑπὸ τοῦ ἰοῦ, καὶ εἰς τὸ πῦρ ἐμβαλὼν, καὶ παρασκευάσας πάντα τὸν ἰὸν ἀποθέ‐ | |
55 | σθαι, μεταπλάττει καὶ μετασκευάζει, καὶ εἰς τὴν ἀρχαίαν εὐμορφίαν ἐπανάγει· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος ἅπασαν τὴν οἰκουμένην διὰ τοῦ τότε κατακλυσμοῦ κα‐ θάρας, καὶ ὡς εἰπεῖν, ἐλευθερώσας τῆς κακίας τῶν ἀν‐ θρώπων, καὶ τοῦ μολυσμοῦ, καὶ τῆς φθορᾶς τῆς πολλῆς, | |
60 | λαμπροτέραν αὐτὴν ἀπειργάσατο, ἄνωθεν ἡμῖν δείξας αὐτῆς φαιδρὸν τὸ πρόσωπον, καὶ οὐ συγχωρήσας οὐδὲ ἴχνος τῆς προτέρας ἀμορφίας καταλειφθῆναι. Ὑψώθη, φησὶν, ἐπάνω τῶν ὀρέων δεκαπέντε πήχεις τὸ ὕδωρ. Οὐχ ἁπλῶς ἡμῖν ταῦτα διηγεῖται ἡ Γραφὴ, ἀλλ’ ἵνα μά‐ | |
65 | θωμεν, ὅτι οὐ μόνον ἄνθρωποι, καὶ κτήνη, καὶ τετρά‐ | |
ποδα, καὶ ἑρπετὰ ὑποβρύχια γέγονεν, ἀλλὰ καὶ τὰ πε‐ | ||
53.227 | τεινὰ τοῦ οὐρανοῦ, καὶ ὅσα ἐν τοῖς ὄρεσι διῃτᾶτο, θηρία λέγω καὶ ἕτερα ἄλογα ζῶα. Διὰ τοῦτό φησι, Καὶ ὑψώθη ἐπάνω τῶν ὀρέων δεκαπέντε πήχεις, ἵνα μάθῃς ὅτι τὰ τῆς ἀποφάσεως τοῦ Δεσπότου εἰς ἔργον ἐξῆλθεν· ἔλεγε | |
5 | γὰρ, ὅτι Ἔτι ἑπτὰ ἡμέραι, καὶ ἐπάγω κατακλυσμὸν ἐπὶ τὴν γῆν, καὶ ἐξαλείψω ἅπασαν τὴν ἐξανάστα‐ σιν, ἢν ἐποίησα, ἀπὸ προσώπου τῆς γῆς, ἀπὸ ἀν‐ θρώπου ἕως κτήνους, καὶ ἀπὸ ἑρπετῶν ἕως πετεινῶν τοῦ οὐρανοῦ. Οὐχ ἵνα τοίνυν ἁπλῶς τὴν εἰς ὕψος τῶν | |
10 | ὑδάτων κορυφὴν ἡμᾶς διδάξῃ, ἡ θεία Γραφὴ ταῦτα δι‐ ηγεῖται, ἀλλ’ ἵνα μετὰ τούτου συνιδεῖν δυνηθῶμεν, ὅτι οὐδὲν ὅλως, οὐ τῶν ἀλόγων, οὐ τῶν θηρίων, οὐ τῶν κτη‐ νῶν ὑπελείφθη, ἀλλὰ πάντα ἐξηλείφθη μετὰ τοῦ τῶν ἀνθρώπων γένους. Ἐπειδὴ δι’ αὐτὸν ἅπαντα ταῦτα παρ‐ | |
15 | ήχθη, τούτου μέλλοντος ἀφανίζεσθαι, εἰκότως καὶ ταῦτα συναπολαύει τῆς ἀπωλείας. Εἶτα ἐπειδὴ ἐδίδαξεν ἡμᾶς εἰς ὅσον ὕψος ἐκορυφώθη τῶν ὑδάτων ἡ φύσις, καὶ ὅτι ὑπερανέβη τὰς κορυφὰς τῶν ὁρέων ἑτέρους δέκα πέντε πήχεις, τὴν ἑαυτῆς ἀκρίβειαν μιμουμένη πάλιν φησί· | |
20 | Καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς, καὶ πετεινῶν, καὶ τῶν θηρίων, καὶ πᾶν ἑρπετὸν κινού‐ μενον ἐπὶ τῆς γῆς, καὶ πᾶς ἄνθρωπος, καὶ πάντα ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶς ὃς ἦν ἐπὶ τῆς ξηρᾶς ἀπέθανεν. Οὐχ ἁπλῶς ᾐνίξατο λέγουσα, Καὶ πᾶς ὃς ἦν | |
25 | ἐπὶ τῆς ξηρᾶς, ἀλλ’ ἵνα σε διδάξῃ, ὅτι πάντες μὲν ἀπ‐ ολώλασιν, ὁ δὲ δίκαιος μόνος μετὰ τῶν ἐν τῇ κιβωτῷ πάν‐ των διεσώθη. Ἐκεῖνοι γὰρ προλαβόντες, κατὰ τὴν τοῦ Θεοῦ διαταγὴν καταλιπόντες τὴν ξηρὰν, τὴν κιβωτὸν κατέλα‐ βον. Καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπὶ προσ‐ | |
30 | ώπου πάσης τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνων, καὶ ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλεί‐ φθησαν ἀπὸ τῆς γῆς. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις τὴν πανωλεθρίαν διδάσκει τὴν γεγενημένην, καὶ ὅτι οὐδὲν τῶν ὄντων διέφυγεν, ἀλλὰ πάντες ὑπὸ τῶν | |
35 | ὑδάτων ἀπεπνίγησαν, καὶ τὸ τῶν ἀνθρώπων γένος, καὶ τὸ τῶν ἀλόγων. Καὶ κατελείφθη, φησὶ, μόνος Νῶε, καὶ οἱ μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἑκατὸν πεντήκοντα ἡμέρας. Ἐπὶ το‐ σαύτας, φησὶν, ἡμέρας ἔμεινε κορυφούμενον τὸ ὕδωρ. | |
40 | Ἐννόει μοι πάλιν ἐνταῦθα τοῦ δικαίου τὴν μεγαλοψυχίαν καὶ τῆς ἀνδρείας τὴν ὑπερβολήν. Τί οὐκ ἂν ἔπαθεν ὑπο‐ γράφων τῇ διανοίᾳ καὶ ὁρῶν, ὡς εἰπεῖν, τῷ λογισμῷ τὰ σώματα τὰ ἀνθρώπινα, καὶ τὰ τῶν κτηνῶν, τῶν καθαρῶν καὶ τῶν ἀκαθάρτων, τὸν κοινὸν θάνατον ὑπο‐ | |
45 | μείναντα, καὶ ὁμοῦ πεφυρμένα, καὶ οὐδεμίαν διαφορὰν γενομένην; Καὶ μετὰ τούτου πάλιν, ἐπειδὰν τὸ καθ’ ἑαυτὸν ἀναλογιζόμενος, τὴν μόνωσιν, τὴν ἐρημίαν, τὴν διαγωγὴν ἐκείνην τὴν ὀδυνηρὰν, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν, οὐκ ἀπὸ συντυχίας, οὐκ ἀπὸ θέας, ἀλλ’ | |
53.227(50) | οὐδὲ τὸν χρόνον εἰδὼς ἀκριβῶς, πόσον ἤμελλεν ἀνέχεσθαι τῆς ἐν τῷ δεσμωτηρίῳ ἐκείνῳ διαγωγῆς; Ἕως γὰρ ὁ κτύπος τῶν ὑδάτων καὶ ὁ πάταγος ἦν, καθ’ ἑκάστην ἡμέ‐ ραν ἀκμάζοντα αὐτῷ τὸ φόβον ἐνειργάζετο. Τί γὰρ ἦν εἰκὸς αὐτὸν χρηστὸν ὑποπτεῦσαι, ὁρῶντα ἐπὶ ἑκατὸν | |
55 | πεντήκοντα ἡμέρας ἐπὶ τῆς ταυτότητος τὰ ὕδατα μέ‐ νοντα, καὶ εἰς ὕψος ἐγειρόμενα, καὶ οὐδὲ τὸ τυχὸν λήγον‐ τα; Ἀλλ’ ὅμως ἔφερε γενναίως, εἰδὼς τοῦ Δεσπότου τὸ εὐμήχανον, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως ἅπαντα ποιεῖ καὶ μετασκευάζει πρὸς ὃ βούλεται, καὶ οὐκ ἐδυσχέ‐ | |
60 | ραινε πρὸς τὴν ἐκεῖσε διαγωγήν. Ἡ γὰρ τοῦ Θεοῦ ῥοπὴ | Column end |
53.228 | συνεφαπτομένη ἐνεύρου αὐτοῦ τὴν προθυμίαν, καὶ ἀρ‐ κοῦσαν παρεῖχε παραμυθίαν, οὐκ ἀφιεῖσα καταπεσεῖν τοὺς λογισμοὺς, καὶ οὐδὲ ἀγεννές τι καὶ ἄνανδρον λογί‐ σασθαι. Ἐπειδὴ γὰρ προλαβὼν τὰ παρ’ ἑαυτοῦ παρέσχε, | |
5 | τῆς ἀρετῆς τὴν ἀκρίβειαν, τῆς δικαιοσύνης τὴν ἐπίτασιν, τῆς πίστεως τὴν ὑπερβολὴν, καὶ τὰ παρὰ τοῦ Δεσπότου λοιπὸν αὐτῷ μετὰ δαψιλείας ἐχορηγεῖτο, ἡ ὑπομονὴ, ἡ ἀνδρεία, τὸ πράως ἅπαντα φέρειν, τὸ ἀνασχέσθαι τῆς οἰκήσεως τῆς ἐν τῇ κιβωτῷ, τὸ μηδεμίαν λύμην ἐκεῖθεν | |
10 | δέξασθαι, τὸ μὴ διαφθαρῆναι, μηδὲ δυσχερᾶναι τὴν μετὰ τῶν ἀλόγων διαγωγήν. ζʹ. Τοῦτον οὖν, παρακαλῶ, τὸν δίκαιον καὶ ἡμεῖς μιμώ‐ μεθα, καὶ τὰ παρ’ ἑαυτῶν σπουδάζωμεν εἰσφέρειν, ἵνα ἀξίους ἑαυτοὺς κατασκευάσωμεν τῶν παρὰ τοῦ Θεοῦ δω‐ | |
15 | ρεῶν. Διὰ τοῦτο γὰρ ἀναμένει τὰς παρ’ ἡμῶν ἀφορμὰς, ἵνα πολλὴν ἐπιδείξηται τὴν φιλοτιμίαν. Μὴ τοίνυν διὰ ῥᾳθυμίαν ἀποστερῶμεν ἑαυτοὺς τῶν παρ’ αὐτοῦ δωρεῶν. ἀλλὰ σπεύδωμεν, καὶ ἐπειγώμεθα τῆς ἀρχῆς ἐπιλαβέ‐ σθαι, καὶ τῆς ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἅψασθαι, ἵνα τῆς | |
20 | ἄνωθεν συμμαχίας ἀπολαύοντες, καὶ πρὸς τὸ τέλος φθά‐ σαι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τέ τι χρηστὸν ἡμᾶς ποτε κατορθῶσαι μὴ τῆς ἄνωθεν ῥοπῆς ἀπολαύσαντας. Καθά‐ περ οὖν εἰς ἄγκυραν ἀσφαλῆ καὶ βεβαίαν ἐξαρτήσαντες ἑαυτοὺς τῆς εἰς τὸν Θεὸν ἐλπίδος, οὕτως ὦμεν, καὶ μὴ | |
25 | πρὸς τὸν πόνον βλέπωμεν τῆς ἀρετῆς, ἀλλὰ τὴν μετὰ τὸν πόνον ἀμοιβὴν λογιζόμενοι κούφως ἅπαντα φέρωμεν. Ἐπεὶ καὶ ἔμπορος, ἐπειδὰν τὸν λιμένα ἐκβαίνῃ, καὶ τοῦ πελάγους ἐν μέσῳ γένηται, οὐ τοὺς πειρατὰς, καὶ τὰ ναυάγια, καὶ τὰ θηρία τὰ κατὰ θάλασσαν, καὶ τὰς τῶν | |
30 | ἀνέμων ἐμβολὰς, καὶ τοὺς ἐπαλλήλους χειμῶνας, καὶ ἀποτυχίας λογίζεται μόνον, ἀλλὰ καὶ τὰ μετὰ τὸ διαφυγεῖν ταῦτα προσγινόμενα κέρδη, καὶ τῇ ἐλπίδι τρεφό‐ μενος ἅπαντα μετ’ εὐκολίας καταδέχεται τὰ προλαβόντα μοχθηρὰ, ἵνα πλείονα περιβάληται χρήματα, καὶ οὕτως | |
35 | οἴκαδε ἐπανέλθῃ. Καὶ ὁ γηπόνος δὲ οὐ τοὺς κατὰ τὴν γεωργίαν μόχθους ἐννοεῖ μόνον, καὶ τὰς ἐπομβρίας, καὶ τῆς γῆς τὴν ἀποτυχίαν, καὶ τῆς ἐρυσίβης τὴν ἔφοδον, καὶ τῶν ἀκρίδων τὴν λύμην, ἀλλὰ καὶ τὴν ἅλω καὶ τὰ δράγματα ὑπογράφων τοῖς λογισμοῖς, ἅπαντα φέρει γεν‐ | |
40 | ναίως, οὐδεμίαν τῶν πόνων αἴσθησιν λαμβάνων διὰ τὴν τῶν χρηστῶν προσδοκίαν, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης, ἀλλ’ ὅμως ταῖς χρηστοτέραις ἐλπίσι τρεφόμενος, οὐκ ἀπαγορεύει πρὸς τοὺς πόνους, ἀλλὰ πάντα τὰ παρ’ ἑαυτοῦ εἰσφέρει, ἀναμένων τῶν πόνων λαβεῖν τὰς ἀμοι‐ | |
45 | βάς. Καὶ ὁ στρατιώτης δὲ πάλιν ὅπλα περιτίθεται, καὶ εἰς τὸν πόλεμον ἔξεισι, καὶ οὐκ ἐννοεῖ μόνον τὰ τραύ‐ ματα καὶ τὰς σφαγὰς, καὶ τὰς τῶν πολεμίων ἐφόδους, καὶ τὰς ἄλλας ταλαιπωρίας, ἀλλὰ τὴν νίκην καὶ τὰ τρό‐ παια ἑαυτῷ ὑπογράφων, οὕτω τὴν τῶν ὅπλων παντευ‐ | |
53.228(50) | χίαν περιβάλλεται, καὶ ἀδηλίας πολλῆς οὔσης καὶ ἀπο‐ τυχίας, πάντα τοιοῦτον ἀπωσάμενος λογισμὸν, καὶ χρη‐ στὰς ἐλπίδας ἑαυτῷ ὑπογράφων, πάντα ὄκνον ἀποτίθε‐ ται, καὶ λαβὼν τὰ ὅπλα πρὸς τὴν τῶν πολεμίων παρά‐ ταξιν ὁρμᾷ. Εἰ τοίνυν, ἀγαπητοὶ, καὶ ἔμπορος, καὶ | |
55 | γηπόνος, καὶ στρατιώτης, ἔνθα καὶ ἄδηλος ἡ ἐλπὶς, καὶ ἀποτυχίαι πλείους, καὶ τὰ κωλύματα, καθάπερ ἠκού‐ σατε, πολλὰ καὶ διάφορα, καὶ ὅμως οὐδεὶς τούτων ἀπ‐ αγορεύων πρὸς τοὺς πόνους ἀφίσταται τῆς χρηστοτέρας ἐλπίδος, ποίας ἂν ἡμεῖς συγγνώμης τύχοιμεν ἀποκνοῦν‐ | |
60 | τες πρὸς τὴν ἀρετὴν, καὶ οὐχὶ πάντα πόνον αὐτομάτως καταδεχόμενοι, οὕτως ἀσφαλοῦς οὔσης τῆς ἐλπίδος, καὶ τοσούτων ἀποκειμένων ἡμῖν τῶν ἀγαθῶν, καὶ μετὰ πολλῆς τῆς περιουσίας νικώσης τῆς ἀμοιβῆς πάντα τὰ παρ’ ἡμῶν γινόμενα; Ἄκουε τοίνυν τοῦ μακαρίου Παύ‐ | |
65 | λου λέγοντος μετὰ τοσαύτας καὶ τηλικαύτας θλίψεις, καὶ | |
τὰς ἀπαγωγὰς, καὶ τὰ δεσμωτήρια, καὶ τοὺς θανάτους | ||
53.229 | τοὺς καθημερινούς· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Κἂν καθ’ ἑκάστην ἡμέραν, φησὶ, θανάτοις ἑαυτοὺς ἐκδῶμεν, ὅπερ ἡ φύσις οὐ δέχεται, εἰ καὶ ἡ | |
5 | γνώμη νικῶσα τὴν φύσιν διὰ τὴν τοῦ Δεσπότου φιλαν‐ θρωπίαν στεφανοῦται, οὐδὲν ἄξιον ὑπομένομεν τῶν μελ‐ λόντων ἡμᾶς, φησὶ, διαδέχεσθαι τῶν ἀγαθῶν, καὶ τῆς δόξης τῆς μελλούσης ἀποκαλύπτεσθαι εἰς ἡμᾶς. Ὅρα πόσον τῆς δόξης τὸ μέγεθος ἧς ἀπολαύουσιν οἱ τὴν ἀρε‐ | |
10 | τὴν μεταδιώκοντες, ὡς νικᾷν αὐτὴν πάντα, ὅσαπερ ἄν τις ἐπιδείξασθαι δυνηθῇ· κἂν γὰρ εἰς αὐτὴν τὴν κορυ‐ φὴν φθάσῃ, καὶ οὕτω λείπεται. Τί γὰρ τοσοῦτον ἄνθρω‐ πος ἐπιδείξασθαι δύναται, ὡς ἐπαξίως ἀθλῆσαι τῆς τοῦ Δεσπότου φιλοτιμίας; Εἰ δὲ Παῦλος ὁ τοσοῦτος καὶ τη‐ | |
15 | λικοῦτος ἔλεγεν, Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν και‐ ροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς, ὁ λέγων, Καθ’ ἡμέραν ἀποθνήσκω, καὶ πάλιν, Περισσότερον πάντων ἐκοπίασα· τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μηδὲ τὸν τυχόντα κάματον ὑπὲρ τῆς ἀρετῆς ἀναδέ‐ | |
20 | ξασθαι βουλόμενοι, ἀλλ’ ἀεὶ τὴν ἄνεσιν μεταδιώκοντες, καὶ τοῦτο περισκοποῦντες, ὅπως μηδεμίαν πεῖραν λάβωμεν τῶν λυπηρῶν, καὶ ταῦτα εἰδότες, ὅτι οὐχ οἷόν τε ἑτέρως τῆς ἐκεῖ τυχεῖν ἀνέσεως, μὴ πρότερον ἐνταῦθα τὸν διὰ τῆς ἀθλήσεως ποθήσαντας βίον; Αἱ γὰρ θλίψεις | |
25 | αὗται πρόξενοι γίνονται τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, καὶ τὸ μικρὸν ἐνταῦθα κάμνειν πολλὴν ἡμῖν ἐκεῖ τὴν παῤ‐ ῥησίαν χαρίζεται, μόνον ἐὰν βουλώμεθα κατὰ τὴν συμ‐ βολὴν τούτου τοῦ τῆς οἰκουμένης διδασκάλου πορεύεσθαι. Ἐννόει, ἀγαπητὲ, ὅτι κἂν λυπηρὰ ᾖ τὰ συμπίπτοντα, | |
30 | ἀλλὰ πρόσκαιρα· τὰ μέντοι ἐκεῖ διαδεξόμενα ἡμᾶς ἀγα‐ θὰ, ἀθάνατα καὶ αἰώνια. Τὰ γὰρ βλεπόμενα, φησὶ, πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Ἐνέγκω‐ μεν τοίνυν γενναίως τὰ πρόσκαιρα, καὶ μὴ ἀποκάμωμεν πρὸς τοὺς τῆς ἀρετῆς πόνους, ἵνα τῶν αἰωνίων ἀπολαύ‐ | |
35 | σωμεν, καὶ ἀεὶ μενόντων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
40t | ΟΜΙΛΙΑ Κϛʹ. | |
41n | Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θη‐ | |
42n | ρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν | |
43n | πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ’ | |
44n | αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα | |
45n | ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. | |
46 | αʹ. Μεγάλη καὶ ἄφατος ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι δείκνυται ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ τῆς ἀγαθότητος αὐτοῦ ἡ ὑπερβολὴ, ἣν οὐ μόνον περὶ τὸ λογικὸν τοῦτο ζῶον ἐπιδείκνυται, τὸν ἄνθρωπον λέγω, ἀλλὰ καὶ περὶ | |
53.229(50) | τὴν τῶν ἀλόγων ζώων φύσιν. Δημιουργὸς γὰρ τῶν ἁπάν‐ των τυγχάνων, εἰς πάντα τὰ ὑπ’ αὐτοῦ δημιουργηθέντα τὴν οἰκείαν ἐκτείνει ἀγαθότητα, διὰ πάντων ἡμῖν ἐνδει‐ κνύμενος, ὅσην ποιεῖται πρόνοιαν τοῦ τῶν ἀνθρώπων γένους, καὶ ὅτι πάντα ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπραγματεύ‐ | |
55 | σατο διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν. Κἂν κολάζῃ τοί‐ νυν, κἂν τιμωρῆται, ἀπὸ τῆς αὐτῆς ἀγαθότητος καὶ ταῦτα κἀκεῖνα ποιεῖ. Οὐδὲ γὰρ πάθει καὶ ὀργῇ τὰς τι‐ μωρίας ἐπάγει, ἀλλὰ τὴν κακίαν ἐγκόψαι βουλόμενος, καὶ ὥστε μὴ πάνυ αὐτὴν προβῆναι. Ἐπεὶ καὶ νῦν, ὡς | |
60 | ἀκούετε, κατακλυσμὸν δι’ οὐδὲν ἕτερον ἐπήγαγεν, ἀλλὰ κηδόμενος τῶν πρὸς τοσαύτην κακίαν ἑαυτοὺς ἐκδεδω‐ κότων. Καὶ ποία, φησὶ, κηδεμονία, τὸ πάντας ὑπὸ τῶν | |
ὑδάτων ἀναιρεθῆναι; Μὴ ἀπερισκέπτως φθέγγου, ἄν‐ | Column end | |
53.230 | θρωπε, ἀλλ’ εὐγνώμονι διανοίᾳ τὰ παρὰ τοῦ Δεσπότου γινόμενα δέχου, καὶ τότε γνώσῃ, ὅσης καὶ τοῦτο μάλιστα κηδεμονίας. Τὸ γὰρ τοὺς τὰ ἀνήκεστα ἁμαρτάνοντας, καὶ καθ’ ἑκάστην ἡμέραν τὰ τραύματα ἐπιτείνοντας, καὶ | |
5 | τὰ ἕλκη ἀνίατα ἐργαζομένους, ἐκ τῆς κακίας ἀπαλλάτ‐ τειν, οὐχὶ κηδεμονίας ἦν τῆς μεγίστης; Καὶ αὐτὸς δὲ ὁ τῆς τιμωρίας τρόπος οὐ πάσης γέμει φιλανθρωπίας; Τὸ γὰρ τοὺς καὶ ἄνευ τούτου μέλλοντας τὸ τῆς φύσεως χρέος ἐκτίνειν, οὕτως ἀλύπως ἐν μέρει τιμωρίας | |
10 | τὴν ζωὴν ἀποθέσθαι, καὶ μήτε αἴσθησιν τοῦ γεγενημέ‐ νου λαβεῖν, ἀλλ’ ἀνωδύνως καὶ ἀναλγητὶ τὴν τιμωρίαν δέξασθαι, πόσης οὐκ ἂν εἴη σοφίας καὶ ἀγαθότητος; Καὶ αὐτὸ γὰρ πάλιν εἴ τις εὐσεβεῖ λογισμῷ καταμάθοι τὸ γε‐ γενημένον, ὅτι οὐκ εἰς τοὺς τιμωρηθέντας μόνον τὰ τῆς | |
15 | εὐεργεσίας γέγονεν, ἀλλὰ καὶ οἱ εἰς τὸ ἑξῆς μέλλοντες ἔσεσθαι δύο τὰ μέγιστα ἐντεῦθεν ἐκαρπώσαντο ἀγαθὰ, [τό τε μὴ ἁλῶναι ἐν τοῖς αὐτοῖς, καὶ τὸ ἐκ τούτων τῶν γεγενημένων σωφρονεστέρους γεγενῆσθαι,] πόσην οὐκ ὤφειλον τῷ Θεῷ χάριν ὑπὲρ τούτων ὁμολογεῖν, ὅτι καὶ | |
20 | τῇ τιμωρίᾳ ἐκείνων καὶ τῷ δέει τοῦ μὴ τὰ αὐτὰ παθεῖν σωφρονέστεροι γεγόνασιν οἱ μετὰ ταῦτα, καὶ τῷ ἁπά‐ σης τῆς κακίας καὶ πονηρίας τὴν ζύμην ἀναιρεθῆναι, καὶ μηδένα καταλειφθῆναι διδάσκαλον αὐτοῖς τῆς κακίας καὶ τῆς πονηρίας; Εἶδες πῶς καὶ αἱ κολάσεις αὐτοῦ καὶ | |
25 | αἱ τιμωρίαι εὐεργεσίαι μᾶλλόν εἰσι, καὶ τὴν πρόνοιαν αὐτοῦ μάλιστα τὴν περὶ τὴν τῶν ἀνθρώπων φύσιν δει‐ κνύουσι; Καὶ εἴ τις βουληθείη ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἀπαριθμήσασθαι, εὑρήσει ἀπὸ τοῦ αὐτοῦ σκοποῦ ἁπάσας τὰς τιμωρίας ἐπάγοντα τοῖς ἡμαρτηκόσιν. Ἐπεὶ καὶ τὸν | |
30 | Ἀδὰμ, ἡνίκα παρέβη, οὐ κολάζων μόνον, ἀλλὰ καὶ εὐ‐ εργετῶν ἐξέβαλε τοῦ παραδείσου. Καὶ ποία, φησὶν, εὐ‐ εργεσία τὸ ἐκπεσεῖν τῆς ἐν τῷ παραδείσῳ διαγωγῆς; Μὴ ἁπλῶς τοῖς γινομένοις πρόσεχε, ἀγαπητὲ, μηδὲ παρ‐ έργως τὰ παρὰ τοῦ Θεοῦ γινόμενα καταμάνθανε, ἀλλὰ | |
35 | πρὸς τὸ βάθος κατόπτευε τῆς πολλῆς αὐτοῦ ἀγαθότητος, καὶ εὑρήσεις ἅπαντα διὰ τοῦτο παρ’ αὐτοῦ γινόμενα. Εἰπὲ γάρ μοι, εἰ καὶ μετὰ τὴν παράβασιν τῶν αὐτῶν ἀπήλαυσεν ὁ Ἀδὰμ, ποῦ οὐκ ἂν ἐξεκυλίσθη; Εἰ γὰρ μετὰ τοσαύτας παραγγελίας ἀνασχέσθαι κατεδέξατο τῆς | |
40 | ἀπάτης τοῦ ὄφεως, καὶ τὴν ἐπιβουλὴν δέξασθαι τοῦ δια‐ βόλου, ἣν δι’ αὐτοῦ προσήγαγε τῇ τῆς ἰσοθεῖας ἐλπίδι φυσήσας αὐτοὺς, καὶ εἰς τὴν τῆς παραβάσεως ἁμαρτίαν ἐμβαλὼν, εἰ καὶ μετὰ ταῦτα ἐπὶ τῆς αὐτῆς ἔμενεν ἀξίας καὶ διαγωγῆς, πῶς οὐκ ἂν πολλῷ μᾶλλον ἀξιοπιστότερον | |
45 | ἡγήσατο τὸν πονηρὸν ἐκεῖνον δαίμονα τοῦ τῶν ὅλων δη‐ μιουργοῦ, καὶ μείζονα τῆς οἰκείας ἀξίας πάλιν ἐφαντά‐ σθη; Καὶ γὰρ τοιαύτη τῶν ἀνθρώπων ἡ φύσις· ὅταν ἁμαρτάνουσα μὴ ἀναχαιτίζηται, ἀλλ’ ἀδείας ἀπολαύει, περαιτέρω προϊοῦσα κατὰ κρημνῶν ἄπεισιν. Ἄλλως δὲ | |
53.230(50) | καὶ ἑτέρωθεν ἔχω δεῖξαι, ὅτι φιλανθρωπίαν τὴν ἑαυτοῦ ἐπιδεικνύμενος καὶ ἐξελθεῖν αὐτὸν τοῦ παραδείσου προσ‐ έταξε, καὶ τῷ τοῦ θανάτου ἐπιτιμίῳ ὑπεύθυνον κατ‐ έστησε, τῇ μὲν ἐκβολῇ, καὶ τῷ πλησίον κατοικίσαι σω‐ φρονέστερον ἐργαζόμενος καὶ εἰς τὸ ἑξῆς ἀσφαλέστερον, | |
55 | καὶ διὰ τῶν ἔργων αὐτὸν διδάσκων τοῦ ἀπατεῶνος τὴν ἐπιβουλήν. Τὸ δὲ τοῦ θανάτου ἐπιτίμιον πάλιν διὰ τοῦτο ἐπήγαγεν, ἵνα μὴ λοιπὸν διὰ τῆς παρακοῆς τῇ ἁμαρτίᾳ ὑπεύθυνος γεγονὼς ἀθάνατα ἁμαρτάνῃ. Οὐ δοκεῖ οὖν σοι ταῦτα πάντα τῆς μεγίστης εἶναι φιλανθρωπίας, καὶ | |
60 | τὸ ἐκβαλεῖν τοῦ παραδείσου, καὶ τὸ τιμωρήσασθαι τῷ τοῦ θανάτου ἐπιτιμίῳ; Ἔχω δὲ καὶ ἕτερόν τι προσθεῖναι. Ποῖον δὴ τοῦτο; Ὅτι καὶ ταύτην αὐτῷ τὴν ἀγανά‐ κτησιν ἐπήγαγεν, οὐκ εἰς αὐτὸν μόνον περιιστῶν τὰ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τοὺς ἑξῆς βουλόμενος διὰ τῶν | |
65 | εἰς ἐκεῖνον γεγενημένων σωφρονίσασθαι. Εἰ γὰρ, καὶ | |
53.231 | τούτων γενομένων, ὁ ἐξ αὐτοῦ τεχθεὶς, ὁ Κάϊν λέγω, ὁρῶν ἐν ὀφθαλμοῖς τοῦ πατρὸς τὴν ἐκ τοῦ παραδείσου ἐκβολὴν, τῆς δόξης ἐκείνης τῆς ἀφάτου τὴν ἔκπτωσιν, τῆς κατάρας ἐκείνης τὸ μέγεθος τῆς λεγούσης, Γῆ εἰ, | |
5 | καὶ εἰς γῆν ἀπελεύσῃ, οὐδὲ οὕτως ἐσωφρονίσθη, ἀλλὰ μείζοσι κακοῖς ἑαυτὸν περιέπειρεν· εἰ μὴ εἶδε τὰ εἰς τὸν πατέρα γεγενημένα, ποῦ οὐκ ἂν μανίας ἤλασε; Καὶ τὸ δὴ θαυμαστὸν, ὅτι καὶ αὐτὸν τὸν τὰ τοιαῦτα ἡμαρτη‐ κότα καὶ τῷ ἐναγεῖ φόνῳ τὴν δεξιὰν μολύναντα τιμωρού‐ | |
10 | μενος, φιλανθρωπίᾳ τὴν τιμωρίαν ἐκέρασε. βʹ. Καὶ ἵνα μάθῃς ἐκ τῶν εἰς τοῦτον γεγενημένων τῆς ἀγαθότητος τοῦ Θεοῦ τὸ μέγεθος, ἡνίκα μὲν εἰς αὐτὸν ὕβρισε, καὶ τὴν θυσίαν μέλλων προσάγειν πολλὴν τὴν καταφρόνησιν ἐπεδείξατο, οὐκ ὀρθῶς διελὼν, ἀλλ’ ἁπλῶς | |
15 | καὶ ὡς ἔτυχε τὴν προσαγωγὴν ποιησάμενος, οὐδὲν πρὸς αὐτὸν εἶπε βαρὺ οὐδὲ ἐπαχθές· καίτοι γε τὸ ἁμαρτηθὲν οὐ τὸ τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα. Εἰ γὰρ ἀνθρώ‐ πους τοὺς ὁμογενεῖς οἱ τιμᾷν βουλόμενοι, τῶν πρωτείων καὶ τῶν ἐξαιρέτων αὐτοῖς παραχωροῦσι, κἀκεῖνα προσ‐ | |
20 | άγειν σπουδάζουσιν, ἃ μάλιστα πάντων αὐτοῖς τιμιώτερα εἶναι δοκεῖ· ἄνθρωπον δὲ ὄντα καὶ Θεῷ προσάγοντα πῶς οὐκ ἐχρῆν τὰ τιμιώτερα καὶ ἐξαίρετα προσάγειν; Τοσοῦτον τοίνυν αὐτοῦ ἁμαρτόντος, καὶ τοσαύτην ἐπι‐ δειξαμένου τὴν καταφρόνησιν, οὐκ ἀπῄτησε δίκην, οὐδὲ | |
25 | τιμωρίαν ὑπὲρ τῶν γεγενημένων εἰσεπράξατο, ἀλλ’ ὡσα‐ νεὶ φίλος φίλῳ μετὰ πάσης ἡμερότητος διαλεγόμενος οὕτω διελέχθη λέγων· Ἥμαρτες, ἡσύχασον. Μόνον τὸ ἁμαρτηθὲν αὐτῷ ἔδειξε, καὶ συνεβούλευσε μὴ περαιτέρω προβῆναι. Εἶδες ὑπερβολὴν ἀγαθότητος; Ἀλλ’ ἐπειδὴ | |
30 | ἐκεῖνος οὐ μόνον οὐκ ἐκέρδανέ τι ἐκ τῆς τοσαύτης ἀνεξι‐ κακίας, ἀλλὰ καὶ τοῖς προλαβοῦσι μείζονα προσέθηκε, καὶ ἐπὶ τὴν σφαγὴν ἠπείχθη τοῦ ἀδελφοῦ, καὶ οὕτω μὲν πολλὴν εἰς αὐτὸν ἐπιδείκνυται τὴν μακροθυμίαν, πυν‐ θανόμενος πρότερον καὶ διδοὺς αὐτῷ τόπον ἀπολογίας· | |
35 | ἐπειδὴ δὲ ἐνέμεινεν ἀναισχυντῶν, τότε τὴν τιμωρίαν ἐπάγει σωφρονισμοῦ ἕνεκεν, πολλὴν καὶ αὐτὴν ἔχουσαν μεμιγμένην τὴν παρ’ αὐτοῦ φιλανθρωπίαν. Ὁρᾷς πῶς, ἡνίκα μὲν εἰς αὐτὸν ἥμαρτε, καὶ ἁμαρ‐ τίαν οὐ τὴν τυχοῦσαν, ἀπεπέμψατο· ὅτε δὲ κατὰ τοῦ | |
40 | ἀδελφοῦ τὴν δεξιὰν ὥπλισε, τότε καὶ τὴν ἐπιτίμησιν καὶ τὴν κατάραν ἐδέξατο. Οὕτω νῦν καὶ ἡμεῖς ποιῶμεν, καὶ μιμώμεθα τὸν Δεσπότην τὸν ἡμέτερον· καὶ τὰ μὲν εἰς ἡμᾶς ἁμαρτήματα παραπέμπωμεν, καὶ συγχωρῶμεν τοῖς εἰς ἡμᾶς πλημμελοῦσιν· ὅταν δὲ εἰς τὸν Θεὸν συν‐ | |
45 | τείνῃ, τότε δίκας ἀπαιτῶμεν. Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἀπ‐ εναντίας. ἅπαντα διαπραττόμεθα, καὶ τὰ μὲν εἰς τὸν Θεὸν διαβαίνοντα ἁμαρτήματα οὐδὲ ὅλως ἐκδικεῖν σπου‐ δάζομεν, ἂν δέ τι τῶν τυχόντων εἰς ἡμᾶς ἁμαρτηθείη, τούτου σφοδροὶ γινόμεθα ἐξετασταὶ καὶ κατήγοροι, οὐκ | |
53.231(50) | εἰδότες ὅτι ταύτῃ καὶ μειζόνως καθ’ ἡμῶν μᾶλλον παρ‐ οξύνομεν τὸν φιλάνθρωπον Δεσπότην. Ὅτι γὰρ ἔθος τῷ Θεῷ τὰ μὲν εἰς αὑτὸν πολλάκις ἀποπέμπεσθαι, τὰ δὲ εἰς τοὺς πλησίον γινόμενα ἁμαρτήματα, ταῦτα μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος, ἄκουε τοῦ μὲν | |
55 | μακαρίου Παύλου λέγοντος· Εἴ τις γυναῖκα ἔχει ἄπι‐ στον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Καὶ γυνὴ εἴ τις ἔχει ἄνδρα ἄπιστον, καὶ αὐτὸς συνευδοκεῖ οἰκεῖν μετ’ αὐτῆς, μὴ ἀφιέτω αὐτόν. Εἶδες πόση ἡ συγκατάβασις; Κἂν Ἕλλην ᾖ, | |
60 | φησὶ, κἂν ἄπιστος, καταδέχεται δὲ τὸ συνοικέσιον, μὴ παραιτήσῃ. Καὶ πάλιν· Κἂν ἐθνικὴ τυγχάνῃ ἡ γυνὴ, | |
κἂν ἄπιστος, βούλεται δὲ συνοικεῖν, μὴ ἀπώσῃ. Τί | Column end | |
53.232 | γὰρ, φησὶν, οἶδας, ὦ γύναι, εἰ τὸν ἄνδρα σώσεις, ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις; Ὅρα πῶς οὐ κωλύει τὸν ἀπιστοῦντα αὐτῷ ἢ τὴν ἀπιστοῦσαν καταδέ‐ χεσθαι εἰς τὸν τοῦ συνοικεσίου νόμον. Ἄκουε δὲ πάλιν | |
5 | αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς; Λέγω γὰρ ὑμῖν, ὅτι πᾶς ὁ ἀπολύων τὴν γυναῖκα αὐτοῦ παρ‐ εκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι. Πολλὴ τῆς φιλανθρωπίας ἡ ὑπερβολή. Κἂν ἄπιστος ᾖ, φησὶν, ἢ ἐθνικὴ, καταδέχεται δὲ, κάτεχε· ἂν δὲ εἰς σὲ | |
10 | ἁμάρτῃ. καὶ τῶν συνθηκῶν ἐπιλάθηται, καὶ τὴν ἑτέρων κοινωνίαν προτιμήσῃ, ἔξεστί σοι ἐκβαλεῖν καὶ ἀπώσα‐ σθαι Ταῦτα λογιζόμενοι σπουδάζωμεν καὶ ἡμεῖς ἀμεί‐ βεσθαι τὸν Δεσπότην τῆς εἰς ἡμᾶς εὐνοίας, καὶ ὥσπερ αὐτὸς τὰ μὲν εἰς αὐτὸν ἀποπέμπεσθαι καταδέχεται, τὰ | |
15 | δὲ ἡμέτερα ἐκδικεῖ καὶ μετὰ πολλῆς τῆς σφοδρότητος, τὸν αὐτὸν δὴ τρόπον καὶ αὐτοὶ ποιῶμεν· καὶ ὅσα μὲν εἰς ἡμᾶς ἁμαρτάνουσιν οἱ πλησίον συγχωρῶμεν, ὅσα δὲ εἰς τὸν Θεὸν συντείνει, ταῦτα μετὰ πολλῆς τῆς σπουδῆς ἐκδικεῖν σπουδάζωμεν. Τοῦτο γὰρ καὶ ἡμᾶς ὠφελήσει | |
20 | τὰ μέγιστα, καὶ τοὺς τὴν διόρθωσιν δεχομένους οὐ τὰ τυχόντα ὀνίνησι. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ἐξετάθη σήμερον τὰ προοίμια. Καὶ τί πάθω; Οὐχ ἑκὼν τοῦτο ὑπέμεινα, ἀλλ’ ὑπὸ τῆς ἀκολουθίας τοῦ λόγου παρασυ‐ ρείς. | |
25 | Ἐπειδὴ δὲ περὶ τοῦ κατακλυσμοῦ πᾶς ὁ λόγος ἐκι‐ νήθη ἡμῖν, ἀνάγκην ἔσχομεν δεῖξαι τῇ ὑμετέρᾳ ἀγάπῃ, ὅτι καὶ αἱ τιμωρίαι αἱ παρὰ τοῦ Θεοῦ φιλανθρωπίαι μᾶλλόν εἰσιν ἢ τιμωρίαι, ὥσπερ οὖν αὐτὸς ὁ κατακλυ‐ σμός. Καθάπερ γὰρ πατὴρ φιλόστοργος, κηδεμονίᾳ τῇ | |
30 | περὶ τὴν ἡμετέραν φύσιν πάντα διαπράττεται. Ἵνα δὲ καὶ ἐκ τῶν νῦν ἡμῖν προκειμένων καὶ ἐκ τῶν σήμε‐ ρον ἀναγνωσθέντων μάθητε αὐτοῦ τῆς φιλανθρωπίας τὸ μέγεθος, ἀκούσωμεν αὐτῶν τῶν τῆς θείας Γραφῆς ῥη‐ μάτων. Ἐπειδὴ γὰρ χθὲς ἐδίδαξεν ἡμᾶς ὁ μακάριος | |
35 | Μωϋσῆς λέγων, ὅτι Ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέ‐ ρας ἑκατὸν πεντήκοντα (μέχρι γὰρ τούτου ἡμῖν ἐπλη‐ ρώθη τὰ τῆς διδασκαλίας), σήμερόν φησι, Καὶ ἐμνή‐ σθη ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, | |
40 | καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετὰ αὐτοῦ ἐν τῇ κιβωτῷ. γʹ. Θέα μοι πάλιν τῆς θείας Γραφῆς τὴν συγκατάβα‐ σιν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεός. Θεοπρεπῶς νοῶμεν, ἀγαπητοὶ, τὰ λεγόμενα, καὶ μὴ τῇ ἀσθενείᾳ τῆς ἡμετέρας | |
45 | φύσεως λογιζώμεθα τῶν λέξεων τὴν παχύτητα. Ὅσον γὰρ πρὸς τὴν ἄῤῥητον φύσιν ἐκείνην, ἀνάξιον τὸ ῥῆμα· ὅσον δὲ πρὸς τὴν ἡμετέραν ἀσθένειαν, ἀκολούθως εἴρη‐ ται. Ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Ἐπειδὴ γὰρ διηγήσατο ἡμῖν ἐν τοῖς ἤδη ῥηθεῖσι, καθάπερ προλα‐ | |
53.232(50) | βόντες ἐδιδάξαμεν ὑμῶν τὴν ἀγάπην, ὅτι ἐν ταῖς τεσσα‐ ράκοντα ἡμέραις καὶ τοσαύταις· νυξὶν ὁ ὑετὸς γέγονε, καὶ ἐν ἑκατὸν πεντήκοντα ἡμέραις ἐπὶ τῆς ταυτότητος διέμεινε δέκα πέντε πήχεις ὑψούμενον ἐπάνω τῶν ὀρέων, καὶ ὅτι τούτων γινομένων ὁ δίκαιος ἐν τῇ κιβωτῷ ἐτύγ‐ | |
55 | χανεν, οὐδὲ τὸν ἀέρα ἀναπνεῖν δυνάμενος, συνόντων αὐτῷ καὶ τῶν ἀλόγων ἁπάντων, διὰ τοῦτό φησι, Καὶ ἐμνή‐ σθη ὁ Θεὸς τοῦ Νῶε. Τί ἐστιν, Ἐμνήσθη; ᾬκτειρε, φησὶν, ὁ Θεὸς τὸν δίκαιον ἐν τῇ κιβωτῷ διάγοντα, ἠλέησεν αὐτὸν ἐν τοσαύτῃ στενοχωρίᾳ τυγχάνοντα, καὶ | |
60 | ἐν ἀμηχανίᾳ καθεστῶτα, καὶ οὐκ εἰδότα μέχρι τίνος στήσεται τὰ δεινά. Ἐννόει γάρ μοι ποίους ἀνεκίνει καθ’ | |
ἑαυτὸν λογισμοὺς μετὰ τὰς τεσσαράκοντα ἡμέρας καὶ | ||
53.233 | τὰς τεσσαράκοντα νύκτας, ἃς ἡ τῶν ὑδάτων φορὰ κατ‐ εφέρετο, ὁρῶν ἐπὶ ἑκατὸν πεντήκοντα ἡμέρας ἐπὶ τοῦ αὐτοῦ μέτρου τὰ ὕδατα μένοντα, καὶ οὐδὲ ὅλως λήγοντα καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ αὐτοῖς ὀφθαλμοῖς εἶχεν | |
5 | ἰδεῖν τὰ γεγενημένα, ἀλλ’ ἐγκεκλεισμένος, καὶ οὐ δυνά‐ μενός ποθεν τῇ ὄψει ὑποβαλεῖν τὰ κατειληφότα δεινὰ, μείζονα τὴν ὀδύνην ὑπέμενε, καὶ βαρύτερα καθ’ ἑκάστην ἀνελογίζετο. Ἐγὼ δὲ καὶ θαυμάζω πῶς ὑπὸ τῆς ἀθυ‐ μίας αὐτῆς οὐ κατεπόθη, εἰς ἔννοιαν ἐρχόμενος καὶ τῆς | |
10 | ἀπωλείας τοῦ τῶν ἀνθρώπων γένους, καὶ τῆς μονώσεως τῆς οἰκείας, καὶ τῆς χαλεπῆς ἐκείνης διαγωγῆς. Ἀλλ’ ἡ αἰτία πάντων αὐτῷ τῶν ἀγαθῶν ἡ πίστις ἦν ἡ εἰς τὸν Θεὸν, δι’ ἣν καὶ ἀντεῖχε καὶ πάντα γενναίως ἔφερε, καὶ τῇ ἐλπίδι τρεφόμενος οὐδενὸς ἐπῄσθετο τῶν λυπηρῶν. | |
15 | Ἐπεὶ οὖν τὰ παρ’ ἑαυτοῦ παρέσχε, καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, καὶ δαψιλῆ τὴν πίστιν εἰσήνεγκε, πολλὴν τὴν καρτερίαν ἐπιδειξάμενος, σκόπει τοῦ ἀγαθοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν φιλανθρωπίαν. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε. Οὐχ ἁπλῶς εἶπε, Καὶ ἐμνήσθη· ἀλλ’ | |
20 | ἐπειδὴ προλαβοῦσα ἡ θεία Γραφὴ τὴν μαρτυρίαν τὴν παρὰ τοῦ Θεοῦ δήλην ἡμῖν ἐποίησε περὶ τοῦ δικαίου, λέγοντος, Εἴσελθε εἰς τὴν κιβωτὸν, ὅτι σε εἶδον δί‐ καιον ἐν τῇ γενεᾷ ταύτῃ, διὰ τοῦτο νῦν φησι· Καὶ ἐμνήσθη ὁ Θεὸς τοῦ Νῶε, τοῦτ’ ἔστι, τῆς μαρτυρίας, | |
25 | ἢν περὶ αὐτοῦ ἐποιήσατο, ἀνεμνήσθη, καὶ οὐ περιεῖδεν ἐπὶ πολὺ τὸν δίκαιον, ἀλλὰ μέχρι τοσούτου μακροθυ‐ μήσας, μέχρις ὅτε ἀντισχεῖν ἠδύνατο, τότε λοιπὸν τὴν παρ’ ἑαυτοῦ δωρεῖται χάριν. Εἰδὼς γὰρ ἡμῶν τῆς φύ‐ σεως τὴν ἀσθένειαν, ἐπειδὰν συγχωρήσῃ πειρασμόν τινα | |
30 | ἐπενεχθῆναι, μέχρι τοσούτου ἀφίησι, μέχρις ὅτε οἶδε δυναμένους ὑπενεγκεῖν, ἵνα καὶ ἡμῖν τῆς καρτερίας ἀρκοῦσαν τὴν ἀμοιβὴν χαρίσηται, καὶ τὴν οἰκείαν φιλαν‐ θρωπίαν ἐπιδείξηται· καθάπερ καὶ Παῦλός φησι· Πι‐ στὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ | |
35 | ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Ἐπεὶ οὖν καὶ ὁ δίκαιος οὗτος τὴν καρτερίαν καὶ τὴν ὑπομονὴν ἐπεδείξατο, πίστει τῇ εἰς τὸν Θεὸν τὴν ἐν τῇ κιβωτῷ οἴκησιν ἀνασχόμενος, Καὶ ἐμνήσθη, φησὶν, ὁ | |
40 | Θεὸς τοῦ Νῶε. Εἶτα ἵνα μάθῃς αὐτοῦ τῆς φιλανθρωπίας τὴν ἄβυσσον, προσέθηκεν ἡ θεία Γραφή· Καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ πάντων τῶν πετεινῶν, καὶ πάντων τῶν ἑρπετῶν, ὅσα ἦν μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ. | |
45 | Ὅρα πῶς ἅπαντα διὰ τὴν εἰς τὸν ἄνθρωπον τιμὴν ἐργάζεται. Καθάπερ γὰρ ἐπὶ τῶν ἀπολωλότων ὑπὸ τοῦ κατακλυσμοῦ ἀνθρώπων, μετ’ ἐκείνων καὶ τὴν τῶν ἀλό‐ γων ζώων φύσιν ἅπασαν διέφθειρεν, οὕτω καὶ ἐνταῦθα μέλλων τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείκνυσθαι περὶ | |
53.233(50) | τὸν δίκαιον, διὰ τὴν εἰς αὐτὸν τιμὴν, καὶ περὶ τὴν τῶν ἀλόγων φύσιν, καὶ τὰ θηρία καὶ τὰ πετεινὰ καὶ τὰ ἑρ‐ πετὰ ἐκτείνει αὐτοῦ τὴν ἀγαθότητα. Καὶ ἐμνήσθη, φησὶν, ὁ Θεὸς τοῦ Νῶε, καὶ πάντων τῶν θηρίων, καὶ πάντων τῶν κτηνῶν, καὶ τῶν ἑρπετῶν, καὶ ὅσα ἦν | |
55 | μετ’ αὐτοῦ ἐν τῇ κιβωτῷ. Καὶ ἐπήγαγεν ὁ Θεὸς πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Μνη‐ σθεὶς, φησὶ, τοῦ Νῶε, καὶ τῶν μετ’ αὐτοῦ ὄντων ἐν τῇ κιβωτῷ προσέταξεν ἐπισχεθῆναι τῶν ὑδάτων τὴν φορὰν, ἵνα κατὰ μικρὸν τὴν οἰκείαν ἐπιδείξηται φιλανθρωπίαν, | |
60 | καὶ λοιπὸν τὸν δίκαιον ἀναπνεῦσαι ποιήσῃ, καὶ τῆς τῶν λογισμῶν ταραχῆς ἐλευθερώσας εἰς γαλήνην αὐτὸν κα‐ ταστήσῃ, χαρισάμενος καὶ τοῦ φωτὸς τὴν ἀπόλαυσιν καὶ | |
τοῦ ἀέρος τὴν ἀναπνοήν. Καὶ ἐπήγαγεν ὁ Θεὸς, φησὶ, | Column end | |
53.234 | πνεῦμα ἐπὶ τὴν γῆν, καὶ ἐκόπασε τὸ ὕδωρ. Καὶ ἐπ‐ εκαλύφθησαν αἱ πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤ‐ ῥάκται τοῦ οὐρανοῦ. Ὅρα πῶς ἀνθρωπίνως ἡμῖν ἅπαντα διαλέγεται. Ἐπεκαλύφθησαν, γὰρ, φησὶν, αἱ | |
5 | πηγαὶ τῆς ἀβύσσου καὶ οἱ καταῤῥάκται τοῦ οὐρανοῦ, καὶ συνεσχέθη ὁ ὑετὸς τοῦ οὐρανοῦ, μονονουχὶ λέ‐ γουσα ὅτι ἔδοξε τῷ Δεσπότῃ, καὶ πάλιν ἐπὶ τῆς οἰκείας χώρας τὰ ὕδατα ἔμεινε, καὶ οὐκ ἔτι πλεονασμὸς ἐγένετο, ἀλλὰ κατὰ μικρὸν ἔληγε. Καὶ ἐνεδίδου τὸ ὕδωρ πο‐ | |
10 | ρευόμενον ἀπὸ τῆς γῆς, καὶ ἠλαττοῦτο τὸ ὕδωρ μετὰ πεντήκοντα καὶ ἑκατὸν ἡμέρας. Ποῖος λογισμὸς τοῦτο καταλαβεῖν ἂν δυνηθείη ποτέ; Ἔστω, ὁ ὑετὸς ἐπεσχέθη, αἱ πηγαὶ οὐκέτι πλεονασμὸν εἰργάσαντο, καὶ οἱ καταῤ‐ ῥάκται τοῦ οὐρανοῦ ἐπεσχέθησαν· τὸ ὕδωρ τὸ τοσοῦτον | |
15 | πῶς ἔληξε; Πάντα ἄβυσσος ἦν. Πῶς οὖν ἡ τοσαύτη τῶν ὑδάτων ῥύμη ἀθρόον ἐλάττων ἐγίνετο; Τίς ἂν τοῦτο ἀνθρωπίνῳ λογισμῷ εὑρεῖν δυνηθείη ποτέ; Τί οὖν ἔστιν εἰπεῖν; Τὸ τοῦ Θεοῦ πρόσταγμα ἦν, τὸ ἐργαζόμενον τὰ πάντα. | |
20 | δʹ. Μὴ τοίνυν ἡμεῖς περιεργαζώμεθα τὸ πῶς, ἀλλὰ τοῦτο μόνον πιστεύωμεν, ὅτι ἐκέλευσε καὶ ὑψώθη ἡ ἄβυσσος· προσέταξε, καὶ πάλιν τὴν οἰκείαν ἐπέσχε φορὰν, καὶ πρὸς τὸν οἰκεῖον τόπον ὑπανεχώρησεν, ὃν αὐτὸς οἶδε μόνος ὁ δημιουργήσας αὐτὴν Δεσπότης. Καὶ ἐκάθισε, | |
25 | φησὶν, ἡ κιβωτὸς ἐν τῷ ἑβδόμῳ μηνὶ, ἑβδόμῃ καὶ εἰ‐ κάδι τοῦ μηνὸς, ἐπὶ τὰ ὄρη τὰ Ἀραράτ. Τὸ δὲ ὕδωρ ἠλαττοῦτο ἕως τοῦ δεκάτου μηνός· καὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων ἐν τῷ δεκάτῳ μηνὶ, τῇ πρώτῃ τοῦ μηνός. Σκόπει πῶς ἀθρόον ἡ μεταβολὴ γέγονε, | |
30 | καὶ πόσον ἔληξεν ἡ τῶν ὑδάτων φύσις, ὡς ἐπὶ τὰ ὄρη τὴν κιβωτὸν καθίσαι. Ἀνωτέρω γὰρ εἰποῦσα ἡ Γραφὴ, ὅτι δέκα πέντε πήχεις ἐπάνω τῶν ὀρέων ὑψώθη τὸ ὕδωρ, νῦν φησιν, ὅτι ἐκάθισεν ἡ κιβωτὸς ἐπὶ τὰ ὄρη τὰ Ἀραρὰτ, καὶ κατὰ μικρὸν λοιπὸν μέχρι τοῦ δεκάτου | |
35 | μηνὸς ἠλαττοῦτο, καὶ τότε τῷ δεκάτῳ μηνὶ ὤφθησαν αἱ κεφαλαὶ τῶν ὀρέων. Ἐννόει μοι τοῦ δικαίου τὴν εὐτονίαν, πῶς διήρκεσεν ἐν τοσούτοις μησὶ καθάπερ ἐν σκότῳ κα‐ τακεκλεισμένος. Καὶ ἐγένετο, φησὶ, μετὰ τὰς τεσσα‐ ράκοντα ἡμέρας, καὶ ἀνέῳξε Νῶε τὴν θυρίδα τῆς | |
40 | κιβωτοῦ, ἣν ἐποίησε, καὶ ἀπέστειλε τὸν κόρακα ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ. Ὅρα τὸν δίκαιον οὐδέπω τολμῶντα κατοπτεῦσαι δι’ ἑαυτοῦ, ἀλλὰ τὸν κόρακα ἀπέστειλε, δι’ ἐκείνου μαθεῖν βουλόμενος, εἴ τινα ἔστι προσδοκῆσαι χρηστὴν μεταβολήν· Καὶ ἐξελθὼν, φησὶν, | |
45 | οὐκ ἀνέστρεψεν, ἕως τοῦ ξηρανθῆναι τὸ ὕδωρ ἀπὸ τῆς γῆς. Οὐκ ἐπειδὴ μετὰ ταῦτα ἀνέστρεψε, τὸ, Ἕως, προσέθηκεν ἡ θεία Γραφή· ἀλλ’ ἰδίωμα τοῦτό ἐστι τῆς θείας Γραφῆς. Καὶ πολλαχοῦ ἄν τις εὕροι ταύτην τὴν συνήθειαν, καὶ ἐνῆν πολλὰ τοιαῦτα εὑρεῖν καὶ παραγα‐ | |
53.234(50) | γεῖν εἰς μέσον· ἀλλ’ ἵνα μὴ πάντα παρ’ ἡμῶν μανθάνον‐ τες ῥᾳθυμότεροι γίνησθε. ὑμῖν καταλιμπάνομεν διερευ‐ νᾶσθαι τὴν Γραφὴν, καὶ εὑρεῖν ὅπου τοῖς ἰδιώμασι τού‐ τοις κέχρηται. Τέως δὲ ἡμᾶς ἀναγκαῖον εἰπεῖν τὴν αἰτίαν, δι’ ἣν οὐκ ἀνέστρεψε τὸ ὄρνεον. Ἴσως ληξάντων τῶν | |
55 | ὑδάτων ἀκάθαρτον ὂν τὸ ὄρνεον, καὶ σώμασιν ἐντυχὸν τοῖς τε ἀνθρωπίνοις, τοῖς τε τῶν ἀλόγων, καὶ τὴν κατ‐ άλληλον εὑρὸν ἑαυτῷ τροφὴν, ἐναπέμεινεν· ὅπερ καὶ αὐτὸ οὐ μικρὸν ἐγίνετο τῷ δικαίῳ τεκμήριον τῆς χρη‐ στῆς ἐλπίδος. Εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ εὗρε μικράν τινα | |
60 | παραμυθίαν, ὑπέστρεψεν ἄν. Καὶ ὅτι τοῦτό ἐστιν ἀλη‐ θὲς, ἐντεῦθεν λοιπὸν τὴν χρηστὴν προσδοκίαν ἐσχηκὼς ὁ δίκαιος ἐκπέμπει τὴν περιστερὰν, ὄρνεον ἥμερον καὶ φιλοσύνηθες, καὶ πολλὴν εὐγνωμοσύνην ἐπιδεικνύμενον, | |
καὶ οὐκ ἀνεχόμενον ἕτερόν τι σιτεῖσθαι ἢ σπέρματα· | ||
53.235 | τῶν γὰρ καθαρῶν τυγχάνει. Καὶ ἀπέστειλε τὴν περι‐ στερὰν, φησὶ, παρ’ αὐτοῦ, ἰδεῖν, εἰ κεκόπακε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. Καὶ μὴ εὑροῦσα ἡ περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, ὑπέστρεψε | |
5 | πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, ὅτι ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ἄξιον ἐνταῦθα διερευνήσασθαι πῶς ἀνωτέρω εἰποῦσα ἡ ἁγία Γραφὴ, ὅτι αἱ κεφαλαὶ τῶν ὀρέων ὤφθησαν, νῦν φησιν, ὅτι οὐχ εὑροῦσα ἡ περι‐ στερὰ ἀνάπαυσιν ὑπέστρεψε πρὸς αὐτὸν εἰς τὴν κιβωτὸν, | |
10 | ὅτι τὸ ὕδωρ ἦν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Μετὰ ἀκριβείας ἀναγνῶμεν τὸ εἰρημένον, καὶ εἰσόμεθα τὴν αἰτίαν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὐχ εὑροῦσα ἀνάπαυσιν, ἀλλὰ, Τοῖς ποσὶν αὐτῆς, προσέθηκεν, ἵνα διδάξῃ ἡμᾶς, ὅτι εἰ καὶ ἔληξεν ἐκ μέρους τὰ ὕδατα καὶ αἱ κεφαλαὶ | |
15 | τῶν ὀρέων ὤφθησαν, ἀλλ’ ἔτι ἀπὸ τῆς πλησμονῆς τῶν ὑδάτων καὶ αὐταὶ τῶν ὀρέων αἱ κεφαλαὶ βορβορώδεις, ἢ τελματώδους ἰλύος ἦσαν πεπληρωμέναι. Διὸ οὐδὲ στῆναί που ἰσχύσασα ἡ περιστερὰ, οὐδὲ τροφὴν κατάλ‐ ληλον εὑρεῖν δυναμένη, ὑπέστρεψε, διὰ τῆς ἐπανόδου | |
20 | διδάσκουσα τὸν δίκαιον, ὡς ἔτι πολλὴ τῶν ὑδάτων ἐστὶν ἡ φορά. Καὶ ἐκτείνας, φησὶ, τὴν χεῖρα ἔλαβεν αὐτὴν, καὶ εἰσήγαγεν αὐτὴν πρὸς ἑαυτὸν εἰς τὴν κιβωτόν. Εἶδες πόση τοῦ ὀρνέου ἡ εὐγνωμοσύνη, πῶς ἐπανελ‐ θοῦσα διὰ τῆς παρουσίας ἐδίδασκε τὸν δίκαιον ἔτι τινὰ | |
25 | μικρὰν μακροθυμίαν ἐνδείξασθαι; Διὸ, Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἐξαπέστειλε τὴν περιστερὰν ἐκ τῆς κιβωτοῦ. Καὶ ἀνέστρεψε πρὸς αὐ‐ τὸν ἡ περιστερὰ πρὸς ἑσπέραν, καὶ εἶχε φύλλον ἐλαίας κάρφος ἐν τῷ στόματι αὐτῆς. Οὐχ ἁπλῶς ἐν‐ | |
30 | ταῦθα οὐδὲ εἰκῇ κεῖται τὸ, Πρὸς ἑσπέραν, ἀλλ’ ἵνα μά‐ θωμεν ὅτι διὰ πάσης τῆς ἡμέρας διατραφεῖσα, καὶ εὑ‐ ροῦσά τινα κατάλληλον δίαιταν, κατὰ τὴν ἑσπέραν ἐπανῆλθεν ἐπὶ τοῦ στόματος φέρουσα κάρφος ἐλαίας. Τοιοῦτον γὰρ τὸ ζῶον, ἥμερον, καὶ ἀεὶ τὴν συνήθειαν | |
35 | ἐπιζητοῦν· διά τοι τοῦτο καὶ ὑπέστρεψε, καὶ διὰ τοῦ κάρφους τῆς ἐλαίας πολλὴν παραμυθίαν ἐκόμισε τῷ δι‐ καίῳ. Ἀλλ’ ἴσως ἄν τις εἴποι· καὶ πόθεν εὗρε τὸ φύλλον τῆς ἐλαίας; Τὸ μὲν πᾶν ἐγίνετο τῆς τοῦ Θεοῦ οἰκονο‐ μίας, καὶ τὸ εὑρεθῆναι, καὶ τὸ τὴν περιστερὰν λαβοῦσαν | |
40 | ἐπὶ τοῦ στόματος ἐπανελθεῖν πάλιν πρὸς τὸν δίκαιον· ἄλλως δὲ καὶ τὸ δένδρον ἀειθαλές ἐστι, καὶ εἰκὸς, τῶν ὑδάτων ὑπονοστησάντων, ἔτι τὸ δένδρον τὴν τῶν φύλλων ἔχειν κόμην. Καὶ ἐπισχὼν, φησὶν, ἔτι ἑπτὰ ἡμέρας ἑτέρας ἐξαπέστειλε τὴν περιστερὰν, καὶ οὐ προ‐ | |
45 | έθετο τοῦ ἐπιστρέψαι πρὸς αὐτὸν ἔτι. Ὅρα διὰ πάν‐ των τὸν δίκαιον ἱκανὴν παραμυθίαν λαμβάνοντα. Ὥσπερ γὰρ ἐπανελθούσης αὐτῆς, καὶ ἐπὶ τοῦ στόματος φερού‐ σης τὸ φύλλον τῆς ἐλαίας, χρηστὰς εἶχε τὰς ἐλπίδας, οὕτω καὶ νῦν τὸ ἐξελθοῦσαν μὴ ὑποστρέψαι πάλιν, δεῖγμα | |
53.235(50) | μέγιστον αὐτῷ παρεῖχε τοῦ πολλὴν αὐτὴν εὑρηκέναι τὴν ἄνεσιν, καὶ λῆξιν γεγενῆσθαι τῶν ὑδάτων παντελῆ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τῶν ἑξῆς. Καὶ ἐγένετο, φησὶ, τῷ ἑνὶ καὶ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ πρώτου μηνὸς, ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσ‐ | |
55 | ώπου τῆς γῆς. Καὶ ἀπεκάλυψε Νῶε τὴν στέγην τῆς κιβωτοῦ, ἣν ἐποίησε, καὶ εἶδεν ὅτι ἐξέλιπε τὸ ὕδωρ ἀπὸ προσώπου τῆς γῆς. εʹ. Πάλιν ἐνταῦθα ἔπεισί μοι θαυμάζειν καὶ ἐκπλήτ‐ τεσθαι καὶ τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν | |
60 | φιλανθρωπίαν. Πῶς γὰρ, εἰπέ μοι, μετὰ τοσοῦτον χρόνον προσβαλὼν τῷ ἀέρι, καὶ τὰς ὄψεις ἀνατείνας εἰς τὴν τοῦ οὐρανοῦ θέαν οὐκ ἀπετυφλώθη καὶ ἐπη‐ | |
ρώθη τὰς ὄψεις; Ἴστε γὰρ, ἴστε, ὅτι μάλιστα τοῦτο | Column end | |
53.236 | πάσχειν ἔθος τοῖς ἀνθρώποις, κἂν πρὸς βραχὺ μέρος τῆς ἡμέρας ἐν σκοτεινοῖς τόποις καὶ ζοφωδεστέροις διάγοντες πρὸς τὴν τοῦ φωτὸς ἀθρόον αὐγὴν ἀτενίσαι βουληθῶσιν. Ἀλλ’ ὁ δίκαιος οὗτος ἐν ἐνιαυτῷ ὁλοκλήρῳ | |
5 | καὶ ἐν τοσούτοις μησὶ, καθάπερ ἐν σκότῳ, διάγων ἐν τῇ κιβωτῷ, καὶ νῦν ἀθρόον πρὸς τὴν τοῦ φωτὸς αὐγὴν ἐπιδὼν, οὐδὲν τοιοῦτον ἔπασχεν. Ἡ γὰρ τοῦ Θεοῦ χάρις ἦν μετὰ τῆς παρασχεθείσης αὐτῷ ὑπομονῆς, ἡ καὶ τοῦ σώματος τὰς αἰσθήσεις ἰσχυρὰς ἀπεργαζομένη, καὶ | |
10 | ἀνωτέρας τῶν σωματικῶν ἀναγκῶν ταύτας ποιοῦσα. Ἐν δὲ τῷ δευτέρῳ μηνὶ ἐξηράνθη ἡ γῆ, ἑβδόμῃ καὶ εἰ‐ κάδι τοῦ μηνός. Οὐχ ἁπλῶς τὴν τοσαύτην ἀκρίβειαν ποιεῖται ἡ θεία Γραφὴ, ἀλλ’ ἵνα μάθωμεν, ὅτι μέχρι μιᾶς ἡμέρας τοῦ ἐνιαυτοῦ ἐκείνου ἡ συμπλήρωσις γεγέ‐ | |
15 | νηται, καθ’ ὃν τοῦ δικαίου ἐδείχθη ἡ ὑπομονὴ, καὶ τῆς οἰκουμένης ἁπάσης τὸ καθάρσιον γέγονεν. Εἶτα ἐπειδὴ καθάπερ τινὰ ῥύπον ἀπεπλύνατο ἡ κτίσις ἅπασα, ἀποθε‐ μένη τὴν ἅπασαν κηλῖδα, ἣν ἡ τῶν ἀνθρώπων κακία ἐν αὐτῇ κατεσκεύασε, καὶ φαιδρὸν αὐτῆς γέγονε τὸ πρόσ‐ | |
20 | ωπον, τότε λοιπὸν προστάττει τὸν δίκαιον ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ ἐλευθεροῖ αὐτὸν τοῦ χαλεποῦ ἐκείνου δε‐ σμωτηρίου, καί φησιν· Εἶπε Κύριος ὁ Θεὸς τῷ Νῶε· Ἔξελθε σὺ, καὶ οἱ υἱοί σου, καὶ ἡ γυνή σου, καὶ αἱ γυναῖκες τῶν υἱῶν σου μετὰ σοῦ· καὶ πάντα τὰ θη‐ | |
25 | ρία ὅσα ἐστὶ μετὰ σοῦ, καὶ πᾶσα σὰρξ ἀπὸ πετεινῶν ἕως κτηνῶν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς ἐξάγαγε μετὰ σεαυτοῦ, καὶ αὐξάνεσθε καὶ πλη‐ θύνεσθε ἐπὶ τῆς γῆς. Σκόπει Θεοῦ ἀγαθότητα, πῶς διὰ πάντων παραμυθεῖται τὸν δίκαιον. Ἐπειδὴ γὰρ προσ‐ | |
30 | έταξεν αὐτὸν ἐξελθεῖν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς, καὶ τὴν γυναῖκα, καὶ τὰς γυναῖκας τῶν υἱῶν αὐτοῦ, καὶ τὰ θηρία πάντα, ἵνα μὴ καὶ αὐτὸ τοῦτο πάλιν πολλὴν αὐτῷ κατασκεδάσῃ τὴν ἀθυμίαν, καὶ ἐναγώνιον αὐτὸν καταστήσῃ λογιζόμενον, ὡς ἐν ἐρημίᾳ ἔσται, ἐν τοσούτῳ | |
35 | πλάτει τῆς γῆς μόνος οἰκῶν, οὐδενὸς ὄντος ἑτέρου· εἰ‐ πὼν, ἔξελθε ἐκ τῆς κιβωτοῦ, καὶ ἐξάγαγε ἅπαντα μετὰ σεαυτοῦ, προσέθηκε, Καὶ αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. Ὅρα πῶς πάλιν ἄνωθεν ὁ δίκαιος οὗτος ἐκείνην δέχε‐ | |
40 | ται τὴν εὐλογίαν, ἣν πρὸ τῆς παραβάσεως ὁ Ἀδὰμ ἐδέ‐ ξατο. Ὥσπερ γὰρ ἡνίκα ἐκεῖνος ἐδημιουργήθη, ἤκουσε· Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ κατακυριεύσατε τῆς γῆς· οὕτω καὶ οὗτος νῦν, Αὐξάνεσθε καὶ πληθύνεσθε ἐπὶ τῆς γῆς. | |
45 | Ὥσπερ γὰρ ἐκεῖνος ἀρχὴ καὶ ῥίζα γέγονε πάντων τῶν γε‐ γονότων πρὸ τοῦ κατακλυσμοῦ, οὕτω καὶ ὁ δίκαιος οὗτος ζύμη τις καὶ ἀρχὴ καὶ ῥίζα γίνεται πάντων τῶν μετὰ τὸν κατακλυσμόν. Καὶ ἐντεῦθεν λοιπὸν τὰ τῆς τῶν ἀν‐ θρώπων συστάσεως ἀρχὴν λαμβάνει, καὶ ἡ κτίσις ἅπασα | |
53.236(50) | τὸν οἰκεῖον ἀπολαμβάνει κόσμον, ἥ τε γῆ πρὸς καρπο‐ φορίαν διεγειρομένη, καὶ τὰ ἄλλα πάντα ὅσα διὰ τὴν τοῦ ἀνθρώπου ὑπηρεσίαν ἐδημιουργήθη. Καὶ ἐξῆλθε Νῶε, φησὶ, καὶ ἡ γυνὴ αὐτοῦ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ’ αὐτοῦ· καὶ πάντα τὰ | |
55 | θηρία, καὶ πάντα τὰ κτήνη, καὶ πᾶν πετεινὸν, καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος αὐ‐ τῶν ἐξῆλθον ἐκ τῆς κιβωτοῦ. Κατὰ τὸ τοῦ Δεσπότου, φησὶ, πρόσταγμα δεξάμενος τὴν εὐλογίαν τὴν λέγουσαν, Αὐξάνεσθε καὶ πληθύνεσθε, ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ | |
60 | μετὰ τῶν ἄλλων ἁπάντων. Καὶ ἦν λοιπὸν ἐν πάσῃ τῇ γῇ ὁ δίκαιος μόνος διάγων μετὰ τῆς γυναικὸς, καὶ τῶν παιδίων, καὶ τῶν τούτων γυναικῶν. Καὶ εὐθέως ἐξελθὼν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ ὑπέρ τε τῶν παρεληλυθότων, ὑπέρ τε τῶν μελλόντων τὰς εὐχα‐ | |
65 | ριστίας ἀναφέρει τῷ ἑαυτοῦ Δεσπότῃ. Ἀλλ’ εἰ δοκεῖ, ἵνα | |
μὴ μακρὸν ποιῶμεν τὸν λόγον, εἰς τὴν ἑξῆς ταμιευσώ‐ | ||
53.237 | μεθα τὰ κατὰ τὴν εὐγνωμοσύνην τοῦ δικαίου, μέχρι τού‐ του στήσαντες τὸν λόγον, καὶ παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην διηνεκῶς τοῦτον τὸν μακάριον ἐν διανοίᾳ περι‐ στρέφειν, καὶ τῆς ἀρετῆς αὐτοῦ μετὰ ἀκριβείας τὴν εὐ‐ | |
5 | μορφίαν καταμανθάνειν, καὶ ζηλωτὰς αὐτοῦ γίνεσθαι. Σκόπει γάρ μοι πόσος αὐτοῦ τῆς ἀρετῆς ὁ πλοῦτος, ὅτι σήμερον ἐν τοσαύταις ἡμέραις τὰ κατ’ αὐτὸν διηγούμε‐ νοι, οὐδέπω καὶ νῦν τέλος ἐπιθεῖναι ἰσχύσαμεν τῇ κατ’ αὐτὸν ὑποθέσει. Καὶ τί λέγω τέλος ἐπιθεῖναι; Ὅσα | |
10 | ἂν εἴπωμεν, οὐ δυνάμεθα ἐφικέσθαι· ἀλλὰ κἂν ἡμεῖς πολλὰ δυνηθῶμεν εἰπεῖν, κἂν οἱ μεθ’ ἡμᾶς, οὐδὲ οὕτω πρὸς τὸ τέλος φθάσαι δυνησόμεθα· τοσοῦτόν ἐστιν ἀρετή. Ἐὰν γὰρ βουληθῶμεν, ἅπασαν ἡμῶν τὴν φύσιν οὗτος παιδεῦσαι δυνήσεται, καὶ πρὸς τὸν τῆς ἀρετῆς ζῆλον | |
15 | ἐναγαγεῖν. Ὅταν γὰρ καὶ μεταξὺ τοσούτων πονηρῶν ἀναστρεφόμενος οὗτος ὁ δίκαιος, καὶ μηδένα ἔχων εὑρεῖν ὁμότροπον, πρὸς τοσοῦτον μέτρον εὑρέθη φθάνων τῆς ἀρετῆς, τίς ἡμῖν ἔσται ἀπολογία τοῖς μηδὲ τοσαῦτα κω‐ λύματα ἔχουσι, καὶ ῥᾳθυμοῦσι πρὸς τὴν ταύτης κατόρ‐ | |
20 | θωσιν; Μὴ γάρ μοι τὴν ἐν τοῖς πεντακοσίοις ἔτεσι δια‐ γωγὴν λέγε μόνον, ὅτι κωμῳδούμενος καὶ χλευαζόμε‐ νος διετέλει ὑπὸ τῶν τὴν κακίαν μετιόντων, ἀλλὰ καὶ τὴν ἐν τῇ κιβωτῷ διατριβήν. Ὁ γὰρ ἐνιαυτὸς ἐκεῖνος ἀντίῤῥοπος εἶναί μοι δοκεῖ τοῦ παντὸς χρόνου· τοσαύ‐ | |
25 | την ἐκεῖ τὴν θλίψιν ὑπομένειν ὁ δίκαιος ἠναγκάζετο, ἐν στενοχωρίᾳ τοιαύτῃ τυγχάνων, καὶ μηδὲ ἀναπνεῖν δυ‐ νάμενος, καὶ τῆς μετὰ τῶν θηρίων καὶ τῶν ἀλόγων δια‐ γωγῆς ἀνεχόμενος, καὶ διὰ πάντων δεικνὺς αὐτοῦ τῆς γνώμης τὸ στεῤῥὸν, καὶ τὸ ἀκλινὲς τῆς προαιρέσεως, καὶ | |
30 | τὴν πίστιν ἣν περὶ τὸν Θεὸν ἐπεδείκνυτο, δι’ ἣν πάντα πράως καὶ κούφως ἔφερε. Δία τοι τοῦτο, ἐπειδὴ τὰ παρ’ αὐτοῦ πάντα εἰσήνεγκε, καὶ τῶν παρὰ τοῦ Θεοῦ μετὰ δαψι‐ λείας ἀπήλαυσεν. Εἰ γὰρ καὶ στενοχωρίαν πολλὴν ὑπ‐ έμενεν ἐν τῇ διαγωγῇ τῆς κιβωτοῦ, ἀλλ’ ὅμως τὸ κλυδώ‐ | |
35 | νιον τὸ φοβερὸν καὶ τὴν πανωλεθρίαν ἐκείνην διέφυγε. Καὶ διὰ τοῦτο μετὰ τὴν στενοχωρίαν ἐκείνην καὶ τὴν ἀφόρητον εἱρκτὴν, καὶ ἀδείας καὶ ἀνέσεως ἀπήλαυε, καὶ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἠξιοῦτο, καὶ πάλιν τὴν οἰ‐ κείαν εὐγνωμοσύνην διὰ τῶν ἔργων ἐπλήρου· καὶ παντα‐ | |
40 | χοῦ εὑρήσεις τὰς ἀρχὰς παρ’ αὐτοῦ εἰσφερομένας. Ὥσπερ δὲ τὴν πρώτην ἅπασαν ἡλικίαν τὴν ἀρετὴν μεταδιώξας, καὶ τῆς κακίας ἐκείνων ἐκτὸς γεγονὼς, οὐ συναπήλαυσεν αὐτοῖς τῆς τιμωρίας, ἀλλὰ πάντων ὑποβρυχίων γινομέ‐ νων αὐτὸς μόνος διεσώζετο· οὕτω πάλιν ἐπειδὴ πολλὴν | |
45 | τὴν πίστιν εἰσήνεγκε, καὶ μετ’ εὐχαριστίας τῆς ἐν τῇ κιβωτῷ οἰκήσεως ἠνέσχετο, πάλιν τὰ παρὰ τοῦ Θεοῦ ἠκολούθησε μετὰ πολλῆς τῆς φιλοτιμίας, καὶ ἐξενεχθεὶς τῆς κιβωτοῦ, καὶ εἰς τὴν προτέραν διαγωγὴν ἀποκατα‐ σταθεὶς, εὐθέως εὐλογίας ἀξιοῦται, καὶ πάλιν τὴν οἰ‐ | |
53.237(50) | κείαν εὐγνωμοσύνην ἐπιδειξάμενος, καὶ τὴν κατὰ δύνα‐ μιν εὐχαριστίαν ποιησάμενος, καὶ οὕτω μειζόνων ἀξιοῦ‐ ται παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ γὰρ ἔθος τοῦτο τῷ Θεῷ, ἐπειδὰν μικρὰ καὶ εὐτελῆ παρ’ ἡμῶν εἰσενεχθῇ, ὅμως δ’ οὖν εἰσενεχθῇ, πολλὴν ἡμῖν τὴν παρ’ αὐτοῦ δω‐ | |
55 | ρεῖσθαι φιλοτιμίαν. Καὶ ἵνα μάθῃς καὶ τῆς ἀνθρωπίνης εὐτελείας τὴν ὑπερβολὴν, καὶ τοῦ Δεσπότου σου τὴν φι‐ λοτιμίαν, σκόπει μοι ἐνταῦθα. Κἂν γὰρ βουληθῶμέν τι εἰσενεγκεῖν, τί τοσοῦτον δυνησόμεθα, ἢ ὅσον τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἐπιδείξασθαι; Τὰ μέν τοι παρ’ αὐτοῦ | |
60 | διὰ τῶν ἔργων εἰς ἡμᾶς ἐκπληροῦται. Ποῦ οὖν ἂν ἴσον | Column end |
53.238 | γένοιτο ἔργα καὶ λόγοι; Ἀνενδεὴς γὰρ ὢν ἡμῶν ὁ Δεσπότης, οὐδενὸς δεῖται τῶν παρ’ ἡμῶν, εἰ μὴ τῶν ῥη‐ μάτων μόνον· καὶ αὐτὴν δὲ τὴν διὰ τῶν λόγων εὐχαρι‐ στίαν ἀπαιτεῖ, οὐχ ὡς ταύτης χρῄζων αὐτὸς, ἀλλ’ ἵνα | |
5 | ἡμᾶς παιδεύσῃ εὐγνώμονας εἶναι, καὶ ἐπιγινώσκειν τὸν τῶν ἀγαθῶν χορηγόν. Διὰ τοῦτο καὶ Παῦλος γράφων ἔλεγεν, Εὐχάριστοι γίνεσθε Οὐδὲν γὰρ οὕτως ἐπιζητεῖ παρ’ ἡμῶν ὁ Δεσπότης, ὡς τοῦτο τὸ κατόρθωμα. Μὴ τοίνυν ἀγνώμονες γινώμεθα, μηδὲ δι’ ἔργων εὐεργετού‐ | |
10 | μενοι αὐτοὶ, ὀκνῶμεν τὴν διὰ τῶν λόγων εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ· πάλιν γὰρ εἰς ἡμᾶς τὸ κέρδος περιίσταται. Ἐὰν γὰρ ἐπὶ τοῖς φθάσασιν εὐχάριστοι γινώμεθα, καὶ πρὸς τὸ τῶν μειζόνων τυχεῖν ἑαυτοῖς πολ‐ λὴν προευτρεπίζομεν τὴν παῤῥησίαν. Μόνον, παρακαλῶ, | |
15 | καθ’ ἑκάστην ἡμέραν καὶ ὥραν, εἰ οἷόν τε, ἀναλογιζώ‐ μεθα καθ’ ἑαυτοὺς μὴ τὰς κοινὰς μόνον εὐεργεσίας, ἃς πάσῃ τῇ φύσει ὁ τῶν ὅλων δημιουργὸς κεχάρισται, ἀλλὰ καὶ τὰς ἰδίᾳ καὶ καθ’ ἕκαστον ἡμῖν παρεχομένας. Καὶ τί λέγω τὰς ἰδίᾳ καὶ καθ’ ἕκαστον παρεχομένας; | |
20 | Καὶ ὑπὲρ ὧν ἀγνοοῦντες εὐεργετούμεθα, καὶ ὑπὲρ τού‐ των εὐχαριστῶμεν. Ἐπειδὴ γὰρ κήδεται τῆς ἡμετέρας σωτηρίας, πολλὰ καὶ μὴ εἰδότας ἡμᾶς εὐεργετεῖ, καὶ πολλάκις καὶ κινδύνων ἐξαρπάζει, καὶ ἑτέρας εὐεργεσίας εἰς ἡμᾶς κατατίθεται. Πηγὴ γάρ ἐστι φιλανθρωπίας, καὶ | |
25 | οὐδέποτε παύεται τὰ ἐκεῖθεν νάματα τῇ τῶν ἀνθρώπων φύσει προχέουσα. Ἂν τοίνυν ταῦτα λογιζώμεθα, καὶ σπουδάζωμεν καὶ ὑπὲρ τῶν φθασάντων τὰς εὐχαριστίας ἀναφέρειν τῷ Δεσπότῃ, καὶ ὑπὲρ τῶν ἑξῆς τοιούτους ἑαυτοὺς κατασκευάζειν, ὥστε μὴ ἀναξίους φανῆναι τῶν | |
30 | παρ’ αὐτοῦ εὐεργεσιῶν, δυνησόμεθα καὶ πολιτείαν ἀρί‐ στην ἐπιδείξασθαι, καὶ τῆς κακίας τὴν πεῖραν διαφυ‐ γεῖν. Ἡ γὰρ μνήμη τῶν εὐεργεσιῶν ἱκανὴ διδάσκαλος ἡμῖν ἔσται τῆς κατ’ ἀρετὴν πολιτείας, οὐκ ἀφιεῖσά ποτε εἰς ῥᾳθυμίαν ἐμπεσόντας καὶ λήθην, πρὸς τὴν κακίαν | |
35 | αὐτομολῆσαι. Ἡ γὰρ νήφουσα καὶ ἐγρηγορυῖα ψυχὴ οὐ τότε μόνον ἐπειδὰν κατὰ ῥοῦν φέρηται τὰ πράγματα, εὐγνωμοσύνην ἐπιδείκνυται, ἀλλὰ κἂν ἐναντία τις πρα‐ γμάτων περίστασις παρακολουθήσῃ, καὶ τότε τὴν ἴσην εὐχαριστίαν ἀναφέρει, οὐδὲν ἀπὸ τῆς τῶν πραγμάτων | |
40 | μεταβολῆς χαυνουμένη, ἀλλὰ ταύτῃ μᾶλλον νευρουμένη, καὶ τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν λογιζομένη, καὶ ὡς εὔπορος ὢν καὶ εὐμήχανος δύναται καὶ δι’ ἐναντίων πραγμάτων, εἰ καὶ ἡμεῖς τὴν ἀκριβῆ κατάληψιν μὴ ἰσχύωμεν συνιδεῖν, τὴν ἑαυτοῦ κηδεμονίαν ἐπιδείξασθαι. | |
45 | ϛʹ. Οὕτω τοίνυν ἅπαντα τὰ καθ’ ἡμᾶς παραχωροῦν‐ τες, ὅπως ἂν φέρηται τὰ πράγματα, ἡμεῖς ἓν μόνον ἔργον ἔχωμεν, τὸ διηνεκῶς αὐτῷ εὐχαριστεῖν ὑπὲρ ἁπάντων. Διὰ γὰρ τοῦτο λογικοί τινες γεγόναμεν, καὶ ταύτῃ τῶν ἀλόγων διεστήκαμεν, ἵνα τὰς εὐφημίας καὶ τοὺς ὕμνους | |
53.238(50) | καὶ διηνεκεῖς δοξολογίας ἀναφέρωμεν τῷ τῶν ὅλων δη‐ μιουργῷ. Διὰ τοῦτο καὶ ψυχὴν ἡμῖν ἐνέπνευσε, καὶ γλῶσ‐ σαν ἐχαρίσατο, ἵνα τῶν παρ’ αὐτοῦ εἰς ἡμᾶς εὐεργεσιῶν εἰς αἴσθησιν ἐρχόμενοι, καὶ τὴν δεσποτείαν ἐπιγινώσκω‐ μεν, καὶ τὴν εὐγνωμοσύνην ἐπιδειξώμεθα, καὶ τὴν | |
55 | κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρωμεν τῷ Δεσπότῃ. Εἰ γὰρ ἄνθρωποι οἱ τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντες, μικράν τινα πολλάκις καὶ εὐτελῆ εἰς ἡμᾶς εὐεργεσίαν καταθέμενοι, ἀπαιτοῦσι τὴν ὑπὲρ ὧν πεπόνθαμεν εὐχα‐ ριστίαν, οὐ διὰ τὴν ἡμετέραν εὐγνωμοσύνην, ἀλλ’ ἵνα | |
60 | καὶ αὐτοὶ ἐντεῦθεν λαμπρότεροι φαίνωνται· πολλῷ μᾶλ‐ λον ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ τοῦτο πλείω ποιεῖν ἡμᾶς | |
χρὴ, τοῦ διὰ τὴν ἡμετέραν ὠφέλειαν μόνον τοῦτο γίνε‐ | ||
53.239 | σθαι βουλομένου. Ὥσπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων ἡ γι‐ νομένη εὐχαριστία εἰς τοὺς εὐεργετηκότας, ἐκείνους λαμπροτέρους ἐργάζεται, οὕτως ἐπὶ τοῦ φιλανθρώπου Θεοῦ ὅταν τοῦτο ποιῶμεν, ἑαυτοὺς λαμπροτέρους ἀπερ‐ | |
5 | γαζόμεθα· ἐπειδὴ οὐχὶ τῆς παρ’ ἡμῶν δεόμενος εὐφημίας τοῦτο βούλεται γίνεσθαι, ἀλλ’ ἵνα πάλιν εἰς ἡμᾶς περι‐ στῇ τὸ κέρδος, καὶ μείζονος συμμαχίας ἑαυτοὺς ἀξίους καταστήσωμεν. Εἰ γὰρ καὶ μὴ δυνάμεθα κατ’ ἀξίαν ποτὲ τοῦτο ποιῆσαι· πῶς γὰρ, τοσαύτῃ ἀσθενείᾳ φύσεως συν‐ | |
10 | δεδεμένοι; καὶ τί λέγω τὴν ἀνθρωπίνην φύσιν; ἀλλ’ οὐδὲ αὐταὶ αἱ ἀσώματοι καὶ ἀόρατοι δυνάμεις, καὶ αἱ ἀρχαὶ καὶ αἱ ἐξουσίαι, καὶ τὰ Χερουβὶμ, καὶ τὰ Σεραφεὶμ τὴν κατ’ ἀξίαν δοξολογίαν ἀναφέρειν εὐχαριστοῦντες δυνήσονται· ἀλλ’ ὅμως τὴν κατὰ δύναμιν ἀνενεγκεῖν εὐχαριστίαν δί‐ | |
15 | καιον ἂν εἴη, καὶ διηνεκῶς δοξάζειν τὸν ἡμέτερον Δεσπό‐ την καὶ διὰ τῆς τῶν λόγων εὐφημίας, καὶ διὰ τῆς ἀρί‐ στης πολιτείας. Αὕτη γὰρ μάλιστα καὶ λαμπροτέρα γένοιτο ἡ εὐφημία, ὅταν διὰ μυρίων γλωσσῶν τὴν δοξο‐ λογίαν ἀναφέρωμεν. Ὁ γὰρ ἐνάρετος ἕκαστον τῶν εἰς | |
20 | αὐτὸν ὁρώντων παρασκευάζει τὸν αὐτοῦ Δεσπότην ἀν‐ υμνεῖν· καὶ ἡ παρ’ ἐκείνων δοξολογία πολλὴν καὶ ἄφα‐ τον τῷ τὴν αἰτίαν παρέχοντι χαρίζεται τὴν παρὰ τοῦ Δεσπότου εὔνοιαν. Τί οὖν ἂν ἡμῶν μακαριστότερον γέ‐ νοιτο, εἰ μέλλοιμεν μὴ μόνον αὐτοὶ διὰ τῆς οἰκείας γλώτ‐ | |
25 | της δοξάζειν τὸν ἀγαθὸν Θεὸν, ἀλλὰ καὶ πάντας τοὺς ὁμογενεῖς διεγείρειν εἰς τὴν ὑπὲρ ἡμῶν δοξολογίαν; Τοσαύτη γὰρ τῆς ἀρετῆς ἡ ἰσχὺς, ὡς μυρίοις στόμασι δύνασθαι τὸν δημιουργὸν ἀνυμνεῖν. Οὐδὲν γὰρ ἀρίστης πολιτείας ἴσον γένοιτο, ἀγαπητέ. Διὰ τοῦτο καὶ ὁ Κύ‐ | |
30 | ριος ἔλεγε· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Εἶδες πῶς καθάπερ τὸ φῶς φανὲν ἀπελαύνει τὸ σκότος, οὕτω καὶ ἡ ἀρετὴ ὀφθεῖσα καὶ τὴν κακίαν φυγαδεύει, καὶ | |
35 | τῆς πλάνης τὸ σκότος ἀπελάσασα πρὸς δοξολογίαν κινεῖ τῶν ὁρώντων τὴν διάνοιαν; Οὕτω τοίνυν σπουδάζωμεν ἡμῶν λάμπειν τὰ ἔργα, ὡς τὸν ἡμέτερον δοξάζεσθαι Δε‐ σπότην. Ταῦτα δὲ ἔλεγεν ὁ Χριστὸς, οὐχ ἵνα πρὸς ἐπί‐ δειξίν τι πράττωμεν· μὴ γένοιτο· ἀλλ’ ἵνα μετὰ ἀκρι‐ | |
40 | βείας καὶ κατὰ τὸ αὐτῷ δοκοῦν πολιτευόμενοι μήτε βλασ‐ φημίᾳ τινὶ χώραν παρέχωμεν, καὶ διὰ τῆς τῶν ἀγα‐ θῶν ἔργων πράξεως παρασκευάζωμεν τοὺς ὁρῶντας δο‐ ξάζειν τὸν τῶν ὅλων Θεόν. Τότε γὰρ, τότε καὶ τὴν παρ’ αὐτοῦ εὔνοιαν μειζόνως ἐπισπασόμεθα, καὶ τὴν κόλασιν | |
45 | διαφυγεῖν δυνησόμεθα, καὶ τῶν ἀποῤῥήτων ἀγαθῶν ἐπι‐ τυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα καὶ τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
50t | ΟΜΙΛΙΑ ΚΖʹ. | |
51n | Καὶ ᾠκοδόμησε Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ | |
52n | ἔλαβεν ἀπὸ πάντων τῶν κτηνῶν τῶν καθαρῶν, καὶ | |
53n | ἀπὸ πάντων τῶν πετεινῶν καθαρῶν, καὶ ἀνήνεγκεν | |
54n | ὁλοκάρπωσιν εἰς τὸ θυσιαστήριον. | |
55 | αʹ. Εἴδετε χθὲς τοῦ φιλανθρώπου Δεσπότου τὴν ἀγαθό‐ τητα, ὅπως τὸν δίκαιον ἐξήγαγεν ἐκ τῆς κιβωτοῦ, ἐλευ‐ θερώσας καὶ τῆς ἐκεῖ διαγωγῆς, καὶ ἀπαλλάξας τοῦ χα‐ λεποῦ ἐκείνου καὶ ξένου δεσμωτηρίου, καὶ τῆς ὑπομονῆς αὐτῷ τὰς ἀμοιβὰς ἀποδέδωκεν εἰπών· Αὐξάνεσθε καὶ | |
60 | πληθύνεσθε. Μάθωμεν σήμερον τοῦ Νῶε τὴν εὐγνω‐ μοσύνην, καὶ τὴν εὐχάριστον ψυχὴν, δι’ ἧς πάλιν πλείονα καὶ πολλῷ μείζονα ἐξεκαλέσατο τοῦ Θεοῦ τὴν περὶ αὐτὸν | |
εὔνοιαν. Καὶ γὰρ τοιοῦτος ὁ Θεός· ἐπειδὰν ἴδῃ ἐπὶ τοῖς | Column end | |
53.240 | φθάσασιν εὐγνώμονας γεγενημένους, ἐπιδαψιλεύεται τὰς παρ’ ἑαυτοῦ δωρεάς. Σπουδάζωμεν τοίνυν καὶ ἡμεῖς τὴν κατὰ δύναμιν εὐχαριστίαν ἀναφέρειν τῷ Δεσπότῃ ὑπὲρ τῶν ὑπαρξάντων ἡμῖν παρ’ αὐτοῦ ἀγαθῶν, ἵνα καὶ μει‐ | |
5 | ζόνων ἀξιωθῶμεν, καὶ μηδέποτε ἐπιλανθανώμεθα τῶν παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν εἰς ἡμᾶς γεγενημένων, ἀλλὰ ἀεὶ ταῦτα στρέφωμεν ἐπὶ τῆς διανοίας τῆς ἡμετέρας, ἵνα ὑπὸ τῆς μνήμης συνωθούμενοι διηνεκῆ τὴν εὐχαριστίαν ποιώμεθα, εἰ καὶ τοσαῦται τὸ πλῆθός εἰσιν, ὡς μηδὲ ἀρ‐ | |
10 | κεῖν τὸν λογισμὸν τὸν ἡμέτερον ἐξαριθμήσασθαι τὴν εἰς ἡμᾶς φιλοτιμίαν αὐτοῦ γεγενημένην. Τί γὰρ ἄν τις λο‐ γίσαιτο τὰ ἤδη εἰς ἡμᾶς γεγενημένα, τὰ ἐπηγγελμένα, τὰ καθ’ ἑκάστην ἡμέραν γινόμενα· ὅτι ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρήγαγεν, ὅτι καὶ σῶμα καὶ ψυχὴν ἐχαρί‐ | |
15 | σατο, ὅτι λογικοὺς ἡμᾶς ἐδημιούργησεν, ὅτι τὸν ἀέρα τοῦτον ἀναπνεῖν ἐχαρίσατο, ὅτι τὴν κτίσιν ἅπασαν διὰ τὴν ἀνθρωπίνην φύσιν παρήγαγεν, ὅτι αὐτὸς μὲν ἐβου‐ λήθη ἐκ προοιμίων τῆς τοῦ παραδείσου διαίτης ἀπολαύειν τὸν ἄνθρωπον, καὶ ἀνώδυνον βίον ἔχειν, καὶ μόχθοι | |
20 | παντὸς ἀπηλλαγμένον, καὶ μηδὲν ἔλαττον ἔχειν τῶν ἀγ‐ γέλων καὶ τῶν ἀσωμάτων ἐκείνων δυνάμεων ἐν σώματι τυγχάνοντα, ἀλλὰ καὶ ἀνώτερον εἶναι τῶν σωματικῶν ἀναγκῶν; Εἶτα ἐπειδὴ διὰ ῥᾳθυμίαν ὑπήχθη τῇ ἀπάτῃ τοῦ διαβόλου τῇ διὰ τοῦ ὄφεως προσαχθείσῃ, οὐδὲ οὕτω | |
25 | διέλιπε τὸν ἡμαρτηκότα, τὸν παραβεβηκότα εὐεργετῶν, ἀλλὰ καὶ δι’ ὧν ἐτιμωρήσατο, καθάπερ καὶ χθὲς ἐλέ‐ γομεν, τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν ἐπ‐ εδείξατο, καὶ πολλὰ ἕτερα καὶ ἀναρίθμητα εὐεργεσιῶν εἴδη εἰς αὐτὸν κατέθετο. Καὶ λοιπὸν τοῦ χρόνου προ‐ | |
30 | ϊόντος, καὶ τοῦ γένους αὐξανομένου, καὶ εἰς κακίαν ἀποκλίναντος, ἐπειδὴ ἑώρα ἀνίατα γινόμενα τὰ τραύ‐ ματα, καθάπερ ζύμην τινὰ πονηρὰν, τοὺς τῆς κακίας ἐργάτας ἠφάνισε, καταλιπὼν τὸν δίκαιον τοῦτον, ῥίζαν καὶ ἀρχὴν γενέσθαι τοῦ τῶν ἀνθρώπων γένους. | |
35 | Καὶ πάλιν σκόπει πόσην περὶ αὐτὸν ἐπιδείκνυται τὴν φιλοτιμίαν. Ἀπὸ τοῦ δικαίου τούτου καὶ τῶν τούτου υἱῶν ἅπασαν τὴν τῶν ἀνθρώπων φύσιν εἰς τοσοῦτον πλῆθος ἐπιδιδόναι παρεσκεύασε, καὶ κατὰ μικρὸν τοὺς δικαίους ἐκλεξάμενος, τοὺς πατριάρχας λέγω, διδασκά‐ | |
40 | λους ἐπέστησε τῷ λοιπῷ τῶν ἀνθρώπων γένει, διὰ τῆς οἰκείας ἀρετῆς ἅπαντας ἐναγαγεῖν δυναμένους, καὶ καθάπερ ἰατροὺς, τοὺς νενοσηκότας θεραπεύειν δυναμέ‐ νους. Ποτὲ μὲν εἰς τὴν Παλαιστίνην, ποτὲ δὲ εἰς Αἴγυ‐ πτον κατάγει, ὁμοῦ καὶ τῶν αὑτοῦ δούλων ἐγγυμνάζων | |
45 | τὴν ὑπομονὴν, καὶ τὴν οἰκείαν δύναμιν περιφανεστέραν δεικνύς· καὶ διηνεκῶς οὕτω διετέλεσε φροντίζων τῆς τῶν ἀνθρώπων σωτηρίας, προφήτας ἀναδεικνὺς, καὶ σημεῖα καὶ θαύματα δι’ αὐτῶν ἐπιτελεῖσθαι ποιῶν. Εἶτα, ἵνα συντεμὼν εἴπω· καθάπερ γὰρ τῆς θαλάττης τὰ κύ‐ | |
53.240(50) | ματα, κἂν μυριάκις βιασώμεθα, οὐκ ἄν ποτε δυνηθείη‐ μεν ἐξαριθμεῖσθαι, οὕτως οὐδὲ τὸ ποικίλον τῶν εὐεργε‐ σιῶν τοῦ Θεοῦ, ὧν περὶ τὴν ἡμετέραν φύσιν ἐπεδείξατο. Τὸ δὲ τελευταῖον, ἐπειδὴ εἶδε μετὰ τοσαύτην πρόνοιαν ἔτι πολλῆς καὶ ἀφάτου φιλανθρωπίας δεομένην τὴν τῶν | |
55 | ἀνθρώπων φύσιν, καὶ οὐδὲν πλέον ἰσχύσαντας, οὐ τοὺς πατριάρχας, οὐ τοὺς προφήτας, οὐ τὰ θαύματα ἐκεῖνα τὰ παράδοξα, οὐ τὰς τιμωρίας καὶ τὰς νουθεσίας τὰς καθ’ ἕκαστον ἐπαγομένας, καὶ τὰς αἰχμαλωσίας ἐκείνας τὰς ἐπαλλήλους, ὥσπερ οἰκτείρας τὸ γένος τὸ ἡμέτερον, | |
60 | τῶν ψυχῶν καὶ τῶν σωμάτων ἰατρὸν, τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἐκ τῶν κόλπων ἀναστήσας, ὡς εἰπεῖν, τῶν πατρικῶν, δούλου μορφὴν ἀναλαβόντα παρεσκεύασεν | |
ἐκ παρθένου τεχθῆναι, καὶ σὺν ἡμῖν ἀναστραφῆναι, καὶ | ||
53.241 | πάντα ὑπομεῖναι τὰ ἡμέτερα, ἵνα τὴν ἡμετέραν φύσιν κάτω που κειμένην ὑπὸ τοῦ τῶν ἁμαρτημάτων πλήθους ἀναγαγεῖν δυνηθῇ ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανόν. Καὶ τοῦτο ἐκπληττόμενος ὁ τῆς βροντῆς υἱὸς, καὶ ἐννοῶν τῆς | |
5 | ἀγάπης τοῦ Θεοῦ τὴν ὑπερβολὴν, ἣν περὶ τὸ τῶν ἀνθρώ‐ πων γένος ἐπεδείξατο, ἐβόα καὶ ἔλεγεν· Οὕτω γὰρ ἠγά‐ πησεν ὁ Θεὸς τὸν κόσμον. Ὅρα πόσου θαύματος γέμει ἡ λέξις· Οὕτω, φησὶ, τὸ μέγεθος ἀναλογιζόμενος, ὅπερ ἤμελλεν ἐρεῖν· διὰ τοῦτο οὕτως ἤρξατο. Εἰπὲ οὖν ἡμῖν, | |
10 | ὦ μακάριε Ἰωάννη· Οὕτω, πῶς; εἰπὲ τὸ μέτρον, εἰπὲ τὸ μέγεθος, δίδαξον ἡμᾶς τὴν ὑπερβολήν. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ δέδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐ‐ τὸν μὴ ἀπόληται, ἀλλ’ ἔχῃ ζωὴν αἰώνιον. | |
15 | Εἶδες τὴν αἰτίαν τῆς τοῦ Υἱοῦ παρουσίας ταύτην οὖ‐ σαν, ὥστε τοὺς μέλλοντας ἀπόλλυσθαι σωτηρίας ἀφορ‐ μὴν εὑρεῖν διὰ τῆς εἰς αὐτὸν πίστεως; Τί ἄν τις λογί‐ σαιτο εἰς ἔννοιαν ἐλθὼν τῆς φιλοτιμίας ἐκείνης τῆς μεγάλης καὶ θαυμαστῆς, καὶ πάντα νικώσης λόγον, ἣν | |
20 | ἐχαρίσατο τῇ φύσει τᾷ ἡμετέρᾳ διὰ τῆς τοῦ βαπτίσμα‐ τος δωρεᾶς, πάντων ἡμῖν τῶν πλημμελημάτων τὴν ἀπαλλαγὴν δωρησάμενος; Ἀλλὰ τί εἴπω, Οὔτε ἡ διάνοια ἐξαρκεῖ, οὐδὲ ὁ λόγος ἐξισχύει τὰ λοιπὰ ἐξαριθμήσασθαι. Ὅσα γὰρ ἂν εἴπω, τοσαῦτά ἐστι τὰ λείποντα, ὡς νικᾷν | |
25 | τῶν ἤδη ῥηθέντων τὴν ὑπερβολήν. Τί οὖν ἄν τις ἐννοή‐ σειε τῆς μετανοίας τὴν ὁδὸν, ἣν ἐχαρίσατο διὰ τὴν ἄφα‐ τον αὐτοῦ φιλανθρωπίαν τῷ ἡμετέρῳ γένει, καὶ μετὰ τὴν τοῦ βαπτίσματος δωρεὰν τὰς ἐντολὰς τὰς θαυμαστὰς, δι’ ὧν, εἰ βουληθείημεν, δυνησόμεθα τὴν παρ’ αὐτοῦ | |
30 | ῥοπὴν ἐπισπάσασθαι; βʹ. Εἶδες, ἀγαπητὲ, ἄβυσσον εὐεργεσιῶν; εἶδες πόσας ἀπαριθμησάμενοι, οὐδέπω οὐδὲ τὸ πολλοστὸν εἰ‐ πεῖν ἠδυνήθημεν; Πῶς γὰρ ἀνθρωπίνη γλῶττα δυνήσεται τὰ παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς γεγενημένα λόγῳ διελθεῖν; | |
35 | Τούτων τοίνυν τοσούτων καὶ τηλικούτων ὄντων, πάλιν πολλῷ μείζους καὶ ἀποῤῥητότεραί εἰσιν αἱ εὐεργεσίαι, ἃς μετὰ τὴν ἐντεῦθεν μετάστασιν ἐν τῷ μέλλοντι αἰῶνι ἐπηγγείλατο τοῖς τὴν ὁδὸν τῆς ἀρετῆς βαδίζουσι. Καὶ ἵνα δι’ ὀλίγων ῥημάτων τοῦ μεγέθους αὐτῶν τὴν ὑπερ‐ | |
40 | βολὴν ἡμῖν παραστήσῃ, φησὶν ὁ μακάριος Παῦλος· Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν. Εἶδες δωρεῶν ὑπερβολήν; εἶδες πᾶσαν ἔννοιαν ἀνθρωπίνην ὑπερβαινούσας αὐτοῦ τὰς | |
45 | εὐεργεσίας· Ἐπὶ καρδίαν γὰρ, φησὶν, ἀνθρώπου οὐκ ἀνέβη. Ἐὰν τοίνυν βουλώμεθα ταύτας ἀναλογίζεσθαι, καὶ τὴν κατὰ δύναμιν τὴν ἡμετέραν εὐχαριστίαν ποιῆ‐ σαι, δυνησόμεθα τὴν αὐτοῦ εὔνοιαν ἐπὶ πλέον ἐπισπά‐ σασθαι, καὶ πρὸς τὴν ἀρετὴν μᾶλλον διεγερθῆναι. Ἡ | |
53.241(50) | γὰρ τῶν εὐεργεσιῶν μνήμη ἱκανὴ προτρέψασθαι πρὸς τοὺς τῆς ἀρετῆς πόνους, καὶ παρασκευάσαι πάντων ὑπεριδεῖν τῶν παρόντων, καὶ πρὸς τὸν τοσαῦτα εὐεργε‐ τηκότα κεχηνέναι, καὶ τὸν περὶ αὐτὸν πόθον ἀκμάζοντα καθ’ ἑκάστην ἡμέραν ἐπιδείκνυσθαι. Ἐντεῦθεν γὰρ καὶ | |
55 | ὁ δίκαιος οὗτος τοσαύτης ἀπήλαυσε τῆς ἄνωθεν εὐνοίας καὶ τῆς τιμῆς, ἐπειδὴ πολλὴν ὑπὲρ τῶν φθασάντων τὴν εὐγνωμοσύνην ἐπεδείξατο. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀνεγνωσμέ‐ νων ἀναγκαῖον προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. | |
60 | Ἐπειδὴ γὰρ ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ κατὰ τὸ πρόσταγμα τοῦ Δεσπότου, μετὰ τῶν υἱῶν, καὶ τῆς ἑαυτοῦ γυναικὸς, καὶ γυναικῶν τῶν παίδων, καὶ πάντων τῶν θηρίων καὶ | |
τῶν πετεινῶν, καὶ ἐδέξατο παρὰ τοῦ Θεοῦ μετὰ τῆς | Column end | |
53.242 | ἐξόδου καὶ τὴν εὐλογίαν ἐκείνην τὴν πολλὴν αὐτῷ παρα‐ μυθίαν κομίζουσαν, τὴν λέγουσαν, Αὐξάνεσθε καὶ πληθύνεσθε, διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ δικαίου τὴν εὐγνωμοσύνην, φησί· Καὶ ᾠκοδόμησε | |
5 | Νῶε θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἔλαβεν ἀπὸ πάν‐ των τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν, καὶ ἀνήνεγκεν ὁλοκάρπω‐ σιν ἐπὶ τὸ θυσιαστήριον. Σκόπει μετὰ ἀκριβείας, ἀγαπητὲ, ἐκ τῶν νῦν ῥημάτων πάλιν, πῶς ἐν αὐτῇ τῇ | |
10 | φύσει ὁ τῶν ἁπάντων δημιουργὸς ἐναπέθετο τὴν γνῶσιν ἡμῖν ἀκριβῆ τῆς ἀρετῆς. Πόθεν γὰρ, εἰπέ μοι, τοῦτο τῷ δικαίῳ ἐπῆλθεν; Οὐδεὶς ἦν ἕτερος, πρὸς ὃν ἰδεῖν εἶχεν. Ἀλλὰ καθάπερ ἐν ἀρχῇ ὁ ὑπὸ τοῦ πρωτοπλάστου τεχθεὶς, Ἄβελ λέγω, οἴκοθεν κινούμενος τὴν προσαγωγὴν ἐποιή‐ | |
15 | σατο μετὰ πολλῆς τῆς ἀκριβείας· οὕτω δὴ καὶ νῦν ὁ δίκαιος οὗτος ἐξ οἰκείας γνώμης καὶ προαιρέσεως ὑγιοῦς κατὰ τὴν ἀνθρωπίνην δύναμιν, ὡς ἐνόμισε, διὰ τῶν θυ‐ σιῶν τὰς εὐχαριστίας ἀναφέρει τῷ Δεσπότῃ. Καὶ ὅρα αὐτὸν μετὰ πολλῆς φιλοσοφίας ἅπαντα διαπραττόμενον. | |
20 | Οὔτε γὰρ οἰκοδομῆς αὐτῷ ἐδέησε λαμπρᾶς, οὐ ναοῦ, οὐκ οἴκου τινὸς θαυμαστοῦ, οὐκ ἄλλου οὐδενός· ᾔδει γὰρ, ᾔδει σαφῶς, ὅτι γνώμην ἐπιζητεῖ μόνον ὁ Δεσπότης· καὶ ἐσχεδιασμένον οἰκοδομήσας τὸ θυσιαστήριον, καὶ λαβὼν ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν, καὶ ἀπὸ τῶν | |
25 | πετεινῶν τῶν καθαρῶν, τὰς ὁλοκαρπώσεις ἀνήνεγκε. καὶ, ὅσον εἶχε δυνάμεως, τῆς οἰκείας προαιρέσεως τὴν εὐγνωμοσύνην ἐπεδείξατο· ἣν ἀποδεξάμενος ὁ φιλάνθρω‐ πος Θεὸς καὶ τὴν γνώμην ἐστεφάνωσε, καὶ τὴν παρ’ ἑαυτοῦ πάλιν φιλοτιμίαν ἐπιδείκνυται. Φησὶ γὰρ ἡ Γραφή· | |
30 | Καὶ ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας. Ὅρα πῶς ἡ γνώμη τοῦ προσάγοντος τὸν καπνὸν, καὶ τὴν κνίσσαν, καὶ πᾶσαν τὴν ἐντεῦθεν τικτομένην ἀηδίαν πολλῆς τῆς εὐωδίας ἐνέπλησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Ὅτι Χριστοῦ εὐωδία ἐσμὲν ἐν τοῖς σωζομένοις καὶ | |
35 | ἐν τοῖς ἀπολλυμένοις, οἷς μὲν ὀσμὴ θανάτου εἰς θάνατον, οἷς δὲ ὀσμὴ ζωῆς εἰς ζωήν. Ὀσμὴν εὐωδίας. Μὴ τῇ παχύτητι τῆς λέξεως προσπταίῃς, ἀλλὰ τῇ σαυτοῦ ἀσθενείᾳ τῶν ῥημάτων τὴν συγκατάβασιν λογι‐ | |
40 | σάμενος, νόει ἐντεῦθεν, ὅτι δεκτὴ γέγονεν ἡ προσαγωγὴ τοῦ δικαίου. Ἵνα γὰρ καὶ δι’ αὐτῶν τῶν πραγμάτων εἰδέναι ἔχωμεν τὸ ἀνενδεὲς τοῦ Δεσπότου, καὶ ὅτι δι’ οὐδὲν ἕτερον ταῦτα γίνεσθαι συνεχώρησεν, ἀλλ’ ἵνα εἰς εὐγνωμοσύνην ἀγάγῃ τοὺς ἀνθρώπους· διὰ τοῦτο | |
45 | ἀφίησιν αὐτὰς τῷ πυρὶ καταναλίσκεσθαι, ἵνα καὶ αὐτοὶ οἱ προσάγοντες μάθωσιν ἐκ τῶν γινομένων, ὡς διὰ τὴν αὐτῶν ὠφέλειαν ἅπαντα γίνεται. Τίνος δὲ ἕνεκεν, εἰπέ μοι, καὶ ὅλως συγχωρεῖ ταῦτα γίνεσθαι; Καὶ τοῦτο πά‐ λιν συγκαταβαίνων τῇ ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ· ἐπειδὴ | |
53.242(50) | γὰρ ἔμελλον κατὰ μικρὸν οἱ ἄνθρωποι εἰς ῥᾳθυμίαν ἀποκλίνοντες καὶ θεοὺς ἑαυτοῖς ἐπιφημίζειν, καὶ τούτοις τὰς θυσίας ἐπιτελεῖν, προλαβὼν καταδέχεται ἑαυτῷ ταῦτα προσάγεσθαι, ἵνα οὕτω γοῦν ἀποστήσῃ τῆς ὀλε‐ θρίας πλάνης τοὺς μέλλοντας ὑποσύρεσθαι. Καὶ ὅτι | |
55 | διὰ συγκατάβασιν πάντα ταῦτα παρ’ αὐτοῦ συνεχωρήθη, σκόπει τοῦ χρόνου προϊόντος ὅτι καὶ περιτομὴν νομοθε‐ τεῖσθαι κατεδέξατο, οὐχ ὡς πρὸς τὴν τῆς ψυχῆς σω‐ τηρίαν συντελέσαι τι ταύτης δυναμένης, ἀλλ’ ἵνα ὥσπερ σημεῖόν τι καὶ σφραγῖδα περιφέρωσι, δεῖγμα τῆς οἰκείας | |
60 | εὐγνωμοσύνης, οἱ τῶν Ἰουδαίων παῖδες, καὶ μὴ ἐξῇ αὐ‐ | |
τοῖς συναναφύρεσθαι ταῖς τῶν ἐθνῶν ἐπιμιξίαις. | ||
53.243 | γʹ. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος σημεῖον αὐτὸ καλεῖ λέγων· Καὶ σημεῖον ἔδωκε περιτομῆς, σφραγῖδα. Ὅτι γὰρ πρὸς τὴν δικαιοσύνην οὐδὲν αὐτὴ συντελεῖ, ἰδοὺ καὶ οὗτος ὁ δίκαιος μηδέπω τῆς περιτομῆς νομοθε‐ | |
5 | τηθείσης πρὸς τοσαύτην ἔφθασεν ἀρετήν. Καὶ τί λέγω; Αὐτὸς ὁ πατριάρχης Ἀβραὰμ, πρὶν ἢ τὴν περιτομὴν δέξασθαι, ἀπὸ τῆς πίστεως μόνης ἐδικαιώθη. Πρὸ γὰρ τῆς περιτομῆς, φησὶ, καὶ Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τί τοίνυν | |
10 | μέγα φρονεῖς, ὦ Ἰουδαῖε, ἐπὶ τῇ περιτομῇ; Μάνθανε, ὅτι πρὸ ταύτης πολλοὶ δίκαιοι γεγόνασι. Καὶ γὰρ ὁ Ἄβελ ἐκ πίστεως τὴν προσαγωγὴν ἐποιήσατο, καθάπερ καὶ Παῦλός φησιν· Πίστει πλείονα θυσίαν Ἄβελ παρὰ Κάϊν προσήνεγκε τῷ Θεῷ· καὶ Ἐνὼχ μετετέθη, | |
15 | καὶ ὁ Νῶε κατὰ τὴν πολλὴν δικαιοσύνην τὸ κλυδώνιον ἐκεῖνο τὸ χαλεπὸν διέφυγε· καὶ ὁ Ἀβραὰμ πρὸ ταύτης ἀπὸ τῆς εἰς τὸν Θεὸν πίστεως ἀνεκηρύχθη. Οὕ‐ τως ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπὸ πίστεως τὸ τῶν ἀνθρώ‐ πων γένος τῆς σωτηρίας ἐπέτυχε. Διά τοι τοῦτο καὶ | |
20 | τὰς θυσίας συνεχώρησεν ὁ φιλάνθρωπος Δεσπότης αὐτῷ προσάγεσθαι, ἵνα ἐπειδὴ ἔτι ἀτελέστερον διέκειτο ἡ φύ‐ σις ἡ ἡμετέρα, ὁμοῦ καὶ τὴν οἰκείαν εὐγνωμοσύνην ἔχῃ ἐπιδείκνυσθαι, καὶ τῆς πρὸς τὰ εἴδωλα θεραπείας πάντη διαφύγῃ τὴν λύμην. Εἰ γὰρ, καὶ τοσαύτης γενομένης | |
25 | συγκαταβάσεως, ὅμως οἱ πολλοὶ οὐ διέφυγον τὸν ὄλι‐ σθον, εἰ μὴ τοῦτο γέγονε, πῶς ἄν τις τὴν ἐκεῖθεν δι‐ έφυγε βλάβην; Καὶ ὠσφράνθη Κύριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Ἀλλ’ οὐκ ἐπὶ τῶν ἀγνωμόνων Ἰουδαίων οὕ‐ τως· ἀλλὰ τί; Ἄκουε τοῦ προφήτου λέγοντος, Θυμίαμα | |
30 | εἰς βδέλυγμά μοι ἐστὶ, μονονουχὶ δεικνύοντος τῆς προαιρέσεως τῶν προσαγόντων τὴν μοχθηρίαν. Καθά‐ περ γὰρ ἐνταῦθα ἡ τοῦ δικαίου ἀρετὴ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐωδίας εἰργάσατο, οὕτως ἐπ’ ἐκεί‐ νων ἡ τῶν προσαγόντων πονηρία τὸ θυμίαμα τὸ εὐῶδες | |
35 | εἰς βδέλυγμα ὀσφρανθῆναι παρεσκεύασε. Πανταχοῦ τοίνυν σπουδάζωμεν, παρακαλῶ, γνώμην ὑγιῆ ἐπιδεί‐ κνυσθαι. Αὕτη γὰρ αἰτία γίνεται πάντων τῶν ἀγαθῶν. Ὁ γὰρ ἀγαθὸς Δεσπότης οὐ τοῖς παρ’ ἡμῶν γινομένοις προσέχειν εἴωθεν ὡς τῇ ἔνδοθεν διανοίᾳ, ἀφ’ ἧς ὁρμώμε‐ | |
40 | νοι ταῦτα διαπραττόμεθα, καὶ πρὸς ἐκείνην βλέπων ἢ προσίεται τὰ ὑφ’ ἡμῶν γινόμενα, ἢ ἀποστρέφεται. Κἄν τε οὖν εὐχώμεθα, κἄν τε νηστεύωμεν, κἄν τε ἐλεημο‐ σύνην ἐργαζώμεθα (αὗται γὰρ ἡμῶν εἰσιν αἱ πνευματι‐ καὶ θυσίαι), κἄν τε ἕτερόν τι πνευματικὸν ἔργον ἐπιτε‐ | |
45 | λῶμεν, ἀπὸ γνώμης ὑγιοῦς ὁρμώμενοι τοῦτο διαπρατ‐ τώμεθα, ἵνα καὶ τῶν καμάτων ἄξιον τὸν στέφανον κο‐ μισώμεθα. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων τὸν μὲν πόνον ἡμᾶς ὑπομένειν, τῆς δὲ ἀμοιβῆς ἀποστερεῖσθαι, ὅταν μὴ κατὰ τοὺς ὑπ’ αὐτοῦ δοθέντας νόμους τὴν ἀρε‐ | |
53.243(50) | τὴν μετίωμεν. Ἔστι γὰρ, ἔστι διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν καὶ τὸ ἔργον μὴ ἐπιτελέσαντας, ἀπὸ τῆς γνώμης μόνον τὸν στέφανον κομίσασθαι· καὶ ἵνα μά‐ θῃς, σκόπει μοι τοῦτο ἐπὶ τῆς ἐλεημοσύνης· ὅταν γὰρ ἴδῃς τὸν ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένον καὶ ἐσχάτῃ πενίᾳ | |
55 | κατεχόμενον, καὶ συναλγῇς, τείνας τε τὴν διάνοιαν εἰς τὸν οὐρανὸν εὐχαριστήσῃς τῷ Δεσπότῃ καὶ ὑπὲρ τῶν κατὰ σαυτὸν, καὶ ὑπὲρ τῆς ὑπομονῆς τοῦ πένητος, κἂν μὴ δύναιο ἐπαρκέσαι καὶ λῦσαι τὸν λιμὸν, ἀπὸ τῆς γνώ‐ μης ἀπηρτισμένον ἔλαβες τὸν μισθόν. Διὰ γὰρ τοῦτο | |
60 | καὶ ὁ Δεσπότης ἔλεγεν· Ὃς ἐὰν ποτίσῃ ποτήριον ψυ‐ χροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, | |
οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ, Μή τι ψυχροῦ πο‐ | Column end | |
53.244 | τηρίου εὐτελέστερον; Ἀλλ’ ἡ γνώμη τὸν μισθὸν αὐτῷ προεξένησε. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ἐναντίου εὑρήσομεν. Ἀλλ’ ἀναγκαῖον γοῦν ταῦτα κινεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα τούτων τὴν ἀκρίβειαν εἰδότες πολλὴν τῆς | |
5 | εὐγνωμοσύνης ποιῆσθε τὴν ἀσφάλειαν. Ἄκουε γὰρ τί φησιν ὁ Χριστός· Ὁ ἐμβλέψας γυναῖκα πρὸς τὸ ἐπι‐ θυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρ‐ δίᾳ αὐτοῦ. Ὁρᾷς καὶ ἐνταῦθα πάλιν ἀπὸ τῆς μοχθηρᾶς γνώμης καὶ τὴν κατάκρισιν ἑπομένην, καὶ διὰ τὴν ἀπερί‐ | |
10 | σκεπτον ὄψιν, ὡς εἰς ἔργον τῆς μοιχείας ἐξελθούσης αὐτῷ, τὴν κόλασιν ἐπηρτημένην; Ταῦτα τοίνυν ἐννοοῦν‐ τες, πανταχοῦ τὴν γνώμην ἡμῶν ἀσφαλισώμεθα, ἵνα αὕτη τὰ παρ’ ἡμῶν γινόμενα παρασκευάσῃ εὐπρόσδεκτα γί‐ νεσθαι. Εἰ γὰρ τὸν καπνὸν καὶ τὴν κνίσσαν ὀσμὴν εὐω‐ | |
15 | δίας ἐποίησε, τί οὐκ ἂν ἐργάσηται τὰς πνευματικὰς ἡμῶν ταύτας λατρείας, καὶ πόσης ἡμᾶς οὐ παρασκευάσῃ ἀπο‐ λαῦσαι τῆς ἄνωθεν εὐνοίας; Καὶ ὠσφράνθη, φησὶ, Κύ‐ ριος ὁ Θεὸς ὀσμὴν εὐωδίας. Εἶδες τὰ παρὰ τοῦ δικαίου γεγενημένα, πῶς, ὅσον μὲν πρὸς τὴν ὄψιν τῶν γεγονότων, | |
20 | εὐτελῆ τυγχάνει, ἀπὸ δὲ τῆς ὑγιοῦς αὐτοῦ γνώμης καὶ πάνυ μεγάλα δείκνυται; Σκόπει μοι λοιπὸν τοῦ φιλαν‐ θρώπου Δεσπότου τὴν ἄπειρον ἀγαθότητα. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς· Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων, | |
25 | ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν καθὼς ἐποίησα, ἔτι πάσας τὰς ἡμέρας τῆς γῆς. δʹ. Πολὺς τῆς εὐεργεσίας ὁ ὄγκος, καὶ πολὺ τῆς φιλ‐ | |
30 | ανθρωπίας τὸ μέγεθος, καὶ ἄφατος τῆς ἀνεξικακίας ἡ ὑπερβολή. Καὶ εἶπε Κύριος ὁ Θεὸς διανοηθείς. Τὸ, Διανοηθεὶς, πάλιν ἀνθρωπίνως, καὶ ὡς πρὸς τὴν ἡμε‐ τέραν φύσιν. Οὐ προσθήσω ἔτι τοῦ καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ γὰρ ἐπὶ τοῦ πρω‐ | |
35 | τοπλάστου κατηράσατο εἰπὼν, Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ· καὶ ἐπὶ τοῦ Κάϊν πάλιν ὁμοίως. Ἐπεὶ οὖν καὶ νῦν τὴν τοσαύτην πανωλεθρίαν ἐπήγαγεν, ἵνα πα‐ ραμυθήσηται τὸν δίκαιον, καὶ θαῤῥεῖν παρασκευάσῃ, καὶ μὴ μέλλῃ λογίζεσθαι καθ’ ἑαυτὸν, τί τὸ κέρδος τῆς | |
40 | γεγενημένης εὐλογίας; καὶ τοῦ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, εἰ μέλλοιμεν πάλιν εἰς πλῆθος ἐπιδιδόντες ἀπόλλυσθαι; Καὶ γὰρ καὶ ἤδη εἶπεν ἐπὶ τοῦ Ἀδὰμ, Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ ἐπήγαγε κατακλυ‐ σμόν. Ἵνα οὖν μὴ ταῦτα λογιζόμενος καὶ στρέφων ἐν | |
45 | τῇ διανοίᾳ διηνεκῶς τὴν ἀγωνίαν ἔχῃ, ὅρα φιλανθρωπίαν Δεσπότου. Οὐ προσθήσω, φησὶν, ἔτι καταράσασθαι τὴν γῆν διὰ τὰ ἔργα τῶν ἀνθρώπων. Ὅρα πῶς ἐπ‐ εσημήνατο, ὅτι διὰ τὴν τούτων μοχθηρίαν τὴν κατάραν ἐπήγαγε τῇ γῇ. Εἶτα ἵνα μὴ νομίσωμεν, ὅτι ἐπειδὴ ἐπὶ | |
53.244(50) | τὸ βέλτιον μετεβάλοντο, διὰ τοῦτο αὐτὸς ταύτην ἐποιή‐ σατο τὴν ὑπόσχεσιν, φησίν· Ὅτι ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος. Ξένον φιλανθρωπίας εἶδος. Ἐπειδὴ ἔγκειται, φησὶν, ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ | |
55 | νεότητος, διὰ τοῦτο, Οὐκέτι προσθήσω τοῦ καταρά‐ σασθαι τὴν γῆν. Ἐγὼ μὲν γὰρ, φησὶ, τὰ παρ’ ἐμαυ‐ τοῦ καὶ ἅπαξ καὶ δεύτερον ἐπεδειξάμην· ἐπειδὴ δὲ ὁρῶ τὴν κακίαν αὐξανομένην, ἐπαγγέλλομαι μηκέτι κατα‐ ράσασθαι τὴν γῆν. Εἶτα δεικνὺς αὐτοῦ τῆς φιλανθρω‐ | |
60 | πίας τὸ μέγεθος, ἐπήγαγεν· Οὐ προσθήσω οὖν ἔτι πατάξαι πᾶσαν σάρκα ζῶσαν, καθὼς ἐποίησα, πάσας τὰς ἡμέρας. Ὅρα μοι πῶς διὰ πάντων μεγίστην χαρί‐ | |
ζεται τῷ δικαίῳ τὴν παραμυθίαν· μᾶλλον δὲ οὐ τῷ δι‐ | ||
53.245 | καίῳ, ἀλλὰ διὰ τὴν οἰκείαν ἀγαθότητα καὶ πάσῃ τῇ μελλούσῃ συνίστασθαι τῶν ἀνθρώπων φύσει. Τὸ γὰρ, Οὐ προσθήσω οὖν πατάξαι πᾶσαν σάρκα ζῶσαν, καὶ τὸ, Καθὼς ἐποίησα, καὶ τὸ, Πάσας τὰς ἡμέρας, | |
5 | τοῦτό ἐστιν ἐνδεικνυμένου, ὅτι οὐκέτι τοιοῦτον ἔσται κλυδώνιον, οὔτε τοσαύτη πανωλεθρία καταλήψεται τὴν οἰκουμένην. Εἶτα καὶ τῆς εὐεργεσίας αὐτοῦ τὸ διηνε‐ κές· Ἐν πάσαις, φησὶ, ταῖς ἡμέραις, τοῦτ’ ἔστι, πάντα τὸν αἰῶνα ἐπαγγέλλομαι μηκέτι τοσαύτην ἐπιδείξα‐ | |
10 | σθαι τὴν ἀγανάκτησιν, οὐδὲ οὕτω σύγχυσιν ἐργάσα‐ σθαι τῆς τῶν ὡρῶν κράσεως, καὶ τῆς τῶν στοιχείων θέσεως. Διὸ καὶ ἐπήγαγε, Σπέρμα καὶ θερισμὸς, ψῦ‐ χος καὶ καῦμα, θέρος καὶ ἔαρ ἡμέραν καὶ νύκτα οὐ καταπαύσουσιν. Ἀκίνητος, φησὶν, ἔσται αὕτη ἡ διά‐ | |
15 | ταξις, καὶ οὔτε ἡ γῆ διαλείψει ποτὲ τὰ παρ’ ἑαυτῆς τῷ τῶν ἀνθρώπων γένει χορηγοῦσα, καὶ τῶν καμάτων καὶ τῆς γεωργίας ἀποδιδοῦσα τὰς ἀμοιβὰς, οὔτε αἱ τροπαὶ μετακινηθήσονται, ἀλλὰ ψῦχος καὶ καῦμα, καὶ θέρος καὶ ἔαρ καθ’ ἕκαστον τοῦ ἐνιαυτοῦ κύκλον ἔσται. Ἐπειδὴ | |
20 | γὰρ κατὰ τὸν τοῦ κατακλυσμοῦ καιρὸν ταύτης ὅλης τῆς διατάξεως σύγχυσίς τις γέγονε, καὶ καθάπερ ἐν μιᾷ νυ‐ κτὶ, οὕτως ἐν παντὶ τῷ χρόνῳ ἐν τῇ κιβωτῷ διῆγεν ὁ δίκαιος οὗτος, διὰ τοῦτό φησι· νῦν οὔτε ἡ ἡμέρα, οὔτε ἡ νὺξ τὸν οἰκεῖον ἐλλείψει δρόμον, ἀλλὰ μέχρι τῆς συντε‐ | |
25 | λείας τοῦ αἰῶνος ἀκίνητος ἔσται τούτων ἡ λειτουργία. Εἶδες παράκλησιν ἀρκοῦσαν καὶ δυναμένην ἀναστῆσαι τοῦ δικαίου τὸ φρόνημα; εἶδες τῆς εὐγνωμοσύνης οἵαν δέχεται τὴν ἀμοιβήν; Ἄκουε καὶ ἐκ τῶν ἐπαγομένων πάλιν τὴν ἄφατον φιλοτιμίαν. Καὶ εὐλόγησε, φησὶν, ὁ | |
30 | Θεὸς τὸν Νῶε καὶ τοὺς υἱοὺς αὐτοῦ. Καὶ εἶπεν αὐ‐ τοῖς· Αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς. Καὶ ὁ τρόμος ὑμῶν καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐπὶ | |
35 | πάντα τὰ κινούμενα ἐπὶ τῆς γῆς, καὶ ἐπὶ πάντας τοὺς ἰχθύας τῆς θαλάσσης· ὑπὸ χεῖρας ὑμῖν πάντα δέδωκα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἄξιον | |
40 | ἐνταῦθα θαυμάσαι τοῦ Δεσπότου τὴν ὑπερβάλλουσαν ἀγαθότητα. Ὅρα γάρ μοι πάλιν τὸν δίκαιον τοῦτον τῆς αὐτῆς εὐλογίας ἀξιούμενον τῷ Ἀδὰμ, καὶ τὴν ἀφαιρε‐ θεῖσαν ἀρχὴν ἀνακαλεσάμενον διὰ τῆς οἰκείας ἀρετῆς, μᾶλλον δὲ διὰ τὴν ἄφατον τοῦ Δεσπότου φιλανθρωπίαν. | |
45 | Ὥσπερ γὰρ ἐπ’ ἐκείνου ἔλεγεν, Αὐξάνεσθε καὶ πλη‐ θύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύ‐ σατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης, καὶ τῶν ἑρπετῶν, καὶ πετεινῶν τοῦ οὐρανοῦ, καὶ τῶν θηρίων τῆς γῆς· οὕτω νῦν φησι· Καὶ ὁ τρόμος ὑμῶν | |
53.245(50) | καὶ ὁ φόβος ἔσται ἐπὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, καὶ ἐπὶ πάντα τὰ ὄρνεα. Καὶ πᾶν ἑρπετὸν, ὅ ἐστι ζῶν, ὑμῖν ἔσται εἰς βρῶσιν. Ὡς λάχανα χόρτου δέ‐ δωκα ὑμῖν τὰ πάντα. Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ὅρα τὸν αὐτὸν κανόνα ἑτέρως διασωζό‐ | |
55 | μενον, τὸν ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ μετὰ τὸ πάντων ἐγχειρίσαι τὴν ἀρχὴν, καὶ τῶν ἐν τῷ παραδείσῳ παρασχεῖν τὴν ἀπόλαυσιν, ἑνὸς ξύλου μόνον ἀπέχεσθαι ἐκέλευσεν· οὕτω δὴ καὶ ἐνταῦθα μετὰ τὴν εὐλογίαν, καὶ τὸ φοβερὸν αὐτὸν καταστῆσαι τοῖς | |
60 | θηρίοις, καὶ πάντα τὰ πετεινὰ καὶ τὰ ὄρνεα ὑπὸ χεῖρα ποιῆσαι, φησί· Πᾶν ἑρπετὸν ζῶν ὑμῖν ἔσται εἰς βρῶ‐ σιν· ὡς λάχανα χόρτου ὑμῖν δέδωκα τὰ πάντα. Ἐν‐ | |
τεῦθεν ἀρχὴ κρεωφαγίας γίνεται, οὐχ ἵνα εἰς γαστριμαρ‐ | Column end | |
53.246 | γίαν αὐτοὺς ἀλείψῃ, ἀλλ’ ἐπειδὴ ἤμελλον ἐξ αὐτῶν θυ‐ σίας ἀναφέρειν οἱ ἄνθρωποι, καὶ εὐχαριστίας ποιεῖσθαι τῷ Δεσπότῃ, ἵνα μὴ δόξωσιν ὡς ἀφιερωμένων ἀπέχε‐ σθαι, διὰ τοῦτο τῆς βρώσεως τὴν ἐξουσίαν χαρίζεται, καὶ | |
5 | πολλὴν τὴν ἄδειαν παρέχει. Ὡς λάχανα χόρτου, φησὶ, δέδωκα ὑμῖν τὰ πάντα. Εἶτα καθάπερ ἐπὶ τοῦ Ἀδὰμ τοῦ ἑνὸς ξύλου ἐνετείλατο μετὰ τὴν πάντων ἀπόλαυσιν ἀπέχεσθαι, οὕτω καὶ ἐνταῦθα, μετὰ τὸ πάντων ἀδεῶς ἐπιτρέψαι τὴν ἑστίασιν, φησί· Πλὴν κρέας ἐν αἵματι | |
10 | ψυχῆς οὐ φάγεσθε. Τί οὖν βούλεται τὸ εἰρημένον; τί ἐστι, Κρέας ἐν αἵματι ψυχῆς; Τοῦτ’ ἔστι, πνικτόν. Τοῦ γὰρ ἀλόγου ἡ ψυχὴ τὸ αἷμα τυγχάνει. εʹ. Ἐπεὶ οὖν τὰς θυσίας ἤμελλον ἐπιτελεῖν τὰς διὰ τῶν ἀλόγων, μονονουχὶ διδάσκει αὐτοὺς λέγων, ὅτι τὸ μὲν | |
15 | αἷμα ἐμοὶ ἀφώρισται, τὸ δὲ κρέας ὑμῖν. Ταῦτα δὲ ποιεῖ, ἄνωθεν προαναστέλλων αὐτῶν τὴν ὁρμὴν τὴν περὶ τὴν ἀνδροφονίαν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ εὐλα‐ βεστέρους αὐτοὺς ἐντεῦθεν ποιῆσαι βουλόμενος ταῦτα διατάττεται, ἄκουε τῶν ἑξῆς. Καὶ γὰρ τὸ ὑμέτερον | |
20 | αἷμα, φησὶ, τῶν ψυχῶν ὑμῶν, ἐκζητήσω αὐτὸ ἐκ χει‐ ρὸς πάντων τῶν θηρίων, καὶ ἐκ χειρὸς ἀνθρώπου ἀδελφοῦ ἐκζητήσω τὴν ψυχὴν τοῦ ἀνθρώπου. Τί οὖν; ἡ ψυχὴ τοῦ ἀνθρώπου τὸ αἷμα τυγχάνει; Οὐ τοῦτο λέγει· μὴ γένοιτο· ἀλλὰ τῇ συνηθείᾳ τῇ ἀνθρωπίνῃ κέχρηται, | |
25 | ὡς ἄν τις εἴποι τινὶ, τὸ αἷμά σου βαστάζω ἐν ταῖς χερσί μου, ἀντὶ τοῦ, τὴν ἐξουσίαν ἔχω τῆς ἀναιρέσεώς σου. Ὅτι γὰρ οὐ τὸ αἷμά ἐστι τοῦ ἀνθρώπου ἡ ψυχὴ, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀπο‐ κτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων | |
30 | ἀποκτεῖναι. Καὶ ὅρα τὴν διαφορὰν ὅσην ἐποιήσατο. Ὁ ἐκχέων, φησὶν, αἷμα ἀνθρώπου, ἀντὶ τοῦ αἵματος αὐτοῦ τὸ αὐτοῦ ἐκχυθήσεται, ὅτι ἐν εἰκόνι Θεοῦ ἐποίησα τὸν ἄνθρωπον. Ἐννόησόν μοι, ὅσον τὸν φόβον διὰ τοῦ ῥήματος ἐπετείχισεν. Εἰ καὶ τὸ ὁμογενὲς, φησὶ, | |
35 | μὴ γίνεταί σοι κώλυμα, οὐδὲ ἡ κοινωνία τῆς φύσεως ἀφίστησί σε τῆς κακῆς ἐπιχειρήσεως, ἀλλὰ καὶ τὴν συμ‐ πάθειαν τὴν ἀδελφικὴν ἀπωσάμενος, ὅλος γίνῃ τοῦ μια‐ ροῦ τούτου τολμήματος, ἐννόει ὅτι κατ’ εἰκόνα Θεοῦ δε‐ δημιούργηται, καὶ ὅσης ἠξίωται παρὰ τοῦ Θεοῦ τῆς | |
40 | προεδρίας, καὶ ὅτι πάσης τῆς κτίσεως τὴν ἐξουσίαν ἀνα‐ δέδεκται, καὶ παῦσαι τῆς μοχθηρᾶς γνώμης. Τί οὖν φη‐ σιν; Ἐὰν μυρίους τις ἐργάσηται φόνους, καὶ τοσαῦτα αἵματα ἐκχέῃ, πῶς τὴν ἀξίαν δώῃ δίκην, τοῦ αἵματος αὐτοῦ μόνου ἐκχυθέντος; Μὴ τοῦτο λογίζου, ἄνθρωπε, | |
45 | ἀλλ’ ἐννόει ὅτι τοιοῦτον μετ’ οὐ πολὺ δέξεται σῶμα ἄφθαρτον, τὸ δυνάμενον διηνεκῆ καὶ αἰώνιον κόλασιν ὑπ‐ έχειν. Κἀκεῖνο δὲ σκόπει, πῶς μετὰ ἀκριβείας διετά‐ ξατο. Ἐπὶ μὲν γὰρ τοῦ ἀνθρώπου φησὶ, μὴ ἐκχέῃς αἷμα· ἐπὶ δὲ τῶν ἀλόγων οὐκ εἶπε, μὴ ἐκχέῃς, ἀλλὰ, | |
53.246(50) | Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Ἐκεῖ, μὴ ἐκχέῃς· ἐνταῦθα, μὴ φάγῃς. Εἶδες ὅσον τὸ ἀνεπαχθὲς ἔχουσιν αὐτοῦ αἱ νομοθεσίαι; πῶς κοῦφαι καὶ ῥᾴδιαι αἱ ἐντολαί; πῶς οὐδὲν βαρὺ οὐδὲ φορτικὸν ἐπιζητεῖ παρὰ τῆς ἡμετέρας φύσεως; Λέγουσι | |
55 | γάρ τινες βαρὺ καὶ γεῶδες καὶ νοσοποιὸν εἶναι τὸ τῶν ἀλόγων αἷμα. Ἀλλ’ ἡμεῖς μὴ δι’ ἐκεῖνον τὸν φιλοσοφώ‐ τερον λόγον, ἀλλὰ διὰ τὴν τοῦ Δεσπότου νομοθεσίαν τὴν φυλακὴν ὀφείλομεν ἐκδείκνυσθαι. Εἶτα ἵνα μάθωμεν ἀκριβῶς τίνος ἕνεκεν τοσαύτην ταύτης τῆς ἐντολῆς τὴν | |
60 | ἀκρίβειαν ἐποιήσατο, καὶ ὅτι ἀναχαιτίζων τῶν ἀνθρώ‐ | |
πων τὴν φονικὴν γνώμην φησὶν, Ὑμεῖς δὲ αὐξάνεσθε | ||
53.247 | καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, καὶ κατα‐ κυριεύσατε αὐτῆς· οὐχ ἁπλῶς εἶπεν, Ὑμεῖς δὲ, ἀλλὰ μονονουχὶ λέγων, ὑμεῖς οἱ ὀλίγοι, οἱ εὐαρίθμητοι πᾶσαν τὴν γῆν πληρώσατε, καὶ κατακυριεύσατε αὐτῆς, τοῦτ’ | |
5 | ἔστι, τὴν ἀρχὴν ἔχετε, καὶ τὴν ἐξουσίαν, καὶ τὴν ἀπό‐ λαυσιν. Ὅρα μοι Θεοῦ φιλανθρωπίαν, πῶς πρότερον με‐ γάλας τὰς εὐεργεσίας δωρούμενος, τότε καὶ νόμον καὶ ἐντολὴν δίδωσι. Καὶ καθάπερ ἐπὶ τοῦ Ἀδὰμ, μετὰ τὸ ἐγκατοικῆσαι ἐν τῷ παραδείσῳ, καὶ τὴν τοσαύτην ἀπό‐ | |
10 | λαυσιν χαρίσασθαι, τότε τὴν ἀποχὴν τοῦ ξύλου ἐνετεί‐ λατο· οὕτω καὶ ἐνταῦθα μετὰ τὸ ὑποσχέσθαι μηκέτι τοι‐ αύτην ἐπάξειν πανωλεθρίαν, μηδὲ ἀγανάκτησιν τοιαύτην ἐπιδείξασθαι, ἀλλὰ ἀκίνητα μέχρι τῆς συντελείας ἐᾷν ἅπαντα τὰ στοιχεῖα διαμένειν, ἕκαστον τὸν οἰκεῖον δρό‐ | |
15 | μον καὶ τὴν οἰκείαν τάξιν ἀποπληροῦντα, καὶ εὐλογίας αὐτοὺς ἀξιῶσαι, καὶ τὴν ἀρχαίαν ἐξουσίαν δωρήσασθαι τὴν κατὰ τῶν ἀλόγων ἁπάντων, καὶ τῆς κρεωφαγίας τὴν ἄδειαν παρασχεῖν, τότε φησὶ, Πλὴν κρέας ἐν αἵματι ψυχῆς οὐ φάγεσθε. Εἶδες πῶς πρότερον εὐεργετεῖ καὶ | |
20 | τὴν φιλοτιμίαν ἄφατον ἐπιδείκνυται, καὶ τότε ἐπιτάττει; καίτοι γε ἐπ’ ἀνθρώπων οὐκ ἄν ποτε τοῦτο γένοιτο. Οἱ γὰρ ἄνθρωποι πρότερον βούλονται τὰ παρ’ ἑαυτῶν ἐπι‐ ταττόμενα εἰς ἔργον ἐκβῆναι, καὶ πολλὴν ἐπιδείξασθαι τὴν εὔνοιαν τοὺς τὰ ἐπιτάγματα δεχομένους, καὶ τὴν | |
25 | τούτων ἐκπλήρωσιν ποιουμένους, καὶ τότε ἄρα ἀμείβεσ‐ θαι τοὺς πολλὴν τὴν ὑπακοὴν ἐπιδειξαμένους. Ἐπὶ δὲ τοῦ κοινοῦ πάντων Δεσπότου τὸ ἐναντίον· πρότερον εὐεργετεῖ καὶ τῷ πλήθει τῶν εὐεργεσιῶν ἐφέλκεται τὴν ἡμετέραν φύσιν, καὶ τότε κοῦφα καὶ ῥᾴδια ἐπιτάττει, | |
30 | ἵνα καὶ τῇ εὐκολίᾳ τῶν ἐπιταγμάτων καὶ ταῖς παραλα‐ βούσαις εὐεργεσίαις διεγηγερμένοι, πρὸς τὴν τούτων ἐπειχθῶμεν ἐκπλήρωσιν. Μὴ τοίνυν ῥᾳθυμῶμεν, ἀγαπητοὶ, μηδὲ ὀκνηρότεροι γινώμεθα περὶ τὴν ὑπακοὴν τῶν ἐπιταχθέντων, καὶ τὰς | |
35 | παραλαβούσας εὐεργεσίας λογιζόμενοι, καὶ τῶν ἐπιτα‐ γμάτων τὴν εὐκολίαν, καὶ τῶν ἐπαγγελιῶν τῶν μετὰ τὴν ἐκπλήρωσιν ἡμῖν τεταμιευμένων τὸ μέγεθος· ἀλλὰ νή‐ φωμεν καὶ περὶ τὴν ἐργασίαν σπεύδωμεν τῶν παρὰ τοῦ Θεοῦ δεδομένων ἡμῖν ἐντολῶν, καὶ τὰς ὁδοὺς, ἃς ἐχαρί‐ | |
40 | σατο τῇ ἡμετέρᾳ φύσει πρὸς τὴν τῶν ψυχῶν ἡμῶν συν‐ τελούσας σωτηρίαν, μὴ ἀποπεμψώμεθα, ἀλλὰ τῷ ὑπο‐ λειπομένῳ τῆς ζωῆς ἡμῶν χρόνῳ εἰς δέον χρησάμενοι, καὶ τὰ ἡμαρτημένα ἀπονιψώμεθα, καὶ πολλὴν ἑαυτοῖς τὴν παῤῥησίαν προαποθώμεθα, καὶ μάλιστα νῦν, | |
45 | ὡς ἔτι ἐνέστηκε τὸ λειπόμενον τῆς ἁγίας τεσσαρακοστῆς μέρος. ϛʹ. Οὐδὲ γὰρ ὀλίγος ἐστὶν ὁ τῶν ἡμερῶν ἀριθμὸς ὁ ὑπολειπόμενος, εἰ βουληθείημεν μικρὸν ἀνανῆψαι. Τοῦτο δὲ εἶπον, οὐκ ἐπειδὴ τοσούτου χρόνου μόνον δεῖται τῶν | |
53.247(50) | ἡμαρτημένων ἡμῖν ἡ διόρθωσις, ἀλλ’ ἐπειδὴ Δεσπότην ἔχομεν φιλάνθρωπον καὶ ἥμερον, καὶ οὐ δεῖται χρόνου πολλοῦ· μόνον ἐὰν μετὰ πολλῆς τῆς θερμότητος καὶ τῆς νήψεως αὐτῷ προσίωμεν, ἀποστήσαντες ἑαυτοὺς τῶν βεβιωμένων ἁπάντων, καὶ προσηλώσαντες τῇ ἄνωθεν | |
55 | ῥοπῇ. Καὶ γὰρ οἱ Νινευῖται τοσούτῳ πλήθει ἁμαρτιῶν βεβαρημένοι, ἐπειδὴ πολλῇ καὶ ἀκριβεῖ τῇ μετανοίᾳ ἐχρή‐ σαντο, οὐκ ἐδεήθησαν πλέον ἢ τριῶν ἡμερῶν πρὸς τὸ ἐκκαλέσασθαι τοῦ Θεοῦ τὴν ἀγαθότητα, καὶ τὴν κατ’ αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἄκυρον ἀποφῆναι. Καὶ τί | |
60 | λέγω, οἱ Νινευῖται; Ὁ λῃστὴς ὁ ἐπὶ τοῦ σταυροῦ οὐδὲ μιᾶς ἡμέρας ἐδεήθη. Καὶ τί λέγω μιᾶς ἡμέρας; Οὐδὲ βραχείας ὥρας. Τοσαύτη ἐστὶν ἡ περὶ ἡμᾶς τοῦ Θεοῦ | |
φιλανθρωπία. Ἐπειδὰν γὰρ ἴδῃ τὸν τόνον τῆς ἡμετέρας | Column end | |
53.248 | γνώμης, καὶ πόθῳ ζέοντι προσιόντας ἡμᾶς, οὐ μέλλει, οὐδὲ ἀναβάλλεται· ἀλλὰ ταχεῖαν παρέχει τὴν παρ’ ἑαυ‐ τοῦ φιλοτιμίαν, καὶ λέγει· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. | |
5 | Ἂν τοίνυν βουληθῶμεν καὶ ἡμεῖς ἐν ταῖς ὀλίγαις ἡμέραις ταύταις σπουδήν τινα ἐπιδείξασθαι, καὶ τῇ συμ‐ μαχίᾳ τῇ ἀπὸ τῆς νηστείας εἰς δέον χρήσασθαι, καὶ τὴν ῥᾳθυμίαν ἀποτιναξάμενοι, εὐχὰς ἐκτενεῖς ποιήσασθαι πρὸς τὸν Δεσπότην, δάκρυα θερμὰ προχέειν, κατηγορεῖν | |
10 | συνεχῶς τῶν ἡμῖν πεπλημμελημένων, προτιθέναι καθά‐ περ ἰατρῷ τὰ ἡμέτερα τραύματα, καὶ τὰ τῆς ψυχῆς ἕλκη δεικνύναι, καὶ τὴν παρ’ αὐτοῦ ἰατρείαν ἐπιζητεῖν, καὶ τὰ ἄλλα τὰ παρ’ ἑαυτῶν εἰσφέρειν, συντριβὴν δια‐ νοίας, κατάνυξιν ἀκριβῆ, ἐλεημοσύνην δαψιλῆ, τὰ λοιπὰ | |
15 | πάθη τὰ διαταράττοντα ἡμῶν τὸν λογισμὸν χαλινοῦν, καὶ ἐξορίζειν τῆς ἡμετέρας ψυχῆς, καὶ μήτε ὑπὸ τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκεῖσθαι, μήτε μνησικα‐ κεῖν πρὸς τοὺς πλησίον, καὶ ἐχθρωδῶς διακεῖσθαι πρὸς τοὺς ὁμογενεῖς. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ | |
20 | καὶ ἀποστρέφεται, ὡς τὸν μνησικακοῦντα ἄνθρωπον καὶ τὴν ἔχθραν τὴν πρὸς τὸν πλησίον ἐπὶ τῆς ψυχῆς διηνε‐ κῶς φυλάττοντα. Τοσαύτη γὰρ ταύτης ἐστὶ τῆς ἁμαρ‐ τίας ἡ λύμη, ὅτι καὶ φιλανθρωπίαν Θεοῦ ἀνεκαλέσατο. Καὶ ἵνα μάθητε, ὑπομνῆσαι ὑμᾶς βούλομαι τῆς παραβο‐ | |
25 | λῆς τῆς ἐν τῷ Εὐαγγελίῳ κειμένης, ὅπως ἐκεῖνος ὁ τῶν μυρίων ταλάντων τὴν συγχώρησιν δεξάμενος παρὰ τοῦ δεσπότου, ἐπειδὴ προσέπεσε, καὶ ἐδεήθη, καὶ ἱκέτευσε. Σπλαγχνισθεὶς γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον συνεχώρησεν αὐτῷ. Εἶδες | |
30 | εὐσπλαγχνίαν δεσπότου; Ἐκεῖνος προσέπιπτεν ἱκετεύων προθεσμίαν αὐτῷ δοθῆναι. Μακροθύμησον γὰρ ἐπ’ ἐμοὶ, φησὶ, καὶ πάντα σοι ἀποδώσω. Ἀλλ’ ὁ ἀγαθὸς δεσπότης, ὁ κηδεμὼν καὶ φιλάνθρωπος, ἐπικαμφθεὶς τῷ ἱκέτῃ, οὐχ ὅσον ᾔτησε, τοσοῦτον παρέσχεν, ἀλλ’ ὅσον | |
35 | οὐδὲ ἐνενόησε. Τοιοῦτον γὰρ αὐτῷ ἔθος ἀεὶ νικᾷν καὶ προφθάνειν τὰς ἡμετέρας αἰτήσεις. Ἐκείνου τοίνυν ἐνδοθῆναι παρακαλέσαντος, καὶ ὑποσχομένου πᾶσαν ποιήσασθαι τὴν ἔκτισιν, ὁ ἀγαθότητι νικῶν τὰ ἡμέτερα πλημμελήματα, σπλαγχνισθεὶς λοιπὸν ἀπέλυσεν αὐτὸν, | |
40 | καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Εἶδες τί μὲν ὁ δοῦλος ᾐτή‐ σατο, ὅσον δὲ ὁ δεσπότης ἐχαρίσατο; Ὅρα πάλιν αὐτοῦ τούτου τὴν ἀπόνοιαν. Δέον γὰρ κατὰ τὴν τοσαύτην φιλ‐ ανθρωπίαν καὶ τὴν ἄφατον εὐεργεσίαν τὴν εἰς αὐτὸν γε‐ γενημένην συμπαθέστατον αὐτὸν καταστῆναι περὶ τοὺς | |
45 | ὁμογενεῖς, ὁ δὲ τὸ ἐναντίον ἐπιδείκνυται. Ἐξελθὼν γὰρ, φησὶν, οὗτος αὐτὸς, ὁ τῶν μυρίων ταλάντων τὴν συγχώ‐ ρησιν δεξάμενος. Ἀκούετε, παρακαλῶ, μετὰ ἀκριβείας· τὰ γὰρ τούτῳ συμβάντα ἱκανὰ καθικέσθαι τῆς ἡμετέρας ψυχῆς, καὶ πεῖσαι τὸ χαλεπὸν τοῦτο νόσημα ἐξορίσαι τῆς | |
53.248(50) | διανοίας τῆς ἡμετέρας. Οὗτος τοίνυν ἐξελθὼν εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια. Σκόπει πόσον τὸ μέσον. Ὧδε σύνδουλος ὁ ὀφεί‐ λων ἑκατὸν δηνάρια, ἐκεῖ δεσπότης ὁ ἀπαιτῶν, καὶ μύρια ἦν τάλαντα· καὶ ὅμως ἐπειδὴ εἶδεν ἱκετεύοντα καὶ πα‐ | |
55 | ρακαλοῦντα, συνεχώρησεν· οὗτος δὲ Κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι εἴ τι ὀφείλεις. Τί οὖν; Πεσὼν, φησὶν, ὁ σύνδουλος αὐτοῦ. Ὅρα πῶς συνεχῶς στρέφει τὸ ῥῆμα τοῦτο ὁ εὐαγγελιστὴς, Ὁ σύνδουλος αὐτοῦ, οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθωμεν, ὅτι οὐδὲν μεταξὺ | |
60 | αὐτῶν τὸ μέσον. Καὶ ὅμως τὴν αὐτὴν ἱκετηρίαν πρὸς | |
53.249 | αὐτὸν ἐποιήσατο, ἣν καὶ οὗτος πρὸς τὸν δεσπότην, λέγων· Μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ, φησὶν, ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς τὴν φυλακὴν, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Ὢ τῆς ἀγνω‐ | |
5 | μοσύνης ὑπερβολή! ἔναυλον ἔχων τὴν μνήμην τῆς τοσ‐ αύτης γενομένης φιλοτιμίας, οὐδὲ οὕτως ἠνέσχετο συμ‐ παθές τι λογίσασθαι· ἀλλὰ πρότερον μὲν ἔπνιγε, νῦν δὲ καὶ εἰς δεσμωτήριον ἐνέβαλεν. ζʹ. Ἀλλ’ ὅρα τί γίνεται. Ἰδόντες δὲ, φησὶν, οἱ σύνδου‐ | |
10 | λοι αὐτοῦ ἐλυπήθησαν· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ αὐτῶν πάντα τὰ γινόμενα. Οὐκ ἐκεῖνος ὁ πεπονθὼς, (πῶς γὰρ, καθειργμένος ἐν τῷ δεσμωτηρίῳ;) ἀλλ’ οἱ σύνδουλοι, οἱ μηδὲν ἠδικημένοι, ὡς ἀδικηθέντες, οὕτως ἠνιάθησαν, καὶ ἐλθόντες ἅπαντα ἐμήνυσαν. Ἀλλ’ | |
15 | ὅρα τοῦ δεσπότου λοιπὸν τὴν ἀγανάκτησιν. Τότε προσκα‐ λεσάμενος αὐτὸν, φησὶ, λέγει· Δοῦλε πονηρέ. Ἀλη‐ θῶς ἐντεῦθέν ἐστιν ἰδεῖν ὅσος τῆς μνησικακίας ὁ ὄλε‐ θρος. Ἡνίκα γὰρ τὰ μύρια τάλαντα ἐμεθόδευεν, οὐκ ἐκάλεσεν αὐτὸν πονηρὸν, ἀλλὰ νῦν, ὅτε περὶ τὸν σύνδου‐ | |
20 | λον γέγονεν ἀπηνής. Πονηρὲ δοῦλε, φησὶ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με. Ὅρα πῶς δείκνυσιν αὐτοῦ τῆς κακίας τὴν ὑπερβολήν. Μὴ γὰρ πλέον τι ἐπεδείξω; φησίν. Οὐχὶ ῥήματα ψιλὰ ἐποιήσω, καὶ δεξάμενός σου τὴν ἱκεσίαν, πᾶσαν ἐκείνην | |
25 | τὴν μεγάλην καὶ ἀπόῤῥητον ὀφειλὴν συνεχώρησα; Οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Ποίας ἂν εἴης ἄξιος συγγνώμης, εἰ ἐγὼ μὲν ὁ δεσπότης σου τοσοῦτον ὄγκον ὀφειλημάτων διὰ τὰ ψιλὰ ἐκεῖνα ῥήματα συνεχώρησα, σὺ δὲ τὸν σύν‐ | |
30 | δουλόν σου τὸν ὁμογενῆ οὐκ ἠλέησας, οὐδὲ ἐπεκάμφθης, οὐδὲ εἰς μνήμην ἐλθὼν τῶν ὑπαρξάντων σοι παρ’ ἐμοῦ, ἐπεδείξω τινὰ περὶ αὐτὸν συμπάθειαν, ἀλλ’ ἀνελεὴς ἐγέ‐ νου καὶ ὠμὸς, καὶ ἐλεῆσαι τὸν σύνδουλόν σου οὐκ ἠθέλη‐ σας; Διὰ τοῦτο ἐνταῦθα μαθήσῃ διὰ τῆς πείρας ὅσων | |
35 | κακῶν ἑαυτῷ αἴτιος κατέστης. Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς. Ὅρα καὶ νῦν αὐτὸν ὀργιζόμενον διὰ τὴν εἰς τὸν σύνδουλον ἀπανθρωπίαν, καὶ τοῖς βασανισταῖς παραδιδόντα· καὶ ὅπερ πρότερον οὐκ ἐποίησεν, ἡνίκα τοσούτοις τοῖς ὀφει‐ | |
40 | λήμασιν ὑπεύθυνος ἦν, νῦν κελεύει γίνεσθαι. Παρ‐ έδωκε γὰρ αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον· ἕως οὗ, φησὶ, τὰ μύρια τάλαντα, ὧν τὴν συγχώρησιν ἤδη λαβὼν ἀπῆλθε, ταῦτα καταβάλλῃ. Μεγίστη καὶ ἄφατος ἡ τοῦ Θεοῦ | |
45 | φιλανθρωπία· ἡνίκα μὲν γὰρ αὐτὸς ἐμεθόδευεν ἐπει‐ δὴ τὴν ἱκεσίαν ἐποιήσατο, συνεχώρησεν· ἐπειδὴ δὲ εἶδεν αὐτὸν περὶ τὸν σύνδουλον ὠμὸν καὶ ἀπάνθρω‐ πον γεγονότα, τότε λοιπὸν τὴν οἰκείαν ἀνακαλεῖται φιλοτιμίαν, δεικνὺς αὐτῷ διὰ τῶν πραγμάτων αὐτῶν, | |
53.249(50) | ὡς οὐ τοσοῦτον ἐκεῖνον ἠδίκησεν, ὅσον ἑαυτόν. Καὶ καθάπερ ἐκεῖνος εἰς φυλακὴν ἔβαλεν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον, οὕτω καὶ αὐτὸς τοῖς βασανισταῖς παρα‐ δέδωκεν, ἕως οὗ ἅπασαν καταθῇ τὴν ὀφειλήν. Ταῦτα δὲ οὐ περὶ ταλάντων καὶ περὶ δηναρίων ἁπλῶς εἴρηκεν, | |
55 | ἀλλὰ περὶ ἁμαρτίας ὁ λόγος καὶ μεγέθους πλημμελη‐ μάτων, ἵνα μάθωμεν ὅτι ἡμεῖς μὲν μυρίων πλημμελη‐ μάτων δίκας ὀφείλοντες τῷ Δεσπότῃ, διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν συγχώρησιν παρ’ αὐτοῦ δεχόμεθα. Ἐὰν δὲ περὶ τοὺς ὁμοδούλους καὶ τοὺς ὁμογενεῖς, καὶ | |
60 | τοὺς τῆς αὐτῆς ἡμῖν φύσεως κοινωνοῦντας ὠμοὶ καὶ ἀπάνθρωποι γενώμεθα, καὶ τὰ εἰς ἡμᾶς πλημμελούμενα μὴ διαλύσωμεν, ἀλλ’ ὑπὲρ τῶν εὐτελῶν τούτων πονη‐ | |
ρευώμεθα (ὅσον γὰρ ἑκατὸν δηνάρια πρὸς μύρια τά‐ | Column end | |
53.250 | λαντα, τοσοῦτον τὸ μέσον τῶν ἡμετέρων πρὸς τὸν Δε‐ σπότην πλημμελημάτων, καὶ τῶν εἰς ἡμᾶς γινομένων παρὰ τῶν ὁμογενῶν), τότε καὶ τὴν ἀγανάκτησιν ἐπι‐ σπασόμεθα τοῦ Δεσπότου, καὶ ὧν πρότερον τὴν συγχώ‐ | |
5 | ρησιν ἐδεξάμεθα, τούτων πάλιν τὴν ὀφείλησιν μετὰ βασάνων ἀπαιτεῖσθαι κελευόμεθα. Ἵνα γὰρ μάθωμεν ἀκριβῶς ὅτι πρὸς ὠφέλειαν τῶν ψυχῶν τῶν ἡμετέρων τὴν παραβολὴν ταύτην παρήγαγεν ὁ Δεσπότης, ἄκουε τοῦ ἐπαγομένου· Οὕτω καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος | |
10 | ποιήσει ὑμῖν, φησὶν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώ‐ ματα αὐτῶν. Μέγα τῆς παραβολῆς τὸ κέρδος, μόνον ἐὰν προσέχειν βουλώμεθα. Τί γὰρ τοσοῦτον ἀφεῖναι δυνάμεθα, ὅσον ἀφίεται ἡμῖν παρὰ τοῦ Δεσπότου; Καὶ ἡμεῖς μὲν | |
15 | ἐὰν τοῦτο βουληθῶμεν, ὁμοδούλοις ἀφίεμεν· αὐτοὶ δὲ παρὰ τοῦ Δεσπότου τὴν συγχώρησιν δεχόμεθα. Καὶ ὅρα καὶ τὴν ἀκρίβειαν τῶν εἰρημένων. Οὐ γὰρ εἶπεν ἁπλῶς, ἐὰν μὴ ἀφῆτε τοῖς ἀνθρώποις τὰ ἡμαρτημένα, ἀλλὰ τί; Ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ | |
20 | ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Σκόπει πῶς βούλεται αὐτὴν ἡμῶν τὴν καρδίαν ἐν γα‐ λήνῃ καὶ ἡσυχίᾳ τυγχάνειν, καὶ τὸν λογισμὸν ἡμῶν ἀτάραχον, καὶ παντὸς ἀπηλλάχθαι πάθους, καὶ πολλὴν τὴν πρὸς τοὺς πλησίον ἡμᾶς ἐπιδείκνυσθαι τὴν φιλαγα‐ | |
25 | θωσύνην. Καὶ ἀλλαχοῦ δὲ πάλιν ἔστιν αὐτοῦ ἀκοῦσαι λέγοντος· Ἐὰν γὰρ ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα‐ πτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Μὴ τοίνυν νομίσωμεν ἕτερον εὐεργετεῖν, ὅταν τοῦτο ποιῶμεν, ἢ μεγάλην τινὰ εἰς ἐκεῖνον κατατί‐ | |
30 | θεσθαι χάριν. Αὐτοὶ γάρ ἐσμεν οἱ τῆς εὐεργεσίας ἀπο‐ λαύοντες, καὶ πολὺ τὸ κέρδος ἑαυτοῖς ἐντεῦθεν προξε‐ νοῦντες· ὥσπερ ἐὰν μὴ τοῦτο ποιῶμεν, πάλιν ἐκείνου· μὲν οὐδ’ ὅλως ἀδικῆσαί τι δυνησόμεθα, ἑαυτοῖς δὲ τὴν ἀφόρητον τῆς γεέννης κόλασιν προευτρεπίζομεν. Διὸ, | |
35 | παρακαλῶ, ταῦτα λογιζόμενοι μηδέποτε ἀνεχώμεθα τοῖς λελυπηκόσιν ἡμᾶς, ἢ ἑτέρως πως ἀδικήσασι μνη‐ σικακεῖν, ἢ ἐχθρωδῶς πρὸς αὐτοὺς διακεῖσθαι· ἀλλ’ ἐν‐ νοοῦντες ὅσης ἡμῖν εὐεργεσίας πρόξενοι καὶ παῤῥησίας παρὰ τῷ Δεσπότῃ γίνονται, καὶ πρὸ πάντων ὅτι δαπάνη | |
40 | τυγχάνει τῶν ἡμετέρων ἁμαρτημάτων ἡ πρὸς τοὺς λυ‐ πήσαντας καταλλαγὴ, σπεύδωμεν καὶ ἐπειγώμεθα, καὶ τὸ ἐκ τούτου κέρδος ἐννοοῦντες τοσαύτην ἐπιδειξώμεθα περὶ τοὺς ἠδικηκότας θεραπείαν, ὡσανεὶ πρὸς εὐερ‐ γέτας ἀληθῶς. Ἐὰν γὰρ νήφωμεν, οὐχ οὕτως οἱ γνη‐ | |
45 | σίως περὶ ἡμᾶς διακείμενοι καὶ παντὶ τρόπῳ θερα‐ πεύειν σπουδάζοντες ὠφελῆσαι ἡμᾶς δυνήσονται, ὡς ἡ περὶ τούτους θεραπεία, ἀξίους ἡμᾶς τῆς ἄνωθεν εὐ‐ νοίας ἀπεργαζομένη, καὶ τοῦ φορτίου τῶν ἡμαρτημέ‐ νων ἡμῖν ἐπικουφίζουσα. | |
53.250(50) | ηʹ. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ὅσον τῆς ἀρετῆς τὸ μέγεθος ταύτης ἀπὸ τῶν ἐπάθλων, ὧν ἐπηγγείλατο τοῖς ταύτην κατωρθωκόσιν ὁ τῶν ὅλων Θεός. Εἰπὼν γὰρ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὐλογεῖτε τοὺς διώ‐ κοντας ὑμᾶς, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· | |
55 | ἐπειδὴ μεγάλα ἦν τὰ ἐπιτάγματα καὶ τῆς ἄκρας ἁπτό‐ μενα κορυφῆς, φησίν· Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους. Εἶδες κατὰ δύνα‐ | |
60 | μιν ἀνθρωπίνην τίνι παρόμοιος γίνεται ὁ μὴ μόνον μὴ ἀμυνόμενος τοὺς λελυπηκότας, ἀλλὰ καὶ προσεύχεσθαι ὑπὲρ αὐτῶν σπουδάζων; Μὴ τοίνυν ἀποστερῶμεν ἑαυ‐ | |
τοὺς διὰ ῥᾳθυμίαν τοιούτων δωρεῶν καὶ τῶν ἐπάθλων | ||
53.251 | τῶν πάντα λόγον ὑπερβαινόντων, ἀλλὰ παντὶ τρόπῳ τοῦτο κατορθῶσαι σπουδάζωμεν, καὶ βιασάμενοι τὸν λογισμὸν παιδεύσωμεν εἴκειν τῷ τοῦ Θεοῦ ἐπιτάγματι. Διὰ γὰρ τοῦτο κἀγὼ νῦν ἐποιησάμην ταύτην τὴν παραίνεσιν, | |
5 | καὶ τὴν παραβολὴν εἰς μέσον ἤγαγον, καὶ τοῦ κατορ‐ θώματος ἔδειξα τὸ μέγεθος, καὶ ὅσον ἡμῖν ἐκ τούτου κέρδος γίνεται, ἵνα, ὡς ἔτι καιρὸς, ἕκαστος ἡμῶν, εἴ τινα ἔχοι ἐχθρωδῶς πρὸς αὐτὸν διακείμενον, σπουδὴν ποιήση‐ ται διὰ τῆς πολλῆς θεραπείας καταλλάξαι αὐτὸν ἑαυτῷ. | |
10 | Καὶ μή μοι λεγέτω τις, ὅτι καὶ ἅπαξ καὶ δεύτερον παρ‐ εκάλεσα, καὶ οὐ προσήκατο· εἰ ἀπὸ εἰλικρινείας τοῦτο πράττωμεν, μὴ πρότερον παυσώμεθα, μέχρις ἂν τῇ πολλῇ προσεδρίᾳ νικήσαντες, ἐφελκυσώμεθα αὐτὸν, καὶ ἀποστήσωμεν τῆς πρὸς ἡμᾶς ἀπεχθείας. Μὴ γὰρ | |
15 | ἐκείνῳ τι χαριζόμεθα; Εἰς ἡμᾶς διαβαίνει τὰ τῆς εὐ‐ εργεσίας· τοῦ Θεοῦ τὴν εὔνοιαν ἐπισπώμεθα, τῶν ἁμαρτημάτων τὴν συγχώρησιν ἑαυτοῖς προαποτιθέμεθα, παῤῥησίαν πολλὴν πρὸς τὸν Δεσπότην ἐκ τούτου λαμ‐ βάνομεν. Ἂν τοῦτο κατορθώσωμεν, δυνησόμεθα μετὰ | |
20 | καθαροῦ συνειδότος καὶ τῇ ἱερᾷ ταύτῃ καὶ φρικτῇ τρα‐ πέζῃ προσελθεῖν, καὶ τὰ ῥήματα ἐκεῖνα τὰ τῇ εὐχῇ συνεζευγμένα μετὰ παῤῥησίας φθέγξασθαι. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον. Διὸ τῷ ἑκάστου συνειδότι καταλιμπάνω εἰδέναι, πῶς μὲν κατωρθωκότες τὴν ἐν‐ | |
25 | τολὴν μετὰ παῤῥησίας προέσθαι ταῦτα δυνάμεθα κατὰ τὸν καιρὸν ἐκεῖνον τὸν φοβερόν. Εἰ δὲ ῥᾳθυμήσαιμεν, πόσης ἡμῖν οὐκ ἂν γένοιτο κατακρίσεως αἴτιον ἐναντία τοῖς ῥήμασι διαπραττομένοις, τολμᾷν ἁπλῶς καὶ εἰκῆ προφέρειν τὰ τῆς εὐχῆς ῥήματα, καὶ μεῖζον ἑαυτοῖς | |
30 | ἐπισωρεύειν τὸ πῦρ, καὶ τὴν ἀγανάκτησιν ἐκκαλεῖσθαι τοῦ Δεσπότου; Χαίρω καὶ εὐφραίνομαι ὁρῶν ὑμᾶς μεθ’ ἡδονῆς ἀκούοντας τὰ λεγόμενα, καὶ διὰ τοῦ κρότου δεικνύντας, ὅτι ἕτοιμοι γενέσθαι σπουδάζετε, καὶ εἰς ἔργον ἀγαγεῖν τὴν δεσποτικὴν ταύτην παραίνεσιν. Τοῦτο | |
35 | γάρ ἐστι τὸ ἰατρεῖον τῶν ἡμετέρων ψυχῶν, τοῦτο φάρ‐ μακον τοῖς ἡμετέροις τραύμασιν, αὕτη ἀρίστη ὁδὸς τῆς πρὸς τὸν Θεὸν εὐαρεστήσεως, τοῦτο μέγιστον δεῖγμα φιλοθέου ψυχῆς, τὸ διὰ τὸν τοῦ Δεσπότου νόμον πάντα καταδέχεσθαι, καὶ μὴ ὑποσύρεσθαι ὑπὸ τῆς τῶν λογι‐ | |
40 | σμῶν ἀσθενείας, ἀλλ’ ἀνωτέρους γίνεσθαι τῶν παθῶν, ἐννοοῦντας τὰς ἐφ’ ἑκάστης ἡμέρας παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς εὐεργεσίας γεγενημένας. Καὶ ὅσῳπερ ἂν ἐπι‐ δειξώμεθα, οὐδὲ τὸ πολλοστὸν φθάσαι μέρος δυνησόμεθα τῶν τε ἤδη παρασχεθέντων ἡμῖν, τῶν τε καθ’ ἑκάστην | |
45 | ἡμέραν εἰς ἡμᾶς γινομένων, καὶ τῶν τεταμιευμένων ἡμῖν ἀγαθῶν, εἰ βουληθείημεν εἰς ἔργον ἀγαγεῖν τὰ παρ’ αὐτοῦ προστεταγμένα. Ἕκαστος τοίνυν ἐντεῦθεν ἐξιὼν, ἔργον τοῦτο ποιησάσθω, καὶ ὡς ἐπὶ θησαυρὸν μέγιστον σπευδέτω, καὶ μηδὲ τὸ τυχὸν ἀναβαλλέσθω. | |
53.251(50) | Κἂν καμεῖν δέῃ, κἂν ζητῆσαι, κἂν μακρὰν ὁδὸν ἀπελ‐ θεῖν, κἂν δυσκολίαι τινὲς ὦσι, πάντα ταῦτα τὰ κωλύ‐ ματα ἀνέλωμεν. Ἑνὸς μόνου γινώμεθα, πῶς τὸ παρὰ τοῦ Δεσπότου ἐπιταχθὲν εἰς ἔργον ἀγαγεῖν δυνηθῶμεν, καὶ τῆς ὑπακοῆς τὸν μισθὸν κομίσασθαι. Μὴ γὰρ οὐκ | |
55 | οἶδα ὅτι βαρὺ καὶ ἐπαχθὲς φαίνεται τὸ πρὸς τὸν ἐχθρω‐ δῶς διακείμενον καὶ πολεμίως ἀπελθεῖν καὶ στῆναι καὶ διαλεχθῆναι; Ἀλλ’ ἐὰν ἐννοήσῃς τοῦ ἐπαγγέλματος τὸ ἀξίωμα, καὶ τῆς ἀμοιβῆς τὸ μέγεθος, καὶ ὅτι οὐκ εἰς ἐκεῖνον, ἀλλ’ εἰς σὲ ἀνατρέχει τὰ τῆς εὐεργεσίας, πάντα | |
60 | σοι κοῦφα καὶ ῥᾴδια φανεῖται. Ταῦτα τοίνυν στρέφοντες ἐν τοῖς λογισμοῖς τοῖς ἡμετέροις, περιγινώμεθα τῆς συνηθείας, καὶ εὐσεβεῖ λογισμῷ τῶν ἐπιταγμάτων τοῦ Χριστοῦ πληρωταὶ γινώμεθα, ἵνα καὶ τῶν παρ’ αὐτοῦ ἀμοιβῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τῆς αὐ‐ | |
65 | τοῦ ἀγαθότητος, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | Column end | |
53.252(1t) | ΟΜΙΛΙΑ ΚΗʹ. | |
2n | Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ | |
3n | αὐτοῦ, λέγων· Καὶ ἰδοὺ ἐγὼ ἀνίστημι τὴν διαθή‐ | |
4n | κην μου ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, | |
5n | καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπό τε ὀρνέων | |
6n | καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς. | |
7 | αʹ. Τὴν εὐλογίαν εἰς τὸ μέσον προθέντες χθὲς, ἧς ὁ Νῶε ἠξιώθη παρὰ τοῦ Δεσπότου μετὰ τὴν ἔξοδον τὴν ἀπὸ τῆς κιβωτοῦ θυσιαστήριον οἰκοδομήσας, καὶ τὰς εὐχα‐ | |
10 | ριστηρίους θυσίας ἀναγαγὼν, καὶ τὴν οἰκείαν εὐγνω‐ μοσύνην ἐπιδειξάμενος, οὐκ ἰσχύσαμεν περαιτέρω προ‐ ελθεῖν, καὶ παντὶ ἐπεξελθεῖν τῷ ἀναγνώσματι, καὶ δεῖξαι τοῦ φιλανθρώπου Θεοῦ τὴν συγκατάβασιν καὶ τὴν κηδεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείξατο. Ἐπειδὴ | |
15 | γὰρ εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ταχέως αὐ‐ τὸν συνεστείλαμεν, ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, μηδὲ τοῖς μετὰ ταῦτα λεγομένοις λυμή‐ νασθαι τοῖς ἤδη ῥηθεῖσιν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐσπου‐ δάσαμεν μόνον, τὸ πολλὰ εἰπεῖν, ἀλλὰ τοσαῦτα βουλό‐ | |
20 | μεθα λέγειν, ὅσα δυνατὸν καὶ ὑμᾶς τῇ μνήμῃ παρακα‐ τασχεῖν, καὶ κερδάναντας ἐντεῦθεν ἀπελθεῖν. Εἰ γὰρ δὴ μέλλομεν καὶ ἡμεῖς πλείονα τοῦ δέοντος λέγειν, καὶ ὑμεῖς μηδὲν ἐκ τῶν λεγομένων καρποῦσθαι, τί τὸ ὄφε‐ λος; Εἰδότες τοίνυν ὅτι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν | |
25 | τοῦτον ἀνεδεξάμεθα τὸν κάματον, καὶ αὐταρκοῦσαν ἀμοιβὴν εἰληφέναι νομίζομεν, εἰ τὴν ὑμετέραν θεασοί‐ μεθα προκοπὴν μετὰ ἀκριβείας κατέχουσαν τὰ λεγό‐ μενα, καὶ ἐν τοῖς κόλποις τῆς ὑμετέρας διανοίας ἐν‐ απόθεσθε συνεχῶς ταῦτα κινοῦντες καὶ ἀναμαρυκώμε‐ | |
30 | νοι. Ἡ γὰρ μνήμη τῶν ἤδη ῥηθέντων παρασκευάσει μετὰ πλείονος εὐκολίας ὑμᾶς δέχεσθαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, καὶ οὕτω τοῦ χρόνου προϊόντος καὶ ἑτέροις διδάσκαλοι γενήσεσθε. Τοῦτο γὰρ ἡμῶν ἡ πᾶσα ἀγρυ‐ πνία καὶ ἡ σπουδὴ, ὥστε πάντας ὑμᾶς τελείους καὶ | |
35 | ἀπηρτισμένους γενέσθαι, καὶ μηδὲν ὑμᾶς λανθάνειν τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων. Ἡ γὰρ τούτων γνῶ‐ σις, εἰ βουληθείημεν νήφειν καὶ ἐγρηγορέναι, καὶ πρὸς τὴν ἀρίστην πολιτείαν τὰ μέγιστα ἡμῖν συμβαλεῖται, καὶ προθυμοτέρους ἐργάσεται πρὸς τοὺς τῆς ἀρετῆς | |
40 | πόνους. Ὅταν γὰρ παιδευθῶμεν ὅτι ἕκαστος τῶν δι‐ καίων τῶν πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν κτησαμέ‐ νων, διὰ πειρασμῶν καὶ θλίψεων ὁδεύσας ἅπαντα τὸν βίον, καὶ πολλὴν τὴν ὑπομονὴν καὶ τὴν εὐχαριστίαν ἐπιδειξάμενος, οὕτω τῶν ἀμοιβῶν ἠξιώθη, πῶς οὐχὶ καὶ | |
45 | αὐτοὶ σπουδάσομεν τὴν αὐτὴν αὐτοῖς ὁδὸν ἐλθεῖν, ἵνα καὶ τῶν αὐτῶν αὐτοῖς τύχωμεν ἀμοιβῶν; Διὸ παρακαλῶ καθ’ ἑκάστην ἡμέραν προσθήκην τινὰ ἐργάζεσθαι, καὶ αὔξειν ὑμῶν τὴν κατὰ Θεὸν οἰκοδομὴν, καὶ τὰ μὲν ἤδη κατορθωθέντα μετὰ ἀσφαλείας καὶ πολλῆς τῆς φυλακῆς | |
53.252(50) | διατηρεῖν, τὰ δὲ λείποντα προστιθέναι, ἵνα οὕτως εἰς αὐτὴν τὴν κορυφὴν τῆς ἀρετῆς φθάσητε, εἰς καύχημα ἡμέτερον, εἰς οἰκοδομὴν τῆς Ἐκκλησίας, εἰς δόξαν Χρι‐ στοῦ. Καὶ γὰρ ὁρῶν ὑμῶν τὸ ἀκόρεστον περὶ τὴν πνευ‐ ματικὴν διδασκαλίαν, οὐ παύομαι καθ’ ἑκάστην | |
55 | ἡμέραν, καίτοι πενίαν πολλὴν ἐμαυτῷ συνειδὼς, τὴν ἑστίασιν ὑμῖν τὴν ἀπὸ τῶν θείων Γραφῶν παρατιθεὶς, καὶ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλαν‐ θρωπίαν καὶ διὰ τὴν ὑμετέραν ὠφέλειαν χορηγήσῃ, ταῦ‐ τα ταῖς ὑμετέραις ἀκοαῖς παρατιθέμενος. Φέρε οὖν καὶ | |
60 | σήμερον δείξωμεν ὑμῶν τῇ ἀγάπῃ τῆς τοῦ Θεοῦ φιλαν‐ θρωπίας τὴν ὑπερβολὴν, ἣν περὶ τὴν ἀνθρωπίνην φύσιν ἐπιδείκνυται, αὐτὰ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα τῷ Νῶε εἰς μέσον προτιθέντες. Καὶ εἶπεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ. Μετὰ τὸ εὐλογῆσαι αὐτὸν καὶ τοὺς | |
65 | υἱοὺς αὐτοῦ, καὶ εἰπεῖν, Αὐξάνεσθε καὶ πληθύνεσθε, | |
53.253 | καὶ τὴν ἀρχὴν τὴν κατὰ τῶν ἀλόγων ἁπάντων ἐγχειρί‐ σαι, καὶ τὴν ἐξουσίαν δοῦναι τοῦ, ὡς λάχανα χόρτου, οὕ‐ τω τούτων ποιεῖσθαι τὴν μετάληψιν, καὶ ἐντείλασθαι ὥστε κρέα ἐν αἵματι μὴ φαγεῖν, κηδόμενος ἔτι καὶ τοῦ | |
5 | δικαίου καὶ τῶν μετὰ ταῦτα μελλόντων ἔσεσθαι, καὶ φι‐ λοτιμούμενος ἀεὶ ταῖς εὐεργεσίαις τὴν ἡμετέραν φύσιν, προστίθησι πάλιν εὐεργεσίας μείζους καί φησι· Καὶ εἶ‐ πεν ὁ Θεὸς τῷ Νῶε, καὶ τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐ‐ τοῦ, λέγων· Ἰδοὺ ἐγὼ ἀνιστῶ τὴν διαθήκην μου | |
10 | ὑμῖν, καὶ τῷ σπέρματι ὑμῶν μεθ’ ὑμᾶς, καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ’ ὑμῶν, ἀπὸ πάντων τῶν ἐξελθόντων ἀπὸ τῆς κιβωτοῦ· καὶ στή‐ σω τὴν διαθήκην μου πρὸς ὑμᾶς· καὶ οὐκ ἀποθα‐ | |
15 | νεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ ὕδατος τοῦ κατακλυ‐ σμοῦ· καὶ οὐκ ἔτι ἔσται κατακλυσμὸς ὕδατος, κατα‐ φθεῖραι πᾶσαν τὴν γῆν. Ἐπειδὴ εἰκὸς ἦν τὸν δίκαιον ἔτι ἐναγώνιον εἶναι, καὶ τῷ δέει καταβεβλῆσθαι αὐτοῦ τὴν διάνοιαν, καὶ εἴ ποτε συμβαίη μικράν τινα ἐπομβρίαν | |
20 | γενέσθαι, ἔμελλεν ἂν ἀλύειν καὶ ἀναχαιτίζειν, ὡς πάλιν τοιούτου κλυδωνίου τὴν οἰκουμένην καταλαμβάνοντος, ἵνα καὶ αὐτὸς ἔχῃ θαῤῥεῖν καὶ οἱ εἰς τὸ ἑξῆς ἅπαντες, ὁ ἀγαθὸς Δεσπότης εἰδὼς ὅτι καὶ τὸ τυχὸν αὐτὸν λυποῦν θορυβῆσαι δυνήσεται· ἡ γὰρ πεῖρα τῶν παρελθόντων ἱκα‐ | |
25 | νὴ πολλὴν δειλίαν ἐμβαλεῖν· ἐπεὶ οὖν εἰκὸς ἦν τὸν μακά‐ ριον τοῦτον καὶ ἀπὸ τοῦ τυχόντος ὑετοῦ καταπλαγῆναι καὶ δειλιάσαι, διὰ τοῦτο ὁ ἀγαθὸς Θεὸς μονονουχὶ θαῤῥεῖν αὐτὸν παρασκευάζων, καὶ παντὸς δέους αὐτὸν ἀπαλλάτ‐ των, καὶ ἐν ἀδείᾳ πολλῇ καὶ εὐθυμίᾳ καθιστὰς, ὑπ‐ | |
30 | ισχνεῖται αὐτῷ μηκέτι τοιαύτην τιμωρίαν ἐπαγαγεῖν. βʹ. Καὶ τοῦτο μὲν ἤδη καὶ πρὸ τῆς εὐλογίας ὑπέσχετο λέγων, καθάπερ ἠκούσατε, ὅτι Οὐ προστιθῶ καταράσα‐ σθαι τὴν γῆν· εἰ καὶ οἱ ἄνθρωποι τὰ τῆς κακίας ἐπι‐ τείνουσιν, ἀλλ’ ὅμως ἐγὼ οὐκέτι τοιούτῳ ἐπιτιμίῳ ὑπο‐ | |
35 | βάλλω τὸ τῶν ἀνθρώπων γένος. Δεικνὺς γὰρ αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ πάλιν τοῦτο ὑπισχνεῖται, ἵνα θαῤῥεῖν ἔχῃ ὁ δίκαιος, καὶ μὴ λογίζεσθαι καθ’ ἑαυτὸν καὶ λέγειν· καὶ ἤδη εὐλογίας ἀξιώσας τὸ γένος τὸ ἡμέ‐ τερον, καὶ εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσας, τὴν | |
40 | πανωλεθρίαν ταύτην ἐπήγαγεν. Ἵν’ οὖν πάντα θόρυβον ἐκβάλῃ ἐκ τῶν αὐτοῦ λογισμῶν, καὶ πληροφορηθῇ ὡς οὐκέτι ἔσται τοῦτο· ὥσπερ γὰρ, φησὶ, τὸν κατακλυσμὸν διὰ φιλανθρωπίαν ἐπήγαγον, ὥστε τὴν κακίαν ἐγκόψαι, καὶ μὴ περαιτέρω αὐτοὺς προβῆναι, οὕτω καὶ νῦν | |
45 | διὰ τὴν ἐμαυτοῦ φιλανθρωπίαν ἐπαγγέλλομαι μηκέτι τοῦτο ποιήσειν, ἵνα πάσης ἀθυμίας ἐκτὸς διάγοντες, οὕ‐ τω τὴν παροῦσαν ζωὴν διανύητε. Διὰ τοῦτό φησιν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου, τοῦτ’ ἔστι, συνθήκας ποιοῦμαι. Καθάπερ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων | |
53.253(50) | ἐπειδάν τις ἐπαγγέλληταί τι, συντίθεται καὶ πολλὴν παρέχει τὴν πληροφορίαν· οὕτω καὶ ὁ ἀγαθὸς Δεσπότης φησίν· Ἰδοὺ ἀνίστημι τὴν διαθήκην μου. Καὶ καλῶς εἶπεν, Ἀνίστημι, ἀντὶ τοῦ, Ἰδοὺ ἐγὼ ἀνανεῶ τὴν ὑπὸ τῶν παραπτωμάτων πανωλεθρίαν αὐτῶν γεγενημένην, | |
55 | καὶ Ἀνίστημι τὴν διαθήκην μου ὑμῖν καὶ τῷ σπέρ‐ ματι ὑμῶν μεθ’ ὑμᾶς. Ὅρα φιλανθρωπίαν Δεσπότου· οὐ μόνον μέχρις ὑμῶν, φησὶν, ἵστημι τὰς συνθήκας, ἀλλὰ καὶ πρὸς τοὺς μεθ’ ὑμᾶς γινομένους ταύτας βε‐ βαίας ἀποφαίνω. Εἶτα ἵνα τὴν οἰκείαν ἐπιδείξηται φιλο‐ | |
60 | τιμίαν, φησί· Καὶ πάσῃ ψυχῇ ζώσῃ μεθ’ ὑμῶν, ἀπὸ ὀρνέων καὶ ἀπὸ κτηνῶν, καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς, ὅσα μεθ’ ὑμῶν ἀπὸ πάντων τῶν ἐξελθόντων ἐκ τῆς κιβωτοῦ· καὶ στήσω τὴν διαθήκην μου πρὸς ὑμᾶς, καὶ οὐκ ἀποθανεῖται πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ | |
65 | ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατα‐ | Column end |
53.254 | κλυσμὸς ὕδατος, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες συνθηκῶν μέγεθος; εἶδες ὑποσχέσεων ἄφατον φιλοτι‐ μίαν; Σκόπει πῶς πάλιν ἐκτείνει αὐτοῦ τὴν φιλανθρω‐ πίαν καὶ μέχρι τῶν ἀλόγων καὶ τῶν θηρίων, καὶ εἰκότως. | |
5 | Ὅπερ γὰρ πολλάκις εἶπον, τοῦτο καὶ νῦν φημι. Ἐπειδὴ γὰρ διὰ τὸν ἄνθρωπον ταῦτα παρήχθη, διὰ τοῦτο καὶ ταῦτα κοινωνεῖ νῦν τῆς εὐεργεσίας τῆς εἰς τὸν ἄνθρωπον γινομένης. Καὶ δοκεῖ μὲν κοινὴ γενέσθαι ἡ διαθήκη καὶ πρὸς αὐτὸν καὶ πρὸς τὰ ἄλογα, οὐκ ἔστι δὲ τοῦτο. Καὶ | |
10 | γὰρ καὶ τοῦτο διὰ τὴν αὐτοῦ παραμυθίαν γίνεται, ἵνα εἰδέναι ἔχῃ πόσης ἀπολαύει τιμῆς, οὐ μόνον μέχρις αὐ‐ τοῦ τῆς εὐεργεσίας ἱσταμένης, ἀλλὰ δι’ αὐτὸν καὶ τούτων ἁπάντων συναπολαυόντων τῆς φιλοτιμίας τοῦ Δεσπότου, Καὶ οὐκ ἀποθανεῖται, φησὶ, πᾶσα σὰρξ ἔτι ἀπὸ τοῦ | |
15 | ὕδατος τοῦ κατακλυσμοῦ, καὶ οὐκέτι ἔσται κατακλυ‐ σμὸς, καταφθεῖραι πᾶσαν τὴν γῆν. Εἶδες πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὑπισχνεῖται τοιαύτην μηκέτι ἐπαγαγεῖν πανωλεθρίαν, ἵνα τὸν θόρυβον τῶν λο‐ γισμῶν ἐκβάλῃ τοῦ δικαίου, καὶ παρασκευάσῃ θαῤῥεῖν | |
20 | ὑπὲρ τῶν μελλόντων; Εἶτα οὐ πρὸς τὴν οἰκείαν φύσιν ἀφορῶν, ἀλλὰ πρὸς τὴν ἀσθένειαν τὴν ἡμετέραν, οὐκ ἀρκεῖται τῇ διὰ τῶν λόγων ὑποσχέσει, ἀλλὰ τὴν περὶ ἡμᾶς συγκατάβασιν ἐπιδεικνύμενος, καὶ σημεῖον παρέχει τὸ δυνάμενον παντὶ τῷ αἰῶνι συμπαρεκτεινόμενον τοῦ | |
25 | τοιούτου δέους ἀπαλλάσσειν τὸ τῶν ἀνθρώπων γένος, ἵνα κἂν πολὺς ὑετὸς κατενεχθῇ, κἂν σφοδρότερος ὁ χειμὼν γένηται, ἢ καὶ ἐὰν ἡ πλημμύρα τῶν ὑδάτων εἰς πλῆθος ἐπιδιδῷ, μηδὲ οὕτως ἔχωμεν δεδοικέναι, ἀλλὰ θαῤῥεῖν πρὸς τὸ δοθὲν σημεῖον ἀφορῶντες. Καὶ εἶπε Κύριος ὁ | |
30 | Θεὸς τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὅρα πόσῃ τιμῇ περὶ τὸν δίκαιον κέχρηται. Ὡσανεὶ γὰρ ἄνθρωπος ἀνθρώπῳ διαλεγόμενος, οὕτω καὶ πρὸς αὐτὸν ποιεῖται τὰς συνθή‐ κας, καί φησι· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης | |
35 | ἧς ἐγὼ δίδωμι ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέ‐ σον πάσης ψυχῆς ζώσης, ἥ ἐστι μεθ’ ὑμῶν, εἰς γε‐ νεὰς αἰωνίους. Εἶδες πάσῃ τῇ ζωῇ τὸ μέλλον δίδοσθαι σημεῖον παρεκτεινόμενον εἰς γενεὰς αἰωνίους; Οὐ μόνον κοινῇ πᾶσι τοῖς ζῶσι τὸ σημεῖον δίδωσιν, ἀλλὰ καὶ δι‐ | |
40 | ηνεκὲς καὶ διαιωνίζον τῇ τοῦ κόσμου συστάσει. Τί οὖν ἐστι τὸ σημεῖον; Τὸ τόξον μου τίθημι ἐν τῇ νεφέλῃ, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ τῆς γῆς. Ἰδοὺ μετὰ τῆς ὑποσχέσεως τῆς διὰ τῶν λόγων καὶ τοῦτο δίδωμι τὸ σημεῖον, τὴν ἶριν λέγω, ἥν τινές | |
45 | φασι γίνεσθαι τοῦ ἡλίου πρὸς τὰ νέφη τὰς ἀκτῖνας ἀφ‐ ιέντος. Εἰ ὁ λόγος μου, φησὶν, οὐκ ἀρκεῖ, ἰδοὺ καὶ σημεῖον δίδωμι τοῦ μηκέτι τιμωρίαν τοιαύτην ἐπάξειν. Τοῦτο τοίνυν ὁρῶντες τὸ σημεῖον, τοῦ δέους ἀπαλλάττεσθε. Καὶ ἔσται ἐν τῷ συννεφεῖν με, φησὶν, νεφέλας ἐπὶ τῆς | |
53.254(50) | γῆς, καὶ ὀφθήσεται τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ μνησθήσομαι τῆς διαθήκης μου, ἥ ἐστιν ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Τί λέγεις, ὦ μακάριε προφῆτα; Ἀνα‐ μνησθήσομαι, φησὶ, τῆς διαθήκης μου, τοῦτ’ ἔστι, τῆς | |
55 | συνθήκης μου, τῆς ἐπαγγελίας, τῆς ὑποσχέσεως· οὐκ ἐπειδὴ αὐτὸς δεῖται ἀναμνήσεως, ἀλλ’ ἵνα ἡμεῖς πρὸς ἐκεῖνο τὸ δοθὲν σημεῖον βλέποντες, μηδὲν ὑποπτεύωμεν χαλεπὸν, ἀλλ’ εὐθέως εἰς ὑπόμνησιν ἐρχόμενοι τῆς τοῦ Θεοῦ ἐπαγγελίας, θαῤῥῶμεν ὡς οὐδὲν τοιοῦτο πει‐ | |
60 | σόμεθα. γʹ. Εἶδες Θεοῦ συγκατάβασιν, ὅσην ποιεῖται κηδεμονίαν τοῦ γένους τοῦ ἡμετέρου, πόσον μέγεθος φιλανθρωπίας ἐπεδείξατο, οὐκ ἐπειδὴ εἶδε τὴν τῶν ἀνθρώπων μεταβο‐ | |
λὴν, ἀλλ’ ἵνα διὰ πάντων ἡμᾶς διδάξῃ τῆς ἀγαθότητος | ||
53.255 | αὐτοῦ τὴν ὑπερβολήν; Καὶ οὐκ ἔσται ἔτι ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξαλεῖψαι πᾶσαν σάρκα· τοιοῦ‐ τος ὄμβρος οὐκέτι ἔσται. Ἐπειδὴ οἶδε τοῦτο δεδοικυῖαν τὴν ἀνθρωπίνην φύσιν, ὅρα πῶς συνεχῶς ποιεῖται τὴν | |
5 | ὑπόσχεσιν, μονονουχὶ λέγων· κἂν ἴδητε πολλὴν τῶν ὄμ‐ βρων τὴν φορὰν, μηδὲ οὕτω χαλεπόν τι ὑποπτεύσητε. Οὐ γὰρ ἔσται τὸ ὕδωρ εἰς κατακλυσμὸν, ὥστε ἐξ‐ αλεῖψαι πᾶσαν σάρκα· τοιοῦτος ὄμβρος οὐκέτι ἔσται, τοιαύτης ἀγανακτήσεως οὐκέτι πειραθήσεται ἡ τῶν ἀν‐ | |
10 | θρώπων φύσις. Καὶ ἔσται, φησὶ, τὸ τόξον μου ἐν τῇ νεφέλῃ, καὶ ὄψομαι τοῦ μνησθῆναι διαθήκην αἰώ‐ νιον ἀνὰ μέσον τοῦ Θεοῦ, καὶ ἀνὰ μέσον πάσης ψυχῆς ζώσης ἐν πάσῃ σαρκί. Σκόπει πῶς βουλόμενος εἰς θάρσος καὶ εἰς πληροφορίαν ἀγαγεῖν τὴν ἀνθρωπίνην | |
15 | φύσιν, πόσῃ ταπεινότητι τῶν λόγων κέχρηται. Καὶ ὄψο‐ μαι, φησὶ, τοῦ μνησθῆναι διαθήκης μου. Ἡ ὄψις οὖν εἰς μνήμην αὐτὸν ἄγει; Οὐχ ἵνα τοῦτο ὑποπτεύσωμεν· μὴ γένοιτο· ἀλλ’ ἵνα ὅταν ἴδωμεν τὸ σημεῖον τοῦτο, θαῤῥεῖν ἔχωμεν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, καὶ ὡς οὐχ οἷόν τε δια‐ | |
20 | πεσεῖν τὰς τοῦ Θεοῦ ὑποσχέσεις. Καὶ εἶπεν ὁ Θεὸς, φησὶ, τῷ Νῶε· Τοῦτο τὸ σημεῖον τῆς διαθήκης, ἧς διεθέμην ἀνὰ μέσον ἐμοῦ, καὶ ἀνὰ μέσον πάσης σαρκὸς, ἥ ἐστιν ἐπὶ τῆς γῆς. Ἔλαβες, φησὶ, τὸ ση‐ μεῖον, ὅπερ δέδωκα μεταξὺ ἐμοῦ καὶ πάσης σαρκὸς τῆς | |
25 | οὔσης ἐπὶ τῆς γῆς. Μηκέτι ταράττου τὴν διάνοιαν, μηδὲ θορυβοῦ τὸν λογισμὸν ἀλλὰ πρὸς τοῦτο βλέπων καὶ αὐτὸς ἔχε χρηστὰς τὰς ἐλπίδας, καὶ οἱ μετὰ σὲ πάν‐ τες τῆς ἐντεῦθεν παραμυθίας ἀπολαυέτωσαν, καὶ ἡ ὄψις τοῦ σημείου παρεχέτω θαῤῥεῖν, ὡς οὐκέτι τοιοῦτον | |
30 | κλυδώνιον τὴν οἰκουμένην καταλήψεται. Κἂν γὰρ ἐπιτεί‐ νηται τῶν ἀνθρώπων τὰ ἁμαρτήματα, ἀλλ’ ἐγὼ ἅπερ ὑπεσχόμην ταῦτα πληρώσω, καὶ οὐκέτι τοιαύτην κατὰ πάντων ἀγανάκτησιν ποιήσομαι. Εἴδετε ἀγαθότητος ὑπερ‐ βολήν; εἴδετε συγκαταβάσεως μέγεθος; εἴδετε κηδεμο‐ | |
35 | νίας ἐπίτασιν; εἴδετε φιλοτιμίας ἐπαγγελίαν; Οὐ γὰρ μέχρι δύο καὶ τριῶν καὶ δέκα γενεῶν ἐξέτεινεν αὐτοῦ τὴν εὐεργεσίαν, ἀλλὰ τῇ συστάσει τοῦ κόσμου ταύτην παρεκταθῆναι ὑπέσχετο, ἵνα ἐξ ἑκατέρων σωφρονιζώμε‐ θα, καὶ ἐξ ὧν ἐκεῖνοι διὰ τὸ τῶν ἁμαρτημάτων πλῆθος | |
40 | τοιαύτην ἐπεδέξαντο τιμωρίαν, καὶ ἐξ ὧν ἡμεῖς διὰ τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν τοιαύτης ἠξιώθημεν ὑπο‐ σχέσεως. Τοὺς γὰρ νοῦν ἔχοντας καὶ αἱ εὐεργεσίαι μᾶλ‐ λον ἢ αἱ τιμωρίαι ἐφέλκονται πρὸς τὴν ὑπακοὴν τῶν ἐπιταγμάτων. | |
45 | Μὴ τοίνυν ἀγνώμονες γινώμεθα. Εἰ γὰρ καὶ πρὶν ἤ τι ἀγαθὸν ἡμᾶς ἐπιδείξασθαι, μᾶλλον δὲ καὶ κολάσεως ἄξια ἐργασαμένους τοσαύτης ἠξίωσε τῆς εὐεργεσίας, εἰ εὐ‐ γνώμονες γενώμεθα, καὶ τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐ‐ χαριστίαν ἐπιδειξώμεθα, καὶ πολλὴν τὴν ἐπὶ τὸ βέλτιον | |
53.255(50) | μεταβολὴν ποιησώμεθα, πόσης οὐκ ἂν πάλιν ἡμᾶς ἀξιώ‐ σῃ τῆς παρ’ αὐτοῦ φιλοτιμίας; Εἰ γὰρ ἀναξίους ὄντας εὐεργετεῖ, καὶ ἡμαρτηκότας φιλανθρωπεύεται· εἰ τῆς κακίας ἀποστάντες τὴν ἀρετὴν μεταδιώξομεν, τίνων οὐκ ἐπιτευξόμεθα; Διὰ γὰρ τοῦτο προλαμβάνων πολλὰς εἰς | |
55 | ἡμᾶς τὰς εὐεργεσίας κατατίθεται, καὶ ἡμαρτηκότας πάλιν ἀξιοῖ συγγνώμης, καὶ τὰς τιμωρίας παρὰ πόδας οὐκ ἐπάγει, ἵνα διὰ πάντων ἡμᾶς ἐφελκύσηται, καὶ δι’ ὧν εὐεργετεῖ, καὶ δι’ ὧν μακροθυμεῖ. Πολλάκις δὲ καὶ δι’ ὧν ἐνίους κολάζει, ἑτέρους ἐνάγειν βούλεται, ἵνα | |
60 | τῷ ἐκείνων φόβῳ σωφρονισθέντες τῆς τιμωρίας τὴν πεῖ‐ ραν διαφύγωσιν. Εἶδες εὐμήχανον αὐτοῦ φιλανθρωπίαν, | |
πῶς πάντα τὰ παρ’ αὐτοῦ γινόμενα δι’ ἓν τοῦτο μόνον | Column end | |
53.256 | γίνεται, διὰ τὴν σωτηρίαν τὴν ἡμετέραν; Ταῦτα τοίνυν ἐννοοῦντες, μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀμελῶμεν ἀρετῆς, μηδὲ τοὺς παρ’ αὐτοῦ τεθέντας νόμους παρατρέχωμεν. Ἐὰν γὰρ ἴδῃ ἐπιστρέφοντας ἡμᾶς, καὶ ἡσυχάζοντας, καὶ | |
5 | ὅλως ἀρχήν τινα ποιουμένους, καὶ αὐτὸς τὰ παρ’ ἑαυτοῦ συνεισφέρει, κοῦφα καὶ ῥᾴδια ἡμῖν ἅπαντα κατασκευά‐ ζων, καὶ οὐκ ἀφιεὶς οὐδὲ αἴσθησιν λαβεῖν τῶν τῆς ἀρε‐ τῆς πόνων. Ὅταν γὰρ ψυχὴ πρὸς τὸν Θεὸν τείνῃ τὴν διάνοιαν, οὐκ ἔτι λοιπὸν ἀπατηθῆναι δύναται ὑπὸ τῆς | |
10 | ὄψεως τῶν ὁρωμένων, ἀλλὰ πάντα παρατρέχουσα, ἀκριβέστερον τούτων τῶν πρὸ τῶν ὀφθαλμῶν ἡμῶν κει‐ μένων ἐκεῖνα φαντάζεται τὰ μὴ βλεπόμενα τοῖς σωμα‐ τικοῖς ὀφθαλμοῖς, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα, ἀλλὰ διηνεκῶς μένοντα, καὶ πεπηγότα, καὶ ἀκίνητα τυγχά‐ | |
15 | νοντα. Τοιοῦτοι γὰρ οἱ τῆς διανοίας ὀφθαλμοί· πρὸς τὴν ἐκείνων θέαν διηνεκῶς ἀφορῶσι, καὶ ταῖς ἐκεῖθεν μαρ‐ μαρυγαῖς καταυγαζόμενοι πάντα τὰ τοῦ παρόντος βίου, ὡς ὄναρ καὶ σκιὰν, παρατρέχουσιν, οὐκέτι ἀπάτην ὑπομένοντες, οὐδὲ παραλογισθῆναι δυνάμενοι· ἀλλὰ κἂν | |
20 | πλοῦτον ἴδωσιν, εὐθέως καταγελῶσιν, εἰδότες ὅτι δραπέ‐ του παντὸς ἀγνωμονέστερον ἀπὸ τούτου εἰς ἐκεῖνον μεταπηδᾷ, καὶ οὐδέποτε ἵσταται, ἀλλὰ καὶ μυρία κακὰ τοὺς κεκτημένους διατίθησι, καὶ εἰς αὐτὸν, ὡς εἰ‐ πεῖν, τῆς κακίας τὸν κρημνὸν αὐτοὺς ὤσας καταβάλλει. | |
25 | Κἂν σώματος εὐμορφίαν θεάσωνται, πάλιν οὐκ ἐπιστρέ‐ φονται, λογιζόμενοι τὸ ἐπίκηρον, τὸ εὐμετάβλητον, καὶ ὅτι ἀθρόον νόσος ἐπελθοῦσα πᾶσαν ἐκείνην τὴν εὐμορφίαν ἠφάνισε, καὶ πρὸ τῆς νόσου γῆρας καταλαβὸν ἀηδῆ καὶ ἀτερπῆ τὴν πρὸ τούτου εὔμορφον ὄψιν ἀπειργάσατο, καὶ | |
30 | θάνατος δὲ ἐπελθὼν ἅπασαν τὴν τοῦ σώματος ὥραν δι‐ έφθειρε. Κἂν δόξαν ἴδωσί τινα περιβεβλημένον, κἂν δυ‐ ναστείαν, κἂν εἰς αὐτὴν τῶν ἀξιωμάτων τὴν κορυφὴν ἀνεληλυθότα, καὶ πάσης εὐημερίας ἀπολαύοντα, καὶ τοῦτον παρατρέχουσιν ὡς οὐδὲν βέβαιον ἔχοντα, οὐδὲ | |
35 | ἀκίνητον, ἀλλ’ ἐπ’ ἐκείνοις μέγα φρονοῦντα τοῖς ποταμίων ῥευμάτων μᾶλλον παρατρέχουσι. Τί γὰρ τῆς δόξης ἁπά‐ σης τοῦ παρόντος βίου εὐτελέστερον, ὅταν τῷ ἄνθει τοῦ χόρτου παραβάλληται; Πᾶσα γὰρ δόξα ἀνθρώπου, φη‐ σὶν, ὡς ἄνθος χόρτου. | |
40 | δʹ. Εἴδετε, ἀγαπητοὶ, πῶς μετὰ ἀκριβείας ὁρῶσιν οἱ τῆς πίστεως ὀφθαλμοὶ, ἐπειδὰν πρὸς τὸν Θεὸν ᾖ τεταμένη ἡ διάνοια; εἴδετε πῶς ὑπ’ οὐδενὸς τῶν ὁρωμένων παραλο‐ γισθῆναι δύνανται, ἀλλὰ τὴν ὀρθὴν τῶν πραγμάτων ἔχουσι κρίσιν, οὐδεμίαν ἀπάτην ὑπομένοντες; Ἀλλ’, εἰ | |
45 | δοκεῖ, πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου, καὶ ὀλίγα προσθέντες καταπαύσωμεν τὴν διδασκαλίαν, ὥστε καὶ τὴν μνήμην τῶν εἰρημένων ἐντεθῆναι ὑμῶν τῇ διανοίᾳ. Ἐπειδὴ γὰρ ἐτέλεσεν ἡ θεία Γραφὴ τὴν περὶ τοῦ θείου σημείου διήγησιν, βούλεται πάλιν διδάξαι | |
53.256(50) | ἡμᾶς τὰ κατὰ τὸν δίκαιον καὶ τοὺς τούτου υἱοὺς, καί φησιν· Ἦσαν δὲ οἱ υἱοὶ τοῦ Νῶε οἱ ἐξελθόντες ἐκ τῆς κιβωτοῦ, Σὴμ, Χὰμ, Ἰάφεθ, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Τρεῖς οὗτοί εἰσιν υἱοὶ Νῶε· ἀπὸ τούτων διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Ἄξιον ἐνταῦθα ζη‐ | |
55 | τῆσαι, τίνος ἕνεκεν τῶν τριῶν υἱῶν τοῦ Νῶε μνημονεύ‐ σασα ἡ θεία Γραφὴ ἐπήγαγε, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. Μὴ νομίσητε, παρακαλῶ, ἁπλῶς τοῦτο προσ‐ εῤῥῖφθαι· οὐδὲν γάρ ἐστι τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμέ‐ νων, ὃ μὴ μετά τινος εἴρηται λόγου, πολλὴν τὴν ὠφέ‐ | |
60 | λειαν ἐγκεκρυμμένην ἔχοντος. Τίνος οὖν ἕνεκεν ἐπεση‐ μήνατο καὶ προσέθηκεν, ὅτι Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν; Βούλεται διὰ τούτου αἰνίξασθαι ἡμῖν τῆς | |
ἀκρασίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲ τῆς συμ‐ | ||
53.257 | φορᾶς τὸ μέγεθος συσταλῆναι αὐτὸν πεποίηκεν, οὐδὲ ἡ τοσαύτη ἐν τῇ κιβωτῷ στενοχωρίᾳ, ἀλλὰ καίτοι τοῦ πρεσβύτου οὐδέπω καὶ νῦν τεκνοποιήσαντος, οὗτος τῇ ἀκρασίᾳ ἑαυτὸν ἐκδοὺς ἐν καιρῷ τοσαύτης ἀγανακτήσεως | |
5 | καὶ πανωλεθρίας τὴν οἰκουμένην καταλαβούσης, περὶ συνουσίαν ἠσχολεῖτο, καὶ τὸ ἀχαλίνωτον τῆς ἐπιθυμίας οὐ κατέστελλεν, ἀλλ’ ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων ἐκείνου τῆς γνώμης αὐτοῦ τὸ μοχθηρόν. Ἐπεὶ οὖν μετ’ οὐ πολὺ διὰ τὴν ὕβριν τὴν εἰς τὸν γεγεννηκότα | |
10 | μέλλει τὴν κατάραν δέχεσθαι ὁ Χαναὰν ὁ τούτου παῖς, διὰ τοῦτο ἤδη προλαβοῦσα ἡ θεία Γραφὴ ἐπεσημήνατο, καὶ τοῦ παιδὸς ἡμῖν τὴν προσηγορίαν δήλην ἐποίησεν, ὁμοῦ καὶ τοῦ γεγεννηκότος τὸ ἀκρατές· ἵν’ ὅταν μετὰ ταῦτα ἴδῃς αὐτὸν πολλὴν τὴν ἀγνωμοσύνην ἐπιδειξάμε‐ | |
15 | νον πρὸς τὸν γεγεννηκότα, εἰδέναι ἔχῃς, ὅτι ἄνωθεν καὶ ἐξ ἀρχῆς τοιοῦτος ἦν, ὥς γε οὐδὲ ὑπὸ τῆς συμφορᾶς συνεστάλη. Ἱκανὴ γὰρ ἡ τοσαύτη ἀθυμία πᾶσαν σβέ‐ σαι ἡδονὴν, καὶ οὐδὲν οὕτω ταύτην τὴν φλόγα καὶ τὴν μανίαν καταστεῖλαι δύναται, ὡς ἀθυμίας ἐπίτασις καὶ | |
20 | συμφορᾶς ὑπερβολή. Ὁ τοίνυν ἐν τοσούτῳ μεγέθει τῶν κακῶν τοσαύτην ἐπιδειξάμενος τὴν λύτταν καὶ μανίαν περὶ τὴν παιδοποιίαν, ποίας ἂν εἴη συγγνώμης ἄξιος; Ἀλλ’ ἐντεῦθεν ἡμῖν πάλιν ἕτερον τίκτεται ζήτημα, τὸ | |
25 | πολυθρύλλητον ἐκεῖνο καὶ πανταχοῦ περιφερόμενον, τίνος ἕνεκεν τοῦ πατρὸς ἁμαρτόντος ὁ υἱὸς τὴν κατάραν δέχε‐ ται; Ἀλλ’ ἵνα μὴ νῦν μακρὸν ποιῶμεν τὸν λόγον, τοῦτο ταμιευσόμεθα πρὸς τὸ παρὸν, ἵν’ ἐπειδὰν εἰς αὐτὸν τὸν τό‐ πον ἀφικώμεθα, τότε καὶ τὴν λύσιν ἐπαγάγωμεν, ἣν ἂν ὁ | |
30 | Θεὸς παράσχῃ. Οὐδὲν γὰρ, καθάπερ ἔφθην εἰπὼν, τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἄνευ λόγου τινὸς καὶ αἰτίας ἐστὶν εὑρεῖν ἐγγεγραμμένον. Τέως οὖν τοῦτο ἔγνωμεν, ὅτι οὐχ ἁπλῶς, καὶ ὡς ἔτυχε, τῆς προσηγορίας τοῦ υἱοῦ ἐμνημό‐ νευσεν ὁ Μωϋσῆς εἰπὼν, Χὰμ δὲ ἦν πατὴρ τοῦ Χαναάν. | |
35 | Τρεῖς εἰσιν οὗτοι υἱοὶ, φησὶ, Νῶε, καὶ ἀπὸ τούτων δι‐ εσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Μὴ ἁπλῶς παραδράμω‐ μεν, ἀγαπητοὶ, μηδὲ τὸ νῦν ῥηθὲν, ἀλλ’ ἐννοήσωμεν καὶ ἐξ αὐτοῦ τούτου τῆς δυνάμεως τοῦ Θεοῦ τὸ μέγεθος. Τρεῖς, φη‐ σὶν, ἦσαν οὗτοι υἱοὶ Νῶε, καὶ ἐκ τούτων διεσπάρησαν | |
40 | ἐπὶ πᾶσαν τὴν γῆν. Πῶς ἀπὸ τῶν τριῶν τοσοῦτον πλῆθος ἐπέδωκε; πῶς ἠδυνήθησαν διαρκέσαι; πῶς ἐκ τῶν ὀλίγων τούτων ἅπας ὁ κόσμος συνέστη; πῶς αὐτοῖς τὰ σώματα διέμεινεν; Οὐκ ἰατρὸς ἦν ὁ θεραπείαν προσάγων, οὐκ ἄλλη τις ἐπιμέλεια. Οὐδέπω γὰρ οὐδὲ πόλεις ἦσαν δειμάμενοι, | |
45 | ἀλλὰ μετὰ τὴν τοσαύτην ταλαιπωρίαν, καὶ τὴν ἐν τῇ κι‐ βωτῷ διαγωγὴν, ὡς τεταριχευμένοι καὶ κατειργασμένοι ἐξῆλθον, καὶ ἐν τοσαύτῃ μονώσει τυγχάνοντες καὶ ἐρημίᾳ ἀφάτῳ πῶς οὐ διεφθάρησαν; πῶς οὐκ ἀπώλοντο; Ὁ γὰρ φόβος, εἰπέ μοι, καὶ ἡ ἀγωνία οὐ κατέσειεν αὐτῶν τὴν | |
53.257(50) | διάνοιαν, καὶ διετάρασσε τὸν λογισμόν; Μὴ ξενισθῇς, ἀγαπητέ· Θεὸς γὰρ ἦν ὁ πάντα ἐργαζόμενος, καὶ ὁ τῆς φύσεως δημιουργὸς ἦν ὁ πάντα ταῦτα τὰ κωλύματα ἀναι‐ ρῶν, καὶ τὸ πρόσταγμα αὐτοῦ ἐκεῖνο τὸ λέγον, Αὐξάνε‐ σθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, αὐτοῖς | |
55 | καὶ τὴν ἐπίδοσιν ἐχαρίσατο. Ἐπεὶ καὶ οἱ Ἰσραηλῖται ἡνίκα εἰς Αἴγυπτον τῇ πλινθείᾳ καὶ τῷ πηλῷ κατειργά‐ σθησαν, ταύτῃ πολλῷ μᾶλλον εἰς πλῆθος ἐπέδωκαν, καὶ οὔτε τὸ ἀνηλεὲς ἐκεῖνο καὶ ὠμὸν ἐπίταγμα τοῦ Φαραῶ, τὸ | |
κελεῦον τὰ ἄῤῥενα εἰς τὸν ποταμὸν ῥίπτεσθαι, οὐδὲ ἡ λοι‐ | Column end | |
53.258 | πὴ κακουχία, ἣν ὑπὸ τῶν ἐργοδιωκτῶν ὑπέμενον, ἴσχυσεν ἐλαττῶσαι αὐτῶν τὸ πλῆθος, ἀλλὰ καὶ μᾶλλον εἰς πλῆθος ἐπεδίδουν. Ἡ γὰρ ἄνωθεν ῥοπὴ ἦν ἡ διὰ τῶν ἐναν‐ τίων ἅπαντα ἐργαζομένη. | |
5 | εʹ. Ὅταν τοίνυν ὁ Θεὸς κελεύῃ, μὴ ζήτει κατὰ ἀκολουθίαν ἀνθρωπίνην διερευνᾶσθαι τὰ πράγματα. Ἀνώτερος γὰρ ὢν τῆς φύσεως, οὐ δεῖται τῆς ἀκολουθίας τῆς φύσεως, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν κωλυόντων τὰ πράγματα αὐξάνε‐ σθαι παρασκευάζει. Τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἀπὸ τῶν | |
10 | τριῶν τούτων τὴν οἰκουμένην ἅπασαν ἀνεπλήρωσεν. Ἀπὸ τούτων γὰρ, φησὶ, τῶν τριῶν διεσπάρησαν ἐπὶ πᾶσαν τὴν γῆν. Εἶδες Θεοῦ δύναμιν; εἶδες πῶς, κἂν πολλὰ ἦν τὰ κωλύματα, οὐδέν ἐστι τὸ διακόπτον αὐτοῦ τὸ βούλημα; Τὸ αὐτὸ καὶ ἐπὶ τῆς πίστεώς ἐστιν ἰδεῖν γινόμενον. Τοιούτων | |
15 | γὰρ ὄντων τῶν πολεμούντων, τοσούτων ὄντων τῶν ἐπιβου‐ λευόντων, καὶ βασιλέων, καὶ τυράννων, καὶ δήμων κατ‐ εξανισταμένων, καὶ πάντα ποιούντων, ὥστε σβέσαι τὸν σπινθῆρα τῆς πίστεως, δι’ αὐτῶν τῶν ἐπιβουλευόντων, διὰ τῶν κωλύειν βουλομένων, τοσαύτη ἤρθη τῆς εὐσεβείας ἡ | |
20 | φλὸξ, ὡς ἅπασαν καταλαβεῖν τὴν οἰκουμένην, καὶ τὴν ἀοί‐ κητον. Κἂν πρὸς Ἰνδοὺς γὰρ ἀπέλθῃς, κἂν πρὸς Σκύθας, κἂν πρὸς αὐτὰ τὰ πέρατα τῆς οἰκουμένης, κἂν εἰς αὐτὸν τὸν ὠκεανὸν, πανταχοῦ εὑρήσεις τοῦ Χριστοῦ τὴν διδασκα‐ λίαν καταυγάζουσαν τὰς ἁπάντων ψυχάς. Τὸ γὰρ θαυμα‐ | |
25 | στὸν καὶ παράδοξον, ὅτι καὶ αὐτὰ τὰ βάρβαρα ἔθνη μετεῤ‐ ῥύθμισεν ὁ τῆς εὐσεβείας λόγος, καὶ φιλοσοφεῖν ἔμαθον καὶ τῆς παλαιᾶς συνηθείας ἀποστάντες πρὸς τὴν εὐσέ‐ βειαν μετετάξαντο. Καὶ καθάπερ διὰ τῶν τριῶν τούτων τὸ τῶν ἀνθρώπων πλῆθος ἐπιδοῦναι παρεσκεύασεν ὁ τῶν | |
30 | ὅλων δημιουργός· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς πί‐ στεως διὰ τῶν ἕνδεκα, τῶν ἁλιέων, τῶν ἀγραμμάτων, τῶν ἰδιωτῶν, τῶν μηδὲ διᾶραι τὸ στόμα τολμώντων, ἅπασαν ἐπεσπάσατο τὴν οἰκουμένην. Καὶ οἱ ἀγράμματοι οὗτοι, καὶ οἱ ἰδιῶται καὶ οἱ ἁλιεῖς τῶν φιλοσόφων ἀπέφραξαν τὰ | |
35 | στόματα, καὶ καθάπερ ὑπόπτεροι, οὕτω τὴν οἰκουμένην ἅπασαν διέδραμον κατασπείραντες τὸν τῆς εὐσεβείας λό‐ γον καὶ τὰς ἀκάνθας ἐκτέμνοντες, καὶ τὰ παλαιὰ ἀνα‐ σπῶντες ἔθη, καὶ τοὺς τοῦ Χριστοῦ νόμους πανταχοῦ κα‐ ταφυτεύοντες· καὶ οὔτε τὸ ὀλίγους αὐτοὺς εἶναι, οὔτε ἡ | |
40 | ἰδιωτεία, οὔτε τὸ αὐστηρὸν τῶν ἐπιταγμάτων, οὔτε τὸ πα‐ λαιᾷ συνηθείᾳ προκατειλῆφθαι ἅπαν τὸ τῶν ἀνθρώπων γένος, ἴσχυσε κώλυμα αὐτοῖς γενέσθαι, ἀλλὰ ταῦτα πάντα ἀνῄρει προοδοποιοῦσα ἡ χάρις, καὶ μετ’ εὐκολίας ἅπαντα εἰργάζοντο, δι’ αὐτῶν τῶν κωλυμάτων μείζονα δεχόμενοι | |
45 | τὴν προθυμίαν. Καὶ γάρ ποτε μὲν μαστιζόμενοι ἀνεχώ‐ ρουν χαίροντες οὐ διὰ τὰς μάστιγας ἁπλῶς, ἀλλ’ Ὅτι ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ κατηξιώθησαν ἀτι‐ μασθῆναι· ἄλλοτε δὲ εἰς δεσμωτήριον ἐμβληθέντες, ἐπειδὴ ὑπ’ ἀγγέλου ἐξηνέχθησαν, πάλιν τῶν αὐτῶν εἴχον‐ | |
53.258(50) | το, καὶ εἰς τὸ ἱερὸν ἀφικνούμενοι τὸν τῆς διδασκαλίας λό‐ γον κατέβαλον, σαγηνεύοντες τὰ πλήθη εἰς τὴν εὐσέβειαν· καὶ πάλιν κατεχόμενοι, οὐ μόνον οὐδὲ ἐντεῦθεν ὀκνηρότε‐ ροι ἐγίνοντο, ἀλλὰ καὶ πλείονα τὴν παῤῥησίαν ἐπεδεί‐ κνυντο, ἐν μέσῳ μαινομένου δήμου καὶ τοὺς ὀδόντας τρί‐ | |
55 | ζοντος ἑστῶτες καὶ λέγοντες· Πειθαρχεῖν δεῖ Θεῷ μᾶλ‐ λον ἢ ἀνθρώποις. Εἶδες παῤῥησίας μέγεθος; εἶδες τοὺς ἰδιώτας, τοὺς ἁλιεῖς ὑπερορῶντας τοσούτων δήμων μαινομένων, καὶ πρὸς φόνους καὶ σφαγὰς ἑτοίμων; Ἀλλὰ σὺ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ τούτοις λογίζου τὰ γινό‐ | |
60 | μενα, ἀλλὰ τῇ ἄνωθεν χάριτι τῇ νευρούσῃ καὶ ἀλειφούσῃ αὐτῶν τὴν προθυμίαν. Ἐπεὶ καὶ αὐτὸς οὗτος ὁ μακάριος | |
Πέτρος, ἡνίκα τὸν ἐκ κοιλίας μητρὸς χωλεύοντα ὄρθιον | ||
53.259 | ἀποκατέστησε, πάντων ἐκπληττομένων καὶ θαυμαζόντων αὐτοὺς, ἐπιδεικνύμενος τὴν οἰκείαν εὐγνωμοσύνην φησίν· Ἄνδρες, τί ἀτενίζετε ἡμῖν, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσε‐ βείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Τίνος ἕνεκεν, | |
5 | φησὶν, οὕτω κατεπλάγητε καὶ ἐκπεπληγμένοι ἐστὲ ἐπὶ τῷ γεγονότι; Μὴ γὰρ ἡμεῖς ἐσμεν οἱ τοῦτο ἐργασάμενοι, ἢ ἰδίᾳ δυνάμει πρὸς ὑγίειαν αὐτὸν ἐπαναγαγόντες, καὶ βα‐ δίζειν παρασκευάσαντες; Τί ἡμῖν ἀτενίζετε; Οὐδὲν πλέον ἡμεῖς εἰσηνέγκαμεν, ἢ ὅτι τὴν γλῶτταν ἐδανείσαμεν· ὁ δὲ | |
10 | τὸ πᾶν ἐργασάμενος, ὁ Δεσπότης ἐστὶ καὶ δημιουργὸς τῆς φύσεως. Ἐκεῖνος Ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰα‐ κὼβ, οὓς πατριάρχας ἐπιγράφεσθε, ἐκεῖνος Ὃν ὑμεῖς παραδεδώκατε καὶ ἠρνήσασθε κατὰ πρόσωπον Πιλά‐ του, κρίναντος ἐκείνου ἀπολύειν· ἐκεῖνός ἐστιν ὁ ταῦτα | |
15 | ἐργασάμενος· ὃν Ὑμεῖς, τὸν ἅγιον καὶ δίκαιον, ἠρνή‐ σασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν, τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς κατεκρίνατε, ὃν ὁ Θεὸς ἤγει‐ ρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν. Καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ | |
20 | οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ· καὶ ἡ πίστις ἡ δι’ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ἀπέναντι πάντων ὑμῶν. ϛʹ. Πολλὴ τῆς παῤῥησίας ἡ ὑπερβολή· μεγάλη καὶ ἄφατος τῆς ἄνωθεν αὐτοῖς παρασχεθείσης χάριτος ἡ δύναμις· σα‐ | |
25 | φεστάτη τῆς ἀναστάσεως ἡ ἀπόδειξις ἡ τοῦ μακαρίου τού‐ του παῤῥησία γένοιτ’ ἄν. Τί γὰρ ἂν τούτου μεῖζον σημεῖον ἐπιζητήσειεν ἄν τις λαβεῖν, ὅταν ὁ πρὸ τοῦ σταυροῦ καὶ κόρης εὐτελοῦς ἀπειλὴν μὴ δυνηθεὶς ἐνεγκεῖν, νῦν οὕτω κατεξανίσταται τοῦ τῶν Ἰουδαίων δήμου, καὶ τοσαύτῃ | |
30 | παῤῥησίᾳ καὶ πρὸς τοσοῦτον πλῆθος, μόνος ὢν, οὕτως ἀτάκτως μεμηνὸς, ἐπαποδύεται, καὶ τοιαῦτα φθέγγεται, ἃ τὴν μανίαν αὐτῶν ἐπὶ πλεῖον διεγείρειν δύναται; Εἶδες, ἀγαπητὲ, πῶς, ὅπερ ἐν προοιμίοις ἔλεγον, τοῦτο καὶ νῦν δείκνυται; Ἐπειδάν τις πυρωθῇ τῷ πρὸς τὸν Θεὸν πόθῳ, | |
35 | οὐκέτι λοιπὸν ὁρᾷν ἀνέχεται τὰ τοῖς ὀφθαλμοῖς τούτοις τοῖς σωματικοῖς ὑποπίπτοντα, ἀλλ’ ἑτέρους ὀφθαλμοὺς κτησάμενος, τοὺς τῆς πίστεως λέγω, ἐκεῖνα διὰ παντὸς φαντάζεται καὶ πρὸς ἐκεῖνα τὴν διάνοιαν ἔχει τεταμένην, καὶ ἐν γῇ βαδίζων ὡς ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχων, οὕ‐ | |
40 | τω πάντα διαπράττεται, ὑπ’ οὐδενὸς τῶν ἀνθρωπίνων ἐμ‐ ποδιζόμενος πρὸς τὸν κατ’ ἀρετὴν δρόμον. Ὁ γὰρ τοιοῦτος οὐ τὰ λαμπρὰ τοῦ βίου λοιπὸν ὁρᾷ, οὐ τὰ δυσχερῆ καὶ ἐναντία, ἀλλὰ πάντα παρατρέχει, πρὸς τὴν ἑαυτοῦ πα‐ τρίδα ἐπειγόμενος. Καὶ καθάπερ ὁ μετὰ πολλοῦ τοῦ τόνου | |
45 | τὸν σωματικὸν τοῦτον δρόμον τρέχων οὐδένα τῶν ἀπαντώντων ὁρᾷ, κἂν μυριάκις αὐτῷ προσπταίσῃ, ἀλλὰ πρὸς τὸν δρόμον ἔχων τεταμένον αὐτοῦ τὸν λογισμὸν, εὐ‐ κόλως ἅπαντα παραδραμὼν ἐπείγεται πρὸς τὸν προκείμε‐ νον αὐτῷ σκοπόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τὸν κατ’ ἀρε‐ | |
53.259(50) | τὴν δρόμον τρέχειν σπουδάζων, καὶ ἀπὸ γῆς εἰς οὐρανὸν ἀνελθεῖν ἐπιθυμῶν, πάντα τὰ ὁρώμενα κάτω ἀφίησι, καὶ ὅλος τοῦ δρόμου γίνεται, καὶ οὐ πρότερον ἵσταται, οὐδὲ κατέχεται ὑπό τινος τῶν ὁρωμένων, μέχρις ἂν εἰς αὐτὴν ἀνελθεῖν δυνηθῇ τὴν κορυφήν. Τῷ γὰρ οὕτω διακειμένῳ | |
55 | καὶ τὰ δοκοῦντα εἶναι φοβερὰ κατὰ τὸν παρόντα βίον, εὐ‐ καταφρόνητα γίνεται, καὶ ὁ τοιοῦτος οὔτε ξίφος δέδοικεν, οὔτε κρημνὸν, οὔτε θηρίων ὀδόντας, οὐ βασάνους, οὐ δη‐ μίων χεῖρας, οὐκ ἄλλο τι τῶν κατὰ τὸν βίον λυπηρῶν· ἀλλὰ κἂν ἄνθρακας ἴδῃ ὑπεστορεσμένους, ὡς λειμῶνας | |
60 | ὁρῶν καὶ παραδείσους, οὕτως ἐπιπηδᾷ· κἂν ἕτερόν τι τῶν | |
κολαστηρίων εἶδος ἐπαγόμενον θεάσηται, οὐ ναρκᾷ πρὸς | Column end | |
53.260 | τὴν ὄψιν, οὐδὲ ἐπιστρέφεται. Ὁ γὰρ τῶν μελλόντων πόθος μετέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτως ἀνώτερος γίνεται τῶν παθῶν, καὶ τῇ ἄνωθεν χάριτι φρουρούμενος οὐδὲ αἴσθησιν λαμβά‐ | |
5 | νει τῶν ἀλγηδόνων τῶν σωματικῶν. Διὸ παρακαλῶ, ἵν’ εὐκόλως τοὺς κατὰ τὴν ἀρετὴν πό‐ νους ἐνεγκεῖν δυνηθῶμεν, πολὺν τὸν περὶ τὸν Θεὸν ἐπιδει‐ ξώμεθα πόθον, καὶ ἐκεῖ τὴν διάνοιαν ἡμῶν τείναντες ὑπὸ μηδενὸς τῶν ἐν τῷ παρόντι βίῳ πρὸς τὸν ἐκεῖσε δρόμον | |
10 | ὑποσκελιζώμεθα, ἀλλὰ τῶν μελλόντων ἀγαθῶν τὴν διη‐ νεκῆ ἀπόλαυσιν λογιζόμενοι, πάντα τὰ ἀλγεινὰ τοῦ παρ‐ όντος βίου πράως φέρωμεν, καὶ μήτε ἀδοξία ἡμᾶς λυπεί‐ τω, μήτε πενία πιεζέτω, μήτε νόσος σώματος τῆς ψυχῆς τὸ φρόνημα χαυνούτω, μήτε τὸ καταφρονεῖσθαι παρὰ τῶν | |
15 | πολλῶν καὶ ἐξευτελίζεσθαι ὀκνηροτέρους περὶ τὴν τῆς ἀρετῆς κατόρθωσιν ἀπεργαζέσθω· ἀλλὰ πάντα ταῦτα, ὥσπερ κόνιν, ἀποτιναξάμενοι, καὶ γενναῖον καὶ ὑψηλὸν φρόνημα ἀναλαβόντες, οὕτω πρὸς ἅπαντα πολλὴν τὴν ἀν‐ δρείαν ἐπιδειξώμεθα, καὶ καθάπερ χθὲς παρεκάλεσα τὴν | |
20 | ὑμετέραν ἀγάπην, τὰς πρὸς τοὺς ἐχθροὺς καταλλαγὰς μετὰ πολλῆς τῆς σπουδῆς ποιησώμεθα, καὶ τὰ λοιπὰ τῆς ψυχῆς πάθη ἐξορίσωμεν τῆς ἡμετέρας· κἂν ἐπιθυμία ἄτοπος ἐνοχλῇ, ταύτην φυγαδεύωμεν· κἂν θυμὸς πρὸς ὀργὴν διεγείρῃ, καταστέλλωμεν τὴν φλεγμονὴν τῇ ᾠδῇ | |
25 | τῶν πνευματικῶν παραινέσεων, δεικνύντες τοῦ πάθους τὸν ὄλεθρον. Ἀνὴρ γὰρ, φησὶ, θυμώδης, οὐκ εὐσχή‐ μων· καὶ πάλιν· Ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ εἰ‐ κῆ, ἔνοχος ἔσται εἰς τὴν γέενναν τοῦ πυρός. κἂν χρη‐ μάτων ἐπιθυμία ταράσσῃ τὸν λογισμὸν, φεύγειν σπουδά‐ | |
30 | ζωμεν τὴν ὀλεθρίαν ταύτην λύμην, καὶ καθάπερ ῥίζαν τῶν κακῶν ἁπάντων ἐκτέμνωμεν. Καὶ ἕκαστον δὲ τῶν ἐνοχλούντων ἡμῖν παθῶν διορθοῦν σπουδάζωμεν, ἵνα καὶ τῶν βλαβερῶν ἀπεχόμενοι, καὶ τὰς ἀγαθὰς πράξεις μετα‐ διώκοντες, δυνηθῶμεν κατὰ τὴν ἡμέραν ἐκείνην τὴν φο‐ | |
35 | βερὰν τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
39t | ΟΜΙΛΙΑ ΚΘʹ. | |
40n | Καὶ ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευ‐ | |
41n | σεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύ‐ | |
42n | σθη. | |
43 | αʹ. Πρὸς τὸ τέλος λοιπὸν ἐφθάσαμεν τῆς κατὰ τὸν δίκαιον ὑποθέσεως· διὸ, παρακαλῶ, συντείνατέ μοι τὴν διάνοιαν, | |
45 | καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Οὐδὲ γὰρ μικρὰ, οὐδὲ τὰ τυχόντα ἐστὶ καρπώσασθαι καὶ ἐκ τῶν σή‐ μερον ἀνεγνωσμένων· τὰ γὰρ τοῖς παλαιοῖς συμβεβηκότα, εἰ βουλοίμεθα νήφειν, μεγίστης ἡμῖν διδασκαλίας ὑπόθε‐ σις γίνεται Διὰ γὰρ τοῦτο οὐ μόνον τὰ κατορθώματα τῶν | |
53.260(50) | ἁγίων γέγραπται, ἀλλὰ καὶ τὰ ἁμαρτήματα, ἵνα τὰ μὲν φεύγωμεν, τὰ δὲ ζηλώσωμεν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ δείκνυσί σοι ἡ θεία Γραφὴ καὶ δικαίους πολλάκις σφαλέν‐ τας, καὶ ἁμαρτωλοὺς πολλὴν μεταβολὴν ἐπιδειξαμένους, ἵνα ἑκατέρωθεν ἀρκοῦσαν δεξώμεθα τὴν ἀσφάλειαν, καὶ | |
55 | μήτε ὁ ἑστὼς θαῤῥῇ ὁρῶν καὶ δικαίους καταπεσόντας, μήτε ὁ ἐν ἁμαρτήμασιν ὢν ἀπαγορεύῃ, ἰδὼν πολλοὺς ἀνενεγ‐ κόντας καὶ πρὸς αὐτὴν τὴν ἄκραν κορυφὴν φθάσαι δυνη‐ θέντας. Μηδεὶς τοίνυν, παρακαλῶ, κἂν πολλὰ κατορθώ‐ | |
ματα ἑαυτῷ συνειδὼς ᾖ, θαῤῥείτω, ἀλλ’ ἐναγώνιος ἔστω, | ||
53.261 | καὶ ἀκουέτω τοῦ μακαρίου Παύλου λέγοντος καὶ παραι‐ νοῦντος, Ὥστε ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ· μήτε ὁ πρὸς αὐτὸν τὸν πυθμένα τῆς κακίας κατελθὼν ἀπ‐ ελπιζέτω ἑαυτοῦ τὴν σωτηρίαν, ἀλλ’ ἐννοῶν τοῦ Θεοῦ τὴν | |
5 | ἄφατον φιλανθρωπίαν ἀκουέτω πάλιν τοῦ Θεοῦ διὰ τοῦ προφήτου λέγοντος, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται, ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; καὶ πάλιν· Οὐ βούλο‐ μαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι, καὶ ζῇν αὐτόν. Εἶδες, ἀγαπητὲ, πῶς ἕκαστον τῶν ἐν τῇ | |
10 | θείᾳ Γραφῇ ἐγγεγραμμένων δι’ οὐδὲν ἕτερον μνήμῃ παρ‐ εδόθη, ἀλλ’ ἢ διὰ τὴν ὠφέλειαν τὴν ἡμετέραν, καὶ τὴν σω‐ τηρίαν τοῦ τῶν ἀνθρώπων γένους; Ταῦτα δὴ λογιζόμενα ἕκαστος ἡμῶν τὰ κατάλληλα φάρμακα ἐντεῦθεν ἑαυτῷ ἐπιτιθέτω. Διὰ γὰρ τοῦτο πᾶσιν ἐπ’ ἀδείας πρόκειται, καὶ | |
15 | ἔξεστι τῷ βουλομένῳ τὸ ἁρμόδιον τῷ ἐνοχλοῦντι πάθει φάρμακον ἐπιτιθέναι, καὶ ταχίστην τὴν ὑγίειαν δέξασθαι, μόνον ἐὰν μὴ ἀποσείσηταί τις τὴν ἀπὸ τῆς ἰατρείας θερα‐ πείαν, ἀλλὰ τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδείξηται. Οὐδὲν γάρ ἐστι τῶν τὴν ἀνθρωπίνην φύσιν συνεχόντων οὔτε ψυ‐ | |
20 | χικὸν οὔτε σωματικὸν πάθος, ὃ μὴ τὴν ἐντεῦθεν ἰατρείαν δέξασθαι δύναται. Τί γὰρ, εἰπέ μοι; Εἰσέρχεταί τις ἐν‐ ταῦθα λύπῃ καὶ πραγμάτων περιστάσει πιεζόμενος, καὶ διὰ τοῦτο καταχώννυται τῇ ἀθυμίᾳ, εἰσελθὼν καὶ εὐθέως ἀκούσας τοῦ προφήτου λέγοντος· Ἵνα τί περίλυπος εἶ, ἡ | |
25 | ψυχή μου, καὶ ἵνα τί συνταράσσεις με; Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ· σωτήριον τοῦ προσώπου μου, καὶ ὁ Θεός μου· ἱκανὴν λαβὼν παρα‐ μυθίαν ἄπεισι, πᾶσαν ἐκείνην τὴν ἀθυμίαν ἀποσεισάμε‐ νος. Ἕτερος πάλιν πενίᾳ πιεζόμενος ἐσχάτῃ δυσχεραίνει, | |
30 | καὶ ἀλύει ὁρῶν ἑτέρους πλούτῳ περιῤῥεομένους, καὶ μέγα φυσῶντας καὶ πολλὴν τὴν φαντασίαν περιβεβλημέ‐ νους. Ἀκούει καὶ οὗτος πάλιν τοῦ αὐτοῦ προφήτου λέγον‐ τος· Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει· καὶ πάλιν· Μὴ φοβοῦ ὅταν πλου‐ | |
35 | τήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἕτερος πάλιν ἐπιβουλὰς καὶ συκοφαντίας ὑπομέ‐ νων δυσχεραίνει, καὶ ἀβίωτον ἡγεῖται τὸν βίον, οὐδαμόθεν ἀνθρωπίνην βοήθειαν εὑρεῖν δυνάμενος. Διδάσκεται δὲ καὶ | |
40 | οὗτος ὑπὸ τοῦ μακαρίου τούτου προφήτου ἐν ταῖς τοιαύ‐ ταις περιστάσεσι μὴ ἐπ’ ἀνθρωπίνην συμμαχίαν καταφεύ‐ γειν· ἀκούει γὰρ αὐτοῦ λέγοντος· Αὐτοὶ ἐνδιέβαλόν με, ἐγὼ δὲ προσηυχόμην. Εἶδες ὅθεν τὴν συμμαχίαν ἐπιζητεῖ; Ἕτεροι, φησὶ, | |
45 | δόλους ῥάπτουσι καὶ συκοφαντίας καὶ ἐπιβουλάς· ἐγὼ δὲ ἐπὶ τὸ τεῖχος τὸ ἀκαταμάχητον καταφεύγω, ἐπὶ τὴν ἄγκυραν τὴν ἀσφαλῆ, ἐπὶ τὸν λιμένα τὸν ἀκύμαντον, ἐπὶ τὴν εὐχὴν, δι’ ἧς πάντα μοι τὰ δυσχερῆ κοῦφα καὶ ῥᾴδια γίνεται. Ἕτερος πάλιν ὑπὸ τῶν πρότερον θερα‐ | |
53.261(50) | πευόντων καταφρονεῖται καὶ περιορᾶται, καὶ ὑπὸ τῶν φίλων καταλιμπάνεται, καὶ τοῦτο αὐτοῦ μάλιστα συγχεῖ καὶ ταράσσει τὸν λογισμόν. Ἀλλὰ καὶ οὗτος, εἰ βουλη‐ θείη, ἐνταῦθα παραγενόμενος ἀκούσει τοῦ μακαρίου τού‐ του λέγοντος· Οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ | |
55 | ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν, καὶ ἐξεβιάζοντο οἱ ζη‐ τοῦντες τὴν ψυχήν μου· καὶ οἱ ζητοῦντες τὰ κακά μου ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. Εἶδες μέχρις αὐτοῦ τοῦ θανά‐ | |
60 | του τὰς ἐπιβουλὰς ῥάπτοντας, καὶ διηνεκῆ τὸν πόλεμον ἐπιδεικνυμένους; Τὸ γὰρ, Ὅλην τὴν ἡμέραν, τοῦτο δηλοῖ, ὅτι διὰ πάσης τῆς ζωῆς. Τί οὖν αὐτὸς ἐκείνων ταῦτα ἐπιβουλευόντων καὶ κατασκευαζόντων ἔπραττεν; | |
Ἐγὼ δὲ, φησὶν, ὡσεὶ κωφὸς οὐκ ἤκουον, καὶ ὡσεὶ | Column end | |
53.262 | ἄλαλος οὐκ ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. Εἶδες φιλοσοφίας ὑπερβολὴν, πῶς διὰ τῶν ἐναντίων ὁδῶν οὗτος περιεγένετο; Ἐκεῖνοι | |
5 | δόλους ἔῤῥαπτον, αὐτὸς καὶ τὰς ἀκοὰς ἔφραττεν, ὡς μηδὲ ἀκούειν· ἐκεῖνοι πάντα τὸν χρόνον οὐκ ἐπαύοντο καὶ τὴν γλῶτταν ἀκονοῦντες, καὶ ματαιότητας καὶ δολιό‐ τητας φθεγγόμενοι· οὗτος δὲ τῇ σιγῇ τὴν μανίαν ἐκεί‐ νων κατέστελλε. Καὶ τίνος ἕνεκεν οὕτως ἑαυτὸν διετίθει, | |
10 | καίτοι ἐκείνων ταῦτα κατασκευαζόντων, καὶ ὡσεὶ κω‐ φὸς, καὶ ἄλαλος, καὶ μήτε ἀκοὰς ἔχων, μήτε γλῶτταν, οὕτω διέκειτο; Ἄκουε αὐτοῦ λέγοντος τὴν αἰτίαν τῆς τοσαύτης φιλοσοφίας· Ὅτι ἐπὶ σοὶ ἤλπισα, Κύριε. Ἐπειδὴ ἐμαυτὸν ἐξήρτησα, φησὶ, τῆς εἰς σὲ ἐλπίδος, | |
15 | οὐδείς μοι λόγος τῶν παρὰ τούτων γινομένων. Ἡ γὰρ σὴ ῥοπὴ ἱκανὴ πάντα διασκεδάσαι, καὶ ἀκύρους αὐτῶν ποιῆσαι καὶ τὰς ἐπιβουλὰς καὶ τὰς μηχανὰς, καὶ μηδὲν ἀφεῖναι τῶν ὑπ’ αὐτῶν κατασκευαζομένων εἰς ἔργον ἐλθεῖν. | |
20 | βʹ. Ἴδετε πῶς δυνατὸν ἑκάστης συμφορᾶς τῆς συνεχούσης τὴν ἀνθρωπίνην φύσιν κατάλληλον ἐντεῦθεν φάρμακον λαβόντα ἀπελθεῖν, καὶ πᾶσαν ἀπώσασθαι ἀθυμίαν βιωτικὴν, καὶ ὑπὸ μηδενὸς συστέλλεσθαι τῶν συμπι‐ πτόντων; Διὰ τοῦτο παρακαλῶ καὶ συνεχῶς ἐνταῦθα | |
25 | βαδίζειν, καὶ μετὰ ἀκριβείας προσέχειν τῇ τῶν θείων Γραφῶν ἀναγνώσει, μὴ μόνον ἐπειδὰν ἐνταῦθα παραγί‐ νησθε, ἀλλὰ καὶ οἴκαδε μετὰ χεῖρας λαμβάνειν τὰ θεῖα Βιβλία, καὶ μετ’ ἐπιμελείας δέχεσθαι τῶν ἐγκειμένων τὴν ὠφέλειαν. Πολὺ γὰρ τὸ ἐντεῦθεν τικτόμενον κέρδος· | |
30 | πρῶτον αὐτὸ τοῦτο, τὴν γλῶτταν ἀναπλάττεσθαι ποιεῖ διὰ τῆς ἀναγνώσεως· ἔπειτα καὶ ἡ ψυχὴ πτεροῦται καὶ μετάρσιος γίνεται, τῷ φωτὶ τοῦ τῆς δικαιοσύνης ἡλίου καταυγαζομένη, κατ’ αὐτὸν ἐκεῖνον τὸν καιρὸν τῆς τῶν πονηρῶν λογισμῶν λύμης ἀπαλλαττομένη, καὶ γα‐ | |
35 | λήνης ἀπολαύουσα πολλῆς καὶ ἡσυχίας. Καὶ ὅπερ ἡ σω‐ ματικὴ τροφὴ πρὸς τὴν σύστασιν τῆς ἡμετέρας ἰσχύος, τοῦτο ἡ ἀνάγνωσις τῇ ψυχῇ γίνεται. Τροφὴ γάρ ἐστι πνευματικὴ, καὶ νευροῖ τὸν λογισμὸν, καὶ ἰσχυρὰν ἐργά‐ ζεται τὴν ψυχὴν, καὶ εὐτονωτέραν καὶ φιλοσοφωτέραν, | |
40 | οὐκ ἀφιεῖσα λοιπὸν ἁλίσκεσθαι τοῖς ἀλόγοις πάθεσιν, ἀλλὰ καὶ κοῦφον αὐτῇ τὸ πτερὸν ἐργαζομένη, καὶ πρὸς αὐτὸν, ὡς εἰπεῖν, τὸν οὐρανὸν μεθιστῶσα. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τοῦ τοσούτου κέρδους, ἀλλὰ καὶ ἐπὶ οἰκίας σπουδάζωμεν τῇ ἀναγνώσει τῶν θείων προσ‐ | |
45 | έχειν Γραφῶν, καὶ ἐνταῦθα παραγινόμενοι μὴ εἰς φλυα‐ ρίας καὶ ἀνονήτους ὁμιλίας τὸν καιρὸν καταδαπανῶμεν, ἀλλὰ δι’ ὃ παραγεγόναμεν, οὕτω συντείνωμεν ἑαυτοὺς, καὶ προσέχωμεν τοῖς ἀναγινωσκομένοις, ἵνα καρπωσά‐ μενοί τι πλέον, οὕτως ἐντεῦθεν ἐξέλθητε. Εἰ μέλλοιτε | |
53.262(50) | εἰσελθόντες ἐνταῦθα πάλιν εἰς ὁμιλίας ἀκαίρους καὶ ἀνωφελεῖς τὸν καιρὸν καταναλίσκειν, καὶ μηδὲν πλέον εἰς ὠφέλειαν λόγων δεξάμενοι ἐπανιέναι, τί τὸ ὄφελος; Πῶς γὰρ οὐκ ἄτοπον, εἰς μὲν πανήγυριν βιωτικὴν ἀπι‐ όντας σπουδάζειν πάντα τὰ ἐκ τῆς πανηγύρεως λαβόντας | |
55 | ἐπανελθεῖν οἴκαδε, καὶ ταῦτα χρήματα κατατιθέντας· ἐνταῦθα δὲ εἰς τὴν πανήγυριν ταύτην τὴν πνευματικὴν ἐρχομένους, μὴ πᾶσαν ποιεῖσθαι σπουδὴν λαβόντας τι τῶν χρησίμων, καὶ εἰς τὴν ψυχὴν ἐναποθεμένους οὕτως ἐπανιέναι, καὶ μάλιστα ὅτε οὐδὲ χρημάτων δαπάνην ἐρ‐ | |
60 | γάσασθαι δεῖ, ἀλλὰ προθυμίαν μόνον εἰσενεγκεῖν, καὶ γνώμην συντεταμένην; Ἵνα οὖν μὴ χείρους γενώμεθα τῶν ταῖς βιωτικαῖς πανηγύρεσιν ἐμβαλλόντων, σπουδά‐ | |
ζωμεν πολλὴν ἐπιδείκνυσθαι τὴν φροντίδα καὶ τὴν ἀγρυ‐ | ||
53.263 | πνίαν, ἵν’ ἔχωμεν ἐντεῦθεν ἐξελθόντες ἐφόδια, ὥστε μὴ μόνον ἑαυτοῖς ἀρκεῖν, ἀλλὰ καὶ ἑτέροις ἐπιχορηγεῖν, καὶ δύνασθαι καὶ τὴν γυναῖκα διορθοῦν, καὶ τοὺς οἰκέτας, καὶ τοὺς γείτονας, καὶ τὸν φίλον, καὶ τὸν ἐχθρὸν αὐτόν. | |
5 | Τοιαῦτα γὰρ τὰ πνευματικὰ διδάγματα, ὡς κοινὰ πᾶσι προκεῖσθαι, καὶ μηδεμίαν εἶναι ἐν αὐτοῖς διαφορὰν, πλὴν εἰ μή πού τις γνώμην συντεταμένην εἰσενέγκας καὶ προθυμίαν ζέουσαν ὑπερηκόντισε τὸν πλησίον. Ἐπεὶ οὖν καὶ τῶν ἐνταῦθα διδαγμάτων τοσοῦτον τὸ κέρδος, | |
10 | φέρε σήμερον τὰ ἀναγνωσθέντα εἰς μέσον προθῶμεν καὶ τὸ ἐξ αὐτῶν κέρδος καρπωσάμενοι, οὕτως οἴ‐ καδε ἐπανέλθωμεν. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ | |
15 | ἐμεθύσθη. Σκόπει πόσης ἡμῖν ὠφελείας ὑπόθεσις γίνε‐ ται αὐτὸ τῆς ἀναγνώσεως τὸ προοίμιον. Ὅταν γὰρ ἀκού‐ σωμεν, ὅτι ὁ δίκαιος, ὁ τέλειος, ὁ τὴν ἄνωθεν μαρτυρίαν δεξάμενος ἔπιε καὶ ἐμεθύσθη, πῶς ἡμεῖς λοιπὸν οἱ τοσ‐ ούτοις καὶ ἑτέροις ἁμαρτήμασι καταβεβαπτισμένοι οὐχὶ | |
20 | μετὰ πολλοῦ τοῦ τόνου σπουδάσομεν φυγεῖν τὴν ἐκ τῆς μέθης λύμην; Καίτοι γε οὐχ ὅμοιόν ἐστι τὸ τὸν δίκαιον τοῦτον ἁλῶναι τῷ πάθει, καὶ ἡμᾶς τῷ αὐτῷ περιπεσεῖν. Πολλὰ γάρ ἐστιν, ἃ τὸν δίκαιον τοῦτον συγγνώμης ἄξιον ἀποφαίνει. Καὶ ταῦτα λέγω οὐ τὸν ὑπὲρ τῆς μέθης λόγον | |
25 | ποιούμενος, ἀλλὰ δεικνὺς ὅτι οὐκ ἐξ ἀκρασίας ὁ δίκαιος ὑπεσκελίσθη, ἀλλ’ ὑπὸ ἀγνοίας μᾶλλον. Καὶ ὅτι οὐχ ἁπλῶς εὗρε τὴν οἰνοποσίαν, ἄκουε αὐτῆς τῆς Γραφῆς λεγούσης καὶ τὴν ἀπολογίαν ποιουμένης, δι’ ὧν φθέγγε‐ ται· Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, | |
30 | καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Αὐτὸ τοῦτο τὸ εἰπεῖν, Ἤρξατο, δείκνυσιν ὅτι αὐτὸς τὴν ἀρχὴν εὗρε τῆς οἰνοποσίας, καὶ διὰ πολλὴν ἄγνοιαν καὶ διὰ τὸ μὴ εἰδέναι τῆς μεταλήψεως τὰ μέτρα εἰς τὴν μέθην ἐξεκυλίσθη. Καὶ οὐ τοῦτο μόνον ἐστὶν, | |
35 | ἀλλ’ ὅτι καὶ ἀθυμίᾳ πολλῇ κατεχόμενος ἐβουλήθη τὴν ἐντεῦθεν παραμυθίαν ἑαυτῷ ἐπινοῆσαι, καθάπερ καί τίς φησι σοφός· Δότε οἶνον τοῖς ἐν λύπαις, καὶ μέθην τοῖς ἐν ὀδύναις· δεικνὺς ὅτι οὐδὲν οὕτως ἀθυμίας φάρμακον γενέσθαι δύναται, ὡς ἡ τούτου χρῆσις· μόνον εἰ μή που ἡ | |
40 | ἀμετρία λυμήνηται τὴν ἐξ αὐτοῦ ὠφέλειαν. Ὅτι δὲ ἐν λύπῃ ἦν καὶ ἀθυμίᾳ ὁ δίκαιος οὗτος, ὁρῶν ἑαυτὸν ἐν ἐρη‐ μίᾳ τοσαύτῃ, καὶ πρὸ τῶν ὀφθαλμῶν ἐκείνῳ τὰ σώματα τῶν ἀνθρώπων ἐῤῥιμμένα, καὶ μετὰ τῶν κτηνῶν καὶ τῶν ἀλόγων, καὶ τάφον κοινὸν ἅπασι γεγενημένον, τίς ἀντε‐ | |
45 | ρεῖ; Ἔθος γὰρ τοῖς προφήταις καὶ τοῖς δικαίοις ἅπασι μὴ μόνον ὑπὲρ τῶν καθ’ ἑαυτοὺς ἀλγεῖν, ἀλλὰ καὶ ὑπὲρ τῶν λοιπῶν ἀνθρώπων. Καὶ εἴ τις ἐξαριθμῆσαι βούλοιτο, εὑρήσει πάντας ταύτην τὴν συμπάθειαν ἐπιδεικνυμένους, καὶ ἀκούσει τοῦ μὲν Ἡσαΐου λέγοντος· Μὴ κατισχύ‐ | |
53.263(50) | σητε παρακαλεῖν με ἐπὶ τοῦ συντρίμματος τῆς θυ‐ γατρὸς τοῦ γένους μου· τοῦ δὲ Ἱερεμίου· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; τοῦ δὲ Ἰεζεκιήλ· Οἴ μοι, Κύριε, ἐξαλείφεις σὺ τὸ κατάλοιπον τοῦ Ἰσραήλ; καὶ τοῦ Δανιὴλ θρη‐ | |
55 | νοῦντος, καὶ λέγοντος, ὅτι Ὀλιγοστοὺς ἡμᾶς ἐποίησας παρὰ πάντα τὰ ἔθνη· καὶ τοῦ Ἀμώς· Μετανόησον, Κύριε, ἐπὶ τούτῳ· καὶ τοῦ Ἀμβακούμ· Ἵνα τί ἔδειξάς μοι κόπους καὶ μόχθους; καὶ πάλιν· Καὶ ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης· καὶ | |
60 | τοῦ μακαρίου δὲ αὐτοῦ τούτου Μωϋσέως ἀκούσει λέγον‐ τος, Εἰ μὲν ἀφίης αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, | |
κἀμὲ ἐξάλειψον· καὶ πάλιν ἐπαγγελλομένου τοῦ Θεοῦ | Column end | |
53.264 | μείζονος ἔθνους ἡγεμονίαν αὐτῷ ἐγχειρίσαι, καὶ εἰπόν‐ τος· Ἄφες με, καὶ ἐξαλείψω τοὺς ἀνθρώπους τούτους, καὶ ποιήσω σε εἰς ἔθνος μέγα· οὐδὲ τοῦτο ἑλέσθαι, ἀλλὰ καὶ τὴν προστασίαν αὐτῶν προτιμοτέραν | |
5 | ἡγήσασθαι. Καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος, ὁ μακά‐ ριος Παῦλος ἔλεγεν· Ηὐχόμην ἀνάθεμα εἶναι αὐτὸς ἐγὼ ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου τῶν κατὰ σάρκα. γʹ. Ἴδετε πῶς ἕκαστος τῶν δικαίων πολλὴν τὴν συμπά‐ | |
10 | θειαν περὶ τοὺς ὁμογενεῖς ἐπεδείκνυτο. Ἐννοεῖτε λοιπὸν καὶ τὰ κατὰ τοῦτον τὸν δίκαιον, πόσα εἰκὸς ἦν πάσχειν καὶ πῶς ὑπὸ τῆς ἀθυμίας κατεργάζεσθαι, ὁρῶντα καὶ τῆς τοσαύτης ἐρημίας τὴν ἐπίτασιν, καὶ αὐτὴν τὴν γῆν, τὴν πρότερον κομῶσαν τοῖς πολλοῖς φυτοῖς καὶ τοῖς ἄν‐ | |
15 | θεσι καλλωπιζομένην, ἀθρόον ὥσπερ ἀποκειραμένην τὴν κόμην, καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον τυγχάνουσαν. Ἐπεὶ οὖν τοσαύτη τῆς ἀθυμίας ἦν ἡ ἐπίτασις, μικράν τινα ἑαυτῷ παραμυθίαν ἐντεῦθεν ἐπινοῶν, ἐπὶ τὴν τῆς γῆς ἐργασίαν, ἑαυτὸν ἐξέδωκε· διὰ τοῦτό φησι· Καὶ ἤρ‐ | |
20 | ξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα. Ἀλλ’ ἄξιον ζητῆσαι εἰ νῦν αὐτὸς ἐξηῦρε τὸ φυτὸν, ἢ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἦν παραχθέν. Εἰκὸς μὲν τοῦτο ἄνω‐ θεν καὶ ἐξ ἀρχῆς κατὰ τὴν ἕκτην ἡμέραν δεδημιουργῆ‐ | |
25 | σθαι, ἡνίκα Εἶδεν ὁ Θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν (Κατέπαυσε γὰρ, φησὶν, ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίη‐ σε)· μὴ μέντοι γνώριμον εἶναι τοῦ φυτοῦ τὴν χρῆσιν. Εἰ γὰρ ἦν ἄνωθεν καὶ ἐξ ἀρχῆς τὸ φυτὸν γνώριμον γεγο‐ | |
30 | νὸς, ἢ ὁ ἐξ αὐτοῦ καρπὸς κατάδηλος, πάντως ἂν καὶ οἱ περὶ τὸν Ἄβελ τὰς θυσίας ἀνάγοντες καὶ οἶνον ἔσπεισαν. Ἀλλ’ ἐπειδὴ ἠγνόουν ἔτι τοῦ καρποῦ τὴν χρῆσιν, οὐκ ἐχρήσαντο τῷ φυτῷ. Οὗτος δὲ φιλότεχνος ὢν περὶ τὴν γεωργίαν, καὶ πολλῇ τῇ ἐπιμελείᾳ χρησάμενος, ἴσως | |
35 | καὶ τοῦ καρποῦ ἐγεύσατο, καὶ τοὺς βότρυας ἀποθλίψας καὶ τὸν οἶνον ποιήσας μετέλαβε τῆς χρήσεως. Καὶ ἐπειδὴ μήτε αὐτὸς ἐγεύσατο πρότερον, μήτε ἕτερον εἶδε μετει‐ ληφότα, οὐκ εἰδὼς πόσῳ δεῖ χρήσασθαι μέτρῳ, οὔτε ὅπως αὐτοῦ τῆς μεταλήψεως προσήκει μετασχεῖν, ὑπ’ ἀγνοίας | |
40 | εἰς τὴν μέθην ἐξώλισθεν. Ἄλλος δὲ, ἐπειδὴ ἡ κρεωφαγία εἰσηνέχθη εἰς τὸν βίον, λοιπὸν καὶ ἡ οἰνοποσία. Ὅρα δέ μοι κατὰ μικρὸν, ἀγαπητὲ, πῶς ἡ τοῦ κόσμου σύστασις οἰκονομεῖται, καὶ ἕκαστος ὑπὸ τῆς παρὰ Θεοῦ σοφίας ἐγκειμένης τῇ φύσει εὑρετὴς ἐκ προοιμίων τέχνης τινὸς | |
45 | γέγονε, καὶ οὕτως εἰς τὸν βίον εἰσήνεγκε τὰ τῶν τεχνῶν ἐπιτηδεύματα. Ὁ γὰρ πρῶτος τὴν ἐργασίαν εὗρε τῆς γῆς, ὁ μετ’ αὐτὸν τὴν ποιμαντικὴν, ἕτερος τὴν κτηνοτρο‐ φίαν, καὶ ἄλλος τὴν μουσικὴν, ἕτερος τὴν χαλκευτικήν· οὗτος δὲ ὁ δίκαιος τὴν ἀμπελουργικὴν ἀπὸ τῆς ἐγκειμέ‐ | |
53.264(50) | νης τῇ φύσει διδασκαλίας ἐπενόησε. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπε‐ λῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Σκόπει πῶς τὸ τῆς ἀθυμίας φάρμακον, τὸ τῆς ὑγιείας ποιητι‐ κὸν, ἐπειδὴ εἰς ἀμετρίαν ὑπερέβη διὰ τὴν ἄγνοιαν, οὐ | |
55 | μόνον οὐδὲν ὠφέλησεν αὐτὸν, ἀλλὰ καὶ ἐλυμήνατο αὐτοῦ | |
τῇ καταστάσει. | ||
53.265 | Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν τοσούτων γέμον κακῶν φυτὸν εἰς τὸν βίον εἰσηνέχθη; Μὴ ἁπλῶς τὰ ἐπιόντα φθέγγου, ἄνθρωπε. Οὐ γὰρ τὸ φυτὸν κακὸν, οὔτε ὁ οἶνος πονηρὸν, ἀλλ’ ἡ παρὰ τὸ δέον χρῆσις. | |
5 | Ὅτι γὰρ οὐ παρὰ τὸν οἶνον τὰ ἁμαρτήματα τὰ ὀλέθρια τίκτεται, ἀλλὰ παρὰ τὴν διεφθαρμένην γνώμην, καὶ τῷ τῇ ἀμετρίᾳ λυμαίνεσθαι τὴν ἐκ τούτου ἐγγινομένην ὠφέ‐ λειαν· διὰ τοῦτο νῦν μετὰ τὸν κατακλυσμὸν δείκνυσί σοι τοῦ οἴνου τὴν χρῆσιν, ἵνα μάθῃς ὅτι καὶ πρὸ τῆς τοῦ | |
10 | οἴνου χρήσεως καὶ εἰς ἀσέλγειαν ὑπερβάλλουσαν ἐξώκει‐ λεν ἡ τῶν ἀνθρώπων φύσις, καὶ πολλὴν τῶν ἁμαρτημά‐ των τὴν ἐπίτασιν ἐπεδείξατο, καὶ ταῦτα οἴνου μηδαμοῦ φαινομένου· ἵνα καὶ ὅταν ἴδῃς τὴν τοῦ οἴνου χρῆσιν, μὴ τῷ οἴνῳ τὸ πᾶν λογίσῃ, ἀλλὰ τῇ προαιρέσει τῇ διεφθαρ‐ | |
15 | μένῃ, καὶ πρὸς τὴν κακίαν αὐτομολησάσῃ. Ἄλλως δὲ καὶ ἐννόησον ποῦ χρήσιμος γέγονεν ὁ οἶνος, καὶ φρῖξον, ἄνθρωπε. Ἡ γὰρ ὑπόθεσις τῆς σωτηρίας ἡμῶν τῶν ἀγα‐ θῶν διὰ τούτου τελεῖται. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγό‐ μενον. Καὶ ἤρξατο Νῶε, φησὶν, ἄνθρωπος γεωργὸς | |
20 | γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐ‐ τοῦ. Δεινὸν γὰρ, δεινὸν, ἀγαπητὲ, ἡ μέθη, καὶ ἱκανὴ πηρῶσαι τὰς αἰσθήσεις, καὶ καταβαπτίσαι τὸν λογισμόν. Τὸν γὰρ λογικὸν ἄνθρωπον, καὶ τὴν κατὰ πάντων ἀρχὴν | |
25 | ἀναδεδεγμένον, καθάπερ νεκρὸν καὶ ἀνενέργητον, δεσμοῖς τισιν ἀλύτοις πεδήσασα κεῖσθαι παρασκευάζει· μᾶλλον δὲ καὶ νεκροῦ χεῖρον. Ὁ μὲν γὰρ καὶ πρὸς τὰ καλὰ καὶ πρὸς τὰ κακὰ ἀνενέργητος τυγχάνει, οὗτος δὲ πρὸς μὲν τὰ καλὰ ἀνενέργητος, πρὸς δὲ τὰ κακὰ μᾶλλον ἐνεργεῖ, | |
30 | καὶ κοινὸς πᾶσι γέλως πρόκειται, καὶ τῇ γυναικὶ καὶ τοῖς παιδίοις καὶ αὐτοῖς τοῖς οἰκέταις. Οἱ μὲν γὰρ φίλοι οἰκείαν τὴν αἰσχύνην λογιζόμενοι ἐγκαλύπτονται, καὶ αἰσχύνονται, οἱ δὲ ἐχθροὶ ἐφήδονται καὶ κωμῳδοῦσι καὶ ἐπαρῶνται, μονονουχὶ ταῦτα λέγοντες τὰ ῥήματα· τοῦ‐ | |
35 | τον δεῖ ἀναπνεῖν τὸν ἀέρα; τὸ βόσκημα, τὸν χοῖρον, καὶ ἔτι τούτων χαλεπώτερα φθεγγόμενοι. Τῶν γὰρ ἀπὸ τῶν πολέμων ἐπανελθόντων, καὶ τὰς χεῖρας ᾑμαγμένας ἐχόν‐ των, καὶ φοράδην ἀγομένων χεῖρον οὗτοι διάκεινται. Ἐκείνους μὲν γὰρ ἴσως καὶ ἐγκωμιάζουσιν οἱ πολλοὶ διὰ | |
40 | τὰ τρόπαια, διὰ τὰς νίκας, διὰ τὰ τραύματα καὶ τὰς σφαγάς· τούτους δὲ ταλανίζουσιν, ἀθλίους ἀποκαλοῦσι, μυρία αὐτοῖς ἐπαρῶνται κακά. Τί γὰρ ἂν εἴη ἀθλιώτερον τοῦ τῇ μέθῃ προσηλωμένου, καὶ καθ’ ἑκάστην ἡμέραν τὸν ἄκρατον ἐκχεομένου, καὶ τῶν λογισμῶν τὸ κριτήριον | |
45 | διαφθείροντος; Διὰ τοῦτο καὶ σοφός τις παρῄνει λέγων· Ἀρχὴ ζωῆς ἀνθρώπου ἄρτος καὶ ὕδωρ καὶ ἱμάτιον, καὶ οἶκος καλύπτων ἀσχημοσύνην, ἵνα κἂν ἁλῷ τις ὑπὸ τῆς μέθης, μὴ ἐκπομπεύηται, μηδὲ δημοσιεύηται, ἀλλὰ καὶ ὑπὸ τῶν οἰκείων περιστέλληται, καὶ μὴ προ‐ | |
53.265(50) | κέηται πᾶσι γέλωτος καὶ ἀσχημοσύνης ὑπόθεσις. Καὶ ἤρξατο, φησὶ, Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύ‐ τευσεν ἀμπελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμε‐ θύσθη. δʹ. Τὸ τῆς μέθης ὄνομα, ἀγαπητὲ, ἐπὶ τῆς ἁγίας Γραφῆς | |
55 | οὐ πανταχοῦ ἐπὶ τούτου εἴρηται, ἀλλὰ καὶ ἐπὶ πλησμονῆς. Τοῦτο οὖν ἄν τις εἴποι περὶ τοῦ δικαίου τούτου, ὅτι οὐ δι’ ἀκρασίαν εἰς τὴν μέθην κατέπεσεν, ἀλλ’ ἡ πλησμονὴ τοῦτο αὐτῷ εἰργάσατο. Ἄκουε γὰρ τοῦ Δαυῒδ λέγοντος· Μεθυσθήσονται ἀπὸ τῆς πιότητος | |
60 | τοῦ οἴκου σου, ἀντὶ τοῦ, πλησθήσονται. Ἄλλως δὲ οἱ τῇ μέθῃ ἑαυτοὺς ἐκδιδόντες οὐδέποτε κόρον λαμβάνου‐ σιν, ἀλλ’ ὅσῳ ἂν ἐγχέωσιν ἑαυτοῖς τὸν ἄκρατον, τοσούτῳ μᾶλλον πρὸς τὸ δίψος ἐκκαίονται, καὶ ἡ μετάληψις ἀεὶ | |
ὑπέκκαυμα γίνεται τοῦ δίψους· καὶ τὰ μὲν τῆς ἡδονῆς | Column end | |
53.266 | ἠμαύρωται λοιπὸν, τὸ δὲ δίψος ἀκατάπαυστον γεγονὸς εἰς αὐτὸν τὸν κρημνὸν τῆς μέθης κατάγει τοὺς ὑπ’ αὐτῆς αἰχμαλώτους γεγενημένους. Καὶ ἐφύτευσε, φησὶν, ἀμ‐ πελῶνα, καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη, καὶ | |
5 | ἐγυμνώθη ἐν τῷ οἴκῳ αὐτοῦ. Ὅρα αὐτὸν οὐκ ἕξω που τοῦτο πάσχοντα, ἀλλὰ ἐν τῷ οἴκῳ αὐτοῦ. Διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ ὅτι Ἐν τῷ οἴκῳ αὐτοῦ, ἵνα ἐκ τῶν ἐπαγομένων τὴν ἐπίτασιν ἴδῃς τῆς πονηρίας τοῦ τὴν γύμνωσιν ἐκπομπεύσαντος. Καὶ εἶδε, φησὶ, Χὰμ ὁ | |
10 | πατὴρ Χαναὰν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν, καὶ ἐξελθὼν ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Τάχα εἰ καί τινες ἕτεροι ἦσαν, κἀκείνοις ἂν ἐμήνυσε τὴν τοῦ πατρὸς ἀσχημοσύνην· τοσαύτη ἦν τοῦ παιδὸς ἡ μο‐ χθηρία. Διὰ γὰρ τοῦτο, ἵνα μάθῃς ὅτι ἄνωθεν καὶ ἐξ ἀρ‐ | |
15 | χῆς διεφθαρμένος ἦν τὴν γνώμην, οὐχ ἁπλῶς εἶπεν ἡ Γραφὴ, ὅτι εἶδε Χὰμ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτοῦ, ἀλλὰ τί; Καὶ εἶδε Χὰμ ὁ πατὴρ Χαναάν. Τίνος ἕνεκεν, εἰπέ μοι, καὶ ἐνταῦθα τοῦ υἱοῦ λέγει τὴν προσηγορίαν; Ἵνα μάθῃς ὅτι ἀκρατής τις ἦν καὶ ἀκόλαστος, καὶ ἀπὸ | |
20 | τῆς αὐτῆς γνώμης, ἀφ’ ἧς ἐν τοσαύτῃ καταστάσει παι‐ δοποιεῖν ἠνέσχετο, ἀπὸ τῆς αὐτῆς καὶ νῦν εἰς τὸν γεγεν‐ νηκότα ἐξύβρισε. Καὶ ἐξελθὼν, φησὶν, ἀνήγγειλε τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ ἔξω. Ὅρα μοι ἐνταῦθα, ἀγα‐ πητὲ, πῶς οὐκ ἐν τῇ φύσει τὰ τῆς κακίας ἔγκειται, ἀλλ’ | |
25 | ἐν τῇ γνώμῃ καὶ ἐν τῇ προαιρέσει. Ἰδοὺ γὰρ ἀμφότε‐ ροι τῆς αὐτῆς φύσεως, καὶ ἀδελφοὶ, τὸν αὐτὸν ἔσχον πα‐ τέρα, τῶν αὐτῶν ἀπήλαυσαν ὠδίνων, τῆς αὐτῆς ἐπιμε‐ λείας ἔτυχον, ἀλλ’ οὐ τὴν αὐτὴν προαίρεσιν ἐπεδείξαντο· ἀλλ’ ὁ μὲν πρὸς τὴν κακίαν ἐξώλισθεν, οἱ δὲ τὴν ὀφειλο‐ | |
30 | μένην τῷ πατρὶ τιμὴν ἀπένειμαν. Ἴσως δὲ καὶ ἐπεμ‐ βαίνων τῇ τοῦ πατρὸς ἀσχημοσύνῃ καὶ κωμῳδῶν τὸ γε‐ γονὸς ἐξήγγειλε, καὶ οὐκ ἤκουσε σοφοῦ τινος λέγοντος· Μὴ δοξάζου ἐν ἀτιμίᾳ πατρός σου. Ἀλλ’ οἱ ἀδελφοὶ οὐχ οὕτως· ἀλλὰ τί; Ταῦτα ἀκούσαντες, Λαβόντες, | |
35 | φησὶ, Σὴμ καὶ Ἰάφεθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν· καὶ τὸ πρόσωπον αὐτῶν ὀπισθοφανὲς, καὶ τὴν γύ‐ μνωσιν τοῦ πατρὸς αὑτῶν οὐκ εἶδον. Εἶδες εὐγνωμο‐ | |
40 | σύνην παίδων; Ὁ μὲν καὶ ἐξεπόμπευσεν, οἱ δὲ οὐδὲ ἰδεῖν ἀνέχονται, ἀλλ’ ὀπισθοφανῶς βαδίζουσιν, ἵνα ὀρθῶς βαδίσαντες συγκαλύψωσι τοῦ πατρὸς τὴν γύμνωσιν. Καὶ ὅρα αὐτῶν μετὰ τῆς πολλῆς εὐγνωμοσύνης καὶ τὴν ἐπιείκειαν. Οὔτε γὰρ ἐπιτιμῶσιν, οὔτε ἐπιπλήττουσι τῷ | |
45 | ἀδελφῷ, ἀλλ’ ἀκούσαντες, ἑνὸς μόνου γίνονται, τοῦ τὴν διόρθωσιν ταχεῖαν ποιήσασθαι, καὶ τὰ εἰς τιμὴν τοῦ γε‐ γεννηκότος συντείνοντα ἐπιδείξασθαι. Καὶ τὸ πρόσωπον αὐτῶν, φησὶν, ὀπισθοφανὲς, καὶ τὴν γύ‐ μνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Πολλὴ τῶν παί‐ | |
53.266(50) | δων ἡ εὐλάβεια, καὶ ταύτην ἡμῖν δείκνυσιν οὐ τὸ σκεπά‐ σαι μόνον, ἀλλὰ καὶ μὴ ἀνασχέσθαι ἰδεῖν. Παιδευθῶμεν τοίνυν καὶ ἐντεῦθεν, καὶ ἐξ ἀμφοτέρων κερδάνωμεν, καὶ τούτους μὲν μιμώμεθα, ἐκείνου δὲ τὸν ζῆλον φεύγωμεν. Εἰ γὰρ γύμνωσιν αἰσθητὴν ὁ ἐκπομπεύσας, κατάρας | |
55 | ἑαυτὸν ὑπεύθυνον κατέστησε, καὶ τῆς ὁμοτιμίας τῶν ἀδελφῶν ἐκπεσὼν, δουλεύειν αὐτοῖς κατεδικάσθη, εἰ καὶ μὴ αὐτὸς ἐκεῖνος, ἀλλ’ οἱ ἐξ αὐτοῦ πάντες· τί πείσονται οἱ τὰ ἁμαρτήματα τῶν ἀδελφῶν ἐκπομπεύοντες, καὶ οὐ μόνον οὐ περιστέλλοντες, ἀλλὰ καὶ μειζόνως αὐτὰ ποι‐ | |
60 | οῦντες κατάδηλα, καὶ πολλὰ ἐκ τούτου ἐργαζόμενοι τὰ ἁμαρτήματα; Ὅταν γὰρ δημοσιεύσῃς τοῦ ἀδελφοῦ τὸ πταῖσμα, οὐ μόνον ἐκεῖνον ἀναισχυντότερον καὶ ὀκνηρό‐ τερον εἰργάσω ἴσως πρὸς τὴν ἐπάνοδον τῆς ἀρετῆς, ἀλλὰ | |
καὶ τοὺς ἀκούοντας ῥᾳθυμοτέρους κατέστησας, καὶ πρὸς | ||
53.267 | ἀπόνοιαν ἤλειψας· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ βλασφημεῖσθαι τὸν Θεὸν παρεσκεύασας. Τοῦτο δὲ ὅσην προξενεῖ τὴν κόλασιν τοῖς τὴν αἰτίαν παρέχουσιν, οὐδεὶς ἀγνοεῖ. Φύγωμεν τοίνυν, παρακαλῶ, τοῦ Χὰμ τὸν ζῆλον, | |
5 | μιμησώμεθα δὲ τῶν εὐγνωμόνων τούτων παίδων τὴν αἰδῶ, ἣν περὶ τὴν γύμνωσιν τοῦ πατρὸς ἐπεδείξαντο· καὶ οὕτω τὰ τῶν ἀδελφῶν συσκιάζωμεν ἁμαρτήματα, οὐχ ἵνα εἰς ῥᾳθυμίαν αὐτοὺς παιδοτριβήσωμεν, ἀλλ’ ἵνα ταύτῃ μάλιστα πλείονα αὐτοῖς ἀφορμὴν παράσχωμεν | |
10 | τοῦ ταχέως τῆς λύμης ἐκείνης ἀπαλλαγῆναι, καὶ πρὸς τὸν τῆς ἀρετῆς δρόμον ἐπανελθεῖν. Ὥσπερ γὰρ τὸ μὴ πολλοὺς ἔχειν μάρτυρας τῶν οἰκείων πλημμελημάτων εὐκολωτέραν κατασκευάζει τῷ νήφοντι τὴν ἐπάνοδον· οὕτως, ἐπειδὰν ἀπερυθριάσῃ ψυχὴ, καὶ ἴδῃ ὅτι οὐδένα | |
15 | λέληθε τὰ πονηρὰ διαπραττομένη, οὐκ εὐκόλως ἀποστῆ‐ ναι ἀνέχεται, ἀλλὰ καθάπερ εἰς ὕλην τινὰ καὶ βυθὸν ἐμ‐ πεσοῦσα, καὶ ὑπὸ μυρίων κυμάτων κάτω παρελκομένη δυσκόλως ἀνανεῦσαι δυνήσεται, εἰς ἀπόγνωσιν λοιπὸν ἐμπεσοῦσα καὶ πρὸς τὴν ἐπάνοδον ἀπαγορεύουσα. | |
20 | εʹ. Διὰ τοῦτο, παρακαλῶ, μήτε ἐκπομπεύωμεν τὰ τῶν πλησίον σφάλματα, καὶ ἐπειδὰν παρ’ ἑτέρων ταῦτα μά‐ θωμεν, μὴ ἐπειγώμεθα ὥστε τὴν γύμνωσιν ἰδεῖν· ἀλλὰ καθάπερ οὗτοι οἱ εὐγνώμονες παῖδες, συγκαλύπτωμεν, συσκιάζωμεν, τῇ παραινέσει, ταῖς συμβουλαῖς καταπε‐ | |
25 | πτωκυῖαν τὴν ψυχὴν ἀνορθοῦν σπουδάζωμεν, τῆς φιλ‐ ανθρωπίας τοῦ Θεοῦ τὸ μέγεθος διδάσκοντες, τῆς ἀγα‐ θότητος αὐτοῦ τὴν ὑπερβολὴν, τῆς εὐσπλαγχνίας τὸ ἄμε‐ τρον, ἵνα μείζονος, ἤπερ οὗτοι, εὐλογίας ἀπολαύσωμεν παρὰ τοῦ τῶν ὅλων Θεοῦ, τοῦ βουλομένου Πάντας ἀν‐ | |
30 | θρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλ‐ θεῖν, τοῦ μὴ βουλομένου Τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. Καὶ τὴν γύμνωσιν, φησὶ, τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ὅρα πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς ταῦτα ἐν τῷ νόμῳ τῷ γραπτῷ πρὸς διδα‐ | |
35 | σκαλίαν τοῦ τῶν ἀνθρώπων γένους νενομοθετημένα προλαβόντες ἀπὸ τοῦ ἐν τῇ φύσει κειμένου νόμου ἐπλή‐ ρουν, καὶ ὅπερ ὁ νόμος ἔλεγε· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται; καὶ, Ὁ κακολο‐ γῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω· τοῦτο ἤδη | |
40 | διὰ τῶν ἔργων ἐπληροῦτο. Εἶδες πῶς προλαβοῦσα ἡ φύ‐ σις ἀρκοῦσαν εἶχε διδασκαλίαν; Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Ἐξέ‐ νηψε δὲ, φησίν. Ἀκουέτωσαν οἱ ἐν τοῖς συμποσίοις διη‐ | |
45 | μερεύοντες τοῦ ὀλίσθου τὸ μέγεθος, καὶ φυγέτωσαν τὴν ἐκ τῆς μέθης λύμην. Ἐξένηψε δὲ, φησίν. Τί ἐστιν, Ἐξένηψεν; Ὅπερ ἡμῖν ἔθος περὶ τῶν μεμηνότων λέ‐ γειν, ἐπειδὰν ἐν ἐκστάσει γένωνται, ὅτι ὁ δεῖνα ἐξένηψεν ἀπὸ τοῦ δαίμονος, καὶ ἀπηλλάγη τῆς ἐκείνου τυραννί‐ | |
53.267(50) | δος· τοῦτο καὶ ἐνταῦθα ἔφησεν ἡ Γραφή. Ἀληθῶς γὰρ ἡ μέθη αὐθαίρετός ἐστι δαίμων, καὶ χαλεπώτερον ἐκείνου σκοτοῖ τὸν λογισμὸν, καὶ πάσης εὐγνωμοσύνης ἀποστερεῖ τὸν ἁλόντα. Τὸν μὲν γὰρ δαιμονιῶντα πολ‐ λάκις ὁρῶντες καὶ ἐλεοῦμεν, καὶ συναλγοῦμεν, καὶ πολ‐ | |
55 | λὴν περὶ αὐτὸν τὴν συμπάθειαν ἐπιδεικνύμεθα· ἐπὶ δὲ τοῦ μεθύσου τὸ ἐναντίον ἐργαζόμεθα· ἀγανακτοῦμεν, δυσχεραίνομεν, μυρία ἐπαρώμεθα. Τίνος ἕνεκεν καὶ διὰ | |
τί; Ὅτι ἐκεῖνος μὲν ὑπὸ τοῦ πονηροῦ δαίμονος ἐλαυνό‐ | Column end | |
53.268 | μενος, ἄκων διαπράττεται ἅπερ ἂν διαπράξηται· κἂν λακτίσῃ, κἂν διαῤῥήξῃ χιτωνίσκον, κἂν αἰσχρά τινα φθέγξηται, συγγνώμης ἀξιοῦται· ὁ δὲ μεθύων, καὶ ὅπερ ἂν ἐπιδείξηται, οὐκ ἂν ἔσται συγγνώμης ἄξιος, ἀλλὰ καὶ | |
5 | οἰκείους, καὶ φίλους, καὶ γείτονας, καὶ πάντας ἔχει σφο‐ δροὺς κατηγόρους, ἐπειδὴ οἴκοθεν ἀπὸ προαιρέσεως τὴν κακίαν μετελήλυθε, καὶ τῇ τυραννίδι τῆς μέθης ἑαυτὸν ἐξέδωκε. Καὶ ταῦτα λέγω, οὐχ ἵνα τοῦ δικαίου κατη‐ γορήσω· πολλὰ γὰρ ἦν τὰ τὴν συγγνώμην αὐτῷ παρ‐ | |
10 | έχοντα· καὶ μετὰ τῶν ἄλλων ἁπάντων τὸ μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν, ὅπερ μέγιστον ἂν εἴη δεῖγμα καὶ τοῦ προτέρου ἁμαρτήματος, ὅτι ἐξ ἀγνοίας, ἀλλ’ οὐχ ὑπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν. Εἰ γὰρ ἀπὸ ῥᾳθυμίας τοῦτο ὑπέμεινεν, ἐχρῆν ἄρα καὶ πάλιν αὐτὸν ἁλῶναι τῷ πάθει· | |
15 | ἀλλ’ οὐκέτι τοῦτο πέπονθεν. Εἰ γὰρ καὶ πάλιν τὸ αὐτὸ ὑπέμεινεν, οὐκ ἂν ἡ Γραφὴ παρεσιώπησεν, ἀλλ’ ἐγνώρι‐ σεν ἂν ἡμῖν. Εἷς γάρ ἐστι σκοπὸς καὶ εἷς ὅρος τῆς θείας Γραφῆς, τὸ μηδὲν παραλιπεῖν τῶν γεγονότων, ἀλλὰ μετὰ ἀληθείας ἡμᾶς διδάσκειν. Οὔτε γὰρ φθόνῳ τινὶ τὰς ἀρε‐ | |
20 | τὰς τῶν δικαίων παρατρέχει, οὔτε χάριτι πάλιν τὰ ἁμαρτήματα συσκιάζει, ἀλλ’ ἅπαντα εἰς μέσον ἡμῖν προτίθησιν, ἵν’ ὑπογραμμόν τινα καὶ διδασκαλίαν ἔχω‐ μεν, καὶ ἐπειδὰν καὶ ἡμεῖς διὰ ῥᾳθυμίαν ἁλῶμέν τινι πταίσματι, ἀσφαλιζώμεθα μὴ πάλιν τῷ αὐτῷ περιπε‐ | |
25 | σεῖν. Οὐ γὰρ οὕτω τὸ ἁμαρτεῖν χαλεπὸν, ὡς τὸ ἁμαρτή‐ ματι ἐπιμένειν. Μὴ τοίνυν τοῦτο ἴδῃς ὅτι ἐμεθύσθη ὁ δί‐ καιος, ἀλλ’ ὅτι οὐκ ἔτι τοῦτο πέπονθεν. Ἀλλ’ ἐννόει μοι τοὺς καθ’ ἑκάστην ἡμέραν ἐν ταῖς οἰνοφλυγίαις καταδα‐ πανωμένους, καὶ ἐφ’ ἑκάστης σχεδὸν εἰπεῖν ἀπο‐ | |
30 | θνήσκοντας· καὶ ἐπειδὰν εἰς αἴσθησιν ἔλθωσιν, οὐδὲ οὕτω φεύγοντας τὴν ἐκεῖθεν λύμην, ἀλλ’ ὡς ἔργον τι τοῦτο καὶ ἀνδρείαν μεταδιώκοντας. Πάλιν δὲ κἀκεῖνο ἄν τις ἐννοήσειεν, ὅτι δίκαιος οὗτος, εἰ καὶ ὑπὸ ἀπειρίας καὶ τοῦ μὴ εἰδέναι τὰ μέτρα τῆς μεταλήψεως πιὼν ἐμεθύσθη, | |
35 | ἀλλ’ ὅμως δίκαιος ὢν καὶ πολλὰ ἔχων κατορθώματα, συσκιάζειν ἠδύνατο τὸ συμβὰν ἁμάρτημα· ἡμεῖς δὲ ὅταν καὶ ὑφ’ ἑτέρων μυρίων ὦμεν πολιορκούμενοι παθῶν, καὶ μετ’ ἐκείνων καὶ ὑπὸ τῆς μέθης ἑαυτοὺς καταβαπτίζω‐ μεν, ποίαν ἕξομεν παραμυθίαν, εἰπέ μοι; τίς δὲ ἡμᾶς | |
40 | ἀξιώσει συγγνώμης οὐδὲ ὑπὸ τῆς πείρας αὐτῆς σωφρο‐ νιζομένους; Ἐξένηψε δὲ, φησὶ, Νῶε ἀπὸ τοῦ οἴνου, καὶ ἔγνω ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Πόθεν ἔγνω; Ἴσως οἱ ἀδελφοὶ ἐγνώρισαν, οὐχὶ τὸν ἀδελ‐ φὸν διαβαλεῖν βουλόμενοι, ἀλλὰ τὸ πρᾶγμα ὡς ἐγένετο | |
45 | διδάσκοντες, ἵνα κατάλληλον ἐκεῖνος τῷ τραύματι τὴν βοήθειαν δέξηται. Καὶ ἔγνω, φησὶ, Νῶε ὅσα ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Τί ἐστιν, Ὅσα ἐποίη‐ σεν; Ἀντὶ τοῦ, μέγα καὶ ἀφόρητον. Ἐννόησον γὰρ ὅτι ἔσω ἐν τῇ οἰκίᾳ θεασάμενος τὴν ἀσχημοσύνην, δέον συγ‐ | |
53.268(50) | καλύψαι, ὁ δὲ ἐξελθὼν ἐξεπόμπευσε, καὶ εἰς κωμῳδίαν καὶ εἰς χλευασίαν τὸν πατέρα, ὅσον τὸ ἑαυτῷ ἧκον, ἐνέ‐ βαλε, καὶ ἐβούλετο καὶ τοὺς ἀδελφοὺς κοινωνοὺς λαβεῖν τῆς μοχθηρᾶς προαιρέσεως· καὶ δέον μέλλοντα ἀπαγγέλ‐ λειν κἂν ἔσω ἐπὶ τῆς οἰκίας αὐτοὺς καλέσαι, καὶ οὕτως | |
55 | ἐξειπεῖν τὴν γύμνωσιν, ὁ δὲ ἐξῆλθεν ἔξω, ἐξεῖπε τὴν γύμνωσιν· ὡς εἰ καὶ πλῆθος ἑτέρων παρῆν, κἀκείνους μάρτυρας ἂν ἐποιήσατο τῆς ἀσχημοσύνης τοῦ πατρός. Διὰ τοῦτό φησιν, Ὅσα ἐποίησε· τουτέστι, τὴν ὕβριν εἰς τὸν πατέρα ἐπεδείξατο, ἐπελάθετο τῆς ὀφειλομένης τι‐ | |
60 | μῆς παρὰ τῶν παίδων γίνεσθαι εἰς τοὺς γεγεννηκότας, ἐξεπόμπευσε τὰ ἁμαρτήματα, τοὺς ἀδελφοὺς ἠθέλησεν ὑποσῦραι, καὶ κοινωνοὺς λαβεῖν τῆς ὕβρεως. Ὅσα ἐποίησεν αὐτῷ, φησὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ μὴν οὐχ οὗτος ἦν ὁ νεώτερος· δεύτερος γὰρ ἦν, καὶ | |
65 | πρότερος τοῦ Ἰάφεθ· ἀλλ’ εἰ καὶ τὴν ἡλικίαν ἦν πρότε‐ | |
53.269 | ρος ἐκείνου, ἀλλὰ τῇ γνώμῃ νεώτερος, καὶ ἡ προπέτεια αὐτὸν ἐξέβαλεν. Ἐπειδὴ γὰρ οὐκ ἐβούλετο εἴσω τῶν οἰ‐ κείων ὅρων μεῖναι, ἀπώλεσε τὴν παρὰ τῆς φύσεως αὐτῷ δεδομένην τιμήν· καὶ ὥσπερ οὗτος, ὅπερ εἶχεν ἀπὸ τῆς | |
5 | φύσεως, προύδωκε τῇ μοχθηρίᾳ τῆς προαιρέσεως, οὕτως ὁ Ἰάφεθ, ὅπερ οὐκ εἶχεν ἀπὸ τῆς φύσεως, τοῦτο προσ‐ έλαβεν ἀπὸ τῆς ὑγιοῦς γνώμης. ϛʹ. Εἶδες πῶς οὐδὲν ἁπλῶς οὐδὲ ὡς ἔτυχέν ἐστιν εὑρεῖν κείμενον ἐν τῇ θείᾳ Γραφῇ; Ὅσα ἐποίησεν αὐτῷ, φη‐ | |
10 | σὶν, ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρα‐ τος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐ‐ τοῦ. Ἰδοὺ ἐφθάσαμεν εἰς τὸ ζήτημα τὸ πανταχοῦ πε‐ ριφερόμενον. Πολλῶν γὰρ ἔστιν ἀκοῦσαι λεγόντων· τίνος ἕνεκεν, τοῦ πατρὸς ἡμαρτηκότος, καὶ τὴν γύμνωσιν | |
15 | ἐξαγγείλαντος, ὁ παῖς τὴν κατάραν δέχεται; Διὸ, πα‐ ρακαλῶ, μετὰ ἀκριβείας ἀκούσατε, καὶ δέχεσθε τὴν τού‐ του λύσιν. Ἐκεῖνα γὰρ ἐροῦμεν ἅπερ ἂν ἡ θεία χάρις παρασχῇ διὰ τὴν ὑμετέραν ὠφέλειαν. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς | |
20 | ἀδελφοῖς αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦ παιδὸς ἐμνημόνευσεν, ἀλλὰ διά τινα λόγον ἐγκεκρυμμένον. Βου‐ λόμενος γὰρ ὁμοῦ καὶ καθάψασθαι αὐτοῦ διὰ τὸ πλημ‐ μεληθὲν, καὶ τὴν ὕβριν, ἣν εἰς αὐτὸν ἐπεδείξατο, καὶ μήτε τῇ παρὰ τοῦ Θεοῦ ἤδη γεγενημένῃ εὐλογίᾳ λυμή‐ | |
25 | νασθαι· Εὐλόγησε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Νῶε ἡνίκα ἐξῆλθεν ἐκ τῆς κιβωτοῦ, καὶ τοὺς υἱοὺς αὐτοῦ. Ἵνα οὖν μὴ δοκῇ τὸν ἅπαξ ὑπὸ τοῦ Θεοῦ τῆς εὐλογίας τυ‐ χόντα καταράσασθαι, ἐκεῖνον μὲν τέως τὸν ὑβρικότα ἀφίησι, τῷ δὲ υἱῷ τὴν κατάραν ἐπάγει. Ναὶ, ἀλλὰ καὶ | |
30 | τοῦτο μὲν, φησὶ, δείκνυσιν ὅτι διὰ τοῦτο οὐ κατηράσατο τὸν Χὰμ, ἐπειδὴ τῆς παρὰ τοῦ Θεοῦ εὐλογίας ἀπήλαυσε· τίνος δὲ ἕνεκεν ἐκείνου ἁμαρτόντος οὗτος δίκην δίδωσιν; Οὐδὲ τοῦτο ἁπλῶς γίνεται. Καὶ γὰρ οὐκ ἔλαττον τοῦ παιδὸς ὁ Χὰμ τὴν κόλασιν ὑπέμενε, καὶ τῆς τιμωρίας τὴν αἴ‐ | |
35 | σθησιν ἐλάμβανεν. Ἴστε γὰρ, ἴστε πῶς πολλάκις ηὔξαντο πατέρες ὑπὲρ παίδων τιμωρίαν ὑποσχεῖν, καὶ ὅπως βα‐ ρύτερον αὐτοῖς ἐστιν εἰς κολάσεως λόγον, τὸ τοὺς παῖδας ὁρᾷν τιμωρουμένους, ἢ ἑαυτοὺς ὑπευθύνους γεγονότας. Ἐγένετο τοίνυν τοῦτο, ἵνα καὶ οὗτος διὰ τὴν φυσικὴν | |
40 | φιλοστοργίαν πλείονα τὴν ὀδύνην ὑπομείνῃ, καὶ ἡ τοῦ Θεοῦ εὐλογία ἀκέραιος διαμείνῃ, καὶ ὁ τὴν κατάραν δε‐ ξάμενος παῖς οἰκείων ἁμαρτημάτων τίνῃ δίκας. Εἰ γὰρ καὶ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς νῦν τὴν κατάραν λαμ‐ βάνει, ἀλλ’ ὅμως εἰκὸς ἦν δι’ οἰκεῖα πλημμελήματα δι‐ | |
45 | δόναι δίκην. Οὐ γὰρ διὰ τὸ ἁμάρτημα τοῦ πατρὸς μόνον τὴν κατάραν ἐδέξατο, ἀλλ’ ἢ ἄρα ἵνα καὶ δι’ αὐτοῦ ἐκεῖ‐ νος μείζονα δῷ τὴν τιμωρίαν. Ὅτι γὰρ οὔτε πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ πατέρων δίκην διδόασιν, ἀλλ’ ἕκαστος ὑπὲρ ὧν ἐπλημμέλησε τὰς εὐθύνας ὑπέχει, | |
53.269(50) | πολλαχοῦ ἔστιν εὑρεῖν παρὰ τῶν προφητῶν τοῦτο εἰρη‐ μένον· ὥσπερ ὅταν λέγωσι· Τοῦ φαγόντος τὸν ὄμφακα οἱ ὀδόντες αἱμωδιάσουσι· καί· Ἡ ψυχὴ ἡ ἁμαρ‐ τοῦσα, αὐτὴ καὶ ἀποθανεῖται· καὶ πάλιν, Οὐκ ἀπο‐ θανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε τέκνα ὑπὲρ | |
55 | πατέρων. Μηδεὶς τοίνυν ὑμῶν, παρακαλῶ, ἀγνοῶν τῆς θείας Γραφῆς τὸν σκοπὸν, τολμάτω μέμφεσθαι τοῖς ἐγ‐ γεγραμμένοις, ἀλλ’ εὐγνώμονι διανοίᾳ δεχέσθω τὰ λεγό‐ μενα, καὶ θαυμαζέτω τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, καὶ λογιζέσθω ὅσον ἁμαρτία κακόν. Ἰδοὺ γὰρ τὸν ἀδελ‐ | |
60 | φὸν τὸν τῶν αὐτῶν ὠδίνων κοινωνήσαντα, τὸν ἐκ τῆς | Column end |
53.270 | αὐτῆς νηδύος ἐξελθόντα, τοῦτον ἐπεισελθοῦσα ἡ ἁμαρτία δοῦλον εἰργάσατο, καὶ τὴν ἐλευθερίαν ἀφελομένη, εἰς τὴν ὑποταγὴν ἤγαγε· καὶ γὰρ ἐντεῦθεν τὰ τῆς δουλείας ἀρ‐ χὴν ἐλάμβανε λοιπόν. Οὐδὲ γὰρ ἦν πρὸ τούτου ἡ βλα‐ | |
5 | κεία αὕτη, καὶ τὸ οὕτω διαθρύπτεσθαι, καὶ ἑτέρων δεῖ‐ σθαι τῶν διακονουμένων, ἀλλ’ ἕκαστος αὐτὸς ἑαυτῷ διη‐ κονεῖτο, καὶ πολλὴ ἦν ἡ ὁμοτιμία, καὶ πᾶσα ἀνωμαλία ἐκποδὼν ἦν. Ἐπειδὴ δὲ εἰσῆλθεν ἡ ἁμαρτία, ἐλυμήνατο τὴν ἐλευθερίαν, καὶ διέφθειρε τὴν ἀπὸ τῆς φύσεως δε‐ | |
10 | δομένην ἀξίαν, καὶ τὴν δουλείαν ἐπεισήγαγεν, ἵνα διηνεκὴς ᾖ διδάσκαλος καὶ νουθεσία τῷ τῶν ἀνθρώ‐ πων γένει, ὥστε φεύγειν μὲν τῆς ἁμαρτίας τὴν δουλείαν, πρὸς δὲ τὴν ἐλευθερίαν τῆς ἀρετῆς ἐπανιέναι. Ὅτι γὰρ ὁ δοῦλος καὶ ὁ δεσπότης διηνεκῆ ἔχουσι τὴν ἐντεῦθεν ἐγ‐ | |
15 | γινομένην ὠφέλειαν, εἰ βούλοιντο, ἐννοείτωσαν, ὁ μὲν δοῦλος, ὅτι διὰ τοῦτο εἴληφε τὴν δουλείαν, ἐπειδὴ ὁ Χὰμ εἰς τοσαύτην προπέτειαν ἐξώκειλε· καὶ ὁ δεσπότης πάλιν λογιζέσθω, ὅτι οὐχ ἑτέρωθεν ἡ ὑποταγὴ γέγονε καὶ ἡ δουλεία, ἀλλ’ ἢ ἀπὸ τοῦ μοχθηρὰν ἐκεῖνον ἐπιδείξασθαι | |
20 | γνώμην, καὶ τῆς ἰσοτιμίας τῶν ἀδελφῶν ἐκπεσεῖν. ζʹ. Ἀλλ’ ἐὰν νήφωμεν, ταῦτα τὰ διὰ τὰ ἁμαρτήματα τῶν προγόνων τῶν ἡμετέρων εἰσενεχθέντα εἰς τὸν βίον οὐδὲν ἡμᾶς λυμήνασθαι δύναται, μέχρι τῶν ὀνομάτων μόνον ἱστάμενα. Ἐπεὶ καὶ ὁ πρωτόπλαστος διὰ τὴν παράβα‐ | |
25 | σιν τοῦ θανάτου τὸ ἐπιτίμιον εἰσήγαγε, καὶ τὸ ἐν λύπαις καὶ μόχθοις τὴν ζωὴν καταδαπανᾶσθαι· καὶ οὗτος τὴν δουλείαν· ἀλλὰ παραγενόμενος ὁ Δεσπότης Χριστὸς ταῦτα πάντα μέχρι τῶν ὀνομάτων αὐτῶν ἀφῆκεν εἶναι μόνον, ἐὰν βουλώμεθα. Οὔτε γὰρ ὁ θάνατος θάνατός ἐστι | |
30 | λοιπὸν, ἀλλὰ ὄνομα μόνον ἔχει θανάτου· μᾶλλον δὲ καὶ αὐτὸ τὸ ὄνομα ἀφῃρέθη. Οὐκέτι γὰρ οὐδὲ θάνατον αὐτὸν προσαγορεύομεν, ἀλλὰ κοίμησιν καὶ ὕπνον. Διὸ καὶ αὐ‐ τὸς ὁ Χριστὸς ἔλεγε. Λάζαρος ὁ φίλος ἡμῶν κεκοίμη‐ ται· καὶ ὁ Παῦλος γράφων Θεσσαλονικεῦσι, φησί· Περὶ | |
35 | δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελ‐ φοί. Καὶ ἡ δουλεία πάλιν ὁμοίως ὄνομά ἐστιν· ἐκεῖνος γάρ ἐστι δοῦλος ὁ τὴν ἁμαρτίαν ἐργαζόμενος. Καὶ ὅτι καὶ ταύτην ἐξεῖλεν ὁ Χριστὸς παραγενόμενος, καὶ μέχρις ὀνόματος αὐτὴν ἀφῆκεν εἶναι, μᾶλλον δὲ καὶ τὴν προσ‐ | |
40 | ηγορίαν αὐτὴν ἐξήλειψεν, ἄκουε τοῦ Παύλου λέγοντος· Οἱ δὲ πιστοὺς ἔχοντες δεσπότας μὴ καταφρονείτω‐ σαν, ὅτι ἀδελφοί εἰσιν. Ὁρᾷς πῶς ἐπεισελθοῦσα ἡ ἀρετὴ, εἰς τὴν τῆς ἀδελφότητος συγγένειαν ἤγαγε τοὺς πρότερον τῷ ὀνόματι τῆς δουλείας ὑπευθύνους ὄντας. Καὶ | |
45 | ἔσται, φησὶ, Χαναὰν παῖς, οἰκέτης τοῖς ἀδελφοῖς αὐ‐ τοῦ. Οὐκ ἐχρήσω, φησὶν, εἰς δέον τῇ τιμῇ, οὐδὲ ἤνεγκας τὴν εὐπραγίαν τὴν ἀπὸ τῆς ἰσοτιμίας· διὰ τοῦτο τῇ ὑπο‐ ταγῇ σωφρονισθῆναί σε βούλομαι. Τοῦτο καὶ ἐξ ἀρχῆς ἐπὶ τῆς γυναικὸς γέγονεν. Ἐπειδὴ γὰρ ὁμότιμος τῷ ἀνδρὶ | |
53.270(50) | γενομένη, οὐ καλῶς ἐχρήσατο τῇ δεδομένῃ τιμῇ, διὰ τοῦτο ἀφῃρέθη τὴν ἐξουσίαν, καὶ ἤκουσε· Πρὸς τὸν ἄν‐ δρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Ἐπειδὴ οὐκ οἶσθα, φησὶ, καλῶς κεχρῆσθαι τῇ ἀρχῇ, μάθε καλῶς ἄρχεσθαι, ἢ κακῶς ἄρχειν. Διά τοι τοῦτο καὶ | |
55 | οὗτος νῦν σωφρονισμοῦ ἕνεκεν δέχεται τὸ ἐπιτίμιον, καὶ διὰ τοῦ παιδὸς αὐτὸς τὴν κόλασιν ὑπομένει, ἵνα μά‐ θῃς, ὅτι κἂν γηραλέος λοιπὸν ἦν, ἀλλ’ ἡ τιμωρία εἰς τὸν υἱὸν διαβήσεται· ὅπερ πικρὰν καὶ ὀδυνηρὰν αὐτῷ τὴν ζωὴν εἰργάσατο ἐννοοῦντι, ὅτι καὶ μετὰ τὴν αὐτοῦ τε‐ | |
60 | λευτὴν ὁ παῖς ἤμελλε δίκας τίνειν ὑπὲρ τῶν αὐτῷ πε‐ | |
53.271 | πραγμένων. Ὅτι γὰρ καὶ ὁ παῖς οἴκοθεν μοχθηρὸς ὑπῆρχε, καὶ οἱ ἐξ ἐκείνου πάντες βδελυκτοὶ γεγόνασι πρὸς κακίαν ἀποκλίναντες, ἄκουε τῆς Γραφῆς λεγούσης ἐν τάξει κατάρας· Ὁ πατήρ σου Ἀμοῤῥαῖος, καὶ | |
5 | ἡ μήτηρ σου Χετταία. Καὶ πάλιν ἕτερός τις ἐνυβρίζων, Σπέρμα Χαναὰν καὶ οὐκ Ἰούδα. Ἀλλὰ γὰρ ἄξιον λοι‐ πὸν ἀκοῦσαι μετὰ τὴν ἐπιτίμησιν, ἣν ἐδέξατο ὁ τὴν γύμνωσιν τοῦ πατρὸς ἐκπομπεύσας, τίνων ἀξιοῦνται τῶν ἀμοιβῶν οἱ τὴν τοσαύτην αἰδῶ καὶ τὴν τιμὴν ἀπο‐ | |
10 | νείμαντες τῷ πατρί. Καὶ εἶπε, φησὶν, Εὐλογητὸς Κύ‐ ριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτοῦ. Τοῦτο, ἴσως ἄν τις εἴποι, οὐκ ἔστι τὸν Σὴμ εὐλογῆσαι. Καὶ σφόδρα μὲν εὐλόγησεν αὐτόν. Ὅταν γὰρ ὁ Θεὸς εὐχαριστεῖται καὶ εὐλογεῖται διὰ τῶν ἀνθρώπων, τότε | |
15 | δαψιλεστέραν τὴν παρ’ ἑαυτοῦ εὐλογίαν εἴωθε χορηγεῖν ἐκείνοις, δι’ οὓς αὐτὸς εὐλογεῖται. Εὐλογήσας τοίνυν τὸν Θεὸν, ὀφειλέτην αὐτὸν κατέστησε μείζονος εὐλογίας καὶ αἴτιος γέγονε τῷ Σὴμ πλείονος ἀμοιβῆς, ἧς αὐτὸς αὐτὸν, εἰ δι’ ἑαυτοῦ εὐλόγησεν. Ὥσπερ γὰρ ὅταν εὐλογῆται δι’ | |
20 | ἡμᾶς, πολλῆς ἡμᾶς ἀξιοῖ τῆς παρ’ αὐτοῦ εὐνοίας, οὕτω πάλιν ἐπειδὰν δι’ ἡμᾶς ἕτεροι αὐτὸν βλασφημῶσι μείζων ἐντεῦθεν ἡμῖν ἡ κατάκρισις γίνεται τοῖς τὴν αἰτίαν παρεχομένοις. Σπουδάζωμεν τοίνυν, παρακαλῶ, οὕτω βιοῦν καὶ τοσαύτην ἐπιδείκνυσθαι τῆς ἀρετῆς τὴν ἐπίτα‐ | |
25 | σιν, ὡς τοὺς εἰς ἡμᾶς ὁρῶντας εὐλογίας ὕμνους ἀναφέ‐ ρειν τῷ Δεσπότῃ Θεῷ. Βούλεται γὰρ ἀγαθὸς ὢν καὶ φι‐ λάνθρωπος δοξάζεσθαι δι’ ἡμῶν, οὐκ ἐπειδὴ αὐτός τι προσλαμβάνει εἰς τὴν οἰκείαν δόξαν· ἀνενδεὴς γάρ ἐστιν· ἀλλ’ ἵνα ἀφορμὰς αὐτῷ παράσχωμεν τοῦ πλείονος ἡμᾶς | |
30 | ἀξιοῦν τῆς παρ’ αὐτοῦ εὐνοίας. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Σὴμ, καὶ ἔσται Χαναὰν παῖς αὐτῷ. Ὁρᾷς πῶς πατρικὴν ἐπιδείκνυται τὴν τιμωρίαν, σωφρονισμὸν οὖσαν μᾶλλον ἢ τιμωρίαν; Πατὴρ γὰρ ἦν, καὶ πατὴρ φιλόστοργος, καὶ οὐ τὴν ἀξίαν ἐβούλετο δίκην ἐπαγαγεῖν, | |
35 | ἀλλ’ ὥστε τὴν εἰς τὸ πρόσω κακίαν ἐγκόψαι. Διὰ τοῦτο, φησὶ, δουλείᾳ σε καταδικάζω, ἵνα διηνεκῆ καὶ ἀνεξάλει‐ πτον ἔχῃς τὴν ὑπόμνησιν. Εἶτά φησι· Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, καὶ γενηθήτω Χαναὰν παῖς αὐτοῦ. Μεγίστη | |
40 | πάλιν αὕτη ἡ εὐλογία, τάχα τινὰ κεκρυμμένον ἔχουσα θησαυρόν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ. Οὐκ ἄν τις ἁμάρτοι εἰπὼν προφητείαν εἶναι τὰς εὐλογίας τοῦ δικαίου. Εἰ γὰρ ὁ πατὴρ αὐτοῦ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὴν προσηγορίαν αὐτῷ ἐπέθηκεν, ἀλλὰ προφητεύων διὰ τοῦ | |
45 | ὀνόματος τὸ μέλλον ἔσεσθαι κλυδώνιον· πολλῷ μᾶλλον ὁ δίκαιος οὗτος οὐκ ἂν ἁπλῶς οὐδὲ μάτην τὰς εὐλογίας ἐποιήσατο. Διὰ γὰρ τῶν εὐλογιῶν τούτων, τοῦ Σὴμ καὶ τοῦ Ἰάφεθ, τῶν δύο λαῶν αἰνίττεσθαι αὐτὸν οἶμαι τὴν κλῆσιν· καὶ διὰ μὲν τοῦ Σὴμ, τοὺς Ἰουδαίους· ἐξ ἐκεί‐ | |
53.271(50) | νου γὰρ ὁ πατριάρχης Ἀβραὰμ, καὶ τὸ τῶν Ἰουδαίων ἐπιδέδωκε γένος· διὰ δὲ τοῦ Ἰάφεθ, τὴν τῶν ἐθνῶν κλῆ‐ σιν. Ὅρα γὰρ καὶ ταύτην τὴν εὐλογίαν τοῦτο προμη‐ νύουσαν. Πλατύναι γὰρ, φησὶν, ὁ Θεὸς τῷ Ἰάφεθ, καὶ κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σήμ. Τοῦτο ἐπὶ | |
55 | τῶν ἐθνῶν εἰς ἔργον ἐκβεβηκὸς ὁρῶμεν. Διὰ μὲν γὰρ τοῦ εἰπεῖν, Πλατύναι, τὰ ἔθνη πάντα ᾐνίξατο· διὰ δὲ τοῦ εἰπεῖν, Κατοικησάτω ἐν τοῖς σκηνώμασι τοῦ Σὴμ, ὅτι τῶν τοῖς Ἰουδαίοις εὐτρεπισθέντων καὶ ἐκείνοις πα‐ ρασκευασθέντων τὰ ἔθνη τὴν ἀπόλαυσιν ἔσχε. Καὶ γενη‐ | |
60 | θήτω Χαναὰν παῖς αὐτοῦ. | |
ηʹ. Εἶδες οἵας ἔλαβον καὶ οὗτοι τῆς εὐγνωμοσύνης τὰς | Column end | |
53.272 | ἀμοιβὰς, καὶ πόσην ἐκεῖνος διὰ τῆς προπετείας ἑαυτοῦ κατεσκέδασε τὴν ἀτιμίαν. Ταῦτα διηνεκῶς ἔχωμεν ἐπι‐ γεγραμμένα τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, ἵνα τῶν μὲν μιμη‐ ταὶ καὶ ζηλωταὶ γενέσθαι δυνηθῶμεν, τοῦ δὲ φύγωμεν | |
5 | τὸ μοχθηρὸν τῆς γνώμης, καὶ τῆς προπετείας τὴν ὑπερ‐ βολήν. Καὶ ἔζησε, φησὶ, Νῶε μετὰ τὸν κατακλυσμὸν ἔτη τριακόσια πεντήκοντα· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Νῶε ἐννακόσια πεντήκοντα ἔτη, καὶ ἀπέθανε. Μὴ νομίσῃς δὲ τοῦτο ἁπλῶς ἐκσημήνασθαι τὴν θείαν | |
10 | Γραφὴν, ἀλλ’ ὅρα καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἐγκρά‐ τειαν ὅτι οὔτε ἀδείας καὶ ἀνέσεως ἀπολαύσας, καὶ τοσ‐ οῦτον ἀριθμὸν ἐτῶν ἐπιζήσας, μετὰ τὴν ἀπὸ τῆς κιβω‐ τοῦ ἔξοδον, παιδοποιίας ἠνέσχετο λοιπόν. Οὐδὲ γὰρ ἐμνημόνευσεν ἡ Γραφὴ, ὅτι ἑτέρους ἔσχε παῖδας, πλὴν | |
15 | τούτων τῶν τριῶν. Ἐντεῦθεν πάλιν λογίζου τοῦ Χὰμ τὴν πολλὴν ταύτην ἀκολασίαν, ὅτι οὔτε τὸν πατέρα ὁρῶν τοσαύτην ἐπιδεικνύμενον ἐγκράτειαν ἐσωφρονίζετο, ἀλλ’ ἀπ’ ἐναντίας τῷ γεγεννηκότι ἅπαντα διεπράττετο. Διὸ καὶ εἰκότως ἅπαν τὸ ἐξ αὐτοῦ γένος τῇ δουλείᾳ κατεδι‐ | |
20 | κάζετο, ἵνα χαλινὸν ἔχῃ τῆς μοχθηρᾶς προαιρέσεως. Εἶτα ἐντεῦθεν διηγουμένη ἡ θεία Γραφὴ τοὺς ἐκ τῶν παίδων τεχθέντας, φησί· Χὰμ δὲ ἐγέννησε τὸν Χούς· καὶ πάλιν· Χοὺς δὲ ἐγέννησε τὸν Νεβρώδ. Οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς. Οὗτος ἦν γίγας κυνηγὸς ἐναν‐ | |
25 | τίον Κυρίου. Καί τινες μέν φασι τὸ Ἐναντίον Κυ‐ ρίου, ἀντὶ τοῦ ἐναντιούμενος τῷ Θεῷ· ἐγὼ δὲ οὐχ ἡγοῦμαι τοῦτο αἰνίττεσθαι τὴν θείαν Γραφὴν, ἀλλ’ ὅτι ἰσχυρός τις ἦν καὶ ἀνδρεῖος. Τὸ δὲ ἀπέναντι Κυρίου τοῦ Θεοῦ, ἀντὶ τοῦ, ὑπ’ αὐτοῦ παραχθεὶς, ὑπ’ αὐτοῦ | |
30 | δεξάμενος τοῦ Θεοῦ τὴν εὐλογίαν, ἢ ὅτι ἤμελλεν ὁ Θεὸς δι’ αὐτοῦ θαυμάζεσθαι, ὡς τοιοῦτον παραγαγὼν καὶ δείξας ἐπὶ τῆς γῆς. Ἀλλὰ καὶ οὗτος πάλιν μιμούμενος τὸν πρόγονον, καὶ οὐκ εἰς δέον χρησάμενος τοῖς τῆς φύ‐ σεως προτερήμασιν, ἕτερον δουλείας ἐφεῦρε τρόπον, καὶ | |
35 | ἄρχων καὶ βασιλεὺς γενέσθαι ἐπεχείρησε. Βασιλεὺς γὰρ οὐκ ἂν γένοιτό ποτε μὴ ὄντων τῶν ἀρχομένων. Αὕτη δὲ δοκεῖ μὲν μᾶλλον ἐλευθερία εἶναι· δουλεία δέ ἐστι χαλε‐ πωτάτη ἐν ἐλευθερίας τάξει, ὅσῳ καὶ τῶν ἐλευθέρων κρατεῖ. Καὶ ὅρα τὴν πλεονεξίαν, ὅσα ποιεῖ· ὅρα τοῦ σώ‐ | |
40 | ματος τὴν ἰσχὺν οὐ μένουσαν ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλ’ ἀεὶ τοῦ πλείονος ἐφιεμένην, καὶ τῆς δόξης ὀρεγομένην. Οὐ γὰρ ὡς προϊστάμενος αὐτῶν, ὑπέταττεν, ἀλλὰ καὶ πό‐ λεις ᾠκοδόμει, ἵνα ἄρχῃ τῶν πολεμίων. Ἐκεῖθεν γὰρ, φησὶν, ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ὁ Ἀσσοὺρ, καὶ | |
45 | ᾠκοδόμησε τὴν Νινευί. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς οὐδὲν λυμαίνεται τὴν ἡμετέραν φύσιν ἡ κακία τῶν προ‐ γόνων. Οὗτοι γὰρ οἱ Νινευῖται, οἱ τὴν τοῦ Θεοῦ φιλανθρω‐ πίαν διὰ τῆς μετανοίας ἐπισπασάμενοι, καὶ τὴν ἀπό‐ φασιν τοῦ Δεσπότου ἀνακαλεσάμενοι, οὗτοι μὲν πρότερον | |
53.272(50) | ἔσχον προπάτορα τὸν Χὰμ, τὸν πατραλοίαν ἐκεῖνον· ἔπ‐ ειτα τὸν Νεβρὼδ, ἄνθρωπον τύραννον καὶ αὐθάδη, ἔγγο‐ νον ἐσχηκότα τὸν Ἀσσούρ. Λέγονται δὲ ἴσως καὶ ἕτεροι γεγενῆσθαι ἐν αὐτοῖς βλᾶκες καὶ διατεθρυμμένοι, καὶ τὸν ὑγρὸν καὶ διαῤῥέοντα ζῶντες βίον, μέθῃ καὶ γέλωτι καὶ | |
55 | κώμοις καὶ χλευασίαις ἑαυτοὺς ἐκδεδωκότες· ἀλλ’ ἐπειδὴ ἠβουλήθησαν ἀκριβῆ τὴν μετάνοιαν ἐπιδείξασθαι, οὐδὲν | |
αὐτοὺς ἐλυμήνατο τῶν προγόνων ἡ κακία, ἀλλὰ τοσαύτην | ||
53.273 | ἐφελκύσαντο τὴν ἄνωθεν ῥοπὴν, ὡς μέχρι τοῦ νῦν ᾄδεσθαι αὐτῶν τὸ τῆς μετανοίας κατόρθωμα. Τούτους τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, καὶ μαθόντες ὡς οὔτε κακία προγόνων ἡμᾶς λυμαίνεται, ἐὰν νήφειν | |
5 | βουλώμεθα, οὔτε ἀρετὴ προγόνων ὠφελῆσαι ἡμᾶς τι δύ‐ ναται, ἐὰν ῥᾳθυμῶμεν, πολλὴν σπουδὴν ποιώμεθα τῆς ἀρετῆς ἀντέχεσθαι, καὶ εὐγνώμονα προαίρεσιν ἐπιδειξώ‐ μεθα, ἵνα τῆς αὐτῆς εὐλογίας τῷ Σὴμ καὶ τῷ Ἰάφεθ ἀπολαύσωμεν, καὶ τῆς κατάρας καὶ τῆς δουλείας, ἣν ὁ | |
10 | Χαναὰν ἐδέξατο, ἐλευθερωθῶμεν, καὶ μὴ γενώμεθα δοῦ‐ λοι τῆς ἁμαρτίας, ἀλλὰ τὴν ἀληθῆ ἐλευθερίαν κτησάμενοι, τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, | |
15 | νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
16t | ΟΜΙΛΙΑ Λʹ. | |
17n | Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν. | |
18 | αʹ. Ἰδοὺ πρὸς τὸ τέλος ἐφθάσαμεν λοιπὸν τῆς ἁγίας Τεσ‐ σαρακοστῆς, καὶ τῆς νηστείας διηνύσαμεν τὸν πλοῦν, καὶ | |
20 | πρὸς τὸν λιμένα λοιπὸν τῇ τοῦ Θεοῦ χάριτι κατηντήσα‐ μεν. Ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμήσωμεν, ἀλλὰ ταύτῃ μᾶλλον πολλῷ πλείονα τὴν σπουδὴν καὶ τὴν ἀγρυπνίαν ἐπιδειξώμεθα. Ἐπεὶ καὶ οἱ κυβερνῆται, ἐπειδὰν μυρία διαβάντες πελάγη, πεπληρωμένων αὐτοῖς τῶν ἱστίων, | |
25 | καὶ τῶν φορτίων εἰς ὕψος ἐγκειμένων, εἰς τὸν λιμένα εἰσ‐ ιέναι μέλλωσι, τότε μάλιστα πολὺν τὸν ἀγῶνα καὶ τὴν φροντίδα ἔχουσι, μήπου σκοπέλῳ τινὶ ἢ πέτρᾳ προσρά‐ ξαν τινὶ τὸ πλοῖον ἀνόνητον αὐτοῖς τὸν προλαβόντα πόνον γενέσθαι παρασκευάσῃ. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· | |
30 | ὅταν πρὸς τὸ τέλος τῶν σταδίων φθάσωσι, τότε μᾶλλον εὐτονώτερον τὸν δρόμον ἐπιδείκνυνται, ὥστε τοῦ τέλους ἐπιτυχεῖν, καὶ τῶν βραβείων ἀξιωθῆναι. Καὶ ἀθληταὶ δὲ μετὰ μυρία παλαίσματα καὶ τὰς νίκας, ὅταν τὴν περὶ τοῦ στεφάνου παλαίωσι πάλην, πλείονα τὸν ἀγῶνα ἐπι‐ | |
35 | δείκνυνται, ἵνα τὸν στέφανον λαβόντες οὕτως ἐξέλθωσι. Καθάπερ οὖν κυβερνῆται καὶ δρομεῖς καὶ ἀθληταὶ, τότε μᾶλλον τούτων ἕκαστος τὴν σπουδὴν ἐπιτείνει καὶ τὴν ἀγρυπνίαν, ὅταν πρὸς τῷ τέλει γένωνται· τὸν αὐ‐ τὸν δὴ τρόπον καὶ ἡμᾶς προσήκει, ἐπειδὴ εἰς τὴν μεγά‐ | |
40 | λην ταύτην ἑβδομάδα ἐφθάσαμεν τῇ τοῦ Θεοῦ χάριτι, νῦν μάλιστα καὶ τῆς νηστείας τὸν δρόμον ἐπιτεῖναι, καὶ τὰς εὐχὰς εὐτονωτέρας ποιεῖσθαι, καὶ πολλὴν καὶ ἀκριβῆ τὴν ἐξομολόγησιν τῶν ἡμαρτημένων ἐπιδείξασθαι, καὶ τὴν περὶ τὰς ἀγαθὰς πράξεις ἐργασίαν, ἐλεημοσύνην δα‐ | |
45 | ψιλῆ, ἐπιείκειαν, πραότητα, τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἵνα μετὰ τούτων τῶν κατορθωμάτων εἰς τὴν κυρίαν φθάσαντες ἡμέραν τῆς παρὰ τοῦ Δεσπότου φιλοτιμίας ἀπολαύσωμεν. Μεγάλην δὲ καλοῦμεν τὴν ἑβδομάδα, οὐκ ἐπειδὴ πλέον ἔχει τὸ μῆκος τῶν ὡρῶν· καὶ γάρ εἰσιν ἕτε‐ | |
53.273(50) | ραι πολλῷ μείζους ὥρας ἔχουσαι· οὐδὲ ἐπειδὴ πλείους ἡμέρας ἔχει· καὶ γὰρ ὁ αὐτὸς ἀριθμὸς καὶ ταύτῃ καὶ ταῖς ἄλλαις πάσαις. Τίνος οὖν ἕνεκεν μεγάλην ταύτην καλοῦμεν; Ἐπειδὴ μεγάλα τινὰ καὶ ἀπόῤῥητα τυγ‐ χάνει τὰ ὑπάρξαντα ἡμῖν ἐν αὐτῇ ἀγαθά. Ἐν γὰρ ταύτῃ | |
55 | ὁ χρόνιος ἐλύθη πόλεμος, θάνατος ἐσβέσθη, κατάρα | Column end |
53.274 | ἀνῃρέθη, τοῦ διαβόλου ἡ τυραννὶς κατελύθη, τὰ σκεύη αὐτοῦ διηρπάγη, Θεοῦ καταλλαγὴ πρὸς ἀνθρώπους γέ‐ γονεν, οὐρανὸς βάσιμος γέγονεν, ἄνθρωποι τοῖς ἀγγέλοις συνεμίγησαν, τὰ διεστῶτα συνήφθη, ὁ φραγμὸς περιῃ‐ | |
5 | ρέθη, τὸ κλεῖθρον ἀνῃρέθη, ὁ τῆς εἰρήνης Θεὸς εἰρηνο‐ ποίησε τὰ ἄνω καὶ τὰ ἐπὶ τῆς γῆς, Διὰ τοῦτο τοίνυν μεγάλην τὴν ἑβδομάδα καλοῦμεν, ἐπειδὴ τοσοῦτον πλῆ‐ θος δωρεῶν ἡμῖν ἐν αὐτῇ κεχάρισται ὁ Δεσπότης. Διὰ τοῦτο πολλοὶ καὶ τὴν νηστείαν ἐπιτείνουσι, καὶ ἀγρυπνίας | |
10 | καὶ παννυχίδας ἱερὰς, καὶ ἐλεημοσύνας ἐπιδείκνυνται, δεικνύντες δι’ ὧν πράττουσι τὴν τιμὴν, ἣν περὶ τὴν ἑβδομάδα ἔχουσιν. Εἰ γὰρ ὁ Δεσπότης τοσαῦτα ἐν αὐτῇ ἡμῖν ἀγαθὰ ἐδωρήσατο, πῶς οὐχὶ καὶ ἡμᾶς προσήκει, δι’ ὧν δυνάμεθα, τὴν αἰδῶ καὶ τὴν τιμὴν ἐπιδείκνυσθαι; | |
15 | Καὶ γὰρ καὶ οἱ βασιλεῖς, δι’ ὧν ποιοῦσι καὶ αὐτοὶ, δη‐ λοῦσιν ὅσον ἔχουσι τὸ θαῦμα τούτων τῶν σεπτῶν ἡμε‐ ρῶν, κελεύσαντες ἐκεχειρίαν ἅπαντας ἔχειν τοὺς τὰ πο‐ λιτικὰ οἰκονομοῦντας πράγματα, καὶ τῶν δικαστηρίων τὰς θύρας ἀποκλείειν, καὶ πᾶν εἶδος μάχης καὶ φιλονει‐ | |
20 | κίας ἐλαύνεσθαι, ἵνα μετὰ πολλῆς ἡσυχίας καὶ γαλήνης ἐξῇ πρὸς τὴν τῶν πνευματικῶν κατόρθωσιν ἐπείγεσθαι. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέραν φιλοτιμίαν ἐπιδεί‐ κνυνται· τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφιᾶσι τῶν δε‐ σμῶν, καὶ κατὰ δύναμιν ἀνθρωπίνην μιμοῦνται τὸν | |
25 | ἑαυτῶν Δεσπότην. Καθάπερ γὰρ αὐτὸς, φησὶ, τοῦ χα‐ λεποῦ δεσμωτηρίου τῶν ἁμαρτημάτων ἡμᾶς ἀνίησι, καὶ τῶν μυρίων ἀγαθῶν παρέχει τὴν ἀπόλαυσιν, τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς, φησὶ, προσήκει οἷς δυνάμεθα μι‐ μητὰς γενέσθαι τῆς τοῦ Δεσπότου φιλανθρωπίας. Ἴδετε | |
30 | πῶς διὰ πάντων ἕκαστος ἡμῶν δείκνυσι τὴν αἰδῶ καὶ τὴν τιμὴν, ἣν περὶ τὰς ἡμέρας ἔχομεν τὰς τῶν τοσούτων ἀγαθῶν προξένους ἡμῖν γεγενημένας; Διὰ τοῦτο παρα‐ καλῶ, νῦν μᾶλλον, εἰ καί ποτε ἄλλοτε, πάντα λογισμὸν βιωτικὸν ἀπωσάμενοι, καὶ τὸ τῆς διανοίας ὄμμα καθα‐ | |
35 | ρὸν καὶ διεγηγερμένον ἔχοντες, οὕτως ἐνταῦθα παραγενώμεθα, καὶ μηδεὶς εἰσιὼν εἰς τὴν ἐκκλησίαν βιω‐ τικὰς ἐπισυρέσθω φροντίδας, ἵνα ἀξίαν τῶν πόνων τὴν ἀμοιβὴν λαβὼν, οὕτως οἴκαδε ἐπανέλθῃ. Φέρε οὖν πάλιν τὴν συνήθη τράπεζαν ὑμῖν παραθῶμεν, καὶ ἐκ τῶν πρόσ‐ | |
40 | φατον ἀναγνωσθέντων παρὰ τοῦ μακαρίου Μωϋσέως ἑστιάσωμεν ὑμῶν τὴν ἀγάπην, αὐτὰ τὰ ἀνεγνωσμένα εἰς μέσον ὑμῖν προθέντες, δεικνύντες τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν. Ἐπειδὴ γὰρ τέλος ἐπέθηκε τῇ διηγήσει τῇ κατὰ τὸν Νῶε, ἐκ τοῦ Σὴμ λοιπὸν ἤρξατο τῆς γενεα‐ | |
45 | λογίας, καί φησι, Καὶ τῷ Σὴμ ἐγεννήθησαν καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν Ἕβερ, ἀδελφῷ Ἰάφεθ τοῦ μείζονος υἱοῦ. Εἶτα τὸν κατάλογον τῶν ὀνομάτων ποιη‐ σάμενός φησι, καὶ τῷ Ἕβερ ἐγεννήθησαν δύο υἱοί· ὄνομα τῷ ἑνὶ Φαλὲκ, ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διε‐ | |
53.274(50) | μερίσθη ἡ γῆ. Σκόπει πῶς τῇ προσηγορίᾳ τοῦ τεχθέν‐ τος ἐναπέθετο τοῦ μέλλοντος ἔσεσθαι μετ’ οὐ πολὺ ση‐ μείου τὴν πρόγνωσιν, ἵν’ ὅταν ἴδῃς εἰς ἔργον τὸ πρᾶγμα ἐξελθὸν, μηκέτι ξενισθῇς ὁρῶν ἄνωθεν τοῦτο τὴν προσ‐ ηγορίαν τοῦ παιδὸς προμηνύουσαν. Μετὰ γὰρ τὸ ποιήσα‐ | |
55 | σθαι τῶν ἑξῆς γεγεννημένων ἐκ τούτων τὸν κατάλογον, φησίν· Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσιν· οὐ περὶ τῆς γῆς λέγουσα, ἀλλὰ περὶ τοῦ τῶν ἀνθρώπων γένους, ἵνα ἡμᾶς διδάξῃ ὅτι μίαν γλῶσσαν ἅπασα ἡ τῶν ἀνθρώπων εἶχε φύσις. Καὶ ἦν πᾶσα ἡ | |
60 | γῆ, φησὶ, χεῖλος ἓν, καὶ φωνὴ μία πᾶσι. Χεῖλος ἓν, τὴν λαλιάν φησι, καὶ φωνὴν πάλιν τὸ αὐτὸ, ἵνα εἴπῃ ὅτι | |
ὁμόφωνοι καὶ ὁμόγλωσσοι πάντες ἦσαν. Καὶ ὅτι περὶ λα‐ | ||
53.275 | λιᾶς εἴρηται τὸ, Καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἓν, ἄκουε τῆς Γραφῆς ἀλλαχοῦ λεγούσης· Ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν. Οὕτως οἶδεν ἡ Γραφὴ τῷ τοῦ χείλους ὀνό‐ ματι τὴν λαλιὰν προσαγορεύειν. Καὶ ἐγένετο ἐν τῷ κι‐ | |
5 | νῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, καὶ κατῴκησαν ἐκεῖ. βʹ. Ὅρα πῶς ἡ ἀνθρωπίνη φύσις οὐκ ἀνέχεται ἵστασθαι ἐπὶ τῶν οἰκείων ὅρων, ἀλλ’ ἀεὶ τοῦ πλείονος ἐφιεμένη ὀρέγεται τῶν μειζόνων. Καὶ τοῦτό ἐστιν ὃ μάλιστα | |
10 | ἀπόλλυσι τὸ ἀνθρώπινον γένος, τὸ μὴ βούλεσθαι τῆς οἰκείας φύσεως ἐπιγινώσκειν τὰ μέτρα, ἀλλ’ ἀεὶ τῶν μειζόνων ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν ἀξίαν φαντάζεσθαι. Ἐντεῦθεν καὶ οἱ περὶ τὰ τοῦ κόσμου ἐπτοημένοι πρά‐ γματα, ἐπειδὰν πολὺν περιβάλλωνται πλοῦτον καὶ δυνα‐ | |
15 | στείαν, ὥσπερ ἐπιλανθανόμενοι τῆς οἰκείας φύσεως, μέχρι τοσούτου εἰς ὕψος ἐπαίρεσθαι βούλονται, μέχρις ἂν εἰς αὐτὸν τὸν πυθμένα κατενεχθῶσι. Καὶ τοῦτο ἴδοι τις ἂν ἐφ’ ἑκάστης συμβαῖνον ἡμέρας, καὶ οὐδὲ ταύτῃ τοὺς λοιποὺς σωφρονιζομένους, ἀλλὰ πρὸς βραχὺ μὲν | |
20 | συστελλομένους, ἀθρόον δὲ πάντων λήθην ποιουμένους, καὶ πάλιν τὴν αὐτὴν ἐκείνοις βαδίζοντας ὁδὸν, καὶ εἰς αὐτὸν τὸν κρημνὸν καταγομένους· ὅπερ καὶ νῦν ἔστιν ἰδεῖν ἐπὶ τούτων γεγονός. Καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν, εὗρον πεδίον ἐν γῇ Σενναὰρ, | |
25 | καὶ κατῴκησαν ἐκεῖ. Ὅρα πῶς κατὰ μικρὸν ἡμᾶς δι‐ δάσκει τῆς γνώμης αὐτῶν τὸ ἄστατον. Ἐπειδὴ εἶδον, φησὶ, τὸ πεδίον, μεταναστάντες καὶ καταλιπόντες τὴν προτέραν οἴκησιν, ἐκεῖ κατῴκησαν. Εἶτά φησιν· Εἶπεν ἕκαστος τῷ πλησίον αὐτοῦ· Δεῦτε, πλιν‐ | |
30 | θεύσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον, καὶ ἄσφαλ‐ τος ἦν αὐτοῖς ὁ πηλός. Καὶ εἶπον· Δεῦτε, καὶ οἰκο‐ δομήσωμεν ἑαυτοῖς πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ· καὶ ποιήσωμεν ἑαυτοῖς | |
35 | ὄνομα πρὸ τοῦ διασπαρῆναι ἡμᾶς ἐπὶ πάσης τῆς γῆς. Ὅρα πῶς οὐκ εἰς δέον ἐκέχρηντο τῇ ὁμοφωνίᾳ, καὶ ὅτι ἡ ματαία τοῦ βίου τούτου βουλὴ γίνεται τῶν κακῶν ὑπόθεσις. Δεῦτε, φησὶ, ποιήσωμεν πλίνθους, καὶ ὀπτήσωμεν αὐτὰς πυρί. Καὶ ἐγένετο αὐτοῖς ἡ πλίν‐ | |
40 | θος εἰς λίθον, καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός. Σκόπει πόσην ἀσφάλειαν ἐπινοῆσαι βούλονται τῇ οἰκοδο‐ μῇ, οὐκ εἰδότες ὅτι, Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν, οὐχ ὅτι | |
45 | Θεῷ, ἀλλ’ Ἑαυτοῖς. Ὅρα πόση τῆς κακίας ἡ ἐπίτασις· ἔναυλον ἔχοντες τὴν μνήμην τῆς πανωλεθρίας ἐκείνης, ἐπὶ τοσαύτην μανίαν ἐξώκειλαν. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ. Τῷ ὀνόματι τοῦ οὐρανοῦ ἡ θεία Γραφὴ | |
53.275(50) | τῆς τόλμης αὐτῶν τὴν ὑπερβολὴν ἡμῖν παραστῆσαι ἐβουλήθη. Καὶ ποιήσωμεν, φησὶν, ἑαυτοῖς ὄνομα. Εἶδες τὴν ῥίζαν τῆς κακίας; Ἵνα, φησὶ, μνήμης διηνε‐ κοῦς ἀπολαύσωμεν, ἵνα εἰς τὸ διηνεκὲς ἔχωμεν μνημο‐ νεύεσθαι. Τοιαύτη ἡμῶν ἔσται ἡ πρᾶξις καὶ τὸ ἔργον, | |
55 | ὡς μηδέποτε λήθῃ παραπεμφθῆναι. Καὶ τοῦτο ποιήσω‐ μεν Πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. Ὡς ἔτι, φησὶ, κατὰ ταὐτόν ἐσμεν, εἰς ἔργον ἀγά‐ γωμεν τὸ δόξαν ἡμῖν, ἵνα ἀδιάλειπτον μνήμην καταλί‐ πωμεν ταῖς εἰς τὸ ἑξῆς γενεαῖς. Εἰσὶ πολλοὶ καὶ νῦν | |
60 | τούτους μιμούμενοι, καὶ ἀπὸ τοιούτων πράξεων μνημο‐ νεύεσθαι βουλόμενοι, οἱ τὰς λαμπρὰς οἰκοδομοῦντες οἰκίας, καὶ τὰ λουτρὰ, καὶ τὰς στοὰς, καὶ τοὺς περιπά‐ τους. Ἐὰν γὰρ καὶ τούτων ἕκαστον ἐρωτήσῃς τίνος ἕνε‐ | |
κεν πονεῖ καὶ ταλαιπωρεῖται, καὶ τοσαύτην ἐπιδείκνυται | Column end | |
53.276 | χρημάτων δαπάνην εἰς οὐδὲν δέον, οὐδὲν ἕτερον ἀκούσῃ, ἣ ταῦτα τὰ ῥήματα, ὥστε τὴν μνήμην διηνεκῶς σώζε‐ σθαι, καὶ ἀκούειν ὅτι τοῦ δεῖνος ἡ οἰκία, καὶ τοῦ δεῖνος ὁ ἀγρός. Ἀλλὰ τοῦτο οὐκ ἔστι μνήμης ἀξιοῦσθαι, ἀλλὰ | |
5 | μᾶλλον κατηγορίας. Εὐθέως γὰρ τοῖς λόγοις τούτοις ἐπεισέρχεται καὶ τὰ μυρίων κατηγοριῶν ἄξια ῥήματα· τοῦ δεῖνος τοῦ πλεονέκτου, τοῦ ἅρπαγος, τοῦ χήρας καὶ ὀρφανοὺς γυμνώσαντος. Οὐκ ἔστι τοίνυν τοῦτο μνήμης ἀπολαύειν, ἀλλὰ κατηγορίαις διηνεκέσι βάλλεσθαι, καὶ | |
10 | μετὰ θάνατον στηλιτεύεσθαι, καὶ τὰς τῶν ὁρώντων γλώττας ἀκονᾷν εἰς βλασφημίαν καὶ κατηγορίαν τοῦ ταῦτα κτησαμένου. Εἰ δὲ ὅλως μνήμης ἐρᾷς διηνεκοῦς, ἐγώ σοι ὑποδείξω ὁδὸν, δι’ ἧς δυνήσῃ καὶ μνημονεύεσθαι διὰ παντὸς, καὶ μετ’ εὐφημίας πολλῆς καὶ πολλήν σοι | |
15 | τὴν παῤῥησίαν ἐν τῷ μέλλοντι καιρῷ παρέξεις. Πῶς οὖν δυνήσῃ καὶ μνημονεύεσθαι καθ’ ἑκάστην ἡμέραν, καὶ τοῖς ἐγκωμίοις βάλλεσθαι καὶ μετὰ τὴν τῆς ζωῆς μετάστασιν; Εἰ ταυτὶ τὰ χρήματα εἰς τὰς τῶν πενήτων διανείμῃς χεῖρας, ἀφεὶς τοὺς λίθους καὶ τὰς μεγάλας | |
20 | οἰκοδομὰς, καὶ τοὺς ἀγροὺς, καὶ τὰ βαλανεῖα. Αὕτη ἡ μνήμη ἀθάνατος, αὕτη ἡ μνήμη μυρίων σοι θησαυρῶν πρόξενος γίνεται, αὕτη ἡ μνήμη τοῦ φορτίου τῶν ἁμαρ‐ τημάτων κουφίζουσα, πολλήν σοι τὴν παῤῥησίαν προ‐ ξενεῖ παρὰ τῷ Δεσπότῃ. Ἐννόησον γάρ μοι καὶ αὐτὰ τὰ | |
25 | ῥήματα, ἅπερ ἕκαστος μέλλει λέγειν, τὸν ἐλεήμονα καὶ φιλάνθρωπον, τὸν ἐπιεικῆ, τὸν χρηστὸν, τὸν μετὰ πολ‐ λῆς δαψιλείας διανείμαντα. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Τοιοῦτον γὰρ ὁ τῶν χρημάτων πλοῦτος· | |
30 | σκορπιζόμενος μᾶλλον παραμένει· συνεχόμενος δὲ καὶ ἔνδον ἀποκλειόμενος καὶ τοὺς κατέχοντας συναπόλλυσιν. Ἐσκόρπισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν. Ἀλλ’ ἄκουε καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. Ἐν μιᾷ ἡμέρᾳ τὸν πλοῦτον ἐσκόρπισε, καὶ | |
35 | ἡ δικαιοσύνη αὐτοῦ εἰς πάντα τὸν αἰῶνα διαμένει, καὶ τὴν μνήμην ἀθάνατον ἐργάζεται. γʹ. Εἶδες μνήμην παντὶ τῷ αἰῶνι παρεκτεινομένην; εἶδες μνήμην μεγάλων καὶ ἀποῤῥήτων γέμουσαν ἀγαθῶν; Διὰ τοιούτων οἰκοδομῶν μνημονεύεσθαι σπουδάζωμεν. Αἱ | |
40 | γὰρ διὰ τῶν λίθων οὐ μόνον ἡμᾶς οὐδὲν ὠφελῆσαι δύ‐ νανται, ἀλλὰ καὶ ἀντὶ στήλης διηνεκοῦς ἡμῶν λαμπρᾷ τῇ φωνῇ καταβοῶσι. Καὶ τὰ μὲν ἐκ τούτων ἁμαρτήματα αὐτοὶ ἔχοντες ἄπιμεν, αὐτὰ δὲ καταλιπόντες ἐνταῦθα, οὐδὲ τῆς ψυχρᾶς ἐκείνης καὶ ἀνονήτου παρ’ αὐτῶν μνή‐ | |
45 | μης ἀξιούμεθα· ἀλλὰ ταῖς μὲν κατηγορίαις βαλλόμεθα, ἡ δὲ προσηγορία μεθίσταται εὐθέως εἰς ἕτερον. Καὶ γὰρ οὕτως ἔχει· ἀπὸ τούτου εἰς ἕτερον μεταβαίνει, καὶ ἀπ’ ἐκείνου εἰς ἄλλον πάλιν. Καὶ σήμερον μὲν ἡ οἰκία ἐλέ‐ γετο τοῦ δεῖνος, αὔριον δὲ τοῦ δεῖνος, καὶ μετὰ, τὴν ἑξῆς | |
53.276(50) | πάλιν ἑτέρου. Καὶ ἀπατῶμεν ἑκόντες ἑαυτοὺς, νομίζον‐ τες δεσποτείαν τινὰ κεκτῆσθαι, οὐκ εἰδότες ὅτι μόνον τῆς χρήσεως ἀπολαύομεν, καὶ ἑκόντες καὶ ἄκοντες ἑτέ‐ ροις τούτων παραχωροῦμεν· ὅτι γὰρ καὶ οἷς οὐ βουλό‐ μεθα, τοῦτο τέως παρίημι. Ὅλως δὲ εἰ μνήμης ἐπιθυ‐ | |
55 | μεῖς, καὶ τοῦτό σοι περισπούδαστον, ἄκουε πῶς αἱ χῆραι ἐμέμνηντο τῆς Ταβιθᾶς, καὶ πῶς τὸν Πέτρον περιεστή‐ κεισαν κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμά‐ τια, ὅσα ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκάς. Εἶδες οἰκο‐ δομὰς ἐμψύχους φωνὰς ἀφιείσας, καὶ τοσαύτην ἰσχὺν | |
60 | ἐχούσας, ὡς καὶ ἀπὸ θανάτου εἰς ζωὴν ἐπαναγαγεῖν; Ἐπειδὴ γὰρ περιέστησαν τὸν Πέτρον, καὶ τὰ δάκρυα θερμὰ ἐξέχεαν, τὴν τροφὴν καὶ τὴν χορηγίαν ἐπιζητοῦ‐ σαι, ἐκβαλὼν πάντας, φησὶν, ὁ Πέτρος, θεὶς τὰ γόνατα | |
προσηύξατο, καὶ ἀναστήσας αὐτὴν ἐφώνησε τοὺς ἁγίους | ||
53.277 | καὶ τὰς χήρας, καὶ παρέστησεν αὐτὴν ζῶσαν. Εἰ βούλει μνημονεύεσθαι, καὶ εἰ δόξης ἀληθοῦς ἐρᾷς, ταύτην μί‐ μησαι, καὶ τοιαύτας οἰκοδομὰς ἐργάζου, μὴ περὶ τὴν ἄψυχον ὕλην καταδαπανώμενος, ἀλλὰ περὶ τοὺς ὁμογε‐ | |
5 | νεῖς πολλὴν τὴν φιλοτιμίαν ἐπιδεικνύμενος. Αὕτη ἡ μνήμη ἐπαινετὴ καὶ πολὺ τὸ κέρδος φέρουσα. Ἀλλὰ πά‐ λιν ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, καὶ ἴδωμεν τῶν τότε ἀνδρῶν τὴν τόλμαν. Τὰ γὰρ ἐκείνων πάθη ἡμῖν, εἰ βουλοίμεθα νήφειν, σωφρονισμὸς γενήσεται. Καὶ οἰκο‐ | |
10 | δομήσωμεν ἑαυτοῖς, φησὶ, πόλιν, καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ τῆς γῆς. Ὁρᾷς πῶς πανταχοῦ τῆς ἑαυτῶν γνώμης τὴν διαφθορὰν ἐπι‐ δεικνύουσι. Καὶ οἰκοδομήσωμεν, φησὶν, ἑαυτοῖς | |
15 | πόλιν· καὶ πάλιν· Ποιήσωμεν ἑαυτοῖς ὄνομα. Ἀλλ’ ὅρα καὶ μετὰ τοσαύτην πανωλεθρίαν πάλιν πῶς οὐκ ἐλάττοσι κακοῖς ἐπιχειροῦσι. Τί οὖν ἵνα γενήσηται; πῶς ἵνα ἀναχαιτισθῶσι τῆς μανίας; Ὑπέσχετο μηκέτι ποιή‐ σειν κατακλυσμὸν τὴν οἰκείαν φιλανθρωπίαν μιμούμε‐ | |
20 | νος· οὗτοι δὲ οὐδὲ ταῖς τιμωρίαις ἐσωφρονίσθησαν, οὔτε ταῖς εὐεργεσίαις βελτίους ἐγένοντο. Διὸ ἄκουε τῶν ἑξῆς, ἵνα μάθῃς τῆς ἀφάτου φιλανθρω‐ πίας τοῦ Θεοῦ τὸ μέγεθος, Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδό‐ | |
25 | μουν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅρα πῶς ἀνθρωπίνως ἡ Γραφὴ διαλέγεται. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεός· οὐχ ἵνα ἀνθρωπίνως νοήσωμεν, ἀλλ’ ἵνα διὰ τούτου παι‐ δευώμεθα μηδέποτε καταψηφίζεσθαι ἁπλῶς τῶν ἀδελφῶν τῶν ἡμετέρων, μήτε ἐξ ἀκοῆς καταδικάζειν, ἐὰν μὴ | |
30 | πρότερον πολλὴν δεξώμεθα τὴν πληροφορίαν. Πάντα γὰρ τὰ παρὰ τοῦ Θεοῦ διὰ τοῦτο γίνεται, καὶ τοσαύτῃ κέχρηται τῇ συγκαταβάσει πρὸς διδασκαλίαν τῆς τῶν ἀνθρώπων φύσεως. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον. Ὅρα αὐτὸν οὐκ ἐκ | |
35 | προοιμίων ἀναστέλλοντα αὐτῶν τὴν μανίαν, ἀλλὰ πολλῇ τῇ μακροθυμίᾳ κεχρημένον, καὶ ἀναμένοντα εἰς ἔργον αὐτοὺς ἀγαγεῖν τὴν πονηρίαν ἅπασαν, καὶ τότε ἐκκο‐ πῆναι τὴν ἐπιχείρησιν. Ἵνα γὰρ μή τινι ἐξῇ λέγειν, ὅτι ἐβουλεύσαντο μὲν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ δόξαντα, | |
40 | ἀναμένει πληρῶσαι αὐτοὺς τὰ βουλευθέντα, καὶ τότε δεῖξαι αὐτοῖς ὡς ἀνοήτοις ἐπιχειροῦσι. Καὶ κατέβη, φησὶ, Κύριος ὁ Θεὸς ἰδεῖν τὴν πόλιν, καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. Ὅρα φιλαν‐ θρωπίας ὑπερβολήν. Συνεχώρησε καμεῖν αὐτοὺς καὶ | |
45 | ταλαιπωρηθῆναι, ἵνα τῶν πραγμάτων ἡ πεῖρα διδάσκα‐ λος αὐτοῖς γένηται. Καὶ ἐπειδὴ εἶδεν ἀκμάζουσαν τὴν κακίαν, καὶ τὴν νόσον ἐπιτεινομένην, οὐκ εἰς τέλος ἀφίησιν, ἀλλὰ τὴν οἰκείαν ἐνδεικνύμενος ἀγαθότητα, καθάπερ ἰατρὸς ἄριστος, ὁρῶν αὐτῶν αὐξανομένην τὴν | |
53.277(50) | νόσον, καὶ τὸ ἕλκος ἀνίατον γινόμενον, ταχεῖαν ποιεῖται τὴν τομὴν, ἵνα παντελῶς ἀφανίσῃ τὴν αἰτίαν τῆς νόσου. Καὶ εἶπε, φησὶ, Κύριος ὁ Θεός· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων· ἀντὶ τοῦ, φωνὴ μία καὶ γλῶσσα μία. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ νῦν οὐκ ἐκλεί‐ | |
55 | ψει ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. δʹ. Ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ μέλλει τὴν ὁρ‐ μὴν αὐτῶν ἐκκόπτειν, ἀπολογίαν πρότερον συντίθησι, καὶ μονονουχὶ δείκνυσιν αὐτῶν τῆς ἁμαρτίας τὸ μέγεθος, καὶ τῆς ἀγνωμοσύνης τὴν ὑπερβολὴν, καὶ ὅτι τῇ συμφωνίᾳ | |
60 | οὐκ εἰς δέον ἐχρήσαντο. Ἰδοὺ γὰρ, φησὶ, γένος ἓν καὶ | |
χεῖλος ἓν πάντων. Καὶ τοῦτο ἤρξαντο ποιῆσαι, καὶ | Column end | |
53.278 | νῦν ἐκλείψει ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Τοῦτο γὰρ ἔθος αὐτῷ, ἐπειδὰν μέλλῃ τιμωρίαν ἐπάγειν, πρότερον δεικνύναι τῶν ἡμαρτημένων τὸ μέγεθος, καὶ ὥσπερ ἀπολογίαν τινὰ συντιθέναι, καὶ τότε | |
5 | ποιεῖσθαι τὴν διόρθωσιν. Καὶ γὰρ ἐπὶ τοῦ κατακλυσμοῦ, ἡνίκα ἤμελλε τὴν ἀπειλὴν ἐκείνην τὴν φοβερὰν ποιεῖ‐ σθαι, φησὶν ἡ Γραφή· Ἰδὼν δὲ Κύριος ὁ Θεὸς ὅτι ἐπληθύνθησαν αἱ κακίαι τῶν ἀνθρώπων, καὶ πᾶς τις διανοεῖται ἐν τῇ καρδίᾳ αὐτοῦ ἐπιμελῶς ἐπὶ τὰ πο‐ | |
10 | νηρὰ ἐκ νεότητος. Εἶδες πῶς πρότερον ἔδειξε τῆς κα‐ κίας αὐτῶν τὴν ὑπερβολὴν, καὶ τότε φησὶν, Ἀπαλείψω τὸν ἄνθρωπον; Οὕτω καὶ νῦν· Ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι. Εἰ ὁμονοίας τοσαύτης ἀπολαύοντες καὶ ὁμοφωνίας πρὸς | |
15 | τοσαύτην ἐξώκειλαν μανίαν, τοῦ χρόνου προϊόντος πῶς οὐχὶ χείρονα διαπράξονται; Οὐκ ἐκλείψει γὰρ, φησὶν, ἀπ’ αὐτῶν πάντα, ὅσα ἂν ἐπιθῶνται ποιεῖν. Οὐδὲν αὐτῶν τὴν ὁρμὴν ἐπισχεῖν δυνήσεται, ἀλλὰ πάντα τὰ βουλευθέντα αὐτοῖς εἰς ἔργον ἀγαγεῖν σπουδάσουσιν, εἰ | |
20 | μὴ ταχέως ὑπὲρ τῶν ἤδη τολμηθέντων δίκην δώσουσι. Τὸ αὐτὸ καὶ ἐπὶ τοῦ πρωτοπλάστου γεγονὸς εὑρήσει τις. Καὶ γὰρ ἐκεῖ, ἡνίκα ἤμελλεν ἐκβάλλειν τῆς ἐν τῷ παρα‐ δείσῳ διαγωγῆς, φησί· Τίς ἀνήγγειλέ σοι, ὅτι γυμνὸς εἶ; Καὶ πάλιν· Ἰδοὺ γέγονεν Ἀδὰμ ὡς εἷς ἐξ ἡμῶν, | |
25 | τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. Καὶ νῦν μήποτε ἐκτείνῃ τὴν χεῖρα αὐτοῦ, καὶ λάβῃ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς, καὶ φάγῃ, καὶ ζήσεται εἰς τὸν αἰῶνα. Καὶ ἐξαπέστειλεν αὐτὸν Κύριος ὁ Θεὸς ἐκ τοῦ πα‐ ραδείσου. Καὶ νῦν φησιν, Ἰδοὺ γένος ἓν καὶ χεῖ‐ | |
30 | λος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι· καὶ νῦν οὐ μὴ ἐκλείψῃ ἐξ αὐτῶν πάντα, ὅσα ἂν ἐπι‐ θῶνται ποιεῖν. Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν ἐκεῖ τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Ὅρα πάλιν τῶν | |
35 | λέξεων τὴν συγκατάβασιν. Δεῦτε, φησὶ, καὶ κατα‐ βάντες. Τί βούλεται ταῦτα τὰ ῥήματα; Συνεργείας δεῖται ὁ Δεσπότης πρὸς τὴν διόρθωσιν; ἀλλὰ συμμα‐ χίας πρὸς τὴν τούτων καθαίρεσιν; Οὐχὶ, μὴ γένοιτο. Ἀλλὰ καθάπερ ἤδη εἶπεν ἡ Γραφὴ, Κατέβη Κύριος, | |
40 | διδάσκουσα ἡμᾶς διὰ τούτου, ὅτι μετὰ ἀκριβείας αὐτῶν εἶδε τῆς κακίας τὴν ὑπερβολὴν, οὕτω καὶ ἐνταῦθά φησι, Δεῦτε, καὶ καταβάντες. Ὡς πρὸς ὁμοτίμους δὲ πάν‐ τως ἐστὶ τουτὶ τὸ εἰρημένον· Δεῦτε, καὶ καταβάντες συγχέωμεν αὐτῶν τὴν γλῶτταν, ἵνα μὴ ἀκούσωσιν | |
45 | ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. Καθάπερ, φησὶ, στήλην τινὰ διηνεκῆ, τοιαύτην αὐτοῖς ἐπιτίθημι τὴν τιμωρίαν, καὶ ἵνα παντὶ τῷ αἰῶνι συμπαρεκτείνηται, καὶ μηδεὶς χρόνος λήθην αὐτοῖς ἐμποιήσῃ. Ἐπειδὴ γὰρ οὐ δεόντως ἐχρήσαντο τῇ ὁμοφωνίᾳ, διὰ τῆς ἑτεροφω‐ | |
53.278(50) | νίας αὐτοὺς σωφρονισθῆναι βούλομαι. Καὶ γὰρ οὕτως ἑκάστοτε εἴωθε ποιεῖν ὁ Δεσπότης. Τοῦτο ἐξ ἀρχῆς καὶ ἐπὶ τῆς γυναικὸς ἐποίησεν· οὐκ εἰς δέον ἐχρήσατο τῇ δοθείσῃ τιμῇ, καὶ διὰ τοῦτο ὑπέταξεν αὐτὴν τῷ ἀνδρί. Καὶ πάλιν ἐπὶ τοῦ Ἀδὰμ, ἐπειδὴ μὴ ἐκέρδανέ τι ἐκ | |
55 | τῆς πολλῆς ἀνέσεως, καὶ τῆς ἐν τῷ παραδείσῳ διαίτης, ἀλλὰ διὰ τῆς παραβάσεως τῷ ἐπιτιμίῳ ἑαυτὸν ὑπεύ‐ θυνον κατέστησεν, ἐξέβαλε αὐτὸν ἐκ τοῦ παραδείσου, καὶ τὴν τιμωρίαν αὐτῷ ἐπέθηκε διηνεκῆ, λέγων· Ἀκάνθας καὶ τριβόλους ἀνατελεῖ σοι ἡ γῆ. Καὶ | |
60 | οὗτοι τοίνυν ἐπειδὴ τιμηθέντες τῇ ὁμοφωνίᾳ, εἰς κα‐ κίαν ἐχρήσαντο τῇ δοθείσῃ τιμῇ, διὰ τῆς ἑτερο‐ φωνίας ἵστησιν αὐτῶν τῆς κακίας τὴν φοράν. Καὶ συγ‐ χέωμεν αὐτῶν, φησὶ, τὴν γλῶτταν, ἵνα μὴ ἀκού‐ | |
σωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον· ἵνα ὥσπερ | ||
53.279 | ἡ ὁμοφωνία τὴν συνοίκησιν εἰργάζετο, οὕτως ἡ διαί‐ ρεσις τῆς φωνῆς τὴν διασπορὰν αὐτοῖς κατασκευάσῃ. Οἱ μὴ τὴν αὐτὴν ἔχοντες φωνὴν καὶ διάλεξιν, πῶς ἂν ἠδύναντο κατὰ ταὐτὸ οἰκεῖν; Καὶ διέσπειρεν αὐτοὺς, | |
5 | φησὶ, Κύριος ὁ Θεὸς ἐκεῖθεν ἐπὶ προσώπου πάσης τῆς γῆς, καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Ὅρα Δεσπότου φιλανθρωπίαν, εἰς ὅσην αὐτοὺς ἐνέβαλεν ἀμηχανίαν. Καὶ γὰρ μαινομένοις λοιπὸν ἐοίκασιν. Ὁ μὲν ἐπέταττεν ἕτερον, ὁ δὲ ἕτερον | |
10 | ἐπεδίδου· καὶ ἀνόνητος αὐτοῖς λοιπὸν ἦν πᾶσα ἡ ἐπι‐ χείρησις. Διὰ Καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς, Σύγχυσις· ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς· καὶ ἐκεῖθεν διέσπειρεν | |
15 | αὐτοὺς Κύριος ὁ Θεὸς ἐπὶ πάσης τῆς γῆς. Σκόπει πόσα γίνεται, ὥστε τὴν μνήμην παντὶ τῷ αἰῶνι συμ‐ παρεκτείνεσθαι. Πρῶτον μὲν ἡ τῶν γλωσσῶν διαίρεσις, μᾶλλον δὲ καὶ πρὸ τούτου ἡ τοῦ ὀνόματος προσηγορία· τὸ Φαλὲκ γὰρ ὄνομα, ὅπερ ὁ Ἕβερ ἐπέθηκε τῷ παιδὶ, | |
20 | μερισμὸν σημαίνει. Ἔπειτα ἡ τοῦ τόπου προσηγορία· Σύγχυσις γὰρ ὁ τόπος ὠνομάσθη, ὅπερ ἐστὶ Βαβυλών. Ἔπειτα αὐτὸς ὁ Ἔβερ ἔμενε τὴν αὐτὴν ἔχων διάλεξιν, ἥνπερ καὶ πρότερον, ἵνα καὶ τοῦτο σημεῖον ἐναργὲς γένηται τῆς διαιρέσεως. Εἶδες διὰ πόσων ἠβουλήθη | |
25 | διηνεκῆ τὴν μνήμην διασώζεσθαι, καὶ μηδέποτε λήθῃ παραδοθῆναι τὸ τότε γεγενημένον; Καὶ γὰρ ἐξ ἐκείνου λοιπὸν πατὴρ παιδὶ ἀνάγκην εἶχε τὴν αἰτίαν λέγειν τῆς ἑτεροφωνίας, καὶ παῖς παρὰ πατρὸς μανθάνειν ἐζήτει τῆς τοῦ τόπου προσηγορίας τὴν αἰτίαν· Βαβυλὼν γὰρ | |
30 | διὰ τοῦτο ὁ τόπος ὠνομάσθη, ὅπερ ἐστὶ σύγχυσις, ὅτι ἐκεῖ συνέχεε Κύριος ὁ Θεὸς τὰ χείλη πάσης τῆς γῆς, καὶ ἐκεῖθεν διέσπειρεν αὐτούς. Ἀμφότερα ἡ τοῦ τόπου προσηγορία σημαίνειν μοι δοκεῖ, καὶ ὅτι τὰς γλώσσας συνέχεε, καὶ αὐτόθεν τὴν διασπορὰν ὑπέμειναν. | |
35 | εʹ. Ἠκούσατε, ἀγαπητοὶ, πόθεν αὐτοῖς ἡ τῆς διασπορᾶς ὑπόθεσις γέγονε, καὶ τῶν γλωττῶν ἡ διαίρεσις. Φύγω‐ μεν, παρακαλῶ, τὴν μίμησιν, καὶ τοῖς παρὰ τοῦ Θεοῦ παρασχεθεῖσιν ἡμῖν εἰς δέον χρησώμεθα, καὶ τὴν φύσιν τὴν ἀνθρωπίνην ἐννοοῦντες οὕτω βουλευώμεθα, ὡς εἰ‐ | |
40 | κὸς ἀνθρώπους βουλεύσασθαι θνητοὺς τυγχάνοντας· καὶ λογιζόμενοι τοῦ παρόντος βίου τὸ ἐπίκηρον, καὶ ὡς βραχὺς ὁ τῆς ζωῆς ἡμῶν χρόνος, πολλὴν ἑαυτοῖς παῤ‐ ῥησίαν προαποθώμεθα διὰ τῆς τῶν ἀγαθῶν πράξεων ἐργασίας· καὶ μὴ μόνον τῆς νηστείας τὴν ἐπίτασιν κατὰ | |
45 | τὰς ἡμέρας ταύτας ἐπιδειξώμεθα, ἀλλὰ καὶ ἐλεημο‐ σύνης δαψίλειαν καὶ προσευχὰς ἐκτενεῖς. Καὶ γὰρ τῇ νηστείᾳ τὴν προσευχὴν ἀεὶ συνεζεῦχθαι δεῖ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Τοῦτο τὸ γένος οὐκ ἐκπορεύεται, εἰ μὴ ἐν προσευχῇ | |
53.279(50) | καὶ νηστείᾳ. Καὶ πάλιν ἐπὶ τῶν ἀποστόλων· Προσευ‐ ξάμενοι γὰρ, φησὶ, καὶ νηστεύσαντες παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκεισαν. Καὶ πά‐ λιν ὁ Ἀπόστολος· Μὴ ἀποστερεῖτε, φησὶν, ἀλλήλους, εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Εἶδες πῶς δεῖται | |
55 | τῆς ἐντεῦθεν συμμαχίας ἡ νηστεία; Τότε γὰρ μάλιστα καὶ μετὰ νήψεως αἱ προσευχαὶ γίνονται, κουφοτέρας τῆς διανοίας τυγχανούσης, καὶ οὐδενὶ βαρουμένης, οὐδὲ ὑπὸ τοῦ πονηροῦ τῆς τρυφῆς φορτίου πιεζομένης. Μέγα γὰρ ὅπλον ἡ εὐχὴ, μεγάλη ἀσφάλεια, μέγας θησαυρὸς, | |
60 | μέγας λιμὴν, ἄσυλον χωρίον· μόνον ἐὰν νήφοντες προσ‐ | Column end |
53.280 | ίωμεν τῷ Δεσπότῃ, καὶ πανταχόθεν συνάγοντες ἑαυτῶν τὴν διάνοιαν, οὕτω τὴν πρόσοδον ποιώμεθα, μηδεμίαν παρείσδυσιν διδόντες τῷ ἐχθρῷ τῆς σωτηρίας τῆς ἡμε‐ τέρας. Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατὰ τὸν καιρὸν ἐκεῖνον | |
5 | δυνάμεθα περὶ τῶν συνεχόντων ἡμᾶς διαλεχθέντες, καὶ τὰ ἡμαρτημένα ἐξαγορεύσαντες, καὶ τὰ τραύματα τῷ ἰατρῷ δείξαντες, πολλῆς ἐπιτυχεῖν τῆς θεραπείας, τότε μάλιστα ἐφίσταται καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἐκκροῦσαι ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβαλεῖν. Διὸ | |
10 | νήφωμεν, παρακαλῶ, καὶ εἰδότες αὐτοῦ τὰς ἐπιβουλὰς, μάλιστα κατὰ τὸν καιρὸν ἐκεῖνον σπουδάζωμεν, ὡσανεὶ παρόντα καὶ πρὸ τῶν ὀφθαλμῶν ἡμῶν ἑστῶτα ὁρῶντες, οὕτως αὐτὸν διακρούεσθαι, καὶ πάντα λογισμὸν διατα‐ ράττοντα ἡμῶν τὴν διάνοιαν ἀπωθεῖσθαι, καὶ ὅλους ἑαυ‐ | |
15 | τοὺς συντείνειν, καὶ ἀκριβῆ ποιεῖσθαι τὴν ἔντευξιν, ἵνα μὴ μόνον ἡ γλῶττα φθέγγηται, ἀλλὰ καὶ ἡ διάνοια συμ‐ βαίνῃ τοῖς λεγομένοις. Ἐὰν γὰρ ἡ γλῶττα μὲν προφέρῃ τὰ ῥήματα, ἡ δὲ διάνοια ἔξω ῥέμβηται, τὰ κατὰ τὴν οἰκίαν περισκοποῦσα, τὰ κατὰ τὴν ἀγορὰν φανταζομένη, | |
20 | οὐδὲν ἡμῖν ὄφελος ἔσται, τάχα δὲ καὶ πλείων ἡ κατάκρι‐ σις. Εἰ γὰρ ἀνθρώπῳ προσιόντες τοσαύτην ἐπιδεικνύ‐ μεθα τὴν σπουδὴν, ὡς μηδὲ τοὺς πλησίον παρεστῶτας πολλάκις ὁρᾷν, ἀλλὰ συντείνειν ἑαυτῶν τὴν διάνοιαν, κἀκεῖνον μόνον φαντάζεσθαι, ᾧ προσίωμεν· πολλῷ | |
25 | μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν ἡμᾶς χρὴ, καὶ συνε‐ χῶς καὶ ἀδιαλείπτως ταῖς προσευχαῖς προσκαρτερεῖν. Διὰ γὰρ τοῦτο καὶ Παῦλος γράφων ἔλεγε, Προσευχό‐ μενοι ἐν παντὶ καιρῷ, προσεύχεσθε καὶ ἐν πνεύ‐ ματι· μὴ γλώσσῃ μόνον, καὶ μετὰ ἀγρυπνίας διηνε‐ | |
30 | κοῦς, φησὶν, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ ψυχῇ, Ἐν πνεύματι. Πνευματικὰ γὰρ, φησὶν, ἔστω ὑμῶν τὰ αἰτήματα, νη‐ φέτω ὁ λογισμὸς, συντεινέσθω ἡ διάνοια τοῖς λεγομέ‐ νοις. Τοιαῦτα αἰτεῖσθε, οἷα εἰκὸς παρὰ τοῦ Θεοῦ αἰτεῖν, ἵνα καὶ τῶν αἰτουμένων ἐπιτύχητε· καὶ εἰς αὐτὸ ἀγρυ‐ | |
35 | πνῆτε διεγηγερμένοι, νήφοντες, ἐγρηγορότες τὴν διά‐ νοιαν, μὴ χασμώμενοι, καὶ κνώμενοι, καὶ ὧδε κἀκεῖσε τὸν λογισμὸν περιαγόμενοι, ἀλλὰ μετὰ φόβου καὶ τρό‐ μου τὴν ἑαυτῶν σωτηρίαν κατεργάζεσθε. Μακάριος γὰρ, φησὶν, ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν. Μέγα | |
40 | ἀγαθὸν ἡ εὐχή. Εἰ γὰρ ἀνθρώπῳ τις διαλεγόμενος ἐνα‐ ρέτῳ, οὐ μικρὰν ἐξ αὐτοῦ καρποῦται τὴν ὠφέλειαν, ὁ Θεῷ διαλέγεσθαι καταξιωθεὶς πόσων οὐκ ἀπολαύσεται τῶν ἀγαθῶν; Ἡ γὰρ εὐχὴ διάλεξίς ἐστι πρὸς τὸν Θεόν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ προφήτου λέγοντος, Ἡδυν‐ | |
45 | θείη τῷ Θεῷ ἡ διαλογή μου τοῦτ’ ἔστιν, ἡ διάλεξίς μου ἡδεῖα φανείη τῷ Θεῷ. Μὴ γὰρ καὶ πρὶν ἢ αἰτήσω‐ μεν, οὐκ ἠδύνατο παρασχεῖν; Ἀλλὰ διὰ τοῦτο ἀναμένει, ἵνα ἀφορμὴν λάβῃ παρ’ ἡμῶν τοῦ δικαίως ἡμᾶς ἀξιοῦν τῆς παρ’ αὐτοῦ προνοίας. Κἂν ἐπιτύχωμεν τοίνυν τῶν | |
53.280(50) | αἰτηθέντων, κἂν μὴ ἐπιτύχωμεν, παραμένωμεν τῇ αἰ‐ τήσει, καὶ μὴ μόνον ἐπιτυγχάνοντες εὐχαριστῶμεν, ἀλλὰ καὶ ἀποτυγχάνοντες. Τὸ γὰρ ἀποτυχεῖν, ὅταν ὁ Θεὸς βούληται, οὐκ ἔλασσόν ἐστι τοῦ ἐπιτυχεῖν. Οὐδὲ γὰρ ἴσμεν τὰ ἡμεῖς συμφέροντα ἡμῖν οὕτως, ὡς αὐτὸς | |
55 | ἐπίσταται. Ὥστε οὖν, κἂν ἐπιτύχωμεν, κἂν ἀποτύχω‐ μεν, εὐχαριστεῖν ὀφείλομεν. Καὶ τί θαυμάζεις εἰ ἡμεῖς οὐκ ἴσμεν τὰ συμφέροντα; Παῦλος ὁ τοσοῦτος καὶ τηλι‐ κοῦτος, ὁ τῶν ἀποῤῥήτων ἐκείνων ἀξιωθεὶς, ἠγνόει τὸ μὴ συμφέροντα αἰτῶν. Ἐπειδὴ γὰρ ἑώρα ἑαυτὸν κυ‐ | |
60 | κλούμενον ὑπὸ τῶν δεινῶν καὶ τῶν ἐπαλλήλων πειρα‐ σμῶν, ηὔξατο τούτων ἀπαλλαγῆναι, καὶ οὐχ ἅπαξ οὐδὲ δεύτερον, ἀλλὰ καὶ πολλάκις. Τρίτον γὰρ, φησὶ, τὸν | |
Κύριον παρεκάλεσα. Τὸ δὲ Τρίτον, πολλάκις παρεκά‐ | ||
53.281 | λεσε, καὶ οὐκ ἐπέτυχεν. Ἴδωμεν οὖν πῶς διετέθη. Ἆρα μὴ ἐδυσχέρανεν; ἆρα ὀκνηρότερος γέγονεν; ἆρα ἐνάρ‐ κησεν; Οὐχί. Ἀλλὰ τί φησιν; Εἶπεν, Ἀρκεῖ σοι ἡ χάρις μου. Ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. | |
5 | Οὐ μόνον οὐκ ἠλευθέρωσεν αὐτὸν τῶν ἐπικειμένων λυ‐ πηρῶν, ἀλλὰ καὶ ἐναπομένειν αὐτὸν εἴασε. Ναί· ἀλλὰ πόθεν δῆλον ὅτι οὐκ ἐδυσχέρανεν; Ἄκουε Παύλου λέγον‐ τος, ἐπειδὴ ἔμαθε τὰ δοκοῦντα τῷ Δεσπότῃ· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου. Οὐ μόνον, | |
10 | φησὶ, λοιπὸν ἀπαλλαγῆναι οὐκ ἐπιζητῶ, ἀλλὰ καὶ μετὰ πλείονος τῆς ἡδονῆς καυχήσομαι ἐπὶ τούτοις. Εἶδες εὐ‐ γνώμονα ψυχήν; εἶδες πόθον τὸν περὶ τὸν Θεόν; Ἄκου‐ σον αὐτοῦ λέγοντος· Τὸ γὰρ τί προσευξόμεθα καθὸ δεῖ, οὐκ οἴδαμεν. Οὐχ οἷόν τε, φησὶν, ἀνθρώπους ἡμᾶς | |
15 | ὄντας εἰδέναι πάντα ἀκριβῶς. Δεῖ οὖν παραχωρεῖν τῷ δημιουργῷ τῆς ἡμετέρας φύσεως, κἀκεῖνα μετὰ χαρᾶς δέχεσθαι καὶ πολλῆς τῆς ἡδονῆς, ἅπερ αὐτὸς δοκιμάσει, καὶ μὴ πρὸς τὴν ὄψιν τῶν γινομένων ὁρᾷν, ἀλλὰ πρὸς τὰ δοκοῦντα τῷ Δεσπότῃ. Ὁ γὰρ εἰδὼς τὸ συμφέρον | |
20 | μᾶλλον ἡμῶν, αὐτὸς οἶδε καὶ ὅπως δεῖ τὴν σωτηρίαν τὴν ἡμετέραν μεθοδεῦσαι. ϛʹ. Ἡμῶν τοίνυν ἓν ἔργον ἔστω, τὸ διηνεκῶς ταῖς προσ‐ ευχαῖς προσκαρτερεῖν, καὶ μὴ ἀσχάλλειν πρὸς τὴν βραδυτῆτα, ἀλλὰ πολλὴν τὴν μακροθυμίαν ἐπιδείκνυ‐ | |
25 | σθαι. Οὐδὲ γὰρ ἀνανεύων ἡμῶν πρὸς τὰς αἰτήσεις ὑπερ‐ τίθεται, ἀλλὰ σοφιζόμενος ἡμῶν τὴν προσεδρίαν, καὶ βουλόμενος ἡμᾶς διηνεκῶς πρὸς ἑαυτὸν ἐφέλκεσθαι. Ἐπεὶ καὶ πατὴρ φιλόστοργος αἰτούμενος πολλάκις παρὰ τοῦ παιδὸς οὐκ ἐπινεύει, οὐχὶ μὴ βουλόμενος δοῦναι, | |
30 | ἀλλὰ τοῦ παιδὸς τὴν προσεδρίαν διὰ τούτου ἐπισπώμενος. Ταῦτα δὲ γινώσκοντες, μηδέποτε ἀπαγορεύωμεν, μηδὲ διαλείπωμεν προσιόντες, καὶ τὰς ἱκετηρίας ποιούμενοι. Εἰ γὰρ τὸν ὠμὸν ἐκεῖνον καὶ ἀπηνῆ δικαστὴν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, ἡ προσεδρία τῆς γυναικὸς ἐξεβιά‐ | |
35 | σατο, καὶ ἐξεκαλέσατο εἰς τὴν ἑαυτῆς ἀντίληψιν· πόσῳ μᾶλλον ἡμεῖς, εἰ βουληθείημεν ἐκείνην μιμήσασθαι τὴν γυναῖκα, τὸν ἥμερον καὶ φιλάνθρωπον ἡμῶν Δεσπό‐ την, τὸν εὔσπλαγχνον, καὶ ἐπιτρέχοντα ἡμῶν τῇ σωτηρίᾳ ἐκκαλεσόμεθα πρὸς τὴν οἰκείαν ἀντίληψιν; Παιδεύσω‐ | |
40 | μεν τοίνυν ἑαυτοὺς δυσαποσπάστως ἔχειν, καὶ διηνεκῶς ταῖς προσευχαῖς προσηλῶσθαι, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ, καὶ μᾶλλον ἐν νυκτὶ, ὅτε οὐδεὶς ὁ ἐνοχλῶν, ὅτε πολλὴ τῶν λογισμῶν ἡ γαλήνη, ὅτε πολλὴ ἡ ἡσυχία, καὶ ταρα‐ χῆς ἐκτὸς τὸ δωμάτιον, οὐδενὸς ὄντος τοῦ ἐκκροῦσαι δυ‐ | |
45 | ναμένου, καὶ ἀποστῆσαι τῆς προσόδου, ὅτε συνηρμένη τυγχάνουσα ἡ διάνοια πάντα μετὰ ἀκριβείας ἀναθέσθαι δύναται τῷ τῶν ψυχῶν ἰατρῷ. Εἰ γὰρ ὁ μακάριος Δαυῒδ, ὁ βασιλεὺς ὁμοῦ καὶ προφήτης, ὑπὸ τοσούτων ὀχλούμε‐ νος πραγμάτων, καὶ ἁλουργίδα καὶ διάδημα περικείμενος | |
53.281(50) | ἔλεγε· Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου· τί ἂν εἴποι‐ μεν ἡμεῖς, οἱ τὸν ἰδιωτικὸν καὶ ἀπράγμονα βίον μετιόν‐ τες, καὶ μηδὲ τὰ αὐτὰ ἐκείνῳ ποιοῦντες; Ἐπειδὴ γὰρ ἐν ἡμέρᾳ πολλὰ εἶχεν αὐτὸν τὰ περισπῶντα, καὶ πολὺς | |
55 | ἦν ὁ τῶν πραγμάτων ὄχλος, καὶ πολλὴ ἡ ταραχὴ, καὶ καιρὸν οὐχ ηὕρισκεν ἐπιτήδειον ἑαυτῷ πρὸς τὴν τοιαύ‐ την πρόσοδον, τὸν τῆς ἀνέσεως καιρὸν, ὃν ἕτεροι ὕπνου ποιοῦνται καιρὸν ἐπὶ τῶν ἁπαλῶν στρωμάτων κατακε‐ κλιμένοι, καὶ ὧδε κἀκεῖσε περιστρεφόμενοι, ὁ βασιλεὺς, | |
60 | ὁ τοσαύτην ἀναδεδεγμένος φροντίδα, προσόδου καιρὸν | |
ἐποιεῖτο, κατ’ ἰδίαν τῷ Θεῷ διαλεγόμενος, καὶ εἰλικρι‐ | Column end | |
53.282 | νεῖς καὶ συντεταμένας τὰς εὐχὰς ποιούμενος, ἤνυεν ἅπερ ἤθελε· καὶ διὰ τῶν προσευχῶν τούτων τοὺς πολέμους κατώρθου, τρόπαιον ἱστὰς, καὶ νίκας νίκαις συνάπτων. Εἶχε γὰρ ὅπλον ἀχείρωτον, τὴν ἄνωθεν συμμαχίαν, οὐ πρὸς | |
5 | τοὺς παρὰ τῶν ἀνθρώπων πολέμους ἀρκέσαι δυναμένην μόνον, ἀλλὰ καὶ πρὸς τὰς τῶν δαιμόνων φάλαγγας. Τοῦ‐ τον τοίνυν καὶ ἡμεῖς μιμησώμεθα, οἱ ἰδιῶται τὸν βασι‐ λέα, τὸν ἀπράγμονα καὶ ἡσύχιον βίον μετιόντες, τὸν ἐν ἁλουργίδι καὶ διαδήματι, τὸν τῶν μοναχῶν βίον ὑπερα‐ | |
10 | κοντίσαντα. Ἄκουε γὰρ πάλιν αὐτοῦ ἀλλαχοῦ λέγοντος· Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτός. Εἶδες ψυχὴν ἐν διηνεκεῖ κατανύξει τυγχάνου‐ σαν; Ἡ τροφή μου, φησὶν, ὁ ἄρτος μου, ἡ ἑστίασίς μου οὐδὲν ἕτερον ἦν, ἢ τὰ δάκρυά μου ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ. | |
15 | Καὶ πάλιν, Ἐκοπίασα ἐν τῷ στεναγμῷ μου, λούσω καθ’ ἑκάστην νύκτα τὴν κλίνην μου. Τί ἐροῦμεν ἡμεῖς ἢ τί ἀπολογησόμεθα, οὐδὲ τὴν ἴσην τῷ βασιλεῖ τῷ ὑπὸ τοσούτων πραγμάτων περισπωμένῳ κατάνυξιν ἐπιδείξασθαι βουλόμενοι; Τί γὰρ, εἰπέ μοι, τῶν ὀφθαλ‐ | |
20 | μῶν ἐκείνων ὡραιότερον τῶν ὑπὸ τῆς συνεχείας τῶν δακρύων, καθάπερ ὑπὸ μαργαριτῶν τινων, κεκαλλωπι‐ σμένων; Εἶδες τὸν βασιλέα καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ δακρύοις καὶ εὐχαῖς ἑαυτὸν ἐκδεδωκότα· ὅρα καὶ τὸν τῆς οἰκουμένης διδάσκαλον ἐν δεσμωτηρίῳ καθειργμένον, | |
25 | καὶ τοὺς πόδας ἔχοντα ἐν τῷ ξύλῳ προσδεδεμένους ἅμα τῷ Σίλᾳ, καὶ διὰ πάσης τῆς νυκτὸς προσευχόμενον, οὔτε ὑπὸ τῆς ὀδύνης, οὔτε ὑπὸ τῶν δεσμῶν κωλυόμενον, ἀλλὰ ταύτῃ μᾶλλον πολὺν καὶ θερμότερον τὸν πόθον ἐπιδεικνύμενον τὸν περὶ τὸν Δεσπότην· Παῦλος γὰρ, | |
30 | φησὶ, καὶ Σίλας κατὰ τὸ μεσονύκτιον προσευχόμενοι ὕμνουν τὸν Θεόν. Ὁ Δαυῒδ ἐν βασιλείᾳ καὶ διαδήματι δακρύοις καὶ εὐχαῖς ἅπαντα τὸν βίον κατανήλισκεν· ὁ Ἀπόστολος, ὁ εἰς τρίτον οὐρανὸν ἁρπαγεὶς, ὁ τῶν ἀποῤ‐ ῥήτων ἀξιωθεὶς μυστηρίων, ἐν δεσμοῖς τυγχάνων κατὰ | |
35 | τὸ μέσον τῆς νυκτὸς προσευχὰς καὶ ὕμνους ἀνέφερε τῷ Δεσπότῃ· καὶ ὁ βασιλεὺς μεσονύκτιον ἐξεγειρόμενος ἐξωμολογεῖτο, καὶ οἱ ἀπόστολοι κατὰ τὸ μεσονύκτιον ἐκ‐ τενεῖς τὰς προσευχὰς καὶ τοὺς ὕμνους ἐποιοῦντο. Τού‐ τους μιμησώμεθα καὶ ἡμεῖς, καὶ τῇ συνεχείᾳ τῶν προσ‐ | |
40 | ευχῶν τειχίζωμεν ἡμῶν τὴν ζωὴν, καὶ μηδὲν ἡμῖν ποτε κώλυμα γενέσθω. Οὐδὲν γάρ ἐστιν ἡμῖν τὸ δυνά‐ μενον ἐμποδίσαι, ἐὰν νήφωμεν. Μὴ γὰρ τόπου χρῄζομεν, ἢ καιροῦ; Πᾶς τόπος, πᾶς καιρὸς ἐπιτήδειος ἡμῖν πρὸς τὴν τοιαύτην πρόσοδον. Ἄκουε γὰρ πάλιν αὐτοῦ τοῦ | |
45 | διδασκάλου τῆς οἰκουμένης λέγοντος· Ἐν παντὶ τόπῳ ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογι‐ σμοῦ. Ἂν τὴν διάνοιαν ἔχῃς καθαρεύουσαν τῶν ἀτόπων παθῶν, κἂν ἐν ἀγορᾷ ᾖς, κἂν ἐν οἰκίᾳ, κἂν ἐν ὁδῷ, κἂν ἐν δικαστηρίῳ παρεστὼς, κἂν ἐν θαλάσσῃ, κἂν ἐν παν‐ | |
53.282(50) | δοχείῳ, κἂν ἐπ’ ἐργαστηρίῳ ᾖς ἑστηκὼς, κἂν ὅπουπερ ἂν ᾖς, δυνήσῃ τὸν Θεὸν καλέσας ἐπιτυχεῖν τῆς αἰτή‐ σεως. Ὅπερ εἰδότες, παρακαλῶ, μετὰ τῆς νηστείας καὶ τῆς προσευχῆς τὴν ἀκρίβειαν ἐπιδειξώμεθα, καὶ τὴν ἐντεῦθεν συμμαχίαν ἑαυτοῖς κατασκευάσωμεν· ἵνα τῆς | |
55 | παρ’ αὐτοῦ ῥοπῆς ἀξιούμενοι, καὶ τὸν παρόντα βίον εὐαρέστως αὐτῷ διανύσωμεν, καὶ ἐν τῷ μέλλοντι φιλαν‐ θρωπίας τινὸς ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ | |
60 | εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
61t | ΟΜΙΛΙΑ ΛΑʹ. | |
62n | Καὶ ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς | |
63n | υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν Ἄῤῥαν τοῦ | |
64n | υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, | |
65n | γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν | |
66n | αὐτοὺς ἐκ τῆς χώρας τῶν Χαλδαίων, πορευθῆναι | |
67n | εἰς γῆν τῶν Χαναναίων· καὶ ἦλθεν ἕως Χαῤῥὰν, | |
68n | καὶ κατῴκησεν ἐκεῖ. | |
69 | αʹ. Πολλὰς ὑμῖν ἔχω χάριτας, ὅτι τε μεθ’ ἡδονῆς ἐδέ‐ | |
53.283 | ξασθε χθὲς τοὺς περὶ τῆς εὐχῆς λόγους, καὶ ὅτι μετὰ τοσαύτης σπουδῆς συντρέχετε περὶ τὴν ἀκρόασιν. Τοῦτο γὰρ καὶ ἡμᾶς προθυμοτέρους ἀπεργάζεται, καὶ παρασκευάζει δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν ἑστία‐ | |
5 | σιν ταύτην τὴν πνευματικήν. Ἐπεὶ καὶ γηπόνος, ἐπει‐ δὰν ἴδῃ τὴν ἄρουραν καὶ τὰ καταβαλλόμενα σπέρματα πολλαπλάσια δεικνύουσαν, καὶ κομῶντα τὰ λήϊα, οὐ παύε‐ ται τὰ παρ’ ἑαυτοῦ καθ’ ἑκάστην εἰσφέρων, καὶ τὴν προσήκουσαν ἐπιμέλειαν ποιούμενος, καὶ περισκοπῶν | |
10 | καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ, μή πού τι λυμήνηται τοῖς πόνοις αὐτοῦ· τὸν αὐτὸν δὴ τρόπον κἀγὼ ὁρῶν ὑμῶν τὴν ἄρουραν ταύτην τὴν πνευματικὴν οὕτω θάλλουσαν, καὶ τὸν πνευματικὸν τοῦτον σπόρον τοῖς τῆς διανοίας κόλποις παρακατατιθέμενον, ὁμοῦ καὶ χαίρω καὶ εὐ‐ | |
15 | φραίνομαι, καὶ πολὺν ἔχω τὸν ἀγῶνα, εἰδὼς τοῦ ἐχθροῦ καὶ ἐπιβούλου τῆς σωτηρίας τῆς ἡμετέρας τὴν πονηρίαν. Καθάπερ γὰρ οἱ κατὰ θάλατταν πειραταὶ, ἐπειδὰν ἴδωσι ναῦν πολλῶν φορτίων πεπληρωμένην, καὶ πλοῦτον ἄφατον ἐπαγομένην, τότε μάλιστα πολλὴν τὴν | |
20 | ἐπιβουλὴν ἐπιδείκνυνται, ὥστε πάντα καταδῦσαι τὸν φόρτον, καὶ γυμνοὺς καὶ ἐρήμους τοὺς ἐμπλέοντας κατα‐ στῆσαι· οὕτω δὴ καὶ ὁ διάβολος, ὅταν ἴδῃ πολὺν πλοῦτον συνηγμένον πνευματικὸν, καὶ προθυμίαν ζέουσαν, καὶ διάνοιαν διεγηγερμένην, καὶ καθ’ ἑκάστην ἡμέραν τὸν | |
25 | πλοῦτον αὐξανόμενον, δάκνεται καὶ τρίζει τοὺς ὀδόντας, καὶ καθάπερ πειρατὴς οὕτω περιέρχεται μυρίας ἐπινοῶν μηχανὰς, ὥστε βραχεῖάν τινα εὑρεῖν εἴσοδον, καὶ γυ‐ μνοὺς καὶ ἐρήμους ἡμᾶς ἀποφῆναι, καὶ συλῆσαι πάντα τὸν πλοῦτον ἡμῶν τὸν πνευματικόν. Διά τοι τοῦτο νήφω‐ | |
30 | μεν, παρακαλῶ, καὶ ὅσῳ ἂν τὰ τῆς περιουσίας ἡμῖν αὔ‐ ξηται τῆς πνευματικῆς, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας ἐπιτεινέσθω, καὶ πανταχόθεν ἀποτειχίζωμεν αὐτῷ τὰς ἐφόδους, καὶ διὰ τῆς ἀρίστης πολιτείας τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν ἐπισπασάμενοι, ἀνωτέρους ἑαυτοὺς κατα‐ | |
35 | στήσωμεν τῶν τοῦ διαβόλου βελῶν. Πονηρὸν γάρ ἐστι τὸ θηρίον, καὶ πολυπλόκους ἔχει τὰς μηχανάς· καὶ ἐπειδὰν μὴ δυνηθῇ ἐξ εὐθείας πρὸς τὴν κακίαν ἡμᾶς ὑποσῦραι, καὶ διὰ τῆς ἀπάτης δελεάσαι· οὐδὲ γὰρ βιάζεται, οὐδὲ ἀναγκάζει, μὴ γένοιτο, ἀλλ’ ἀπατᾷ μόνον, καὶ ἐπειδὰν | |
40 | ἴδῃ ῥᾳθυμοῦντας, ὑποσκελίζει· ὅταν οὖν μὴ δι’ αὐτῆς τῆς κακίας προφανῶς δυνηθῇ τῇ ἡμετέρᾳ σωτηρίᾳ λυ‐ μήνασθαι, πολλάκις δι’ αὐτῶν τῶν τῆς ἀρετῆς ἔργων, ὧν μετίωμεν, τὸ δέλεαρ ἐμβαλὼν λανθανόντως ἅπαντα τὸν πλοῦτον κατέδυσε. | |
45 | Τί οὖν ἐστιν, ὅ φημι; ἀναγκαῖον γὰρ αὐτὸ σαφέστερον εἰπεῖν, ἵνα διδαχθέντες αὐτοῦ τὰς ἐπιβουλὰς, διαφύγω‐ μεν τὴν ἐντεῦθεν βλάβην. Ὅταν ἴδῃ μὴ εὐκόλως ἡμᾶς καταδεχομένους γυμνὴν τὴν κακίαν, ἀλλὰ φεύγοντας μὲν τὴν ἀσέλγειαν, τὴν δὲ σωφροσύνην ἀσπαζομένους, | |
53.283(50) | καὶ πάλιν τὴν πλεονεξίαν ἀποστρεφομένους, καὶ μισοῦν‐ τας τὴν ἀδικίαν, καὶ τῆς τρυφῆς καταγελῶντας, καὶ νηστείαις καὶ προσευχαῖς ἑαυτοὺς ἐκδεδωκότας, καὶ περὶ τὴν ἐλεημοσύνην ἐσπουδακότας· τότε λοιπὸν μεθοδεύει ἑτέραν μηχανὴν, δι’ ἧς ἡμῶν τὴν εὐπορίαν ἅπασαν λυ‐ | |
55 | μήνασθαι δυνήσεται, καὶ τοσαῦτα κατορθώματα ἀνόνητα ἡμῖν ἀποδεῖξαι. Τοὺς γὰρ μετὰ πολλοῦ τοῦ τόνου περι‐ γεγονότας αὐτοῦ τῶν μηχανῶν παρασκευάζει μέγα φρο‐ νεῖν ἐπὶ τοῖς κατορθώμασι, καὶ πρὸς τὴν τῶν ἀνθρώπων ἀποβλέπειν δόξαν, ἵνα τῆς ἀληθοῦς δόξης ἐκπεσεῖν | |
60 | ποιήσῃ. Ὁ γὰρ μετιών τι τῶν πνευματικῶν, καὶ πρὸς ἀνθρωπίνην ἀφορῶν δόξαν, ἀπέχει τὸν μισθὸν αὐτοῦ ἐν‐ τεῦθεν ἤδη, καὶ οὐκ ἔτι λοιπὸν ὀφειλέτην ἔχει τὸν Θεόν. Παρ’ ὧν γὰρ ἐπεζήτησε δοξασθῆναι, ἀπήλαυσε τῶν ἐπαίνων, κἀκείνων τῶν ἐπηγγελμένων παρὰ τοῦ Δεσπό‐ | |
65 | του ἀπεστέρησεν ἑαυτὸν, προτιμήσας τὴν πρόσκαιρον | Column end |
53.284 | εὐφημίαν καὶ τὴν παρὰ τῶν ὁμογενῶν τῆς παρὰ τοῦ πάντων δημιουργοῦ. Καὶ τοῦτο προλαβὼν αὐτὸς, καὶ ἐπὶ προσευχῆς, καὶ ἐπὶ ἐλεημοσύνης, καὶ ἐπὶ νηστείας ἐδί‐ δαξεν, οὕτω λέγων· Ὅταν νηστεύῃς, ἄλειψαί σου τὴν | |
5 | κεφαλὴν, καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀνθρώποις νηστεύων, ἀλλὰ τῷ Πατρί σου τῷ ἐν τῷ κρυπτῷ· καὶ ὁ Πατήρ σου, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι. Καὶ πάλιν· Ὅταν δὲ ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς, φησὶν, ἔμπροσθέν σου, | |
10 | ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀν‐ θρώπων. Ἀμὴν λέγω ὑμῖν, ἀπέχουσι τὸν μισθὸν αὐ‐ τῶν. Εἶδες πῶς ὁ ταύτην τὴν δόξαν ἐπιζητῶν ἐκείνης ἀπεστέρηται, ὁ δὲ διὰ τοῦτο τὴν ἀρετὴν μετερχόμενος, | |
15 | καὶ λανθάνειν βουλόμενος τοὺς ἀνθρώπους, κατ’ ἐκείνην τὴν ἡμέραν τὴν φοβερὰν ἐν τῷ φανερῷ λήψεται παρὰ τοῦ Δεσπότου τὰς ἀμοιβάς. Ὁ γὰρ Πατήρ σου, φησὶν, ὁ βλέπων ἐν τῷ κρυπτῷ, ἀποδώσει σοι ἐν τῷ φα‐ νερῷ. Μὴ τοῦτο ἐννόει, φησὶν, ὅτι οὐδεὶς τῶν ἀνθρώπων | |
20 | ἐπῄνεσέ σε, καὶ ὅτι λανθάνων μετέρχῃ τὴν ἀρετήν· ἀλλ’ ἐκεῖνο λογίζου, ὅτι τοσαύτη τοῦ Δεσπότου ἔσται ἡ φιλοτιμία μετ’ οὐ πολὺ, ὡς μὴ λανθανόντως, μηδ’ ἐν ἀποκρύφῳ, ἀλλὰ παντὸς τοῦ τῶν ἀνθρώπων γένους τοῦ ἀπὸ Ἀδὰμ μέχρι τῆς συντελείας παρόντος ἀνακηρύξει | |
25 | σε καὶ στεφανώσει, καὶ τῶν πόνων τῆς ἀρετῆς τὰς ἀμοιβὰς ἀποδώσει. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τὸν πόνον τῆς ἀρετῆς ὑπομένοντες, καὶ διὰ τὴν πρόσ‐ καιρον, καὶ εὐτελῆ, καὶ ματαίαν δόξαν τὴν παρὰ τῶν ὁμογενῶν τῆς ἄνωθεν τιμῆς ἑαυτοὺς ἀποστεροῦντες; | |
30 | βʹ. Ἀσφαλιζώμεθα τοίνυν, παρακαλῶ, καὶ ὅπερ ἂν κατ‐ αξιωθῶμεν ἔργον πνευματικὸν μετιέναι, τοῦτο παντὶ τρό‐ πῳ πανταχόθεν ἐν τοῖς ταμιείοις τῆς διανοίας τῆς ἡμε‐ τέρας κρύπτειν σπουδάζωμεν, ἵνα ἐκεῖνον τὸν ἀκοίμητον ὀφθαλμὸν ἔχωμεν ἐπαινέτην, καὶ μὴ διὰ τὴν τῶν ἀνθρώ‐ | |
35 | πων εὐφημίαν, καὶ τοὺς πρὸς χάριν πολλάκις γινομένους ἐπαίνους, τῆς παρὰ τοῦ Δεσπότου εὐφημίας ἑαυτοὺς ἀναξίους καταστήσωμεν. Καὶ γὰρ ἀμφότερα ὀλέθρια, καὶ λύμη τῆς ἡμετέρας σωτηρίας, καὶ τὸ πρὸς δόξαν ἀνθρω‐ πίνην ἀφορῶντά τι διαπράττεσθαι τῶν πνευματικῶν, | |
40 | καὶ τὸ μέγα φρονεῖν ἐφ’ οἷς ἂν κατορθῶσαι δυνηθῇ. Δι’ ὃ νήφειν χρὴ καὶ ἐγρηγορέναι, καὶ τὰ ἀπὸ τῆς θείας Γραφῆς φάρμακα ἐπιτιθέναι συνεχῶς ἑαυτοῖς, ὥστε μὴ ἁλῶναι τοῖς ὀλεθρίοις τούτοις πάθεσι. Κἂν γὰρ μυρία τις κατωρθωκὼς ᾖ, καὶ ἅπασαν τὴν ἀρετὴν διανύσας, | |
45 | μέγα δὲ φρονῇ πάντων ἐλεεινότερος ἂν γένοιτο καὶ ἀθλιώ‐ τερος. Καὶ τοῦτο δῆλον ἡμῖν γεγένηται, ἐξ ὧν ὁ Φαρι‐ σαῖος ἐκεῖνος ὑπέμεινε, μεγάλα φρονήσας κατὰ τοῦ τε‐ λώνου, καὶ ἐλάττων τοῦ τελώνου ἀθρόον γεγονὼς, καὶ διὰ τῆς οἰκείας γλώττης πάντα αὐτοῦ τὸν πλοῦτον τῆς | |
53.284(50) | ἀρετῆς ἐκχέας, καὶ γυμνὸν καὶ ἔρημον ἑαυτὸν καταστή‐ σας, καὶ ξένον καὶ καινὸν ναυάγιον ὑπομείνας. Εἰς αὐτὸν γὰρ ἐλθὼν τὸν λιμένα ἅπαντα τὸν φόρτον αὐτοῦ κατ‐ έδυσε. Τὸ γὰρ ἀπ’ εὐχῆς τῆς οὐ δεόντως γεγενημένης τοῦτο παθεῖν, ὅμοιόν ἐστι τῷ ἐν αὐτῷ μέσῳ τῷ λιμένι | |
55 | ναυάγιον ὑπομεῖναι. Διά τοι τοῦτο καὶ ὁ Χριστὸς παραγ‐ γέλλων τοῖς μαθηταῖς ἔλεγεν, Ὅταν πάντα ποιήσητε, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν· ἀσφαλιζόμενος αὐ‐ τοὺς, καὶ ἐκ πολλοῦ τοῦ διαστήματος βουλόμενος τοῦ ὀλεθρίου τούτου πάθους ἐκτὸς αὐτοὺς γενέσθαι. Εἴδετε. | |
60 | ἀγαπητοὶ, πῶς οὔτε ὁ πρὸς δόξαν ἀνθρωπίνην κεχηνὼς, καὶ διὰ ταύτην τὰ τῆς ἀρετῆς ἔργα μετιὼν, ἔχει τινὰ ὄνησιν, καὶ ὅτι καὶ μετὰ τὸ κατορθῶσαι πάντα τὰ τῆς ἀρετῆς, εἰ δόξει μέγα φρονεῖν ἐπὶ τούτοις, πάντων ἔρημος γίνεται καὶ γυμνός; Φεύγωμεν τοίνυν, παρακα‐ | |
65 | λῶ, ταῦτα τὰ ὀλέθρια πάθη, καὶ πρὸς ἐκεῖνον μόνον ὁρῶ‐ μεν τὸν ἀκοίμητον ὀφθαλμὸν, καὶ μηδὲν κοινὸν ἔχωμεν | |
πρὸς τοὺς ὁμογενεῖς, μηδὲ ἐπιζητῶμεν τὸν παρὰ τούτων | ||
53.285 | ἔπαινον, ἀλλ’ ἀρκώμεθα τῷ παρὰ τοῦ Δεσπότου. Οὗ ὁ ἔπαινος γὰρ, φησὶν, οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ Θεοῦ. Καὶ ὅσῳ ἂν πρὸς μείζονα ἐπιδιδῶμεν ἀρετὴν, τοσούτῳ μᾶλλον ἑαυτοὺς μετριάζειν παρασκευάζωμεν, | |
5 | καὶ συνεστάλθαι. Κἂν γὰρ πρὸς αὐτὴν φθάσωμεν τῆς ἀρετῆς τὴν κορυφὴν, ἐὰν ἀντιθῶμεν τὰς παρὰ τοῦ Δεσπότου εὐεργεσίας μετὰ πολλῆς εὐγνωμοσύνης, τότε καλῶς ὀψόμεθα, ὅτι οὐδὲ τὸ πολλοστὸν μέρος τῶν παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς ὑπηργμένων εἰσηνέγκαμεν. | |
10 | Καὶ γὰρ ἕκαστος τῶν ἁγίων ἐντεῦθεν ηὐδοκίμησε. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ τῆς οἰκουμένης διδασκάλου, τῆς οὐρανομήκους ἐκείνης ψυχῆς, πῶς μετὰ τοσαῦτα κατορθώματα, μετὰ τὴν τοσαύτην ἄνωθεν μαρτυρίαν (Σκεῦος γὰρ, φησὶν, ἐκλογῆς ἐστί μοι οὗτος), οὐκ | |
15 | ἐπιλανθάνεται τῶν οἰκείων πλημμελημάτων, ἀλλ’ ἀμ‐ φοῖν ταῦτα περιστρέφει, καὶ ὑπὲρ ὧν μάλιστα πε‐ πληροφόρητο, ὅτι τὴν συγχώρησιν ἐδέξατο διὰ τοῦ βαπτίσματος, οὐδὲ τούτων ἐπιλανθάνεσθαι ἀνέχεται, ἀλλὰ βοᾷ καὶ λέγει, ὅτι Ἐλάχιστός εἰμι τῶν ἀπο‐ | |
20 | στόλων, καὶ οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστο‐ λος. Εἶτα ἵνα τὴν ὑπερβολὴν αὐτοῦ παιδευθῶμεν τῆς ταπεινοφροσύνης, προσέθηκε, Διότι ἐδίωξα τὴν Ἐκ‐ κλησίαν τοῦ Θεοῦ. Τί ποιεῖς, ὦ Παῦλε; Ὁ Δεσπό‐ της διὰ τὴν οἰκείαν φιλοτιμίαν συνεχώρησε, καὶ ἀπ‐ | |
25 | ήλειψεν ἅπαντα τὰ ἡμαρτημένα σοι, καὶ σὺ ταῦτα στρέφεις; Ναὶ, οἶδα, φησὶ, καὶ οὐκ ἀγνοῶ τοῦ Δε‐ σπότου τοῦ ἐμοῦ τὴν λύσιν· ἀλλ’ ὅταν ἐννοήσω τὰ ἐμοὶ εἰργασμένα, καὶ ἴδω τὸ πέλαγος τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τότε μανθάνω καλῶς, ὅτι χάριτι αὐ‐ | |
30 | τοῦ καὶ φιλανθρωπίᾳ εἰμὶ ὅ εἰμι. Εἰπὼν γὰρ, ὅτι Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἐπήγαγε· Χάριτι δὲ Θεοῦ εἰμι ὅ εἰμι. Ἐγὼ μὲν, φησὶ, τοσαύτην ἐπεδει‐ ξάμην τὴν μανίαν· ἡ δὲ ἄφατος αὐτοῦ ἀγαθότης καὶ | |
35 | ἡ χάρις τὴν συγχώρησιν ἐχαρίσατο. Εἶδες ψυχὴν συν‐ τετριμμένην, καὶ τῶν πρὸ τοῦ βαπτίσματος ἡμαρτη‐ μένων διηνεκῶς τὴν μνήμην περιφέρουσαν; Τοῦτον δὴ καὶ ἡμεῖς μιμησώμεθα, καὶ τὰ μετὰ τὸ βάπτισμα ἡμῖν ἡμαρτημένα, ταῦτα καθ’ ἑκάστην ἡμέραν μι‐ | |
40 | μνησκόμενοι, καὶ διηνεκῶς ἐν τῇ διανοίᾳ περιστρέ‐ φοντες, μηδέποτε συγχωρῶμεν εἰς λήθην ἡμᾶς αὐτῶν ἐμπεσεῖν. Ἱκανὸς γὰρ ἡμῖν χαλινὸς τοῦτο γενήσεται πρὸς τὸ συνεστάλθαι καὶ μετριάζειν. Καὶ τί λέγω Παῦλον, τὸν τοσοῦτον καὶ τηλικοῦτον; Θέλεις ἰδεῖν | |
45 | καὶ τοὺς ἐν τῇ Παλαιᾷ ἐντεῦθεν μάλιστα εὐδοκιμή‐ σαντας, ἀπὸ τοῦ μετριάζειν μετὰ μυρία κατορθώμα‐ τα, καὶ τὴν ἄφατον παῤῥησίαν; Ἄκουε τοῦ πατριάρχου λέγοντος, μετὰ τὴν ὁμιλίαν τὴν πρὸς τὸν Θεὸν, μετὰ τὴν ἐπαγγελίαν τὴν εἰς αὐτὸν γεγενημένην· Ἐγὼ δέ | |
53.285(50) | εἰμι γῆ καὶ σποδός. γʹ. Ἀλλ’ ἐπειδὴ τοῦ πατριάρχου ἐμνήσθην, εἰ δοκεῖ, τὰ σήμερον ἀναγνωσθέντα προθῶμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἵνα ταῦτα ἀναπτύξαντες ἴδωμεν τῆς ἀρετῆς τοῦ δικαίου τὴν ὑπερβολήν. Καὶ ἔλαβε, | |
55 | φησὶ, Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ τοὺς υἱοὺς αὐτοῦ, καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ υἱοῦ αὐτοῦ, καὶ τὴν Σάραν τὴν νύμφην αὐτοῦ, γυναῖκα δὲ Ἄβραμ τοῦ υἱοῦ αὐτοῦ· καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώ‐ ρας τῶν Χαλδαίων, πορευθῆναι εἰς τὴν γῆν τῶν | |
60 | Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν καὶ κατῴκησεν ἐκεῖ· καὶ ἐγένοντο πᾶσαι αἱ ἡμέραι Θάῤῥα ἐν Χαῤῥὰν ἔτη διακόσια πέντε, καὶ ἀπέθανεν ἐν Χαῤῥάν. Μετὰ ἀκριβείας, προσέχωμεν, παρακαλῶ, τοῖς ἀναγνωσθεῖσιν, ἵνα δυνηθῶμεν καταλαβεῖν τὸν | |
65 | νοῦν τῶν ἐγγεγραμμένων. Ἰδοὺ γὰρ ἐν προοιμίοις δοκεῖ ζήτημα εἶναι ἐν τοῖς εἰρημένοις. Τοῦ γὰρ μακα‐ | |
ρίου τούτου προφήτου, τοῦ Μωϋσέως λέγω, εἰπόντος, | Column end | |
53.286 | ὅτι Ἔλαβε Θάῤῥα τὸν Ἄβραμ καὶ τὸν Ναχὼρ, καὶ ἐξήγαγεν ἐκ γῆς Χαλδαίων, πορευθῆναι εἰς τὴν γῆν τῶν Χαναναίων, καὶ ἦλθεν ἕως Χαῤῥὰν, καὶ κατῴκησεν ἐκεῖ· ὁ μακάριος Στέφανος ἐγκωμιάζων | |
5 | τοὺς Ἰουδαίους φησίν· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥὰν, κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτόν. Τί οὖν ἐστιν; ἐναντιοῦται ἑαυτῇ ἡ θεία Γραφή; Μὴ | |
10 | γένοιτο· ἀλλὰ συνιδεῖν ἐκ τούτου προσήκει, ὅτι θεο‐ φιλοῦς ὄντος τοῦ παιδὸς, ὀφθεὶς αὐτῷ ὁ Θεὸς προσ‐ έταξε μεταναστῆναι ἐκεῖθεν. Καὶ τοῦτο γνοὺς ὁ Θάῤῥα ὁ τούτου πατὴρ, εἰ καὶ ἄπιστος ἐτύγχανεν, ἀλλ’ ὅμως ὑπὸ τοῦ πρὸς τὸν παῖδα φίλτρου κοινωνῆσαι αὐτῷ | |
15 | κατεδέξατο τῆς ἀποδημίας, καὶ ἐλθὼν εἰς τὴν Χαῤ‐ ῥὰν, κἀκεῖ κατοικήσας, οὕτω μετήλλαξε τὸν βίον· καὶ τότε κελεύσαντος τοῦ Θεοῦ μετανίσταται εἰς τὴν Χαναναίαν ὁ πατριάρχης. Ἀμέλει οὐ πρότερον αὐτὸν ὁ Θεὸς ἐκεῖθεν ἀνέστησε, μέχρις ὅτε Θάῤῥα ἐτελεύ‐ | |
20 | τησε. Τότε γὰρ μετὰ τὴν ἐκείνου τελευτὴν, φησὶ, Καὶ εἶπε Κύριος τῷ Ἄβραμ· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, | |
25 | καὶ μεγαλυνῶ τὸ ὄνομα σου, καὶ ἔσῃ εὐλογημέ‐ νος· καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλο‐ γηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ἕκα‐ στον τῶν εἰρημένων μετὰ ἀκριβείας διερευνησώμεθα, | |
30 | ἵνα ἴδωμεν τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον. Μὴ γὰρ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον, ἀλλ’ ἐννοήσωμεν ὅσος τοῦ ἐπιτάγματος ὁ ὄγκος. Ἔξελθε, φησὶν, ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο | |
35 | εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Κατάλιπε, φησὶ, τὰ δῆλα καὶ τὰ ὡμολογημένα, καὶ προτίμησον τὰ ἄδηλα καὶ τὰ μὴ φαινόμενα. Σκόπει πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐγυμνάζετο ὁ δίκαιος τὰ μὴ φαινόμενα τῶν φαινομένων προτιμᾷν, καὶ τὰ μέλλοντα τῶν ἐν χερ‐ | |
40 | σὶν ὄντων. Οὐδὲ γὰρ τὸ τυχὸν ἦν ὅπερ ἐπετάττετο ποιῆσαι, καταλιπεῖν τὴν γῆν, ἔνθα τοσοῦτον ᾤκησε χρόνον, καὶ τὴν συγγένειαν ἅπασαν, καὶ πάντα τοῦ πατρὸς τὸν οἶκον, καὶ ἐλθεῖν ἔνθα μὴ ᾔδει, μηδὲ ἠπίστατο. Οὐ γὰρ εἶπεν εἰς ποίαν αὐτὸν χώραν βού‐ | |
45 | λεται μεταστῆσαι ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ἐπιτάγμα‐ τος ἐγύμναζε τοῦ πατριάρχου τὸ φιλόθεον. Δεῦρο γὰρ, φησὶν, εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Ἐννόη‐ σόν μοι, ἀγαπητὲ, ὅπως ὑψηλῆς ἐδεῖτο γνώμης τὸ ἐπίταγμα, καὶ μηδεμιᾷ προσπαθείᾳ ἢ συνηθείᾳ κατ‐ | |
53.286(50) | εχομένης. Εἰ γὰρ νῦν μετὰ τὸ ἐπιδοῦναι τὴν εὐσέ‐ βειαν, οὕτως εἰσὶ πολλοὶ τῇ συνηθείᾳ προσδεδεμένοι, ὡς καὶ μυριάκις ἂν ἕλοιντο, κἂν ἀνάγκη κατεπείγῃ, πάντα ὑπομεῖναι, ἢ τῶν τόπων μεταστῆναι, ἔνθα πρό‐ τερον τὴν οἴκησιν ἔσχον, καὶ ταῦτα οὐκ ἐπὶ τῶν τυ‐ | |
55 | χόντων μόνον ἀνδρῶν ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἐπὶ φυ‐ γόντων τοὺς ἐν μέσῳ θορύβους, καὶ τὸν τῶν μοναχῶν ἑλομένων βίον· πολλῷ δὴ μᾶλλον τότε τὸν δίκαιον τοῦτον εἰκὸς ἦν δυσχερᾶναι πρὸς τὸ ἐπίταγμα, καὶ ὀκνηρότερον καταστῆναι. Ἔξελθε, φησὶ, καὶ κατάλιπε | |
60 | τοὺς συγγενεῖς, καὶ τὸν οἶκον τὸν πατρικὸν, καὶ Δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Τίνα οὖν οὐκ ἂν ἐθορύβησε ταυτὶ τὰ ῥήματα; Οὔτε τὸν τόπον, οὔτε τὴν χώραν δήλην αὐτῷ ποιεῖ, ἀλλὰ τῷ ἀδιορίστῳ βασανίζει τοῦ δικαίου τὴν γνώμην. Εἰ γὰρ ἕτερός τις ἦν ὁ κελευ‐ | |
65 | σθεὶς, καὶ εἷς τῶν πολλῶν, εἶπεν ἄν· Ἔστω· κελεύεις με καταλιπεῖν τὴν γῆν ἔνθα νῦν οἰκῶ, τὴν συγγένειαν, | |
τὸν οἶκον τὸν πατρικόν· τίνος ἕνεκεν οὐχὶ καὶ τὸν | ||
53.287 | τόπον, ἔνθα ἀφικέσθαι με προστάττεις, δῆλον ποιεῖς, ἵνα εἰδέναι ἔχω κἂν τοῦ διαστήματος τὸ μέγεθος; Πόθεν γάρ μοι ἐκεῖνο γνώριμον ἂν γένοιτο, ὅτι ταύ‐ της, ἧς καταλιμπάνω, βελτίων ὀφθήσεται ἐκείνη | |
5 | μᾶλλον καὶ εὐπορωτέρα; Ἀλλ’ ὁ δίκαιος οὐδὲν τούτων οὐδὲ εἶπεν, οὐδὲ ἐνενόησεν· ἀλλὰ πρὸς τὸ τῶν ἐπιτε‐ ταγμένων μέγεθος ἀπιδὼν, τὰ ἄδηλα τῶν ἐν χερσὶ προετίθει. Καίτοι εἰ μὴ ὑψηλὸν εἶχε φρόνημα, καὶ φιλόσοφον γνώμην, καὶ ἐπεπαίδευτο πάντα πείθεσθαι | |
10 | τῷ Θεῷ, καὶ ἕτερον οὐ μικρὸν εἶχεν ἂν κώλυμα, αὐ‐ τὴν τοῦ πατρὸς τὴν τελευτήν. Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις διὰ τοὺς τάφους τῶν προσηκόντων εἵλοντο τοῖς τόποις ἐκείνοις ἐναποθανεῖν, ἔνθα τὸν βίον κατ‐ έλυσαν οἱ γονεῖς. | |
15 | δʹ. Εἰκὸς τοίνυν ἦν καὶ τὸν δίκαιον τοῦτον, εἴγε μὴ ἦν σφόδρα φιλόθεος, καὶ τοῦτο λογίσασθαι, ὅτι Ὁ μὲν πατὴρ διὰ τὸ περὶ ἐμὲ φίλτρον οἴκοθεν ἐξανέστη, καὶ συνηθείας παλαιᾶς ὑπερεῖδε, καὶ πάντων ἀνώτερος γεγονὼς μέχρι τούτου παρεγένετο, καὶ σχεδὸν εἰπεῖν, | |
20 | δι’ ἐμὲ ἐν ἀλλοτρίᾳ τὸν βίον κατέλυσεν· ἐγὼ δὲ οὐδὲ μετὰ τὸν θάνατον τὴν ἴσην αὐτῷ ἀμοιβὴν ἀποδοῦναι σπουδάζω, ἀλλὰ καταλιπὼν μετὰ τῆς συγγενείας τοῦ πατρὸς τὸν αὐτοῦ τάφον, ἀπελεύσομαι; Ἀλλ’ ὅμως οὐδὲν τούτων αὐτοῦ ἀπαμβλῦναι τὴν ὁρμὴν ἴσχυσεν· | |
25 | ἀλλὰ πάντα εὔκολα αὐτῷ, καὶ ῥᾴδια φαίνεσθαι ἐποίει τὸ περὶ τὸν Θεὸν φίλτρον. Ἐπεὶ κἀκεῖνο ἂν ἐνενόησεν, εἴγε ἀνθρωπίνοις λογισμοῖς τὰ καθ’ ἑαυτὸν ἐπιτρέψαι ἐβούλετο, Ἐν ἡλικίᾳ, λέγων, τοιαύτῃ, καὶ λοιπὸν πρὸς γῆρας ἔσχατον ἐλαύνων ποῦ ἀπελεύσομαι; Οὐ | |
30 | τὸν ἀδελφὸν ἐπιφερόμενος, οὐ τοὺς συγγενεῖς ἔχων μεθ’ ἑαυτοῦ, ἀλλὰ πάντων τῶν πρὸς γένος διαφερόν‐ των μοι κεχωρισμένος, πῶς ἔρημος καὶ ξένος οὕτω τὴν ἀλλοτρίαν καταλήψομαι, οὐδὲ εἰδὼς ὅπου στήσο‐ μαι τῆς πλάνης; Εἰ δὲ καὶ κατὰ μέσην τὴν ὁδὸν | |
35 | συμβῇ με καταλῦσαι τὸν βίον, τί τὸ ὄφελος τῆς τοιαύ‐ της ταλαιπωρίας; τίς με περιστελεῖ τὸν γέροντα, τὸν ξένον, τὸν ἄπολιν, τὸν ἄοικον; Ἴσως ἡ γυνὴ τοὺς γεί‐ τονας παρακαλέσει συμπάθειάν τινα ἐπιδείξασθαι, καὶ ἐξ ἐράνου τινὸς καὶ συνεισφορᾶς τὰ καθήκοντα πλη‐ | |
40 | ρώσει. Καὶ πόσῳ βέλτιον αὐτὸν τὸν βραχὺν χρόνον τὸν ὑπολειπόμενον ἡμῖν εἰς ζωὴν, καθεζόμενον ἐν‐ ταῦθα καταλῦσαί με τὸν βίον, ἢ μετὰ γῆρας ὧδε κἀ‐ κεῖσε περιέλκεσθαι, καὶ τὰ παρὰ πάντων ὑπομένειν σκώμματα, ὡς οὐδὲ ἐν ἡλικίᾳ τοιαύτῃ δυνηθέντα ἐν | |
45 | ἡσυχίᾳ διάγειν, ἀλλὰ τόπους ἐκ τόπων ἀμείβειν, καὶ μηδαμοῦ ἵστασθαι; Ἀλλὰ τούτων μηδὲν ὑπολογισά‐ μενος ὁ δίκαιος οὗτος ὑπακούειν ἔσπευδε τῷ ἐπιτά‐ γματι. Ἀλλ’ ἴσως εἴποι τις ἂν, ὅτι ἱκανὸν ἦν αὐτῷ εἰς προτροπὴν τὸ λέγειν· Δεῦρο εἰς τὴν γῆν, ἣν ἄν | |
53.287(50) | σοι δείξω· καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλο‐ γήσω σε. Τοῦτο τοίνυν αὐτὸ μάλιστα, εἰ μὴ φιλόθεος ἦν, ἤρκει ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν ἐρ‐ γάσασθαι. Ἠδύνατο γὰρ εἰπεῖν, εἰ τῶν πολλῶν εἷς ἦν, ὅτι Τίνος ἕνεκεν εἰς τὴν ξένην με ἀπάγεις, καὶ τὴν | |
55 | ἀλλοτρίαν με καταλαβεῖν κελεύεις; Διὰ τί γάρ με ἐνταῦθα, εἴγε βούλει μέγαν ποιῆσαι, οὐ ποιεῖς; διὰ τί ἐπὶ τῆς οἰκίας τῆς πατρῴας διάγοντα οὐκ ἀξιοῖς τῆς σῆς εὐλογίας; Ὡς εἰ συμβαίη με, πρὶν ἢ φθάσαι εἰς τὸν τόπον ἔνθα κελεύεις, κατεργασθέντα ὑπὸ τῶν κατὰ | |
60 | τὴν ὁδοιπορίαν καμάτων καὶ διαφθαρῆναι, καὶ τὸν βίον καταλῦσαι, τί μοι τὸ ὄφελος τῶν ἐπηγγελμένων; Ἀλλ’ οὐδὲν τούτων οὐδὲ εἰς ἔννοιαν λαβεῖν κατεδέ‐ ξατο, ἀλλὰ, καθάπερ εὐγνώμων οἰκέτης, τῷ ἐπιτά‐ γματι μόνον ὑπήκουεν, οὐ περιεργαζόμενος, οὐδὲ | |
65 | πολυπραγμονῶν, ἀλλ’ ἐπείθετο, καὶ πεπληροφορημέ‐ | Column end |
53.288 | νος ἐτύγχανεν, ὅτι ἀψευδεῖς ἦσαν αἱ τοῦ Θεοῦ ἐπαγγε‐ λίαι· Καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημέ‐ νος. Μέγας τῆς ὑποσχέσεως ὁ ὄγκος. Ποιήσω σε, φη‐ | |
5 | σὶν, εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου. Οὐ μόνον ἔθνει σε μεγάλῳ ἐπιστήσω, καὶ τὸ ὄνομά σου μέγα ἀπεργάσομαι, ἀλλὰ καὶ Εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Μὴ νομίσῃς, ἀγαπητὲ, ταυ‐ τολογίαν εἶναι τὸ εἰρημένον τὸ, Καὶ εὐλογήσω σε, καὶ | |
10 | ἔσῃ εὐλογημένος. Τοσαύτης σε, φησὶν, εὐλογίας ἀξιώσω, ὡς παντὶ τῷ αἰῶνι συμπαρεκτείνεσθαι αὐτήν. Ἔσῃ γὰρ εὐλογημένος, ὡς ἕκαστον ἀντὶ μεγίστης τιμῆς σπουδὴν ποιεῖσθαι εἰσωθεῖν ἑαυτὸν εἰς τὴν πρὸς σὲ οἰκειότητα. Ὅρα πῶς ἄνωθεν καὶ ἐκ προοι‐ | |
15 | μίων αὐτῷ προέλεγε τὴν περιφάνειαν, ἐν ᾗ καταστή‐ σειν αὐτὸν ἔμελλε. Ποιήσω σε, φησὶν, εἰς ἔθνος μέγα, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ εὐλογήσω σε, καὶ ἔσῃ εὐλογημένος. Διὰ τοῦτο καὶ οἱ Ἰουδαῖοι μέγα φρονοῦντες ἐπὶ τῷ πατριάρχῃ ἐβούλοντο εἰς τὴν | |
20 | τούτου συγγένειαν ἑαυτοὺς εἰσωθεῖν, καὶ ἔλεγον· Τέκνα τοῦ Ἀβραάμ ἐσμεν. Ἀλλ’ ἵνα μάθωσιν, ὅτι ἀπὸ τῆς τῶν τρόπων κακίας ἀνάξιοι τυγχά‐ νουσι τῆς συγγενείας, φησὶ πρὸς αὐτοὺς ὁ Χριστὸς, Εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ | |
25 | ἐποιεῖτε ἄν. Καὶ Ἰωάννης δὲ ὁ τοῦ Ζαχαρίου, ἡνίκα συνέῤῥεον εἰς τὸν Ἰορδάνην οἱ βαπτισθῆναι σπεύδον‐ τες, ἔλεγε πρὸς αὐτούς· Γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φεύγειν ἀπὸ τῆς μελλούσης ὀργῆς; Ποιήσατε οὖν καρπὸν ἄξιον τῆς μετανοίας, καὶ μὴ | |
30 | δόξητε λέγειν, ὅτι Πατέρα ἔχομεν τὸν Ἀβραάμ. Λέγω γὰρ ὑμῖν, ὅτι δύναται ὁ Θεὸς καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. Εἶδες πῶς μέγα αὐτοῦ τὸ ὄνομα παρὰ πᾶσιν ἦν; Ἀλλὰ τέως πρὸ τῆς ἐκβάσεως τὸ φιλόθεον τοῦ δικαίου δείκνυται, πῶς | |
35 | τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν ἐπίστευσε, καὶ ἅπαντα τὰ δοκοῦντα εἶναι φορτικὰ μετ’ εὐκολίας κατεδέχετο. Καὶ εὐλογήσω, φησὶ, τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογηθή‐ σονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. Ὅρα Θεοῦ | |
40 | συγκατάβασιν, καὶ πόσης αὐτῷ φιλίας δείκνυσι τε‐ κμήριον. Ἐκείνους, φησὶ, φίλους ποιήσομαι, τοὺς πρὸς σὲ γνησίως διακειμένους, καὶ ἐκείνους ἐχθροὺς, τοὺς ἐναντίως πρὸς σὲ ἔχοντας· ὅπερ σχεδὸν οὐδὲ παῖδες πρὸς πατέρας ἐπιδεῖξαι ἀνέχονται, τὸ τοὺς αὐτοὺς | |
45 | ποιεῖσθαι αὐτοῖς καὶ φίλους καὶ ἐχθρούς. Μεγίστη οὖν, ἀγαπητὲ, ἡ περὶ τὸν πατριάρχην τοῦ Θεοῦ εὔ‐ νοια. Ἐκείνους, φησὶν, εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ ἐκείνους καταρῶμαι τοὺς καταρωμένους σε· Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς | |
53.288(50) | γῆς. Ἰδοὺ προσθήκη καὶ ἑτέρας φιλοτιμίας. Πᾶσαι γὰρ, φησὶν, αἱ φυλαὶ τῆς γῆς ἐπὶ τῷ σῷ ὀνόματι ἐν‐ ευλογεῖσθαι σπουδάσουσι, καὶ ἀπὸ τῆς σῆς προσηγο‐ ρίας σεμνότερα τὰ καθ’ ἑαυτοὺς ἐγκαταστήσουσιν. εʹ. Ἠκούσατε, ἀγαπητοὶ, οἷα ἐπέταξεν ὁ Δεσπότης τῷ | |
55 | Χαλδαίῳ, τῷ γέροντι, τῷ μήτε νόμον ἐγνωκότι, μήτε προφήταις· ἐντυχόντι, μήτε ἑτέρας διδασκαλίας τινὸς ἀπολαύσαντι; Εἴδετε ὅσος τῶν ἐπιταγμάτων ὁ ὄγκος; πῶς ὑψηλῆς τινος καὶ νεανικῆς δεόμενος ψυχῆς πρὸς τὴν τούτων ἐκπλήρωσιν; Βλέπετε λοιπὸν καὶ τοῦ | |
60 | πατριάρχου τὴν εὐγνωμοσύνην, ὅπως ἡμῖν ἡ Γραφὴ | |
53.289 | φανερὰν αὐτὴν καθίστησι. Καὶ ἐπορεύθη, φησὶν, Ἄβραμ καθὰ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεός· καὶ ᾤχετο μετ’ αὐτοῦ Λώτ. Οὐχ ἁπλῶς εἶπεν, Ἐπορεύθη Ἄβραμ, ἀλλὰ, Καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ | |
5 | Θεός. Ἀκόλουθα, φησὶ, τῷ ἐπιτάγματι ἅπαντα δι‐ επράξατο. Εἶπεν ἀφεῖναι πάντα. καὶ συγγένειαν, καὶ οἶκον· καὶ ἀφῆκεν. Εἶπεν ἐλθεῖν εἰς γῆν, ἢν οὐκ ᾔδει· κατεδέξατο. Ἐπηγγείλατο ποιήσειν εἰς ἔθνος μέγα, καὶ εὐλογήσειν· ἐπίστευσεν ὅτι ἔσται καὶ | |
10 | τοῦτο. Καὶ καθάπερ ἐλάλησεν αὐτῷ Κύριος ὁ Θεὸς, οὕτως ἐπορεύθη· ἀντὶ τοῦ, ἐπίστευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσιν, οὐδὲν ἐνδοιάσας, οὐδὲ ἀμφιβάλλων, ἀλλ’ ἐστηριγμένην ἔχων τὴν διάνοιαν καὶ τὸν λογισμὸν, οὕτως ἐπορεύθη· διὸ καὶ πολλῆς εὐνοίας ἀπ‐ | |
15 | ήλαυσε παρὰ τοῦ Δεσπότου. Καὶ ᾤχετο, φησὶ, καὶ Λὼτ μετ’ αὐτοῦ. Τίνος ἕνεκεν, εἰπόντος τοῦ Θεοῦ, Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, τοῦτον ἐπεφέρετο; Οὐχὶ παρακούων τοῦ Δεσπότου, ἀλλ’ ἴσως | |
20 | ἐπειδὴ νέος ἦν, καὶ πατρὸς χώραν αὐτῷ ἐπεῖχε, κἀ‐ κεῖνος διὰ φιλοστοργίαν, καὶ τὴν τῶν τρόπων ἐπιεί‐ κειαν, δυσαποσπάστως εἶχε τοῦ δικαίου, ταύτης ἕνεκεν τῆς αἰτίας οὐκ ἀνέχεται αὐτὸν καταλιπεῖν. Λοιπὸν δὲ καὶ ἐν τάξει παιδὸς αὐτὸν εἶχεν, ἐν ἡλικίᾳ τοιαύτῃ | |
25 | παῖδας ἔχειν μὴ δυνηθεὶς διὰ τὴν τῆς Σάρας στείρω‐ σιν. Ἄλλως δὲ καὶ ὁ τρόπος τοῦ νέου οὐ πολὺ ἀπέδει τοῦ δικαίου. Αὐτὸ γὰρ τοῦτο τὸ, προκειμένων τῶν δύο ἀδελφῶν, προσνεῖμαι ἑαυτὸν τῷ δικαίῳ, πόσης ἦν συνέσεως, τὸ διακρῖναι καὶ δοκιμάσαι τίνι τῶν θείων | |
30 | δέοι τὰ καθ’ ἑαυτὸν ἐπιτρέψαι; Καὶ τὸ ἑλέσθαι τὴν ἀποδημίαν. καὶ αὐτὸ πάλιν δεῖγμα τῆς τῶν τρόπων ἦν κοσμιότητος. Εἰ γὰρ καὶ τὸ τελευταῖον ἔν τισιν ἔδοξε διαμαρτάνειν, ἡνίκα τοῖς πρωτείοις ἐπεπήδησεν, ἀλλ’ ὅμως κατ’ ἴχνος τοῦ δικαίου ἐσπούδαζε πορεύε‐ | |
35 | σθαι. Καὶ διὰ τοῦτο καὶ ὁ δίκαιος κοινωνὸν ἐλάμβανε τῆς ὁδοιπορίας, κἀκεῖνος μετὰ προθυμίας τῆς οἴκοι διατριβῆς τὴν ξένην προετίμησεν. Εἶτα ἵνα μάθωμεν ὅτι οὐ νεανίσκῳ ὄντι τῷ πατριάρχῃ ταῦτα ἐπέταττεν ὁ Δεσπότης, ἀλλ’ ἤδη πρὸς γῆρας ἐλαύνοντι, ὅτε καὶ | |
40 | ὀκνηρότερον λοιπὸν οἱ πλείους τῶν ἀνθρώπων πρὸς τὰς ἀποδημίας διάκεινται, φησίν· Ἄβραμ δὲ ἦν ἐτῶν ἑβδομήκοντα πέντε, ὅτε ἐξῆλθεν ἐκ Χαῤῥάν. Εἶδες πῶς οὔτε ἡ ἡλικία, οὔτε ἕτερόν τι τῶν δυναμένων αὐτὸν ἐπισπάσασθαι πρὸς τὴν οἴκοι παραμονὴν κώ‐ | |
45 | λυμα αὐτῷ γέγονεν, ἀλλὰ πάντων ἀνώτερος ἐγένετο ὁ τοῦ Θεοῦ πόθος. Ὅταν γὰρ ἡ ψυχὴ διεγηγερμένη καὶ νήφουσα ᾖ, πάντα διατέμνει τὰ κωλύματα, καὶ ὅλη γίνεται τοῦ ποθουμένου, καὶ ὑπ’ οὐδενὸς τῶν ἐν μέσῳ φαινομένων δυσχερῶν διακόπτεται, ἀλλὰ πάντα παρα‐ | |
53.289(50) | τρέχει, καὶ οὐ πρότερον ἵσταται, μέχρις ἂν ἐπιτύχῃ τοῦ σπουδαζομένου. Διά τοι τοῦτο καὶ ὁ δίκαιος οὗτος, καὶ ὑπὸ τοῦ γήρως καὶ ὑπὸ ἑτέρων πλειόνων κωλύε‐ σθαι δυνάμενος, πάντα διαῤῥήξας τὰ δεσμὰ, καθάπερ νέος καὶ σφριγῶν, καὶ ὑπὸ μηδενὸς κωλυόμενος, οὕ‐ | |
55 | τως ἔσπευδε καὶ ἠπείγετο εἰς ἔργον ἀγαγεῖν τοῦ Δε‐ σπότου τὸ ἐπίταγμα. Οὐδὲ γὰρ οἷόν τέ ποτε βουληθέντα τινὰ γενναῖόν τι καὶ ἀνδρεῖον ἐπιδείξασθαι, ἑτέρως τοῦτο εἰς ἔργον ἀγαγεῖν, μὴ πρότερον αὐτὸν πρὸς ἅπαντα τὰ μέλλοντα αὐτῷ πρὸς τὴν τοιαύτην ἐγχεί‐ | |
60 | ρησιν ἐμποδὼν ἵστασθαι παραταξάμενον. Τοῦτο δὴ σαφῶς καὶ ὁ δίκαιος οὗτος ἐπιστάμενος, πάντα παρα‐ δραμὼν, καὶ μήτε συνήθειαν, μήτε συγγένειαν, μήτε οἰκίαν πατρικὴν, μήτε τάφον, μήτε τὸ γῆρας αὐτὸ λογισάμενος, εἰς ἐκεῖνο μόνον ἔτεινεν αὐτοῦ τὴν διά‐ | |
65 | νοιαν, ὅπως δυνηθῇ πληρῶσαι τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου. Καὶ ἦν ἰδεῖν πρᾶγμα πολλοῦ θαύματος | |
γέμον, ἄνθρωπον ἐν γήρᾳ βαθυτάτῳ μετὰ γυναικὸς, | Column end | |
53.290 | καὶ αὐτῆς προβεβηκυίας λοιπὸν, καὶ πλήθους οἰκετῶν μετανιστάμενον, καὶ οὐδὲ ὅπου λήξει αὐτῷ τὰ τῆς πλάνης εἰδότα. Εἰ δέ τις κἀκεῖνο συνετῶς λογίσαιτο, πόση κατ’ ἐκεῖνον τὸν καιρὸν ὁδῶν ἡ δυσκολία ἦν· | |
5 | οὐδὲ γὰρ καθάπερ νῦν μετὰ ἀδείας ἐξῆν ἐπι‐ μίγνυσθαί τισι, καὶ οὕτως εὐκόλως τὰς ἀποδημίας ποιεῖσθαι, τῆς ἀρχῆς κατὰ τόπους οὔσης διῃρημένης, καὶ ἀναγκαζομένων τῶν διοδευόντων ἀπὸ ἀρχόντων εἰς ἄρχοντας μεταπηδᾷν, καὶ καθ’ ἑκάστην σχεδὸν ἀπὸ | |
10 | βασιλείας εἰς βασιλείαν μεταβαίνειν· καὶ τοῦτο τοίνυν ἱκανὸν ἦν κώλυμα τῷ δικαίῳ. εἴγε μὴ πολὺν εἶχε τὸν πόθον καὶ τὴν ἐκ τοῦ ἐπιτάγματος ὑπακοήν. Ἀλλ’ οὗτος, καθάπερ ἀράχνην, ταῦτα πάντα διασπάσας τὰ κωλύματα, καὶ τῇ πίστει νευρωθεὶς τὸν λογισμὸν, καὶ | |
15 | τῷ ἀξιώματι τοῦ ἐπαγγειλαμένου πεποιθὼς, ἥπτετο τῆς ὁδοιπορίας. Καὶ ἔλαβε, φησὶν, Ἄβραμ Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελ‐ φοῦ αὐτοῦ, καὶ πάντα τὰ ὑπάρχοντα αὐτῶν, ὅσα ἐκτήσαντο ἐν Χαῤῥὰν, καὶ ἐξῆλθε πορευθῆναι εἰς | |
20 | γῆν Χαναάν. ϛʹ. Ὅρα τῆς Γραφῆς τὴν ἀκρίβειαν, πῶς ἡμῖν ἅπαν‐ τα διηγεῖται, ἵνα διὰ πάντων μάθωμεν τοῦ δικαίου τὸ φιλόθεον. Καὶ ἔλαβε, φησὶν, Σάραν τὴν γυναῖκα αὐτοῦ, καὶ Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ | |
25 | πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥάν. Οὐχ ἁπλῶς εἶπε, Πάντα ὅσα ἐκτήσαντο ἐν Χαῤῥὰν, ἀλλ’ ἵνα μάθω‐ μεν, ὅτι οὐδὲν τῶν ἀπὸ τῶν Χαλδαίων ἐπηγάγετο ὁ πατριάρχης, ἀλλὰ πάντων ἐκείνων τῶν πατρῴων πα‐ ραχωρήσας τῷ ἀδελφῷ, οὕτως ἐξῄει ἐκεῖνα μόνα ἐπι‐ | |
30 | φερόμενος, ὅσα εἰς τὴν Χαῤῥὰν ἠδυνήθη κτήσασθαι. Καὶ τοῦτο δὲ ἐποίει ὁ θαυμάσιος οὗτος, οὐχὶ περὶ πολ‐ λοῦ ποιούμενος ταῦτα, οὐδὲ ὡς φιλοχρήματος τυγχά‐ νων, ἀλλ’ ἵνα πᾶσιν ἔχῃ δεικνύναι διὰ τῆς περιουσίας αὐτοῦ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν πρόνοιαν. Ὁ γὰρ ἐκ | |
35 | τῆς Χαλδαίων γῆς αὐτὸν ἀναστήσας. καὶ πάλιν ἐν‐ τεῦθεν μετοικισθῆναι προστάξας, αὐτὸς ἦν ὁ καὶ τὴν περιουσίαν αὐτῷ αὔξων ἐφ’ ἑκάστης, καὶ ἅπασαν δυσκολίαν ἀναιρῶν· ὥστε καὶ τοῦτο αὐτὸ δεῖγμα τῆς φιλοθέου αὐτοῦ γνώμης ἐτύγχανε, τοσαῦτα ἐπιφερό‐ | |
40 | μενον, οὕτω διὰ πάσης ἰέναι τῆς ὁδοῦ. Ἕκαστος γὰρ τῶν ὁρώντων εἰκότως τὴν αἰτίαν μανθάνειν ἐβούλετο τῆς τοῦ δικαίου ἀποδημίας. Εἶτα πυνθανόμενος, ὅτι τοῦ Θεοῦ κελεύσαντος ἐπὶ τὴν ἀλλοτρίαν μεθίστατο, τὰ οἰκεῖα καταλιπὼν, δι’ αὐτῶν τῶν ἔργων ἐδιδάσκετο, | |
45 | καὶ τῆς τε ὑπακοῆς τοῦ δικαίου τὸ φιλόθεον ἐμάνθανε, καὶ τῆς περὶ αὐτὸν προνοίας τοῦ Θεοῦ τὴν ὑπερβολήν. Καὶ ἐξῆλθε, φησὶ, πορευθῆναι εἰς γῆν Χαναάν. Πόθεν ᾔδει, ὅτι εἰς τὴν Χαναναίων γῆν λήξει αὐτῷ τὰ τῆς ἀποδημίας, καίτοι τοῦ ἐπιτάγματος οὕτως ἔχον‐ | |
53.290(50) | τος, ὅτι Δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω· Ἴσως ὁ Θεὸς αὐτῷ καὶ τοῦτο ἐμήνυσεν, ὑποδείξας αὐτοῦ τῇ διανοίᾳ τὴν γῆν, εἰς ἣν ἐβούλετο αὐτὸν κα‐ ταστῆσαι. Διὰ γὰρ τοῦτο, ἡνίκα αὐτῷ ἐπέταττεν, ἀδιορίστως ἔλεγε, Δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω, | |
55 | ἵνα ἡμῖν ἐκκαλύψῃ τοῦ δικαίου τὴν ἀρετήν. Εἶτα ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ μετὰ πολλῆς τῆς δαψιλείας εἰσήνεγκε, ταχέως καὶ αὐτὸς τὴν γνῶσιν αὐτῷ ἐνέθηκε τῆς γῆς, εἰς ἣν ἐβούλετο αὐτὸν τὴν οἴκησιν ποιήσα‐ σθαι. Ἐπειδὴ γὰρ προεώρα τῆς ἀρετῆς τοῦ δικαίου | |
60 | τὸ μέγεθος, διὰ τοῦτο καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ οὔτε τὸν ἀδελφὸν λαβεῖν ἐπέταξεν, ἐπειδὴ ἐβού‐ λετο τοῦτον διδάσκαλον νῦν μὲν τοῖς κατὰ τὴν Παλαι‐ στίνην ἅπασι γενέσθαι, μετὰ βραχὺ δὲ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον. | |
65 | Εἶδες πῶς οὐκ ἐν τῇ φύσει, ἀλλ’ ἐν τῇ προαιρέσει τῆς γνώμης τῆς ἡμετέρας κεῖται καὶ τὰ τῆς ἀρετῆς, καὶ τὰ τῆς κακίας; Ἰδοὺ γὰρ κατὰ μὲν τὴν φύσιν | |
ἀδελφοὶ ἐτύγχανον ὅ τε πατριάρχης, καὶ ὁ Ναχὼρ, | ||
53.291 | κατὰ δὲ τὴν προαίρεσιν οὐκ ἔτι· ἀλλ’ ἐκεῖνος μὲν καίτοι τοῦ ἀδελφοῦ πρὸς τοσαύτην ἀρετὴν φθάσαντος, ἔτι τῇ πλάνῃ προκατείληπτο· οὗτος δὲ καθ’ ἑκάστην ἡμέραν ἐδείκνυ δι’ αὐτῶν τῶν πραγμάτων ἅπασι τῆς | |
5 | κατὰ Θεὸν αὐτοῦ ἀρετῆς τὴν ἐπίδοσιν. Καὶ ἦλθε, φησὶν, εἰς γῆν Χαναὰν, καὶ διώδευσεν Ἄβραμ τὴν γῆν εἰς τὸ μῆκος αὐτῆς, ἕως τοῦ τόπου τοῦ Συ‐ χὲμ, ἐπὶ τὴν δρῦν τὴν ὑψηλήν. Διδάσκει ἡμᾶς ἡ Γραφὴ τὸ μέρος τῆς χώρας, εἰς ὃ νῦν τὴν κατοίκησιν | |
10 | ποιεῖται ὁ δίκαιος. Εἶτα, ἵνα μάθωμεν ὅπως διέκειτο ἔτι τὰ αὐτόθι, φησὶν, Οἱ δὲ Χαναναῖοι τότε κατ‐ ῴκουν τὴν γῆν. Οὐχ ἁπλῶς τοῦτο ἐπεσημήνατο πά‐ λιν ὁ μακάριος Μωϋσῆς, ἀλλ’ ἵνα μάθωμεν καὶ ἐντεῦθεν τὴν φιλόσοφον γνώμην τοῦ πατριάρχου, ὅτι τῶν τόπων | |
15 | ἔτι προκατειλημμένων ὑπὸ τῶν Χαναναίων, ἠναγκά‐ ζετο καθάπερ ἀλήτης καὶ ξένος, καὶ ὡς εἷς τῶν εὐ‐ τελῶν καὶ ἀπεῤῥιμμένων, ὡς ἔτυχε καταλύειν, οὐδὲ καταγωγίου ἴσως εὐπορῶν. Καὶ ὅμως οὐδὲ οὕτως ἐδυσ‐ χέρανεν, οὐδὲ εἶπε· Τί τοῦτο; ὁ μετὰ τοσαύτης τιμῆς | |
20 | καὶ θεραπείας διάγων ἐν τῇ Χαῤῥὰν, νῦν ἀναγκάζο‐ μαι, ὡς ἄπολις, καὶ ξένος, καὶ ἔπηλυς, ἐν χάριτος μέρει περιιέναι, καὶ καταγωγίου εὐτελοῦς ἐπιζητεῖν ἀνάπαυσιν· καὶ οὐδὲ οὕτως ἐπιτυχεῖν δύναμαι αὐτοῦ, ἀλλ’ ἐν σκηναῖς καὶ καλύβαις με διάγειν ἀνάγκη, καὶ | |
25 | τὰς ἄλλας ἁπάσας φέρειν ταλαιπωρίας. Τοῦτό ἐστιν ὅλον ὃ ἔλεγε, Δεῦρο, καὶ ποιήσω σε εἰς ἔθνος μέγα; Τέως μοι καλὰ τὰ προοίμια· τί χρηστόν ἐστι προσ‐ δοκῆσαι λοιπόν; Ἀλλ’ οὐδὲ οὕτως ἠνέσχετό τι τοιοῦτον εἰπεῖν ὁ δίκαιος, οὐδὲ ἐνδοιάσαι· ἀλλ’ ὁλοκλήρῳ τῇ | |
30 | διανοίᾳ, καὶ τελείᾳ τῇ πίστει θαῤῥήσας ταῖς τοῦ Θεοῦ ὑποσχέσεσιν, ἀκλινῆ διηνεκῶς ἔσχε τὸν λογισμόν· δι’ ὃ καὶ ταχέως ἠξιώθη τῆς ἄνωθεν παραμυθίας. ζʹ. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν τὴν δι‐ δασκαλίαν, ἐνταῦθα στήσαντες καταπαύσωμεν τὸν λό‐ | |
35 | γον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, μι‐ μήσασθαι τοῦ δικαίου τούτου τὴν γνώμην. Καὶ γὰρ ἂν εἴη τῶν ἀτοπωτάτων, εἰ ὁ μὲν δίκαιος οὗτος, ἀπὸ γῆς εἰς γῆν καλούμενος, τοσαύτην ἐπεδείξατο τὴν ὑπακοὴν, καὶ οὔτε τὸ γῆρας, οὔτε τὰ ἄλλα, ἅπερ | |
40 | ἀπηριθμησάμεθα, κωλύματα, οὔτε ἡ τῶν καιρῶν δυσ‐ κολία, οὔτε ἄλλο τι τῶν ἐπισχεῖν αὐτὸν δυναμένων ἴσχυσεν ὀκνηρότερον αὐτὸν περὶ τὴν ὑπακοὴν κατα‐ στῆσαι, ἀλλὰ πάντα διαῤῥήξας τὰ δεσμὰ ἔτρεχε, καὶ ἠπείγετο ὁ γέρων, καθάπερ νέος σφριγῶν, μετὰ τῆς | |
45 | γυναικὸς, καὶ τοῦ ἀδελφιδοῦ, καὶ τῶν οἰκετῶν, εἰς ἔργον ἀγαγεῖν τὸ παρὰ τοῦ Θεοῦ ἐπιταχθέν· ἡμεῖς δὲ οὐκ ἀπὸ γῆς εἰς γῆν καλούμενοι, ἀλλ’ ἀπὸ γῆς εἰς τὸν οὐρανὸν, οὐδὲ τὴν αὐτὴν τῷ δικαίῳ προθυμίαν περὶ τὴν ὑπακοὴν ἐπιδειξόμεθα, ἀλλὰ ψυχρὰς πολλά‐ | |
53.291(50) | κις καὶ ἀνονήτους προβαλλόμεθα αἰτίας, καὶ οὔτε τὸ μέγεθος τῶν ἐπαγγελιῶν, οὔτε τὸ εὐτελὲς τῶν ὁρωμένων, ὅτι γήϊνα καὶ πρόσκαιρα, οὔτε τὸ τοῦ καλοῦντος ἀξίωμα ἐφέλκεται ἡμᾶς· ἀλλὰ τοσαύτην ἐπιδεικνύμεθα τὴν ῥᾳθυμίαν, ὡς προτιμᾷν τῶν ἀεὶ | |
55 | μενόντων τὰ πρόσκαιρα, καὶ τὴν γῆν τοῦ οὐρανοῦ, καὶ τὰ μηδέποτε τέλος λαβεῖν δυνάμενα τῶν πρὶν ἢ φανῆναι ἀφιπταμένων. Μέχρι γὰρ πότε, εἰπέ μοι, οὕτως ἂν μεμήναμεν περὶ τὴν τῶν χρημάτων συλλο‐ γήν; τίς ἡ λύσσα τὸ καθ’ ἑκάστην ἡμέραν ὑπὸ τῆς | |
60 | χαλεπῆς ἐπιθυμίας πολιορκεῖσθαι, καὶ μηδέποτε κό‐ ρον λαμβάνειν, ἀλλὰ καὶ τῶν μεθυόντων χαλεπώτερον | |
διακεῖσθαι; Καθάπερ γὰρ ἐκεῖνοι, ὅσῳ ἂν πλείονα | Column end | |
53.292 | πίνωσι τὸν ἄκρατον, τοσούτῳ μᾶλλον ἐκκαίονται πρὸς τὸ δίψος, καὶ χαλεπωτέραν τὴν κάμινον ἀνάπτουσιν· οὕτω δὴ καὶ οὗτοι τῇ τυραννίδι τῆς τῶν χρημάτων ἐπιθυμίας ἑαυτοὺς ἐκδεδωκότες οὐδέποτε ἵστανται | |
5 | τῆς ἐπιθυμίας· ἀλλ’ ὅσῳ ἂν πλείονα περιβάλλωνται, τοσούτῳ μᾶλλον αἴρεται ἡ φλὸξ, καὶ σφοδροτέρα ἡ κάμινος ἀνάπτεται. Οὐχ ὁρῶμεν τοὺς πρὸ ἡμῶν, ὅτι μετὰ τὸ ἅπασαν, ὡς εἰπεῖν, τὴν οἰκουμένην περιβα‐ λέσθαι, γυμνοὶ καὶ ἔρημοι ἐντεῦθεν ἀνηρπάσθησαν, | |
10 | τοσοῦτον μόνον ἀπολαύσαντες, ὅσον δίκας ἐκεῖ καὶ εὐθύνας ὑπὲρ ἁπάντων ἀπαιτεῖσθαι; Καὶ τὰ μὲν τῆς οὐσίας πολλάκις διενείμαντο διάφοροι· τὰ δὲ ὑπὲρ τούτων ἁμαρτήματα αὐτὸς μόνος ἐπιφερόμενος ἄπεισι, τὰς ὑπὲρ τούτων κολάσεις μετὰ πολλῆς τῆς ἀγανα‐ | |
15 | κτήσεως ὑπέχων, καὶ οὐδεμίαν οὐδαμόθεν παραμυθίαν εὑρεῖν δυνάμενος. Τίνος οὖν ἕνεκεν, εἰπέ μοι, οὕτως ἀμελῶς πρὸς τὴν ἑαυτῶν σωτηρίαν διακείμεθα, καὶ ὡς περὶ ἀλλοτρίας οὕτω βουλευόμεθα περὶ τῆς ἑαυτῶν ψυχῆς; Οὐκ ἀκούεις τοῦ Χριστοῦ λέγοντος· Τί δώσει | |
20 | ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὑτοῦ; Καὶ πάλιν· Τί ὠφελεῖται ἄνθρωπος, ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὑτοῦ ζημιωθῇ; Μὴ γὰρ ἔχεις τι ταύτης ἀντάξιον; Κἂν τὴν οἰκουμέ‐ νην ὅλην εἴπῃς, οὐδὲν ἐρεῖς. Τί γὰρ ὄφελος, καθάπερ | |
25 | ὁ Χριστὸς εἶπε, πάντα τὸν κόσμον κερδᾶναι, τὴν δὲ ψυχὴν ζημιωθῆναι, ἧς ἡμῖν οἰκειότερον οὐδέν; Ταύ‐ την οὖν τὴν οὕτω τιμίαν, τὴν οὕτως ὀφείλουσαν ἡμῖν εἶναι περισπούδαστον, ταύτην οὕτω περιορῶμεν καθ’ ἑκάστην ἡμέραν σπαραττομένην, καὶ ποτὲ μὲν ὑπὸ | |
30 | τῆς τῶν χρημάτων ἐπιθυμίας πολιορκουμένην, ποτὲ δὲ ὑπὸ ἀσελγείας καταξαινομένην, ἄλλοτε δὲ ὑπὸ θυ‐ μοῦ καταισχυνομένην, καὶ διαφόρως ὑφ’ ἑκάστου τῶν παθῶν κατατεινομένην, καὶ οὐδεμίαν ὀψὲ γοῦν ποτε περὶ αὐτὴν πρόνοιαν ποιησόμεθα; Καὶ τίς ἀξιώσει | |
35 | ἡμᾶς λοιπὸν συγγνώμης, ἢ ἐξαιρήσεται τῆς ἐπικει‐ μένης κολάσεως; Δι’ ὃ, παρακαλῶ, ὡς ἔτι καιρὸν ἔχο‐ μεν, ἀποσμήχωμεν αὐτῆς τὸν ῥύπον διὰ δαψιλοῦς ἐλεημοσύνης, καὶ σβέσωμεν διὰ ταύτης τὴν πυρὰν τῶν ἡμετέρων ἁμαρτημάτων. Πῦρ γὰρ, φησὶ, φλο‐ | |
40 | γιζόμενον ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύναις ἀποκαθαίρονται ἁμαρτίαι. Οὐδὲν γὰρ, οὐδὲν ἕτερον οὕτως ἐξελέσθαι ἡμᾶς δυνήσεται τῆς τοῦ πυρὸς γεέν‐ νης, ὡς ἡ περὶ ταύτην δαψίλεια. Ἂν ταύτην ἐπιδει‐ ξώμεθα κατὰ τοὺς ὑπ’ αὐτοῦ δοθέντας νόμους, μηδὲν | |
45 | πρὸς ἐπίδειξιν διαπραττόμενοι, ἀλλὰ διὰ τὸν περὶ τὸν Θεὸν πόθον, δυνησόμεθα καὶ τῶν ἡμαρτημένων ἡμῖν τὸν ῥύπον ἀπονίψασθαι, καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀξιωθῆναι, χάριτι καὶ οἰκτιρμοῖς τοῦ μονογενοῦς αὐτοῦ Υἱοῦ, μεθ’ οὗ αὐτῷ τῷ Πατρὶ, ἅμα | |
53.292(50) | τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
52t | ΟΜΙΛΙΑ ΛΒʹ. | |
53n | Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ | |
54n | σπέρματί σου δώσω τὴν γῆν ταύτην. Καὶ ᾠκο‐ | |
55n | δόμησεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέν‐ | |
56n | τι αὐτῷ. | |
57 | αʹ. Πολὺς ὁ θησαυρὸς καὶ ἄφατος, ἀγαπητοὶ, ἐν τοῖς πρόσφατον ἀναγνωσθεῖσι, καὶ δεῖ συντεταμένης δια‐ νοίας καὶ λογισμοῦ νήφοντος καὶ διεγηγερμένου, ὥστε | |
60 | μηδὲν ἡμᾶς παραδραμεῖν τῶν ἐγκεκρυμμένων τοῖς βραχέσι τούτοις ῥήμασι. Διὰ γὰρ τοῦτο καὶ ὁ φιλάν‐ θρωπος Θεὸς οὐκ αὐτόθεν καὶ ἐκ ψιλῆς ἀναγνώσεως πάντα τὰ ἐν ταῖς Γραφαῖς κείμενα εὐσύνοπτα καὶ δῆλα ἡμῖν τυγχάνειν συνεχώρησεν, ἵνα τὴν νωθείαν | |
65 | ἡμῶν διεγείρῃ, καὶ πολλὴν τὴν ἀγρυπνίαν ἐπιδειξά‐ | |
53.293 | μενοι, οὕτω τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσώμεθα. Εἴωθε γάρ πως τὰ μὲν μετὰ πόνου καὶ ζητήσεως εὑ‐ ρισκόμενα μᾶλλον ἐμπήγνυσθαι ἡμῶν τῇ διανοίᾳ· τὰ δὲ μετ’ εὐκολίας, θᾶττον ἀφίπτασθαι τῆς καρδίας τῆς | |
5 | ἡμετέρας. Μὴ τοίνυν ῥᾳθυμῶμεν, παρακαλῶ, ἀλλὰ δι‐ εγείρωμεν ἡμῶν τὸν λογισμὸν, καὶ πρὸς τὸ βάθος αὐτὸ τῶν γεγραμμένων ὁλοσχερῶς κατοπτεύσωμεν, ἵνα δυ‐ νηθῶμεν κερδάναντές τι πλέον ἐντεῦθεν, οὕτως οἴκαδε ἐπανελθεῖν. Καὶ γὰρ πανήγυρίς ἐστι πνευματικὴ τοῦ | |
10 | Θεοῦ ἡ ἐκκλησία, καὶ ἰατρεῖόν ἐστι ψυχῶν, καὶ δεῖ, καθάπερ εἰς πανήγυριν παραγενομένους, πολλὴν τὴν εὐπορίαν ἐντεῦθεν συλλέξαντας, οὕτως ἐπανιέναι, καὶ καθάπερ εἰς ἰατρεῖον ἀπαντῶντας, τὰ κατάλληλα τοῖς ὑποκειμένοις πάθεσι φάρμακα λαβόντας ἐξιέναι. Οὐ | |
15 | γὰρ διὰ τοῦτο καθ’ ἑκάστην ἡμέραν συνεδρεύομεν, ἵνα τὰς πρὸς ἀλλήλους συντυχίας ἁπλῶς ποιησάμενοι, οὕτως ἅπαντες διαλυθῶμεν· ἀλλ’ ἵνα ἕκαστόν τι τῶν χρησίμων μαθὼν, καὶ πρὸς τὸ ἐνοχλοῦν πάθος τὴν ἰατρείαν δεξάμενος, οὕτως ἐντεῦθεν ἀναχωρήσῃ. Πῶς | |
20 | γὰρ οὐκ ἂν εἴη τῶν ἀτοπωτάτων, τὰ μὲν παιδία τὰ ἡμέτερα εἰς διδασκαλεῖον ἀποστέλλοντας, καθ’ ἑκάστην ἡμέραν ἀπαιτεῖν παρ’ αὐτῶν προσθήκην τινὰ τῶν μα‐ θημάτων, καὶ οὐκ ἄν ποτε ἀνασχοίμεθα ἁπλῶς καὶ εἰκῆ ταῦτα βαδίζειν ἐκεῖσε, εἰ μὴ ἴδωμεν καρπούμενά τι | |
25 | πλέον· ἡμᾶς δὲ τοὺς εἰς μέτρον ἡλικίας φθάσαντας, καὶ εἰς τὸ πνευματικὸν τοῦτο διδασκαλεῖον παραγενομένους, μὴ τὴν ἴσην ἐκείνοις σπουδὴν ἐπιδείκνυσθαι, καὶ ταῦτα ἔνθα εἰς τὴν τῆς ψυχῆς σωτηρίαν τὸ κέρδος διαβαίνει; Ἕκαστος τοίνυν ἡμῶν, παρακαλῶ, ἑαυτὸν καθ’ ἑκάστην | |
30 | ἡμέραν διερευνάσθω, τί μὲν ἐκ τῆς ἡμερινῆς ἐκέρδανε διαλέξεως, τί δὲ ἐκ τῆς ἐπιούσης, ἵνα μὴ δόξωμεν καὶ ἡμεῖς εἰκῆ καὶ ἁπλῶς ἐνταῦθα παραγίνεσθαι. Ὅτι δὲ τοῦτο ἡμᾶς μὲν πάσης αἰτίας ἀφίησι (τὰ γὰρ καθ’ ἑαυτοὺς ἅπαντα εἰσφέρομεν, καὶ οὐδὲν τῶν εἰς | |
35 | δύναμιν παραλιμπάνομεν), τοῖς δὲ ἀγανακτοῦσι, καὶ μετὰ ἀκριβείας μὴ προσέχουσι, καὶ καρποῦσθαί τι πλέον μὴ βουλομένοις μείζονος αἴτιον κατακρίσεως γίνεται, ἄκουσον τοῦ Χριστοῦ λέγοντος πρὸς μὲν τὸν καταχώσαντα τὸ τάλαντον· Πονηρὲ δοῦλε, ἔδει σε τὸ | |
40 | ἀργύριόν μου καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἂν ἐλθὼν ἀπῄτησα αὐτὸ μετὰ τόκου· περὶ δὲ τῶν Ἰουδαίων· Εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσιν. Ἀλλὰ νῦν ἡμεῖς οὐ τοῦτο σκοποῦμεν, εἰ ἔξω τῶν ἐγκλη‐ | |
45 | μάτων ἐσμὲν, ἀλλὰ τὴν ὑμετέραν ἐπιθυμοῦμεν προκο‐ πὴν, καὶ ἀκρωτηριάζεσθαι ἡμῖν ἡγούμεθα τὰ τῆς εὐ‐ φροσύνης, κἂν μυριάκις αὐτοὶ ὦμεν ἀνεύθυνοι, εἰ μὴ καὶ ὑμεῖς ἀξίαν τῶν πόνων τῶν ἡμετέρων τὴν σπουδὴν ἐπιδείξησθε. Αὕτη γὰρ ἡμῶν τῆς εὐφροσύνης ἡ ὑπόθε‐ | |
53.293(50) | σις, τὸ ὁρᾷν ὑμῶν τὴν ἐν τοῖς πνευματικοῖς ἐπίδοσιν. Καὶ οἶδα μὲν ὅτι διὰ τὴν τοῦ Θεοῦ χάριν συνέσεως πε‐ πληρωμένοι ὄντες, δυνήσεσθε καὶ ἄλλους νουθετεῖν· ἀλλὰ κατὰ τὸν μακάριον Παῦλον, ἐπαναμιμνήσκων ὑμᾶς, καὶ διεγείρων ὑμῶν τὸν ζῆλον καὶ τὴν προθυ‐ | |
55 | μίαν, ταῦτα συνεχῶς παραινῶ, βουλόμενος ὑμᾶς τε‐ λείους καὶ ἀπηρτισμένους γενέσθαι Οὐ μικρὸν γὰρ καὶ τοῦτο αὐτὸ δεῖγμα ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς, τὸ μετὰ τοσαύτης προθυμίας καθ’ ἑκά‐ στην ἡμέραν ἐνταῦθα παραγίνεσθαι, καὶ ἀκορέστως | |
60 | ἔχειν περὶ τὴν πνευματικὴν διδασκαλίαν. Ὥσπερ γὰρ ἡ περὶ τὴν σωματικὴν τροφὴν ὄρεξις ὑγιείας ἂν εἴη μεγίστης σημεῖον· οὕτως ἡ περὶ τὴν πνευματικὴν διδασκαλίαν ἐπιθυμία τῆς κατὰ ψυχὴν ὑγιείας τεκμή‐ ριον ἂν εἴη ἐναργέστατον. Διά τοι τοῦτο κἀγὼ εἰδὼς | |
65 | ὑμῶν τὸν πόθον, καὶ ὅτι κἂν μυριάκις παρατείνω τὴν | |
διδασκαλίαν, οὐδὲ οὕτως ἐμπλῆσαι ὑμῶν δύναμαι τὴν | Column end | |
53.294 | ἐπιθυμίαν, καὶ κόρον ἐμποιῆσαι τῆς τροφῆς ταύτης τῆς πνευματικῆς, οὐ παύσομαι κατὰ δύναμιν τὴν ἐμὴν, ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις παρέχῃ, εἰς ὠφέ‐ λειαν ὑμετέραν ταῦτα ἐφ’ ἑκάστης ὑμῖν παρατιθεὶς, | |
5 | καὶ τὰ ἀπὸ τῶν θείων Γραφῶν διδάγματα ἐναποτιθέ‐ μενος ταῖς ὑμετέραις διανοίαις. βʹ. Φέρε οὖν καὶ σήμερον τὸν φιλάνθρωπον Δεσπότην παρακαλέσαντες ὁδηγῆσαι ἡμῶν τὴν γλῶσσαν πρὸς τὴν τῶν ζητουμένων εὕρεσιν, τὴν συνήθη παραθῶμεν | |
10 | ὑμῖν διδασκαλίαν, αὐτὰ πρότερον τὰ ἀναγνωσθέντα προθέντες ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ. Οὐ καλῶς ἔλεγον ἐξ ἀρχῆς, ὅτι πολὺς ὁ θησαυρὸς ἐναπόκειται τοῖς βραχέσι τούτοις ῥήμασιν; Ἰδοὺ γὰρ εὐθέως ξένον | |
15 | καὶ καινὸν τὸ προοίμιον τῶν εἰρημένων· Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Πρῶτον τοῦτο εὑ‐ ρίσκομεν ἐν τῇ Γραφῇ νῦν τὸ ῥηθὲν, ὅτι Ὤφθη· οὔτε γὰρ ἐπὶ τοῦ Ἀδὰμ, οὔτε ἐπὶ τοῦ Ἄβελ, οὔτε ἐπὶ τοῦ Νῶε, οὔτε ἐπ’ ἄλλου τινὸς ταύτῃ ἐχρήσατο τῇ λέξει | |
20 | ἡ θεία Γραφή. Τί οὖν ἐστι τὸ εἰρημένον, Καὶ ὤφθη, φησί; Καὶ πῶς ἑτέρωθι λέγει, Οὐδεὶς ὄψεται τὸν Θεὸν, καὶ ζήσεται; Τί οὖν ἂν εἴποιμεν νῦν τῆς Γραφῆς λεγούσης, ὅτι Ὤφθη; Πῶς ὤφθη τῷ δικαίῳ; Ἆρα αὐ‐ τὴν τὴν οὐσίαν εἶδεν; Οὐχί· μὴ γένοιτο. Ἀλλὰ τί; | |
25 | Οὕτως ὤφθη, ὡς αὐτὸς οἶδε μόνος, καὶ ὡς ἐκείνῳ δυνατὸν ἦν ἰδεῖν. Εὐμήχανος γὰρ ὢν ὁ σοφὸς καὶ φιλάνθρωπος ἡμῶν Δεσπότης, καὶ συγκαταβαίνων τῇ ἀνθρωπίνῃ φύσει, τοῖς ἀξίως προπαρεσκευασμέ‐ νοις ἑαυτὸν ἐμφανίζει. Καὶ τοῦτο δείκνυσι διὰ τοῦ | |
30 | προφήτου, λέγων, Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Ἐπεὶ καὶ Ἡσαΐας εἶδεν αὐτὸν καθήμενον· τοῦτο δὲ ἀνάξιον Θεοῦ· Θεὸς γὰρ οὐ κάθηται· πῶς γὰρ ἡ ἀσώματος ἐκείνη καὶ ἀνώλε‐ θρος φύσις; καὶ ὁ Δανιὴλ πάλιν εἶδεν αὐτὸν, ὡς πα‐ | |
35 | λαιὸν ἡμερῶν· καὶ ὁ Ζαχαρίας ἑτέρως αὐτὸν ἐθεάσατο, καὶ Ἰεζεκιὴλ πάλιν ἄλλως. Διὰ τοῦτο οὖν ἔλεγεν, Ἐγὼ ὁράσεις ἐπλήθυνα, ἀντὶ τοῦ, Πρὸς τὴν ἑκάστου ἀξίαν οὕτως ὤφθην. Καὶ νῦν οὖν, ἐπειδὴ ἀνέστησε τὸν δίκαιον οἴκοθεν, καὶ προσέταξεν εἰς τὴν ἀλλοτρίαν | |
40 | ἐλθεῖν, παραγενόμενος δὲ, καθάπερ ἀλήτης καὶ ξένος, οὕτω περιῄει, τῶν Χαναναίων ἔτι κατοικούντων, ἐπιζητῶν ὅπου τὴν κατοίκησιν αὐτὸν ποιήσασθαι προσ‐ ῆκεν· ὁ ἀγαθὸς Δεσπότης παραμυθήσασθαι αὐτὸν βουλόμενος, καὶ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν, | |
45 | ὥστε μὴ ναρκῆσαι, μηδὲ ἐνδοιάσαι πρὸς τὴν ἐπαγγε‐ λίαν τὴν ἤδη γεγενημένην πρὸς αὐτὸν, ὅτι Δεῦρο, καὶ ποιήσω σε εἰς ἔθνος μέγα (καὶ γὰρ ἐναντία τῇ ἐπαγγελίᾳ ἑώρα τὰ γινόμενα ὁ δίκαιος, καὶ ὡς ἕνα τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμένων, καὶ ἀπροστατεύτων | |
53.294(50) | ἑαυτὸν περιιόντα, καὶ οὐδὲ ὅπου καταχθῆναι ἔχοντα), ἵν’ οὖν διεγείρῃ αὐτοῦ τὸν λογισμὸν, φησί· Καὶ ὤφθη Κύριος τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Τέως ἡ ὑπόσχεσις μεγάλη καὶ ἀκόλουθος τῇ ἐπαγγελίᾳ, δι’ ἧς οἴκοθεν αὐτὸν | |
55 | ἀνέστησεν. Εἶπε γάρ· Μεγαλυνῶ τὸ ὄνομά σου· διὰ τοῦτο νῦν φησι πάλιν· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ἐπειδὴ γὰρ ἐν γήρᾳ τυγχάνων ὁ δίκαιος ἄπαις ἦν, διὰ τὴν τῆς Σάρας στείρωσιν, ἐπαγγέλλεται αὐτῷ τῷ ἐξ αὐτοῦ τικτομένῳ τὴν γῆν παρασχεῖν. Καὶ | |
60 | σκόπει μοι Θεοῦ φιλανθρωπίαν, πῶς προειδὼς τοῦ δικαίου τὴν ἀρετὴν, βούλεται πᾶσι κατάδηλον αὐτὸν ποιῆσαι, καὶ καθάπερ μαργαρίτην τινὰ κρυπτόμενον, οὕτω φανερὸν ἀπεργάσασθαι. Καὶ ἐπαγγελίας ἐπαγ‐ γελίαις συνάψας, καὶ μεγάλας τὰς ὑποσχέσεις ποιη‐ | |
65 | σάμενος, πάλιν μικρὸν διαναβάλλεται, ἵνα ταύτῃ | |
μάλιστα δειχθῇ τοῦ πατριάρχου τὸ φιλόθεον, ὅτι καὶ | ||
53.295 | ἐναντία ταῖς ὑποσχέσεσιν ὁρῶν τέως ἐκβαίνοντα τὰ πράγματα ὁ μακάριος, οὐκ ἐθορυβεῖτο, οὐδὲ διετα‐ ράττετο, ἀλλ’ ἀκίνητον εἶχε τὸν λογισμὸν, πεπεισμέ‐ νος ὅτι δὴ τὰ παρὰ τοῦ Θεοῦ ἅπαξ αὐτῷ ἐπαγγελ‐ | |
5 | θέντα βέβαια καὶ πάγια τυγχάνει. Ἀλλὰ κατὰ μικρὸν ἅπαντα διερευνησώμεθα, ἵν’ οὕτω μάθωμεν καὶ τοῦ ἀγαθοῦ Θεοῦ τὴν εὐμήχανον σοφίαν, καὶ τὴν κη‐ δεμονίαν, ἣν περὶ τὸν δίκαιον ἐπεδείκνυτο, καὶ τοῦ πατριάρχου τὸ φίλτρον τὸ περὶ τὸν Δεσπότην. Καὶ | |
10 | ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Πῶς ὤφθη; Ὡς αὐτὸς ὁ Θεὸς μόνος οἶδε, καὶ ὡς ἐκεῖνος ἰδεῖν ἠδύνατο. Οὐ γὰρ παύ[σ]ομαι τοῦτο λέγων, τὸν δὲ τρό‐ πον ἀγνοῶ· ἀκούω δὲ μόνον τῆς Γραφῆς λεγούσης, ὅτι Ὤφθη Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν | |
15 | αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ἀκριβῶς μνημονεύετε τῶν παρὰ τοῦ Θεοῦ ὑποσχέ‐ σεων γινομένων, ἵν’ ὅταν ἴδητε διαφόροις περιστάσεσι τὸν δίκαιον περιπίπτοντα, μάθητε αὐτοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολὴν, καὶ τῆς ἀνδρείας τὸ στεῤῥὸν, καὶ τοῦ πε‐ | |
20 | ρὶ τὸν Θεὸν φίλτρου τὸ βέβαιον καὶ ἀκίνητον, καὶ ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδεύησθε, μηδέποτε νο‐ μίζειν ἔργον Θεοῦ ἐγκαταλείψεως εἶναι, ἐπειδὰν ἴδητέ τινα τῶν ἐναρέτων πειρασμοῖς, ἢ ἑτέραις τισὶ θλίψεσι βιωτικαῖς περιπεπτωκότα· ἀλλ’ ἐννοοῦντες τῶν οἰκο‐ | |
25 | νομιῶν τοῦ Θεοῦ τὸ διάφορον, παραχωρῆτε τὰ πάντα αὐτοῦ τῇ ἀκαταλήπτῳ προνοίᾳ. Εἰ γὰρ καὶ τὸν δί‐ καιον τοῦτον οὕτω φιλόθεον ὄντα, τοσαύτην ὑπακοὴν ἐπιδειξάμενον, συγχωρεῖ τοιούτων πειραθῆναι, ὧν αὐτίκα μάλα εἴσεσθε, οὐχὶ περιορῶν τὸν αὑτοῦ θερά‐ | |
30 | ποντα, ἀλλὰ τοῖς ἄλλοις ἅπασι βουλόμενος αὐτοῦ τὴν ἀρετὴν ἐκκαλύψαι (καὶ γὰρ ἔθος αὐτῷ τοῦτο ἐφ’ ἑκάστῳ τῶν δικαίων ποιεῖν· καὶ ὅσοι περὶ τὴν ἀνά‐ γνωσιν τῶν θείων Γραφῶν ἐστε φιλότεχνοι, δυνήσεσθε ἄνωθεν καὶ ἐξ ἀρχῆς καταμανθάνοντες, οὕτως εὑρεῖν | |
35 | αὐτὸν οἰκονομοῦντα τῶν αὑτοῦ δούλων τὴν ζωὴν), πῶς οὐκ ἂν εἴη ἐσχάτης ἀγνωμοσύνης τὸ νομίζειν ἐγκαταλείψεως εἶναι τὴν τοσαύτην συγχώρησιν, οὐ πολλῆς δὲ μᾶλλον κηδεμονίας, καὶ τῆς ἀφάτου φιλαν‐ θρωπίας τοῦτο μέγιστον ποιεῖσθαι σημεῖον; Δεικνὺς | |
40 | τοίνυν τὴν ὑπερβάλλουσαν δύναμιν αὐτοῦ, δύο ταῦτα ἐντεῦθεν κατασκευάζει, καὶ τῶν δούλων αὐτοῦ τὴν ὑπομονὴν καὶ τὴν ἀνδρείαν ἅπασι φανερὰν καθίστησι, καὶ τῆς προνοίας αὐτοῦ τὸ εὐμήχανον καὶ μεταξὺ τῶν δεινῶν αὐτῶν, καὶ μετὰ τὸ ἀπογνωσθῆναι σχεδὸν τὰ | |
45 | πράγματα, τότε πρὸς ὃ βούλεται μεθίστησιν, οὐδὲν ὑπὸ τῆς ἐν μέσῳ δυσκολίας γενομένης ἐμποδιζόμενος. Καὶ ὤφθη, φησὶ, Κύριος ὁ Θεὸς τῷ Ἄβραμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Μεγάλη ἡ ὑπόσχεσις, καὶ ποθεινὴ μάλιστα | |
53.295(50) | τῷ δικαίῳ. Ἴστε γὰρ ὅπως οἱ ἐν γήρᾳ φθάσαντες, μάλιστα καὶ ἐν ἀπαιδίᾳ τὸν ἅπαντα διάγοντες χρόνον, ἐπιθυμοῦσι παίδων. Τῆς ὑπακοῆς τοίνυν αὐτῷ τὴν ἀμοιβὴν διδοὺς ὁ Δεσπότης, καὶ ὅτι ἀκούσας, Ἔξελθε ἐκ τῆς γῆς σου, οὐχ ὑπερέθετο, οὐκ ἀνεβάλ[λ]ετο, | |
55 | ἀλλ’ ὑπήκουσε τῷ ἐπιτάγματι, καὶ εἰς ἔργον ἤγαγε τὸ προσταχθὲν, φησί· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. γʹ. Σκόπει πῶς διὰ τοῦ ῥήματος ἀνέστησεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἀρκοῦσαν αὐτῷ τῶν καμάτων παρέσχε | |
60 | τὴν ἀντίδοσιν. Διά τοι τοῦτο καὶ ὁ δίκαιος, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενος, εὐθέως ἐπὶ εὐχαρι‐ στίαν τρέπεται. Καὶ ᾠκοδόμησεν ἐκεῖ, φησὶ, θυσια‐ στήριον τῷ Κυρίῳ τῷ ὀφθέντι αὐτῷ. Ὅρα φιλοθέου γνώμης τεκμήριον. Καὶ αὐτὸν τὸν τόπον, ἔνθα τῆς | |
65 | ὁμιλίας ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ, ἀφιέρωσε, | Column end |
53.296 | καὶ τὴν εὐχαριστίαν τὴν κατὰ δύναμιν ἐπεδείξατο. Τοῦτο γάρ ἐστιν, ᾨκοδόμησε θυσιαστήριον, ἀντὶ τοῦ, εὐχαρίστησεν ὑπὲρ τῶν ἐπαγγελθέντων. Καὶ καθάπερ ἄνθρωποι πολλάκις ὑπὸ φίλτρου κινούμε‐ | |
5 | νοι, καὶ οἰκίας οἰκοδομοῦσιν, ἔνθα ἂν τοῖς γνησίως περὶ αὐτοὺς διακειμένοις συντυγχάνωσι, πολλάκις δὲ πολλοὶ καὶ πόλεις ἔστησαν, καὶ τὰς ἐπονομασίας αὐταῖς ἐκ τῆς τῶν ἐπιτηδείων συντυχίας ἐπ‐ έθηκαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος, ἔνθα | |
10 | τῆς ὀπτασίας τῆς τοῦ Θεοῦ ἠξιώθη, τὸ Θυσιαστήριον ᾠκοδόμησε Κυρίῳ τῷ ὀφθέντι αὐτῷ, καὶ ἀπέστη, φησὶν, ἐκεῖθεν. Τί ἐστι, Καὶ ἀπέστη ἐκεῖθεν; Ὡς ἱερωμένου λοιπὸν τοῦ τόπου, καὶ τῷ Θεῷ ἀνατεθέντος, ἀνεχώρησεν ἐκεῖθεν, καὶ μετῆλθεν εἰς ἕτερον τόπον, | |
15 | φησὶν, Εἰς τὸ ὄρος κατὰ ἀνατολὰς Βεθὴλ, καὶ ἔστη‐ σεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ· ἐσχεδιασμένην, φησὶ, τὴν οἴκησιν ἐποιήσατο. Ὅρα πῶς ἦν ἀπέριττος, πῶς ἦν εὔζωνος, ὡς μετά τε γυναικὸς καὶ οἰκετῶν οὕτως εὐκόλως μετανίστασθαι. Ἀκουέτωσαν ἄνδρες, ἀκουέ‐ | |
20 | τωσαν γυναῖκες. Καὶ γὰρ πολλάκις εἰς ἀγρὸν ἐξιέναι δεόμενοι, μυρίας ἐπινοοῦμεν μηχανὰς, καὶ πολλὰ καὶ διάφορα πραγματευόμεθα, διὰ τὸ πολλὰ ἐπισύρε‐ σθαι, καὶ μὴ τῆς χρείας γίνεσθαι μᾶλλον, ἀλλὰ τὰ περιττὰ καὶ ἀνόνητα, καὶ φαντασίας ἕνεκεν ἡμῖν | |
25 | ἐσπουδασμένα, ταῦτα μεθ’ ἑαυτῶν ἄγειν καὶ περι‐ άγειν. Ἀλλ’ οὐχ ὁ δίκαιος οὗτος. Ἀλλὰ τί; Ἐπειδὴ ἀξιωθεὶς τῆς παρὰ τοῦ Θεοῦ ὁμιλίας, τὸν τόπον ἀφ‐ ιέρωσε, καὶ θυσιαστήριον ᾠκοδόμησε, μετέστη μετὰ πάσης εὐκολίας ἑτέρωθι. Καὶ ἔστησεν ἐκεῖ τὴν σκη‐ | |
30 | νὴν αὐτοῦ, ἐν Βεθὴλ κατὰ θάλασσαν, καὶ Ἁγγαὶ κατὰ ἀνατολάς· καὶ ᾠκοδόμησε κἀκεῖ θυσιαστή‐ ριον τῷ Κυρίῳ, καὶ ἐπεκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. Ὅρα πῶς διὰ πάντων δείκνυσιν ἑαυτοῦ τὴν φιλόθεον γνώμην. Ἐκεῖ μὲν γὰρ διὰ τὴν παρὰ τοῦ | |
35 | Θεοῦ γεγενημένην αὐτῷ ὑπόσχεσιν τὸ θυσιαστήριον ᾠκοδόμησε, καὶ τὸν τόπον ἀφιερώσας ἀνεχώρησεν. Ἐνταῦθα δὲ ἐπειδὴ τὴν σκηνὴν ἐπήξατο, πάλιν ᾨκο‐ δόμησε, φησὶ, θυσιαστήριον τῷ Κυρίῳ, καὶ ἐπ‐ εκαλέσατο ἐπὶ τῷ ὀνόματι Κυρίου. Εἶδες γνώμην | |
40 | φιλόσοφον; εἶδες ὅπερ γράφων παρῄνεσεν ὁ θαυμαστὸς τῆς οἰκουμένης διδάσκαλος ὁ μακάριος Παῦλος, λέγων· Ἐν παντὶ τόπῳ ἐπαίροντας ὁσίους χεῖρας· τοῦτο προλαβὼν ὁ πατριάρχης διὰ τῶν ἔργων ἐπλήρου, καθ’ ἕκαστον τόπον θυσιαστήριον οἰκοδομῶν, καὶ τὰς εὐ‐ | |
45 | χαριστίας ἀναφέρων τῷ Δεσπότῃ; ᾜδει γὰρ, ᾔδει σαφῶς, ὡς οὐδὲν ἕτερον ἐπιζητεῖ παρὰ τῆς ἀνθρω‐ πίνης φύσεως ὁ τῶν ὅλων Θεὸς μετὰ τὰς μυρίας καὶ ἀφάτους αὑτοῦ εὐεργεσίας, ὡς εὐχάριστον γνώμην, καὶ τὸ εἰδέναι χάριν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων. | |
53.296(50) | Ἀλλ’ ἴδωμεν πάλιν, πῶς καὶ ἐντεῦθεν ὁ δίκαιος μετ‐ ανίσταται. Καὶ ἀπῆρε, φησὶν, Ἄβραμ, καὶ πορευ‐ θεὶς ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Ὅρα πάλιν τὴν φιλόθεον αὐτοῦ γνώμην καὶ τὴν φιλοσοφίαν τὴν πολλήν. Πάλιν, φησὶν, ἐντεῦθεν ἀνεχώρησε, καὶ | |
55 | Ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Τίνος ἕνεκεν ἀπῆρεν ἐκεῖθεν; Ἴσως ὁρῶν τινας οἰκητόρων οὐκ ἀρεσκομέ‐ νους αὐτοῦ τῇ παρουσίᾳ. Διά τοι τοῦτο δεικνὺς αὑτοῦ τῆς πραότητος τὴν ὑπερβολὴν, καὶ ὅπως περὶ πολλοῦ ποιεῖται τὴν ἡσυχίαν καὶ τὸ πρὸς μηδένα τι ἔχειν | |
60 | κοινὸν, τὴν ἐρημίαν καταλαμβάνει. Καὶ πορευθεὶς, φησὶν, ἐστρατοπέδευσεν ἐν τῇ ἐρήμῳ. Ξένῃ λέξει ἐχρήσατο ἡ θεία Γραφή· καθάπερ γὰρ ἐπὶ τῶν | |
πολέμων ἔθος ἐστὶ λέγειν, οὕτω καὶ νῦν εἶπεν ἐπὶ | ||
53.297 | τοῦ δικαίου, ὅτι ἐστρατοπέδευσε, ἵνα δείξῃ τὸ εὔζωνον τοῦ πατριάρχου, ὅτι καθάπερ οἱ στρατιῶται μετ’ εὐκολίας νῦν μὲν ἐνταῦθα, νῦν δὲ ἐκεῖσε στρατοπεδεύον‐ ται· οὕτω δὴ καὶ ὁ δίκαιος οὗτος, καίτοι γυναῖκα ἐπι‐ | |
5 | φερόμενος, καὶ τὸν ἀδελφιδοῦν, καὶ τοσούτων οἰκετῶν πλῆθος, μετὰ πλείονος τῆς εὐκολίας τὰς μεταναστάσεις ἐποιεῖτο. Εἶδες βίον ἐν γήρᾳ μετὰ γυναικὸς καὶ οἰκετῶν τοσούτων εὔζωνον; Ἐμοὶ δὲ θαυμάσαι ἔπεισι μάλιστα τῆς γυναικὸς τὴν ἀνδρείαν. Ὅταν γὰρ ἐννοήσω τῆς | |
10 | φύσεως τῆς γυναικείας τὴν ἀσθένειαν, καὶ λογίσωμαι ὅπως μετ’ εὐκολίας ἅμα τῷ δικαίῳ τὰς μεταναστάσεις ἐποίει, οὔτε αὐτὴ δυσχεραίνουσα, οὔτε τῷ δικαίῳ κώλυμα γινομένη, ἐκπλήττομαι, καὶ λογίζομαι ὅτι οὐκ ἔλαττον τοῦ δικαίου καὶ αὐτὴ φρόνημα ὑψηλὸν καὶ ἀνδρεῖον | |
15 | ἐκέκτητο. Καὶ τοῦτο μάλιστα εἰσόμεθα, ἐπιόντες τὰ ἑξῆς τῶν ἀνεγνωσμένων. Εἶδες ὅτι μετὰ τὸ ἀκοῦσαι, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, πῶς οὐχ ἡσύχασεν ὁ δίκαιος, ἀλλ’ ἐντεῦθεν ἐκεῖ μετέβαινε, καὶ πάλιν ἐκεῖθεν ἑτέρωθι; Ἀλλ’ ὅρα καὶ ἀπὸ τῆς ἐρημίας | |
20 | αὐτὸν πάλιν ἐλαυνόμενον, οὐχ ὑπὸ ἀνθρώπων, ἀλλ’ ὑπὸ τῆς ἀνάγκης τοῦ λιμοῦ. Καὶ ἐγένετο, φησὶ, λιμὸς ἐπὶ τῆς γῆς. Ἀκουέτωσαν οἱ ἁπλῶς καὶ ἀπαραφυλάκτως φθεγγόμενοι, καὶ οἰωνιζόμενοι, καὶ λέγοντες, ὅτι ἐπειδὴ ὁ δεῖνα παρεγένετο, λιμὸς γέγονε, καὶ ἐπειδὴ ὁ δεῖνα | |
25 | ἦλθε τόδε συνέβη. Ἰδοὺ καὶ ἐπὶ τῆς τοῦ δικαίου παρου‐ σίας λιμὸς, καὶ λιμὸς βαρὺς καὶ οὐ θορυβεῖται ὁ δίκαιος, οὐδὲ πάσχει τι ἀνθρώπινον, καὶ τῇ ἑαυτοῦ παρουσίᾳ λογίζεται τοῦ λιμοῦ τὴν αἰτίαν. Ἀλλ’ ἐπειδὴ εἶδε τὴν φύσιν ἐλεγχομένην, καὶ ἐπεκράτησεν ὁ λιμὸς, Κατέβη, | |
30 | φησὶ, εἰς Αἴγυπτον Ἄβραμ παροικῆσαι ἐκεῖ, ὅτι ἐν‐ ίσχυσεν ὁ λιμὸς ἐπὶ τῆς γῆς. δʹ. Σκόπει πῶς μακρότερα τὰ σκάμματα τῷ δικαίῳ ἐγίνετο. ᾨκονόμει γὰρ ὁ Δεσπότης μὴ μόνον τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν, ἀλλὰ καὶ τοῖς κατὰ τὴν Αἴγυπτον | |
35 | διδάσκαλον αὐτὸν γενέσθαι, καὶ τὸ φῶς τῆς οἰκείας ἀρετῆς πᾶσι κατάδηλον ποιῆσαι. Καθάπερ γὰρ φωστῆρά τινα λανθάνοντα καὶ κεκρυμμένον εἰς τὴν Χαλδαίων, ἐκεῖθεν ἀνέστησεν, ἵνα τοὺς ἐν τῷ σκότει τῆς πλάνης καθημένους χειραγωγήσῃ πρὸς τὴν τῆς ἀληθείας ὁδόν. | |
40 | Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ τίνος ἕνεκεν οὐ τοὺς ἐν τῇ Χαλδαίων χώρᾳ παρεσκεύασε δι’ αὐτοῦ πρὸς τὴν εὐσέβειαν ἀναχθῆναι; Εἰκὸς μέν ἐστι καὶ τῆς ἐκείνων σωτηρίας δι’ ἑτέρων γενέσθαι τὴν πρόνοιαν· ὅμως δὲ ἄκουσον τοῦ Χριστοῦ λέγοντος, Οὐκ ἔστι προφήτης ἄτιμος, εἰ μὴ | |
45 | ἐν τῇ ἰδίᾳ πατρίδι. Ἵνα οὖν τὴν ἐπαγγελίαν εἰς ἔργον ἀγάγῃ τὴν αὑτοῦ, ἣν ἐποιήσατο λέγων, Καὶ μεγαλυνῶ τὸ ὄνομά σου, διὰ τοῦτο καὶ τὸν λιμὸν συγχωρεῖ γενέσθαι, καὶ διὰ τούτου ἀνάγκην εἰς τὴν Αἴγυπτον αὐ‐ τὸν ἀφικέσθαι, ἵνα μάθωσι καὶ οἱ αὐτόθι, ὅση τοῦ ἀνδρός | |
53.297(50) | ἐστιν ἡ ἀρετή. Καθάπερ γάρ τις δήμιος δεσμὰ περι‐ βαλὼν, οὕτως αὐτοὺς ὁ λιμὸς ἀπὸ τῆς ἐρημίας ἀναστήσας ἐπὶ τὴν Αἴγυπτον εἷλκεν. Ἀλλ’ ἴδωμεν λοιπὸν τὰ ἐντεῦθεν, καὶ ὅσῃ περιστάσει ὁ δίκαιος περιπέπτωκεν, ἵνα καὶ αὐτοῦ τὴν ἀνδρείαν μάθωμεν, καὶ τῆς γυναικὸς | |
55 | τὴν φιλόσοφον γνώμην. Ἐπειδὴ γὰρ πολὺ τῆς ὁδοῦ προ‐ ῆλθον, καὶ γεγόνασι λοιπὸν πλησίον τῆς Αἰγύπτου, ἐναγώνιος γέγονεν ὁ δίκαιος, καὶ περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς ζωῆς δεδοικὼς καὶ τρέμων διαλέγεται τῇ γυναικί. Ἐγένετο γὰρ, φησὶ ἡνίκα ἤγγισεν Ἄβραμ εἰσελθεῖν | |
60 | εἰς Αἴγυπτον, εἶπε Σάρᾳ τῇ γυναικὶ αὐτοῦ· Γινώσκω | |
ἐγὼ ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὅταν ἴδωσί | Column end | |
53.298 | σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Εἶδες ἐκ τῶν | |
5 | ῥημάτων εἰς ὅσον ἀγῶνα καὶ δειλίαν ὁ δίκαιος κατέστη· καὶ οὐδαμοῦ τὸν λογισμὸν ἐταράττετο, οὐδὲ ἐθορυβεῖτο τὴν γνώμην, οὐδὲ ἐνενόει καὶ ἔλεγε· Τί τοῦτο; ἆρα ἐγκατελείφθημεν; ἆρα ἠπατήθημεν; ἆρα μὴ ἐρήμους ἡμᾶς κατέλιπε τῆς αὑτοῦ προνοίας ὁ Δεσπότης; ὁ εἰπὼν, | |
10 | Μεγαλυνῶ σε, καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην, οὕτως ἡμᾶς ἀφίησι νῦν περὶ τῶν ἐσχάτων αὐ‐ τῶν δεδοικέναι, καὶ εἰς προφανῆ κίνδυνον ἐμπεσεῖν; Οὐδὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν ὁ δίκαιος κατεδέξατο, ἀλλ’ ἑνὸς νῦν ἐγίνετο μόνου, ὅπως δυνηθῇ σοφισάμενός | |
15 | τινα μηχανὴν, καὶ τοῦ λιμοῦ παραμυθίαν εὑρεῖν, καὶ τῶν Αἰγυπτίων τὰς χεῖρας διαφυγεῖν. Γινώσκω, φησὶν, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ὅρα πόση τῆς γυναικὸς ἦν ἡ εὐμορφία, ὅτι καὶ εἰς γῆρας αὐτῶν ἐλασάντων λοιπὸν, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν ἔτι ἔμενεν ἀκμάζουσα, | |
20 | τοῦ κάλλους τὴν ὥραν ἐπὶ τῆς ὄψεως φέρουσα, καὶ ταῦτα μετὰ τὴν τοσαύτην ταλαιπωρίαν καὶ κακουχίαν, ἣν κατὰ τὰς ὁδοὺς ὑπέμενεν ἀπὸ τόπων εἰς τόπους μετανισταμένη, καὶ ἀπὸ μὲν τῆς Χαλδαίων χώρας εἰς τὴν Χαῤῥὰν μετ‐ ανισταμένη, κἀκεῖθεν εἰς τὴν Χαναὰν, καὶ πάλιν ἐν‐ | |
25 | τεῦθεν ἐκεῖ ἐν τῇ Χαναναίᾳ, κἀκεῖθεν ὧδε, καὶ νῦν πάλιν εἰς τὴν Αἴγυπτον. Τίνα οὖν οὐκ ἂν καὶ τῶν σφριγώντων ἀνδρῶν αἱ οὕτω συνεχεῖς ἀποδημίαι κατειργάσαντο; Ἀλλ’ ἡ θαυμασία αὕτη, καὶ μετὰ τὴν τοσαύτην ταλαι‐ πωρίαν ἔτι λάμπουσα τῷ τῆς ὄψεως κάλλει, πολὺ καὶ | |
30 | σφοδρὸν τὸ δέος ἐνεποίει τῷ δικαίῳ· διὸ καὶ ἔλεγε· Γινώσκω ἐγὼ, ὅτι γυνὴ εὐπρόσωπος εἶ. Ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιή‐ σονται. Σκόπει πῶς ἐθάῤῥει τῷ τρόπῳ τῆς γυναικὸς, | |
35 | καὶ οὐκ ἔδεισε μή ποτε τοῖς ἐπαίνοις χαυνωθῇ, ἀλλὰ καὶ τοιαύτην εἰσάγει τὴν συμβουλὴν λέγων· Ἵνα μὴ ἐμὲ μὲν ἀποκτείνωσι, σὲ δὲ περιποιήσωνται, Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Ἐπειδὴ οὐ τὸ τυχὸν | |
40 | ἦν ὅπερ ἐπέταττε, διὰ τοῦτο διὰ τῶν ἐπαγομένων ῥημά‐ των ἐφελκύσασθαι αὐτὴν ἠβουλήθη, ὥστε καὶ εἰς οἶκτον αὐτὴν ἐπικάμψαι, καὶ πεῖσαι μετὰ προθυμίας ὑποκρίνα‐ σθαι τὸ δρᾶμα. Ἔσται οὖν, φησὶν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ αὕτη· καὶ | |
45 | ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Οὐκ εἶπε, Σὲ καθυβρίσουσι· τέως οὐ βούλεται αὐτὴν καταπλῆξαι διὰ τῶν ῥημάτων, ἄλλως τε καὶ δέδοικεν ὑπὲρ τῆς ἐπαγ‐ γελίας τοῦ Θεοῦ. Διὰ τοῦτό φησι, Σὲ δὲ περιποιήσον‐ ται. Εἰπὲ οὖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι. Ἐννόει μοι ἐν | |
53.298(50) | οἵᾳ καταστάσει τυγχάνειν εἰκὸς ἦν τοῦ δικαίου τὴν διάνοιαν, ἡνίκα ταῦτα συνεβούλευε τῇ γυναικί. Ἴστε γὰρ, ἴστε πῶς οὐδὲν τούτου βαρύτερόν ἐστι τοῖς ἀνδράσιν, εἰς τὸ κἂν εἰς ὑποψίαν τοιαύτην τὴν γαμετὴν ἐλθεῖν. Ὁ μέντοι δίκαιος καὶ σπουδάζει καὶ πάντα ποιεῖ, | |
55 | ὥστε εἰς ἔργον τὴν μοιχείαν ἐκβῆναι. Ἀλλὰ μὴ ἁπλῶς, ἀγαπητὲ, καταψηφίσῃ τοῦ δικαίου, ἀλλὰ καὶ ἐκ τούτου μάλιστα κατάμαθε αὐτοῦ καὶ τὴν σύνεσιν τὴν πολλὴν καὶ τὴν ἀνδρείαν· τὴν ἀνδρείαν μὲν, ὅτι οὕτω γενναίως ἀντεῖχε καὶ περιεγένετο τῆς τῶν λογισμῶν ταραχῆς, ὡς | |
60 | καὶ τοιαῦτα συμβουλεῦσαι. Ὅτι γὰρ οὐδέν ἐστι τούτου ἀφορητότερον, ἄκουε τοῦ Σολομῶντος λέγοντος· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐδὲ ἀνταλλάξεται πολλῶν δώρων τὴν ἔχθραν· καὶ πάλιν· Σκληρὸς ὡς ᾅδης ζῆλος. | |
65 | εʹ. Ὁρῶμεν δὲ πολλοὺς, ὅτι εἰς τοσαύτην μανίαν ἐξηκον‐ τίσθησαν, ὡς μηδὲ αὐτῶν φείσασθαι τῶν γυναικῶν, ἀλλὰ | |
καὶ αὐτὸν τὸν μοιχὸν πολλάκις συγκατέσφαξαν καὶ ἑαυ‐ | ||
53.299 | τούς. Τοσαύτη τοῦ πράγματός ἐστιν ἡ μανία, καὶ οὕτως ἀκάθεκτός ἐστιν ὁ ζῆλος, ὡς παρασκευάζειν καὶ τῆς οἰ‐ κείας σωτηρίας ὑπεριδεῖν τὸν ἅπαξ ἁλόντα τῷ πάθει. Καὶ τὴν μὲν ἀνδρείαν ἐκεῖθεν ἔστι καταμαθεῖν τοῦ δικαίου· | |
5 | τὴν δὲ σύνεσιν αὐτοῦ τὴν πολλὴν, ὅτι ἐν ἀμηχανίᾳ τοσ‐ αύτῃ, καὶ ὥσπερ ἐν δικτύοις ἀποληφθεὶς ἴσχυσε ταύτην εὑρεῖν τὴν ὁδὸν, δι’ ἧς ἔλαττον ἂν γένοιτο τὸ κακόν. Εἰ μὲν γὰρ εἶπεν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μὴ ὑπεκρίνατο τὸ δρᾶμα, καὶ τῷ τῆς ἀδελφῆς ὀνόματι ἐχρήσατο, καὶ αὐτὴ | |
10 | ἂν ἀφῃρέθη τοῦ δικαίου, τοῦ κάλλους τῆς εὐμορφίας ἐπισπωμένου τῶν Αἰγυπτίων τὴν ἀκόλαστον γνώμην, καὶ ὁ δίκαιος ἂν ἐσφάγη, ὥστε μὴ εἶναι τὸν ἔλεγχον τῆς παρανομίας. Ἵνα οὖν, τῶν δύο τούτων χαλεπῶν μελλόν‐ των πάντως ἐκβαίνειν διὰ τὴν ἀκρασίαν τῶν ἀνδρῶν, | |
15 | καὶ τοῦ βασιλέως τὴν τυραννίδα, δυνηθῶσιν ἐν ἀπορίᾳ πολλῇ μικράν τινα παραμυθίαν εὑρεῖν, φησίν· Εἰπὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι· τοῦτο γὰρ ἐμὲ ἴσως ἐλευθερώσει τῶν κινδύνων. Τὸ γὰρ σὸν, κἄν τε ἀδελφὴν εἴπῃς σαυτὴν, κἄν τε γυναῖκα, οὐδεὶς ἀντερεῖ ὅτι πάντως ἐκβήσεται, | |
20 | καὶ ἐπιδραμοῦσι τῇ ἀφαιρέσει διὰ τὴν τῆς σαρκὸς εὐμορ‐ φίαν· ἐμὲ δὲ εἰκὸς διαφυγεῖν τὴν ἐπιβουλὴν, εἰ τῷ τῆς ἀδελφῆς ὀνόματι χρήσαιο. Εἶδες σύνεσιν τοῦ δικαίου, πῶς ἀποληφθεὶς ὁδόν τινα ἴσχυσεν εὑρεῖν, δι’ ἧς ἐβου‐ λεύετο, πῶς ἂν δυνηθείη τῆς τῶν Αἰγυπτίων ἐπιβουλῆς | |
25 | ἀνώτερος γενέσθαι; Πάλιν ἀναλογίζου μοι κἀνταῦθα καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τῆς γυναικὸς τὸ φιλάγα‐ θον· τοῦ μὲν δικαίου, ὅτι οὐκ ἀπεδυσπέτησε καὶ εἶπε· Τίνος δὲ ἕνεκεν ταύτην ἐπάγομαι, αἰτίαν μοι γινομένην τοσούτου κλυδωνίου; τί γάρ μοι τὸ ὄφελος ἀπὸ τῆς | |
30 | συνουσίας, ὅταν μέλλω δι’ αὐτὴν περὶ τῶν ἐσχάτων κινδυνεύειν; τί τὸ κέρδος, ὅταν μὴ μόνον μηδεμίαν μοι εἰσάγῃ παραμυθίαν, ἀλλὰ καὶ αὐτὸν τὸν θάνατόν μοι τίκτῃ διὰ τῆς οἰκείας εὐμορφίας; Οὐδὲν τούτων οὔτε εἶπεν οὔτε ἐνενόησεν, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν | |
35 | ἀπωσάμενος, καὶ οὔτε πρὸς τὴν ἐπαγγελίαν τοῦ Θεοῦ διστάσας, ἑνὸς μόνου δὴ ἐγίνετο, τοῦ πῶς δυνηθῇ δια‐ φυγεῖν τὸν προορώμενον κίνδυνον. Ἐννόει μοι γὰρ ἐνταῦθα, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακρο‐ θυμίαν, πῶς οὐδαμοῦ ἐφίσταται οὐδὲ παραμυθεῖται τὸν | |
40 | δίκαιον, ἀλλὰ ἀναμένει κορυφωθῆναι τὰ δεινὰ καὶ αὐξη‐ θῆναι, καὶ εἰς ἀπόγνωσιν ἐλθεῖν, καὶ τότε τὴν οἰκείαν πρόνοιαν ἐπιδείκνυται. Εἰπὲ οὖν, φησὶν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ὅπως ἂν εὖ μοι γένηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Οὐχ ὡς μελλούσης | |
45 | τῆς αὐτοῦ ψυχῆς ἀποθνήσκειν, ταῦτα εἴρηκεν ὁ δίκαιος (Μὴ φοβηθῆτε γὰρ, φησὶν, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι), ἀλλ’ ἁπλῶς κατὰ τὴν συνήθειαν ἐφθέγξατο τοῦτο πρὸς τὴν γυναῖκα. Ὅπως ἂν εὖ μοι, φησὶ, γένηται διὰ σὲ, | |
53.299(50) | καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ· μονονουχὶ λέγων πρὸς αὐτήν· Εἰπὲ, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα μὴ διὰ τὸν λιμὸν φυγόντα τὴν Χαναναίαν ἔργον με ποιήσῃς γε‐ νέσθαι τῶν Αἰγυπτιακῶν χειρῶν. Γενοῦ μοι οὖν τῆς σω‐ τηρίας αἰτία, Ὅπως ἂν εὖ μοι γένηται διὰ σέ. | |
55 | Ἐλεεινὰ τὰ ῥήματα· πολὺς ἦν ὁ φόβος διά τε τὴν μανίαν τὴν Αἰγυπτιακὴν, καὶ ὅτι οὔπω ἦν καταλυ‐ θεῖσα τοῦ θανάτου ἡ τυραννίς· διὰ τοῦτο καὶ τῇ μοι‐ χείᾳ τῆς γυναικὸς αἱρεῖται κοινωνῆσαι ὁ δίκαιος, καὶ μονονουχὶ ὑπηρετήσασθαι τῷ μοιχῷ εἰς τὴν τῆς γυ‐ | |
60 | ναικὸς ὕβριν, ἵνα τὸν θάνατον διαφύγῃ. Ἔτι γὰρ φο‐ βερὸν ἦν αὐτοῦ τὸ πρόσωπον· οὐδέπω ἦσαν αἱ χαλκαῖ πύλαι κλασθεῖσαι· οὐδέπω ἦν τὸ κέντρον αὐτοῦ ἀμβλυν‐ | |
θέν. Εἶδες σύνδεσμον ἀγάπης ἀνδρὸς καὶ γυναικός; εἶδες | Column end | |
53.300 | καὶ ἄνδρα, οἷα ἐθάῤῥησεν ὑποθέσθαι τῇ γυναικὶ, καὶ γυ‐ ναῖκα οἵαν δέχεται τὴν συμβουλήν; Οὐκ ἀνανεύει οὐδὲ δυσχεραίνει, ἀλλὰ πάντα ποιεῖ, ὥστε τὸ δρᾶμα λαθεῖν. Ἀκουέτωσαν ἄνδρες καὶ γυναῖκες, καὶ μιμείσθωσαν τού‐ | |
5 | των τὴν ὁμόνοιαν, τῆς ἀγάπης τὸν σύνδεσμον, τῆς εὐσε‐ βείας τὴν ἐπίτασιν, καὶ ζηλούτωσαν τῆς Σάρας τὴν σω‐ φροσύνην. Ὅτι καὶ ἐν γήρᾳ οὕτω κάλλει διαλάμπουσα μέχρι τότε διέμεινεν ἁμιλλωμένη ταῖς τοῦ δικαίου ἀρε‐ ταῖς· δι’ ὃ καὶ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ | |
10 | προνοίας, καὶ τῆς ἄνωθεν ἀμοιβῆς. Μηδεὶς τοίνυν αἰ‐ τιάσθω τοῦ κάλλους τὴν εὐμορφίαν, μηδὲ λεγέτω ἐκεῖνα τὰ ἀνόνητα ῥήματα, ὅτι τὴν δεῖνα τὸ κάλλος ἀπώλεσε· καὶ τῇ δεῖνι τὸ κάλλος γέγονεν ὀλέθρου αἴτιον. Οὐ τὸ κάλλος αἴτιον· μὴ γένοιτο· ἔργον γάρ ἐστι καὶ τοῦτο | |
15 | τοῦ Θεοῦ· ἀλλ’ ἡ προαίρεσις ἡ διεφθαρμένη αἰτία πάν‐ των τῶν κακῶν ἐστιν. Εἶδες τὴν θαυμασίαν ταύτην γυ‐ ναῖκα ἑκατέρωθεν διαλάμπουσαν, καὶ ἀπὸ τοῦ τῆς ψυ‐ χῆς κάλλους καὶ ἀπὸ τοῦ τῆς ὄψεως, καὶ κατ’ ἴχνος τοῦ δικαίου πορευομένην; Ταύτην μιμείσθωσαν αἱ γυναῖ‐ | |
20 | κες. Ἰδοὺ γὰρ καὶ ὥρας εὐμορφία, καὶ στείρωσις, καὶ χρόνος τοσοῦτος, καὶ περιουσία πολλὴ, καὶ μετανάστασις τοσαύτη, καὶ ἀποδημία, καὶ πειρασμοὶ συνεχεῖς καὶ ἐπάλληλοι· καὶ οὐδὲν τούτων αὐτῆς τὸν λογισμὸν παρ‐ εσάλευσεν, ἀλλ’ ἔμενεν ἀπερίτρεπτος. Διά τοι τοῦτο καὶ | |
25 | τῆς ὑπομονῆς ἀξίαν τὴν ἀμοιβὴν ἐκομίσατο, ἐν ἐσχάτῳ γήρᾳ ἀπὸ μήτρας πεπηρωμένης καὶ νηδύος νενεκρω‐ μένης τεκεῖν δυνηθεῖσα. Ὅπως ἂν, φησὶν, εὖ μοι γέ‐ νηται διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ, Οὐδὲν, φησὶν, ἕτερον ὑπολέλειπταί μοι εἰς σωτη‐ | |
30 | ρίαν, ἢ τὸ σὲ βουληθῆναι εἰπεῖν, ὅτι Ἀδελφὴ αὐτοῦ εἰμι. Ἴσως γὰρ διαφεύξομαι τὸν προσδοκώμενον κίνδυ‐ νον, καὶ διὰ σὲ λοιπὸν ζήσομαι, καὶ σοὶ τὴν μετὰ ταῦτα ζωὴν ἐπιγράψομαι. Ἱκανὰ τὰ ῥήματα ἐφελκύσασθαι τὴν γυναῖκα καὶ εἰς συμπάθειαν ἀγαγεῖν. | |
35 | ϛʹ. Τοῦτο ἀληθῶς συνοικέσιον, τὸ μὴ μόνον ἐν ἀνέσει, ἀλλὰ καὶ ἐν τοῖς κινδύνοις ἑαυτοῖς συμπεριφέρεσθαι· τοῦτο ἀγάπης γνησίας τεκμήριον, τοῦτο φιλίας ἀκρι‐ βεστάτης γνώρισμα. Οὐχ οὕτω διάδημα ἐπὶ τῆς κε‐ φαλῆς κείμενον λαμπρὸν δείκνυσι τὸν βασιλέα, ὡς τὴν | |
40 | μακαρίαν ταύτην περιφανῆ καὶ λαμπρὰν ἀπέδειξεν ἡ ὑπακοὴ αὕτη, ἣν περὶ τὴν συμβουλὴν τοῦ δικαίου ἐπ‐ εδείξατο. Τίνα οὖν τὸ ταύτης καταπειθὲς λογιζόμενον οὐκ ἐκστήσει; τίς γὰρ ἂν κατ’ ἀξίαν ταύτην ἐπαινέ‐ σειεν, ἥτις μετὰ τοσαύτην σωφροσύνην, καὶ ἐν ἡλικίᾳ | |
45 | τοιαύτῃ ὑπὲρ τοῦ τὸν δίκαιον διασῶσαι, ὅσον εἰς τὴν οἰκείαν γνώμην, καὶ εἰς μοιχείαν ἑαυτὴν ἐξέδωκεν, καὶ συνουσίας ἠνέσχετο βαρβαρικῆς; Ἀλλὰ μικρὸν ἀνάμει‐ νον, καὶ ὄψει τοῦ Θεοῦ τὴν εὐμήχανον πρόνοιαν. Διὰ γὰρ τοῦτο τὴν πολλὴν ταύτην ἐπεδείξατο μακροθυμίαν, | |
53.300(50) | ἵνα καὶ τὸν δίκαιον περιφανέστερον ἐργάσηται, καὶ διὰ τῶν ἐκεῖ γινομένων μὴ μόνον οἱ κατὰ τὴν Αἴγυπτον, ἀλλὰ καὶ οἱ κατὰ Παλαιστίνην παιδευθῶσιν, ὅσης εὐ‐ νοίας ἀπολαύει ὁ πατριάρχης παρὰ τοῦ πάντων Δεσπό‐ του. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα εἰσῆλθεν Ἄβραμ | |
55 | εἰς Αἴγυπτον, ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυναῖκα, ὅτι καλὴ ἦν σφόδρα· καὶ εἶδον αὐτὴν οἱ ἄρχοντες Φαραὼ, καὶ ἐπῄνεσαν αὐτὴν πρὸς Φαραὼ, καὶ εἰσ‐ ήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραὼ, καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι’ αὐτήν. Καὶ ἐγένετο αὐτῷ πρόβατα, | |
60 | καὶ μόσχοι, καὶ ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ ἡμίονοι, καὶ κάμηλοι. Ὅρα πῶς ἅπερ προλαβὼν | |
ὑπείδετο ὁ δίκαιος, ταῦτα εἰς ἔργον ἐξέβη. Ὡς γὰρ εἰσ‐ | ||
53.301 | ῆλθεν εἰς Αἴγυπτον, Ἰδόντες οἱ Αἰγύπτιοι τὴν γυ‐ ναῖκα, ὅτι καλὴ ἦν σφόδρα· οὐχ ἁπλῶς καλὴ, ἀλλὰ μεθ’ ὑπερβολῆς ἅπαντας ἐπισπωμένη τοὺς ὁρῶντας. Καὶ ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραὼ, ἐπῄνεσαν | |
5 | αὐτὴν ἔμπροσθεν Φαραώ. Μὴ ἁπλῶς παραδράμῃς, ἀγαπητὲ, τὸ εἰρημένον, ἀλλὰ θαύμασον πῶς οὐδεὶς τῶν Αἰγυπτίων ἐνεχείρισε τὴν γυναῖκα ὡς ξένην, καὶ ἀπὸ γῆς ἀλλοτρίας ἐπιδημήσασαν, οὐδὲ κατεφρόνησαν τοῦ ἀνδρὸς, ἀλλ’ εἰσελθόντες τῷ βασιλεῖ κατάδηλον πεποιή‐ | |
10 | κασι. Τοῦτο δὲ ἐγίνετο, ἵνα φανερώτερον τὸ πρᾶγμα γένηται, καὶ μὴ εἰς τὸν τυχόντα, ἀλλ’ εἰς αὐτὸν τὸν βασιλεύοντα τῆς ἐκδικήσεως γινομένης, πανταχοῦ δια‐ δοθῇ[ναι] τὸ γεγονός. Καὶ εἰσήγαγον αὐτὴν πρὸς Φα‐ ραώ. Εὐθέως ἀφῃρέθη τῆς γυναικὸς ὁ δίκαιος, καὶ εἰσ‐ | |
15 | άγεται πρὸς τὸν Φαραὼ αὕτη. Σκόπει πόση τοῦ Θεοῦ ἡ μακροθυμία· πῶς οὐκ ἐξ ἀρχῆς, οὐδὲ ἐκ προοιμίων τὴν ἰδίαν ἐπιδείκνυται πρόνοιαν, ἀλλὰ ἀφίησι πάντα γενέ‐ σθαι, καὶ εἰς αὐτὸν σχεδὸν τὸν φάρυγγα τοῦ θηρίου ἐμπεσεῖν τὴν γυναῖκα, καὶ τότε τὴν ἑαυτοῦ δύ‐ | |
20 | ναμιν πᾶσι ποιεῖ κατάδηλον. Καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. Ἐν οἵᾳ καταστάσει ἦν κατὰ τὸν καιρὸν ἐκεῖνον τῆς γυναικὸς ἡ διάνοια; πῶς αὐτῆς ὁ λογισμὸς διεταράττετο; πῶς ἐκορυφοῦντο τὰ κύματα; πῶς ναυάγιον οὐχ ὑπέμενεν, ἀλλ’ ἔμενε καθάπερ πέτρα | |
25 | τις ἀκίνητος, πρὸς τὴν ἄνωθεν ῥοπὴν ἀποβλέπουσα; Τί δὲ λέγω τὴν γυναῖκα; Τὸν δίκαιον ὁποίαν εἰκὸς ἔχειν ψυχὴν, ἐκείνης εἰς τὸν οἶκον Φαραὼ εἰσαγομένης; Καὶ τῷ Ἄβραμ εὖ ἐχρήσαντο δι’ αὐτὴν, ὡς ἀδελφῷ δηλον‐ ότι. Καὶ ἐγένοντο αὐτῷ πρόβατα, καὶ μόσχοι, καὶ | |
30 | ὄνοι, καὶ παῖδες, καὶ παιδίσκαι, καὶ κάμηλοι, καὶ ἡμίονοι. Ταῦτα δὲ αὐτὰ, ἃ τρυφῆς ἕνεκεν καὶ θερα‐ πείας ἐδίδοτο, πόσην οὐκ ἀνῆπτεν ἐν αὐτῷ τὴν πυράν; πῶς δὲ αὐτοῦ οὐ κατέφλεγε τὴν διάνοιαν, καὶ ἀνεπίμ‐ πρα τὸν λογισμὸν, ἐννοοῦντι τῶν δώρων τὴν ὑπόθεσιν; | |
35 | Εἶδες πρὸς αὐτὸ τὸ τέλος σχεδὸν ἥκοντα τὰ δεινά; εἶδες πῶς οὐδεμία λοιπὸν κατὰ ἀνθρωπίνην ἀκολουθίαν ἐλπὶς διορθώσεως ὑπελείπετο; εἶδες πῶς ἀπέγνωστο τὰ πρά‐ γματα κατὰ ἀνθρωπίνην ὑπόληψιν; εἶδες πῶς εἰς αὐτὸν τὸν λαιμὸν τοῦ θηρίου ἐνέπεσεν ἡ γυνή; Ὅρα λοιπὸν | |
40 | ἐνταῦθα τὴν ἀπόῤῥητον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ ἐκπλάγηθι τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. Καὶ ἤτασε, φησὶν, ὁ Θεὸς τὸν Φαραὼ ἐτασμοῖς μεγάλοις καὶ πονηροῖς, καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Τί ἐστιν, Ἤτασε; Δίκην, φησὶν, | |
45 | ἀπῄτησε τοῦ τολμήματος καὶ τῆς ἐπιχειρήσεως τῆς μοχθηρᾶς. Ἐτασμοῖς μεγάλοις· οὐχ ἁπλῶς ἤτασε τὸν βασιλέα, ἀλλ’ Ἐτασμοῖς μεγάλοις. Ἐπειδὴ καὶ τὸ τόλ‐ μημα οὐ τὸ τυχὸν ἦν, ἀλλὰ καὶ σφόδρα μέγα, διὰ τοῦτο καὶ ἡ τιμωρία μεγάλη. Καὶ τὸν οἶκον αὐτοῦ, φησίν· | |
53.301(50) | οὐκ αὐτὸν μόνον, ἀλλὰ Καὶ τὸν οἶκον αὐτοῦ. Καὶ τίνος ἕνεκεν τοῦ βασιλέως ἁμαρτήσαντος μόνου, καὶ οἱ τοῦ οἴκου πάντες τῆς τιμωρίας μετέχουσιν; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο γίνεται, ἀλλ’ ἵνα καὶ διὰ τούτου καθίκηται τῆς τοῦ βασιλέως μανίας. Ἐδεῖτο γὰρ σφοδροτέρας τῆς | |
55 | πληγῆς, ὥστε καταπλαγέντα ἀποστῆναι τοῦ μύσους. Καὶ ποῦ, φασὶ, τοῦτο δίκαιον, δι’ ἐκεῖνον καὶ τούτους τιμωρεῖσθαι; οὐ δι’ ἐκεῖνον μόνον τὴν τιμωρίαν ὑπέμε‐ νον, ἀλλ’ εἰκὸς ἦν καὶ αὐτοὺς συμπρᾶξαι καὶ συνεργῆσαι τῇ μελλούσῃ γίνεσθαι παρανομίᾳ. Ἤκουσας γὰρ ἀνω‐ | |
60 | τέρω τῆς Γραφῆς λεγούσης, ὅτι Ἰδόντες αὐτὴν οἱ ἄρχοντες Φαραὼ ἐπῄνεσαν, καὶ εἰσήγαγον αὐτὴν εἰς τὸν οἶκον Φαραώ. Εἶδες αὐτοὺς προαγωγῶν ἔργον | |
πεποιηκότας τῇ πρὸς τὸν βασιλέα χάριτι εἰς τὴν τοῦ | Column end | |
53.302 | δικαίου γυναῖκα. Διά τοι τοῦτο οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ οἱ προσήκοντες αὐτῷ πάντες τῆς τιμωρίας συμμε‐ τέχουσιν, ἵνα μάθωσιν ὅτι οὐκ εἰς ξένον ἁπλῶς τὴν παροινίαν ἐπεδείξαντο, οὐδὲ εἰς τὸν τυχόντα ἄνθρωπον, | |
5 | ἀλλ’ εἰς ἄνδρα τὸν τῷ Θεῷ περισπούδαστον, καὶ τοσ‐ αύτης παρ’ αὐτοῦ φροντίδος ἀξιούμενον. Διὰ τοῦτο οὖν τῇ πολλῇ σφοδρότητι τῆς τιμωρίας κατέσεισεν αὐτοῦ τὴν διάνοιαν, ἀπέστησεν αὐτὸν τῆς μιαρᾶς τόλ‐ μης, ἀνεχαίτισεν αὐτὸν τῆς ὁρμῆς τῆς ἀλογίστου, | |
10 | ἐπέσχεν αὐτοῦ τὴν ἀκόλαστον γνώμην, ἐπέδησεν αὐτοῦ τὴν ἐπιθυμίαν τὴν ἀκάθεκτον, τοῦ θυμοῦ τὴν μανίαν ἐχαλίνωσε. ζʹ. Διὰ τοῦτο λοιπὸν ὅρα αὐτὸν, μεθ’ ὅσης ἐπιεικείας διαλέγεται ὁ βασιλεὺς, ὁ τύραννος τῷ ξένῳ, τῷ | |
15 | καθάπερ ἀλήτῃ περιιόντι, οὗ καὶ τὴν γυναῖκα ἀφελέ‐ σθαι ἐτόλμησε. Καὶ καλῶς εἶπεν, ὅτι Ἤτασε τὸν Φα‐ ραὼ καὶ τὸν οἶκον αὐτοῦ περὶ Σάρας τῆς γυναικὸς Ἄβραμ. Αἴσθησιν ἅμα τῇ τιμωρίᾳ λαμβάνει, ὅτι γυνὴ ἦν τοῦ δικαίου. Καὶ γὰρ καὶ εἰς τὸν οἶκον εἰσενεχθεῖσα | |
20 | τοῦ Φαραὼ, ἔμενε γυνὴ τοῦ δικαίου τυγχάνουσα. Κα‐ λέσας δὲ, φησὶ, Φαραὼ τὸν Ἄβραμ, εἶπεν αὐτῷ· Τί τοῦτο ἐποίησάς μοι; Ὅρα τὰ ῥήματα, οἷα ὁ βασι‐ λεὺς προΐεται. Τί τοῦτο ἐποίησάς μοι; φησίν. Ἐγώ σοι ἐποίησα, ὁ ξένος, ὁ μηδενὶ γνώριμος, ὁ διὰ λιμὸν πα‐ | |
25 | ραγενόμενος, τῷ βασιλεῖ, τῷ τυράννῳ, τῷ κρατοῦντι τῆς Αἰγύπτου; Τί ἐποίησά σοι; Σὺ ἀφείλω μου τὴν γυναῖκα· καθάπερ ξένου ὑπερεῖδες, κατεφρόνησας, οὐ‐ δένα λόγον ἐποιήσω· ὅλως τῆς ἀκολάστου ἐπιθυμίας γέγονας, καὶ ἐβουλήθης εἰς ἔργον ἀγαγεῖν τά σοι δό‐ | |
30 | ξαντα. Τί οὖν ἐποίησά σοι; Μεγάλα μοι, φησὶν, ἐποίη‐ σας, καὶ δεινὰ εἰς ἐμὲ διεπράξω. Ὅρα πόση τῶν πραγμάτων ἡ μεταβολή· ὁ βασιλεὺς τῷ ἰδιώτῃ λέγει, Τί ἐποίησάς μοι; τὸν Θεόν μοι, φησὶν, ἐξεπολέμωσας, παρ’ αὐτοῦ ὀργήν μοι ἐπήγαγες, τῇ τιμωρίᾳ ὑπεύθυνόν | |
35 | με κατέστησας, δίκην παρεσκεύασάς με δοῦναι μετὰ τοῦ οἴκου μου παντὸς τῶν εἰς σὲ τολμηθέντων. Τί τοῦτο ἐποίησάς μοι, ὅτι οὐκ ἀνήγγειλάς μοι, ὅτι γυνή σου ἐστί; Καὶ ἵνα τί εἶπας, ὅτι Ἀδελφή μου ἐστί; καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα. Ἐγὼ, φησὶν, ὡς | |
40 | ἀδελφήν σου ἐβουλόμην ἀγαγέσθαι. Καὶ πόθεν ἔμαθες ὅτι γυνή ἐστι τοῦ δικαίου; Ὁ τῆς παρανομίας ταύτης ἔκδικος, ἐκεῖνός μοι τοῦτο γνώριμον ἐποίησε. Τί οὖν ἐποίησάς μοι τοῦτο, καὶ οὐκ ἀπήγγειλάς μοι, ὅτι γυνή σου ἐστὶ, καὶ ἔλαβον αὐτὴν ἐμαυτῷ γυναῖκα, | |
45 | μέλλων ἐξαμαρτεῖν. Ὡς εἰς ἀδελφὴν σὴν συγγινόμενος τοῦτο ποιεῖν ἐπεχείρησα. Σκόπει πῶς τῆς τιμωρίας ἡ σφοδρότης κατέσεισεν αὐτοῦ τὸν λογισμὸν, ὡς καὶ ἀπο‐ λογεῖσθαι τῷ δικαίῳ, καὶ ἅπασαν περὶ αὐτὸν θεραπείαν ἐπιδείκνυσθαι. Καίτοι εἰ μὴ ἡ τοῦ Θεοῦ ῥοπὴ ἦν ἡ τὴν | |
53.302(50) | διάνοιαν αὐτοῦ μαλάξασα, καὶ εἰς φόβον αὐτὸν κατα‐ στήσασα, ἀκόλουθον ἦν καὶ εἰς πλείονα θυμὸν αὐτὸν ἐξενεχθῆναι, καὶ ὡς ἀπατήσαντα ἀμύνασθαι τὸν δίκαιον, καὶ δίκην εἰσπράξασθαι, καὶ εἰς τὸν περὶ τῶν ἐσχάτων κίνδυνον ἀγαγεῖν. Ἀλλ’ οὐδὲν τούτων ἐποίησεν· ὁ γὰρ | |
55 | τῆς τιμωρίας φόβος κατέστελλεν αὐτοῦ τὴν φλεγμονὴν, καὶ ἑνὸς μόνου ἐγίνετο, τοῦ τὴν περὶ τὸν δίκαιον θερα‐ πείαν ἐπιδείξασθαι. ᾜδει γὰρ λοιπὸν, ὅτι οὐχ οἷόν τε τὸν τυχόντα εἶναι ἄνδρα τὸν τοσαύτης ἀπολαύοντα τῆς ἄνωθεν εὐνοίας. Καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐνώπιόν | |
60 | σου· λαβὼν ἀπότρεχε. Νῦν, φησὶν, ἐπειδὴ ἔγνων ὅτι οὐκ ἀδελφή σού ἐστιν, ἀλλὰ γυνή σου, ἰδοὺ ἔχεις αὐτήν. Οὐδὲν γὰρ ἐλυμηνάμην τῆς συζυγίας τῆς ὑμε‐ τέρας, οὐδὲ ἀπεστέρησά σε τῆς γυναικός σου· ἀλλ’ Ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν αὐτὴν | |
65 | ἀπότρεχε. Ποία διάνοια δυνήσεται πρὸς ἀξίαν θαυμάσαι τὰ γεγενημένα; ἢ ποία γλῶττα ἐξειπεῖν | |
ἰσχύσειε τὸ θαῦμα; Γυνὴ λάμπουσα τῇ ὥρᾳ ἀνδρὶ | ||
53.303 | Αἰγυπτίῳ, καὶ βασιλεῖ, καὶ τυράννῳ, καὶ οὕτω μαι‐ νομένῳ, καὶ ἀκολάστως διακειμένῳ συγκατακλιθεῖσα ἀνέπαφος ἐξῄει, τὴν οἰκείαν σωφροσύνην ἀκέραιον δια‐ τηρήσασα. Τοιαῦτα γὰρ, καθάπερ ἔφθην εἰπὼν, ἀεὶ τὰ | |
5 | παρὰ τοῦ Θεοῦ οἰκονομούμενα, θαυμαστὰ καὶ παράδοξα. Καὶ ὅταν παρὰ τῶν ἀνθρώπων ἀπογνωσθῇ τὰ πράγματα, τότε αὐτὸς δείκνυσιν αὑτοῦ τὴν ἄμαχον ἐν ἅπασι δύνα‐ μιν. Ὥσπερ γὰρ θαυμαστὸν ἦν καὶ παράδοξον, τὸν ἄν‐ δρα τῶν ἐπιθυμιῶν ἰδεῖν ἐν μέσῳ τῶν θηρίων ἐκείνων | |
10 | κυκλούμενον, καὶ μηδὲν πάσχοντα, ἀλλὰ καθάπερ ὑπὸ προβάτων περιστοιχιζόμενον, οὕτως ἀσινῆ ἐκ τοῦ λάκ‐ κου ἀνιόντα, καὶ τοὺς τρεῖς παῖδας ἐν τῇ καμίνῳ, καθάπερ ἐν λειμῶνι καὶ παραδείσῳ διατρίβοντας, καὶ μηδὲν ὑπὸ τοῦ πυρὸς βλαπτομένους, ἀλλὰ καθάπερ ἀν‐ | |
15 | δριάντας οὕτως ἐκεῖθεν ἐξελθόντας· τὸν αὐτὸν δὴ τρόπον θαυμάσαι ἄξιον καὶ τὸ νῦν γεγονὸς, ὅτι ἡ τοῦ δικαίου γυνὴ οὐδεμίαν ὕβριν ὑπομείνασα παρὰ τοῦ βασιλέως τοῦ Αἰγυπτίου, τοῦ τυράννου, τοῦ ἀκολάστου, ἐξῄει σώα. Θεὸς γὰρ ἦν ὁ τὰ πάντα ἐργασάμενος, ὁ καὶ ἐν ἀπόροις | |
20 | πόρον διδοὺς, καὶ τὰ πράγματα ἐξ ἀπεγνωσμένων εἰς ἐλπίδα χρηστὴν ἄγειν ἀεὶ δυνάμενος. Καὶ νῦν ἰδοὺ ἡ γυνή σου ἐναντίον σου· λαβὼν ἀπότρεχε. Μὴ νομί‐ σῃς, φησὶν, ἠδικῆσθαί σε παρ’ ἡμῶν. Εἰ γὰρ καὶ ἐξ ἀγνοίας τὰ τῆς ἐπιχειρήσεως ἡμῖν γέγονεν, ἀλλ’ ἰδοὺ | |
25 | νῦν ἔγνωμεν, οἷον ἔχεις προστάτην· καὶ ἡ ἀγανάκτησις ἡ καθ’ ἡμῶν γενομένη ἐδίδαξεν ἡμᾶς, ὅσης ἀπολαύεις παρὰ τοῦ τῶν ἁπάντων Θεοῦ τῆς εὐνοίας. Λαβὼν οὖν τὴν γυναῖκά σου ἀπότρεχε. Φοβερὸς λοιπὸν ἦν αὐτοῖς ὁ δίκαιος, δι’ ὃ καὶ μετὰ πολλῆς τῆς θεραπείας αὐτὸν | |
30 | προπέμψαι ἐπείγονται, διὰ τῶν εἰς αὐτὸν γινομένων τὸν αὐτοῦ Δεσπότην ἐξευμενιζόμενοι. ηʹ. Εἶδες, ἀγαπητὲ, ὅσον ἐστὶν ὑπομονὴ καὶ καρτερία; Ἐνταῦθά μοι ἀναμιμνήσκου τῶν ῥημάτων ἐκείνων, ὧν, ὅτ’ ἔμελλον πλησιάζειν τῇ Αἰγύπτῳ, ὁ πατριάρχης | |
35 | ἔλεγε· Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἶ· ἔσται οὖν, ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, ἐμὲ ἀποκτενοῦσι, σὲ δὲ περιποιήσονται. Ἐκεῖνα τοίνυν ἐν διανοίᾳ λαβὼν σκόπει τὰ νῦν γινόμενα, καὶ θαύμαζε καὶ τοῦ δικαίου τὴν ὑπομονὴν, καὶ τοῦ φιλανθρώπου Θεοῦ τὴν δύναμιν, | |
40 | μεθ’ ὅσης δόξης ἐπανελθεῖν παρασκευάζει τὸν δίκαιον, τὸν μετὰ τοσούτου φόβου καὶ δέους ἐλθόντα. Καὶ ἐν‐ ετείλατο, φησὶ, Φαραὼ ἀνδράσι περὶ Ἄβραμ, συμπρο‐ πέμψαι αὐτὸν καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ τὸν Λὼτ μετ’ αὐτοῦ. Μετὰ περι‐ | |
45 | φανείας λοιπὸν ἁπάσης ὁ δίκαιος ἐπάνεισι καὶ περιου‐ σίας πολλῆς, καὶ γίνεται οὐ μόνον τῶν ἐν Αἰγύπτῳ διδάσκαλος διὰ τῶν συμβεβηκότων, ἀλλὰ καὶ τοῖς κατὰ τὴν ὁδὸν ἅπασι, καὶ τοῖς εἰς τὴν Παλαιστίνην οἰκοῦσιν. Οἱ γὰρ ἰδόντες αὐτὸν, ἡνίκα κατῄει διὰ τὴν τοῦ λιμοῦ | |
53.303(50) | ἀνάγκην, μετὰ φόβου καὶ τρόμου κατιόντα, καὶ νῦν πάλιν ἐν τοσαύτῃ περιφανείᾳ καὶ περιουσίᾳ καὶ πλούτῳ, ἐμάνθανον τῆς περὶ αὐτὸν τοῦ Θεοῦ προνοίας τὴν δύνα‐ μιν. Τίς εἶδέ ποτε; τίς ἤκουσεν; Ἀπῆλθε λιμοῦ παρα‐ μυθίαν εὕρασθαι· καὶ πλοῦτον περιβαλ[λ]όμενος καὶ δόξαν | |
55 | ἄφατον, οὕτως ἐπανέρχεται. Μὴ ξενισθῇς, ἀγαπητὲ, μηδὲ θαυμάσῃς ἐπὶ τῷ γεγονότι· μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, καὶ δόξαζε τοῦ κοινοῦ πάν‐ των ἡμῶν Δεσπότου τὴν δύναμιν. Καὶ ὅρα καὶ τοὺς τού‐ του ἀπογόνους, κατὰ τὸν αὐτὸν τρόπον κατιόντας μὲν | |
60 | εἰς Αἴγυπτον πάλιν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ, κἀκεῖ‐ θεν πάλιν, μετὰ πολλὴν δουλείαν καὶ ταλαιπωρίαν, μετ’ εὐπορίας ἀνιόντας. Τοιοῦτον γὰρ εὐμήχανος ὁ Δεσπότης ὁ ἡμέτερος. Ὅταν συγχωρήσῃ κορυφωθῆναι τὰ δεινὰ, τότε πάλιν διασκεδάσας τὸν χειμῶνα, γαλήνην ἐργάζεται, | |
65 | καὶ πολλὴν τῶν πραγμάτων τὴν μεταβολὴν, διδάσκων | Column end |
53.304 | ἡμᾶς τῆς αὑτοῦ δυνάμεως τὸ μέγεθος. Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ’ αὐτοῦ, εἰς τὴν ἔρημον. Εὐκαίρως ἄν τις ἁρμόσειε τῷ δικαίῳ τούτῳ ἐκεῖνα τὰ ῥήματα, ἅπερ | |
5 | ὁ μακάριος Δαυῒδ τοῖς ἀπὸ τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας ἐπανελθοῦσιν ἔλεγεν· Οἱ σπείροντες ἐν δάκρυσιν, ἐν ἀγαλλιάσει θεριοῦσι. Πορευόμενοι ἐπορεύοντο, καὶ ἔκλαιον βάλλοντες τὰ σπέρματα αὐτῶν. Ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει, αἴροντες τὰ δράγματα | |
10 | αὑτῶν. Εἶδες κάθοδον ἀγῶνος καὶ δέους πεπληρωμένην, καὶ περὶ αὐτοῦ τοῦ θανάτου τὸν φόβον ἔχουσαν ἐπικεί‐ μενον; Ὅρα πάλιν ἄνοδον περιφανείας πολλῆς γέμουσαν καὶ λαμπρότητος. Πᾶσι γὰρ λοιπὸν αἰδέσιμος ἦν ὁ δίκαιος, καὶ τοῖς ἐν Αἰγύπτῳ, καὶ τοῖς ἐν Παλαιστίνῃ. Τίς γὰρ οὐκ | |
15 | ἂν ᾐδέσθη τὸν οὕτως ὑπὸ τοῦ Θεοῦ φρουρούμενον, καὶ τοσ‐ αύτης ἀξιούμενον προνοίας; Οὐδένα γὰρ ἴσως ἔλαθε τὰ εἰς τὸν βασιλέα γεγονότα, καὶ τὸν οἶκον αὐτοῦ. Πάντα γὰρ διὰ τοῦτο συνεχωρήθη, καὶ διὰ τοῦτο μέχρι τοσούτου προῆλθε τὰ τῶν πειρασμῶν τῷ δικαίῳ, ἵνα καὶ αὐτοῦ ἡ | |
20 | ὑπομονὴ λαμπροτέρα γένηται, καὶ τὰ παρ’ αὐτοῦ εἰς ἅπασαν ἐξενεχθῇ τὴν οἰκουμένην, καὶ μηδεὶς ἀνήκοος γένηται τῆς ἀρετῆς τοῦ δικαίου. θʹ. Εἴδετε, ἀγαπητοὶ, ὅσον τῶν πειρασμῶν τὸ κέρδος; εἴδετε ὅση τῆς ὑπομονῆς ἡ ἀμοιβή; εἴδετε καὶ ἄνδρα, | |
25 | καὶ γυναῖκα, καὶ γέροντα, καὶ προβεβηκυῖαν, ὅσην ἐπεδείξαντο τὴν φιλοσοφίαν, ὅσην τὴν ἀνδρείαν, ὅσην τὴν περὶ ἀλλήλους φιλοστοργίαν, ὅσην τῆς ἀγάπης τὸν σύνδεσμον; Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ μηδέποτε ἀσχάλλωμεν, μηδὲ νομίζωμεν ἐγκαταλεί‐ | |
30 | ψεως εἶναι τοῦ Θεοῦ καὶ τοῦ περιορᾶσθαι τεκμήριον τὴν τῶν πειρασμῶν ἐπαγωγὴν, ἀλλὰ τοῦτο μέγιστον ποιώμεθα μᾶλλον δεῖγμα τῆς περὶ ἡμᾶς τοῦ Θεοῦ κηδε‐ μονίας. Ἄν τε γὰρ ἁμαρτημάτων ἔχωμεν ἐπικείμενα ἡμῖν φορτία, δυνησόμεθα, πολλὴν τὴν ὑπομονὴν καὶ τὴν | |
35 | εὐχαριστίαν ἐπιδειξάμενοι, κουφότερα ταῦτα ἐργάσασθαι· ἄν τε μὴ πολλὰ ἔχωμεν ἁμαρτήματα, πάλιν καὶ οὕτω πλείονος ἀπολαύσομεν τῆς ἄνωθεν εὐνοίας, εἰ εὐχαρίστως ἐνέγκοιμεν. Φιλότιμος γὰρ ὢν ὁ Δεσπότης ὁ ἡμέτερος, καὶ τῆς ἡμετέρας κηδόμενος σωτηρίας, διὰ τοῦτο καθά‐ | |
40 | περ γυμνάσιόν τι καὶ ἀγῶνας προτίθησιν ἡμῖν ἀντὶ σκαμμάτων πολλάκις τὴν τῶν πειρασμῶν ἐπαγωγὴν, ἵνα τὰ παρ’ ἑαυτῶν καὶ ἡμεῖς ἐπιδειξάμενοι, δαψιλοῦς ἀπολαύσωμεν τῆς παρ’ αὐτοῦ προνοίας. Ὅπερ εἰδότες μὴ ναρκῶμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν | |
45 | ἐν ταῖς θλίψεσιν, ἀλλὰ καὶ χαίρωμεν, κατὰ τὸν μακάριον Παῦλον· Νῦν γὰρ, φησὶ, χαίρω ἐν ταῖς θλίψεσί μου. Εἶδες ψυχὴν εὐγνώμονα; Εἰ γὰρ ἐν ταῖς θλίψεσιν ἔχαιρε, πότε ἠδύνατο οὕτως ἐν λύπῃ γενέσθαι; Εἰ τὰ ἐπὶ τῶν ἄλλων λυποῦντα ἐκείνῳ εὐφροσύνης ὑπόθεσιν ἔτικτεν, | |
53.304(50) | ἐννόει μοι τῆς ψυχῆς αὐτοῦ τὴν κατάστασιν. Καὶ ἵνα μάθῃς ὅτι οὐχ οἷόν τε ἑτέρως τῶν ἐπηγγελμένων ἡμῖν ἀγαθῶν ἐπιτυχεῖν, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἀξιω‐ θῆναι, εἰ μὴ διὰ θλίψεως ὁδεύσαιμεν τὸν παρόντα βίον, ἄκουε τῶν ἀποστόλων λεγόντων πρὸς τοὺς ἄρτι τῇ πίστει | |
55 | προσιόντας· Καὶ μαθητεύσαντες, φησὶν, ἱκανοὺς, ὑπέστρεψαν εἰς Λύστραν, καὶ Ἰκόνιον, καὶ Ἀντιό‐ χειαν, ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, καὶ παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολ‐ λῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν | |
60 | τῶν οὐρανῶν. Ποία οὖν ἀπολογία ἔσται ἡμῖν, μὴ βουλο‐ μένοις γενναίως καὶ ἀνδρείως καὶ εὐχαρίστως πάντα φέρειν τὰ ἐπαγόμενα, ὅταν ἴδωμεν, ὅτι οὐδὲ δυνατὸν ἑτέρως ἡμᾶς τῆς σωτηρίας ἐπιτυχεῖν, μὴ ταύτην ὁδεύ‐ | |
σαντας τὴν ὁδόν; Ὅτι γὰρ οὐδὲν ξένον καὶ καινὸν οὐδεὶς | ||
53.305 | τῶν δικαίων ὑπέμεινε διὰ θλίψεως τὴν παροῦσαν ὁδεύσας ζωὴν, ἄκουε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῷ κόσμῳ θλί‐ ψιν ἕξετε, ἀλλὰ θαρσεῖτε. Ἵνα γὰρ μὴ καταπέσωσι τοῦτο ἀκούσαντες, εὐθέως τὸ θάρσος αὐτοῖς ἐνέθηκε, καὶ | |
5 | τὴν παρ’ ἑαυτοῦ ῥοπὴν ὑπέσχετο. Ἀλλὰ θαρσεῖτε· ἐγὼ, φησὶ, νενίκηκα τὸν κόσμον. Ἔχεις, φησὶ, τὸν τὰ λυπηρὰ ἐπικουφίζοντα, τὸν οὐκ ἀφιέντα σε καταβαπτι‐ σθῆναι ὑπὸ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς, τὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν παρέχοντα, καὶ οὐ συγχω‐ | |
10 | ροῦντα ὑπὲρ τὴν ἡμετέραν ἰσχὺν ἐπαχθῆναι τὰ χαλεπά. Τί ἀσχάλλεις; τί ἀλύεις; τί δυσανασχετεῖς; τί μικροψύχως διάκεισαι; Μὴ γὰρ, ἐὰν τὰ εἰς δύναμιν τὴν ἡμετέραν εἰσενέγκωμεν, τὴν ὑπομονὴν λέγω, καὶ τὴν καρτερίαν, καὶ τὴν εὐχάριστον γνώμην, συγχωρεῖ περιοφθῆναι ἡμᾶς | |
15 | ποτε; Μὴ γὰρ, κἂν εἰς ἀπόγνωσιν ἔλθῃ τὰ πράγματα, νικᾷ τὴν σοφίαν τοῦ ἡμετέρου Δεσπότου; Ἡμεῖς τὰ παρ’ ἑαυτῶν ἐπιδειξώμεθα, καὶ εἰλικρινῆ τὴν πίστιν ἔχωμεν, εἰδότες τὸ εὐμήχανον τοῦ προστάτου τῶν ἡμετέρων ψυ‐ χῶν. Καὶ πάντως ὁ μᾶλλον ἡμῶν εἰδὼς τὸ συμφέρον, | |
20 | οὕτως αὐτὸ δεόντως οἰκονομήσει, ὡς καὶ αὐτῷ πρέπον ἐστὶ, καὶ ἡμῖν συμφέρον, ἵνα καὶ τῆς ὑπομονῆς τὸν μι‐ σθὸν κομισώμεθα, καὶ τῆς παρ’ αὐτοῦ φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, | |
25 | δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
27t | ΟΜΙΛΙΑ ΛΓʹ. | |
28n | Ἄβραμ δὲ ἦν πλούσιος σφόδρα κτήνεσι, καὶ ἀργυ‐ | |
29n | ρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύθη, ὅθεν ἦλθεν, εἰς | |
30n | τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου, οὗ ἦν ἡ | |
31n | σκηνὴ αὐτοῦ τὸ πρότερον ἀνὰ μέσον Βεθὴλ, καὶ | |
32n | ἀνὰ μέσον Ἁγγαὶ, εἰς τὸν τόπον τοῦ θυσιαστη‐ | |
33n | ρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν. | |
34 | αʹ. Ὀρῶν ὑμῶν σήμερον τὴν μετὰ προθυμίας ἐνταῦθα | |
35 | σύναξιν, καὶ τὸν περὶ τὴν ἀκρόασιν πόθον, βούλομαι χρέος ὑμῖν καταθεῖναι, ὅπερ ὀφείλομεν τῇ ὑμετέρᾳ ἀγά‐ πῃ. Καὶ οἶδα ὅτι αὐτοὶ μὲν ἴσως ἐπιλέλησθε, διὰ τὸ πολ‐ λὰς ἐν τῷ μεταξὺ παρελθεῖν ἡμέρας, καὶ ἐφ’ ἕτερα ἡμῖν ἐξελκυσθῆναι τὴν διάλεξιν. Ἡ γὰρ τῆς ἁγίας ἑορτῆς | |
40 | παρουσία τὴν ἀκολουθίαν ἡμῖν διέκοψεν. Οὐδὲ γὰρ ἦν εὔλογον τὸν σταυρὸν ἡμᾶς ἑορτάζοντας τοῦ Δεσπότου, περὶ ἕτερα ἡμῖν τὴν διδασκαλίαν γίνεσθαι· ἀλλ’ ἐχρῆν καθ’ ἕκαστον καιρὸν τὴν ἁρμόττουσαν ὑμῖν παρατιθέναι τράπεζαν. Διά τοι τοῦτο ἡνίκα ἡ τῆς παραδόσεως ἔφθα‐ | |
45 | σεν ἡμέρα, τὴν ἀκολουθίαν διατεμόντες τῆς διδασκαλίας, τοῦ κατεπείγοντος γενόμενοι, ἐπὶ τὸν προδότην τὴν γλῶτ‐ ταν ἐπαφήκαμεν, καὶ πάλιν τὰ κατὰ τὸν σταυρὸν ὑμῖν εἰς μέσον προεθήκαμεν. Εἶτα ἀναστάσεως ἡμέρας κατα‐ λαβούσης, ἀναγκαῖον ἦν τὰ περὶ τῆς ἀναστάσεως τοῦ | |
53.305(50) | Δεσπότου διδάξαι τὴν ὑμετέραν ἀγάπην, καὶ πάλιν ἐν ταῖς ἐφεξῆς ἡμέραις τῆς ἀναστάσεως τὴν ἀπόδειξιν ὑμῖν παρασχεῖν διὰ τῶν μετὰ ταῦτα γεγενημένων θαυμάτων, ὅτε καὶ τῶν Πράξεων τῶν ἀποστολικῶν ἐπιλαβόμενοι, ἐκεῖθεν ὑμῖν συνεχῆ τὴν ἑστίασιν παρεθήκαμεν, πολλὴν | |
55 | τὴν παραίνεσιν καθ’ ἑκάστην πρὸς τοὺς νεωστὶ τῆς χά‐ ριτος ἀξιωθέντας ποιησάμενοι. Νῦν οὖν ἀναγκαῖον τοῦ χρέους ὑμᾶς ὑπομνῆσαι, καὶ τότε τὴν ἔκτισιν ποιήσα‐ σθαι. Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ ὑπὸ πολλῶν περιέλκεσθαι φροντίδων οὐδὲ ἴστε τοῦ χρέους τὴν φύσιν, ἅτε καὶ γυ‐ | |
60 | ναικὸς φροντίδα ἔχοντες, καὶ παίδων ἐπιμελούμενοι, καὶ | Column end |
53.306 | ὑπὲρ τῆς καθημερινῆς τροφῆς σπουδάζοντες, καὶ ἑτέραις πολλαῖς βιωτικαῖς περιελκόμενοι φροντίσιν· ἀλλ’ ἡμεῖς ὑπ’ οὐδενὸς τούτων ὀχλούμενοι, καὶ τοῦ χρέους ὑμᾶς ὑπομιμνήσκομεν, καὶ πρὸς τὴν ἀπόδοσιν παρασκευαζό‐ | |
5 | μεθα. Καὶ μὴ θαυμάσητε, εἰ τοσαύτην εὐγνωμοσύνην ἐπιδεικνύμεθα. Ἀπ’ ἐναντίας γὰρ τοῖς αἰσθητοῖς χρήμα‐ σίν ἐστι τούτου τοῦ χρέους ἡ φύσις. Ἐκεῖ μὲν γὰρ οὐκ ἄν ποτε ταχέως ὁ ὀφείλων τοσαύτην εὐγνωμοσύνην ἐπι‐ δείξηται, εἰδὼς ὅτι τὸ καταθεῖναι τὰ ὀφειλόμενα αὐτῷ | |
10 | μὲν ἐλαττοῖ τὴν οὐσίαν, τῷ δὲ λαμβάνοντι αὔξει τὴν πε‐ ριουσίαν· ἐπὶ δὲ τοῦ χρέους τούτου τοῦ πνευματικοῦ τοιοῦτον οὐδέν· ἀλλὰ ταύτῃ μᾶλλον καὶ ὁ ὀφείλων κατα‐ θεὶς πολλῷ πλέον εὐπορώτερος ἔσται, καὶ τοῖς λαμβά‐ νουσι μείζων ἡ εὐπορία. Διὰ τοῦτο ἐπ’ ἐκείνων μὲν πολλὴ | |
15 | ἡ ἀγνωμοσύνη γίνεται· ἐνταῦθα δὲ ἑκατέροις πολὺ τὸ κέρδος, καὶ τῷ κατατιθέντι, καὶ τοῖς ὑποδεχομένοις. Ὅπερ καὶ ἐπὶ τῆς ἀγάπης παρῄνεσεν ὁ μακάριος Παῦλος λέγων, Μηδενὶ μηδὲν ὀφείλητε, εἰ μὴ τὸ ἀλλήλους ἀγαπᾷν· δεικνὺς ὅτι τοῦτο τὸ χρέος ἀεὶ μὲν καταβάλλε‐ | |
20 | σθαι λέγεται, μηδέποτε δὲ παύεσθαι. Μήτε ὑμᾶς ἀμε‐ λεῖν δεῖ πρὸς τὴν ὑποδοχὴν παρασκευαζομένους· τοῦτο γὰρ καὶ ἡμᾶς τοὺς καταβάλλοντας εὐπορωτέρους καθ‐ ίστησι, καὶ ὑμῖν πλείονος ὠφελείας ὑπόθεσις γενήσεται. Ἐπεὶ οὖν τοιαύτη τούτου τοῦ χρέους ἡ φύσις, καὶ ὅσῳ | |
25 | ἂν καταβάλλωμεν, τοσούτῳ μᾶλλον τῇ πλείονι καταβολῇ τὴν ἑαυτῶν περιουσίαν αὔξομεν, φέρε δὴ λοιπὸν διδάξω‐ μεν ὑμᾶς καὶ τοῦ χρέους τὴν ὑπόθεσιν, ἵνα καὶ αὐτοὶ προθυμότερον ὑποδέξησθε τὰ λεγόμενα, καὶ τὴν ἡμετέ‐ ραν εὐγνωμοσύνην ἀποδεξάμενοι, ἀμείψησθε ἡμᾶς τῷ | |
30 | μετὰ σπουδῆς προσέχειν τοῖς λεγομένοις. Τί οὖν ἐστι τοῦ χρέους ἡ ὑπόθεσις; Ἴστε καὶ μέμνησθε, ὅτι τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγόντες, καὶ τὴν διὰ τὸν λιμὸν γενομένην αὐτῷ κάθοδον εἰς Αἴγυπτον, καὶ τῆς Σάρας τὴν ἁρπαγὴν τὴν ὑπὸ τοῦ Φαραὼ γεγενημένην, | |
35 | καὶ τὴν τοῦ Θεοῦ κατ’ αὐτοῦ ἀγανάκτησιν, ἣν διὰ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐποιήσατο, καὶ κατ’ αὐτοῦ, καὶ κατὰ παντὸς τοῦ οἴκου αὐτοῦ, παρασκευάσας μετὰ πολλῆς τῆς περιφανείας τὴν ἀπὸ τῆς Αἰγύπτου ἐπάνοδον ποιήσασθαι τὸν πατριάρχην· Ἐνετείλατο γὰρ, φησὶ, | |
40 | Φαραὼ ἀνδράσι περὶ Ἄβραμ συμπροπέμψαι αὐτὸν, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ, καὶ Λὼτ μετ’ αὐτοῦ. Ἀνέβη δὲ Ἄβραμ ἐξ Αἰγύπτου, αὐτὸς καὶ ἡ γυνὴ αὐτοῦ, καὶ πάντα τὰ αὐτοῦ, καὶ Λὼτ μετ’ αὐτοῦ, εἰς τὴν ἔρημον· ἐνταῦθα τὸν λόγον καταλύ‐ | |
45 | σαντες, τὰς μεταξὺ πάσας ἡμέρας εἰς τὴν περὶ τῶν κατεπειγόντων διδασκαλίαν αὐτὸν μετηγάγομεν. Διό‐ περ σήμερον ἀναγκαῖον τῆς ἀκολουθίας ἅψασθαι, καὶ καθάπερ σῶμα ἓν συνάψαι καὶ τὰ μέλλοντα ῥηθήσεσθαι τοῖς ἤδη λεχθεῖσιν· οὕτω γὰρ εὐσύνοπτος ὑμῖν γενήσε‐ | |
53.306(50) | ται ὁ τῆς διδασκαλίας λόγος. Ἀλλ’ ἵνα σαφέστερα ὑμῖν γένηται τὰ λεγόμενα, ἀκόλουθον ἂν εἴη καὶ αὐτὴν τὴν ἀρχὴν τῶν σήμερον ἀναγνωσθέντων προθεῖναι ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἄβραμ δὲ, φησὶν, ἦν πλούσιος σφόδρα κτήνεσιν, ἀργυρίῳ, καὶ χρυσίῳ. Καὶ ἐπορεύ‐ | |
55 | θη, ὅθεν ἦλθεν, εἰς τὴν ἔρημον ἕως Βεθὴλ, ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, ἀνὰ μέσον Βεθὴλ καὶ ἀνὰ μέσον Ἁγγαὶ, εἰς τὸν τόπον τοῦ θυ‐ | |
σιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχήν· καὶ ἐπ‐ | ||
53.307 | εκαλέσατο ἐκεῖ Ἄβραμ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Μὴ ἁπλῶς παραδράμωμεν τὰ ἀνεγνωσμένα, ἀλλὰ κατα‐ μάθωμεν σαφῶς τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν ἡμῖν παρέργως διηγεῖται. Ἄβραμ δὲ, φησὶν, ἦν | |
5 | πλούσιος σφόδρα. Σκόπει πρῶτον αὐτὸ τοῦτο, ὅτι οὐχ ἁπλῶς ἐπεσημήνατο, οὐδὲ μάτην, οὐδὲ εἰκῆ νῦν πλούσιον αὐτὸν καλεῖ. Οὐδαμοῦ γὰρ ἑτέρωθι ἐμνημόνευσεν ὅτι πλούσιος ἦν, ἀλλὰ νῦν πρῶτον. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἵνα μάθῃς τῆς τοῦ Θεοῦ σοφίας τὸ εὐμήχανον, καὶ τῆς | |
10 | προνοίας, ἣν περὶ τὸν δίκαιον ἐποιεῖτο, τὴν ὑπερβάλλου‐ σάν τε καὶ ἄπειρον δύναμιν. Ὁ γὰρ διὰ τὴν ἀνάγ‐ κην τοῦ λιμοῦ τὴν ἀποδημίαν ποιησάμενος τὴν εἰς Αἴγυ‐ πτον, καὶ διὰ τὸ μὴ φέρειν τὴν ἐν τῇ Χαναναίᾳ στενο‐ χωρίαν, ἀθρόον πλούσιος γέγονε, καὶ πλούσιος οὐχ ἁπλῶς, | |
15 | ἀλλὰ σφόδρα, καὶ οὐ κτήνεσι μόνον, ἀλλὰ καὶ ἀργυρίῳ καὶ χρυσίῳ. βʹ. Εἶδες ὅση τοῦ Θεοῦ πρόνοια; Ἀπῆλθε λιμοῦ παραμυ‐ θίαν εὑρέσθαι, καὶ ἐπανῆλθεν οὐ τὸν λιμὸν μόνον παρα‐ μυθησάμενος, ἀλλὰ καὶ πλοῦτον πολὺν περιβαλ[λ]όμενος | |
20 | καὶ δόξαν ἄφατον, καὶ πᾶσι κατάδηλος γεγονὼς, ὅστις ἦν· καὶ λοιπὸν καὶ οἱ τὴν Χαναναίαν οἰκοῦντες ἀκριβέ‐ στερον ἐμάνθανον τοῦ δικαίου τὴν ἀρετὴν, ὁρῶντες οὕτως ἀθρόαν γεγενημένην τὴν μεταβολὴν, καὶ τοσούτῳ πλούτῳ περιῤῥεόμενον τὸν ξένον, τὸν καθάπερ φυγάδα καὶ ἀλή‐ | |
25 | την εἰς τὴν Αἴγυπτον κατελθόντα. Καὶ ὅρα αὐτὸν οὐδὲ ὑπὸ τῆς πολλῆς εὐημερίας καὶ τῆς τοῦ πλούτου περι‐ ουσίας χαυνότερον γεγονότα, οὐδὲ ῥᾳθυμότερον, ἀλλὰ πάλιν εἰς ἐκεῖνον τὸν τόπον ἐπειγόμενον, ἔνθα καὶ πρό‐ τερον ἦν, πρὶν ἢ τὴν Αἴγυπτον καταλαβεῖν. Ἦλθε γὰρ, | |
30 | φησὶν, εἰς τὴν ἔρημον ἕως τοῦ τόπου οὗ ἦν ἡ σκηνὴ αὐτοῦ τὸ πρότερον, εἰς τὸν τόπον τοῦ θυσιαστηρίου, οὗ ἐποίησεν ἐκεῖ τὴν ἀρχὴν, καὶ ἐπεκαλέσατο τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ. Ἐννόει μοι πῶς ἦν ἡσυχίας ἐραστὴς καὶ ἀπραγμοσύνης, καὶ διηνεκῶς ἀνακείμενος | |
35 | τῇ πρὸς τὸ Θεῖον θεραπείᾳ. Ἐκεῖνον γὰρ, φησὶ, τὸν τόπον κατέλαβεν, ἔνθα ἦν πρότερον τὸ θυσιαστήριον οἰκοδομή‐ σας, καὶ ἐπικαλεσάμενος τὸ ὄνομα τοῦ Θεοῦ, καὶ προλα‐ βὼν ἤδη ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπλήρου τὸ παρὰ τοῦ Δαυῒδ εἰρημένον, ὅτι Ἐξελεξάμην τὸ παραῤῥιπτεῖσθαι | |
40 | ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἡ γὰρ ἐρημία διὰ τὴν ἐπί‐ κλησιν τοῦ ὀνόματος τοῦ Θεοῦ προτιμοτέρα αὐτῷ ἐτύγ‐ χανε τῶν πόλεων. ᾜδει γὰρ, ᾔδει ὅτι πόλεως μέγεθος οὐκ οἰκοδομημάτων ποιεῖ κάλλος, οὐδὲ οἰκητόρων πλῆθος, | |
45 | ἀλλ’ ἡ τῶν ἐνοικούντων ἀρετὴ, δι’ ἣν καὶ ἡ ἔρημος τῶν πόλεων τιμιωτέρα ἐτύγχανεν ὑπὸ τῆς τοῦ δικαίου ἀρετῆς κοσμουμένη, καὶ λαμπροτέρα τῆς οἰκουμένης φαινομένη. Καὶ Λὼτ, φησὶ, τῷ συμπορευομένῳ μετὰ Ἄβραμ ἦν καὶ πρόβατα, καὶ βόες, καὶ κτήνη· καὶ οὐκ ἐχώρει | |
53.307(50) | αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλὰ, καὶ οὐκ ἠδύναντο κατοικεῖν ἅμα. Οὐ μόνον τῷ πατριάρχῃ τὰ τῆς περιουσίας ηὔξετο, ἀλλὰ Καὶ τῷ Λὼτ ἦν, φησὶ, πρόβατα, καὶ βόες, καὶ κτήνη. Ἴσως τὰ μὲν αὐτὸς, φιλότιμος ὢν, ἐδωρεῖτο τῷ ἀδελ‐ | |
55 | φιδῷ, τὰ δὲ καὶ ἕτεροι αὐτῷ παρεῖχον διὰ τὴν εἰς τὸν πατριάρχην τιμήν. Καὶ οὐκ ἐχώρει αὐτοὺς, φησὶν, ἡ γῆ, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά. Ὅρα τὸ πλῆθος τῆς περιουσίας εὐθέως διαστάσεως αἴτιον γινό‐ μενον, καὶ τὴν διαίρεσιν ἐργαζόμενον, καὶ τὴν ὁμόνοιαν | |
60 | διακόπτον, καὶ τῆς συγγενείας τὸν σύνδεσμον διαιροῦν. Καὶ ἐγένετο μάχη ἀνὰ μέσον τῶν ποιμένων τῶν κτηνῶν τοῦ Ἄβραμ, καὶ ἀνὰ μέσον τῶν ποιμένων τοῦ Λώτ. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερεζαῖοι τότε | |
κατῴκουν τὴν γῆν. Σκόπει πῶς οἱ προσήκοντες τὴν | Column end | |
53.308 | ἀρχὴν τῆς διαστάσεως ἐργάζονται. Ἐντεῦθεν γὰρ ἀεὶ πάντα φύεται τὰ κακὰ ἀπὸ τῆς τῶν οἰκείων μοχθηρίας. Ἐγένετο γὰρ, φησὶ, μάχη ἀνὰ μέσον τῶν ποιμένων. Οὗτοί εἰσιν οἱ τῆς διαιρέσεως τὴν ἀφορμὴν παρέχοντες, | |
5 | οἱ τὴν ὁμόνοιαν διασπῶντες, οἱ πολλὴν τὴν ἀγνω‐ μοσύνην ἐπιδεικνύμενοι. Οἱ δὲ Χαναναῖοι καὶ οἱ Φερε‐ ζαῖοι τότε κατῴκουν τὴν γῆν. Τίνος ἕνεκεν ἡμῖν τοῦτο ἐπεσημήνατο; Ἐπειδὴ εἶπεν, ὅτι Οὐκ ἐχώρει αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, τὴν αἰτίαν ἡμᾶς διδάξαι ἠθέλησεν | |
10 | ἡ θεία Γραφὴ, ὅτι διὰ τοῦτο αὐτοὺς οὐκ ἐχώρει, ἐπειδὴ ἔτι προκατείχετο ὑπὸ τούτων τῶν ἐθνῶν. Ἀλλ’ ἴδωμεν τοῦ πατριάρχου τὴν φιλόθεον γνώμην, ὅπως καταστέλλει τὴν μέλλουσαν ἐξάπτεσθαι πυρὰν διὰ τῆς οἰκείας ἐπιει‐ κείας. Εἶπε δὲ, φησὶν, Ἄβραμ τῷ Λώτ· Μὴ ἔστω μάχη | |
15 | ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν ποιμέ‐ νων μου καὶ τῶν ποιμένων σου, ὅτι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Ὅρα ταπεινοφροσύνης ὑπερβολὴν, ὅρα φιλοσο‐ φίας ὕψος. Ὁ γέρων, ὁ πρεσβύτης τὸν νέον, τὸν ἀδελφι‐ δοῦν ἀδελφὸν προσαγορεύει, καὶ εἰς τὴν αὐτὴν αὐτῷ | |
20 | τιμὴν ἀνάγει, καὶ οὐδὲν ἑαυτῷ πλέον νέμει· ἀλλά φησι, Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποι‐ μένων μου καὶ τῶν ποιμένων σου. Οὐδὲ γὰρ ἂν εἴη, φησὶν, εὔλογον τοῦτο γενέσθαι, ἐπειδὴ ἀδελφοί ἐσμεν. Εἶδες ἀποστολικὸν νόμον αὐτὸν πληροῦντα, τὸν λέγοντα· | |
25 | Ἤδη μὲν οὖν ὅλως ἥττημα ὑμῖν ἐστιν, ὅτι κρίματα ἔχετε μεθ’ ἑαυτῶν. Διὰ τί οὐχὶ μᾶλλον ἀδικεῖσθε; διὰ τί οὐ μᾶλλον ἀποστερεῖσθε· Ἀλλ’ ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ ταῦτα ἀδελφούς. Ταῦτα πάντα διὰ τῶν ἔργων πληρῶν ὁ πατριάρχης φησί· Μὴ ἔστω | |
30 | μάχη ἀνὰ μέσον τῶν ποιμένων μου, καὶ τῶν ποι‐ μένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Τί ταύτης τῆς ψυχῆς εἰρηνικώτερον γένοιτ’ ἄν; Ἄρα οὐ μάτην οὐδὲ εἰκῆ ἐν προοιμίοις ἔλεγον, ὅτι διὰ τὸ ἡσυχίας ἐρᾷν καὶ ἀπραγμοσύνης, διὰ τοῦτο τὴν ἐρημίαν τῆς | |
35 | οἰκουμένης προετίμα. Ὅρα γὰρ αὐτὸν καὶ νῦν, ἐπειδὴ ὅλως εἶδε τοὺς ποιμένας διαπληκτιζομένους, πῶς ἐξ ἀρχῆς εὐθέως πειρᾶται καταστεῖλαι τὴν μέλλουσαν ἐξ‐ άπτεσθαι πυρὰν, καὶ παύει τὴν φιλονεικίαν. Ἔδει γὰρ αὐτὸν πᾶσι τοῖς τὴν Παλαιστίνην οἰκοῦσι διδάσκαλον | |
40 | φιλοσοφίας ἀφιγμένον μηδεμίαν παρέχειν ἀφορμὴν, μηδὲ λαβὴν δοῦναι, ἀλλὰ διὰ τῆς τῶν τρόπων ἐπιεικείας σάλ‐ πιγγος λαμπρότερον πάντας αὐτοὺς παιδεῦσαι, καὶ μι‐ μητὰς καταστῆσαι τῆς οἰκείας ἀρετῆς. Μὴ ἔστω φησὶ, μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰ μέσον τῶν | |
45 | ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Πολλὴ τῶν ῥημάτων ἡ ἐπιείκεια, Ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. γʹ. Σκόπει πῶς ἐξ ἰσοτιμίας αὐτῷ διαλέγεται· καίτοι τὰ τῆς μάχης οὐχ ἑτέρωθεν οἶμαι τὴν ἀρχὴν ἐσχηκέναι, ἢ | |
53.308(50) | ἀπὸ τοῦ τοὺς ποιμένας τοῦ πατριάρχου μὴ συγχωρεῖν ἐκείνοις τῆς αὐτῆς αὐτοῖς ἀδείας ἀπολαύειν. Ἀλλ’ ὁ δί‐ καιος ἐπιεικῶς πάντα ποιεῖ, δεικνὺς τῆς οἰκείας φιλο‐ σοφίας τὴν ὑπερβολὴν, καὶ παιδεύων οὐ τοὺς τότε παρ‐ όντας μόνον, ἀλλὰ καὶ πάντας τοὺς ἑξῆς, μηδέποτε πρὸς | |
55 | τοὺς πλησίον διαπληκτίζεσθαι τοὺς ἡμῖν διαφέροντας. Ἡ γὰρ ἐκείνων φιλονεικία ἡμῖν πολλὴν προστρίβεται τὴν ἀδοξίαν, καὶ οὐδὲν ἐκείνοις λογιεῖται τὰ γι‐ νόμενα, ἀλλ’ εἰς ἡμᾶς ἀνατρέχει τὰ τῆς μέμψεως. Ποῦ οὖν εὔλογον ἀνθρώπους ἀδελφοὺς ὄντας, καὶ τῆς αὐτῆς | |
60 | φύσεως τυγχάνοντας, καὶ τῆς αὐτῆς συγγενείας, καὶ | |
53.309 | παροικεῖν ἐνταῦθα μέλλοντας, εἰς τοσαύτην ἐμπίπτειν φιλονεικίαν, ὀφείλοντας ἐπιεικείας, καὶ πραΰτητος, καὶ φιλοσοφίας ἁπάσης διδασκάλους καθίστασθαι τούτοις πᾶσιν; Ἀκουέτωσαν ταῦτα οἱ νομίζοντες ἔξω τυγχάνειν | |
5 | ἐγκλημάτων, ἐπειδὰν τοὺς αὐτοῖς προσήκοντας περιορῶσι διὰ τὴν πρὸς αὐτοὺς οἰκειότητα ἁρπάζοντας, πλεονε‐ κτοῦντας, μυρία κακὰ διατιθέντας, καὶ ἐν πόλεσι, καὶ ἐν ἀγροῖς, τοὺς αὐτοῖς γειτνιῶντας, καὶ παρασπωμένους τοῦ μὲν τὸν ἀγρὸν, τοῦ δὲ τὴν οἰκίαν, καὶ ταύτῃ πλείονα | |
10 | μᾶλλον τὴν εὔνοιαν περὶ αὐτοὺς ἐπιδεικνύμενοι. Εἰ γὰρ καὶ ἑτέρου τὸ τῆς ἀδικίας ἔργον ἦν, ἀλλ’ αὐτὸς ἐκοινώ‐ νησας τοῦ πράγματος, οὐ μόνον τῷ ἐφήδεσθαι τῷ γεγε‐ νημένῳ, καὶ νομίζειν ἐκ τούτου σοι τὴν οὐσίαν αὔξεσθαι, καὶ τὴν περιουσίαν πλείονα γενέσθαι, ἀλλὰ καὶ τῷ μὴ | |
15 | κωλῦσαι μέλλουσαν τὴν ἀδικίαν εἰς ἔργον ἐκβαίνειν. Ὁ γὰρ δυνάμενος κωλῦσαι τὸν ἀδικοῦντα, καὶ μὴ τοῦτο ποιῶν, οὐκ ἔλαττον τοῦ ἀδικοῦντος τὰς εὐθύνας ὑφέξει. Μὴ τοίνυν ἀπατῶμεν ἑαυτοὺς, παρακαλῶ, ἀλλὰ καὶ αὐ‐ τοὶ φεύγωμεν τὰς ἁρπαγὰς, τὰς πλεονεξίας, καὶ τὸ ἐκ τῶν | |
20 | τοιούτων αὔξειν ἡμῖν τὴν περιουσίαν, καὶ τοὺς ἡμῖν προσ‐ ήκοντας παιδεύωμεν μηδὲν τοιοῦτο ἐργάζεσθαι. Οὐδὲ γὰρ ἀνευθύνους ἡμᾶς τοῦτο ἀφίησιν, ἀλλὰ πλείονα τὴν κατά‐ κρισιν ἐργάζεται· πρὸς γὰρ τὴν ἡμετέραν ἀρέσκειαν ἐκεῖνοι τὴν ἑαυτῶν προδιδόντες σωτηρίαν, τὴν ἀδικίαν | |
25 | τολμῶσι, μετὰ τῆς ἑαυτῶν ἀπωλείας καὶ ἡμᾶς συγκατα‐ σπῶντες. Εἰ δὲ βουλόμεθα νήφειν, καὶ αὐτοὶ τῆς ἐντεῦθεν λύμης ἀπαλλαγησόμεθα, κἀκείνους ἀποστήσομεν τῆς κα‐ κῆς ἐπιχειρήσεως. Καὶ μή μοι λέγε τὰ ψυχρὰ ἐκεῖνα ῥή‐ ματα· Οὐδέν μοι μέλει. Μὴ γὰρ ἐγὼ παρεσπασάμην; Οὐ‐ | |
30 | δὲν οἶδα· ἕτερος εἰργάσατο, οὐκ ἐκοινώνησα τῆς ἀδικίας. Σκῆψις ταῦτα καὶ πρόφασις. Εἰ βούλει δεῖξαι ὅτι οὐκ ἐκοι‐ νώνησας τῆς ἀδικίας, καὶ οὐ συνέπραξας, καὶ τῆς πλεονε‐ ξίας οὐ γέγονας ἐργάτης, διόρθωσαι τὸ γεγονὸς, παραμύ‐ θησαι τὸν ἠδικημένον, ἀπόδος τὰ ἀφαιρεθέντα. Οὕτω γὰρ | |
35 | καὶ σαυτὸν ἐλευθερώσεις ἐγκλημάτων, καὶ τὸν ἠδικηκότα διορθώσῃ, δείξας ὡς οὐ κατὰ γνώμην σου τὰ παρ’ αὐτοῦ πέπρακται, καὶ τὸν πένητα παρακαλέσας οὐκ ἀφήσεις ὑπὸ τῆς ἀθυμίας καταποθῆναι, ἣν διὰ τὴν ἀφαίρεσιν ὑφ‐ ίστασθαι ἔμελλε. Μὴ ἔστω, φησὶ, μάχη ἀνὰ μέσον ἐμοῦ | |
40 | καὶ σοῦ, καὶ τῶν ποιμένων μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Εἶδες πραΰτη‐ τα· εἶδες ἐπιείκειαν; Ἄκουε καὶ τῶν ἑξῆς, ἵνα μάθῃς αὐ‐ τοῦ τῆς φιλοσοφίας τὴν ὑπερβολήν. Πῶς οὖν τὰ τῆς μάχης λύσιν λάβῃ, καὶ σβεσθῇ τὰ τῆς φιλονεικίας; Ἰδοὺ πᾶσα | |
45 | ἡ γῆ, φησὶν, ἐναντίον σου ἐστί. Διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ δὲ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά. Σκόπει τοῦ δικαίου τὴν φιλοσο‐ φίαν καὶ τῆς ταπεινοφροσύνης τὴν ἐπίτασιν. Πρὸ δὲ τού‐ των ἐννόει μοι, ἀγαπητὲ, ὅση τοῦ πλούτου ἡ λύμη, καὶ τῆς | |
53.309(50) | περιουσίας τῆς πολλῆς ἡ διαφορά. Ηὐξήθη τὰ ποίμνια, προσεγένετο πλοῦτος πολὺς, καὶ εὐθέως διακόπτεται ἡ ὁμόνοια· καὶ ἔνθα ἦν ἡ εἰρήνη καὶ ὁ σύνδεσμος τῆς ἀγά‐ πης, ἐκεῖ μάχη καὶ φιλονεικία. Ὅπου γὰρ τὸ ἐμὸν καὶ τὸ σὸν, ἐκεῖ πᾶσα μάχης ἰδέα, καὶ φιλονεικίας ὑπόθεσις· | |
55 | ἔνθα δὲ τοῦτο μὴ ᾖ, τὰ τῆς ὁμονοίας καὶ τὰ τῆς εἰρήνης μετὰ πάσης ἀκριβείας πολιτεύεται. Καὶ ἵνα μάθῃς, ἄκουε τί φησιν ὁ μακάριος Λουκᾶς περὶ τῶν ἐξ ἀρχῆς τῇ πίστει προσιόντων. Ἦν, φησὶ, πάντων ἡ καρδία καὶ ἡ ψυχὴ μία· οὐκ ἐπειδὴ ψυχὴν μίαν εἶχον πάντες (πῶς γὰρ ἐν | |
60 | διαφόροις σώμασιν ὄντες;), ἀλλὰ τὴν ἐπιτεταμένην ὁμό‐ νοιαν ἡμῖν δείκνυσι. Καὶ εἰ μὴ σφόδρα μακρόθυμός τις ἦν | |
ὁ δίκαιος, καὶ φιλοσοφεῖν εἰδὼς, καὶ ἐχαλέπηνεν ἂν, καὶ | Column end | |
53.310 | εἶπε πρὸς αὐτόν· Τίς ἡ τοσαύτη παροινία; Ὅλως γὰρ ἐτόλμησαν οἱ προσήκοντές σοι διᾶραι στόμα πρὸς τοὺς ἐμοὶ διαφέροντας; καὶ οὐκ ἐνενόησαν, ὅσον τὸ μέσον ἐστὶ μεταξὺ ἡμῶν; Πόθεν γάρ σοι τὰ τῆς εὐπορίας ταύτης γε‐ | |
5 | γένηται; Οὐκ ἐκ τῆς ἐμῆς κηδεμονίας; Τίς δέ σε εἰς ἀν‐ θρώπους ὀφθῆναι πεποίηκεν; οὐκ ἐγὼ ἀντὶ πάντων σοι γεγονὼς, καὶ τὴν πατρός σοι χρείαν διὰ πάντων ἐπιδειξά‐ μενος; Ταύτας μοι τὰς ἀμοιβὰς ἀποδίδως τῆς πολλῆς περὶ σὲ θεραπείας; Ταῦτα ἐλπίζων πανταχοῦ σε μετ’ ἐμοῦ | |
10 | περιῆγον; Ἔστω, οὐδὲν τῶν ὑπηργμένων σοι παρ’ ἐμοῦ εἰς ἔννοιαν ἔλαβες· κἄν μου γοῦν τὸ γῆρας αἰδεσθῆναί σε οὐκ ἐχρῆν, καὶ τιμῆσαι τὰς πολιὰς τὰς ἐμάς; Ἀλλὰ περι‐ εῖδες τοὺς ποιμένας τοὺς σοὺς ἐμπαροινοῦντας τοῖς ἐμοῖς ποιμέσιν, οὐκ εἰδὼς ὅτι ὥσπερ ἡ εἰς ἐκείνους ὕβρις εἰς ἐμὲ | |
15 | διαβαίνει, οὕτω καὶ ἡ ἐκείνων προπέτεια εἰς σὲ τὴν ἀναφο‐ ρὰν ἔχει. δʹ. Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος οὔτε εἰς διάνοιαν λαβεῖν κατεδέξατο, ἀλλὰ πάντα τοιοῦτον λογισμὸν ἀπωσάμενος, ἑνὸς γίνεται μόνου, ὅπως καὶ τὴν μέλλουσαν ἐξάπτεσθαι | |
20 | φιλονεικίαν κατασβέσῃ, καὶ τὸν χωρισμὸν ἀλύπως ἐπινοή‐ σας πάσης ταραχῆς ἐκτὸς ποιήσῃ τὴν οἰκίαν. Οὐκ ἰδοὺ, φησὶ, πᾶσα ἡ γῆ ἐναντίον σου ἐστί; Διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά. Ὅρα τὴν ἐπιείκειαν τοῦ | |
25 | δικαίου. Δεικνὺς γὰρ αὐτῷ διὰ τῶν πραγμάτων, ὅτι οὐχ ἑκὼν τοῦτο ποιεῖ, οὐδὲ βουλόμενος αὐτὸν χωρισθῆναι, ἀλλὰ διὰ τὴν τῆς φιλονεικίας ἀνάγκην, καὶ ὥστε μὴ διηνεκῆ τὸν πόλεμον εἶναι ἐν τῇ οἰκίᾳ, σκόπει πῶς διὰ τῶν λόγων κα‐ ταπραΰνει αὐτοῦ τὴν φλεγμονὴν, καὶ αὐτῷ πᾶσαν τὴν | |
30 | ἐξουσίαν δίδωσι τῆς ἐκλογῆς, καὶ προτίθησιν αὐτῷ τὴν γῆν ἅπασαν, καί φησιν· Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; Ἣν ἂν βούλῃ, ἑλοῦ, κἀγὼ ἐκείνην καταδέξομαι μετὰ πολλῆς τῆς ἡδονῆς, ἣν ἂν αὐτὸς καταλίπῃς. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία. Διὰ πάντων ἀνεπαχθὴς βούλεται | |
35 | γενέσθαι τῷ ἀδελφιδῷ. Ἐπειδὴ γὰρ, φησὶν, ὅπερ οὐκ ἐβου‐ λόμην, τοῦτο γίνεται, καὶ ἵνα τὰ τῆς φιλονεικίας παυθῇ, τὸν χωρισμὸν ἀνάγκη συμβῆναι· διὰ τοῦτό σε κύριον καθ‐ ίστημι τῆς αἱρέσεως, καὶ τὴν ἐξουσίαν σοι πᾶσαν δίδωμι, ἵνα ἣν ἂν νομίσῃς εἶναι τιμιωτέραν γῆν, ἐκείνην ἑλόμενος, | |
40 | τὴν λοιπὴν ἐμοὶ καταλίπῃς. Ἆρα ἂν τοῦτο ποιῆσαί ποτέ τις κατεδέξατο πρὸς ὁμήλικα ἀδελφὸν, ὅπερ ὁ πατριάρχης πρὸς τὸν ἀδελφιδοῦν ἐπεδείξατο; Εἰ γὰρ καὶ αὐτὸς προλα‐ βὼν τὴν ἐκλογὴν ποιησάμενος, καὶ τὰ πρωτεῖα λα‐ βὼν παρεχώρησεν ἐκείνῳ τὰ ὑπολειφθέντα, οὐχὶ καὶ οὕτω | |
45 | μέγα ἦν τὸ παρ’ αὐτοῦ γινόμενον; Ἀλλ’ ὅμως βουλόμενος καὶ τῆς ἀρετῆς δεῖξαι τὴν ὑπερβολὴν, καὶ τοῦ νέου τὴν ἐπιθυμίαν ἐμπλῆσαι, ὥστε μηδεμίαν ἀπὸ τοῦ χωρισμοῦ γενέσθαι λύπης ἀφορμὴν, αὐτῷ προθεὶς ἅπασαν τὴν ἐξ‐ ουσίαν, φησίν· Ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου· διαχω‐ | |
53.310(50) | ρίσθητι ἀπ’ ἐμοῦ, καὶ οἵαν ἂν βούλῃ ἑλοῦ. Δέον τοίνυν τὸν ἀδελφιδοῦν τοσαύτης ἐπιεικείας πειραθέντα ἀντιτιμῆ‐ σαι τὸν πατριάρχην, καὶ μᾶλλον αὐτὸν αὐτῷ παραχωρῆσαι τῆς αἱρέσεως τὴν ἐκλογήν. Εἰώθαμεν γάρ πως ἅπαντες οἱ ἄνθρωποι, ἐπειδὰν ἀντιτείνοντας μὲν ἴδωμεν τοὺς μέλλον‐ | |
55 | τας πρὸς ἡμᾶς τι διερευνᾶσθαι καὶ φιλονεικοῦντας τοῖς πρωτείοις ἐπιπηδᾷν, μὴ ἀνέχεσθαι ἐλαττοῦσθαι, μηδὲ ἐνδιδόναι αὐτοῖς· ὅταν δὲ παραχωροῦντας θεασώμεθα, καὶ καθυφειμένοις ῥήμασι τὴν ἐξουσίαν ἅπασαν ἡμῖν ἐπιτρέ‐ ποντας, ὥσπερ αἰδούμενοι τὴν πολλὴν ἐπιείκειαν, καὶ τῆς | |
60 | φιλονεικίας ἀφιστάμεθα, καὶ πάλιν ἀντιστρέφοντες πᾶσαν τὴν ἐξουσίαν παραχωροῦμεν, κἂν ἐλάττων εἶναι δοκῇ ὁ | |
πρὸς ἡμᾶς διερευνώμενος. Ὀφείλων τοίνυν καὶ ὁ Λὼτ ἐπὶ | ||
53.311 | τοῦ πατριάρχου τοῦτο διαπράξασθαι, καθάπερ νεοττὸς, καὶ ὑπὸ τῆς τοῦ πλείονος ἐπιθυμίας ἐξελκόμενος, τοῖς πρωτείοις ἐπιπηδᾷ, ὡς ἐνόμιζε, καὶ τὴν ἐκλογὴν ποιεῖται. Καὶ ἐπάρας, φησὶ, Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδε | |
5 | πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς ὁ παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου, ἕως ἐλθεῖν εἰς Ζόγορα. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ | |
10 | ἀπῆρε Λὼτ ἀπὸ ἀνατολῶν, καὶ διεχωρίσθησαν ἕκα‐ στος ἀπὸ τοῦ ἀδελφοῦ αὐτοῦ. Εἶδες τῆς ἀρετῆς τοῦ δι‐ καίου τὴν ὑπερβολὴν, ὅπως οὐ συνεχώρησεν οὐδὲ βλαστῆ‐ σαι τὴν ῥίζαν τῆς κακίας, ἀλλ’ εὐθέως καὶ τὰ μέλλοντα φύεσθαι κάτωθεν ἐξέτεμε καὶ ἠφάνισε· πολλῇ τῇ ἐπιεικείᾳ | |
15 | χρησάμενος, καὶ δι’ ἀρετὴν τῶν ἄλλων ὑπεροψίαν ἄφατον ἐπιδειξάμενος, καὶ δεικνὺς ἅπασιν ὅπως πάσης αὐτῷ πε‐ ριουσίας προτιμοτέρα τυγχάνει ἡ εἰρήνη, καὶ τὸ φιλονει‐ κίας ἀπηλλάχθαι; Ἵνα γὰρ μή τις καταγνῷ τοῦ δικαίου ὡς ἀγνώμονος γενομένου περὶ τὸν Λὼτ, καὶ ὅτι οἴκοθεν | |
20 | αὐτὸν ἀναστήσας, καὶ ἀγαγὼν ἐπὶ τῆς ἀλλοτρίας, ἐκβάλ‐ λει τῆς οἰκίας, μηδὲ νομίσῃ τις ἀπεχθείας αὐτὸν ἕνεκεν ταῦτα ἐργάζεσθαι, ἀλλὰ μάθωμεν ἅπαντες, ὅτι εἰρήνης ἀντεχόμενος ταῦτα ποιεῖ, διὰ τοῦτο καὶ τὴν ἐκλογὴν αὐτῷ παρεχώρησε, καὶ τὰ πρωτεῖα ἐκείνου ἑλομένου οὐκ ἐδυσ‐ | |
25 | χέρανεν, ἵνα πάντες εἰδέναι ἔχωμεν τῆς τοῦ δικαίου γνώ‐ μης τὸ φιλάγαθον, καὶ τῆς εἰρηνικῆς αὐτοῦ ψυχῆς τὸν σκοπόν. Ἄλλως δὲ καὶ ἕτερόν τι μυστήριον ἦν προοικονο‐ μούμενον ὥστε πολλὰ κατ’ αὐτὸν γενέσθαι, καὶ τὸν Λὼτ διὰ τῶν πραγμάτων παιδευθῆναι, ὡς οὐ δεόντως τὴν ἐκλο‐ | |
30 | γὴν ἐποιήσατο, καὶ τοὺς ἐν Σοδόμοις μαθεῖν τοῦ Λὼτ τὴν ἀρετὴν, καὶ τοῦ χωρισμοῦ γενομένου, τὴν ἐπαγγελίαν τὴν εἰς τὸν πατριάρχην γεγενημένην εἰς ἔργον ἐκβῆναι, τὴν λέγουσαν· Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· καὶ ταῦτα κατὰ μικρὸν προϊόντες ὀψόμεθα, | |
35 | τῆς θείας Γραφῆς ἡμῖν ἅπαντα κατάδηλα ποιούσης. Καὶ Ἄβραμ, φησὶ, παρῴκησεν ἐν γῇ Χαναάν· Λὼτ δὲ κατῴκησεν ἐν πόλει τῶν περιχώρων, καὶ ἐσκήνωσεν ἐν Σοδόμοις. Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Ὁρᾷς τὸν | |
40 | Λὼτ πρὸς τὴν τῆς γῆς φύσιν μόνον ἀπιδόντα, καὶ οὐ σκο‐ πούμενον τῶν ἐνοικούντων τὴν πονηρίαν; Τί γὰρ ὄφελος, εἰπέ μοι, γῆς ἐπιτηδειότης καὶ καρπῶν εὐφορία, ὅταν οἱ ἐνοικοῦντες ὦσι μοχθηροὶ τὸν τρόπον; Τί δὲ βλάβος ἀπ’ ἐρημίας ἂν γένοιτο καὶ γῆς φαυλοτάτης, ὅταν οἱ ἐνοικοῦν‐ | |
45 | τες ὦσιν ἐπιεικέστεροι; Τὸ γὰρ κεφάλαιον τῶν ἀγαθῶν ἡ τῶν ἐνοικούντων ἐστὶν εὐγνωμοσύνη. Ἀλλ’ ὁ Λὼτ πρὸς ἓν μόνον εἶδε, τῆς γῆς τὴν εὐφορίαν. Διὰ τοῦτο ἡ Γραφὴ σημᾶναι ἡμῖν βουλομένη τῶν αὐτόθι οἰκούντων τὴν πονη‐ ρίαν, φησίν· Οἱ δὲ ἄνθρωποι οἱ ἐν Σοδόμοις πονηροὶ | |
53.311(50) | καὶ ἁμαρτωλοὶ ἐναντίον τοῦ Θεοῦ σφόδρα. Οὐ μόνον, φησὶ, Πονηροὶ, ἀλλὰ Καὶ ἁμαρτωλοὶ, καὶ οὐχ ἁπλῶς Ἁμαρτωλοὶ, ἀλλὰ καὶ Ἐναντίον τοῦ Θεοῦ, τοῦτ’ ἔστι, πολλὴ τῶν ἁμαρτημάτων αὐτῶν ἡ ἐπίτασις, καὶ ὑπερβάλ‐ λουσα αὐτῶν ἡ πονηρία· δι’ ὃ καὶ ἐπήγαγεν· Ἐναντίον | |
55 | τοῦ Θεοῦ σφόδρα. Εἶδες κακίας μέγεθος; εἶδες ὅσον ἐστὶ κακὸν τὸ τοῖς πρωτείοις ἐπιπηδᾷν, καὶ μὴ τὸ συμφέρον σκοπεῖν; εἶδες ὅσον ἐστὶν ἐπιείκεια, καὶ τὸ τῶν πρωτείων παραχωρεῖν, καὶ ἐλαττοῦσθαι; Ἰδοὺ γὰρ προϊούσης τῆς διδασκαλίας ὀψόμεθα τὸν μὲν τὰ πρῶτα ἐκλεξάμενον, οὐ‐ | |
60 | δεμίαν ἐκεῖθεν ὄνησιν προσλαμβάνοντα, τὸν δὲ ἐλάττονα | |
ἑλόμενον, περιφανέστερον καθ’ ἑκάστην γινόμενον, καὶ | Column end | |
53.312 | διὰ πάντων αὐξανομένην αὐτοῦ τὴν εὐπορίαν, καὶ πᾶσι περίβλεπτον καθιστάμενον. εʹ. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος ἐκτείνωμεν. τὴν διδασκα‐ λίαν, μέχρι τούτου στήσαντες τὸν λόγον, εἰς τὴν ἑξῆς τα‐ | |
5 | μιευσώμεθα τὰ λειπόμενα, ἐκεῖνο παρακαλέσαντες ὑμᾶς, ὥστε ζηλῶσαι τὸν πατριάρχην, καὶ μηδέποτε τῶν πρω‐ τείων ἐφίεσθαι, ἀλλὰ πείθεσθαι τῷ μακαρίῳ Παύλῳ λέ‐ γοντι· Τῇ τιμῇ ἀλλήλους προηγούμενοι ὑπερέχοντας ἑαυτῶν, καὶ σπουδάζειν ἐν ἅπασιν ἐλαττοῦσθαι. Τοῦτο | |
10 | γάρ ἐστι τὸ τὰ πρωτεῖα ἔχειν, καθάπερ καὶ ὁ Χριστός φη‐ σιν· Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται. Τί οὖν ἂν εἴη τούτου ἴσον, ὅταν δι’ ὧν ἑτέροις τῶν πρωτείων παραχω‐ ροῦμεν, αὐτοὶ μείζονος ἀπολαύωμεν τῆς τιμῆς, καὶ δι’ ὧν ἑτέρους προτιμῶμεν, ἑαυτοὺς εἰς τὴν ἀνωτάτω τιμὴν | |
15 | ἀνάγωμεν; Τοῦτο τοίνυν, παρακαλῶ, σπουδάζωμεν, ὥστε μιμεῖσθαι τοῦ πατριάρχου τὴν ταπεινοφροσύνην, καὶ κατ’ ἴχνος τούτου τοῦ πρὸ τοῦ νόμου τὴν τοιαύτην ἐπι‐ δειξαμένου φιλοσοφίαν ἡμεῖς οἱ ἐν τῇ χάριτι πορευώμεθα. Ταπεινοφροσύνη γὰρ ἀληθῶς αὕτη ἐστὶν, ἥνπερ ὁ θαυμά‐ | |
20 | σιος οὗτος ἀνὴρ ἐπεδείξατο περὶ τὸν πολὺ αὐτοῦ λειπόμε‐ νον, οὐ κατὰ τὸν τῆς ἀρετῆς λόγον μόνον, ἀλλὰ καὶ κατὰ τὴν ἡλικίαν καὶ τὰ ἄλλα πάντα. Ἐννόησον γὰρ ὅτι ὁ πρε‐ σβύτης τῷ νέῳ παρεχώρησε, καὶ ὁ θεῖος τῷ ἀδελφιδῷ, καὶ ὁ τοσαύτης ἀπολαύων παρὰ τοῦ Θεοῦ εὐνοίας τῷ μηδὲν | |
25 | μηδέπω μέγα τι ἐπιδειξαμένῳ· καὶ ἅπερ ἐχρῆν ἐκεῖνον εἰπεῖν, ὡς νέον πρὸς τὸν πρεσβύτην καὶ θεῖον ἑαυτοῦ, ταῦτα ὁ πατριάρχης πρὸς τὸν νέον ἔλεγε. Καὶ ἡμεῖς τοίνυν μὴ περὶ τοὺς ὑπερβεβηκότας ἡμᾶς, ἢ εἰς τοὺς ἴσους ἡμῖν τυγχάνοντας μόνον τὰ τῆς τιμῆς ἐπιδειξώμεθα. | |
30 | Τοῦτο γὰρ οὐκ ἂν εἴη ταπεινοφροσύνη· ὅταν γάρ τις τὸ ἐξ ἀνάγκης ὀφειλόμενον ποιῇ, οὐ ταπεινοφροσύνη τοῦτό ἐστιν, ἀλλ’ ὀφειλή. Ἡ δὲ ἀληθὴς ταπεινοφροσύνη, ὅταν τοῖς ἐλάττοσιν εἶναι δοκοῦσι παραχωρῶμεν, καὶ ἐκείνους προτιμῶμεν τοὺς πολὺ καταδεεστέρους εἶναι νομιζομέ‐ | |
35 | νους. Ἂν δὲ νήφωμεν, οὐδὲ ἐλάττους ἡμῶν εἶναί τινας νομίσομεν, ἀλλὰ πάντας ἀνθρώπους ὑπερβαίνειν ἡμᾶς. Καὶ τοῦτο λέγω, οὐ περὶ ἡμῶν τῶν μυρίοις ἁμαρτήμασι βεβαπτισμένων, ἀλλὰ κἂν μυρία τις ᾖ κατορθώματα ἑαυ‐ τῷ συνειδὼς, μὴ τοῦτο δὲ λογίζοιτο καθ’ ἑαυτὸν, ὅτι πάν‐ | |
40 | των ἐστὶν ἔσχατος, οὐδὲν αὐτῷ ὄφελος ἂν γένοιτο τῶν τοσ‐ ούτων κατορθωμάτων. Τοῦτο γάρ ἐστι ταπεινοφροσύνη, ὅταν τις ἀφορμὰς ἔχων τοῦ ἐπαίρεσθαι, καταστέλλῃ ἑαυ‐ τὸν καὶ ταπεινοῖ, καὶ μετριάζῃ. Τότε γὰρ καὶ εἰς τὸ ἀλη‐ θὲς ὕψος ἀναχθήσεται, κατὰ τὴν τοῦ Κυρίου ὑπόσχεσιν τὴν | |
45 | λέγουσαν, ὅτι Ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται. Σπου‐ δάσωμεν τοίνυν, παρακαλῶ, πάντες τοῦ ὕψους ἐπιτυχεῖν τοῦ διὰ τῆς ταπεινοφροσύνης, ἵνα τῆς αὐτῆς τῷ δικαίῳ εὐνοίας ἀπολαύσωμεν παρὰ τοῦ Δεσπότου, καὶ τῶν ἀποῤ‐ ῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῶμεν, χάριτι καὶ φιλανθρω‐ | |
53.312(50) | πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
53t | ΟΜΙΛΙΑ ΛΔʹ. | |
54n | Εἶπε δὲ Κύριος τῷ Ἄβραμ μετὰ τὸ χωρισθῆναι τὸν | |
55n | Λὼτ ἀπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου | |
56n | ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ νῦν εἶ, πρὸς βοῤῥᾶν καὶ | |
57n | λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν, ὅτι πᾶσαν τὴν | |
58n | γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτήν. | |
59 | αʹ. Κατεμάθετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν | |
60 | ὑπερβάλλουσαν ταπεινοφροσύνην, εἴδετε ἐπιεικείας ὑπερ‐ | |
53.313 | βολήν. Οὐδὲ γὰρ ἦν τὸ τυχὸν τὸ τὸν πρεσβύτην, τὸν τοσαῦτα εὐεργετηκότα, τὸν τοσαύτης ἀπολαύοντα τῆς εὐνοίας παρὰ τοῦ πάντων Δεσπότου, τοσαύτην ἐπιδείξασθαι περὶ τὸν νέον, τὸν ἀδελφιδοῦν, τὴν ἰσοτιμίαν, ὥστε καὶ τῶν πρω‐ | |
5 | τείων αὐτῷ παραχωρῆσαι, καὶ τὰ ἐλάττονα ἑλέσθαι, καὶ πάντα καταδέξασθαι ὑπὲρ τοῦ τὸν πόλεμον ἀναστεῖλαι, καὶ τὴν τῆς φιλονεικίας ὑπόθεσιν ἐκποδὼν ποιῆσαι. Τοῦ‐ τον ἅπαντες ζηλοῦν σπουδάζωμεν, καὶ μηδέποτε κατὰ τῶν πλησίον ἐπαιρώμεθα, μηδὲ μέγα φρονῶμεν· ἀλλὰ | |
10 | πολλὴν τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενοι παραχωρῶ‐ μεν, καὶ ἐλαττοῦσθαι μᾶλλον σπεύδωμεν ἐν πράγμασι καὶ ἐν ῥήμασι, καὶ μήτε πρὸς τοὺς ἀδικοῦντας ἀπεχθανώμεθα, κἂν εὐηργετημένοι τύχωσι παρ’ ἡμῶν ὄντες (τοῦτο γὰρ ἀρίστη φιλοσοφία), μήτε πρὸς τὰς ὕβρεις ἀγριαίνω‐ | |
15 | μεν, κἂν ὑποδεέστεροι εἶεν οἱ πρὸς ἡμᾶς διαπληκτιζόμε‐ νοι, ἀλλὰ τῇ ἐπιεικείᾳ καὶ τῇ πραΰτητι τὸν θυμὸν κατα‐ στέλλωμεν. Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, οὐδὲν ταύτης δυνατώτερον. Αὕτη τὴν ἡμετέραν ψυχὴν ἐν διηνεκεῖ καθ‐ ίστησι τῇ γαλήνῃ, καθάπερ ἐν λιμένι αὐτὴν ὁρμίζεσθαι | |
20 | παρασκευάζουσα, καὶ πάσης ἀναπαύσεως ὑπόθεσις ἡμῖν γινομένη. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τὴν θείαν ἐκείνην δι‐ δασκαλίαν ποιούμενος ἔλεγε· Μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Οὐδὲν γὰρ οὕτω τὴν | |
25 | ψυχὴν ἐν ἀναπαύσει καθίστησι καὶ πολλῇ τῇ ἡσυχίᾳ, ὡς πραότης καὶ ταπεινοφροσύνη. Τοῦτο παντὸς διαδήματος τιμιώτερον ἂν γένοιτο τῷ ταύτην κεκτημένῳ, τοῦτο πάσης περιφανείας καὶ δόξης λυσιτελέστερον. Τί γὰρ ἂν γένοιτο μακαριώτερον τοῦ ἀπηλλαγμένου τοῦ ἔνδοθεν τικτομένου | |
30 | πολέμου; Κἂν γὰρ μυριάκις εἰρήνης ἔξωθεν ἀπολαύωμεν καὶ θεραπείας, ἔνδοθεν δὲ τίκτηται ἡμῖν ἐκ τῆς τῶν λο‐ γισμῶν ταραχῆς θόρυβος καὶ ζάλη, οὐδὲν ὄφελος τῆς ἔξωθεν εἰρήνης· ὥσπερ οὐδὲ πόλεώς τι ἐλεεινότε‐ ρον, κἂν μυρία τις τείχη καὶ χαρακώματα αὐτὴν πε‐ | |
35 | ριβάλλῃ, ἐκ δὲ τῶν ἔνδοθεν ἐνοικούντων τὴν προδοσίαν ὑπομένῃ. Τοῦτο τοίνυν, παρακαλῶ, πρὸ πάντων σπου‐ δάζωμεν, ἀτάραχον ἔχειν τὴν ψυχὴν, ἐν ἡσυχίᾳ αὐτὴν καθιστάναι, πάσης ἀηδίας ἀπηλλάχθαι, ἵνα καὶ αὐτοὶ πολλῆς τῆς ἀναπαύσεως ἀπολαύωμεν, καὶ τοῖς συγγινο‐ | |
40 | μένοις ἡμῖν προσηνεῖς γινώμεθα. Τοῦτο γὰρ μάλιστα γνώρισμα ἀνθρώπου τοῦ λόγῳ τετιμημένου, τὸ ἥμερον, τὸ ἐπιεικὲς, τὸ πρᾶον, τὸ ταπεινὸν, τὸ ἥσυχον, τὸ μὴ καθάπερ ἀνδράποδον οὕτως ἕλκεσθαι καὶ σύρεσθαι, ἢ ὑπὸ ὀργῆς, ἣ ὑπὸ τῶν ἄλλων παθῶν, ἀλλὰ τῷ λογισμῷ πε‐ | |
45 | ριγίνεσθαι τῶν ἔνδοθεν σκιρτημάτων, καὶ τὴν οἰκείαν διασώζειν εὐγένειαν, καὶ μὴ διὰ ῥᾳθυμίας εἰς τὴν τῶν ἀλόγων ἐκπίπτειν θηριωδίαν. Καὶ ἵνα μάθῃς ὅση τῆς πραΰτητος καὶ τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὡς ἤρκεσεν αὕτη μόνη ἡ ἀρετὴ τὸν αὐτὴν μετὰ ἀκριβείας κατωρθω‐ | |
53.313(50) | κότα τῶν ἀποῤῥήτων ἐκείνων ἐπαίνων ἀξιῶσαι, ἄκουε τοῦ μακαρίου Μωϋσέως τὴν ἀνακήρυξιν ἐντεῦθεν γινομέ‐ νην, καὶ στέφανον αὐτῷ ἐκ ταύτης οὕτω πλεκόμενον. Καὶ Μωϋσῆς ἦν, φησὶ, πραότατος πάντων ἀνθρώπων τῶν ἐπὶ τῆς γῆς. Εἶδες ἐγκωμίου μέγεθος, ὃ πάσης αὐτὸν | |
55 | τῆς ἀνθρωπίνης φύσεως ἰσοστάσιον ἀπέφηνε, μᾶλλον δὲ παντὸς τοῦ τῶν ἀνθρώπων γένους προέκρινε; Καὶ πάλιν περὶ τοῦ Δαυΐδ φησιν ἡ Γραφή· Μνήσθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Ἐντεῦθεν καὶ ὁ πατριάρχης πολλῷ πλείονα τὴν ἄνωθεν εὔνοιαν | |
60 | ἐπεσπάσατο, καὶ τὰ παρ’ ἑαυτοῦ εἰσενεγκὼν, τῶν μει‐ ζόνων ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ. Καὶ τοῦτο | |
εἴσεσθε, ἐπειδὰν εἰς μέσον προθῶμεν ὑμῖν τὰ ἀκόλουθα | Column end | |
53.314 | τῶν χθὲς εἰρημένων, καὶ τὰ πρῶτον ἀναγνωσθέντα ἀναπτύξωμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. Ἐπειδὴ γὰρ πολλὴν ἐπιδειξάμενος τὴν ἐπιείκειαν παρεχώρησε τῷ Λὼτ τῶν πρωτείων, καὶ τῆς ἐκλογῆς αὐτῷ τὴν ἐξουσίαν | |
5 | δεδωκὼς, εἵλετο προθύμως τὴν ἐλάττονα μερίδα ὑπὲρ τοῦ πᾶσαν ἐκποδὼν γενέσθαι φιλονεικίαν· ὅρα ὅσης ἀπολαύει παραχρῆμα παρὰ τοῦ Θεοῦ τῆς ἀμοι‐ βῆς, καὶ ὅπως ἐκ πολλῆς τῆς περιουσίας μείζονος ἀξιοῖ τῆς ἀντιδόσεως τὸν πατριάρχην. Τοιοῦτος γὰρ ὁ Δεσπό‐ | |
10 | της ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ μικρόν τι εἰσενεγκόντας ἡμᾶς, δαψιλεῖς ἡμῖν παρέχει τὰς παρ’ ἑαυτοῦ ἀμοιβὰς, καὶ τοσαύτην ἐπιδείκνυται τὴν φιλοτιμίαν, ὡς πολλῷ τῷ μέτρῳ ὑπερακοντίσαι τὰ παρ’ ἡμῶν γεγονότα. βʹ. Καὶ τοῦτο ἐφ’ ἑκάστῳ τῶν παρ’ ἡμῶν ἐπιτελουμέ‐ | |
15 | νων εὑρήσει τις παρ’ αὐτοῦ γινόμενον. Τί γὰρ, εἰπέ μοι, δύο ὀβολῶν ἂν γένοιτο εὐτελέστερον; Ἀλλ’ ὅμως τὴν χήραν ἐκείνην, τὴν τοὺς δύο ὀβολοὺς καταβαλοῦσαν, ἐξ ἐκείνου μέχρι τοῦ παρόντος εἰς πᾶσαν τὴν οἰκουμένην ἀνακηρύττεσθαι πεποίηκε. Καὶ τί λέγω δύο ὀβολούς; | |
20 | Κἂν ποτήριον ψυχροῦ τις δῷ, καὶ ὑπὲρ τούτου μεγάλας ὁρίζει τὰς ἀμοιβὰς, ἀπὸ τῆς γνώμης ἀεὶ στεφανῶν τοὺς τὴν ἀρετὴν κατορθοῦντας. Καὶ ἐπὶ τῆς προσεδρίας δὲ τῶν εὐχῶν τοῦτο ἴδοι τις ἂν παρ’ αὐτοῦ γινόμενον. Ἐὰν γὰρ ἴδῃ μετὰ θερμότητός τινα προσιόντα, εὐθέως ἐρεῖ | |
25 | πρὸς αὐτόν· Ἔτι λαλοῦντός σου ἰδοὺ πάρειμι. Εἰ δὲ πλείονα τὴν προσεδρίαν ἐπιδείξηται, καὶ μετὰ πολλοῦ τοῦ πόθου καὶ ζεούσης τῆς προθυμίας τὰ τῆς αἰτήσεως φιλοτιμεῖται, καὶ πρὸ τῆς αἰτήσεως ἀνακηρύττει καὶ στεφανοῖ· ὅπερ καὶ ἐπὶ τῆς Χαναναίας πεποίηκεν. | |
30 | Ἐπειδὴ γὰρ εἶδεν αὐτῆς τὸν τόνον καὶ τὴν πολλὴν ἔν‐ στασιν, πρότερον ἀνακηρύξας καὶ στεφανώσας, ὡς εἰ‐ πεῖν διὰ τῶν ἐγκωμίων, καὶ πάσῃ τῇ οἰκουμένῃ κατά‐ δηλον αὐτὴν ποιήσας, τότε καὶ τὰ τῆς αἰτήσεως ἐφιλοτι‐ μήσατο μετὰ πολλῆς τῆς δαψιλείας. Εἰπὼν γὰρ, Ὦ γύ‐ | |
35 | ναι, μεγάλη σου ἡ πίστις, τότε ἐπήγαγε, Γενηθήτω σοι ὡς θέλεις. Καὶ εἰ βουλοίμεθα ἕκαστον τῶν ἐν ταῖς θείαις Γραφαῖς ἐκλέγειν, πανταχοῦ πολλὴν ὀψόμεθα τὴν φιλοτιμίαν τοῦ Δεσπότου. Ὅπερ ἀκριβῶς ὁ πατριάρχης ἐπιστάμενος, καὶ εἰδὼς ὅτι ὁ τῶν ἐλαττόνων παραχωρή‐ | |
40 | σας μειζόνων ἐπιτεύξεται, καθάπερ χθὲς ἠκούσατε, παρεχώρησε τῷ Λὼτ, καὶ εἵλετο τὴν εὐτελεστέραν χώ‐ ραν, ἵνα καὶ τῆς φιλονεικίας τὰς ἀφορμὰς περιέλῃ, καὶ τὴν οἰκείαν ἀρετὴν ἐπιδείξηται, καὶ ἐν εἰρήνῃ καταστή‐ σῃ τὴν οἰκίαν ἅπασαν. Ἀλλ’ ἴδωμεν ἐκ τῶν προσφάτως | |
45 | ἀνεγνωσμένων, τίνας λαμβάνει τὰς ἀμοιβὰς παρὰ τοῦ Δεσπότου ὑπὲρ τῆς τοσαύτης ἐπιεικείας. Καὶ εἶπε, φη‐ σὶν, ὁ Θεὸς τῷ Ἄβραμ μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, | |
53.314(50) | καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ὅρα τὸ τάχος τῆς τοῦ Θεοῦ προνοίας καὶ τῆς ἀμοιβῆς, ἧς περὶ τὸν δίκαιον ἐπιδείκνυται. Βου‐ λομένη γὰρ ἡμᾶς διδάξαι ἡ θεία Γραφὴ, ὅσης ἀποδοχῆς | |
55 | ἠξιώθη παρὰ τοῦ φιλανθρώπου Θεοῦ ὁ πατριάρχης ἐπὶ τῇ τοσαύτῃ ταπεινοφροσύνῃ, εἰποῦσα ὅτι διεχωρίσθη ὁ Λὼτ, καὶ ἀπῆλθεν εἰς τὴν γῆν, ἣν εἵλετο ὡς καλλι‐ στεύουσαν, εὐθέως ἐπήγαγε· Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ Ἄβραμ. Εἶτα ἵνα μάθωμεν μετὰ ἀκριβείας ὅτι ὑπὲρ | |
60 | τῶν εἰς τὸν Λὼτ γεγενημένων ἀμειβόμενος αὐτὸν ταῦτά φησι, προσέθηκε· Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἄβραμ | |
μετὰ τὸ διαχωρισθῆναι τὸν Λὼτ ἀπ’ αὐτοῦ· μονονουχὶ | ||
53.315 | ταυτὶ πρὸς αὐτὸν φανερῶς λέγων τὰ ῥήματα· παρεχώ‐ ρησας διὰ πολλὴν ἐπιείκειαν τῆς καλλιστευομένης χώ‐ ρας τῷ ἀδελφιδῷ, καὶ τὴν ἄκραν ἐπεδείξω ταπεινοφρο‐ σύνην, καὶ τοσαύτην ἐποιήσω τῆς εἰρήνης τὴν πρόνοιαν, | |
5 | ὡς πάντα καταδέξασθαι ὑπὲρ τοῦ μηδεμίαν εἶναι ὑμῶν μεταξὺ φιλονεικίαν· διὰ τοῦτο λάμβανε παρ’ ἐμοῦ δαψι‐ λεῖς τὰς ἀμοιβάς. Ἀναβλέψας, φησὶ, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ νῦν σὺ εἶ, πρὸς βοῤῥᾶν καὶ λίβα, καὶ ἀνατολὰς καὶ θάλασσαν· ὅτι πᾶσαν | |
10 | τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρ‐ ματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀντίδοσιν πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ’ αὐτοῦ γινόμενα; Δι’ αὐ‐ τῶν τῶν ῥημάτων ἔρχεται ὁ φιλάνθρωπος Δεσπότης, δι’ ὧν καὶ ὁ πατριάρχης τὴν παραχώρησιν ἐποιήσατο. Καθά‐ | |
15 | περ γὰρ ἐκεῖνος ἔλεγεν, Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σου; διαχωρίσθητι ἀπ’ ἐμοῦ· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά· εἰ δὲ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· οὕτω καὶ ὁ Δεσπότης φησίν· Ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν· ὅτι πᾶσαν τὴν | |
20 | γῆν, ἣν ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως τοῦ αἰῶνος. Ἐνταῦθά μοι σκόπει τῆς φιλοτιμίας τὴν ὑπερβολήν. Σὺ μὲν γὰρ, φησὶν, αἵρεσιν δοὺς τὴν τῆς ἐκλογῆς, τὴν μὲν παρεχώρησας, ἥνπερ ἑλέσθαι ἐβου‐ λήθη, τὴν δὲ ὑπολειφθεῖσαν αὐτὸς κατεδέξω· ἐγὼ δὲ | |
25 | τοσαύτην ποιοῦμαι τὴν φιλοτιμίαν, ὡς πᾶσαν τὴν γῆν τὴν ὑποπίπτουσαν τῇ τῶν σῶν ὀφθαλμῶν θέᾳ ἐξ ἑκατέ‐ ρων τῶν μερῶν, ἀπὸ ἄρκτου καὶ ἀπὸ μεσημβρίας, καὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν, πᾶσαν τὴν γῆν, ἣν ὁρᾷς, σοὶ παραχωρήσειν· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρ‐ | |
30 | ματί σου ἕως τοῦ αἰῶνος. Εἶδες ἀξίαν τῆς τοῦ Θεοῦ ἀγαθότητος τὴν φιλοτιμίαν; εἶδες ὅσων παραχωρήσας, ὅσων ἠξιώθη; Ἐντεῦθεν παιδευώμεθα πολλὴν ἐπιδείκνυ‐ σθαι δαψίλειαν περὶ τὴν ἐλεημοσύνην, ἵνα μικρὰ δόντες μεγάλων ἀξιωθῶμεν. Ποῦ γὰρ ἴσον, εἰπέ μοι, ἀργύριον | |
35 | βραχὺ δοῦναι, καὶ συγχώρησιν ἁμαρτημάτων κομίσα‐ σθαι; θρέψαι πεινῶντα, καὶ παῤῥησίας ἀξιωθῆναι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τῇ φοβερᾷ, καὶ ἀκοῦσαι τὰ τῆς βασι‐ λείας ἀντάξια ῥήματα, Ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν; Μὴ γὰρ ὁ σοὶ παρασχὼν τὴν τοσαύτην δαψί‐ | |
40 | λειαν οὐκ ἠδύνατο κἀκείνου τὴν ἔνδειαν παραμυθήσα‐ σθαι; Ἀλλὰ διὰ τοῦτο ἀφίησιν αὐτὸν τῇ πενίᾳ τρύχεσθαι, ἵνα κἀκεῖνος τῆς ὑπομονῆς πολὺν κομίζηται τὸν μισθὸν, καὶ σὺ τὴν ἀπὸ τῆς ἐλεημοσύνης σαυτῷ προαποθῇ τὴν παῤῥησίαν. | |
45 | γʹ. Εἶδες φιλανθρωπίαν Δεσπότου, πῶς ἅπαντα διὰ τὴν ἡμετέραν σωτηρίαν οἰκονομεῖ; Ὅταν οὖν ἐννοήσῃς, ὅτι διὰ σὲ καὶ τὴν σὴν ὠφέλειαν ἐκεῖνος τῇ πενίᾳ προσπα‐ λαίων λιμῷ διαφθείρεται, μὴ παρέλθῃς ἀνηλεῶς, ἀλλὰ γενοῦ πιστὸς οἰκονόμος τῶν παρὰ τοῦ Δεσπότου σοι πα‐ | |
53.315(50) | ρασχεθέντων, ἵνα τὴν ἐκείνου ἔνδειαν παραμυθησάμενος πολλὴν ἐπισπάσῃ τὴν ἄνωθεν εὔνοιαν. Καὶ δόξασόν σου τὸν Δεσπότην, ὅτι διὰ σὲ καὶ τὴν σὴν σωτηρίαν συνεχώ‐ ρησεν ἐκεῖνον ἐν πενίᾳ διάγειν, ἵνα σὺ δυνηθῇς ὁδὸν εὑρεῖν, δι’ ἧς δυνήσῃ καὶ τὰ ἡμαρτημένα ἀπονίψα‐ | |
55 | σθαι, καὶ τὰ παρὰ τοῦ Δεσπότου σοι παρασχεθέντα καλῶς οἰκονομήσας, τῶν ἐπαίνων ἐκείνων ἀξιωθῆναι τῶν πάντα λόγον καὶ διάνοιαν ὑπερβαινόντων. Ἀκούσῃ γὰρ, Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπ’ ὀλίγων ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ | |
60 | Κυρίου σου. Ταῦτα ἐννοοῦντες, καθάπερ εὐεργέτας, καὶ τῆς σωτηρίας ἡμῖν τὰς ἀφορμὰς παρέχειν δυναμένους, οὕτως ὁρῶμεν τοὺς πένητας, καὶ μετὰ δαψιλείας καὶ ἱλαρᾶς τῆς προθυμίας παρέχωμεν, μηδέποτε ἀνανεύον‐ τες περὶ τὴν δόσιν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας | |
65 | διαλεγόμενοι, καὶ πραότητα πολλὴν δεικνύμενοι. Κλῖνον | Column end |
53.316 | γὰρ πτωχῷ τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραΰτητι, ἵνα καὶ πρὸ τῆς δόσεως τῇ προσηνείᾳ τῶν ῥημάτων τὴν καταβεβλημένην αὐτοῦ ψυχὴν ὑπὸ τῆς πολλῆς ἐνδείας ἀναστήσῃς. Κρεῖσσον γὰρ, φησὶ, λόγος | |
5 | ἢ δόσις. Οὕτως οἶδε καὶ ῥῆμα νευρῶσαι ψυχὴν, καὶ πολ‐ λὴν εἰσαγαγεῖν τὴν παραμυθίαν. Μὴ τοίνυν πρὸς τὸν λαμβάνοντα μόνον ὁρῶντες τὴν περὶ τὴν ἐλεημοσύνην φιλοτιμίαν ποιώμεθα, ἀλλὰ λογιζόμε‐ νοι τίς ἐστιν ὁ οἰκειούμενος τὰ εἰς τὸν πένητα γινόμενα, | |
10 | καὶ τὴν ὑπὲρ τῶν διδομένων ἔκτισιν ὑποσχόμενος, οὕτω πρὸς ἐκεῖνον τείνοντες τὴν διάνοιαν μετὰ πάσης προ‐ θυμίας παρέχειν σπουδάζωμεν, καὶ σπείρωμεν, ὡς ἔτι καιρὸς, μετὰ δαψιλείας, ἵνα καὶ μετὰ δαψιλείας θερίσω‐ μεν. Ὁ σπείρων γὰρ, φησὶ, φειδομένως, φειδομένως | |
15 | καὶ θερίσει. Ἀφειδεῖ τοίνυν τῇ χειρὶ καταβάλλω‐ μεν τὰ καλὰ ταῦτα σπέρματα, ἵνα ἐν καιρῷ μετὰ δαψι‐ λείας θερίσωμεν. Νῦν μὲν γάρ ἐστιν ὁ τοῦ σπόρου καιρὸς, ὃν μὴ παραδράμωμεν, παρακαλῶ, ἵνα ἐν τῇ τῆς ἀντα‐ ποδόσεως τῶν ἐνταῦθα σπαρέντων ἡμέρᾳ, τοὺς καρποὺς | |
20 | ἀποδρεψώμεθα, καὶ τῆς παρὰ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν. Οὐδὲν γὰρ, οὐδὲν ἕτερον τῶν κατορθωμάτων οὕτω δυνήσεται σβέσαι τῶν ἁμαρτημάτων ἡμῶν τὴν πυρὰν, ὡς ἡ τῆς ἐλεημοσύνης δαψίλεια. Αὕτη καὶ τῶν ἡμαρτημένων ἡμῖν τὸν ἀφανισμὸν ἐργάζεται, καὶ παῤ‐ | |
25 | ῥησίας ἡμῖν πρόξενος γίνεται, καὶ τῶν ἀποῤῥήτων ἐκεί‐ νων ἀγαθῶν τὴν ἀπόλαυσιν προευτρεπίζει. Ἀλλὰ ταῦτα μὲν ἱκανῶς εἴρηται πρὸς τὴν ὑμετέραν προτροπὴν, καὶ πρὸς τὸ δεῖξαι, ὅτι μικρὰ διδόντες μεγάλων ἀξιούμεθα παρὰ τοῦ Δεσπότου. Ἐντεῦθεν γὰρ ἡμῖν καὶ ὁ λόγος πρὸς | |
30 | τὴν τῆς ἐλεημοσύνης παραίνεσιν ἐξεκυλίσθη· ἐπειδὴ γὰρ ἐλέγομεν, ὅτι μέρους γῆς παραχωρήσας ὁ πατριάρχης, καὶ τὸ κάλλιστον τῆς χώρας προέμενος τῷ Λὼτ, καὶ τὴν φαυλοτάτην γῆν ἑλόμενος ἑαυτῷ τοσαύτης ἠξιώθη τῆς παρὰ τοῦ Θεοῦ φιλοτιμίας, ὡς ὑπερβαίνειν πάντα νοῦν | |
35 | καὶ διάνοιαν τὴν ὑπόσχεσιν τὴν παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένην. Ἀναβλέψας γὰρ, φησὶ, τοῖς ὀφθαλμοῖς σου, ἴδε ἀπὸ τοῦ τόπου, οὗ σὺ εἶ νῦν, πρὸς βοῤῥᾶν καὶ λίβα· ὅτι πᾶσαν τὴν γῆν, ἣν σὺ ὁρᾷς, σοὶ δώ‐ σω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Μέρος γῆς. | |
40 | φησὶ, παρεχώρησας τῷ ἀδελφιδῷ· ἰδοὺ ἐγὼ ὁλόκλη‐ ρόν σοι τὴν γῆν ὑπισχνοῦμαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τῷ σπέρματί σου παρέξειν ἐπαγγέλλομαι αὐτὴν, καὶ ἕως αἰῶνος, τοῦτ’ ἔστι διηνεκῶς. Εἶδες πῶς φιλοτιμεῖται ἐν ταῖς εὐεργεσίαις; Ἐπειδὴ γὰρ ᾔδει ὅτι τούτου μάλι‐ | |
45 | στα ἐπεθύμει ὁ πατριάρχης, καὶ οὐδὲν αὐτοῦ τὴν προθυ‐ μίαν οὕτω νευρώσει, φησί· καὶ τοῦτό σοι παρέξω, ὥστε καὶ τοὺς ἀπὸ σοῦ τικτομένους διαδέξασθαι τῆς γῆς τὴν ἀπόλαυσιν, καὶ διηνεκῆ ταύτης ἔχειν τὴν ἐξουσίαν. Εἶτα ἵνα μὴ πρὸς τὴν οἰκείαν μόνον φύσιν, καὶ πρὸς τὸ γῆρας | |
53.316(50) | τὸ ἑαυτοῦ, καὶ τὴν τῆς Σάρας στείρωσιν ἀπιδὼν, ναρ‐ κήσῃ πρὸς τὴν ὑπόσχεσιν, ἀλλὰ θαῤῥήσῃ τῇ τοῦ ὑπο‐ σχομένου δυνάμει, φησί· Καὶ ποιήσω τὸ σπέρμα σου, ὡς τὴν ἄμμον τῆς γῆς. Εἰ δυνήσεταί τις τὴν ἄμμον τῆς γῆς ἐξαριθμῆσαι, καὶ τὸ σπέρμα σου ἀριθμηθή‐ | |
55 | σεται. Ἀληθῶς ὑπὲρ φύσιν ἀνθρωπίνην ἦν ἡ ὑπόσχεσις· οὐ μόνον γὰρ πατέρα αὐτὸν ποιήσειν ὑπέσχετο, τοσού‐ των ὄντων τῶν κωλυμάτων, ἀλλὰ καὶ εἰς πλῆθος τοσοῦ‐ τον ἐπιδώσειν, ὡς τῇ ἄμμῳ τῆς γῆς παρισωθῆναι, καὶ ἀνώτερον ἀριθμοῦ τὸ πλῆθος γενέσθαι, τὴν ἐπίτασιν τῆς | |
60 | ὑπερβολῆς διὰ τοῦ παραδείγματος ἐμφῆναι βουλόμενος. | |
53.317 | Σκόπει πῶς ὁ φιλάνθρωπος Δεσπότης κατὰ μικρὸν γυμνάζει τοῦ δικαίου τὴν ἀρετήν. Εἰπὼν γὰρ ἀνωτέρω, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην· νῦν πάλιν φησὶν, Καὶ τῷ σπέρματί σου δώσω ἕως αἰῶνος, | |
5 | καὶ ποιήσω αὐτὸ ὡς τὴν ἄμμον τῆς γῆς. Καὶ τέως μέχρι λόγων τὰ τῆς ὑποσχέσεως, καὶ πολὺς ἐν μέσῳ παραγίνεται χρόνος, ἵνα καὶ τῆς γνώμης τοῦ πατριάρ‐ χου μάθωμεν τὸ φιλόθεον, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλου‐ σαν δύναμιν. Ἐπίτηδες γὰρ μέλλει καὶ ἀναβάλλεται, ἵνα | |
10 | εἰς βαθὺ γῆρας ἐλάσαντες οἱ τὴν ὑπόσχεσιν δεξάμενοι, καὶ ἀπογνόντες, ὡς εἰπεῖν, τέως κατὰ ἀνθρωπίνην ἀκο‐ λουθίαν, τότε καὶ τῆς οἰκείας ἀσθενείας τὴν πεῖραν, καὶ τῆς ἀφάτου δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν ἴδωσιν. δʹ. Ἐννόει δέ μοι ἐκ τῆς παρατάσεως τοῦ ἐν μέσῳ χρόνου | |
15 | τὸ στεῤῥὸν τῆς τοῦ πατριάρχου γνώμης, πῶς πάντα τὰ ἀνθρώπινα παρατρέχων, πρὸς τὸ δυνατὸν τοῦ ὑποσχομέ‐ νου τείνας τὴν διάνοιαν, οὐκ ἐθορυβεῖτο, οὐδὲ ἐταράτ‐ τετο. Ἴστε γὰρ πολλάκις, ὅτι ἐπειδάν τις ἅπαξ καὶ δεύ‐ τερον ὑποσχόμενος μηδέπω εἰς ἔργον ἀγάγῃ τὰ ἐπαγγελ‐ | |
20 | θέντα, πῶς ὀκνηρότεροι γινόμεθα πρὸς τὸ πάλιν αὐτῷ πιστεῦσαι ὑπισχνουμένῳ. Ἀλλ’ ἐπὶ μὲν ἀνθρώπου εἰκό‐ τως ἂν τοῦτο γένοιτο· ἐπὶ δὲ τοῦ Θεοῦ τοῦ μετὰ πολλῆς σοφίας τὰ ἡμέτερα οἰκονομοῦντος, ἐπειδὰν ἅπαξ ἐπαγ‐ γείληται, κἂν μυρία ἐν τῷ μέσῳ κωλύματα παρεμπί‐ | |
25 | πτοι, πρὸς τὸ μέγεθος τῆς τοῦ Θεοῦ δυνάμεως ὁρῶντας θαῤῥεῖν χρὴ, καὶ ἐστηριγμένον ἔχειν τὸν λογισμὸν, καὶ εἰδέναι ὡς πάντως εἰς ἔργον ἐκβῆναι δεῖ τὰ παρ’ αὐτοῦ εἰρημένα· Οὐδὲν γάρ ἐστιν ὃ δυνήσεταί ποτε διακόψαι τὰ παρ’ αὐτοῦ ἐπηγγελμένα· Θεὸς γάρ ἐστιν, ᾧ πάντα | |
30 | δυνατά· καὶ διὰ τοῦτο πρὸς ὃ βούλεται, μεθίστησι τὰ πράγματα, καὶ πόρους ἐξ ἀπόρων εὑρεῖν δυνάμενος, καὶ μετὰ τὴν ἀπόγνωσιν τὴν ἡμετέραν εἰς χρηστὰς ἐλπίδας ἄγων, ἵν’ οὕτω σαφέστερον αὐτοῦ μανθάνωμεν τῆς εὐμηχάνου σοφίας τὴν ὑπερβολήν. Ἀναστὰς γὰρ, φησὶ, | |
35 | διόδευσον τὴν γῆν, εἴς τε τὸ μῆκος αὐτῆς καὶ εἰς τὸ πλάτος, ὅτι σοι δώσω αὐτήν. Ὅρα πῶς διὰ πάντων τῶν πραγμάτων πολλὴν βούλεται πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ. Ἀναστὰς, φησὶ, περίελθε, καὶ κατάμαθε καὶ τὸ μῆκος καὶ τὸ πλάτος, ἵνα εἰδέναι ἔχῃς καὶ τὸ | |
40 | μέγεθος τῆς γῆς, ἧς ἀπολαύειν μέλλεις, καὶ πρὸ τῆς ἀπολαύσεως τῇ ἐλπίδι τρεφόμενος, πολλὴν ἔχῃς τὴν εὐ‐ θυμίαν. Ὅσην γὰρ ἂν περιέλθῃς γῆν, σοὶ δώσω αὐτὴν, ἵνα μάθῃς ὅτι οὐ τοσαῦτα παρεχώρησας, ὅσα νῦν λαμ‐ βάνειν μέλλεις. Μὴ τοίνυν νομίσῃς τὴν ἐλάττονα εἰληφέ‐ | |
45 | ναι, ἐπειδὴ ἐκεῖνος τοῖς πρωτείοις φαινομένοις ἐπεπήδη‐ σεν. Εἴσῃ δὲ μετ’ οὐ πολὺ δι’ αὐτῶν τῶν πραγμάτων, ὅτι οὐ λυσιτελὴς ἦν αὐτῷ τῶν πρωτείων ἡ ἐκλογή· καὶ αὐτὸς δὲ ἐκεῖνος μαθήσεται, ὅσον ἐστὶ κακὸν τὸ τῶν πρω‐ τείων ἐρᾷν. Τέως δὲ αὐτὸς κομίζου τῆς ταπεινοφροσύνης | |
53.317(50) | καὶ τῆς ἐπιεικείας, ἣν περὶ τὸν ἀδελφιδοῦν ἐπεδείξω, τὰς ἀμοιβὰς, καὶ δέχου τὴν ὑπόσχεσιν, καὶ ἤδη κατα‐ μάνθανε τὴν γῆν ἅπασαν, ἧς κύριος εἶ, καὶ μετ’ οὐ πολὺ καὶ αὐτὸς καὶ τὸ σπέρμα τὸ σὸν εἰς τὸ διηνεκὲς καθέ‐ ξετε. Καὶ τῷ σπέρματί σου γὰρ, φησὶν, ἕως τοῦ αἰῶ‐ | |
55 | νος. Πολὺ τῆς ἐπαγγελίας τοῦ Θεοῦ τὸ μέγεθος, πολλὴ τῆς φιλοτιμίας τοῦ πάντων ἡμῶν Δεσπότου ἡ δαψίλεια, πολλὴ τῆς ἀμοιβῆς τοῦ φιλανθρώπου καὶ πανοικτίρμονος ἡ ὑπερβολὴ, ἣν περὶ τὸν μακάριον τοῦτον ἐποιήσατο, καὶ τῷ ἐξ αὐτοῦ μέλλοντι τίκτεσθαι σπέρματι. Ταῦτα | |
60 | ἀκούσας ὁ πατριάρχης, καὶ ἐκπλαγεὶς τὴν ἄφατον τοῦ | |
Θεοῦ ἀγαθότητα, Ἀποσκηνώσας, φησὶν, ἐλθὼν κατῴ‐ | Column end | |
53.318 | κησε παρὰ τὴν δρῦν τὴν Μαμβρὴ, τὴν ἐν Χεβρών. Μετὰ τὸ δέξασθαι, φησὶ, τὴν ἐπαγγελίαν, καὶ τὸν χωρι‐ σμὸν γενέσθαι τοῦ Λὼτ, τὴν σκηνὴν αὐτοῦ μετῴκισε παρὰ τὴν δρῦν τὴν Μαμβρή. Ὅρα φιλόσοφον γνώμην, | |
5 | ὅρα φρονήματος ὕψος, πῶς μετ’ εὐκολίας μετανίσταται, καὶ οὐ δυσχεραίνει πρὸς τὸ τόπους ἐκ τόπων ἀμείβειν. Καὶ γὰρ εὑρήσεις αὐτὸν οὐ συνηθείᾳ τινὶ προκατειλημ‐ μένον καὶ προστετηκότα, ὃ πολλοὶ πολλάκις ὑπομένουσι καὶ τῶν δοκούντων φιλοσοφεῖν, καὶ τῶν ἐν μέσῳ θορύβων | |
10 | ἀπηλλάχθαι· καὶ εἴ ποτε καιρὸς καλοίη μεταναστῆναι, καὶ εἰς τὴν ἀλλοτρίαν ἀπελθεῖν, πολλάκις καὶ πνευματι‐ κοῦ πράγματος ἕνεκα, δυσχεραίνοντας, ἀλύοντας, βαρέως φέροντας τὴν μετάστασιν εὕροις ἂν αὐτοὺς, διὰ τὸ τῇ συνηθείᾳ προειλῆφθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλ’ | |
15 | ἄνωθεν καὶ ἐκ προοιμίων ἐφιλοσόφει· καὶ καθάπερ ξέ‐ νος καὶ παρεπίδημος, οὕτως ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανιστάμενος, καὶ πανταχοῦ τὴν φιλόθεον αὐτοῦ γνώ‐ μην διὰ τῶν ἔργων ἐσπούδαζεν ἐπιδείκνυσθαι. Ἐπειδὴ γὰρ κατεσκήνωσε παρὰ τὴν δρῦν τὴν Μαμβρὴ, εὐθέως | |
20 | ἐκεῖ θυσιαστήριον ᾠκοδόμησε τῷ Κυρίῳ. Εἶδες εὐχάρι‐ στον γνώμην; Ἐπειδὴ γὰρ τὴν σκηνὴν ἐπήξατο, εὐθέως ὑπὲρ τῆς γεγενημένης αὐτῷ ἐπαγγελίας τὰς εὐχαριστίας ἀνέφερε τῷ Δεσπότῃ. Καὶ καθ’ ἕκαστον τόπον, ἔνθα κατ‐ εσκήνου, εὑρήσεις αὐτὸν τούτου πρὸ πάντων ἐπιμελού‐ | |
25 | μενον, καὶ θυσιαστήριον οἰκοδομοῦντα, καὶ τὰς εὐχὰς ἀναφέροντα, καὶ ἀποστολικὸν νόμον πληροῦντα, τὸν κε‐ λεύοντα ἐν παντὶ τόπῳ εὔχεσθαι ἐπαίροντας ὁσίους χεῖρας. Εἶδες ψυχὴν ἐπτερωμένην πρὸς τὸν τοῦ Θεοῦ πόθον, καὶ ὑπὲρ ἁπάντων εὐχάριστον γινομένην; Οὐδὲ | |
30 | γὰρ ἀνέμενεν εἰς ἔργον ἐλθεῖν τὰ ἐπαγγελθέντα, ἀλλὰ καὶ ὑπὲρ τῆς ὑποσχέσεως εὐχαριστεῖ, καὶ τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται, ἵνα τὴν ἐπὶ τοῖς προλαβοῦσιν εὐγνωμοσύ‐ νην ἐπιδειξάμενος, καὶ περὶ τὴν ἐκπλήρωσιν τῶν ἐπαγ‐ γελιῶν ἐκκαλέσηται τὸν ἑαυτοῦ Δεσπότην. | |
35 | εʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, καὶ θαῤῥῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, καὶ μήτε ὁ χρόνος ἀμαυρούτω τὴν προθυμίαν, μήτε τὰ ἐν μέσῳ κωλύματα, ἂν συμβαίη, χαυ‐ νούτω ἡμῶν τὸν λογισμόν· ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει θαῤῥοῦντες, ὡς ἤδη πρὸ τῶν ὀφθαλμῶν ὁρῶντες τὰς | |
40 | ὑποσχέσεις ἐκβεβηκυίας, οὕτω τὴν πίστιν εἰλικρινῆ ἐπι‐ δειξώμεθα. Καὶ γὰρ καὶ ἡμῖν μεγάλα καὶ ὑπέρογκα ἐπηγ‐ γείλατο ὁ Δεσπότης, καὶ ὑπερβαίνοντα τὸν ἡμέτερον λογισμὸν, τῆς βασιλείας λέγω τὴν ἀπόλαυσιν, τῶν ἀποῤ‐ ῥήτων ἀγαθῶν τὴν μετουσίαν, τὴν μετὰ ἀγγέλων δια‐ | |
45 | γωγὴν, τὴν τῆς γεέννης ἀπαλλαγήν. Ἀλλὰ ὅμως μηδὲν ἀπιστῶμεν, ἐπειδὴ μὴ ὁρᾶται τοῖς σωματικοῖς ὀφθαλ‐ μοῖς· ἀλλὰ τὸ ἀψευδὲς ἐννοοῦντες τοῦ ἐπαγγειλαμένου, καὶ τῆς δυνάμεως αὐτοῦ τὸ μέγεθος, τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατοπτεύωμεν, καὶ ἐκ τῶν ἤδη παρα‐ | |
53.318(50) | σχεθέντων καὶ περὶ τῶν μελλόντων χρηστὰς ἔχωμεν τὰς ἐλπίδας· διὰ γὰρ τοῦτο καὶ ἐνταῦθα πολλὰ ἡμῖν ἐδωρή‐ σατο, ἵνα ἐκ τούτων ὁδηγούμενοι καὶ περὶ ἐκείνων θαῤ‐ ῥεῖν ἔχωμεν. Ὁ γὰρ τὸν ἑαυτοῦ υἱὸν ἐκδοὺς διὰ τὴν περὶ ἡμᾶς ἀγάπην, πῶς οὐχὶ πάντα ἡμῖν τὰ λοιπὰ χαριεῖται; | |
55 | Καθάπερ καὶ Παῦλός φησιν· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Εἰ τὸν Υἱὸν αὐτοῦ ἐξέδωκεν ὑπὲρ ἡμῶν τῶν ἁμαρτωλῶν, εἰ τοῦ βαπτίσματος τὴν δωρεὰν ἐχαρίσατο, εἰ τῶν προ‐ | |
60 | λαβόντων ἁμαρτημάτων τὴν ἄφεσιν ἐδωρήσατο, εἰ μετα‐ | |
νοίας ὁδὸν ἡμῖν ἔτεμεν, εἰ μυρία ἕτερα πρὸς τὴν σω‐ | ||
53.319 | τηρίαν ἡμετέραν ἐπραγματεύσατο, δηλονότι καὶ τὰ ἐν τῷ μέλλοντι ἡμῖν τεταμιευμένα ἀγαθὰ παρέξει. Ὁ γὰρ πρὸ τῆς εἰς τὸ εἶναι ἡμᾶς παρόδου ταῦτα προευτρε‐ πίσας διὰ τὴν οἰκείαν ἀγαθότητα, πῶς οὐχὶ καὶ τὴν | |
5 | ἀπόλαυσιν χαριεῖται; Ὅτι γὰρ προλαβὼν ταῦτα ἡμῖν ἡτοίμασε τὰ ἀγαθὰ, ἄκουε αὐτοῦ λέγοντος πρὸς τοὺς ἐκ δεξιῶν ἑστῶτας· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πα‐ τρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν πρὸ καταβολῆς κόσμου. Εἶδες ἀγαθό‐ | |
10 | τητος ὑπερβολὴν, πόσῃ περὶ τὸ ἡμέτερον γένος κέχρη‐ ται τῇ φιλανθρωπίᾳ, ὡς καὶ πρὸ τῆς τοῦ κόσμου κα‐ ταβολῆς ἡμῖν τῆς βασιλείας προευτρεπίσαι τὴν ἀπό‐ λαυσιν; Μὴ τοίνυν ἀγνώμονες γενώμεθα, παρακαλῶ, μηδὲ ἀναξίους ἑαυτοὺς καταστήσωμεν τῶν τοσούτων | |
15 | δωρεῶν, ἀλλὰ ἀγαπήσωμεν, ὡς δεῖ, τὸν ἡμέτερον Δεσπότην, καὶ μηδὲν διαπραττώμεθα τῶν διακοπτόν‐ των τὴν πρὸς ἡμᾶς αὐτοῦ εὔνοιαν. Μὴ γὰρ αὐτοὶ προκατάρχομεν τοῦ πράγματος; Αὐτὸς προλαβὼν πολλὴν καὶ ἄφατον τὴν περὶ ἡμᾶς ἀγάπην ἐπεδείξατο. | |
20 | Πῶς οὖν οὐκ ἄτοπον τὸν οὕτως ἀγαπήσαντα μὴ καὶ ἡμᾶς, ὅσον ἔχομεν δυνάμεως, ἀγαπᾷν; Αὐτὸς γὰρ διὰ τὴν περὶ ἡμᾶς ἀγάπην πάντα μεθ’ ἡδονῆς ὑπέ‐ μεινε, καὶ ἐξ αὐτῶν τῶν κόλπων τῶν πατρικῶν ἁλλό‐ μενος, ὡς εἰπεῖν, δούλου μορφὴν ἀναλαβεῖν κατεδέ‐ | |
25 | ξατο, καὶ διὰ πάντων τῶν ἀνθρωπίνων ἐλθεῖν, καὶ τὰς παρὰ Ἰουδαίων ὕβρεις καὶ ἀτιμίας ὑπομεῖναι, καὶ τὸ τελευταῖον σταυρὸν κατεδέξατο, καὶ θάνατον τὸν ἐπο‐ νείδιστον, ἵνα ἡμᾶς τοὺς χαμαὶ συρομένους. καὶ μυρίοις φορτίοις ἁμαρτημάτων βαρουμένους διὰ τῆς εἰς αὐτὸν | |
30 | πίστεως ἐλευθερώσῃ. Ταῦτα γὰρ ἅπαντα ἐννοῶν ὁ μακάριος Παῦλος, ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ καθάπερ ὑπόπτερος τὴν οἰκουμένην περιτρέχων ἅπα‐ σαν, ὁ ἐν σώματι τὰ τῶν ἀσωμάτων ἐπιδείκνυσθαι σπουδάζων, ἐβόα λέγων· Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ | |
35 | συνέχει ἡμᾶς. Ὅρα εὐγνωμοσύνην, ὅρα ἀρετῆς ὑπερ‐ βολὴν, ὅρα πόθον ζέοντα. Ἡ ἀγάπη, φησὶ, τοῦ Χρι‐ στοῦ συνέχει ἡμᾶς· τοῦτ’ ἔστιν, ὠθεῖ, καταναγκά‐ ζει, κατεπείγει. Εἶτα ἑρμηνεῦσαι βουλόμενος τὸ παρ’ ἑαυτοῦ ῥηθὲν, φησί· Κρίναντας τοῦτο, ὅτι εἰ εἷς | |
40 | ὑπὲρ ἁπάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθα‐ νον. Καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μη‐ κέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθα‐ νόντι καὶ ἐγερθέντι. Εἶδες πῶς εἰκότως ἔλεγεν, ὅτι Συνέχει ἡμᾶς ἡ ἀγάπη τοῦ Χριστοῦ; Εἰ γὰρ ὑπὲρ | |
45 | ἡμῶν, φησὶ, πάντων ἀπέθανε, διὰ τοῦτο ἀπέθανεν, ἵνα ἡμεῖς οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλ’ ἐκείνῳ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερθέντι. Δεχώμεθα τοίνυν τὴν παραίνεσιν τὴν ἀποστολικὴν, καὶ μὴ ἑαυ‐ τοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἐγερ‐ | |
53.319(50) | θέντι. Καὶ πῶς, φησὶ, δυνησόμεθα μὴ ἑαυτοῖς ζῇν; Ἄκουε τοῦ μακαρίου τούτου πάλιν λέγοντος· Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὅρα πῶς ἐπὶ γῆς βαδίζων καὶ σαρκὶ συμπεπλεγμένος, καθάπερ τὸν οὐρανὸν οἰκῶν, καὶ ταῖς ἀσωμάτοις συναναστρεφόμε‐ | |
55 | νος δυνάμεσιν, οὕτω διέκειτο. Διὰ τοῦτο ἀλλαχοῦ πάλιν ἔλεγεν· Οἱ δὲ τοῦ Χριστοῦ, τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. Τοῦτο τοί‐ νυν ἐστὶ τὸ μὴ ἑαυτοῖς ζῇν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀπο‐ θανόντι καὶ ἐγερθέντι, ὅταν καθάπερ νεκροὶ ὦμεν τοῦ | |
60 | παρόντος βίου, καὶ πρὸς μηδὲν τῶν ὁρωμένων ὦμεν ἐπτοημένοι. Διὰ γὰρ τοῦτο ὁ Δεσπότης ἡμῶν ἐσταυ‐ ρώθη, ἵνα ἀντὶ ταύτης τῆς ζωῆς ἐκείνην ἀνταλλαξώ‐ μεθα· μᾶλλον δὲ, ἵνα διὰ ταύτης ἐκείνην ἑαυτοῖς πρα‐ γματευσώμεθα. Ἡ γὰρ παροῦσα ζωὴ, ἐὰν βουλώμεθα | |
65 | νήφειν καὶ ἐγρηγορέναι, πρὸς τὴν ἀπόλαυσιν τῆς αἰω‐ | Column end |
53.320 | νίου ζωῆς ἡμᾶς ὁδηγεῖ· καὶ δυνησόμεθα, εἰ βουλη‐ θείημεν μικρὸν διεγερθῆναι καὶ διανοῖξαι τὸ τῆς δια‐ νοίας ὄμμα, τῆς ἐκεῖ λήξεως τὴν ἔννοιαν διὰ παντὸς τρέφειν παρ’ ἑαυτοῖς, καὶ οὕτω τὰ μὲν ὁρώμενα παρα‐ | |
5 | τρέχειν καὶ ὑπερίπτασθαι, πρὸς δὲ τὰ μέλλοντα καὶ διαιωνίζοντα τείνειν τὸν λογισμόν· καθάπερ καὶ ὁ μα‐ κάριος οὗτος παιδεύων ἡμᾶς ἔλεγεν· Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγα‐ πήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. | |
10 | ϛʹ. Ὅρα ψυχὴν πεπυρωμένην, ὅρα λογισμὸν ἐπτε‐ ρωμένον, ὅρα διάνοιαν ἐκκαιομένην τῷ πρὸς τὸν Θεὸν πόθῳ. Ὃ νῦν ζῶ, φησὶν, ἐν πίστει ζῶ. Μὴ γὰρ νο‐ μίσητέ με, φησὶ, συντελεῖν τι εἰς τὰ τοῦ παρόντος βίου πράγματα. Εἰ γὰρ καὶ σάρκα περίκειμαι, καὶ | |
15 | ταῖς ἀνάγκαις τῆς φύσεως προσδέδεμαι, ἀλλ’ ἐν πίστει ζῶ, τῇ εἰς Χριστὸν, πάντων ὑπερορῶν τῶν παρόν‐ των, τῇ ἐλπίδι τῇ εἰς αὐτὸν πάντα παρατρέχων, ἐκτε‐ ταμένην ἔχω τὴν διάνοιαν πρὸς αὐτόν. Εἶτα ἵνα μάθῃς αὐτοῦ τοῦ φίλτρου τὴν ὑπερβολὴν, φησίν. Ἐν πίστει | |
20 | ζῶ τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ τοῦ ἀγαπήσαντός με, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Σκόπει πόσης τῆς εὐγνωμοσύνης ἡ ὑπερβολή. Τί λέγεις, ὦ μακάριε Παῦλε; Πρὸ μικροῦ ἔλεγες, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων παρέδω‐ | |
25 | κεν αὐτόν· καὶ νῦν λέγεις, Τοῦ ἀγαπήσαντός με, καὶ ἰδιοποιῇ τὴν κοινὴν εὐεργεσίαν; Ναὶ, φησίν· εἰ γὰρ καὶ ὑπὲρ παντὸς τοῦ τῶν ἀνθρώπων γένους ἡ θυσία προσενήνεκται παρ’ αὐτοῦ, ἀλλὰ διὰ τὸ περὶ αὐτὸν φίλτρον μου ἐγὼ ἰδιοποιοῦμαι τὸ γεγονός. Οὕτω καὶ | |
30 | τοῖς προφήταις ἔθος ποιεῖν, καὶ λέγειν· Ὁ Θεὸς ὁ Θεός μου· καίτοι τῆς οἰκουμένης ἐστὶ Θεός· ἀλλ’ ἴδιον τοῦ πόθου, τὰ κοινὰ ἰδιοποιεῖσθαι. Τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, φησὶ, τοῦ ἀγαπήσαντός με. Τί λέγεις; Σὲ μόνον ἠγά‐ πησε; Πᾶσαν μὲν, φησὶ, τὴν τῶν ἀνθρώπων φύσιν, | |
35 | ἀλλ’ ἐγὼ ὡς μόνος ἀγαπηθεὶς, οὕτως αὐτῷ χάριτας ὀφείλω. Καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἐμοῦ. Τί οὖν, ὑπὲρ σοῦ μόνον ἐσταυρώθη; Οὐκ αὐτὸς λέγει, Ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν; οὐ σὺ αὐτὸς εἶπας, ὅτι Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν ἑαυτόν; | |
40 | Ναὶ, φησίν· οὐκ ἐναντιούμενος ἑαυτῷ ταῦτά φημι, ἀλλὰ τὸν ἐμαυτοῦ πόθον παραμυθούμενος. Καὶ ὅρα πάλιν καὶ ἕτερόν τι διὰ τῶν εἰρημένων ἡμᾶς διδά‐ σκοντα. Ἀνωτέρω γὰρ εἰπὼν περὶ τοῦ Πατρὸς, ὅτι Ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ἐνταῦθα | |
45 | λέγει, Ἑαυτὸν παρέδωκεν· ἐκεῖ μὲν, ἵνα τὴν ὁμό‐ νοιαν δείξῃ καὶ τὴν ὁμοτιμίαν Πατρὸς καὶ Υἱοῦ, καὶ τὴν οἰκονομίαν αἰνίξηται· ἐπεὶ καὶ ἀλλαχοῦ φησι, Γενόμενος ὑπήκοος μέχρι θανάτου, πανταχοῦ τὴν οἰκονομίαν πιστούμενος. Ἐνταῦθα δὲ τὸ, Παρέδωκεν | |
53.320(50) | ἑαυτὸν, τέθεικεν, ἵνα δείξῃ ὅτι ἑκὼν τὸ πάθος κατε‐ δέξατο, καὶ οὐκ ἀνάγκῃ οὐδὲ βίᾳ, ἀλλὰ βουλόμενος καὶ θέλων παντὶ τῷ τῶν ἀνθρώπων γένει τὴν σωτηρίαν πραγματεύσασθαι, τὸν σταυρὸν ὑπέμεινε. Ποίαν οὖν κατ’ ἀξίαν ἀγάπην ἐπιδείξασθαι δυνησόμεθα, πρὸς τὸν | |
55 | οὕτω πλουσίαν τὴν περὶ ἡμᾶς ἀγάπην ἐπιδειξάμενον; Κἂν γὰρ αὐτὴν τὴν ψυχὴν προέσθαι καταδεξώμεθα ὑπέρ τε τῶν αὐτοῦ νόμων, καὶ τῆς φυλακῆς τῶν ἐν‐ τολῶν τῶν παρ’ αὐτοῦ δοθεισῶν, οὐδὲ οὕτω πρὸς τὸ μέτρον φθάσαι δυνησόμεθα τῆς ἀγάπης, ἣν περὶ τὴν | |
60 | ἡμετέραν ἐπεδείξατο φύσιν. Αὐτὸς μὲν γὰρ Θεὸς ὢν ὑπὲρ ἀνθρώπων τοῦτο κατεδέξατο, καὶ Δεσπότης τυγχάνων ὑπὲρ δούλων, καὶ οὐχ ὑπὲρ δούλων ἁπλῶς, ἀλλὰ καὶ ἀγνωμόνων καὶ πολλὴν καὶ ἄσπονδον τὴν | |
ἔχθραν ἐπιδεικνυμένων. Καὶ αὐτὸς μὲν προλαβὼν εἰς | ||
53.321 | ἀναξίους καὶ μυρία ἐπταικότας τὴν τοσαύτην εὐεργε‐ σίαν ἐπεδείξατο· ἡμεῖς δὲ, ὅπερ ἂν ἐπιδείξασθαι δυνηθῶμεν, οὐδὲν μέγα ποιοῦμεν τὸν προφθάσαντα ταῖς τοσαύταις εὐεργεσίαις ἡμᾶς ἀμείβεσθαι σπουδά‐ | |
5 | ζοντες. Τὰ γὰρ παρ’ ἡμῶν, ἂν ἄρα ἀκολουθῶσιν, ἀμοιβή τίς ἐστι καὶ ὀφειλή· τὰ δὲ παρ’ αὐτοῦ, χάρις καὶ εὐεργεσίαι, καὶ δωρεᾶς μέγεθος. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι, ἀγαπήσωμεν τὸν Χριστὸν, καθά‐ περ Παῦλος αὐτὸν ἠγάπησε, καὶ μηδεὶς ἡμῖν τῶν παρ‐ | |
10 | όντων ἔστω λόγος, ἀλλὰ διηνεκῶς τὸν αὐτοῦ πόθον ἔχωμεν ἱδρυμένον ἡμῶν τῇ ψυχῇ. Οὕτω γὰρ καὶ πάντων καταγελασόμεθα τῶν τοῦ παρόντος βίου, καὶ οὕτω τὴν γῆν καθάπερ τὸν οὐρανὸν οἰκήσομεν, οὔτε ὑπὸ τῶν χρηστῶν ἐνταῦθα χαυνούμενοι, οὔτε ὑπὸ | |
15 | τῶν λυπηρῶν συστελλόμενοι· ἀλλὰ πάντα παρατρέ‐ χοντες πρὸς τὸν ποθούμενον ἡμῶν Δεσπότην ἐντεῦθεν ἐπειχθησόμεθα, καὶ μήτε πρὸς αὐτὴν τὴν μέλλησιν δυσχερανοῦμεν, ἀλλ’ ἐροῦμεν κατὰ τὸν μακάριον τοῦ‐ τον καὶ ἡμεῖς, ὅτι Ὃ νῦν ζῶμεν ἐν σαρκὶ, ἐν πί‐ | |
20 | στει ζῶμεν τῇ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἀγαπήσαντος ἡμᾶς, καὶ παραδόντος ἑαυτὸν ὑπὲρ ἡμῶν· ἵνα καὶ τὸν παρόντα βίον ἀλύπως διανύσωμεν, καὶ τῶν μελλόν‐ των ἀγαθῶν ἀπολαῦσαι καταξιωθῶμεν, χάριτι καὶ φι‐ λανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ | |
25 | τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
28t | ΟΜΙΛΙΑ ΛΕʹ. | |
29n | Ἐγένετο δὲ ἐν τῇ βασιλείᾳ Ἀμαρφὰθ βασιλέως | |
30n | Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἀλασὰρ, καὶ Χοδο‐ | |
31n | λογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς | |
32n | τῶν ἐθνῶν ἐποίησαν πόλεμον μετὰ τοῦ βασι‐ | |
33n | λέως τῶν Σοδόμων. | |
34 | αʹ. Μέγα ἀγαθὸν, ἀγαπητοὶ, τῶν θείων Γραφῶν ἡ | |
35 | ἀνάγνωσις. Τοῦτο τὴν ψυχὴν φιλόσοφον ἀπεργάζεται, τοῦτο πρὸς τὸν οὐρανὸν μεθίστησι τὴν διάνοιαν, τοῦτο εὐχάριστον κατασκευάζει τὸν ἄνθρωπον, τοῦτο ποιεῖ πρὸς μηδὲν τῶν παρόντων ἐπτοῆσθαι, τοῦτο διηνεκῶς ἐκεῖ ποιεῖ διαιτᾶσθαι τὸν λογισμὸν τὸν ἡμέτερον, καὶ | |
40 | πρὸς τὴν τοῦ Δεσπότου ἀμοιβὴν ὁρῶντας ἅπαντα ἡμᾶς διαπράττεσθαι, καὶ πρὸς τοὺς τῆς ἀρετῆς πό‐ νους μετὰ πολλῆς ἐγχειρεῖν τῆς προθυμίας. Ἐντεῦ‐ θεν γάρ ἐστι μαθεῖν ἀκριβῶς τῆς ταχείας ἀντιλήψεως τοῦ Θεοῦ τὴν πρόνοιαν, τῶν δικαίων τὴν ἀνδρείαν, | |
45 | τοῦ Δεσπότου τὴν ἀγαθότητα, καὶ τῶν ἀμοιβῶν τὸ μέγεθος. Ἐντεῦθέν ἐστιν εἰς ζῆλον καὶ μίμησιν διεγερθῆναι τῆς φιλοσοφίας τῶν γενναίων ἀνδρῶν, καὶ μὴ ναρκᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας, ἀλλὰ θαῤῥεῖν καὶ πρὸ τῆς ἐκβάσεως ταῖς παρὰ τοῦ Θεοῦ | |
53.321(50) | ὑποσχέσεσι. Δι’ ὃ, παρακαλῶ, μετὰ πολλῆς σπουδῆς τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν ποιώμεθα. Οὕτω γὰρ καὶ τῆς γνώσεως ἐπιτευξόμεθα, εἰ συνεχῶς ἐπίωμεν τὰ ἐγκείμενα. Οὐδὲ γάρ ἐστι τὸν μετὰ σπουδῆς καὶ πολλοῦ πόθου τοῖς θείοις ἐντυγχάνοντα | |
55 | λόγοις περιοφθῆναί ποτε· ἀλλὰ κἂν ἄνθρωπος ἡμῖν μὴ γένηται διδάσκαλος, αὐτὸς ὁ Δεσπότης ἄνωθεν ἐμβατεύων ταῖς καρδίαις ταῖς ἡμετέραις φωτίζει τὴν διάνοιαν, καταυγάζει τὸν λογισμὸν, ἐκκαλύπτει τὰ λανθάνοντα, διδάσκαλος ἡμῖν γίνεται τῶν ἀγνοουμέ‐ | |
60 | νων· μόνον ἐὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰσφέρειν βουλώμεθα. Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς. Ἐπειδὰν οὖν λάβωμεν μετὰ χεῖρας βιβλίον πνευματικὸν, συντείναντες ἑαυτῶν τὴν διά‐ νοιαν, καὶ συναγαγόντες τὸν λογισμὸν, καὶ πᾶσαν | |
65 | βιωτικὴν ἔννοιαν ἀπωσάμενοι, οὕτω τὴν ἀνάγνωσιν | |
ποιώμεθα μετὰ πολλῆς τῆς εὐλαβείας, μετὰ πολλῆς | Column end | |
53.322 | τῆς προσοχῆς, ἵνα δυνηθῶμεν ὑπὸ τοῦ ἁγίου Πνεύ‐ ματος ὁδηγηθῆναι ἐπὶ τὴν κατανόησιν τῶν γεγραμ‐ μένων, καὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπώσα‐ σθαι. Καὶ γὰρ ὁ εὐνοῦχος ἐκεῖνος ὁ βάρβαρος, ὁ τῆς | |
5 | βασιλίσσης Αἰθιόπων, ἐν τοσαύτῃ τυγχάνων περιφα‐ νείᾳ, καὶ ἐπὶ τοῦ ὀχήματος φερόμενος, οὐδὲ ἐν ἐκείνῳ τῷ καιρῷ τῆς ἀναγνώσεως ἠμέλει, ἀλλὰ τὸν προφή‐ την ἔχων μετὰ χεῖρας, πολλὴν ἐποιεῖτο τὴν σπουδὴν πρὸς τὴν ἀνάγνωσιν, καὶ ταῦτα οὐκ εἰδὼς τὰ ἐγ‐ | |
10 | κείμενα· ἀλλ’ ὅμως ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ πάντα εἰσήνεγκε, τὴν σπουδὴν, τὴν προθυμίαν, τὴν προσ‐ οχὴν, ἐπέτυχε τοῦ καθοδηγήσαντος. Ἐννόησον γάρ μοι ὅσον ἦν, μήτε ὁδοιποροῦντα ἀμελῆσαι τῆς ἀνα‐ γνώσεως, καὶ ταῦτα ἐπ’ ὀχήματος καθήμενον. Ἀκουέ‐ | |
15 | τωσαν οἱ μηδὲ ἐπὶ τῆς οἰκίας τοῦτο ποιῆσαι κατα‐ δεχόμενοι, ἀλλὰ νομίζοντες πάρεργον εἶναι τὴν τού‐ των ἀνάγνωσιν, καὶ διὰ τὸ γυναικὶ συνοικεῖν, καὶ στρατείᾳ κατειλῆφθαι, καὶ παιδίων φροντίζειν, καὶ οἰκετῶν ἐπιμελεῖσθαι, καὶ ἑτέρων πραγμάτων ἔχειν | |
20 | φροντίδα, μὴ προσήκειν αὐτοῖς περὶ τὴν τῶν θείων Γραφῶν ἀνάγνωσιν ἔχειν σπουδήν. Ἰδοὺ γὰρ εὐνοῦ‐ χος, ἄνθρωπος βάρβαρος, ἀμφότερα ἱκανὰ εἰς πολ‐ λὴν ῥᾳθυμίαν ἐμβαλεῖν, καὶ μετὰ τούτων ἡ πολλὴ περιφάνεια, τοῦ πλούτου ἡ περιουσία, αὐτὸ τὸ ἐν | |
25 | ὁδοιπορίᾳ εἶναι καὶ ἐπ’ ὀχήματος φέρεσθαι· οὐδὲ γὰρ ῥᾴδιον ἀναγνώσει προσέχειν τῷ οὕτως ὁδοιπο‐ ροῦντι, ἀλλὰ καὶ σφόδρα δυσχερές· ἀλλ’ ὅμως ὁ πό‐ θος καὶ ἡ πολλὴ σπουδὴ πάντα τὰ κωλύματα ἐκπο‐ δὼν ἐποιεῖτο, καὶ εἴχετο τῆς ἀναγνώσεως, καὶ οὐκ | |
30 | ἔλεγε ταῦτα, ἃ νῦν πολλοὶ λέγουσιν· οὐ νοῶ τὰ ἐγ‐ κείμενα, οὐ δύναμαι συνιέναι τὸ βάθος τῶν γεγραμ‐ μένων· τίνος ἕνεκεν ἁπλῶς καὶ εἰκῆ τὸν κάματον ὑπομενῶ, ἀναγινώσκων καὶ οὐκ ἔχων τὸν ὁδηγῆσαι δυνάμενον; Οὐδὲν τούτων ἐλογίσατο ὁ βάρβαρος μὲν | |
35 | τὴν γλῶσσαν, φιλόσοφος δὲ τὴν διάνοιαν· ἀλλ’ ἐν‐ νοήσας ὡς οὐ περιοφθήσεται, ἀλλὰ ταχέως ἀπολαύ‐ σει τῆς ἄνωθεν ῥοπῆς, εἰ τὰ παρ’ ἑαυτοῦ καὶ τὰ εἰς δύναμιν ἐπιδείξαιτο, εἴχετο τῆς ἀναγνώσεως. Διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης ὁρῶν αὐτοῦ τὸν πό‐ | |
40 | θον, οὐ περιεῖδεν, οὐ κατέλιπεν ἀπρονόητον, ἀλλ’ εὐθέως αὐτῷ τὸν διδάσκαλον ἔπεμψε. Σὺ δέ μοι σκόπει τὴν τοῦ Θεοῦ σοφίαν, πῶς ἔμενεν ἐκεῖνον πρότερον τὰ παρ’ ἑαυτοῦ εἰσενεγκεῖν, καὶ τότε τὴν οἰκείαν ἀντίληψιν ἐπιδείκνυται. Ἐπεὶ οὖν τὰ παρ’ | |
45 | ἑαυτοῦ πάντα ἀπήρτιστο, λοιπὸν ὤφθη ὁ ἄγγελος Κυ‐ ρίου λέγων τῷ Φιλίππῳ· Ἀναστὰς πορεύου ἐπὶ τὴν ὁδὸν τὴν καταβαίνουσαν ἀπὸ Ἱερουσαλὴμ εἰς Γάζαν, αὕτη ἐστὶν ἔρημος. Καὶ ἰδοὺ, ἀνὴρ Αἰθίοψ, δυνάστης εὐνοῦχος Κανδάκης, τῆς βασι‐ | |
53.322(50) | λίσσης Αἰθιόπων, ὃς ἐλήλυθε προσκυνήσων εἰς Ἱερουσαλὴμ, καὶ οὗτος ὑπέστρεψε καθήμενος ἐπὶ τοῦ ἅρματος αὐτοῦ, καὶ ἀνεγίνωσκε τὸν προφήτην Ἡσαΐαν. Ὅρα πῶς ἀκριβῶς ἡμῖν διη‐ γήσατο ὁ τὴν βίβλον γράψας, εἰπὼν, ὅτι Αἰθίοψ, ἵνα | |
55 | γνῶμεν ὅτι βάρβαρος ἦν· εἶτά φησιν, ὅτι Δυνάστης, ὅτι ἐν ἀξιώματι μεγίστῳ καὶ περιφανείᾳ ἐτύγχανεν, Ὃς ἐληλύθει, φησὶ, προσκυνήσων εἰς Ἱερουσαλήμ. Ὅρα καὶ τὴν πρόφασιν αὐτοῦ τῆς ἀποδημίας, ἱκανὴν οὖσαν δεῖξαι τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης· ἰδοὺ γὰρ | |
60 | πόσην ὁδὸν στέλλεται, ὥστε τὴν προσκύνησιν ἀπο‐ δοῦναι τῷ Δεσπότῃ. Ἔτι γὰρ ἐνόμιζον ἐν ἑνὶ τόπῳ συγκεκλεῖσθαι τὴν λατρείαν, καὶ διὰ τοῦτο πολλὴν ὁδὸν στελλόμενοι ἐκεῖ τὰς εὐχὰς ἀνέφερον· διά τοι | |
τοῦτο καὶ οὗτος παρεγένετο, ἔνθα ὁ ναὸς ἦν καὶ ἡ | ||
53.323 | λατρεία ἡ Ἰουδαϊκὴ, ἵνα τὴν προσκύνησιν ἀποδῷ τῷ Δεσπότῃ. Καὶ ἐπειδὴ ἐπλήρωσε τὸ ποθούμενον, Ὑποστρέφων, φησὶ, καὶ καθήμενος ἐπὶ τοῦ ἅρ‐ ματος αὐτοῦ ἀνεγίνωσκεν. | |
5 | βʹ. Εἶτα ἐπιστὰς ὁ Φίλιππός φησι πρὸς αὐτόν. Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; Εἶδες ψυχὴν μεμε‐ ριμνημένην, οὐκ εἰδυῖαν μὲν τὰ ἐγκείμενα, ἐχομένην δὲ τῆς ἀναγνώσεως, καὶ ποθοῦσαν ἐπιτυχεῖν τοῦ ὁδηγοῦντος διδασκάλου; Καὶ γὰρ εὐθέως ὁ ἀπόστολος | |
10 | διὰ τῆς ἐρωτήσεως διεγείρει αὐτοῦ τὸν πόθον· ὅτι γὰρ ἄξιος ἦν τυχεῖν τοῦ ὁδηγοῦντος πρὸς τὴν τῶν ἐγκειμένων κατανόησιν, αὐτὴ ἡ ἀπόκρισις τοῦ ἀν‐ δρὸς δηλοῖ. Τοῦ γὰρ ἀποστόλου εἰπόντος, Ἆρά γε γι‐ νώσκεις; καὶ μετὰ εὐτελοῦς σχήματος προσιόντος, | |
15 | οὐκ ἐδυσχέρανεν, οὐκ ἠγανάκτησεν, οὐκ ἐνόμισεν ὑβρίσθαι, ὃ πολλοὶ τῶν ἀνοήτων πάσχουσι, καὶ πολλάκις αἱροῦνται ἐν διηνεκεῖ ἀγνοίᾳ τυγχάνειν, αἰσχυνόμενοι τὴν ἄγνοιαν ὁμολογῆσαι, καὶ παρὰ τῶν διδάξαι δυναμένων μαθεῖν. Ἀλλ’ οὗτος οὐδὲν τούτων | |
20 | πέπονθεν· ἀλλὰ μετὰ πάσης ἐπιεικείας καὶ εὐλαβείας τὴν ἀπόκρισιν ποιεῖται, δεικνὺς αὐτοῦ τῆς ψυχῆς τὴν κατάστασιν, καί φησι· Πῶς γὰρ ἂν δυναίμην, ἐὰν μή τις ὁδηγήσῃ με; Καὶ οὐ μόνον ἀπεκρίνατο μὲν μετ’ ἐπιεικείας, παρέδραμε δὲ, ἀλλὰ μᾶλλον τῶν | |
25 | οἰκείων τρόπων ἐνδεικνύμενος ἡμῖν τὴν ἀρετὴν, ταῦτα εἰπὼν παρεκάλεσεν ὁ δυνάστης, ὁ βάρβαρος, ὁ ἐπ’ ὀχήματος φερόμενος τὸν εὐτελῆ φαινόμενον, τὸν ἀπὸ τῆς ἐσθῆτος εὐκαταφρόνητον, ἀναβάντα καθίσαι σὺν αὐτῷ. Εἶδες ψυχῆς προθυμίαν; εἶδες εὐλαβείας ἐπί‐ | |
30 | τασιν; εἶδες βαρβάρου γνώμην φιλόθεον, πῶς ἐπλή‐ ρου ἐκεῖνο τὸ παρὰ σοφοῦ τινος εἰρημένον· Ἐὰν ἴδῃς συνετὸν, ὄρθριζε πρὸς αὐτὸν, καὶ βαθμοὺς θυρῶν αὐτοῦ ἐκτριβέτω ὁ ποῦς σου; Εἶδες πῶς δικαίως οὐ περιώφθη; εἶδες πῶς δικαίως ἀπήλαυσε | |
35 | τῆς ἄνωθεν προνοίας; εἶδες πῶς οὐδὲν ἐνέλιπε τῶν ὀφειλόντων παρ’ αὐτοῦ εἰσενεχθῆναι; Διὰ τοῦτο λοι‐ πὸν ἐπιτυχὼν τοῦ διδασκάλου, ἐμάνθανε μετὰ ἀκρι‐ βείας καὶ τῶν ἐγκειμένων τὴν δύναμιν, καὶ ἐφωτί‐ ζετο τὴν διάνοιαν. | |
40 | Ἴδετε ὅσον ἐστὶν ἀγαθὸν τὸ μετὰ προσοχῆς καὶ σπουδῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι τῶν θείων Γρα‐ φῶν; Διὰ γὰρ τοῦτο καὶ τὴν κατὰ τὸν βάρβαρον τοῦ‐ τον ἱστορίαν εἰς μέσον ὑμῖν παρήγαγον, ἵνα μὴ ἐπαισχυνθῶμεν ἅπαντες ζηλωταὶ γενέσθαι τοῦ Αἰ‐ | |
45 | θίοπος, τοῦ εὐνούχου, τοῦ μηδὲ ἐν ὁδοιπορίᾳ τῆς ἀνα‐ γνώσεως ἀμελοῦντος. Ἱκανὸς γὰρ οὗτος ὁ βάρβαρος ἅπασιν ἡμῖν διδάσκαλος γενέσθαι, καὶ τοῖς τὸν ἰδιωτικὸν βίον ἐπανῃρημένοις, καὶ τοῖς ἐν στρα‐ τιᾷ κατειλεγμένοις, καὶ ἐν περιφανείᾳ τυγχάνουσι, | |
53.323(50) | καὶ πᾶσιν ἁπαξαπλῶς οὐκ ἀνδράσιν, ἀλλὰ καὶ γυ‐ ναιξὶν, ὅσῳ καὶ διηνεκῶς οἴκοι διατρίβουσιν, ἀλλὰ καὶ τοῖς τὸν μοναχικὸν βίον ἐπανῃρημένοις, ἵνα μαν‐ θάνωσι πάντες, ὡς οὐδεὶς καιρὸς κώλυμα γίνεται πρὸς τὴν τῶν θείων λογίων ἀνάγνωσιν, ἀλλὰ δυνατὸν | |
55 | μὴ μόνον ἐπὶ οἰκίας, ἀλλὰ καὶ ἐπ’ ἀγορᾶς βαδίζον‐ τας, καὶ ὁδοιπορίαν ποιουμένους, καὶ ἐν συνουσίᾳ πλειόνων τυγχάνοντας, καὶ πράγμασι συμπλεκομέ‐ νους τῆς τούτων ἔχεσθαι σπουδῆς, ἵνα τὰ παρ’ ἑαυ‐ τῶν εἰσφέροντες, ταχέως καὶ τοῦ ὁδηγοῦντος ἐπιτύ‐ | |
60 | χωμεν. Ὁρῶν γὰρ ἡμῶν ὁ Δεσπότης τὴν περὶ τὰ πνευματικὰ ἐπιθυμίαν, οὐ περιόψεται, ἀλλὰ παρέξει τὴν ἄνωθεν ἔλλαμψιν, καὶ φωτιεῖ ἡμῶν τὴν διάνοιαν. Μὴ τοίνυν ἀμελῶμεν, παρακαλῶ, τῆς ἀναγνώσεως, | |
ἀλλὰ κἄν τε εἰδῶμεν τῶν ἐγκειμένων τὴν δύναμιν, | Column end | |
53.324 | κἄν τε ἀγνοῶμεν, συνεχῶς αὐτὰ ἐπίωμεν. Ἡ γὰρ διηνεκὴς μελέτη ἀνεξάλειπτον ἐργάζεται τὴν μνή‐ μην· καὶ πολλάκις ὅπερ σήμερον εὑρεῖν οὐκ ἰσχύ‐ σαμεν ἀναγνόντες, τοῦτο πάλιν αὔριον ἐπελθόντες | |
5 | ἀθρόον εὕρομεν, τοῦ φιλανθρώπου Θεοῦ ἀοράτως ἡμῶν τὴν διάνοιαν φωτίζοντος. Ἀλλὰ ταῦτα μὲν νῦν πρὸς τὸ συνεχῆ ποιεῖσθαι τὴν ἀνάγνωσιν τῶν θείων Γραφῶν εἰρήκαμεν· ἵνα δὲ μάθητε, ὅτι καὶ ἐπὶ τῶν ἄλλων ἁπάντων τοῦτο τῷ Δεσπότῃ ἔθος, ἐπειδὰν τὰ | |
10 | παρ’ ἑαυτῶν εἰσενέγκωμεν, μετὰ δαψιλείας τὰ παρ’ ἑαυτοῦ χορηγεῖ καὶ αὐτὸς, καὶ ὅπερ ἐπὶ τῆς ἀναγνώ‐ σεως πεποίηκε μετὰ πολλῆς τῆς ταχύτητος πέμψας τὸν διδάσκαλον τῷ βαρβάρῳ, τοῦτο καὶ ἐπὶ τῶν τὴν ἀρετὴν μετιέναι βουλομένων ἐργάζεται, ἄκουσον τῶν | |
15 | νῦν λεγομένων. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γίνηται οὗτος, ἀκόλουθον ἂν εἴη πάλιν τὰ κατὰ τὸν πατριάρχην εἰς μέσον ἀγαγεῖν, καὶ τῆς ἀκολουθίας τῶν χθὲς ἡμῖν εἰρημένων νῦν ἐπιλαβέσθαι. Καὶ γὰρ ἔγνωτε ἐκ τῶν ἤδη ῥηθέντων, πῶς τῆς πολλῆς ἐκεί‐ | |
20 | νης ταπεινοφροσύνης, ἣν περὶ τὸν Λὼτ ἐπεδείξατο παραχωρήσας αὐτῷ τῶν πρωτείων, πολλῆς ἀπήλαυσε τῆς ἄνωθεν ἀμοιβῆς, ὑπόσχεσιν δεξάμενος πολλῷ τῷ μέτρῳ ὑπερβαίνουσαν τὰ παρ’ αὐτοῦ γεγενημένα. Ἴδωμεν δὲ λοιπὸν καὶ ἐκ τῶν σήμερον ἀνεγνωσμέ‐ | |
25 | νων πάλιν τοῦ δικαίου τὴν ἀρετὴν, ἵν’ οὕτω προϊόντες καταμάθωμεν τὴν ἄφατον τοῦ Θεοῦ περὶ αὐτὸν γε‐ γενημένην κηδεμονίαν. Παιδεύων γὰρ ἅπαντας ἡμᾶς διὰ τῆς τοῦ πατριάρχου φιλοσοφίας, ἀφίησιν αὐτὸν καθ’ ἕκαστον καιρὸν πρότερον ἐπιδείκνυσθαι τῆς | |
30 | οἰκείας γνώμης τὸ φιλόθεον, καὶ τότε τὴν παρ’ ἑαυ‐ τοῦ ἀμοιβὴν εἰσφέρει, ἵνα σπουδάσωμεν καὶ αὐτοὶ μιμούμενοι τὸν πατριάρχην πρότερον ἐγχειρεῖν τοῖς τῆς ἀρετῆς πόνοις, καὶ οὕτως ἀναμένειν τῶν παρ’ αὐτοῦ ἀμοιβῶν τὴν ἀντίδοσιν. | |
35 | γʹ. Ἀλλ’ ὥρα λοιπὸν αὐτὰ ὑμῖν προτιθέναι τὰ σήμε‐ ρον ἀνεγνωσμένα· οὐδὲ γὰρ ἑρμηνείας δεῖται σχεδὸν, ἀλλὰ καὶ αὐτὴ ἡ ἀνάγνωσις ἱκανὴ δεῖξαι τῆς τοῦ δικαίου ἀρετῆς τὴν ὑπερβολήν. Ἐγένετο δὲ, φη‐ σὶν, ἐν τῇ βασιλείᾳ τῇ Ἀμαρφὰθ βα‐ | |
40 | σιλέως Σενναὰρ, Ἀριὼχ βασιλεὺς Ἐλασὰρ, καὶ Χοδολογομὸρ βασιλεὺς Ἐλὰμ, καὶ Θαρθὰκ βασιλεὺς ἐθνῶν, ἐποιήσαντο πόλεμον μετὰ Βαλὰκ βασιλέως Σοδόμων, καὶ μετὰ Βαρσὰκ Βα‐ σιλέως Γομόῤῥας, καὶ μετὰ Σενναὰρ βασιλέως | |
45 | Ἀδαμὰ, καὶ Συμοβὸρ βασιλέως Σεβοεὶμ, καὶ βα‐ σιλέως Βαλάκ· αὕτη ἐστὶ Σηγώρ. Πάντες οὗτοι συνεφώνησαν ἐπὶ τὴν φάραγγα τὴν ἁλυκήν· αὕτη ἡ θάλασσα τῶν ἁλῶν. Σκόπει τῆς Γραφῆς τὴν ἀκρίβειαν, ὅπως καὶ τῶν ὀνομάτων τῶν βασιλέων | |
53.324(50) | ἐμνημόνευσε, καὶ τῶν ἐθνῶν· οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθῃς ἐκ τῆς τούτων προσηγορίας τὴν βάρβαρον αὐ‐ τῶν γνώμην. Οὗτοι γὰρ, φησὶ, πρὸς τὸν Σοδόμων βασιλέα καὶ τοὺς λοιποὺς ἐποίησαν πόλεμον. Εἶτα καὶ τὴν αἰτίαν διδάσκει τοῦ πολέμου, ὅθεν τὴν ἀρχὴν ἔσχε. | |
55 | Δώδεκα γὰρ ἔτη, φησὶν, ἐδούλευον τῷ Χοδολογο‐ μὸρ βασιλεῖ Ἐλάμ· τῷ δὲ τρισκαιδεκάτῳ ἔτει ἀπέ‐ στησαν. Ἐν δὲ τῷ τεσσαρεσκαιδεκάτῳ ἦλθε Χο‐ δολογομὸρ, καὶ οἱ βασιλεῖς οἱ μετ’ αὐτοῦ, καὶ κατέκοψαν τοὺς γίγαντας τοὺς ἐν Ἀστορὼθ καὶ | |
60 | Καρναεὶμ, καὶ ἔθνη ἰσχυρὰ ἅμα αὐτοῖς, καὶ τοὺς Ὀμμαίους ἐν Σαυῇ τῇ πόλει, καὶ τοὺς Χοῤῥαίους τοὺς ἐν τοῖς ὄρεσι Σηεὶρ, ἕως τῆς τερεβίνθου τῆς Φαρὰν, ἥ ἐστιν ἐν τῇ ἐρήμῳ. Καὶ ἀναστρέψαντες | |
ἦλθον ἐπὶ τὴν πηγὴν τῆς κρίσεως αὕτη ἐστὶ | ||
53.325 | Κάδης· καὶ κατέκοψαν πάντας τοὺς ἄρχοντας Ἀμαλὴκ, καὶ τοὺς Ἀμοῤῥαίους τοὺς κατοικοῦν‐ τας ἐν Ἀσασονθαμάρ. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ νομίσωμεν ἀνωφελῆ | |
5 | εἶναι τὴν διήγησιν. Ἐπίτηδες γὰρ ἡ θεία Γραφὴ μετὰ ἀκριβείας ἅπαντα ἡμῖν διηγήσατο, ἵνα μάθω‐ μεν τῶν βαρβάρων τούτων τὴν ἰσχὺν, καὶ ὅσην τὴν ἀνδρείαν ἐπεδείξαντο, καὶ μετὰ πόσης σφοδρότητος πρὸς τὸν πόλεμον ὥρμησαν, ὡς καὶ τοὺς γίγαντας, | |
10 | τοῦτ’ ἔστι τοὺς ἰσχυροὺς κατὰ τὴν τοῦ σώματος ἕξιν, καταγωνίσασθαι, καὶ πάντα τὰ ἐκεῖσε οἰκοῦντα ἔθνη τροπώσασθαι. Καθάπερ γὰρ χειμάῤῥους σφοδρῶς ἐπελθὼν ἅπαντα παρασύρει καὶ ἀπόλλυσι, τὸν αὐτὸν δὴ τρόπον καὶ οὗτοι οἱ βάρβαροι πᾶσι τούτοις τοῖς | |
15 | ἔθνεσιν ἐπελθόντες, πάντας ἄρδην ἀπώλεσαν, ὡς καὶ τοὺς ἄρχοντας τῶν Ἀμαληκιτῶν, καὶ τοὺς ἄλλους ἅπαντας τροπώσασθαι. Ἀλλ’ ἴσως εἴποι τις ἄν· καὶ τί μοι ὄφελος ἀπὸ τοῦ γνῶναι τῶν βαρβάρων τὴν ἰσχύν; Οὐχ ἁπλῶς οὐδὲ εἰκῆ ἡ Γραφὴ ταῦτα τῇ διη‐ | |
20 | γήσει ἐγκατέμιξεν, οὐδὲ μάτην ἡμεῖς νῦν προλαβόντες παρεγγυῶμεν ὑμῖν μεμνῆσθαι τῆς τούτων ἀνδρείας· ἀλλ’ ἵνα προϊούσης τῆς διδασκαλίας μάθητε καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρ‐ χου τὴν ἀρετήν. Πρὸς τούτους οὖν, φησὶ, τοὺς τοσαύ‐ | |
25 | την δύναμιν κεκτημένους, καὶ τοσαῦτα ἔθνη τροπω‐ σαμένους Ἐξῆλθε παρατάξασθαι ὁ βασιλεὺς Σο‐ δόμων, καὶ Γομόῤῥας, καὶ Ἀδαμὰ, καὶ Σεβοεὶμ, καὶ Βαλάκ· αὕτη ἐστὶ Σηγώρ· καὶ παρετάξαντο αὐτοῖς ἐν τῇ κοιλάδι τῇ ἁλυκῇ εἰς πόλεμον, πρὸς | |
30 | Χοδολογομὸρ, καὶ Θαρθὰκ, καὶ Ἀμαρφὰθ, καὶ Ἀρίωχ. Οἱ τέσσαρες βασιλεῖς πρὸς τοὺς πέντε. Κοιλὰς δὲ ἡ ἁλυκὴ, φρέατα ἀσφάλτου. Εἶτα ἵνα μάθωμεν, πῶς καταπλαγέντες αὐτῶν τὴν ἀνδρείαν, καὶ τῆς δυνάμεως τὴν ἰσχὺν, εἰς φυγὴν ἐτράπησαν, | |
35 | φησὶν ἡ Γραφή· Καὶ ἔφυγεν ὁ βασιλεὺς Σοδόμων, καὶ Γομόῤῥας, καὶ ἐνέπεσον ἐκεῖ, ἔνθα τὰ φρέατα· οἱ δὲ καταλειφθέντες εἰς τὴν ὀρεινὴν ἔφυγον. Εἶδες πόση τῶν ἀνδρῶν ἡ ἰσχύς; πῶς καὶ ἐξ αὐτῆς τῆς προσόψεως καταπλαγῆναι αὐτοὺς παρεσκεύασαν, | |
40 | καὶ εἰς φυγὴν τραπῆναι πεποιήκασιν; Ὅρα λοιπὸν πῶς μετὰ πάσης εὐκολίας, φυγάδων ἁπάντων γεγε‐ νημένων, τὰ αὐτῶν ἅπαντα λαβόντες ἐκεῖνοι ἐπανῄ‐ εσαν. Ἔλαβον δὲ, φησὶ, καὶ τὴν ὀρεινὴν, καὶ πᾶ‐ σαν τὴν ἵππον Σοδόμων καὶ Γομόῤῥας, καὶ πάντα | |
45 | τὰ βρώματα αὐτῶν, καὶ ἀπῆλθον. Ἔλαβον δὲ καὶ τὸν Λὼτ τὸν υἱὸν τοῦ ἀδελφοῦ Ἄβραμ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ, καὶ ἀπῴχοντο. Ἦν γὰρ κατοι‐ κῶν ἐν Σοδόμοις. Ἰδοὺ ὅπερ χθὲς ἔλεγον, εἰς ἔργον ἐξέβη νῦν· ὅτι οὐδὲν ἀπώνατο ὁ Λὼτ ἀπὸ τῆς τῶν | |
53.325(50) | πρωτείων ἐκλογῆς, ἀλλὰ δι’ αὐτῶν τῶν πραγμάτων ἐπαιδεύετο τῶν πρωτείων μὴ ἐρᾷν. Οὐ μόνον γὰρ αὐτῷ ἐκ τούτου οὐδὲν ὄφελος γέγονεν, ἀλλ’ ἰδοὺ καὶ αἰχμάλωτος ἀπήχθη, καὶ ἐμάνθανε διὰ τῶν ἔργων, ὅτι πολλῷ βέλτιον ἦν αὐτῷ τῆς τοῦ δικαίου συνουσίας | |
55 | ἀπολαύειν, ἢ χωρισθέντι, καὶ ἐν ἐλευθερίᾳ γεγονότι τοσούτων πειραθῆναι τῶν συμφορῶν. Ἰδοὺ γὰρ ἐχω‐ ρίσθη τοῦ πατριάρχου, καὶ ἐνόμισεν ἐν πλείονι εἶναι ἀδείᾳ, καὶ τῶν πρωτείων ἐπιτετυχηκέναι, καὶ ἐν πολλῇ τυγχάνειν τῇ εὐπορίᾳ, καὶ ἀθρόον αἰχμάλω‐ | |
60 | τος, ἄοικος, ἀνέστιος γίνεται· ἵνα μάθῃς ὅσον ἐστὶ κακὸν ἡ διαίρεσις, καὶ ὅσον ἐστὶν ἀγαθὸν ἡ ὁμόνοια· καὶ ὅτι προσήκει μὴ ἐπιπηδᾷν τοῖς μείζοσιν, ἀλλ’ ἀγαπᾷν ἐλαττοῦσθαι μᾶλλον. Ἔλαβον γὰρ, φησὶ, τὸν Λὼτ, καὶ τὴν ἀποσκευὴν αὐτοῦ. Πόσῳ μᾶλλον | |
65 | βέλτιον ἦν συνεῖναι τῷ πατριάρχῃ, καὶ πάντα κατα‐ | Column end |
53.326 | δέχεσθαι ὑπὲρ τοῦ μὴ διασπασθῆναι τὴν μεταξὺ ὁμό‐ νοιαν, ἢ χωρισθέντα, καὶ τὰ πρωτεῖα ἐκλεξάμενον, εὐθέως τοσούτοις κινδύνοις περιβληθῆναι, καὶ ὑπὸ βαρβάροις γενέσθαι; Παραγενόμενος δέ τις, φησὶ, | |
5 | τῶν ἀνασωθέντων, ἀπήγγειλε τῷ Ἄβραμ τῷ πε‐ ράτῃ. Αὐτὸς δὲ κατῴκει πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ ἀδελφοῦ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Πῶς τοσού‐ του πολέμου συγκροτηθέντος οὐκ ἔγνω ὁ πατριάρ‐ | |
10 | χης; ἴσως πολὺ τὸ ἐν μέσῳ διάστημα ἐτύγχανε, δι’ ὃ καὶ ἠγνόησεν. Ἐλθὼν δέ τις ἀπήγγειλε τῷ Ἄβραμ τῷ περάτῃ· ἵνα ἡμᾶς ἀναμνήσῃ, ὅτι τῷ ἀπὸ τῆς Χαλδαίας ἐπανελθόντι. Ἐπειδὴ γὰρ πέραν τοῦ Εὐφρά‐ του τὴν κατοίκησιν εἶχε, διὰ τοῦτο καὶ περάτης | |
15 | ἐλέγετο. Καὶ ἄνωθεν καὶ ἐξ ἀρχῆς οἱ γονεῖς τὸ ὄνομα αὐτῷ ἐπέθεσαν, προμηνύοντες αὐτῷ τὴν ἐκεῖθεν αὐ‐ τοῦ μετανάστασιν. Ἐπειδὴ γὰρ περᾷν ἔμελλε τὸν Εὐφράτην, καὶ ἐπὶ τὴν Παλαιστίνην ἔρχεσθαι, διὰ τοῦτο καὶ Ἄβραμ ἐκαλεῖτο. | |
20 | δʹ. Σκόπει πῶς καὶ ἄπιστοι ὄντες οἱ γονεῖς οὐκ εἰδό‐ τες, ἀλλ’ ὑπὸ τῆς τοῦ εὐμηχάνου Θεοῦ σοφίας ὁδηγούμε‐ νοι, τὸ ὄνομα ἐπέθεσαν τῷ παιδὶ, καθάπερ καὶ ὁ Λάμεχ τῷ Νῶε. Καὶ τοῦτο γὰρ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, τὸ καὶ διὰ ἀπίστων πολλάκις προμηνύειν τὰ μετὰ | |
25 | πολὺν ἐσόμενα χρόνον. Ἀπήγγειλεν οὖν ἐλθὼν, φησὶ, τὶς τῷ περάτῃ τὰ γεγονότα, τοῦ ἀδελφιδοῦ τὴν αἰχμαλωσίαν, καὶ τῶν βασιλέων ἐκείνων τὴν πολλὴν δυναστείαν, καὶ τὴν ἐν Σοδόμοις πόρθησιν, καὶ τὴν μετ’ αἰσχύνης φυγήν. Αὐτὸς δὲ κατῴκει παρὰ τῇ | |
30 | δρυῒ τῇ Μαμβρῆ Ὀμοροῦ, τοῦ ἀδελφοῦ Ἐσχὼλ, καὶ Αὐνᾶν, οἳ ἦσαν συνωμόται τῷ Ἄβραμ. Ἀλλ’ ἴσως ἐνταῦθα ἄν τις ζητήσειε· τίνος ἕνεκεν μόνος τῶν ἐν Σοδόμοις πεφευγότων ὁ δίκαιος Λὼτ εἰς τὴν αἰχμα‐ λωσίαν ἀπάγεται; Οὐχ ἁπλῶς οὐδὲ τοῦτο, οὐδὲ εἰκῆ, | |
35 | ἀλλ’ ἵνα μάθῃ δι’ αὐτῶν τῶν πραγμάτων ὁ Λὼτ καὶ τοῦ πατριάρχου τὴν ἀρετὴν, καὶ δι’ αὐτοῦ καὶ ἕτεροι διασωθῶσι, καὶ ἵνα παιδευθῇ μὴ τῶν πρωτείων ἐφ‐ ίεσθαι, ἀλλὰ παραχωρεῖν τῶν μειζόνων. Ἀκούσωμεν δὲ λοιπὸν τῶν ἑξῆς, ἵνα μάθωμεν καὶ τοῦ δικαίου τὴν | |
40 | ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν ἄφατον συμμαχίαν. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις, καὶ συντεί‐ νατε ὑμῶν τὴν διάνοιαν. Πολλὰ γάρ ἐστι κατὰ ταὐτὸν ἐντεῦθεν κερδᾶναι, καὶ ἐκ τῶν τῷ Λὼτ συμβάντων ἐκεῖθεν παιδευθῆναι μηδέποτε διαπορεῖν, εἴποτε δί‐ | |
45 | καιοι μὲν πειρασμοῖς περιπέσοιεν, φαῦλοι δὲ καὶ πο‐ νηροὶ διαφύγοιεν, μήτε ἐκ παντὸς τρόπου τὰ πρωτεῖα ἐπιζητεῖν, μήτε τῆς μετὰ τῶν δικαίων συνουσίας ἕτε‐ ρόν τι προτιμότερον ἡγεῖσθαι, ἀλλὰ κἂν δουλεύειν δέοι, συνεῖναι δὲ ἐναρέτοις ἀνδράσι, τοῦ ἐν ἐλευθερίᾳ | |
53.326(50) | εἶναι τοῦτο λυσιτελέστερον εἶναι νομίζειν. Καὶ μετὰ τούτων δὲ καὶ τοῦ πατριάρχου μαθεῖν ἐντεῦθέν ἐστι τὴν πολλὴν ἀνεξικακίαν, τῆς φιλοστοργίας τὴν ὑπερ‐ βολὴν, τῆς ἀνδρείας τὸ μέγεθος, τῶν χρημάτων τὴν ὑπεροψίαν, τῆς περὶ αὐτὸν τοῦ Θεοῦ βοηθείας τὴν | |
55 | ἄφατον δύναμιν. Ἀκούσας δὲ, φησὶν, Ἄβραμ ὅτι ᾐχμαλώτευται Λὼτ ἀδελφιδοῦς αὐτοῦ, ἠρίθμησε τοὺς ἰδίους οἰκογενεῖς τριακοσίους δέκα καὶ ὀκτὼ, καὶ κατεδίωξεν ὀπίσω αὐτῶν ἕως Δὰν, καὶ ἐπ‐ έπεσεν ἐπ’ αὐτοὺς τὴν νύκτα αὐτὸς, καὶ οἱ παῖδες | |
60 | αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς ἕως Χωβὰλ, ἥ ἐστιν ἀριστερὰ Δαμασκοῦ. Καὶ ἐπέστρεψε πᾶσαν τὴν ἵππον Σοδόμων καὶ Λὼτ τὸν ἀδελφιδοῦν αὐτοῦ ἀπ‐ έστρεψε, καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὸν | |
λαὸν, καὶ τὰς γυναῖκας. Ἐννόει μοι ἐνταῦθα, ἀγαπητὲ, | ||
53.327 | τῆς τοῦ δικαίου ἀνδρείας τὴν μεγαλοψυχίαν, ὅπως θαῤῥήσας τῇ τοῦ Θεοῦ δυνάμει οὐ κατεπλάγη τῶν ἀν‐ δρῶν τὴν ἰσχὺν, μαθὼν τὴν τροπὴν ἢν ἐποιήσαντο, πρότερον μὲν κατὰ τῶν ἐθνῶν ἁπάντων ὁρμήσαντες, | |
5 | καὶ τοὺς Ἀμαληκίτας καὶ τοὺς λοιποὺς ἅπαντας κατ‐ αγωνισάμενοι, ἔπειτα δὲ πρὸς τοὺς ἐν Σοδόμοις συμ‐ βαλόντες, καὶ εἰς φυγὴν αὐτοὺς τρέψαντες, καὶ πᾶσαν αὐτῶν ἀφελόμενοι τὴν ὕπαρξιν. Διὰ γὰρ τοῦτο προ‐ λαβοῦσα ἡ θεία Γραφὴ πάντα ταῦτα ἡμῖν διηγήσατο, | |
10 | καὶ ὅσα διὰ τῆς αὐτῶν ἀνδρείας κατώρθωσαν, ἵνα μά‐ θῃς ὡς οὐ σωματικῇ ἰσχύϊ ὁ πατριάρχης τούτους κατ‐ ηγωνίσατο, ἀλλὰ τῇ πίστει τῇ εἰς τὸν Θεὸν, καὶ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμενος πάντα ταῦτα κατώρθω‐ σεν, οὐχ ὅπλα κινήσας, καὶ βέλη, καὶ δόρατα, καὶ τόξα | |
15 | τείνας, καὶ ἀσπίδας προβαλόμενος, ἀλλὰ μετὰ τῶν οἰκογενῶν. Καὶ τίνος ἕνεκεν, φησὶν, ἠρίθμησε τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς; Ἵνα μάθῃς, ὅτι οὐχ ἁπλῶς ἅπαντας ἔλαβεν, ἀλλὰ τοὺς οἰκογενεῖς, τοὺς συνανα‐ | |
20 | τραφέντας τῷ Λὼτ, ἵνα μετὰ πολλῆς εὐνοίας τὴν ἐκδίκησιν ποιήσωνται, ὡς ὑπὲρ οἰκείου δεσπότου λοιπὸν ἀγωνιζόμενοι. Καὶ θέα μοι τῆς δυνάμεως τοῦ Θεοῦ τὴν ὑπερβολὴν, μεθ’ ὅσης ταχύτητος τὰ τῆς νί‐ κης γεγένηται. Ἐπέπεσε γὰρ αὐτοῖς, φησὶ, τὴν | |
25 | νύκτα αὐτὸς, καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξεν αὐτοὺς, καὶ ἐδίωξεν αὐτούς. Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν συνεφαπτομένη καὶ συστρατηγοῦσα τοῖς γινομέ‐ νοις. Δι’ ὃ οὐδὲ ὅπλων αὐτοῖς ἐδέησεν, οὐδὲ μηχανη‐ μάτων, ἀλλὰ μόνον φανεὶς μετὰ τῶν οἰκετῶν τοὺς μὲν | |
30 | ἐπάταξε, τοὺς δὲ εἰς φυγὴν ὁρμῆσαι παρεσκεύασε, καὶ ἑκάτερον ἐποίησε μετὰ ἀδείας ἁπάσης, οὐδενὸς ὄντος τοῦ ἐνοχλοῦντος, τήν τε ἵππον τοῦ βασιλέως Σοδόμων ἀπέστρεψε, καὶ τὸν Λὼτ τὸν ἀδελφιδοῦν αὐ‐ τοῦ, καὶ πάντα τὰ ὑπάρχοντα καὶ τὰς γυναῖκας. Ὁρᾷς | |
35 | διὰ τί συνεχωρήθη τῶν ἄλλων πεφευγότων ὁ Λὼτ μό‐ νος αἰχμάλωτος γενέσθαι; Ἵνα καὶ τοῦ πατριάρχου κατάδηλος γένηται ἡ ἀρετὴ, καὶ δι’ αὐτὸν καὶ ἕτεροι πολλοὶ τῆς σωτηρίας ἐπιτύχωσι. Καὶ ἐπανῄει λοιπὸν μέγα καὶ λαμπρὸν τρόπαιον ἐπαγόμενος, μετὰ τοῦ | |
40 | Λὼτ καὶ τὴν ἵππον, καὶ τὰς γυναῖκας, καὶ τὰ ὑπ‐ άρχοντα ἐπιφερόμενος, καὶ πᾶσι λαμπρᾷ τῇ φωνῇ κηρύττων, καὶ σάλπιγγος μεγαλοφωνότερον βοῶν, ὅτι οὐκ ἀνθρωπίνῃ δυνάμει, οὐδὲ ἰσχύϊ σωμάτων τὴν τρο‐ πὴν εἰργάσατο, καὶ τὴν νίκην ἤρατο, ἀλλὰ τῆς ἄνω‐ | |
45 | θεν χειρὸς πάντα ἐργαζομένης. Εἶδες διὰ πάντων τὸν δίκαιον περιφανέστερον γινόμενον, καὶ καθ’ ἕκαστον καιρὸν πᾶσι δεικνύντα τὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρό‐ νοιαν; Ὅρα αὐτὸν λοιπὸν καὶ διδάσκαλον θεοσεβείας γενέσθαι σπουδάζοντα τοῖς ἐν Σοδόμοις. Ἐξῆλθε | |
53.327(50) | γὰρ, φησὶν, ὁ βασιλεὺς Σοδόμων εἰς συνάντησιν αὐτῷ μετὰ τὸ ἀναστρέψαι αὐτὸν ἀπὸ τῆς κοπῆς τοῦ Χοδολογομὸρ, καὶ τῶν βασιλέων τῶν μετ’ αὐ‐ τοῦ. Σκόπει πόσον ἐστὶν ἡ ἀρετὴ, καὶ τὸ τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας ἀπολαύειν. Ὁ βασιλεὺς τῷ ξέ‐ | |
55 | νῳ, τῷ πρεσβύτῃ εἰς συνάντησιν ἔξεισι, καὶ πᾶσαν ἀπονέμει τιμήν. Ἐμάνθανε γὰρ ὡς οὐδὲν αὐτῷ τῆς βασιλείας ὄφελος τῆς ἄνωθεν συμμαχίας ἠρημωμένῳ, καὶ ὡς οὐδὲν ἂν γένοιτο δυνατώτερον τοῦ ὑπὸ τῆς τοῦ Θεοῦ χειρὸς βοηθουμένου. Καὶ Μελχισεδὲκ, φησὶ, | |
60 | βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. εʹ. Τί βούλεται ἡμῖν αὕτη ἡ παρατήρησις, Βασιλεὺς Σαλὴμ, καὶ Ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου; Βασι‐ λεὺς μὲν ἦν, φησὶ, τῆς Σαλήμ. Τοῦτον γὰρ καὶ ὁ μα‐ | |
65 | κάριος Παῦλος πρὸς τοὺς ἐξ Ἑβραίων πεπιστευκότας ἐπιστέλλων εἰς μέσον παράγων, καὶ τὸ ὄνομα αὐτοῦ | |
περιστρέφων καὶ πόλιν, ὁμοῦ ἑρμηνεύει τοῦ ὀνόματος | Column end | |
53.328 | τὴν σημασίαν, καὶ ἐτυμολογίᾳ τινὶ κέχρηται λέγων, Μελχισεδὲκ, βασιλεὺς δικαιοσύνης. Καὶ γὰρ κατὰ τὴν Ἑβραϊκὴν γλῶτταν τὸ μὲν Μελχὶ βασιλείαν ση‐ μαίνει, τὸ δὲ Σεδὲκ, δικαιοσύνην. Εἶτα καὶ εἰς τὸ ὄνο‐ | |
5 | μα τῆς πόλεως ἐλθών φησι, Βασιλεὺς εἰρήνης· τὸ γὰρ Σαλὴμ εἰρήνην ἐμφαίνει. Ἱερεὺς δὲ ἦν ἴσως αὐτοχει‐ ροτόνητος· οὕτω γὰρ ἦσαν τότε οἱ ἱερεῖς· ἤτοι οὖν διὰ τὸ τῇ ἡλικίᾳ προβῆναι οἱ προσήκοντες αὐτῷ ἀπονε‐ νεμήκασι τὴν τιμήν· ἢ καὶ αὐτὸς ἱερατεύειν ἐπετή‐ | |
10 | δευσε, καθάπερ ὁ Νῶε, καθάπερ ὁ Ἄβελ, καθάπερ ὁ Ἀβραὰμ, ἡνίκα τὰς θυσίας προσῆγον. Ἄλλως δὲ καὶ τύπος ἔμελλεν εἶναι τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ Παῦλος οὕτως αὐτὸν ἐκλαμβάνει λέγων· Ἀπάτωρ, ἀμή‐ τωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἔχων ἡμερῶν, | |
15 | μήτε ζωῆς τέλος, ἀφωμοιωμένος δὲ τῷ Υἱῷ τοῦ Θεοῦ, μένει ἱερεὺς εἰς τὸ διηνεκές. Καὶ πῶς, φη‐ σὶν, οἷόν τε ἄνθρωπον ὄντα ἀπάτορα εἶναι καὶ ἀμήτο‐ ρα, καὶ μήτε ἀρχὴν ἡμερῶν ἔχειν, μήτε ζωῆς τέλος; Ἤκουσας ὅτι τύπος ἦν· μὴ τοίνυν ξενίζου, μηδὲ πάντα | |
20 | ἀπαίτει ἐν τῷ τύπῳ. Οὐδὲ γὰρ ἂν εἴη τύπος, εἰ μέλ‐ λοι πάντα ἔχειν τὰ τῇ ἀληθείᾳ συμβαίνοντα. Τί οὖν ἐστι τὸ εἰρημένον; ὥσπερ οὗτος, φησὶ, διὰ τὸ μὴ μνημονευθῆναι τοὺς γεγεννηκότας αὐτὸν, ἀπάτωρ λέ‐ γεται καὶ ἀμήτωρ, καὶ διὰ τὸ μὴ γενεαλογηθῆναι, | |
25 | ἀγενεαλόγητος· οὕτω καὶ ὁ Χριστὸς, διὰ τὸ μὴ ἐσχη‐ κέναι μήτε ἐν οὐρανοῖς μητέρα, μήτε ἐπὶ τῆς γῆς πα‐ τέρα, ἀγενεαλόγητος λέγεται καὶ ἔστι. Καὶ ὅρα διὰ τῆς εἰς τὸν πατριάρχην τιμῆς, ὅπως μυστήριόν τι ἡμῖν δι’ αὐτῆς αἰνίττεται. Ἐξήνεγκε γὰρ ἄρτους καὶ | |
30 | οἶνον. Ὁρῶν τὸν τύπον, νόει μοι τὴν ἀλήθειαν, καὶ θαύμαζε τῆς θείας Γραφῆς τὴν δύναμιν, πῶς ἄνωθεν καὶ ἐκ προοιμίων τὰ μέλλοντα ἔσεσθαι προεμήνυε. Καὶ εὐλόγησε, φησὶ, τὸν Ἀβραὰμ, καὶ εἶπεν· Εὐ‐ λογητὸς Ἀβραὰμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε | |
35 | τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ εὐλογητὸς ὁ Θεὸς ὁ ὕψιστος, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχει‐ ρίους σοι. Οὐ μόνον αὐτὸν εὐλόγησεν, ἀλλὰ καὶ τὸν Θεὸν ἐδόξασεν. Εἰπὼν γὰρ, Εὐλογητὸς Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν | |
40 | γῆν, καὶ ἀπὸ τῶν δημιουργημάτων τοῦ Θεοῦ τὴν δύ‐ ναμιν ἡμῖν ἀνέφηνεν. Εἰ γὰρ αὐτός ἐστι Θεὸς, ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν παραγαγὼν, οἱ ὑπὸ τῶν ἀνθρώ‐ πων θεραπευόμενοι οὐκ ἂν εἶεν θεοί· Θεοὶ γὰρ, φη‐ σὶν, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, | |
45 | ἀπολέσθωσαν. Εὐλογητὸς, φησὶν, ὁ Θεὸς, ὃς παρ‐ έδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Θέα μοι πῶς οὐ μόνον τὸν δίκαιον ἀνακηρύττει, ἀλλὰ καὶ τοῦ Θεοῦ τὴν συμμαχίαν ἐπιγινώσκει. Οὐδὲ γὰρ ἄνευ τῆς ἐκεῖθεν ῥοπῆς ἠδυνήθη τῶν τοσαύτην δυναστείαν | |
53.328(50) | περιβεβλημένων περιγενέσθαι. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου· αὐτός ἐστιν ὁ τὸ πᾶν ἐργασάμε‐ νος, αὐτός ἐστιν ὁ τοὺς ἰσχυροὺς ἀσθενεῖς καταστή‐ σας, αὐτός ἐστιν ὁ διὰ τῶν ἀόπλων τοὺς ὡπλισμένους κατενεγκών· ἐκεῖθέν ἐστιν ἡ ῥοπὴ ἡ τοσαύτην σοι τὴν | |
55 | δύναμιν παρασχομένη. Ὃς παρέδωκε, φησὶ, τοὺς ἐχθρούς σου ὑποχειρίους σοι. Ὁρᾷς πῶς δείκνυσιν αὐτοῦ τὴν ὁμόνοιαν καὶ τὴν φιλοστοργίαν τὴν περὶ τὸν Λὼτ, καὶ πῶς ἐμφαίνει, ὅτι καὶ ὁ Ἀβραὰμ οἰκείους αὐτοὺς ἐχθροὺς ἡγεῖτο διὰ τὰ εἰς τὸν ἀδελφιδοῦν γε‐ | |
60 | γενημένα; Καὶ ἔδωκεν αὐτῷ, φησὶ, δεκάτην ἀπὸ πάντων. Τοῦτο καὶ Παῦλός φησι· Θεωρεῖτε δὲ, πη‐ λίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων, ὁ πατριάρχης· δηλονότι ἐκ τῶν λαφύρων, ὧν ἐπήγετο, ἠμείψατο τὸν Μελχισεδὲκ, καὶ | |
65 | δεκάτην αὐτῷ ἀφώρισεν ἀπὸ πάντων ὧν ἐπεφέρετο· ἐντεῦθεν ἤδη διδάσκαλος ἅπασι γενόμενος, πολλὴν | |
ἐπιδείκνυσθαι εὐγνωμοσύνην, καὶ τὰς ἀπαρχὰς προσ‐ | ||
53.329 | άγειν τῶν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθέντων. Εἶτα ἐκπλαγεὶς τοῦ πατριάρχου τὴν μεγαλοψυχίαν ὁ βασιλεὺς Σοδόμων φησὶ πρὸς αὐτόν· Δός μοι τοὺς ἄνδρας, τὴν δὲ ἵππον λάβε σεαυτῷ. Καλὴ τοῦ βα‐ | |
5 | σιλέως ἡ εὐγνωμοσύνη· ἀλλ’ ὅρα τοῦ δικαίου τὴν φιλο‐ σοφίαν. Εἶπε δὲ Ἄβραμ πρὸς τὸν βασιλέα Σοδόμων· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψι‐ στον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν, εἰ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος ὑποδήματος λήψομαι | |
10 | ἀπὸ πάντων τῶν σῶν, ἵνα μὴ εἴπῃς, ὅτι Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ. Πολλὴ τοῦ πατριάρχου ἡ περὶ τὰ χρήματα ὑπεροψία. Καὶ τίνος ἕνεκεν μεθ’ ὅρκου τὴν ἀπαγόρευσιν ποιεῖται, καί φησιν, Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ὃς | |
15 | ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν; ϛʹ. Ἀμφότερα βούλεται παιδεῦσαι τὸν τῶν Σοδόμων βασιλέα, καὶ ὅτι κρείττων ἐστὶ τῶν παρ’ αὐτοῦ δε‐ δομένων, καὶ πολλὴν ἐπιδείκνυται τὴν φιλοσοφίαν, καὶ θεοσεβείας αὐτῷ διδάσκαλος γενέσθαι σπουδάζει μο‐ | |
20 | νονουχὶ διδάσκων αὐτὸν, ὅτι ἐκεῖνόν σοι παρέχω μάρ‐ τυρα, ὅτι οὐδὲν τῶν παρὰ σοῦ λήψομαι, τὸν ἁπάντων δημιουργὸν, ἵνα εἰδέναι ἔχοις τὸν ἐπὶ πάντων Θεὸν, καὶ μὴ νομίσῃς εἶναι θεοὺς τὰ ὑπὸ χειρῶν ἀνθρώπων κατασκευαζόμενα. Οὗτος γὰρ ὁ οὐρανοῦ καὶ γῆς ποιη‐ | |
25 | τὴς, αὐτὸς καὶ τὸν πόλεμον τοῦτον ἐτροπώσατο, καὶ τῆς νίκης αἴτιος κατέστη. Μὴ τοίνυν προσδοκήσῃς ἐμὲ ἀνέξεσθαί τι λαβεῖν τῶν παρὰ σοῦ διδομένων. Οὐ‐ δὲ γὰρ ἐπὶ μισθῷ τὴν ἐκδικίαν ἐποιησάμην, ἀλλὰ πρότερον μὲν διὰ τὴν περὶ τὸν ἀδελφιδοῦν φιλοστορ‐ | |
30 | γίαν, ἔπειτα δὲ καὶ δι’ αὐτὴν τοῦ δικαίου τὴν φύσιν, ὥστε τοὺς ἀδίκως ἀπηγμένους ἐξαρπάσαι τῶν βαρβα‐ ρικῶν χειρῶν. Εἰ ἀπὸ σπαρτίου, φησὶν, ἕως σφαι‐ ρωτῆρος λήψομαι ἀπὸ πάντων τῶν σῶν· τοῦτ’ ἔστιν, οὐδὲ τὸ τυχὸν, οὐδὲ τὸ εὐτελὲς, οὐδὲ τὸ εὐκατα‐ | |
35 | φρόνητον νομιζόμενον. Καὶ γὰρ σφαιρωτῆρα εἰώθασι λέγειν τὸ ἄκρον τοῦ ὑποδήματος τὸ εἰς ὀξὺ λῆγον· τοιούτοις γὰρ ἔθος ἔχουσι κεχρῆσθαι οἱ βάρβαροι. Εἶτα καὶ τὴν αἰτίαν τῆς παραιτήσεώς φησιν, Ἵνα μὴ εἴ‐ πῃς, Ἐγὼ πεπλούτικα τὸν Ἄβραμ. Ἔχω τὸν χο‐ | |
40 | ρηγὸν τῶν μυρίων ἀγαθῶν, πολλῆς ἀπολαύω τῆς ἄνω‐ θεν ῥοπῆς, οὐ δέομαι τοῦ παρὰ σοῦ πλούτου, οὐ χρῄζω ἀνθρωπίνης εὐπορίας, ἀρκοῦμαι τῇ παρὰ τοῦ Θεοῦ εἰς ἐμὲ φιλοτιμίᾳ, οἶδα αὐτοῦ τὸ δαψιλὲς τῶν δωρεῶν. Τῶν μικρῶν καὶ εὐτελῶν παραχωρήσας τῷ Λὼτ, με‐ | |
45 | γάλων καὶ ἀποῤῥήτων ἠξιώθην ὑποσχέσεων· καὶ νῦν μείζονα πλοῦτον ἑαυτῷ πραγματευόμενος, καὶ πλείονα παρ’ αὐτοῦ εὔνοιαν ἐπισπώμενος, τὸν παρὰ σοῦ πλοῦτον οὐ προσίεμαι. Διὰ τοῦτο δὲ, ὡς οἶμαι, καὶ τὸν ὅρκον προσέθηκε, καὶ εἶπεν, Ἐκτενῶ τὴν χεῖρά | |
53.329(50) | μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, ἵνα μὴ νομίσῃ ἁπλῶς αὐτὸν σχηματίζεσθαι, οἷα συμβαίνειν εἰκός· ἀλλ’ ἵνα μάθῃ ὅτι τοῦτο αὐτῷ δέδοκται, τὸ μηδὲ τὸ τυχὸν ἐκεῖθεν νοσφίσασθαι. Καὶ ἐπλήρου τὸ παράγ‐ γελμα ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰ‐ | |
55 | ρημένον· Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Μὴ γὰρ ἐγώ τι πλεῖον, φησὶν, εἰσήνεγκα εἰς τὴν τοῦ πολέμου ὑπόθεσιν, ἢ μόνον τὴν γνώμην καὶ τὴν προθυμίαν; Τὴν δὲ νίκην καὶ τὸ τρόπαιον, καὶ τὰ ἄλλα πάντα αὐτὸς εἰργάσατο τῇ ἀοράτῳ δυνάμει. Εἶτα ἵνα | |
60 | μὴ νομίσῃ ὁ βασιλεὺς, ὅτι δι’ ὑπεροψίαν καὶ καταφρό‐ νησιν οὐ προσίεται τὰ παρ’ αὐτοῦ διδόμενα, δεικνὺς αὐτοῦ καὶ ἐν τούτῳ τὸ ἥμερον, καὶ τῆς γνώμης τὸ φιλόσοφον, φησίν· οὐ λήψομαι, Πλὴν ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος τῶν ἀνδρῶν τῶν συμ‐ | |
65 | πορευθέντων μετ’ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψονται μερίδα. Τούτοις, φησὶ, συγχωρήσω | |
λαβεῖν τινα μερίδα, ἐπειδὴ πολλῆς φιλίας τεκμήρια | Column end | |
53.330 | ἐπεδείξαντο. Οὗτοι γὰρ, φησὶ, συνωμόται τῷ Ἄβραμ, τοῦτ’ ἔστιν, εἰς φιλίαν συνημμένοι· καὶ τοῦ‐ το δείκνυσι τὸ ἑλέσθαι αὐτοὺς κοινωνῆσαι αὐτῷ τῶν κινδύνων. Διὰ τοῦτο καὶ αὐτὸς ἀμειβόμενος αὐτοὺς | |
5 | παρασκευάζει μερίδα τινὰ λαβεῖν, καὶ ἐν τούτῳ πάλιν τὸν ἀποστολικὸν νόμον πληρῶν τὸν λέγοντα, Ἄξιος ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Οὐδὲ γάρ τι πλέον τῆς χρείας αὐτοὺς λαβεῖν ἀφίησι· Πλὴν γὰρ, φησὶν, ὧν ἔφαγον οἱ νεανίσκοι, καὶ τῆς μερίδος | |
10 | τῶν συμπορευθέντων μετ’ ἐμοῦ, Ἐσχὼλ, Αὐνᾶν, Μαμβρῆ· οὗτοι λήψοντα μερίδα. Ἴδετε τῆς ἀρετῆς τοῦ πατριάρχου τὴν ἀκρίβειαν, πῶς καὶ τὴν φιλοσο‐ φίαν ἐπεδείξατο τὴν περὶ τὴν ὑπεροψίαν τῶν χρημά‐ των, καὶ τὴν ταπεινοφροσύνην, καὶ πάντα ποιεῖ, ὥστε | |
15 | μὴ δόξαι ἀλαζονείᾳ τινὶ καὶ καταφρονήσει τοῦτο πε‐ ποιηκέναι, καὶ διὰ τοῦτο μέγα φρονεῖν ἐπὶ τῇ νίκῃ τῇ γεγενημένῃ; ζʹ. Τοῦτον δὴ καὶ ἡμεῖς μιμώμεθα, παρακαλῶ, καὶ σπουδάζωμεν ἀλήπτους ἑαυτοὺς φυλάττειν, καὶ μήτε | |
20 | προφάσει τῆς ἀρετῆς ἀπονοίας ἑαυτοῖς περιτιθέναι δόξαν, μηδὲ προφάσει ταπεινοφροσύνης τῆς ἀρετῆς καταμελεῖν· ἀλλὰ πανταχοῦ τὸ μέτρον διασώζειν, καὶ τοῖς κατορθώμασι τοῖς ὑφ’ ὑμῶν γινομένοις καθάπερ θεμέλιόν τινα καὶ ὑποβάθραν, τὴν ταπεινοφροσύνην | |
25 | ὑποτιθέναι, ἵνα μετὰ ἀσφαλείας ἡμῖν οἰκοδομῆται τὰ τῆς ἀρετῆς. Τοῦτο γὰρ ἀρετὴ, ὅταν ἔχῃ ταύτην συν‐ εζευγμένην. Ὁ γὰρ τοῦτον μετὰ ἀσφαλείας τὸν θε‐ μέλιον καταβαλὼν δυνήσεται πρὸς ὅσον βούλεται ὕψος ἐγεῖραι τὴν οἰκοδομήν. Αὕτη μεγίστη ἀσφάλεια, αὕτη | |
30 | τεῖχος ἀῤῥαγὲς, αὕτη πύργος ἀκαταμάχητος, αὕτη πᾶσαν συσφίγγει τὴν οἰκοδομὴν, οὐκ ἀφιεῖσα οὔτε ὑπὸ ἀνέμων σφοδρότητος, οὔτε ὑπὸ τῆς τῶν ὄμβρων φο‐ ρᾶς, οὔτε ὑπὸ τῆς τῶν πνευμάτων βίας αὐτὴν κατα‐ πεσεῖν, ἀλλ’ ἀνωτέραν καθίστησι πάσης ἐπιβουλῆς, | |
35 | καὶ καθάπερ ἐξ ἀδάμαντός τινος κατεσκευασμένην, οὕτως αὐτὴν ἀχείρωτον ἐργάζεται, καὶ μεγάλας ἡμῖν ἀμοιβὰς παρὰ τῆς τοῦ φιλανθρώπου Θεοῦ δωρεᾶς ἐφ‐ έλκεται· δι’ ἧς πατριάρχης τοσούτων τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ τὸ μέγεθος ἐδέξατο. Εἴσεσθε γὰρ, τοῦ Θεοῦ | |
40 | ἐπιτρέποντος, καὶ ἐκ τῆς ἀκολουθίας τῶν ἑξῆς μελλόντων ῥηθήσεσθαι, πῶς καὶ νῦν ὑπεριδὼν τῶν παρὰ τοῦ βασιλέως Σοδόμων αὐτῷ διδομένων, με‐ γάλων καὶ ἀφάτων ἠξιώθη τῶν τοῦ Θεοῦ δωρεῶν. Διὰ ταύτης οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τῶν ἄλλων | |
45 | δικαίων ἕκαστος εὐδοκίμησε. Καὶ τοῦτο, ὅσοι φι‐ λόπονοι περὶ τὴν ἀνάγνωσιν τῶν θείων Γρα‐ φῶν ἐστε, δυνήσεσθε καταμαθεῖν πανταχοῦ γινό‐ μενον. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν Δεσπότης, ὅταν ἴδῃ ὑπερορῶντας ἡμᾶς τῶν παρόντων, μετὰ δαψιλείας καὶ | |
53.330(50) | ταῦτα παρέχει, καὶ τῶν μελλόντων ἡμῖν ἀγαθῶν τὴν ἀπόλαυσιν ταμιεύεται. Καὶ τοῦτο καὶ ἐπὶ χρημάτων, καὶ ἐπὶ τῆς δόξης τοῦ παρόντος βίου, καὶ ἐπὶ πάντων τῶν ἐπικήρων πραγμάτων ἐστὶν ἰδεῖν γινόμενον. Κα‐ ταφρονῶμεν τοίνυν τοῦ παρόντος πλούτου, ἵνα τὸν | |
55 | ἀληθῆ πλοῦτον εὑρεῖν δυνηθῶμεν· ὑπερίδωμεν τῆς κενῆς ταύτης δόξης, ἵνα τῆς ἀληθοῦς ἐκείνης καὶ βε‐ βαίας ἀπολαύσωμεν· καταγελάσωμεν τῆς παρούσης εὐημερίας, ἵνα τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἐπι‐ τύχωμεν· μηδὲν ἡγώμεθα τὰ παρόντα, ἵνα πρὸς τὸν | |
60 | τῶν μελλόντων πόθον διεγερθῆναι δυνηθῶμεν. Οὐδὲ γὰρ οἷόν τε τὸν τοῖς παροῦσι προσηλωμένον ἐκείνων τῶν ἀποῤῥήτων ἀγαθῶν τὸν πόθον καταδέξασθαί | |
ποτε, καθάπερ λήμης τινὸς τοῖς ὀφθαλμοῖς τοῦ σώμα‐ | ||
53.331 | τος ἐπικειμένης, οὕτω τῆς τῶν παρόντων ἐπιθυμίας σκοτούσης τὸν λογισμὸν, καὶ οὐκ ἀφιείσης συνιδεῖν τι τῶν δεόντων. Οὐδ’ αὖ πάλιν δυνατὸν τὸν περὶ ἐκεῖνα τὰ ἀκίνητα καὶ βέβαια ἀγαθὰ τὸν πόθον ἔχοντα. τούτων τῶν | |
5 | ἐπικήρων, καὶ πρὶν ἢ φανῆναι ἀφιπταμένων, καὶ μα‐ ραινομένων ἐπιθυμίαν τινὰ λαβεῖν. Ὁ γὰρ τρωθεὶς τῷ πρὸς τὸν Θεὸν πόθῳ, καὶ τὴν τῶν μελλόντων ἐπιθυμίαν κτησάμενος, ἑτέροις ὀφθαλμοῖς ὁρᾷ τῶν παρόντων τὴν κατάστασιν, καὶ οἶδεν ὅτι σχῆμα ἅπας ὁ παρὼν βίος, καὶ | |
10 | ἀπάτη, καὶ ὀνειράτων οὐδὲν διενήνοχε. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἔλεγε γράφων, Παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου, δεικνὺς ὅτι ἕκαστον τῶν ἀνθρω‐ πίνων ἐν σχήματι μόνον ἐστὶ, καὶ καθάπερ σκιὰ καὶ ὄναρ παρατρέχει, οὐδὲν ἀληθὲς, οὐδὲν βέβαιον ἔχον. Πῶς οὖν | |
15 | οὐκ ἂν εἴη παιδικῆς διανοίας περὶ τὰς σκιὰς ἐπτοῆσθαι, καὶ ἐπὶ ὀνείρασι μέγα φρονεῖν, καὶ τούτοις προστετη‐ κέναι τοῖς μικρὸν ὕστερον παρερχομένοις; Παράγει γὰρ, φησὶ, τὸ σχῆμα τοῦ κόσμου τούτου. Ὅταν ἀκούσῃς ὅτι Παράγει, τί λοιπὸν πλέον ζητεῖς; ὅταν ἀκούσῃς ὅτι | |
20 | σχῆμα μόνον ἐστὶ πάντα τὰ ἀνθρώπινα, ἀληθείας ἔρημα τυγχάνοντα, τίνος ἕνεκεν ἑκὼν τὴν ἀπάτην ὑπομένεις, καὶ οὐκ ἐννοῶν τὸ εὐμετάβλητον, τὸ ἀβέβαιον, ταῦτα μὲν παρατρέχεις, περὶ ἐκεῖνα δὲ τὴν ἐπιθυμίαν μετάγεις τὰ διαιωνίζοντα, τὰ ἀκίνητα, τὰ βέβαια, τὰ μεταβολὴν οὐκ | |
25 | ἐπιδεχόμενα; ηʹ. Ἵνα γὰρ μάθῃς τὴν σύνεσιν τοῦ διδασκάλου τῆς οἰκου‐ μένης, ὅρα αὐτὸν ἀλλαχοῦ πάλιν βουλόμενον δεῖξαι πάν‐ των τῶν ἐν τῷ παρόντι βίῳ φαιδρῶν τὸ οὐδαμινὸν, οἵᾳ λέξει ἐχρήσατο εἰπών· Τὰ γὰρ βλεπόμενα κἂν τὴν τοῦ | |
30 | πλούτου περιουσίαν εἴπῃς, κἂν τὴν δόξαν, κἂν τὴν περι‐ φάνειαν, καὶ τὴν ἀρχὴν, καὶ τὴν δυναστείαν, κἂν αὐτὴν τὴν βασιλείαν, καὶ τὸν τὸ διάδημα περικείμενον, καὶ τὸν θρόνον τὸν ἀνωτάτω, πάντα ταῦτα τὰ βλεπόμενα πρόσ‐ καιρα, ἐν βραχεῖ χρόνῳ τὴν διαμονὴν ἐπιδεικνύμενα, | |
35 | οὐ μέχρι πολλοῦ τὴν ἀπόλαυσιν ἡμῖν ἐμπαρέχοντα. Τίνα οὖν ἡμᾶς βούλει ἐπιζητεῖν, εἰ πάντα ταῦτα τὰ βλε‐ πόμενα πρόσκαιρα τυγχάνει; Ἐκεῖνα, φησὶ, τὰ μὴ βλε‐ πόμενα, μὴ ταῦτα τὰ βλεπόμενα, ἀλλ’ ἐκεῖνα ἅπερ τού‐ τοις τοῖς ὀφθαλμοῖς τοῖς σωματικοῖς οὐχ ὁρᾶται. Καὶ τίς | |
40 | ἂν, φησὶ, τοῦτο συμβουλεύσειεν, ὥστε τὰ ὁρώμενα πα‐ ρατρέχειν, καὶ τὰ μὴ ὁρώμενα ἐπιζητεῖν; Αὐτὴ, φησὶ, διδασκέτω ὑμᾶς τῶν πραγμάτων ἡ φύσις, ὅτι ταῦτα μὲν, εἰ καὶ ὁρᾶται, ἀλλὰ ταχέως παραῤῥεῖ· ἐκεῖνα δὲ, εἰ καὶ μὴ νῦν ὁρᾷν δυνάμεθα, ἀλλ’ αἰώνια τυγχάνει, καὶ διη‐ | |
45 | νεκῆ τὴν διαμονὴν ἔχει, πέρας οὐκ ἐπίσταται, τέλος οὐκ ἐπιδέχεται, μεταβολὴν οὐκ οἶδε, πάγια μένει καὶ ἀκίνητα. Τάχα λοιπὸν καὶ ἐπαχθὴς εἶναι δοκῶ καθ’ ἑκάστην ἡμέραν μάτην συμβουλεύων· ἀλλὰ τί πάθω; Πολλὴ τῆς κακίας ἡ λύμη, πολλὴ τῶν χρημάτων ἡ τυραννὶς, πολλὴ ἡ σπάνις | |
53.331(50) | τῆς ἀρετῆς. Διὰ τοῦτο βούλομαι κἂν τῇ συνεχείᾳ τῆς πα‐ ραινέσεως περιγενέσθαι τῆς νόσου, καὶ πρὸς τελείαν ὑγίειαν ἀγαγεῖν τοὺς ἐνταῦθα συνιόντας. Διὰ γὰρ τοῦτο καὶ τῶν Γραφῶν τὰς ἐξηγήσεις ποιεῖσθαι σπουδάζομεν, καὶ τῶν δικαίων τὰς ἀρετὰς εἰς τὸ μέσον παράγομεν, καὶ | |
55 | τὰ αὐτὰ ἐνηχεῖν οὐ παραιτούμεθα, ἵνα διὰ πάντων ἐν‐ αγαγεῖν ὑμᾶς δυνηθῶμεν εἰς τὸν τῶν δικαίων ζῆλον. Καὶ ὀψὲ γοῦν ποτε τῆς οἰκείας σωτηρίας πρόνοιαν ποιησώμεθα, καὶ τῷ καιρῷ τῷ δεδομένῳ ἡμῖν εἰς προ‐ θεσμίαν ζωῆς δεόντως χρησώμεθα, καὶ ὡς ἔτι καιρὸς, πρὸς | |
60 | μετάνοιαν καὶ διόρθωσιν τῶν ἐπταισμένων ἐπειχθῶμεν, καὶ τῇ τῶν χρημάτων περιουσίᾳ εἰς ὠφέλειαν τῶν ἡμετέ‐ ρων ψυχῶν ἀποχρησώμεθα, καὶ τὰ περιττὰ τοῖς δεομένοις ἀναλίσκωμεν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, συγχωρεῖς ὑπὸ | |
τοῦ ἰοῦ καὶ τὸ ἀργύριον καὶ τὸ χρυσίον καταναλίσκεσθαι, | Column end | |
53.332 | δέον εἰς τὰς τῶν πενήτων γαστέρας αὐτὸ κενοῦν, ἵνα εἰς ἀσφαλὲς αὐτὸ ταμεῖον ἀποθέμενος ἐν καιρῷ τῷ δέοντι, ὅτε μάλιστα χρῄζεις τῆς ἀπ’ αὐτοῦ παραμυθίας, ἀπολαύσῃς τῆς ἐντεῦθεν βοηθείας· καὶ οἱ ἐνταῦθα τραφέντες ὑπὸ σοῦ | |
5 | κατ’ ἐκείνην τὴν ἡμέραν τὰς θύρας σοι τῆς παῤῥησίας ἀνοίξωσι, καὶ δέξωνταί σε εἰς τὰς αἰωνίους αὐτῶν σκη‐ νάς; Ἀλλὰ μηδὲ τὰ ἱμάτια ἐῶμεν σητόβρωτα γενέσθαι, καὶ εἰκῆ ἐν τοῖς κιβωτίοις κατασήπεσθαι, τοσούτων ὄντων τῶν δεομένων καὶ γυμνῶν περιιόντων· ἀλλὰ προτιμῶμεν | |
10 | τῶν σητῶν γυμνητεύοντα τὸν Χριστὸν, καὶ ἐνδύωμεν τὸν δι’ ἡμᾶς καὶ τὴν σωτηρίαν τὴν ἡμετέραν γυμνὸν περιιόν‐ τα, ἵνα ἡμεῖς καταξιωθέντες αὐτὸν ἐνδῦσαι, ἀκούσωμεν κατὰ τὴν ἡμέραν ἐκείνην· Γυμνὸς ἤμην, καὶ περιεβά‐ λετέ με. Μὴ γὰρ φορτικά ἐστι τὰ ἐπιτάγματα, μὴ γὰρ | |
15 | ὑπέρογκα; Τὰ ἀπολλύμενα, φησὶ, τὰ σηπόμενα, τὰ εἰκῆ καὶ μάτην δαπανώμενα, ταῦτα χρησίμως διανεμηθῆναι σπούδασον, ἵνα καὶ τὴν ἐκ τῆς ζημίας βλάβην διαφύγῃς, καὶ τὸ ἀπ’ αὐτῶν κέρδος μέγιστον ἑαυτῷ προξενήσῃς. Πολλῆς γὰρ καὶ ὑπερβαλλούσης ἀπανθρωπίας μετὰ τοσ‐ | |
20 | αύτην ἀπόλαυσιν κιβωτίοις καὶ τοίχοις ἐναποκλείειν τὰ περιττὰ, καὶ μὴ ἀνέχεσθαι τῶν ὁμογενῶν τὴν ἔνδειαν πα‐ ραμυθεῖσθαι, ἀλλ’ αἱρεῖσθαι μᾶλλον ὑπὸ ἰοῦ καὶ σητῶν διαφθείρεσθαι, καὶ ταῖς τῶν λῃστῶν χερσὶ προκεῖσθαι, καὶ τὰς ὑπὲρ τούτων εὐθύνας διδόναι, ἢ δεόντως οἰκονο‐ | |
25 | μήσαντα τὴν ὑπὲρ τούτων ἀμοιβὴν κομίζεσθαι. Μὴ δὴ, παρακαλῶ, οὕτως ἀμελῶς διατεθῶμεν περὶ τὴν σωτη‐ ρίαν τῶν ἡμετέρων ψυχῶν, ἀλλὰ τὰ περιττὰ κενώσαντες τοῖς δεομένοις, πολλὴν ἑαυτοῖς προαποθώμεθα τὴν παῤ‐ ῥησίαν, ἵνα τῶν ἀποῤῥήτων ἀγαθῶν ἀπολαῦσαι καταξιω‐ | |
30 | θῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐ νων. Ἀμήν. | |
34t | ΟΜΙΛΙΑ Λϛʹ. | |
35n | Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς | |
36n | Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, | |
37n | Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς | |
38n | ἔσται σφόδρα. | |
39 | αʹ. Θησαυρῷ τινι προσέοικεν ἡ τῶν δικαίων ἀρετὴ, πολὺν | |
40 | καὶ ἄφατον τὸν πλοῦτον ἔχοντι. Καθάπερ γὰρ ἐκεῖθεν κἂν βραχύ τι μέρος λαβεῖν τις δυνηθῇ, πολλὴν ἑαυτῷ τὴν εὐ‐ πορίαν κατασκευάζει· οὕτω δὴ καὶ ἐπὶ τῆς ἀρετῆς τοῦ πατριάρχου εὑρήσει τις γινόμενον. Ἰδοὺ γὰρ σχεδὸν ἐφ’ ἑκάστης ἡμέρας ἐκ τῆς κατ’ αὐτὸν ἱστορίας προθέντες | |
45 | ὑμῖν τὴν διδασκαλίαν, καὶ μετὰ πολλῆς τῆς δαψιλείας τὴν ἑστίασιν ὑμῖν παρεχόμενοι, οὐδέπω καὶ νῦν οὐδὲ βραχύ τι μέρος τῶν τούτῳ κατωρθωμένων ἐξειπεῖν ἠδυ‐ νήθημεν· τοσαύτη ἐστὶν αὐτοῦ τῆς περιουσίας ἡ ἀρετή. Καὶ καθάπερ ἀπὸ πηγῆς δαψιλῆ προχεούσης τὰ νάματα, | |
53.332(50) | κἂν ἅπαντες ἀρύωνται, οὐ μόνον οὐκ ἐλαττοῦσι τὰ ἐκεῖ‐ θεν προϊόντα νάματα, ἀλλ’ ὅσῳ ἂν πλείους ὦσιν οἱ ἐξαν‐ τλοῦντες, τοσούτῳ μᾶλλον ἀναβλύζει τῶν ὑδάτων ἡ φύσις· τὸ αὐτὸ δὴ καὶ ἐπὶ τοῦ θαυμασίου τούτου πατριάρχου γι‐ νόμενον ὀψόμεθα. Πόσοι γὰρ ἐξ οὗ γέγονε μέχρι τοῦ πα‐ | |
55 | ρόντος ἐκ τῆς πηγῆς τῶν τούτου κατορθωμάτων ἀρύον‐ ται, καὶ οὐ μόνον οὐκ ἐκένωσαν τὰ νάματα, ἀλλ’ ἐπὶ πλεῖον ἀναβλύζει τῶν τούτου κατορθωμάτων ἡ περιου‐ σία; Ὥσπερ γὰρ σειράν τινα χρυσῆν, οὕτως ἡρμοσμέ‐ νην εὑρήσομεν τὴν κατ’ αὐτὸν διήγησιν ἐπὶ τῆς θείας | |
60 | Γραφῆς κειμένην· καὶ καθ’ ἕκαστον καιρὸν πρότερον μὲν αὐτὸν ἐπιδεικνύμενον τὰ τῆς οἰκείας φιλοσοφίας, ἑπομέ‐ νην δὲ παραχρῆμα καὶ τὴν παρὰ τοῦ Θεοῦ ἀμοιβήν. Καὶ | |
ἵνα μάθητε ὅτι οὕτως ἔχει, ἀναγκαῖον ἄνωθεν ὑμῖν μετὰ | ||
53.333 | συντομίας τὰ κατ’ αὐτὸ διηγήσασθαι, ἵνα εἰδῆτε καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πίστιν, ἣν περὶ τὰς ὑπο‐ σχέσεις τοῦ Θεοῦ ἐπιδείκνυται, καὶ τοῦ φιλανθρώπου Θεοῦ μετὰ δαψιλείας τὰς ἀμοιβὰς αὐτῷ παρεχομένου. | |
5 | Ἱκανὸς γὰρ ὁ δίκαιος οὗτος ἅπαντας ἡμᾶς παιδεῦσαι, πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας μετὰ προθυμίας ἀποδύε‐ σθαι θαῤῥοῦντας ταῖς ἄνωθεν ἀμοιβαῖς, καὶ εἰδότας τοῦ ἡμετέρου Δεσπότου τὴν φιλοτιμίαν, πάντα τὰ δυσχερῆ νομιζόμενα κατὰ τὸν παρόντα βίον μετ’ εὐκολίας κατα‐ | |
10 | δέχεσθαι, τῇ ἐλπίδι τῶν ἀντιδόσεων τρεφομένους. Προσ‐ έχετε δὴ, παρακαλῶ, ὅπως ἐκ προοιμίων, ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ οἴκοθεν εἰσήνεγκεν ἐκ τῆς ἐγκειμένης τῇ ἡμετέρᾳ φύσει γνώσεως, οὐδένα ἔξωθεν ἐσχηκὼς διδάσκαλον, ἀλλὰ καὶ ὑπὸ ἀπίστοις γονεῦσι τρεφόμενος, τῆς θείας ἀπέλαυ‐ | |
15 | σεν ἐπιφανείας. Ἐπειδὴ γὰρ μηδὲν κατὰ τὴν πρώ‐ την ἡλικίαν τῇ πλάνῃ τοῦ πατρὸς κατηκολούθησεν, ἀλλὰ τὴν πρὸς τὸ Θεῖον θεραπείαν ἐπεδείκνυτο, καὶ τῆς ἄνω‐ θεν ἐπισκοπῆς ταχέως ἐπέτυχεν ἔτι ἐπὶ τῆς Χαλδαίας ὤν· τοῦτο γὰρ ἡμῖν σαφέστερον ἐκτίθεται ὁ μακάριος | |
20 | Στέφανος οὕτω λέγων· Ὁ Θεὸς τῆς δόξης ὤφθη τῷ πα‐ τρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαῤῥάν. Εἶδες πῶς ἡ ὄψις αὐτὸν ἐκεῖθεν ἀνέστησεν; Εἰκὸς γὰρ ὅτι μετὰ τῆς περὶ τὸ Θεῖον θεραπείας, καὶ τὴν περὶ τοὺς γεγεννηκότας αἰδῶ | |
25 | ἐπιδεικνύμενος, καὶ εἰς πολὺ φίλτρον ἐπισπασάμενος τὸν πατέρα, αὐτὸς αὐτῷ αἴτιος γέγονε τῆς ἐκεῖθεν ἐξόδου· καὶ διὰ τὸν πόθον τοῦ παιδὸς ἠνέσχετο καταλιπεῖν τὴν οἰκείαν πατρίδα, καὶ τὴν ἀλλοτρίαν οἰκῆσαι. Ἀλλ’ ὅρα μοι μετὰ ἀκριβείας, πῶς καὶ αὐτὴ ἡ παρὰ τοῦ Θεοῦ γενομένη διὰ | |
30 | τὴν προλαβοῦσαν ἀρετὴν εἰς αὐτὸν ἐπίσκεψις πάλιν αὐ‐ τοῦ τὴν ἀρετὴν περιφανεστέραν ἐργάζεται. Εἵλετο γὰρ τὴν χώραν τὴν πατρικὴν καταλιπεῖν καὶ τὴν ἀλλοτρίαν οἰκῆσαι, ἵνα τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν εἰς ἔργον ἀγάγῃ· καὶ ἕτοιμος ἦν, ὡς ἐμοὶ δοκεῖ, καὶ ἄνευ τῶν προσ‐ | |
35 | ηκόντων καὶ καθ’ ἑαυτὸν τὴν ἀποδημίαν στείλασθαι· ἀλλ’, ὅπερ ἔφθην εἰπὼν, ἡ τοῦ ἀνδρὸς ἀρετὴ, καὶ ἡ πολλὴ θεραπεία ἡ περὶ τοὺς τεκόντας συνοδοιπόρον γενέσθαι καὶ τὸν πατέρα παρεσκεύασεν. Εἶτα ἐπειδὴ τὴν Χαῤῥὰν κατέλαβον, ἐκεῖ τὴν σκηνὴν | |
40 | ἐπήξαντο. Καὶ τελευτήσαντος τοῦ Θάῤῥα (τοῦτο γὰρ ἦν ὄνομα τῷ πατρὶ), πάλιν προστάττεται παρὰ τοῦ Θεοῦ ἐξελθεῖν ἐκεῖθεν. Ἔξελθε γὰρ, φησὶν, ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Ἐπειδὴ γὰρ μετὰ πάσης τῆς οἰκίας εἰς | |
45 | τὴν Χαῤῥὰν μετέστησαν, διὰ τοῦτο ἐνταῦθα προστάττων αὐτῷ ἐξελθεῖν προσέθηκεν, Ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, δηλῶν αὐτῷ, ὅτι αὐτὸν μόνον καθ’ ἑαυ‐ τὸν βούλεται τὴν ἀποδημίαν ποιήσασθαι, καὶ μήτε τὸν ἀδελφὸν, τὸν Ναχὼρ λέγω, μήτε ἕτερόν τινα ἐπισύρε‐ | |
53.333(50) | σθαι. Ἐκ τῆς γῆς σου δὲ ἔλεγεν, ἐπειδὴ χρόνον οὐκ ὀλί‐ γον ἐκεῖ οἰκήσαντες, ὡς ἐν ἰδίᾳ λοιπὸν πατρίδι τὴν οἴκη‐ σιν ἐποιοῦντο ἐν αὐτῇ. Καίτοι τοῦ πένθους τῶν ἑαυτοῦ γονέων ἀκμάζοντος ἔτι, καὶ πολλῆς οὔσης τότε δυσχε‐ ρείας τε καὶ ἀνοδίας κατὰ τὰς ἀποδημίας, ἀλλ’ ὅμως | |
55 | μετὰ πάσης προθυμίας τὸ ἐπίταγμα τὸ παρὰ τοῦ Δεσπό‐ του ἤνυε, καὶ ταῦτα οὐκ εἰδὼς, ὅπου στήσεται αὐτῷ τὰ τῆς πλάνης. Δεῦρο γὰρ, φησὶν, οὐκ εἰς τήνδε τὴν γῆν, ἢ τήνδε, ἀλλ’ εἰς Ἣν ἄν σοι δείξω. Καὶ ὅμως οὕτως ὄντος ἀορίστου τοῦ ἐπιτάγματος, οὐδὲν περιεργαζόμενος τὸ | |
60 | προσταχθὲν εἰς ἔργον ἤγαγε· καὶ τὸν ἀδελφιδοῦν δὲ ἐπή‐ | Column end |
53.334 | γετο, καὶ διὰ τούτου τὴν οἰκείαν ἀρετὴν δεικνύς. Ἐπειδὴ γὰρ νέον αὐτὸν προσλαβόμενος κατὰ μικρὸν μιμητὴν κα‐ τεσκεύαζε τῆς οἰκείας ἀρετῆς, οὐκ ἠνέσχετο τοῦτον κα‐ ταλιπεῖν, ἀλλὰ κοινωνὸν αὐτὸν ἐλάμβανε τῆς ἀποδημίας. | |
5 | Εἰ γὰρ ὁ πατὴρ, φησὶν, ἄπιστος ὢν, διὰ τὸ περὶ ἐμὲ φίλ‐ τρον τὴν οἰκίαν τὴν πατρῴαν, ἔνθα ἐτέχθημεν καὶ ηὐξή‐ θημεν, καταλιπεῖν κατεδέξατο καὶ ἀκολουθῆσαί μοι, καὶ ἐπὶ τῆς ἀλλοτρίας τὸν βίον κατέλυσε· πολλῷ δὴ μᾶλλον ἐγὼ πρὸς τὸν τοῦ ἀδελφοῦ παῖδα, τὸν νέον τὸν ἐκ | |
10 | προοιμίων δεικνύντα ὡς κατὰ μικρὸν ἐπιδώσει πρὸς ἀρε‐ τὴν, οὐκ ἂν ἀνασχοίμην ἐνταῦθα ἀφεῖναι. βʹ. Ἐπεὶ οὖν διὰ πάντων δεικνὺς αὐτοῦ τὸ φιλόθεον, καὶ ταύτην ἐποιήσατο τὴν ἀποδημίαν, ἡνίκα κατέλαβε τὴν Παλαιστίνην, καὶ τῶν ὅρων ἐπέβη τῶν Χαναναίων, ὀφθεὶς | |
15 | αὐτῷ ὁ Θεὸς καὶ νευρῶσαι αὐτοῦ βουλόμενος τὴν προθυ‐ μίαν καὶ χεῖρα ὀρέξαι, φησὶ πρὸς αὐτόν· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ὅπερ ἐπεθύμει καὶ ἐπό‐ θει, παίδων λέγω τὴν διαδοχὴν, τοῦτο αὐτῷ εὐθέως ὑπι‐ σχνεῖται, ἀμοιβὴν αὐτῷ τῶν τοσούτων πόνων διδούς. | |
20 | Ἐπειδὴ γὰρ ἀπὸ τῆς φύσεως ἀπεστέρητο, καὶ ἡ ἡλικία λοιπὸν ἀπαγορεύειν ἔπειθε, τῇ ὑποσχέσει διανίστησι τὸν ἀθλητὴν, καὶ προθυμότερον ἀπεργάζεται, καὶ νεάζειν αὐτὸν κατασκευάζει πρὸς τοὺς ἑξῆς ἀγῶνας. Ὅρα τοίνυν μετὰ τὴν ὑπόσχεσιν ταύτην, ἑτέραν πάλιν τὴν ἄθλησιν | |
25 | τὸν δίκαιον τοῦτον δεχόμενον. Λιμοῦ γὰρ καταλαβόντος, καὶ πολλῆς οὔσης τῆς στενοχωρίας ἐν τῇ Χαναναίᾳ, ἐπὶ τὴν Αἴγυπτον ἔσπευδε· καὶ λιμοῦ παραμυθίαν εὑρεῖν βουλόμενος, μείζοσι περιέβαλεν ἑαυτὸν κινδύνοις. Ἡ γὰρ εὐμορφία τῆς γυναικὸς καὶ τὸ κάλλος τῆς Σάρας μονονουχὶ | |
30 | τὸν θάνατον αὐτῷ πρὸ τῶν ὀφθαλμῶν ἐδείκνυ. Διὸ καὶ πλη‐ σίον γενόμενος τῆς εἰς Αἴγυπτον εἰσόδου, φησὶ πρὸς αὐτὴν, Γινώσκω ὅτι εὐπρόσωπος εἶ· οἶδά σου τοῦ κάλλους τὴν ὥραν, καὶ δέδοικα τῶν Αἰγυπτίων τὴν ἀκολασίαν. Ἐὰν οὖν ἰδωσί σε, καὶ γνῶσιν ὅτι καθάπερ γυναῖκα περιάγω | |
35 | σε, σὲ μὲν ἴσως περιποιήσονται, ὥστε εἰς ἔργον ἀγαγεῖν τῆς μανίας αὐτῶν τὸν οἶστρον, ἐμὲ δὲ ἀποκτενοῦσιν, ἵνα μετὰ ἀδείας αὐτοῖς ἐξῇ τὴν παρανομίαν ἐργάσασθαι, οὐκ ὄντος τοῦ τὴν μοιχείαν κατάδηλον ποιεῖν δυναμένου. Εἰπὲ οὖν ὅτι ἀδελφός σου εἰμί. Ὅρα ἀδαμαντίνην ψυ‐ | |
40 | χὴν, ὅρα γνώμην σιδήρου στεῤῥοτέραν· οὐδὲ γὰρ παρεσά‐ λευσεν αὐτοῦ τὸν λογισμὸν ἡ προσδοκωμένη συμφορὰ, οὐδὲ ἐνενόησεν, οὐδὲ εἶπε πρὸς ἑαυτόν· διὰ τοῦτο τὴν οἰκείαν καταλιπὼν πατρίδα, καὶ τοσαύτην ἐπιδειξάμενος ὑπακοὴν ἦλθον εἰς τὴν ἀλλοτρίαν, ἵνα τούτοις περιβληθῶ | |
45 | τοῖς κακοῖς; Οὐ πρὸ μικροῦ ὑπέσχετό μοι, ὅτι Τῷ σπέρ‐ ματί σου δώσω τὴν γῆν ταύτην; Ἰδοὺ καὶ μοιχείας καὶ θανάτου φόβος κατασείει ἡμῶν τὴν ψυχήν. Ἀλλ’ οὐ‐ δὲν τούτων οὐδὲ ἐν διανοίᾳ λαβεῖν κατεδέξατο· ἀλλ’ ἑνὸς γίνεται μόνου, πῶς δυνηθῇ τὸ πονηρὸν τοῦτο δρᾶμα ὑπο‐ | |
53.334(50) | κρινάμενος, τῶν δύο τούτων κινδύνων ἐπικειμένων τὸν ἕνα γοῦν ἐκφυγεῖν. Καὶ ἐπειδὴ καὶ αὐτὸς τὰ παρ’ ἑαυτοῦ εἰσήνεγκε μετὰ ἀνδρείας τὴν συμβουλὴν ποιησάμενος, καὶ ἡ γυνὴ πολλὴν τὴν περὶ τὸν ἄνδρα φιλοστοργίαν καὶ ὑπακοὴν ἐπιδει‐ | |
55 | κνυμένη συνέπραξε, καὶ τοῖς δόξασιν ὑπηρετήσατο· καὶ ἐπειδὴ τὰ παρ’ ἑαυτῶν ἀπήρτισαν, καὶ ὅσον κατὰ ἀνθρω‐ πίνην ἀκολουθίαν ἀπέγνωστο, καὶ εἰς ἔργον ἐκβεβήκει σχεδὸν τὰ τῆς παρανομίας, τότε πολλὴ περὶ αὐτὸν ἡ τοῦ Θεοῦ δείκνυται πρόνοια. Οὐ μόνον γὰρ τὴν γυναῖκα ὁ Θεὸς | |
60 | τῆς ὕβρεως ἐξήρπασε διὰ τῆς ἀγανακτήσεως, ἣν κατὰ τοῦ βασιλέως καὶ παντὸς τοῦ οἴκου αὐτοῦ ἐποιήσατο, ἀλλὰ καὶ τὸν πατριάρχην μετὰ πολλῆς τῆς περιφανείας | |
ἀπὸ τῆς Αἰγύπτου ἐπὶ τὴν Παλαιστίνην ἐπανελθεῖν πε‐ | ||
53.335 | ποίηκε. Σκόπει πῶς μεταξὺ τῶν πειρασμῶν τὴν παρ’ αὐτοῦ ῥοπὴν εἰσφέρων ὁ φιλάνθρωπος Δεσπότης ἀκμά‐ ζοντα τὸν ἀθλητὴν πρὸς τοὺς ἑξῆς πάλιν ἀγῶνας ἀπεργά‐ ζεται, οὐκ ἀφιεὶς ἔρημον τῆς ἑαυτοῦ βοηθείας, ἀλλὰ διὰ | |
5 | πάντων φανερῶς οἰκονομῶν αὐτῷ δείκνυσθαι, ὅτι μικρὰ εἰσφέρων αὐτὸς, μεγάλων καὶ σφόδρα μεγάλων ἀξιοῦ‐ ται καὶ νικώντων τὴν ἀνθρωπίνην φύσιν. Εἶδες τοίνυν τοῦ δικαίου τὴν ὑπομονήν; Ὅρα πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον τῆς ταπεινοφροσύνης αὐτοῦ τὸ μέγεθος καὶ τὴν | |
10 | ἐπιείκειαν τὴν πολλήν. Ἐπειδὴ γὰρ ἐπανῆλθεν ἀπὸ τῆς Αἰγύπτου εὐπορίαν πολλὴν κτησάμενος (οὐκ αὐτὸς δὲ μόνος, ἀλλὰ καὶ ὁ ἀδελφιδοῦς ἠκολούθει), Οὐκ ἐχώρει, φησὶν, αὐτοὺς ἡ γῆ κατοικεῖν ἅμα, ὅτι ἦν τὰ ὑπάρχοντα αὐτῶν πολλά· ὅθεν | |
15 | καὶ μάχη συνέβη γενέσθαι μεταξὺ τῶν ποιμένων τοῦ Λὼτ καὶ τοῦ Ἄβραμ· Ἀλλ’ ὁ δίκαιος οὗτος δεικνὺς αὐ‐ τοῦ τὸ ἥμερον τῆς ψυχῆς καὶ τῆς φιλοσοφίας τὴν ὑπερ‐ βολὴν, καλέσας τὸν Λὼτ, φησὶ πρὸς αὐτόν· Μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ τῶν ποιμένων | |
20 | μου καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν· μονονουχὶ λέγων πρὸς αὐτόν· οὐδὲν εἰρή‐ νης ἴσον· οὐδὲν φιλονεικίας βαρύτερον. Ἵν’ οὖν πᾶσαν μάχης ὑπόθεσιν ἐκποδὼν ποιησώμεθα, ἑλοῦ ἣν ἂν βουλη‐ θῇς χώραν· κατάλιπε δέ μοι τὴν λειπομένην, ὑπὲρ τοῦ | |
25 | πάσης ἡμᾶς ἔριδος καὶ φιλονεικίας ἐκτὸς γενέσθαι. Εἶδες ἀνδρὸς ἀρετήν; Παρεχώρησε τῷ νέῳ τῶν πρωτείων τὴν ἐκλογὴν, καὶ ἔστερξε τὴν φαυλοτάτην χώραν. Ἀλλ’ ὅρα πάλιν ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ ἐπεδείξατο, πόσης ἀπολαύει τῆς ἀμοιβῆς. Εὐθέως γὰρ τοῦ χωρισμοῦ γενομένου, φησὶ | |
30 | πρὸς αὐτὸν ὁ Θεὸς μετὰ τὸ διαχωρισθῆναι τὸν Λώτ· Ἀνα‐ βλέψας τοῖς ὀφθαλμοῖς σου ἴδε πᾶσαν τὴν γῆν ἐξ ἑκατέρου τοῦ μέρους, ὅτι πᾶσαν, ἣν σὺ ὁρᾷς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου ἕως αἰῶνος. Σκό‐ πει πόσης ἀξιοῦται τῆς φιλοτιμίας διὰ τὴν ταπεινοφρο‐ | |
35 | σύνην, ἣν ἐπεδείξατο πρὸς τὸν ἀδελφιδοῦν· καὶ αὐτὸς μὲν μικρῶν παραχωρήσας, πολὺ μειζόνων ἠξιώθη, ἐκεῖνος δὲ τοῖς πρωτείοις ἐπιπηδήσας, μετ’ οὐ πολὺ εἰς κινδύνους ἐνέπιπτε· καὶ οὐ μόνον οὐδὲν ἀπώνατο τῆς ἐκλογῆς, ἀλλὰ καὶ αἰχμάλωτος καὶ ἄοικος καὶ ἀνέστιος ἀθρόον ἐγίνετο, | |
40 | καὶ δι’ αὐτῶν τῶν πραγμάτων ἐδιδάσκετο καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν ἀρετὴν, καὶ αὐτὸς ἐπαιδεύετο λοιπὸν μηδὲν τοιοῦτόν ποτε διαπράττεσθαι. Ἐπειδὴ γὰρ τὴν ἐν Σοδόμοις οἴκησιν ἐποιήσατο ὁ Λὼτ, εὐθέως πόλεμος ἀνεῤ‐ ῥιπίσθη χαλεπὸς, καὶ οἱ τῶν προσοικούντων ἐθνῶν βα‐ | |
45 | σιλεῖς ἐπιστάντες μετὰ πολλῆς τῆς δυνάμεως πᾶσαν τὴν χώραν ἄρδην ἀπώλεσαν, τοὺς γίγαντας ἀνελόντες, καὶ τοὺς Ἀμαληκίτας ἀπωσάμενοι, καὶ τὸν τῶν Σοδόμων βασιλέα καὶ Γομόῤῥας εἰς φυγὴν τραπῆναι παρεσκεύασαν, καὶ πᾶσαν κατέσχον τὴν ὀρεινὴν, καὶ τὴν ἵππον τοῦ βα‐ | |
53.335(50) | σιλέως Σοδόμων ἀναλαβόντες, καὶ τὸν Λὼτ αἰχμαλωτεύ‐ σαντες καὶ τὰς γυναῖκας μετὰ πάσης τῆς ἀποσκευῆς, οὕτως ἐπανῄεσαν. γʹ. Ἀλλ’ ὅρα πάλιν Θεοῦ κηδεμονίαν πολλήν. Ὁμοῦ καὶ τὸν Λὼτ τῆς αἰχμαλωσίας ἐλευθερῶσαι βουλόμενος, | |
55 | καὶ τὸν πατριάρχην περιφανέστερον ἐργάσασθαι, διεγεί‐ ρει τὸν δίκαιον πρὸς ἀντίληψιν τοῦ ἀδελφιδοῦ. Πυθόμενος γὰρ τὸ γεγονὸς, μετὰ τῶν οἰκογενῶν ὁρμήσας ἐπὶ τοὺς βασιλεῖς ἐκείνους, αὐτούς τε μετὰ πολλῆς εὐκολίας ἐπά‐ ταξε, καὶ τὸν Λὼτ, καὶ τὰς γυναῖκας, καὶ τὴν ἵππον πᾶ‐ | |
60 | σαν τοῦ βασιλέως ἐπανήγαγε, λαμπρὰ τὰ τρόπαια ἐργα‐ σάμενος, καὶ πᾶσι κατάδηλον ποιῶν τὴν περὶ αὐτὸν τοῦ Θεοῦ εὔνοιαν, καὶ ὅτι οὐκ οἰκείᾳ δυνάμει τὴν τοσαύτην εἰργάσατο τροπὴν, ἀλλὰ τῇ ἄνωθεν βοηθείᾳ τειχιζόμε‐ | |
νος. Καὶ λοιπὸν ἔσπευδε δι’ αὐτῶν τῶν πραγμάτων διδά‐ | Column end | |
53.336 | σκαλος θεοσεβείας γενέσθαι πᾶσι τοῖς ἐν Σοδόμοις διὰ τῆς πρὸς τὸν βασιλέα διαλέξεως. Ἐπειδὴ γὰρ συναντή‐ σας ὁ βασιλεὺς, καὶ χάριτας ὑπὲρ τῶν γεγενημένων ὁμολογήσας τὴν μὲν ἵππον παραχωρήσειν πᾶσαν ἔλεγε, | |
5 | τοὺς δὲ ἀνθρώπους λήψεσθαι· ὅρα πάλιν τοῦ δικαίου τὴν μεγαλοψυχίαν, πῶς ὁμοῦ καὶ τὴν οἰκείαν φιλοσοφίαν δι‐ δάσκει, ὡς κρείττων ἐστὶ τῶν παρ’ αὐτοῦ διδομένων, καὶ εἰς τὴν τῆς θεοσεβείας γνῶσιν αὐτὸν ἐνάγει. Οὐδὲ γὰρ ἁπλῶς εἶπεν αὐτῷ, ὅτι οὐκ ἀνέξομαι λαβεῖν τι παρὰ σοῦ, | |
10 | οὐδὲ ὅτι οὐδενὸς δέομαι τοιούτου μισθοῦ, ἀλλὰ τί; Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν Θεὸν τὸν ὕψιστον, μονονουχὶ διδάσκων αὐτὸν, ὅτι οὐκ εἰσὶ θεοὶ οἱ ὑπὸ σοῦ θεραπευόμε‐ νοι, ἀλλὰ λίθοι καὶ ξύλα· εἷς γάρ ἐστιν ὁ ἐπὶ πάντων Θεὸς, Ὃς ἔκτισε τὸν οὐρανὸν καὶ τὴν γῆν· ὅτι οὐ λήψομαι | |
15 | παρὰ σοῦ ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος, ἵνα νομί‐ σῃς, ὅτι τούτων ἕνεκεν τὴν ἐκδίκησιν ἐποιησάμην, ἵνα μὴ λέγειν ἔχῃς, ὅτι αὐτός μοι τῆς περιουσίας αἴτιος γέγονας. Ὁ γὰρ τὴν νίκην παρασχὼν καὶ τὸ τρόπαιον μετ’ ἐμοῦ στήσας, αὐτός ἐστιν ὁ καὶ πλούτου τὴν χορηγίαν μοι πα‐ | |
20 | ρασχόμενος. Ὅρα πῶς, εἴγε ἐβούλετο, κερδαίνειν ἐδύνατο ὁ βασιλεὺς ἐκ τῶν τοῦ πατριάρχου λεγομένων. Ἐδιδάσκετο γὰρ μὴ τῇ οἰκείᾳ δυνάμει λοιπὸν θαῤῥεῖν, ἀλλ’ εἰδέναι τὸν πάντων αἴτιον, καὶ καταγελᾷν τῶν χειροποιήτων θεῶν καὶ λατρεύειν τῷ ἐπὶ πάντων Θεῷ, τῷ τῶν ὅλων | |
25 | δημιουργῷ, τῇ πηγῇ τῶν ἀγαθῶν. Καὶ γὰρ ἐμάνθανε διὰ πάντων τοῦ πατριάρχου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃ δι’ ἀπόνοιαν αὐτὸν καὶ μεγαλοφροσύνην ὑπερ‐ εωρακέναι τῶν παρ’ αὐτοῦ διδομένων, διὰ τοῦτό φησι πρὸς αὐτόν· ἐγὼ μὲν οὐδὲν λήψομαι· οὐδὲ γὰρ δέομαι, | |
30 | οὐδὲ χρῄζω παρ’ ἑτέρου μοι αὔξεσθαι τὴν περιουσίαν· τοὺς δὲ τῶν κινδύνων μοι κοινωνήσαντας συγχωρήσω λαβεῖν μερίδας, ἵνα μικράν τινα τῶν πόνων παρα‐ μυθίαν ἔχειν δοκῶσι. Καὶ πρὸς μὲν τὸν τῶν Σοδόμων βα‐ σιλέα ταῦτα ὁ δίκαιος ἀποκρίνεται. | |
35 | Ἐπειδὴ δὲ καὶ Μελχισεδὲκ, ὁ βασιλεὺς Σαλὴμ, ἄρ‐ τους καὶ οἶνον αὐτῷ ἐξενέγκας προσέφερεν (Ἦν γὰρ ἱερεὺς, φησὶ, τοῦ Θεοῦ τοῦ ὑψίστου), παρ’ ἐκείνου δέχεται τὰ προσενεχθέντα, καὶ τὴν εὐλογίαν τὴν παρ’ αὐτοῦ εἰς αὐτὸν γεγενημένην ἀμειβόμενος, καὶ τὴν εἰς | |
40 | τὸν Θεὸν δοξολογίαν (εἶπε γὰρ, φησὶν, Εὐλογημένος Ἄβραμ τῷ Θεῷ τῷ ὑψίστῳ, καὶ εὐλογητὸς ὁ Θεὸς, ὃς παρέδωκε τοὺς ἐχθρούς σου ὑποχειρίους σοι), δεκάτην αὐτῷ δίδωσι ἀπὸ πάντων ὧν ἐπεκο‐ μίζετο λαφύρων. Εἶδες τοῦ δικαίου τὸ φιλόθεον διὰ | |
45 | πάντων δεικνύμενον καὶ πῶς παρὰ μὲν τοῦ βασιλέως Σοδόμων ἀπὸ σπαρτίου ἕως σφαιρωτῆρος λαβεῖν οὐκ ἠνέσχετο, τὰ δὲ τοῦ Μελχισεδὲκ προσενεχθέντα ἔλαβεν, ἀντιδιδοὺς καὶ τὰ παρ’ ἑαυτοῦ, διδάσκων ἡμᾶς πολλὴν τὴν διάκρισιν ἐπιδείκνυσθαι, καὶ μὴ ἁπλῶς καὶ ἀδεῶς | |
53.336(50) | παρὰ πάντων δέχεσθαι; Ἐπειδὴ γὰρ ἐκεῖνος περὶ μὲν τὴν δόσιν εὐγνώμων γέγονεν, ἐν δὲ τοῖς ἄλλοις ἄπιστος ἐτύγχανε, καὶ πολλῆς ἐδεῖτο διδασκαλίας· διὰ τοῦτο ἐκείνων μὲν ὑπερεῖδε, πᾶσαν δὲ σπουδὴν ἐποιήσατο, καὶ δι’ ὧν λαβεῖν παρῃτήσατο, καὶ δι’ ὧν διελέχθη, πρὸς | |
55 | θεοσέβειαν αὐτὸν χειραγωγῆσαι. Παρὰ δὲ τοῦ Μελχισε‐ δὲκ εἰκότως λαμβάνει· διὰ γὰρ τοῦτο ἐπεσημήνατο ἡ θεία Γραφὴ τοῦ ἀνδρὸς τὴν ἀρετὴν λέγουσα· Ἦν δὲ | |
ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου. Ἄλλως δὲ καὶ τύπος ἦν | ||
53.337 | τὰ γινόμενα τοῦ Χριστοῦ, καὶ αὐτὰ δὲ τὰ προσενεχθέντα μυστήριόν τι προεμήνυε· δι’ ὃ καὶ προσήκατο, καὶ λα‐ βὼν κἀκεῖνος διὰ τῆς παρ’ ἑαυτοῦ ἀμοιβῆς τῆς οἰκείας ἀρετῆς ἐδίδασκε τὸ μέγεθος. Δεκάτην γὰρ αὐτῷ δέδωκε, | |
5 | τὸν φιλόθεον αὐτοῦ σκοπὸν κἀντεῦθεν ἐμφαίνων. Τάχα εἰς πολὺ μῆκος ἡμῖν ὁ λόγος ἐξετάθη, ἀλλ’ οὐ μάτην οὐδὲ εἰκῆ. Ἔγνωμεν μὲν γὰρ διὰ βραχέων τὴν ἄνωθεν καὶ ἐξ ἀρχῆς μέχρι τῶν σήμερον προκειμένων ἡμῖν τοῦ δικαίου τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν | |
10 | τὴν ὑπερβάλλουσαν, τὴν φιλόσοφον γνώμην, τῆς ταπει‐ νοφροσύνης τὸ μέγεθος, τῆς τῶν χρημάτων ὑπεροψίας τὴν ὑπερβολὴν, τῆς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν εὐνοίας τὴν διηνεκῆ πρόνοιαν· καὶ ὅπως διὰ πάντων περιφα‐ νέστερον καὶ λαμπρότερον ἐδείκνυ τὸν δίκαιον ἡ καθ’ | |
15 | ἕκαστον καιρὸν εἰς αὐτὸν ἀντίληψις γινομένη. Ἀλλ’ εἰ βούλεσθε καὶ μὴ ἀπεκάμετε, ἁψώμεθα καὶ τῶν πρόσ‐ φατον ἀνεγνωσμένων, καὶ ὀλίγα προσθέντες καταπαύ‐ σωμεν τὸν λόγον, ἵνα μάθητε πόσης πάλιν ἀξιοῦται ἀμοιβῆς διὰ τὸ ὑπεριδεῖν τῶν παρὰ τοῦ βασιλέως Σοδό‐ | |
20 | μων αὐτῷ δεδομένων. Τί γάρ φησι; Μετὰ δὲ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Μετὰ δὲ τὰ ῥήματα ταῦτα; ποῖα ῥήματα, εἰπέ μοι; ἢ δῆλον ὅτι ἅπερ πρὸς τὸν βασιλέα τῶν Σοδόμων ἐποιήσατο; Μετὰ τὴν ὑπεροψίαν, φησὶν, | |
25 | ἐκείνην, μετὰ τὸ ἀποσείσασθαι τὰ παρ’ αὐτοῦ διδόμενα, μετὰ τὴν διδασκαλίαν, ἢν διὰ τῆς τῶν δεδομένων αὐτῷ παραιτήσεως ἐποιήσατο, πρὸς θεοσέβειαν αὐτὸν χειρα‐ γωγῶν καὶ ἐπίγνωσιν τοῦ τῶν ὅλων δημιουργοῦ, Μετὰ δὲ τὰ ῥήματα ταῦτα, μετὰ τὸ τὴν δεκάτην τῷ Μελχι‐ | |
30 | σεδὲκ παρασχεῖν, ὅτε, φησὶν, ἅπαντα τὰ παρ’ ἑαυτοῦ ἐπλήρωσε, τότε Μετὰ τὰ ῥήματα ταῦτα ἐγενήθη ῥῆμα Κυρίου πρὸς Ἄβραμ λέγον ἐν ὁράματι τῆς νυκτός· Μὴ φοβοῦ, Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. | |
35 | δʹ. Ὅρα φιλανθρωπίαν Δεσπότου, πῶς εὐθέως παρακο‐ λουθεῖ ταῖς εὐεργεσίαις ἀμειβόμενος, καὶ τὸν ἑαυτοῦ ἀθλητὴν ἀλείφων καὶ νεαρὸν ἐργαζόμενος. Ἐγε‐ νήθη ῥῆμα Κυρίου ἐν ὁράματι τῆς νυκτός. Διὰ τί ἐν νυκτί; Ἵνα μεθ’ ἡσυχίας δέξηται τὰ λεγόμενα. Καί | |
40 | φησι πρὸς αὐτὸν, Μὴ φοβοῦ, Ἄβραμ. Σκόπει κηδεμο‐ νίας ὑπερβολήν. Τίνος ἕνεκεν ἔλεγε, Μὴ φοβοῦ; Ἐπειδὴ τοσούτου πλούτου κατεφρόνησεν, ἔλαττον φροντίσας τῶν παρὰ τοῦ βασιλέως διδομένων, φησὶ πρὸς αὐτὸν ὁ Θεὸς, μὴ φοβηθῇς, ὅτι ὑπερεῖδες τοσούτων δωρεῶν, μηδὲ | |
45 | ἀγωνιάσῃς ὡς ἐλαττουμένης σοι τῆς περιουσίας. Μὴ φοβοῦ. Εἶτα ἵνα διεγείρῃ μᾶλλον αὐτοῦ τὴν ψυχὴν, προστίθησι τῷ ῥήματι καὶ τὴν προσηγορίαν, καί φησι· Μὴ φοβοῦ, Ἄβραμ. Οὐ μικρὸν γὰρ καὶ τοῦτο τυγχάνει πρὸς τὸ διαναστῆσαι, τὸ τὴν προσηγορίαν εἰπεῖν τοῦ | |
53.337(50) | καλουμένου· εἶτά φησιν, Ἐγὼ ὑπερασπιῶ σου. Πολλὴν ἔχει καὶ αὕτη ἡ λέξις τὴν ἔμφασιν. Ἐγὼ ὁ ἀπὸ τῶν Χαλδαίων σε ἀναστήσας, ἐγὼ ὁ ἐνταῦθά σε ἀγαγὼν, ἐγὼ ὁ τῶν κινδύνων τῶν ἐν Αἰγύπτῳ ἐλευθερώσας, ἐγὼ ὁ καὶ ἅπαξ καὶ δεύτερον ὑποσχόμενός σοι καὶ τῷ σπέρ‐ | |
55 | ματί σου δώσειν τὴν γῆν ταύτην, ἐγώ σου ὑπερασπίζω· ἐγὼ ὁ καθ’ ἑκάστην ἡμέραν περιφανέστερον πᾶσιν ἀποδεικνύς σε, ἐγὼ ὑπερασπίζω σου· τοῦτ’ ἔστιν, ἐγὼ ὑπεραγωνίζομαι, ἐγὼ ὑπέρμαχος γίνομαι, ἐγὼ φρον‐ τίζω, ἐγὼ πάντα τὰ δυσχερῆ εὔκολά σοι καθίστημι, | |
60 | ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται | Column end |
53.338 | σφόδρα. Οὐκ ἠβουλήθης μισθὸν λαβεῖν ὑπὲρ τῶν κα‐ μάτων, ὧν ὑπέμεινας τοσούτοις κινδύνοις ἑαυτὸν παρα‐ βαλὼν, ἀλλ’ ὑπερεῖδες καὶ τοῦ βασιλέως, καὶ τῶν παρ’ αὐτοῦ σοι δεδομένων. Ἐγώ σοι παρέξω τὸν μισθὸν, οὐ | |
5 | τοσοῦτον ὅσον λαμβάνειν ἔμελλες, ἀλλὰ πολὺν καὶ σφό‐ δρα πολύν· Ὁ μισθός σου γὰρ, φησὶ, πολὺς ἔσται σφόδρα. Εἶδες φιλοτιμίαν Δεσπότου; εἶδες ῥημάτων ὄγκον; εἶδες πῶς διανέστησε τὸν τῆς εὐσεβείας ἀθλη‐ τήν; εἶδες πῶς αὐτοῦ τὴν ψυχὴν ἐνεύρωσεν; Ὁ γὰρ τὰ | |
10 | ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος ᾔδει ὅτι ἔχρῃζεν ὁ δίκαιος τῆς ἀπὸ τῶν ῥημάτων παρακλήσεως· ὅρα γὰρ τί φησιν, ἐπειδὴ παῤῥησίαν ἔλαβε διὰ τῶν ῥημάτων. Εἶπε δὲ Ἄβραμ· Δέσποτα, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ἐπειδὴ μισθὸν αὐτῷ ἐπηγγείλατο, | |
15 | καὶ πολὺν μισθὸν καὶ σφόδρα πολὺν, ἐμφαίνων ἑαυτοῦ τῆς ψυχῆς τὴν ὀδύνην, καὶ τὴν ἐν διηνεκεῖ τῷ χρόνῳ ἐγγινομένην αὐτῷ ἀθυμίαν τῆς ἀπαιδίας ἕνεκεν, φησί· Δέσποτα, τί τοιοῦτόν μοι δώσεις; Ἰδοὺ γὰρ λοιπὸν εἰς γῆρας ἔσχατον ἐλαύνων ἄτεκνος ἀπολύομαι. | |
20 | Ὅρα πῶς ἐκ προοιμίων ὁ δίκαιος ἐφιλοσόφει, ἀπόλυ‐ σιν καλῶν τὴν ἐντεῦθεν ἔξοδον. Οἱ γὰρ μετὰ ἀκριβείας τὴν ἀρετὴν μετιόντες, ἐπειδὰν τῆς ἐντεῦθεν ζωῆς μετα‐ στῶσιν, ἀληθῶς ὥσπερ ἀπολύονται τῶν ἀγώνων, καὶ τῶν δεσμῶν ἀνίενται. Καὶ γὰρ μετάστασίς τίς ἐστι τοῖς ἐνα‐ | |
25 | ρέτως βιοῦσιν ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ βελτίω, ἀπὸ τῆς προσκαίρου ζωῆς ἐπὶ τὴν διηνεκῆ καὶ ἀθάνατον καὶ πέ‐ ρας οὐκ ἔχουσαν. Ἐγὼ δὲ, φησὶν, ἀπολύομαι ἄτεκνος. Καὶ ἵνα τὸν εὔσπλαγχνον Δεσπότην ἐπισπάσηται, οὐδὲ μέχρι τούτων ἔστη, ἀλλὰ τί φησιν; Ὁ δὲ υἱὸς Μαζὲκ | |
30 | τῆς οἰκογενοῦς μου, ἐπειδὴ οὐκ ἔδωκάς μοι σπέρμα, οὗτος κληρονομήσει. Πολλὴν ἐπίτασιν ὀδύνης τῆς ἐν τῇ ψυχῇ ἐμφαίνει ταυτὶ τὰ ῥήματα. Μονονουχὶ γάρ φησι πρὸς τὸν Θεόν· οὐδὲ τῶν αὐτῶν ἠξιώθην, ὧν ὁ οἰκογενὴς, ἀλλ’ ἐγὼ μὲν ἄγονος καὶ ἄτεκνος ἀπελεύσομαι, | |
35 | οὗτος δὲ ὁ οἰκογενής μου κληρονομήσει τὰ παρὰ σοῦ μοι δωρηθέντα, καὶ ταῦτα ἅπαξ καὶ δεύτερον ὑπόσχεσίν μου δεξαμένου παρὰ σοῦ, ὅτι Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Σκόπει μοι καὶ ἐντεῦθεν τοῦ δικαίου τὴν ἀρετὴν, ὅτι καὶ τοὺς λογισμοὺς τούτους στρέφων ἐν τῇ | |
40 | διανοίᾳ οὐδέποτε ἐδυσχέρανεν, οὐδέποτε βαρύ τι ἐφθέγ‐ ξατο· ἀλλὰ καὶ νῦν προτραπεὶς ἐκ τῶν πρὸς αὐτὸν ῥη‐ μάτων, παῤῥησιάζεται πρὸς τὸν Δεσπότην, καὶ τῶν ἔν‐ δοθεν λογισμῶν τὴν ταραχὴν κατάδηλον ποιεῖ, καὶ δεί‐ κνυσι τῆς ψυχῆς αὐτοῦ τὸ ἕλκος· δι’ ὃ καὶ ταχεῖαν τὴν | |
45 | ἰατρείαν ἐδέξατο. Καὶ εὐθέως, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτόν. Ὅρα τῆς Γραφῆς τὴν παρατήρησιν. Εὐθέως, φησίν. Οὐ συνεχώρησεν οὐδὲ μικρὸν δυσχερᾶναι τὸν δί‐ καιον, ἀλλὰ ταχεῖαν εἰσάγει τὴν παραμυθίαν, καὶ τῆς λύπης τὸ μέγεθος διασκεδάζει διὰ τῶν πρὸς αὐτὸν ῥη‐ | |
53.338(50) | μάτων. Καὶ εὐθὺς, φησὶ, φωνὴ Θεοῦ ἐγένετο πρὸς αὐτὸν λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Τοῦτο, φησὶ, δέδοικας, τοῦτό σου τὸν λογισμὸν ταράττει, τοῦτο σου τὴν ἀθυμίαν ἐπιτείνει; Μάνθανε τοίνυν ὅτι Οὐ | |
55 | κληρονομήσει σε οὗτος· ἀλλ’ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Μὴ πρὸς τὴν φύσιν τοί‐ νυν ἴδῃς τὴν ἀνθρωπίνην, μηδὲ τὸ γῆρας ἐννόει τὸ σὸν, μήτε τῆς Σάρας τὴν στείρωσιν· ἀλλὰ τῇ δυνάμει ἐμοῦ τοῦ ἐπαγγειλαμένου πεποιθὼς, τῆς μὲν ἀθυμίας ἐκτὸς | |
60 | γίνου, δέχου δὲ καὶ ἱκανὴν τὴν παράκλησιν, καὶ πεῖσον | |
53.339 | σαυτὸν, ὡς ἕξεις κληρονόμον τὸν ἐκ σοῦ μέλλοντα τίκτε‐ σθαι. Εἶτα ἐπειδὴ ὑπὲρ φύσιν ἦν ἡ ἐπαγγελία, καὶ ἐνίκα λογισμὸν ἀνθρώπινον (πολλὴν γὰρ αὐτῷ ἐνεποίει τὴν ζάλην τὰ τῆς φύσεως κωλύματα, τὸ γῆρας τὸ αὐτοῦ, τῆς | |
5 | Σάρας ἡ στείρωσις, τῆς μήτρας ἡ νέκρωσις), ἐπιτείνει τῆς ἐπαγγελίας τὸ μέγεθος, ἵνα πρὸς τὴν τοῦ ἐπαγγει‐ λαμένου φιλοτιμίαν ἀφορῶν θαῤῥεῖν ὁ δίκαιος ἔχῃ. Ἐξ‐ ήγαγε δὲ αὐτὸν ἔξω, φησὶ, καὶ εἶπεν αὐτῷ· Ἀνάβλε‐ ψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, | |
10 | εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Τίνος ἕνεκα ἐπεσημήνατο, ὅτι Ἐξήγαγεν αὐτὸν ἔξω; Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν, ὅτι ἐν ὁράματι τῆς νυκτὸς ὀφθεὶς αὐτῷ | |
15 | τὰ πρὸς αὐτὸν ἐποιήσατο ῥήματα, βούλεται δὲ αὐτῷ δεῖξαι τῶν ἀστέρων τῶν ἐν τῷ οὐρανῷ τὸ ἀναρίθμητον, φησὶν, Ἐξήγαγεν αὐτὸν ἔξω, καὶ εἶπεν· Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ | |
20 | σπέρμα σου. Μέγα τὸ ἐπάγγελμα, πολὺ τὸ μέγεθος τῆς ὑποσχέσεως· ἀλλ’ ἐὰν τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοήσωμεν, οὐδὲν ἡμῖν φανεῖται μέγα. Ὁ γὰρ ἀπὸ γῆς σῶμα διαπλάσας, καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παρα‐ γαγὼν, καὶ δημιουργήσας ἅπαντα τὰ ὁρώμενα, οὗτος | |
25 | καὶ τὰ ὑπὲρ φύσιν χαρίσασθαι δυνήσεται. εʹ. Εἶδες Δεσπότου φιλοτιμίαν; Ἐπειδὴ γὰρ εἶπεν, Ἀπολύομαι ἄτεκνος, καὶ ὡσανεὶ περὶ αὐτὰς τοῦ θανά‐ του τὰς θύρας τυγχάνων, καὶ οὐκ ἔτι λοιπὸν ἐνεργῆσαι δυνάμενος πρὸς παιδοποιίαν, οὕτω τὰ ῥήματα ἐκεῖνα | |
30 | προήκατο λέγων, ὅτι Ὁ υἱὸς Μαζὲκ τῆς οἰκογενοῦς μου κληρονομήσει με. Διὰ τοῦτο ἀναστῆσαι αὐτοῦ βουλόμενος τὸ φρόνημα, καὶ ἀκμάζοντα τὸν λογισμὸν ἐργάσασθαι, καὶ τοῦ δέους αὐτὸν ἀπαλλάττει τοῦ ἐπικει‐ μένου, καὶ τῇ ὑποσχέσει ἀνορθοῖ αὐτοῦ τὴν διάνοιαν, | |
35 | καὶ τῷ μεγέθει τῆς δωρεᾶς, καὶ τῷ ὑποδεῖξαι τῶν ἀστέ‐ ρων τὸ πλῆθος, καὶ ἐξίσης τούτων ἐπαγγείλασθαι γενή‐ σεσθαι τοὺς τικτομένους, εἰς χρηστὰς ἤγαγεν αὐτὸν ἐλ‐ πίδας. Ὁρῶν γὰρ τοῦ Δεσπότου τὴν ἐπαγγελίαν, καὶ πάντα ἀνθρώπινον λογισμὸν ἀποσεισάμενος, καὶ οὔτε | |
40 | πρὸς ἑαυτὸν ἰδὼν, οὔτε πρὸς τὴν Σάραν πλείονα κωλύ‐ ματα ἔχουσαν, ἀλλὰ τὰ ἀνθρώπινα πάντα ὑπερβὰς, καὶ εἰδὼς ὅτι δυνατὸς ὁ Θεὸς καὶ τὰ ὑπὲρ φύσιν δωρήσασθαι, ἐθάῤῥησε τοῖς εἰρημένοις, καὶ οὐδεμίαν ἀμφιβολίαν ἐδέ‐ ξατο, οὐδὲ ἐδίστασε πρὸς τὰ ῥηθέντα. Τοῦτο γὰρ ἀληθῶς | |
45 | πίστεως, ὅταν μὴ κατὰ ἀνθρωπίνην ἀκολουθίαν γινομέ‐ νης τῆς ἐπαγγελίας, ἡμεῖς θαῤῥῶμεν τῇ τοῦ ὑποσχομέ‐ νου δυνάμει. Πίστις γάρ ἐστι, καθὼς καὶ ὁ μακάριος Παῦλός φησιν, ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· καὶ πάλιν· Ὃ γὰρ βλέπει | |
53.339(50) | τις, τί καὶ ἐλπίζει; Ἐκεῖνο τοίνυν ἐστὶ πίστις, ὅταν ἐκείνοις πιστεύωμεν τοῖς μὴ βλεπομένοις, πρὸς τὴν ἀξιοπιστίαν τοῦ ἐπαγγειλαμένου τὴν διάνοιαν τείναντες· ὃ δὴ καὶ ὁ δίκαιος οὗτος πεποίηκε, πολλὴν καὶ γνησίαν πίστιν ἐπιδειξάμενος περὶ τὰ ἐπαγγελθέντα· δι’ ὃ καὶ | |
55 | ἀνακηρύττεται ὑπὸ τῆς θείας Γραφῆς· ἐπήγαγε γὰρ εὐθέως, Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογί‐ σθη αὐτῷ εἰς δικαιοσύνην. Εἶδες πῶς καὶ πρὸ τῆς ἐκβάσεως τῶν ἐπαγγελθέντων, ἐπ’ αὐτῷ τῷ πιστεῦσαι ἀρκοῦσαν τὴν ἀμοιβὴν ἐδέξατο; Εἰς γὰρ δικαιοσύνην | |
60 | αὐτῷ ἐλογίσθη τὸ πιστεῦσαι τῇ παρὰ τοῦ Θεοῦ ἐπαγγε‐ λίᾳ, καὶ μὴ λογισμοῖς ἀνθρωπίνοις περιεργάσασθαι τὰ | |
παρὰ τοῦ Θεοῦ αὐτῷ εἰρημένα. Παιδευώμεθα τοίνυν, | Column end | |
53.340 | παρακαλῶ, καὶ ἡμεῖς παρὰ τοῦ πατριάρχου πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ εἰρημένοις, καὶ ταῖς ὑποσχέσεσιν αὐτοῦ θαῤῥεῖν, καὶ μὴ τοῖς οἰκείοις λογισμοῖς κατακο‐ λουθεῖν, καὶ πολλὴν τὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. | |
5 | Τοῦτο γὰρ ἡμᾶς καὶ δικαίους ἀποφῆναι δυνήσεται, καὶ ταχέως παρασκευάσει τῶν παρ’ αὐτοῦ ἐπηγγελμένων ἐπιτυχεῖν. Ἀλλὰ τῷ μὲν Ἀβραὰμ ἐπηγγείλατο ἐκ τοῦ σπέρματος αὐτοῦ ὁλόκληρον πλῆθος γενήσεσθαι, καὶ ὑπὲρ φύσιν καὶ ἀκολουθίαν ἀνθρωπίνην τὰ τῆς ἐπαγγελίας ἦν, | |
10 | δι’ ὃ καὶ ἡ πίστις ἡ περὶ αὐτὸν τὴν δικαιοσύνην αὐτῷ ἐκόμισεν· ἡμῖν δὲ, ἐὰν νήφωμεν, πολλῷ μείζονα ὑπέ‐ σχετο, καὶ πολλῷ τῷ μέτρῳ τοὺς ἀνθρωπίνους λογισμοὺς ὑπερακοντίσαι δυνάμεθα· μόνον ἐὰν πιστεύσωμεν τῇ τοῦ ὑποσχομένου δυνάμει, ἵνα καὶ τὴν ἐκ πίστεως δι‐ | |
15 | καιοσύνην κομισώμεθα, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν. Τὰ γὰρ ἡμῖν μάλιστα ἐπαγγελθέντα, πάντα λογισμὸν ἀνθρώπινον νικᾷ, καὶ πᾶσαν διάνοιαν ὑπερ‐ βαίνει· τοσοῦτο τῶν ὑποσχέσεών ἐστι τὸ μέγεθος. Οὐδὲ γὰρ τὰ ἐν τῷ παρόντι μόνον ὑπέσχετο, καὶ τῆς | |
20 | ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν ἐνταῦθα ζωῆς τὴν σύστασιν, καὶ τὴν ἀπόλαυσιν τῶν τῶν σωμάτων φθορὰν, ἐπειδὰν εἰς τέφραν καὶ κόνιν δια‐ λυθῇ ἡμῶν τὰ σώματα, τότε ἀναστήσειν αὐτὰ ἐπηγγεί‐ λατο, καὶ ἐν μείζονι δόξῃ καταστήσειν. Δεῖ γὰρ, φησὶν | |
25 | ὁ μακάριος Παῦλος, τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανα‐ σίαν. Καὶ μετὰ τὴν τῶν σωμάτων ἀνάστασιν τῆς βασι‐ λείας ἡμῖν τὴν ἀπόλαυσιν δωρεῖσθαι ὑπέσχετο, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγὴν, καὶ τὴν ἐν διηνεκεῖ αἰῶνι | |
30 | ἀπόλαυσιν, καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ἀγαθὰ, Ἃ ὀφθαλ‐ μὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη. Εἶδες πόση τῶν ὑποσχέσεων ἡ ὑπερβολή; εἶδες δωρεῶν μέγεθος; ϛʹ. Ταῦτα ἐννοοῦντες, καὶ εἰδότες τὸ ἀψευδὲς τοῦ ἐπαγ‐ | |
35 | γειλαμένου, μετὰ προθυμίας πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶ‐ νας ἀποδυώμεθα, ἵνα καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαῦσαι δυνηθῶμεν, καὶ μὴ προτιμῶμεν τῆς ἡμετέρας σωτηρίας καὶ τῶν τοσούτων ἀγαθῶν τῆς ἀπολαύσεως τὰ πρόσκαιρα, μηδὲ τοὺς πόνους τῆς ἀρετῆς λογιζώμεθα, | |
40 | ἀλλὰ τὰς ἀντιδόσεις ἐννοῶμεν· μηδὲ τῶν χρημάτων τὴν δαπάνην ὁρᾷν βουλώμεθα, ἐπειδὰν δέῃ ταῦτα τοῖς πένησι δοῦναι, ἀλλὰ τὴν ἐντεῦθεν γινομένην πρόσοδον. Διὰ γὰρ τοῦτο τῷ σπόρῳ τὴν ἐλεημοσύνην παρείκασεν ἡ θεία Γραφὴ ἵνα μετὰ χαρᾶς καὶ πολλῆς τῆς προθυμίας | |
45 | αὐτὴν ἐργαζώμεθα. Εἰ γὰρ οἱ τῇ γῇ τὰ σπέρματα παρα‐ κατατιθέμενοι, καὶ τὰ συνηγμένα καὶ ἔνδον ἀποκείμενα σκορπίζοντες μετὰ χαρᾶς τοῦτο διαπράττονται, καὶ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενοι ἤδη τὰ δράγματα καὶ τὴν ἅλω πεπληρωμένην τοῖς λογισμοῖς ὑπογράφουσι· πολλῷ | |
53.340(50) | δὴ μᾶλλον τοὺς τὸν σπόρον τοῦτον τὸν πνευματικὸν σπεί‐ ρειν καταξιουμένους χαίρειν καὶ γεγηθέναι προσήκει, ὅτι ἐπὶ γῆς σπείροντες, ἐν οὐρανῷ θερίζειν μέλλουσι, καὶ ἀργύρια καταβάλλοντες, ἁμαρτημάτων συγχώρησιν δέχονται, καὶ παῤῥησίας ἀφορμὴν εὑρίσκουσι, προξε‐ | |
55 | νοῦντες ἑαυτοῖς διὰ τῶν ἐνταῦθα διδομένων τὴν διηνεκῆ ἀνάπαυσιν, καὶ τὴν μετὰ τῶν ἁγίων διαγωγήν. Κἂν σω‐ φροσύνῃ ἡδώμεθα, μὴ τοῦτο σκοπῶμεν, ὅτι πόνον ἔχει ἡ ἀρετή· μηδὲ ὅτι ἡ παρθενία πολὺν ἔχει τὸν ἀγῶνα, ἀλλὰ τὴν διαδεξομένην ἡμᾶς λῆξιν ἐννοῶμεν, καὶ ταύτην | |
60 | ἀεὶ ἀναλογιζόμενοι τῆς ἐπιθυμίας τῆς πονηρᾶς χαλινώ‐ σωμεν τὴν λύτταν, περιγινώμεθα τῶν τῆς σαρκὸς σκιρ‐ | |
τημάτων, καὶ τῇ τῶν ἀμοιβῶν ἀντιδόσει τὴν δυσχέρειαν | ||
53.341 | τῶν πόνων ὑποτεμνώμεθα. Ἱκανὴ γὰρ ἡ τῶν χρηστῶν ἐλπὶς καὶ κινδύνων παρασκευάσαι κατατολμᾷν, μήτι γε δὴ τῆς ἀρετῆς τοὺς πόνους γενναίως ἐνεγκεῖν. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι πρὸς βραχὺν ἀγωνισάμενος χρόνον, καὶ | |
5 | τῆς παρθενίας τὴν λαμπάδα φαιδρὰν διατηρήσας, ἐκείνης ἀξιωθήσῃ τῆς μακαρίας διαγωγῆς, καὶ τῷ νυμφίῳ συν‐ εισελθεῖν δυνήσῃ, εἰ τὰς λαμπάδας ἔχοις ἀνημμένας, καὶ ἀρκοῦν ἐχούσας ἔλαιον, τοῦτ’ ἔστι, τὴν ἀπὸ τῶν ἀγαθῶν πράξεων ἐργασίαν, πῶς οὐχὶ μετὰ πάσης εὐκολίας | |
10 | ἅπαντα τὰ δυσχερῆ διαδραμεῖν δυνήσῃ, ἐννοῶν ἐκεῖνο τὸ παρὰ τοῦ μακαρίου Παύλου εἰρημένον· Εἰρήνην διώ‐ κετε μετὰ πάντων, καὶ τὸν ἁγιασμὸν, οὗ χωρὶς οὐ‐ δεὶς ὄψεται τὸν Κύριον; Εἶδες πῶς τῇ ἁγιωσύνῃ τὴν εἰρήνην συνέζευξεν; Ἵνα γὰρ μάθωμεν ὅτι οὐ μόνον | |
15 | ἁγνείαν σώματος ἐπιζητεῖ, ἀλλὰ καὶ εἰρήνην, εὐκαίρως ἐμνημόνευσεν, ἑκατέρωθεν ἀσφαλίζεσθαι βουλόμενος ἕκαστον, καὶ ἐν καταστάσει εἶναι τῶν λογισμῶν, ὥστε μηδεμίαν εἶναι ταραχὴν ἢ θόρυβον ἐν ἡμῖν, ἀλλ’ ἐν γα‐ λήνῃ καὶ ἡσυχίᾳ διάγειν, καὶ μετὰ πάντων εἰρηνικῶς | |
20 | διακεῖσθαι, καὶ ἡμέρους εἶναι καὶ πράους καὶ ἐπιεικεῖς, ὥστε πάντα τῆς ἀρετῆς τὰ χρώματα ἐπανθεῖν ἡμῶν τῷ προσώπῳ. Οὕτω γὰρ λοιπὸν καὶ τῆς δόξης τοῦ παρόντος βίου ὑπερορᾷν δυνησόμεθα τὴν ἀληθῆ δόξαν προτιμῶν‐ τες, καὶ τῆς ταπεινοφροσύνης πολλὴν ποιεῖσθαι τὴν ἐπι‐ | |
25 | μέλειαν, καὶ πάσης τῆς τοῦ παρόντος βίου εὐημερίας καταγελᾷν, ἵνα τῆς ἀληθοῦς καὶ βεβαίας εὐημερίας ἀπο‐ λαύσωμεν, καὶ τὸν Χριστὸν ἰδεῖν καταξιωθῶμεν. Μακά‐ ριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Καθαρίσωμεν τοίνυν ἡμῶν τὸ συνειδὸς, | |
30 | καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον οἰκονομῶμεν, ἵνα τὴν παροῦσαν ζωὴν μετὰ πάσης ἀρετῆς ὁδεύσαντες, τῶν ἐνταῦθα πόνων τὰς ἀμοιβὰς λαβεῖν καταξιωθῶμεν ἐν τῷ μέλλοντι αἰῶνι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ | |
35 | Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
37t | ΟΜΙΛΙΑ ΛΖʹ. | |
38n | Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξα‐ | |
39n | γαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι | |
40n | τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν· Εἶπε δέ· | |
41n | Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονο‐ | |
42n | μήσω αὐτήν. | |
43 | αʹ. Μεγάλη τῆς θείας Γραφῆς ἡ δύναμις, καὶ πολὺς ὁ τοῖς ῥήμασιν ἐγκεκρυμμένος πλοῦτος τῶν νοημάτων. Δι’ ὃ | |
45 | προσήκει μετὰ ἀκριβείας ἡμᾶς προσέχοντας πολλὴν ποιεῖσθαι τὴν ἔρευναν, ἵνα δαψιλῆ τὴν ὠφέλειαν ἐντεῦθεν καρπωσώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ Χριστὸς παρήγγειλε λέγων, Ἐρευνᾶτε τὰς Γραφάς· ἵνα μὴ ἁπλῶς ψιλῇ προσέχωμεν τῇ ἀναγνώσει, ἀλλὰ τὸ βάθος ἀνιχνεύοντες | |
53.341(50) | τὸν ἀληθῆ τῆς Γραφῆς νοῦν καταλαβεῖν δυνηθῶμεν. Τοι‐ οῦτον γὰρ τῆς Γραφῆς τὸ ἔθος· ἐν βραχέσι ῥήμασίν ἐστι πολλάκις εὑρεῖν πολὺ πλῆθος νοημάτων. Θεῖα γάρ ἐστι τὰ διδάγματα, καὶ οὐκ ἀνθρώπινα, καὶ διὰ τοῦτο ἀπεναν‐ τίας τῇ σοφίᾳ τῇ ἀνθρωπίνῃ πᾶσαν αὐτήν ἐστιν ἰδεῖν | |
55 | συγκειμένην. Καὶ πῶς, ἐγὼ λέγω. Ἐκεῖ μὲν γὰρ, ἐπὶ τῆς ἀνθρωπίνης σοφίας λέγω, πᾶσα αὐτοῖς ἡ σπουδὴ περὶ τὴν τῶν λέξεων συνθήκην ἐπινενόηται· ἐνταῦθα δὲ τοὐναντίον ἅπαν. Οὐδεὶς τῇ Γραφῇ λόγος περὶ κάλλους ῥημάτων ἢ συνθήκης· ἔχει γὰρ οἴκοθεν τὴν θείαν χάριν | |
60 | ἐπανθοῦσαν καὶ τὸ κάλλος τὰ λεγόμενα. Κἀκεῖ μὲν μετὰ | |
πολλὴν καὶ ἄφατον φλυαρίαν τότε τῶν νοημάτων | Column end | |
53.342 | ἐστὶ περιδράξασθαι· ἐνταῦθα δὲ, ὡς ἴστε, καὶ βραχεῖα λέξις πολλάκις ἤρκεσεν ἡμῖν πᾶσαν ὑφᾶναι τὴν διδασκα‐ λίαν. Διά τοι τοῦτο καὶ χθὲς προθέντες ὑμῖν τὰ ἀνεγνω‐ σμένα, καὶ τῶν προοιμίων ἁψάμενοι, ἐπειδὴ πολὺν εὕρο‐ | |
5 | μεν τῶν νοημάτων τὸν πλοῦτον, οὐκ ἰσχύσαμεν περαι‐ τέρω προελθεῖν· ὥστε μὴ τῷ πλήθει καταχῶσαι τὴν μνήμην ὑμῶν, καὶ λυμήνασθαι τοῖς ἤδη ῥηθεῖσι. Διὸ τῆς αὐτῆς ἀκολουθίας ἅψασθαι βούλομαι, καὶ συνάψαι τοῖς χθὲς εἰρημένοις καὶ τὰ μέλλοντα ῥηθήσεσθαι, ἵν’ οὕτω | |
10 | πᾶσαν τοῦ ἀναγνώσματος ποιησάμενοι τὴν ἐξήγησιν, οὕτως ὑμᾶς ἐντεῦθεν ἀποπέμψωμεν. Ἀλλὰ προσέχετε, παρακαλῶ, ἀκριβῶς τοῖς λεγομένοις. Εἰ γὰρ καὶ ὁ πόνος ἡμέτερος, ἀλλὰ τὸ κέρδος ὑμέτερον, μᾶλλον δὲ κοινόν. Τί δὲ λέγω ὁ πόνος ἡμέτερος; Οὐχί· ἀλλὰ τῆς τοῦ Θεοῦ | |
15 | χάριτός ἐστιν ἡ δωρεά. Μετὰ προσοχῆς τοίνυν ὑποδεχώ‐ μεθα καὶ ἡμεῖς τὰ παρὰ τοῦ Θεοῦ δωρούμενα, ἵνα κερ‐ δάναντές τι εἰς τὴν κατὰ ψυχὴν σωτηρίαν, οὕτως ἐντεῦθεν ἀπίωμεν. Διὰ γὰρ τοῦτο καθ’ ἑκάστην τὴν πνευματικὴν ταύτην παρατίθεμεν ὑμῖν τράπεζαν, ἵνα τῇ συνεχείᾳ τῆς | |
20 | παραινέσεως καὶ τῇ πολλῇ τῶν θείων Γραφῶν μελέτῃ πᾶσαν ἀποτειχίσωμεν τῷ πονηρῷ δαίμονι τὴν ἐπιβουλήν. Ὅταν γὰρ ἴδῃ πολλὴν ἡμᾶς περὶ τὰ πνευματικὰ τὴν σπουδὴν τιθεμένους, οὐ μόνον οὐκ ἐπιθήσεται, ἀλλ’ οὐδὲ ἀντιβλέψαι τολμήσει, εἰδὼς ὅτι ἀνόνητα ἐπιχειρήσει, καὶ | |
25 | κατὰ τῆς ἑαυτοῦ κεφαλῆς τὴν τόλμαν ἐπιδείξεται. Φέρε οὖν τῶν χθὲς εἰρημένων τὴν ἀκολουθίαν ἀναλαβόντες, τῶν λειπομένων τὴν ἐξήγησιν ποιησώμεθα. Τί δὲ ἦν ἡμῖν χθὲς τὸ λεγόμενον; Τὴν ἐπαγγελίαν τὴν πρὸς τὸν Ἄβραμ περιεγράφομεν, ἔνθα προσέταττεν αὐτῷ ἀναβλέψαι εἰς | |
30 | τὸν οὐρανὸν, καὶ τὸ πλῆθος τῶν ἀστέρων ἰδεῖν. Ἀρίθμη‐ σον γὰρ, φησὶ, τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. Καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Εἶτα δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ τῆς γνώμης τοῦ πατριάρχου τὸ φιλόθεον, καὶ ὅτι πρὸς τὸν ἐπαγγειλάμε‐ | |
35 | νον ὁρῶν, καὶ τὴν δύναμιν τοῦ ὑποσχομένου ἐννοῶν, ἐπί‐ στευε τοῖς εἰρημένοις, φησί· Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Μέχρι τούτου χθὲς εἰπόντες, οὐκ ἰσχύσαμεν περαιτέρω προελ‐ θεῖν, δι’ ὃ ἀναγκαῖον τὰ ἑξῆς ἐπαγαγεῖν. Τί γάρ φησιν; | |
40 | Εἶπε δὲ Κύριος πρὸς Ἄβραμ· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ἐξα‐ γαγών σε ἐκ τῆς χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Ὅρα Θεοῦ συγκατάβασιν, πῶς αὐτοῦ βούλεται τὴν πίστιν βεβαιῶ‐ σαι, καὶ πεῖσαι, πολλὴν ἔχειν τὴν πληροφορίαν περὶ τῶν | |
45 | ἐπηγγελμένων, μονονουχὶ λέγων· μνήσθητι ὅτι ἐγώ σε οἴκοθεν ἀνέστησα. Ἰδοὺ τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα κατὰ τὸν πατριάρχην σύμφωνα δείκνυται τοῖς παρὰ τοῦ μακα‐ ρίου Στεφάνου εἰρημένοις, ὅτι καὶ οἴκοθεν, καὶ ἐξ αὐτῆς τῆς Χαλδαίας τοῦ Δεσπότου τὸ πρόσταγμα αὐτὸν ἀνα‐ | |
53.342(50) | στῆναι παρεσκεύασε. Καὶ τῇ τούτου γνώμῃ ἑπόμενος ὁ πατὴρ, καθάπερ καὶ φθάσαντες εἴπομεν, εἰ καὶ ἄπιστος ἦν, ἀλλ’ οὖν μεγάλην ὑπόθεσιν δεσμοῦ τὸ φίλτρον ἔχων τὸ περὶ αὐτὸν, ἠκολούθει καὶ ἐξῄει. Ὑπομιμνήσκει τοί‐ νυν αὐτὸν ἐπὶ τοῦ παρόντος, ὅσην ἐκ προοιμίων | |
55 | ἐποιήσατο περὶ αὐτὸν τὴν πρόνοιαν, δηλῶν αὐτῷ, ὅτι μεγάλα τινὰ περὶ αὐτοῦ βουλευόμενος, καὶ ταύτας θέλων τὰς ὑποσχέσεις πρὸς αὐτὸν ποιήσασθαι καὶ εἰς ἔργον ἀγαγεῖν, τοσαύτην ὁδὸν διανύσαι ἐποίησεν. Ἐγώ εἰμι ὁ ἐξαγαγών σε ἐκ τῆς χώρας τῶν Χαλδαίων, | |
60 | δοῦναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτήν. Μὴ γὰρ ἁπλῶς σε ἐκεῖθεν ἀνέστησα; μὴ γὰρ εἰκῆ καὶ | |
μάτην ἐντεῦθέν σε ἤγαγον; Διὰ τοῦτό σε καταλαβεῖν | ||
53.343 | τὴν Παλαιστίνην ἐβουλόμην, καὶ ἀφεῖναι τὴν πατρῷαν οἰκίαν, καὶ ἐλθεῖν εἰς τὴν γῆν ταύτην, ἵνα κληρονομήσῃς αὐτήν. Λογιζόμενος τοίνυν ὅσης ἀπήλαυσας παρ’ ἐμοῦ προνοίας, ἐξ ὅτου τὴν Χαλδαίαν κατέλιπες μέχρι τοῦ | |
5 | παρόντος, καὶ ὅπως περιφανὴς γέγονας καθ’ ἑκάστην λαμπρότερος δεικνύμενος ἐκ τῆς ἐμῆς συμμαχίας, καὶ τῆς περὶ σὲ κηδεμονίας, θάρσησον καὶ τοῖς παρ’ ἐμοῦ λεγομένοις. Εἶδες φιλανθρωπίας ὑπερβολήν; εἶδες συγκαταβάσεως μέγεθος; πῶς αὐτοῦ στηρίξαι | |
10 | βούλεται τὴν ψυχὴν, καὶ βεβαιοτέραν αὐτοῦ τὴν πί‐ στιν ἐργάσασθαι, ἵνα μὴ ἔχῃ λοιπὸν ὁρᾷν πρὸς τὰ τῆς φύσεως κωλύματα, ἀλλὰ τὴν δύναμιν ἐννοῶν τοῦ ἐπαγγειλαμένου, ὡς ἤδη τῶν ὑποσχέσεων εἰς ἔργον ἐκβεβηκυιῶν, οὕτω θαῤῥεῖν ἔχῃ; | |
15 | βʹ. Ἀλλ’ ὅρα πάλιν τὸν πατριάρχην, ἐπειδὴ παῤῥησίαν ἔλαβεν ἐκ τῶν εἰρημένων, πῶς πλείονα πληροφορίαν ἐπιζητεῖ. Φησὶ, γὰρ, Δέσποτα Κύριε, κατὰ τί γνώ‐ σομαι τοῦτο, ὅτι κληρονομήσω αὐτήν; Εἰ καὶ προ‐ λαβοῦσα ἡ θεία Γραφὴ ἐμαρτύρησεν αὐτῷ, ὅτι ἐπί‐ | |
20 | στευσε τοῖς παρὰ τοῦ Θεοῦ ῥηθεῖσι, δι’ ὃ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ’ ὅμως ἐπειδὴ ἤκουσεν, ὅτι διὰ τοῦτο Ἐξήγαγόν σε ἐκ γῆς Χαλδαίας, ὥστε δοῦ‐ ναί σοι τὴν γῆν ταύτην, κληρονομῆσαι αὐτὴν, φησί· τοῖς μὲν παρὰ σοῦ λεγομένοις οὐχ οἷόν τέ με δια‐ | |
25 | πιστῆσαι· ἀλλ’ ὅμως ἐβουλόμην καὶ τὸν τρόπον μαθεῖν, πῶς αὐτὴν μέλλω κληρονομεῖν. Ὁρῶ γὰρ καὶ ἐμαυ‐ τὸν λοιπὸν πρὸς γῆρας ἐληλακότα, καὶ μέχρι τοῦ παρόντος ὡς ἀλήτην ἐνταῦθα περιιόντα καὶ οὐ δύ‐ ναμαι ἀνθρωπίνῳ λογισμῷ καταλαβεῖν τὸ ἐσόμενον· | |
30 | εἰ καὶ ὅτι προλαβὼν, φησὶν, ἐπίστευσα τοῖς εἰρημέ‐ νοις. ἅτε δὴ ὡς παρὰ σοῦ λεχθεῖσι τοῦ δυναμένου καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγεῖν, καὶ πάντα ποιοῦντος καὶ μετασκευάζοντος. Οὐ τοίνυν ἀπιστῶν τοῦτο ἐρωτῶ· ἀλλ’ ἐπειδὴ πάλιν τῆς κληρονομίας | |
35 | ὑπέμνησας, ἤθελον καὶ παχύτερόν τι σημεῖον καὶ ἐναργὲς δέξασθαι, τὸ δυνάμενόν μου τῶν λογισμῶν τὴν ἀσθένειαν ἐπιῤῥῶσαι. Τί οὖν ὁ ἀγαθὸς Δεσπότης; Συγκαταβαίνων τῷ οἰκείῳ θεράποντι, καὶ βουλόμενος αὐτοῦ νευρῶσαι τὴν ψυχὴν, ἐπειδὴ εἶδεν ὁμολογοῦντα | |
40 | τὴν οἰκείαν ἀσθένειαν, καὶ πιστεύοντα μὲν τῇ ὑπο‐ σχέσει, βουλόμενον δὲ πληροφορίαν τινὰ δέξασθαι, φησὶ πρὸς αὐτόν· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν, καὶ τρυγόνα, καὶ πε‐ ριστεράν. Ὅρα πῶς ἀνθρωπίνως ποιεῖται πρὸς αὐτὸν | |
45 | τὰς συνθήκας. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώ‐ πων, ὅταν τινὶ ὑποσχώμεθα, βουλόμενοι πεῖσαι τὸν τὴν ὑπόσχεσιν δεχόμενον, ὥστε μὴ ἀμφιβάλλειν περὶ τῶν ἐπαγγελθέντων, σημεῖόν τι παρέχομεν καὶ ἐνέ‐ χυρον, ἵνα πρὸς ἐκεῖνο ὁρῶν εἰδέναι ἔχῃ, ὡς πάντως | |
53.343(50) | εἰς ἔργον ἐκβήσεται τὰ ἐπηγγελμένα· οὕτω καὶ ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ εἶπε, Κατὰ τί γνώ‐ σομαι; φησὶ, Ἰδοὺ καὶ τοῦτό σοι παρέχω· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν, καὶ τρυγόνα, καὶ περιστεράν. Θέα μοι εἰς | |
55 | πόσην παχύτητα κατελθεῖν καταδέχεται ὁ ἀγαθὸς Δεσπότης διὰ τὴν πληροφορίαν τοῦ πατριάρχου. Ἐπειδὴ γὰρ τὸ παλαιὸν οὕτως ἦν αὐτοῖς ἔθος συν‐ θήκας ποιεῖσθαι, καὶ διὰ τούτων αὐτὰς βεβαιοῦν, ταύ‐ | |
την καὶ αὐτὸς ἔρχεται τὴν ὁδόν. Καὶ ἔλαβε, φησὶ, καὶ | Column end | |
53.344 | διεῖλεν αὐτὰ μέσα. Παρατηρητέον πῶς οὐ μάτην οὐδὲ εἰκῆ καὶ τὸν χρόνον ἐπεσημήνατο. Τριετίζοντα γὰρ λαβεῖν προσέταξε, τοῦτ’ ἔστι, τέλεια, ἀπηρτισμέ‐ να. Καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντι‐ | |
5 | πρόσωπα ἀλλήλοις· τὰ δὴ ὄρνεα οὐ διεῖλε. Καὶ καθεζόμενος ἐπετήρει, ὥστε μὴ λυμήνασθαι τοῖς δι‐ χοτομήμασι τὰ ἐφιπτάμενα ὄρνεα, καὶ διὰ πάσης ἡμέ‐ ρας τοῦτο ποιῶν διετέλει. Κατέβη δὲ ἕτερα ὄρνεα ἐπὶ τὰ σώματα τὰ διχοτομηθέντα, καὶ συνεκάθι‐ | |
10 | σεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμὰς ἔκστα‐ σις ἐπέπεσε τῷ Ἄβραμ, καὶ ἰδοὺ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ. Τίνος ἕνεκεν περὶ ἡλίου δυσμὰς, ὅτε λοιπὸν πρὸς ἑσπέραν ἡ ἡμέρα; Διὰ πάντων προσεκτικώτερον αὐτὸν βούλεται ἐργά‐ | |
15 | σασθαι· διὰ τοῦτο καὶ ἔκστασις καὶ φόβος μέγας καὶ σκοτεινὸς ἐπιπίπτει αὐτῷ, ἵνα διὰ τῶν γινομένων εἰς αἴσθησιν ἔλθῃ τῆς τοῦ Θεοῦ ὀπτασίας· οὕτω γὰρ ἑκάστοτε τῷ Θεῷ ποιεῖν ἔθος. Καὶ γὰρ ἡνίκα μετὰ ταῦτα τῷ Μωϋσῇ ἐν τῷ Σιναίῳ ὄρει ἔμελλε διδόναι | |
20 | τὸν νόμον καὶ τὰς ἐντολὰς, Σκότος, φησὶ, καὶ θύελλα ἦν, καὶ τὸ ὄρος καπνίζον. Διὰ τοῦτο καὶ ἡ Γραφή φησιν, Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται. Ἐπειδὴ γὰρ τῶν ἀσωμάτων τι ἰδεῖν οὐχ οἷόν τε διὰ τῶν αἰσθητῶν τούτων ὀφθαλμῶν, τὴν οἰκείαν ἡμῖν | |
25 | ἐνέργειαν σημᾶναι βούλεται. Ἐπειδὴ τοίνυν κατε‐ πλάγη ὁ δίκαιος ἐκεῖνος, καὶ κατέσεισεν αὐτοῦ τὴν διάνοιαν ὁ φόβος, καὶ ἡ γεγενημένη ἔκστασις, ἐῤῥέθη, φησὶ, πρὸς αὐτόν· Εἶπες, φησὶ, Κατὰ τί γνώσομαι; καὶ σημεῖον ἐβουλήθης λαβεῖν, πῶς μέλλεις κληρονομεῖν | |
30 | τὴν γῆν. Ἰδοὺ δίδωμί σοι σημεῖον· πολλῆς γὰρ δεῖ σε τῆς πίστεως, ἵνα μάθῃς, ὅτι καὶ ἐξ ἀπεγνωσμέ‐ νων δύναμαι τὰ πράγματα εἰς χρηστὰς ἐλπίδας ἀγα‐ γεῖν. Καὶ ἐῤῥέθη πρὸς Ἄβραμ· Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, | |
35 | καὶ δουλώσουσιν αὐτοὺς, καὶ κακώσουσι, καὶ τα‐ πεινώσουσιν ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύ‐ σονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. Μεγάλα τὰ εἰρημένα, καὶ ψυχῆς νεανικῆς δεόμενα, καὶ | |
40 | ὑπεραναβαινούσης καὶ ἀφιείσης κάτω πάντα τὰ ἀν‐ θρώπινα. Εἰ μὴ γὰρ γενναίαν τινὰ καὶ ἀνδρείαν, καὶ φιλόσοφον εἶχε ψυχὴν ὁ πατριάρχης, ταῦτα καὶ θο‐ ρυβῆσαι αὐτὸν ἱκανὰ ἦν. Γινώσκων γὰρ, φησὶ, γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ | |
45 | οὐκ ἰδίᾳ, καὶ δουλώσουσι, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια. Τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς. γʹ. Μὴ θαυμάσῃς, φησὶ, πρὸς ἑαυτὸν ὁρῶν, καὶ τὸ | |
53.344(50) | γῆρας τὸ σὸν, καὶ τὴν τῆς Σάρας στείρωσιν, καὶ τὴν τῆς μήτρας νέκρωσιν, καὶ νομίσῃς με μέγα τι εἰρη‐ κέναι, ὅτι εἶπον· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Οὐ μόνον γὰρ τοῦτό σοι προλέγω, ἀλλ’ ὅτι καὶ αὐτὸ τὸ σπέρμα σου εἰς ἀλλοτρίαν γῆν ἀπενε‐ | |
55 | χθήσεται. Καὶ οὐκ εἶπεν, εἰς Αἴγυπτον, οὐδὲ ὠνόμασε τῆς γῆς τὴν προσηγορίαν, ἀλλά φησιν, Ἐν γῇ οὐκ ἰδίᾳ· καὶ δουλείαν ὑπομενοῦσι καὶ ταλαιπωρίαν, καὶ | |
ὀδυνήσονται οὐ πρὸς βραχὺν χρόνον, οὐδὲ πρὸς ὀλί‐ | ||
53.345 | γων ἐτῶν ἀριθμὸν, ἀλλὰ μέχρι τετρακοσίων ἐτῶν. Τὴν μέντοι ἐκδικίαν αὐτῶν ἐγὼ ποιήσομαι, καὶ τὸ ἔθνος ἐκεῖνο τὸ καταδουλωσόμενον ἐγὼ κρινῶ, καὶ οὕτως αὐτοὺς μετὰ πολλῆς ἀποσκευῆς ἐπανελθεῖν | |
5 | ἐνταῦθα ποιήσω· ὁμοῦ καὶ προλέγων αὐτῷ τὰ μετὰ ταῦτα ἐσόμενα μετὰ ἀκριβείας, καὶ τὴν δουλείαν δηλῶν, καὶ τὴν εἰς Αἴγυπτον κάθοδον, καὶ τὴν ἀγα‐ νάκτησιν ἣν δι’ αὐτοὺς μέλλουσι πειρᾶσθαι οἱ Αἰγύ‐ πτιοι, καὶ τὴν μετὰ περιφανείας αὐτῶν ἐπάνοδον. Καὶ | |
10 | δείκνυσιν αὐτῷ, ὅτι οὐκ ἐπ’ αὐτῷ μόνον τὰ ὑπὲρ φύ‐ σιν ἔσται, καὶ μετὰ τοσαῦτα κωλύματα τὰ ὑπὸ τοῦ Θεοῦ ἐπαγγελθέντα εἰς πέρας ἀχθήσεται, ἀλλὰ καὶ ἐπὶ παντὸς τοῦ σπέρματος αὐτοῦ τοῦτο συμβήσεται. Ταῦτα δὲ, φησὶν, ἤδη σοι εἶπον, ἵνα πρὶν ἢ τὸν βίον | |
15 | καταλύσῃς, εἰδέναι ἔχῃς τὰ καὶ τοὺς σοὺς ἐκγόνους διαδεξόμενα. Σὺ δὲ, φησὶν, ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρᾳ καλῷ. Οὐκ εἶπεν, ἀποθανῇ, ἀλλ’ Ἀπελεύσῃ, ὡς ἀποδημεῖν αὐτοῦ μέλ‐ λοντος καὶ μεθίστασθαι ἀπὸ πατρίδος εἰς πατρίδα. | |
20 | Ἀπελεύσῃ, φησὶ, πρὸς τοὺς πατέρας σου, οὐ τοὺς κατὰ σάρκα λέγων. Πῶς γὰρ, ἐπεὶ ἄπιστος ἦν αὐτοῦ ὁ πατὴρ, καὶ οὐχ οἷόν τε ἦν τὸν πιστὸν πατριάρχην εἰς τὸν αὐτὸν ἐκείνῳ χῶρον ἀπελθεῖν; Χάσμα γὰρ μέγα ἐστὶ, φησὶ, μεταξὺ ἡμῶν τε καὶ ὑμῶν. Τίνος | |
25 | οὖν ἕνεκεν εἴρηκε, Πρὸς τοὺς πατέρας σου; Τοὺς δικαίους αἰνιττόμενος, τοὺς περὶ τὸν Ἄβελ, τοὺς περὶ τὸν Νῶε, τοὺς περὶ τὸν Ἐνώχ. Τραφεὶς ἐν γήρει καλῷ. Ἴσως ἂν εἴποι τις· καὶ ποῖον ἂν εἴη τούτου καλὸν γῆρας, τὸ τοσούτων θλίψεων ἅπαντα τὸν βίον | |
30 | παρελθεῖν; Ἀλλὰ μὴ τοῦτο ἴδῃς, ἄνθρωπε· ἀλλὰ ἀνα‐ λογίζου καὶ τὴν καθ’ ἕκαστον καιρὸν περιφάνειν, καὶ ὅπως ἐπίδοξος γέγονεν ὁ ξένος, ὁ ἄπολις, ὁ ἀνέστιος, καὶ ὅσης διὰ παντὸς τοῦ χρόνου ἀπήλαυσε τῆς τοῦ Θεοῦ ἀντιλήψεως. | |
35 | Μὴ τοίνυν κατὰ τὴν νῦν ὑπόληψιν κρῖνε τὰ πρά‐ γματα, μηδὲ νόμιζε ἐκεῖνο εἶναι γῆρας καλὸν, τὸ ἐν τρυφῇ καὶ ἀδδηφαγίᾳ διάγειν, καὶ πλοῦτον κεκτῆσθαι, καὶ οἰκετῶν πλῆθος, καὶ ἀνδραπόδων ἀγέλας. Ταῦτα γὰρ οὐκ ἂν ποιήσειε γῆρας καλὸν, ἀλλὰ καὶ | |
40 | πολλὴν κατάγνωσιν ἂν ἐνέγκοι τῷ μηδὲ ἐν γήρᾳ σω‐ φρονιζομένῳ, μηδὲ πρὸς αὐτὰς τὰς ἐσχάτας ἀναπνοάς τι τῶν δεόντων βουλευομένῳ, ἀλλὰ καθ’ ἑκάστην ἡμέ‐ ραν γαστριζομένῳ, καὶ συμπόσια καὶ μέθας μετα‐ διώκοντι, καὶ μετ’ οὐ πολὺ τούτων ἁπάντων εὐθύνας | |
45 | ἀπαιτεῖσθαι μέλλοντι. Ὁ μέντοι μετὰ τοσαύτης ἀρε‐ τῆς ὁδεύσας τὸν βίον, οὗτος ἀληθῶς τραφεὶς ἐν γήρᾳ καλῷ καταλύει τὴν ζωὴν, καὶ τῶν ἐνταῦθα πόνων εὑ‐ ρίσκει λοιπὸν τὰς ἀμοιβὰς καὶ τὰς ἀντιδόσεις. Διὰ τοῦτό φησι· τοὺς μὲν ἐκγόνους ταῦτα διαδέξεται, σὺ | |
53.345(50) | δὲ ἀπελεύσῃ τραφεὶς ἐν γήρᾳ καλῷ. Σκόπει πάλιν ἐνταῦθα, εἰ μὴ πολλὴ τοῦ δικαίου ἦν ἡ ἀνδρεία, καὶ τῆς φιλοσοφίας ἡ ὑπερβολὴ, πῶς καὶ αὐτὰ ταῦτα | |
ἱκανὰ ἦν αὐτοῦ διαταράξαι τὸν λογισμόν. Εἶπε γὰρ | Column end | |
53.346 | ἂν, εἰ τῶν πολλῶν τις ἦν· τίνος ἕνεκεν ἐπαγγέλλῃ μοι τοσοῦτον ἐξ ἐμοῦ σπέρμα ποιήσειν ἐκταθῆναι, εἰ μέλλοιεν τοσούτοις περιβάλλεσθαι κακοῖς, καὶ ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν δουλείαν ὑπομένειν; τί μοι | |
5 | τὸ ὄφελος; Ἀλλ’ οὐδὲν τούτων ὁ δίκαιος ἐλογίσατο, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης τὰ παρὰ τοῦ Θεοῦ ἅπαντα ἔστεργε, καὶ τὰ αὐτῷ δοκοῦντα τῶν ἑαυτοῦ λογισμῶν προετίμα. Εἶτα καὶ τὸν καιρὸν αὐτῷ μηνύει τῆς ἐπανόδου τῆς ἀπὸ τῆς δουλείας. Εἰπὼν γὰρ τῶν | |
10 | ἐτῶν ἀριθμὸν, φησὶν, ἔτη τετρακόσια· Τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. Ἀλλ’ ἐνταῦθα ἄν τις διαπορήσειε πῶς τετρακόσια ἔτη ἔφη δουλεύειν αὐ‐ τοὺς, καίτοι οὐδὲ τὰ ἡμίση τούτων πεποιηκότων αὐ‐ τῶν εἰς τὴν Αἴγυπτον. Διὰ τοῦτο οὐκ εἶπεν, ὅτι εἰς | |
15 | τὴν Αἴγυπτον ποιήσουσιν ἔτη τετρακόσια, ἀλλ’, Ἐν γῇ οὐκ ἰδίᾳ, ὥστε δυνηθῆναι τοῖς ἔτεσιν, οἷς κατὰ τὴν Αἴγυπτον ἐποίησαν, συναριθμεῖσθαι καὶ τὸν χρό‐ νον τοῦ πατριάρχου, καθ’ ὃν ἐκ τῆς Χαῤῥὰν ἐξελθεῖν προσετάχθη. Ἐξ ἐκείνου γὰρ ἡμῖν καὶ τὸν ἀριθμὸν | |
20 | τῶν ἐτῶν αὐτοῦ κατάδηλον ἐποίησεν ἡ Γραφὴ εἰποῦσα, ὅτι ἑβδομηκονταπέντε ἐτῶν ἦν, ἡνίκα ἐξῆλθεν ἐκ Χαῤῥάν. Ἐξ ἐκείνου τοίνυν μέχρι τῆς ἐξόδου τῆς ἐξ Αἰγύπτου, εἰ βουληθείη τις ἀριθμῆσαι, εὑρήσει σω‐ ζόμενον τὸν ἀριθμόν. Καὶ ἕτερον δὲ ἔστιν εἰπεῖν, ὅτι | |
25 | φιλάνθρωπος ὢν ὁ Δεσπότης καὶ συμμετρῶν ἀεὶ τῇ ἀσθενείᾳ τῇ ἡμετέρᾳ καὶ τὰς τιμωρίας, ἐπει‐ δὴ εἶδεν αὐτοὺς πεπονηκότας, καὶ τοὺς Αἰγυ‐ πτίους πολλὴν περὶ αὐτοὺς τὴν ὠμότητα ἐπιδεικνυ‐ μένους, πρὸ τοῦ ὡρισμένου καιροῦ τὴν ἐκδικίαν | |
30 | ἐποιήσατο, καὶ πρὸς τὴν ἐλευθερίαν αὐτοὺς ἐπανή‐ γαγεν. Ἔθος γὰρ αὐτῷ τοιοῦτον, ἐπειδὴ διὰ πάντων τὴν ἡμετέραν σωτηρίαν πραγματεύεται, κἂν ἀπειλήσῃ τιμωρεῖσθαι, βουληθῶμεν δὲ ἡμεῖς πολλὴν ἐπιδείξα‐ σθαι τὴν ἐπιστροφὴν, ἀνακαλεῖσθαι αὐτοῦ τὰς ἀπο‐ | |
35 | φάσεις· καὶ τοὐναντίον πάλιν κἂν ὑπόσχηταί τι χρηστὸν ἡμῖν παρέξειν, ἡμεῖς δὲ μὴ τὰ παρ’ ἑαυ‐ τῶν εἰσενέγκωμεν, οὐδὲ αὐτὸς εἰς πέρας ἄγει τὰ ἐπαγγελθέντα, ὥστε μὴ χείρους ἡμᾶς καὶ ταύτῃ γενέ‐ σθαι. Καὶ ταῦτα ἅπαντα, ὅσοι φιλότεχνοι περὶ τὴν | |
40 | ἀνάγνωσιν τῶν θείων Γραφῶν ἐστε, εὑρεῖν δυνήσεσθε. Τετάρτῃ δὲ, φησὶ, γενεᾷ ἀποστραφήσονται ὧδε· οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤ‐ ῥαίων ἕως τοῦ νῦν. Τότε, φησὶ, καιρὸς ἔσται τοῦ καὶ ἐκείνους πρὸς τὴν ἐλευθερίαν ἐπαναχθῆναι, καὶ | |
45 | τούτους δίκην δοῦναι ὑπὲρ τοῦ πλήθους τῶν ἡμαρτη‐ μένων, καὶ τῆς γῆς ἐξεωσθῆναι. Ἀμφότερα τοίνυν κατὰ τὸν δέοντα καιρὸν γενήσεται, κἀκείνων ἡ ἀπο‐ κατάστασις, καὶ τούτων ἡ ἐκβολή. Οὔπω γὰρ αὐτῶν, φησὶν, ἀναπεπλήρωνται αἱ ἁμαρτίαι· ὡς ἂν εἴποι | |
53.346(50) | τις· οὐδέπω τοσοῦτον εἰργάσαντο πλῆθος πλημμελη‐ μάτων, ὡς τοιαύτην ὑποσχεῖν δίκην. Φιλάνθρωπος γὰρ ὢν οὐ μόνον τῶν ἐπταισμένων μείζους οὐκ ἐπ‐ άγει τὰς τιμωρίας, ἀλλὰ καὶ σφόδρα ἐλάττους. Διὰ τοῦτο καὶ περὶ τούτους πολλὴν ἐπιδείκνυται τὴν μα‐ | |
55 | κροθυμίαν, ἵνα καθ’ ἑαυτῶν ἐπισπασάμενοι τὴν τιμω‐ ρίαν, μηδεμίαν ἔχωσι λοιπὸν ἀπολογίαν. δʹ. Εἴδετε πῶς ἅπαντα μετὰ ἀκριβείας ἐγνώρισε τῷ πατριάρχῃ, ἵνα πανταχόθεν αὐτοῦ νευρώσῃ τὴν πί‐ στιν, καὶ ἐκ τῶν πρὸς αὐτὸν εἰρημένων ἔχῃ θαῤῥεῖν, | |
60 | ὅτι καὶ τὰ εἰς τοὺς ἐκγόνους πάντως ἐκβήσεται· καὶ | |
53.347 | ἐκ τῶν προειρημένων πάλιν βεβαίαν κτήσηται τὴν πί‐ στιν, ὥστε καὶ τὰ κατ’ αὐτὸν ἤδη εἰς ἔργον ἐλθεῖν ἀνά‐ γκη. Εἶτα, ἐπειδὴ ἐπλήρωσε τὴν πρόῤῥησιν, καὶ ἐδέ‐ ξατο σημεῖον ἱκανὸν τῶν πρὸς αὐτὸν γεγενημένων. | |
5 | Ἐπειδὴ ἐγένετο ὁ ἥλιος πρὸς δυσμὰς, φησὶ, φλὸξ ἐγένετο, καὶ ἰδοὺ κλίβανος καπνιζόμενος, καὶ λαμ‐ πάδες πυρὸς, αἳ διῆλθον ἀνὰ μέσον τῶν διχοτομη‐ μάτων. Καὶ ἡ φλὸξ καὶ ὁ κλίβανος καὶ αἱ λαμπάδες ἐγί‐ νοντο πρὸς τὸ γνωρίσαι τῷ δικαίῳ τῶν συνθηκῶν τὸ βέ‐ | |
10 | βαιον, καὶ τῆς τοῦ Θεοῦ ἐνεργείας τὴν παρουσίαν. Εἶτα, ἐπειδὴ ἐπληρώθη ἅπαντα καὶ ἀπηρτίσθη, τοῦ πυρὸς ἀναλώσαντος τὰ προκείμενα, Διέθετο, φησὶ, Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τῷ Ἄβραμ διαθήκην λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην ἀπὸ τοῦ ποτα‐ | |
15 | μοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ τοῦ μεγάλου Εὐφρά‐ του, τοὺς Κιναίους, καὶ τοὺς Κενεζαίους, καὶ τοὺς Κεδμωναίους, παὶ τοὺς Χετταίους, καὶ τοὺς Φερε‐ ζαίους, καὶ τοὺς Ῥαφαεὶμ, καὶ τοὺς Ἀμοῤῥαίους, καὶ τοὺς Χαναναίους, καὶ τοὺς Εὐαίους, καὶ τοὺς Γερ‐ | |
20 | γεσαίους, καὶ τοὺς Ἰεβουσαίους. Ὅρα πῶς πάλιν τῇ συνεχείᾳ βεβαιοῖ τὴν εἰς αὐτὸν ἐπαγγελίαν. Διέθετο γὰρ, φησὶ, διαθήκην, λέγων· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Εἶτα, ἵνα ἐκ τοῦ πλάτους τῆς γῆς, καὶ ἐκ τοῦ μεγέθους τῶν ὁρίων εἰδέναι ἔχῃ ὁ δίκαιος, | |
25 | ὅσον ἐκταθήσεται αὐτοῦ τὸ σπέρμα, φησίν· Ἀπὸ τοῦ ποταμοῦ Αἰγύπτου ἕως τοῦ ποταμοῦ Εὐφράτου τοσοῦτον ἔσται, φησὶ, τὸ σπέρμα σου. Σκόπει πῶς διὰ πάντων τοῦ πλήθους αὐτῷ τὴν ὑπερβολὴν ἐμφᾶναι βού‐ λεται. Ἀνωτέρω γὰρ εἰπὼν, κατὰ τὸ τῶν ἄστρων πλῆ‐ | |
30 | θος οὕτως ἀναρίθμητον αὐτὸ ποιήσειν, ἐνταῦθα καὶ τὸ μῆκος τῶν ὁρίων δῆλον ἐποίησεν, ἵνα καὶ ἐντεῦθεν μάθῃ τοῦ μέλλοντος ἔσεσθαι πλήθους τὴν ἔκτασιν. Καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ κατ’ εἶδος τῶν ἐθνῶν μνημο‐ νεύει, ὧν ἔμελλε τὴν κατάσχεσιν παρέξειν αὐτοῦ τῷ | |
35 | σπέρματι, ἵνα πολλὴν διὰ πάντων πληροφορίαν παράσχῃ τῷ δικαίῳ. Καὶ τοσούτων ἐπαγγελιῶν γεγενημένων, ἔτι ἔμενεν ἄγονος ἡ Σάρα, καὶ τὸ γῆρας αὐτοῖς ἐπετείνετο, ἵνα τῆς πίστεως αὐτῶν μέγιστον τεκμήριον ἐξενέγκαντες, τότε καὶ τῆς ἀνθρωπίνης φύσεως ἴδωσι τὴν ἀσθένειαν, | |
40 | καὶ τῆς τοῦ Θεοῦ δυνάμεως τὸ μέγεθος. Ἀλλ’ ἵνα μὴ πάλιν εἰς πολὺ μῆκος τὴν διδασκαλίαν ἐκτείνωμεν, μέχρι τούτου τὰ τῆς ὑποθέσεως στήσαντες καταπαύσωμεν τὸν λόγον, παρακαλέσαντες ὑμᾶς ζηλωτὰς γενέσθαι τοῦ πατριάρχου. Ἐννόησον γὰρ, ἀγαπητὲ, διὰ | |
45 | τὰ ῥήματα ἐκεῖνα, ἃ πρὸς τὸν βασιλέα Σοδόμων ἐποιή‐ σατο, μᾶλλον δὲ καὶ διὰ τὴν ἄλλην ἅπασαν ἀρετὴν, ἢν διὰ πάσης ἐπεδείκνυτο τῆς ζωῆς, πόσης ἠξιώθη τῆς ἀμοιβῆς, καὶ πόσην περὶ αὐτὸν τὴν συγκατάβασιν ὁ Δεσπότης ἐπεδείξατο, δεικνὺς διὰ τῶν εἰς τὸν πατριάρ‐ | |
53.347(50) | χην γεγενημένων ἅπασιν ἡμῖν τῆς φιλοτιμίας αὐτοῦ τὴν ὑπερβολὴν, καὶ ὅτι, κἂν βραχύ τι προλαβόντες ἐπιδεί‐ ξασθαι δυνηθῶμεν, οὐδὲ τὸ τυχὸν ὑπερθέμενος, μεγάλαις ἡμᾶς ἀμείβεται ταῖς δωρεαῖς, μόνον ἐὰν εἰλικρινῆ τὴν πίστιν ἐπιδειξώμεθα, καθάπερ ὁ δίκαιος οὗτος, καὶ μη‐ | |
55 | δέποτε σαλευώμεθα τὸν λογισμὸν, ἀλλ’ ἐρηρεισμένην ἔχωμεν τὴν γνώμην Ἐντεῦθεν γὰρ καὶ οὗτος εὐδοκί‐ μησεν. Ἄκουε γὰρ τοῦ μακαρίου Παύλου ἀνακηρύττον‐ τος αὐτοῦ τὴν πίστιν, ἣν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἐπεδείξατο· φησὶ γὰρ, Πίστει καλούμενος Ἀβραὰμ | |
60 | ὑπήκουσεν ἐξελθεῖν εἰς τὸν τόπον, ὃν ἔμελλε λαμβά‐ νειν, καὶ ἐξῆλθε μὴ ἐπιστάμενος ποῦ ἔρχεται· ἐκεῖνο | |
ἡμῖν αἰνιττόμενος τὸ παρὰ τοῦ Θεοῦ εἰρημένον· Ἔξελ‐ | Column end | |
53.348 | θε ἐκ τῆς γῆς σου, καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω. Εἶδες πίστιν βεβαίαν; εἶδες γνώμην εἰλικρινῆ; Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα καὶ ἐξέλθωμεν τῇ γνώμῃ καὶ τῇ προθυμίᾳ ἐκ τῶν τοῦ παρόντος βίου πραγμάτων, | |
5 | καὶ ὁδεύσωμεν εἰς τὸν οὐρανόν. Δυνατὸν γὰρ, ἐὰν ἐθέ‐ λωμεν, καὶ ἐνταῦθα διάγοντες τῆς ἐκεῖ ὁδοῦ ἔχεσθαι, ὅταν ἄξια τῶν οὐρανῶν διαπραττώμεθα, ὅταν μὴ περὶ τὰ τοῦ κόσμου ὦμεν ἐπτοημένοι, ὅταν μὴ τὴν δόξαν τὴν κε‐ νὴν τοῦ βίου τούτου ἐπιζητῶμεν, ἀλλὰ ταύτης ὑπερ‐ | |
10 | ορῶντες, ἐκείνης ἐφίεσθαι σπουδάζωμεν τῆς ἀληθοῦς καὶ ἀεὶ μενούσης· ὅταν μὴ περὶ τὴν τῆς ἐσθῆτος πολυτέλειαν ἀπασχολώμεθα, μηδὲ τὸ σῶμα καλλωπίζειν σπουδάζω‐ μεν, ἀλλὰ πάντα τοῦτον τὸν ἔξωθεν κόσμον μετάγωμεν εἰς τὴν τῆς ψυχῆς ἐπιμέλειαν, καὶ μὴ ἀνεχώμεθα γυ‐ | |
15 | μνὴν αὐτὴν καὶ ἔρημον ταύτης τῆς ἀρετῆς τῶν ἐνδυμά‐ των περιορᾷν· ὅταν καταγελῶμεν τρυφῆς, ὅταν γαστρι‐ μαργίαν φεύγωμεν, ὅταν μὴ τὰ συμπόσια καὶ τὰ δεῖπνα μεταδιώκωμεν, ἀλλὰ τῆς αὐταρκείας ἐχώμεθα, κατὰ τὴν ἀποστολικὴν παραίνεσιν τὴν λέγουσαν· Ἔχοντες δια‐ | |
20 | τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα. Τί γὰρ ὄφελος, εἰπέ μοι, τῶν περιττῶν, καὶ τοῦ τὴν γα‐ στέρα διαῤῥήγνυσθαι ὑπὸ τῆς πολλῆς ἀδδηφαγίας, ἢ τοῦ λογισμοῦ τὸ κριτήριον ἡμῖν διαφθείρεσθαι ἀπὸ τῆς ἀμέ‐ τρου οἰνοποσίας; ἢ οὐχὶ ἐντεῦθεν καὶ τῷ σώματι καὶ | |
25 | τῇ ψυχῇ πάντα τίκτεται τὰ κακά; Πόθεν γὰρ αἱ νόσοι αἱ παντοδαπαὶ, καὶ τῶν μελῶν αἱ διαστροφαί; Οὐχὶ ἐντεῦ‐ θεν ἀπὸ τοῦ τὴν χρείαν ὑμᾶς ὑπερβαίνοντας βαρὺ φορ‐ τίον ἐπιτιθέναι τῇ γαστρί; Πόθεν δὲ αἱ μοιχεῖαι, αἱ πορ‐ νεῖαι, αἱ ἁρπαγαὶ, αἱ πλεονεξίαι, οἱ φόνοι, αἱ λῃστεῖαι, | |
30 | καὶ πᾶσα τῆς ψυχῆς ἡ διαφθορά; Οὐ διὰ τὸ τοῦ πλείο‐ νος ἐφίεσθαι τῆς συμμετρίας; Ὥσπερ γὰρ ῥίζαν τῶν κακῶν ἁπάντων τὴν φιλαργυρίαν ὁ Παῦλος ἐκάλεσεν, οὕτως οὐκ ἄν τις ἁμάρτοι πηγὴν τῶν κακῶν ἁπάντων προσκαλῶν τὴν ἀμετρίαν, καὶ τὸ τὴν χρείαν ἐφ’ ἑκάστου | |
35 | βούλεσθαι ἡμᾶς ὑπερβαίνειν. Εἰ γὰρ ἐβουλόμεθα καὶ ἐν τῇ τροφῇ, καὶ ἐν τοῖς ἐνδύμασι, καὶ ἐν τοῖς οἰκήμασι, καὶ ἐν ταῖς χρείαις ταῖς ἄλλαις ταῖς σωματικαῖς μὴ αὐ‐ τῶν ἐφίεσθαι, ἀλλὰ τὰ ἀναγκαῖα μόνον ἐπιζητεῖν, πολ‐ λῆς ἂν λύμης ἀπήλλακτο τὸ τῶν ἀνθρώπων γένος. | |
40 | εʹ. Ἀλλ’ οὐκ οἶδ’ ὅπως ἕκαστος ἡμῶν κατὰ τὴν ἑαυτοῦ δύναμιν τὸ τῆς πλεονεξίας νόσημα δεξάμενος, φιλονεικεῖ μηδέποτε εἴσω τῶν τῆς χρείας ὅρων γίνεσθαι, ἀλλ’ ἀπ‐ εναντίας τῇ ἀποστολικῇ παραινέσει τῇ λεγούσῃ, Ἔχον‐ τες διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό‐ | |
45 | μεθα, οὕτως ἡμεῖς ἅπαντα πράττομεν, οὐκ εἰδότες ὡς πάντων τῶν ὑπὲρ τὴν χρείαν τὴν ἀναγκαίαν εὐθύνας καὶ λόγον ὑφέξομεν, ὡς οὐ δεόντως κεχρημένοι τοῖς παρὰ τοῦ Δεσπότου ἡμῖν παρασχεθεῖσιν. Οὐ γὰρ ἵνα εἰς ἀπό‐ λαυσιν ἡμετέραν μόνον ἀποχρησώμεθα, ταῦτα ἡμῖν παρ‐ | |
53.348(50) | έσχετο, ἀλλ’ ἵνα καὶ τῶν ὁμογενῶν τὴν ἔνδειαν παρα‐ μυθησώμεθα. Ποίας ἂν οὖν εἶεν συγγνώμης ἄξιοι οἱ καὶ ἐν ἐσθήμασι πολλὴν τὴν βλακείαν ἐπιδεικνύμενοι, καὶ τὰ τῶν σκωλήκων νήματα περιβάλλεσθαι σπουδάζοντες, τὸ δὲ χαλεπώτατον, καὶ ἐπὶ τούτοις μέγα φρονοῦντες, δέον | |
55 | ἐγκαλύπτεσθαι καὶ δεδοικέναι καὶ τρέμειν, ὅτι αὐτὸς μὲν εἰς οὐδὲν δέον οὐδὲ χρείας ἕνεκεν, ἀλλὰ βλακείας καὶ κενοδοξίας χάριν, καὶ ὥστε ὑπὸ τῶν ἀγοραίων θαυ‐ μασθῆναι, τοιαῦτα περίκεισαι· ὁ δὲ τῆς αὐτῆς σοὶ φύ‐ σεως τυγχάνων γυμνὸς περίεισιν, οὐδὲ ἁδρὸν ἱμάτιον | |
60 | περιβαλέσθαι ἔχων· καὶ οὔτε ἡ φύσις αὐτὴ εἰς συμπά‐ θειάν σε ἕλκει, οὐδὲ τὸ συνειδὸς διεγείρει πρὸς τὴν ἀν‐ | |
τίληψιν τοῦ ὁμογενοῦς, οὔτε ἡ ἔννοια τῆς φοβερᾶς ἡμέ‐ | ||
53.349 | ρας ἐκείνης, οὔτε τῆς γεέννης ὁ φόβος, οὔτε τῶν ἐπαγ‐ γελιῶν τὸ μέγεθος, οὔτε τὸ αὐτὸν τὸν κοινὸν ἡμῶν Δε‐ σπότην ἁπάντων οἰκειοῦσθαι τὰ εἰς τοὺς ὁμογενεῖς γινό‐ μενα· ἀλλὰ καθάπερ λιθίνην καρδίαν ἔχοντες, καὶ ἔξω | |
5 | τῆς φύσεως ὄντες, οὕτω νομίζουσι λοιπὸν διὰ τὴν τῶν ἱμα‐ τίων περιβολὴν καὶ ἀνώτεροι τῆς ἀνθρωπίνης φύσεως εἶναι, οὐκ ἐννοοῦντες ὅσων ὑπευθύνους ἑαυτοὺς καθιστᾶσι, κακῶς οἰκονομοῦντες τὰ παρὰ τοῦ Δεσπότου αὐτοῖς ἐμπιστευθέν‐ τα, καὶ οὐ βουλόμενοι τοῖς συνδούλοις διδόναι τι μέρος, ἀλλ’ | |
10 | ἡδέως ἀφέντες ὑπὸ τῶν σητῶν αὐτὰ καταναλίσκεσθαι, δαψι‐ λέστερον αὐτοῖς τὸ τῆς γεέννης πῦρ ἤδη προευτρεπίζου‐ σιν; Εἰ γὰρ καὶ πάντα τὰ ἔνδον ἀποκείμενα διένειμαν τοῖς δεομένοις οἱ πλουτοῦντες, καὶ οὕτως οὐκ ἂν τὴν κό‐ λασιν διέφυγον ὑπὲρ ὧν τρυφῶντες καὶ ἐν τοῖς ἐσθήμασι | |
15 | καὶ ἐν ταῖς ἑστιάσεσι διετέλουν. Πόσης γὰρ οὐκ ἂν εἶεν κολάσεως ἄξιοι οἱ πάντα τρόπον σπουδάζοντες τὰ μὲν σηρικὰ περιβεβλῆσθαι πολλάκις ἱμάτια, καὶ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς, καὶ τὰ μὲν χρυσίῳ καθυφασμένα περι‐ κεῖσθαι, τὰ δὲ καὶ ἄλλως πως πεποικίλθαι, τὸν δὲ Χρι‐ | |
20 | στὸν περιορᾷν γυμνὸν, καὶ μηδὲ τῆς ἀναγκαίας εὐπορεῖν τροφῆς; Μάλιστα γάρ μοι πρὸς τὰς γυναῖκας οὗτος ἂν ὁ λόγος ἁρμόσειε. Πλείονα γὰρ παρ’ αὐταῖς ἔστιν εὑρεῖν τὴν φιλοκοσμίαν καὶ τὴν ἀσωτίαν, καὶ τὸ μετὰ τῶν δια‐ χρύσων ἱματίων καὶ τὰ χρυσία αὐτὰ περικεῖσθαι ἐπί τε | |
25 | τῆς κεφαλῆς, ἐπί τε τοῦ τραχήλου καὶ τοῦ λοιποῦ σώμα‐ τος, καὶ μέγα φρονεῖν ἐπὶ τούτοις. Πόσων, εἰπέ μοι, πε‐ νήτων γαστέρας ἠδύναντο παραμυθήσασθαι, καὶ πόσα σώ‐ ματα γυμνητευόντων σκεπάσαι τὰ ἐπὶ τῶν ὤτων μόνον ἐκκρεμάμενα μάτην καὶ εἰκῆ, καὶ ἐπ’ οὐδενὶ κέρδει, ἀλλ’ | |
30 | ἢ μόνον ἐπὶ βλάβῃ καὶ λύμῃ ψυχῆς; Διὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος εἰπὼν, Ἔχοντες διατροφὰς καὶ σκεπάσματα, μετήγαγε πάλιν ἐπὶ τὰς γυναῖκας τὸν λό‐ γον, καί φησι, Μὴ ἐν πλέγμασιν ἢ χρυσῷ, ἢ μαργα‐ ρίταις ἢ ἱματισμῷ πολυτελεῖ κοσμεῖν ἑαυτάς. Ὅρα | |
35 | πῶς οὐ βούλεται τούτοις κοσμεῖσθαι, οὐδὲ χρυσία περι‐ κεῖσθαι, οὐδὲ μαργαρίτας καὶ ἱμάτια πολυτελῆ· ἀλλὰ τὸν ἀληθῆ κόσμον ἐπὶ τὴν ψυχὴν μετάγειν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πράξεως τὸ κάλλος τῆς ψυχῆς φαιδρύνειν, καὶ μὴ περὶ ταῦτα ἐπτοημένην περιορᾷν ἐκείνην ῥυπῶ‐ | |
40 | σαν, αὐχμῶσαν, ῥάκια περιβεβλημένην, λιμῷ τηκομένην, ὑπὸ τοῦ κρυμοῦ πηγνυμένην. Ἡ γὰρ σπουδὴ αὕτη καὶ ὁ περὶ τὸ σῶμα καλλωπισμὸς, ἐκείνης δείκνυσι τὴν ἀμορ‐ φίαν, καὶ ἡ τούτου τρυφὴ ἐκείνης τὸν λιμὸν φανερὸν καθίστησι, καὶ ἡ περὶ τὴν ἐσθῆτα πολυτέλεια ἐκείνης | |
45 | τὴν γυμνότητα ἐκφαίνει. Οὐδὲ γὰρ οἷόν τέ τινα ψυχῆς ἐπιμελούμενον, καὶ τὴν εὐμορφίαν ἐκείνης καὶ τὸ κάλλος περὶ πολλοῦ ποιούμενον, πρὸς τὸν ἔξω κόσμον ἐπτοῆσθαι· ὥσπερ πάλιν ἀδύνατόν τινα πρὸς τὴν φαντασίαν τὴν ἔξωθεν ἐσχολακότα, καὶ τῆς ἐσθῆτος τὸν καλλωπισμὸν, | |
53.349(50) | καὶ τὸν ἀπὸ τῶν χρυσίων κόσμον, ἐκείνης ἡντιναοῦν ποιεῖσθαι φροντίδα. Πότε γὰρ ἀνέξεται ἡ τοιαύτη ψυχὴ τῶν δεόντων τι συνιδεῖν, ἢ εἰς ἔννοιαν πνευματικῶν πραγμάτων εἰσελθεῖν, ἅπαξ περὶ τὰ γήϊνα ἑαυτὴν ἐκδε‐ δωκυῖα, καὶ χαμαὶ, ὡς εἰπεῖν, συρομένη, καὶ οὐδέποτε | |
55 | ἀναπνεῦσαι δυναμένη, ἀλλὰ συγκεκυφυῖα, καὶ μυρίοις φορτίοις ἁμαρτημάτων ἑαυτὴν βαρύνουσα; Ὅσαι γὰρ ἐντεῦθεν αἱ ἀηδίαι τίκτονται, οὐ δυνατὸν νῦν παραστῆ‐ σαι τῷ λόγῳ· ἀλλ’ ἀρκεῖ τῷ συνειδότι καταλιπεῖν τῶν περὶ ταῦτα ἐσχολακότων, ὅσας καθ’ ἑκάστην ἡμέραν | |
60 | ἐντεῦθεν δέχονται τὰς ἀθυμίας. Ἢ γὰρ διέπεσέ τι τῶν χρυσίων, καὶ πολὺς ὁ χειμὼν καὶ ὁ θόρυβος κατέλαβεν | |
ἅπασαν τὴν οἰκίαν· ἢ οἰκέτης ὑφείλετο, καὶ πᾶσι μάστι‐ | Column end | |
53.350 | γες καὶ πληγαὶ καὶ δεσμωτήρια· ἢ βάσκανοί τινες ἐπ‐ εβούλευσαν, καὶ ἐξαίφνης ἐγύμνωσαν τῶν ὄντων, καὶ πολλὴ καὶ ἀφόρητος ἡ ἀθυμία· ἢ πραγμάτων περίστασις ἐμπεσοῦσα εἰς ἐσχάτην πενίαν κατήνεγκε, καὶ βαρυτέ‐ | |
5 | ραν θανάτου τὴν ζωὴν αὐτοῖς κατέστησεν· ἢ ἕτερόν τι πάλιν παρεμπεσὸν πολλὴν τὴν ἀηδίαν προεξένησε. Καὶ ἁπλῶς οὐκ ἔστι ποτὲ ταραχῆς ἐκτὸς εὑρεῖν τὴν ἐν τούτοις ἐσχολακυῖαν ψυχὴν, ἀλλ’ ὥσπερ τὰ τῆς θαλάττης κύματα οὐχ οἷόν τε ἐπιλιπεῖν, οὐδὲ ἀριθμῷ ὑποβληθῆναι | |
10 | διὰ τὴν πολλὴν συνέχειαν· τὸν αὐτὸν δὴ τρόπον καὶ τὰς ἐντεῦθεν τικτομένας ταραχὰς οὐχ οἷόν τε πάσας ἐξαρι‐ θμήσασθαι. Διὸ παρακαλῶ, φεύγωμεν ἐν ἅπασι τοῖς πράγμασι τὴν πλεονεξίαν, καὶ τὸ τὴν χρείαν ὑπερβαί‐ νειν. Ὁ γὰρ ἀληθὴς πλοῦτος, ἡ ἀνάλωτος περιουσία αὕ‐ | |
15 | τη τυγχάνει, τὸ τῆς χρείας ἐφίεσθαι, καὶ τὰ ὑπὲρ τὴν χρείαν δεόντως διατιθέναι. Ὁ γὰρ τοιοῦτος οὔτε πενίαν δεῖσαί ποτε δυνήσεται, οὔτε ἐπήρειαν ὑπομενεῖ, οὔτε τα‐ ραχῆς πειραθήσεται· ἀλλὰ καὶ συκοφαντίας ἐκτὸς ἔσται, καὶ τῶν ἐπιβουλευόντων ἐλευθερωθήσεται, καὶ ἁπλῶς | |
20 | εἰπεῖν, ἐν διηνεκεῖ ἔσται γαλήνῃ, ἡσυχίας καὶ ἀπραγμο‐ σύνης ἀπολαύων· καὶ τὸ δὴ μεῖζον ἁπάντων καὶ τὸ κε‐ φάλαιον τῶν ἀγαθῶν, ὁ τοιοῦτος καὶ τὸν Θεὸν ἵλεων ἕξει, καὶ πολλῆς ἀπολαύσει τῆς ἄνωθεν ῥοπῆς, ἅτε δὴ οἰκονό‐ μος πιστὸς τῶν τοῦ Δεσπότου χρημάτων. Μακάριος γὰρ, | |
25 | φησὶν, ὁ δοῦλος ἐκεῖνος, ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει οὕτω ποιοῦντα, οὕτω διανέμοντα τοῖς συν‐ δούλοις, καὶ μὴ θύραις καὶ μοχλοῖς ἐναποκλείοντα, καὶ τοῖς σκώληξι τροφὴν συγχωροῦντα γίνεσθαι, ἀλλὰ τῶν πενήτων τὴν ἔνδειαν παραμυθούμενον, καὶ καλὸν καὶ πι‐ | |
30 | στὸν οἰκονόμον γινόμενον τῶν παρὰ τοῦ Δεσπότου χορη‐ γηθέντων, ἵνα καὶ τῆς καλῆς ταύτης διανομῆς μέγαν τὸν μισθὸν κομίσηται, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπι‐ τυχεῖν καταξιωθῇ, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ | |
35 | Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
37t | ΟΜΙΛΙΑ ΛΗʹ. | |
38n | Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ | |
39n | αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἄγαρ. | |
40 | αʹ. Πάλιν τὰ σήμερον ἀναγνωσθέντα ἐπὶ τὴν ὑπόθεσιν τὴν κατὰ τὸν πατριάρχην τὴν ἡμετέραν καλεῖ γλῶτταν· καὶ μὴ θαυμάσητε εἰ ἐπὶ τοσαύταις ἡμέραις τὴν κατ’ αὐ‐ τὸν ἱστορίαν εἰς μέσον παραγαγόντες, οὐδέπω καὶ τήμε‐ ρον αὐτὴν ἀπαρτίσαι δεδυνήμεθα. Πολλὴ γὰρ ἡ περι‐ | |
45 | ουσία τῆς τοῦ δικαίου ἀρετῆς, καὶ τῶν τούτου κατορ‐ θωμάτων τὸ μέγεθος ἅπασαν ἀνθρωπίνην νικᾷ γλῶτταν. Ὃν γὰρ ὁ Θεὸς ἄνωθεν ἐστεφάνωσε καὶ ἀνεκήρυξε, τίς ἀνθρώπων κατ’ ἀξίαν ἐπαινέσαι δυνήσεται; Ἀλλ’ ὅμως, εἰ καὶ τῆς ἀξίας πολλῷ τῷ μέτρῳ ἀπολειπόμεθα, ἀλλ’ | |
53.350(50) | οὖν γε εἰς δύναμιν ἡμετέραν τὰ κατ’ αὐτὸν εἰς μέσον προθέντες, εἰς ζῆλον ὑμᾶς καὶ μίμησιν τῆς τούτου ἀρετῆς ἐναγαγεῖν βουλόμεθα. Ἱκανὴ γὰρ τοῦ ἀνδρὸς ἡ φιλοσοφία πᾶσαν τῶν ἀνθρώπων παιδεῦσαι τὴν φύσιν, καὶ τοὺς προσέχειν βουλομένους πρὸς τὴν τῆς ἀρετῆς | |
55 | ὁδὸν ἐφελκύσασθαι. Ἀλλὰ προσέχετε, παρακαλῶ, τοῖς λεγομένοις, ἵνα καὶ ἐκ τῶν προσφάτως ἀνεγνωσμένων καταμάθωμεν τοῦ δικαίου τὴν φιλοσοφίαν. Ἱκανὸν γὰρ τοῦτο τὸ χωρίον παιδεῦσαι καὶ ἄνδρας καὶ γυναῖκας, ὥστε πολλὴν περὶ ἀλλήλους ἐπιδείκνυσθαι τὴν | |
60 | ὁμόνοιαν, καὶ τῆς συζυγίας τὸν σύνδεσμον ἀῤῥαγῆ δια‐ φυλάττειν· καὶ μήτε τὸν ἄνδρα τῆς γυναικὸς κατεξαν‐ ίστασθαι, ἀλλ’ ὡς ἀσθενεστέρῳ σκεύει πολλὴν ἀπονέμειν τὴν συγγνώμην· μήτε τὴν γυναῖκα πρὸς τὸν ἄνδρα διχοστατεῖν, ἀλλ’ ἀλλήλων τὰ βάρη βαστάζειν ἑκατέροις | |
65 | διαμιλλᾶσθαι, καὶ τὴν οἰκείαν εἰρήνην πάντων ἡγεῖσθαι | |
53.351 | προτιμοτέραν. Ἀναγκαῖον δὲ καὶ αὐτῶν ἀκοῦσαι τῶν ῥημάτων, ἵνα σαφεστέρα ὑμῖν γένηται ἡ διδασκαλία. Σάρα δὲ, φησὶν, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ. | |
5 | Σκόπει μοι ἐντεῦθεν, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν, καὶ τοῦ δικαίου τὴν ὑπερβάλλουσαν πί‐ στιν καὶ τὴν εὐγνωμοσύνην, ἣν περὶ τὰς ἐπαγγελίας ἐπεδείκνυτο τὰς εἰς αὐτὸν γεγενημένας. Τοσαυτάκις γὰρ ὑποσχομένου τοῦ Θεοῦ, ὅτι τῷ σπέρματι αὐτοῦ δώσει | |
10 | τὴν γῆν, καὶ ὅτι εἰς τοσοῦτον πλῆθος ἐκταθήσεται, ὡς τῷ τῶν ἄστρων πλήθει παρισωθῆναι, ὁρῶν οὐδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἐκβαῖνον, ἀλλ’ ἔτι μέχρι λό‐ γων τὰ τῶν ὑποσχέσεων τυγχάνοντα, οὐκ ἐταράττετο τὸν λογισμὸν, οὐκ ἐσαλεύετο τὴν γνώμην, ἀλλ’ ἔμενεν | |
15 | ἀκλινὴς, πιστεύων τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου. Διὰ γὰρ τοῦτο καὶ νῦν ἐπεσημήνατο ἡ θεία Γραφὴ λέ‐ γουσα· Σάρα δὲ, ἡ γυνὴ Ἄβραμ, οὐκ ἔτικτεν αὐτῷ· μονονουχὶ τοῦτο ἡμῖν ἐμφαίνουσα, ὅτι μετὰ ταῦτα ἅπαντα, μετὰ τὰς συνθήκας τὰς πρὸς αὐτὸν γεγενημέ‐ | |
20 | νας, μετὰ τὸ ὑποσχέσθαι ἀναρίθμητον ἐξ αὐτοῦ γενή‐ σεσθαι πλῆθος, οὐκ ἤσχαλλεν, οὐκ ἐνεδοίαζεν, ὁρῶν οὐ‐ δὲν τῶν εἰρημένων εἰς ἔργον ἐκβαῖνον, ἀλλὰ πάντα τὰ ἐναντία. Διὰ τοῦτό φησι μετ’ ἐκεῖνα ἅπαντα· Σάρα δὲ, ἡ γυνὴ αὐτοῦ, οὐκ ἔτικτεν αὐτῷ· ἵνα μάθῃς ὅτι οὐ‐ | |
25 | δὲν αὐτῷ πλέον γέγονε μετὰ τὰς τοσαύτας ὑποσχέσεις, καίτοι καὶ ἡ στείρωσις τῆς Σάρας, καὶ τῆς μήτρας ἡ νέκρωσις πολλὴν τὴν ἀπορίαν ἐμποιῆσαι ἦν ἱκανὴ τῷ δικαίῳ. Ἀλλ’ ὁ πατριάρχης οὐ πρὸς τὰ ἀπὸ τῆς φύσεως κωλύματα ἑώρα λοιπὸν, ἀλλ’ εἰδὼς τὸ εὐμήχανον τοῦ | |
30 | Δεσπότου, καὶ ὅτι δημιουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρους εὑρεῖν δύναται, καθάπερ εὐγνώμων οἰ‐ κέτης, οὐ περιειργάζετο τὸν τρόπον τῶν γινομένων, ἀλλὰ παραχωρεῖ τῇ ἀκαταλήπτῳ αὐτοῦ προνοίᾳ, καὶ ἐπίστευσε τοῖς εἰρημένοις. Διὰ τοῦτό φησι, Σάρα δὲ, | |
35 | μετὰ τὰς τοσαύτας ὑποσχέσεις, οὐκ ἔτικτεν αὐτῷ. Ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα Ἅγαρ. Οὐχ ἁπλῶς ἡμῖν οὐδὲ ἐνταῦθα τῆς παιδίσκης τὴν μνήμην ἐποιήσατο ἡ θεία Γραφὴ, ἀλλ’ ἵνα μάθωμεν πόθεν αὐτὴν ἔσχε. Διὰ γὰρ τοῦτο προσέθηκεν, ὅτι Αἰγυπτία, ἵνα ἐπὶ | |
40 | τὴν ἱστορίαν ἀναδράμωμεν ἐκείνην· καὶ ὅτι ἐκ τῶν παρὰ τοῦ Φαραὼ παρασχεθέντων αὕτη ἦν, ἡνίκα τοσαύ‐ της ἀπήλαυσεν ἐκδικίας παρὰ τοῦ τῶν ὅλων Θεοῦ, καὶ ταύτην λαβοῦσα ἐπανῆλθεν, ἐπίτηδες ἡμῖν αὐτῆς καὶ τὸ ὄνομα καὶ τὸ ἔθνος ἐγνώρισεν ἡ θεία Γραφή. Ἀλλ’ ὅρα | |
45 | λοιπὸν ἐνταῦθα τῆς Σάρας τὴν φιλόσοφον γνώμην, καὶ τῆς σωφροσύνης τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρχου τὴν ἄφατον πειθὼ καὶ τὴν ὑπακοήν. Εἶπε δὲ Σάρα, φησὶ, πρὸς Ἄβραμ ἐν γῇ Χαναάν· Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν· εἴσελθε οὖν πρὸς τὴν | |
53.351(50) | παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Σκόπει τὴν εὐγνωμοσύνην γυναικός. Οὐδὲν τοιοῦτον εἶπεν, οἷον μετὰ ταῦτα ἡ Ῥαχήλ φησι πρὸς τὸν Ἰακώβ· Δός μοι τέκνα· εἰ δὲ μὴ, ἀποθνήσκω ἐγώ. Ἀλλὰ τί φησιν; Ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τεκεῖν. Ἐπειδὴ, | |
55 | φησὶν, ἄγονόν με κατέστησεν ὁ τῆς φύσεως δημιουργὸς, καὶ ἀπεστέρησε τῆς τῶν παίδων γονῆς, ἵνα μὴ οὖν διὰ τὴν ἐμὴν στείρωσιν αὐτὸς εἰς βαθὺ γῆρας ἐλάσας λοιπὸν ἄπαις διαμείνῃς, Εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Πολλὴ καὶ ἄφατος ἡ φιλο‐ | |
60 | σοφία τῆς γυναικός. Τίς γὰρ ἂν ἕλοιτο πώποτε γυνὴ τοῦτο ποιῆσαι, ἢ συμβουλεῦσαι τῷ ἀνδρὶ τοῦτο, ἣ τῇ | |
παιδίσκῃ τῆς εὐνῆς παραχωρῆσαι; | Column end | |
53.352 | βʹ. Εἶδες πῶς παντὸς πάθους ἐκτὸς ἦσαν; Καὶ εἷς ἦν αὐτοῖς μόνον σκοπὸς, τοῦ μὴ ἄπαιδας τελευτῆσαι· ἀλλ’ ἐσκόπουν ὅπως καὶ τὴν ἐντεῦθεν παραμυθίαν κτήσων‐ ται, καὶ τῆς εἰρήνης τὸν σύνδεσμον ἀῤῥαγῆ διατηρήσω‐ | |
5 | σιν. Ἐννόει γάρ μοι τοῦ πατριάρχου ἐνταῦθα τὴν πολ‐ λὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐπιείκειαν. Οὔτε γὰρ, καθάπερ τινὲς τῶν ἀνοήτων, ἐδυσχέρανε πρὸς τὴν γαμετὴν διὰ τὴν ἀπαιδίαν, οὔτε τὸν περὶ αὐτὴν πόθον ἠλάττωσεν. Ἴστε γὰρ, ἴστε πῶς τοῖς πλείοσι τῶν | |
10 | ἀνθρώπων τοῦτο μάλιστα αἴτιον γίνεται τῆς κατὰ τῶν γυναικῶν ὑπεροψίας· ὥσπερ αὖ πάλιν καὶ φίλτρου πλείονος ὑπόθεσιν τὸ ἐναντίον ποιοῦνται, σφόδρα κούφως καὶ ἀνοήτως ταῖς γυναιξὶ λογιζόμενοι καὶ τὴν ἀπαιδίαν καὶ τὴν εὐπαιδίαν, οὐκ εἰδότες ὅτι τοῦ τῆς φύσεώς ἐστι | |
15 | δημιουργοῦ τὸ πᾶν, καὶ οὔτε ἡ συνουσία, οὔτε ἕτερόν τί ἐστι τὸ δυνάμενον συντελέσαι πρὸς τὴν τῶν παίδων διαδοχὴν, μὴ τῆς ἄνωθεν χειρὸς συνεφαπτομένης, καὶ τὴν φύσιν διεγειρούσης πρὸς τὸν τόκον. Ἅπερ ἀκριβῶς ὁ δίκαιος οὗτος ἐπιστάμενος, οὔτε τῇ γυναικὶ ἐλογίζετο | |
20 | τὴν ἀπαιδίαν, καὶ τὴν προσήκουσαν αὐτῇ τιμὴν διὰ πάν‐ των ἀπένειμε. Διά τοι τοῦτο καὶ αὐτὴ φιλοτιμουμένη, καὶ βουλομένη δεῖξαι ὅσην ποιεῖται περὶ τὸν δίκαιον φι‐ λοστοργίαν, οὐ τὸ ἑαυτῆς σκοποῦσα, ἀλλ’ ὅπως ἂν ἐκείνῳ παραμυθίαν τινὰ τῆς ἀπαιδίας ἐπινοήσειε, μονονουχὶ | |
25 | ταῖς οἰκείαις χερσὶ λαβοῦσα τὴν παιδίσκην τὴν Αἰγυ‐ πτίαν ἐπὶ τὴν ἰδίαν εὐνὴν ἀνήγαγεν· ἀλλὰ καὶ διὰ τῶν ῥημάτων δεικνύουσα τὸν σκοπὸν, δι’ ὃν τοῦτο ποιῆσαι κατεδέξατο, φησίν· Ἐπειδὴ ἐγὼ ἄχρηστος ὤφθην καὶ ἀνεπιτήδειος πρὸς γονήν· Συνέκλεισε γάρ με ὁ Κύριος | |
30 | τοῦ μὴ τεκεῖν. Ὅρα ψυχῆς εὐγνωμοσύνην, πῶς οὐδὲν δυσχερὲς φθέγγεται, οὐδὲ ἀποδύρεται διὰ τὴν στεί‐ ρωσιν, ἀλλὰ μόνον τοῦτο ἡμῖν ἐμφῆναι βούλεται, ὅτι τῷ δημιουργῷ τῆς φύσεως τοῦτο λογιζομένη πράως καὶ γενναίως ἔφερε, προτιμῶσα τὸ τῷ Θεῷ δοκοῦν τῆς | |
35 | οἰκείας ἐπιθυμίας, καὶ ἐσκόπει ὅπως τὸν ἄνδρα παρα‐ μυθήσηται. Ἐπειδὴ οὖν, φησὶν, Ἐμὲ συνέκλεισεν ὁ Κύριος τοῦ μὴ τεκεῖν. Πόση καὶ αὐτοῦ τοῦ ῥήματος ἡ ἔμφασις! πῶς δείκνυσι τοῦ Θεοῦ τὴν πρόνοιαν καὶ τὴν ἄφατον δύναμιν! Καθάπερ γὰρ ἡμεῖς, φησὶν, ἐπὶ | |
40 | τῆς οἰκίας κλείομεν καὶ ἀνοίγομεν, οὕτω καὶ ὁ Δεσπότης ἐπὶ τῆς φύσεως ἐργάζεται, καὶ τῷ οἰκείῳ προστάγματι καὶ τὰς κλεῖς ἐπάγει, καὶ πάλιν ἡνίκα ἂν βουληθῇ ἀνοί‐ γει, καὶ κελεύει τὴν φύσιν τὸ ἑαυτῆς ἐργάζεσθαι. Ἐπεὶ οὖν Συνέκλεισέ με, φησὶν, ὁ Κύριος τοῦ μὴ τεκεῖν, | |
45 | εἴσελθε πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσῃς ἐξ αὐτῆς. Οἶδα ὅτι ἐγώ εἰμι ἡ αἰτία τῆς ἀπαιδίας· διὰ τοῦτο οὐ βούλομαί σε ἀποστερῆσαι τῆς ἐντεῦθεν παρα‐ μυθίας. Ἴσως δὲ καὶ ὑπώπτευεν ἡ Σάρα μὴ παρ’ αὐτὴν μόνην εἶναι τὰ τῆς ἀπαιδίας, ἀλλὰ καὶ παρὰ τὸν πατριάρ‐ | |
53.352(50) | χην· διὰ τοῦτο βουλομένη δι’ αὐτῶν τῶν ἔργων πληρο‐ φορηθῆναι, παραχωρεῖ τῇ παιδίσκῃ, καὶ εἰς τὴν εὐνὴν αὐτὴν ἄγει, ἵνα μάθῃ δι’ αὐτῶν τῶν πραγμάτων, ὡς ἑαυτῇ τὸ πᾶν ὀφείλει λογίζεσθαι. Ὑπήκουσε δὲ, φησὶν, Ἄβραμ τῆς φωνῆς Σάρας. Πολλὴ τοῦ δικαίου ἡ φιλο‐ | |
55 | σοφία. Ὅπερ γὰρ ἔφθην εἰπὼν, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι οὔτε πρότερον τοῦτο ἐβουλεύσατο, καίτοι ἐν ἐσχάτῳ γήρᾳ λοιπὸν ὢν, καὶ νῦν τὴν προτροπὴν παρὰ τῆς Σάρας δεξάμενος ἑτοίμως ὑπήκουσε, δεικνὺς ὅτι οὐκ ἐπιθυμίας ἕνεκεν ἁπλῶς, οὐδὲ πάθει κατακολουθῶν τῆς συνουσίας | |
60 | ἠνέσχετο, ἀλλ’ ὥστε σπέρματος διαδοχὴν καταλιπεῖν. Καὶ λαβοῦσα Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυ‐ πτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ συν‐ οικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν τῇ Χαναναίᾳ, | |
ἔδωκεν Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς αὐτὴν γυναῖκα. Σκόπει | ||
53.353 | τῆς Γραφῆς τὴν ἀκρίβειαν· ἵνα γὰρ μάθωμεν ὅτι οὐδὲ μετὰ τὰ ῥήματα ταῦτα, ἅπερ ἡ Σάρα πρὸς αὐτὸν ἐποιή‐ σατο, ἐπεπήδησε τῷ πράγματι, διὰ τοῦτό φησι· Καὶ ἔλαβε Σάρα ἡ γυνὴ Ἄβραμ Ἅγαρ τὴν Αἰγυπτίαν τὴν | |
5 | ἑαυτῆς παιδίσκην· μονονουχὶ δεικνύουσα ἡμῖν ἡ θεία Γραφὴ, ὅτι τὴν γαμετὴν παραμυθούμενος, καὶ ὑπακοῦ‐ σαι ταύτῃ βουλόμενος τὸ πρᾶγμα κατεδέξατο. Ἵνα γὰρ μάθῃς μετὰ ἀκριβείας τοῦ πατριάρχου τὴν σωφροσύνην καὶ τὴν ὑπερβάλλουσαν ἐγκράτειαν, φησί· Μετὰ δέκα | |
10 | ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν. Οὐχ ἁπλῶς οὐδὲ τὸν χρόνον ἐπεσημήνατο, ἀλλ’ ἵνα εἰδέναι ἔχωμεν, ἐν πόσοις ἔτεσιν ὁ δίκαιος ἐκαρτέ‐ ρησε, καὶ γενναίως τὴν ἀπαιδίαν ἤνεγκε, καὶ ἀνώτερος παντὸς πάθους τυγχάνων, πολλὴν τὴν σωφροσύνην ἐπ‐ | |
15 | εδείξατο· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ἵνα καὶ ἕτερόν τι ἐκ τούτου μάθωμεν. Διὰ γὰρ τοῦτο προσέθηκε· Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς ἐν γῇ Χαναάν· οὐ γὰρ πάντα τὸν χρόνον τοῦ συνοικεσίου νῦν ἡμῖν ἐγνώρισεν, ἀλλὰ τὸν ἐν τῇ Χαναὰν χρόνον αὐτοῖς | |
20 | ἀναλωθέντα. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπειδὴ γὰρ εὐ‐ θέως ἐπιστάντι τῇ Χαναναίᾳ ἐπηγγείλατο ὁ φιλάνθρωπος Δεσπότης λέγων· Τῷ σπέρματί σου τὴν γῆν ταύτην δώσω· καὶ πάλιν μετὰ ταῦτα καὶ ἅπαξ καὶ δεύτερον τὰς ὑποσχέσεις πρὸς αὐτὸν ἐποιήσατο, ἵνα γνῷς, ἀγα‐ | |
25 | πητὲ, ἐν πόσοις ἔτεσι διαναβαλλομένου τοῦ Δεσπότου, καὶ μηδὲν τῶν ἐπαγγελθέντων εἰς ἔργον ἄγοντος, ὁ δίκαιος οὗτος οὐκ ἐταράττετο τὴν γνώμην, ἀλλὰ τῶν οἰκείων λογισμῶν προετίμα τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα. Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς | |
30 | ἐν γῇ Χαναάν. Εἶδες ψυχῆς ἀνδρείαν, εἶδες γυμνά‐ σιον φιλοσοφίας, πῶς περιφανέστερον αὐτὸν ποιῆ‐ σαι βουλόμενος ὁ Δεσπότης μέλλει καὶ ἀναβάλλεται; Ἐπειδὴ γὰρ κήδεται τῶν αὑτοῦ θεραπόντων, οὐχ ἁπλῶς εἰς αὐτοὺς τὰς εὐεργεσίας βούλεται κατατίθεσθαι, ἀλλὰ | |
35 | καὶ περιφανεῖς αὐτοὺς δεικνύναι, καὶ τὴν πίστιν αὐτῶν ἅπασι κατάδηλον ποιεῖν γίνεσθαι. Εἰ γὰρ εὐθέως ἐπαγ‐ γειλάμενος τῷ σπέρματι αὐτοῦ δώσειν τὴν γῆν, διήνοιξε τῆς Σάρας τὴν μήτραν, καὶ τὴν τῶν παίδων διαδοχὴν αὐτῷ ἐχαρίσατο, οὔτε τὸ θαῦμα οὕτως ἐδείκνυτο μέγα, | |
40 | οὔτε ἡ τοῦ δικαίου πίστις πᾶσι περιφανὴς καθίστατο. Ἡ μὲν γὰρ τοῦ Θεοῦ δύναμις καὶ τότε δήλη ἂν ἦν· νεκρωθὲν γὰρ τὸ ἐργαστήριον τῆς φύσεως, καὶ ἄχρηστον γεγονὸς πρὸς παιδοποιίαν, πάντως αὐτὸς τῷ οἰκείῳ προσ‐ τάγματι πάλιν ἐζωογόνει· ἀλλ’ οὐκ ἂν οὕτω τὸν στέφανον | |
45 | ἀνεδήσατο ὁ πατριάρχης, ὥσπερ νῦν ἐν τοσούτῳ μήκει χρόνου τῆς ἀρετῆς αὐτοῦ βασανιζομένης, καὶ καθ’ ἑκάστην ἡμέραν λαμπροτέρας γινομένης. γʹ. Καὶ ἵνα μάθῃς ὅτι οὐ μόνον εὐεργετεῖν βούλεται, καὶ τὰς παρ’ ἑαυτοῦ δωρεὰς παρέχειν, ἀλλ’ ἔθος αὐτῷ τοῦτο | |
53.353(50) | καὶ τοὺς ταύτας δεχομένους περιφανεστέρους ἐθέλειν ποιεῖν, ὅρα αὐτὸν καὶ ἐπὶ τῆς Χαναναίας τοῦτο διαπρα‐ ξάμενον, καὶ διὰ τοῦτο μέλλοντα καὶ ὑπερτιθέμενον, ἵνα μὴ μόνον τὴν αἴτησιν ἐκείνῃ παράσχῃ, ἀλλὰ καὶ αὐτὴν εἰς πᾶσαν τὴν οἰκουμένην κατάδηλον ἐργάζηται. Ἐπειδὴ | |
55 | γὰρ προσῆλθεν ἱκετεύουσα καὶ λέγουσα· Ἐλέησόν με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· οὔτε ἀποκρίσεως αὐτὴν ἀξιοῖ ὁ εὔσπλαγχνος καὶ φιλάνθρω‐ πος, καὶ ἀεὶ τὰς αἰτήσεις ἡμῶν προφθάνων. Καὶ οἱ μὲν μαθηταὶ οὐκ εἰδότες τὸ μέλλον ἔσεσθαι, καὶ ὅτι κηδόμε‐ | |
60 | νος τῆς γυναικὸς, καὶ οὐ βουλόμενος αὐτῆς τὸν θησαυρὸν | Column end |
53.354 | κεκρύφθαι, διὰ τοῦτο οὐκ ἀποκρίνεται, ὡς δῆθεν συμπα‐ θέστεροι, προσελθόντες παρεκάλουν αὐτὸν λέγοντες, Ἀπό‐ λυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν, μονονουχὶ δει‐ κνύντες, ὅτι οὐκ ἔτι φέρουσιν αὐτῆς τὴν ἐπάχθειαν. Ἀπό‐ | |
5 | λυσον γὰρ αὐτὴν, φασὶν, οὐκ ἐπειδὴ κατώδυνός ἐστιν, οὐδὲ ἐπειδὴ ἡ αἴτησις αὐτῆς εὔλογος, ἀλλ’ Ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Δεσπότης; Βουλόμενος κἀκείνης τὸν θησαυρὸν κατὰ μικρὸν ἐκκαλύψαι, καὶ τούτους διδάξαι, ὅσον λείπονται τῆς αὐτοῦ φιλανθρωπίας, ἀπόκρισιν ποιεῖ‐ | |
10 | ται ἱκανὴν οὖσαν κἀκείνης πηρῶσαι τὸν λογισμὸν, εἰ μὴ συντεταμένην εἶχε τὴν διάνοιαν, καὶ ζέοντα τὸν πόθον, καὶ τὴν προθυμίαν ἀκμάζουσαν, κἀκείνους ἀποστῆσαι τῆς ὑπὲρ αὐτῆς ἱκετηρίας. Οὐκ ἀπεστάλην γὰρ, φη‐ σὶν, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου | |
15 | Ἰσραήλ. Τοῦτο ἐκείνους μὲν ἀπέστησε τοῦ παρακαλεῖν ὑπὲρ τῆς γυναικὸς, ἐκείνην δὲ ὀκνηροτέραν οὐκ εἰργά‐ σατο, ἀλλὰ καὶ μᾶλλον ἐπικεῖσθαι παρεσκεύασε. Τοιοῦτον γὰρ ἡ ὀδυνωμένη ψυχὴ, καὶ μετὰ θερμῆς τῆς διαθέσεως προσιοῦσα· πρὸς οὐδὲν ἐπιστρέφεται τῶν λεγομένων, | |
20 | ἀλλ’ ἓν μόνον σκοπεῖ, ὅπως ἐπιτύχῃ τῶν σπουδα‐ ζομένων· ὅπερ καὶ αὕτη πεποίηκεν. Ἀκούσασα γὰρ ταῦτα, πάλιν φησὶν, Προσεκύνησεν αὐτὸν λέγουσα· Ἐλέησόν με, Κύριε. ᾜδει τοῦ Δεσπότου τὴν εὐσπλαγ‐ χνίαν, καὶ διὰ τοῦτο πολλῇ κέχρηται τῇ προσεδρίᾳ. Ἀλλ’ | |
25 | ὅρα πάλιν τὸν σοφὸν καὶ εὐμήχανον· οὐδὲ οὕτως ἐπινεύει, ἀλλὰ καὶ σφοδροτέραν καὶ τραχυτέραν ποιεῖται ἀπόκρι‐ σιν. ᾜδει γὰρ τὴν ἀνδρείαν τῆς γυναικὸς, καὶ ἐβούλετο μὴ λανθάνουσαν αὐτὴν δέξασθαι τὴν εὐεργεσίαν, ἀλλὰ καὶ τοὺς μαθητὰς ἐκ τῆς ἐκβάσεως μαθεῖν τῆς μακροθυμίας | |
30 | αὐτοῦ τὴν αἰτίαν, καὶ τοὺς ἄλλους ἅπαντας παιδευθῆναι, ὅση τῆς προσεδρίας ἡ ἰσχὺς, καὶ τῆς γυναικὸς ἡ ἀρετή. Φησὶ γάρ· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ἐνταῦθά μοι σκόπει τῆς γυναικὸς τὸν τόνον, πῶς τῷ θερμῷ τῆς προ‐ | |
35 | θυμίας πεπυρωμένη, καὶ τῇ πίστει τῇ εἰς τὸν Θεὸν ἐπτερωμένη, καὶ τὰ σπλάγχνα αὐτὰ, ὡς εἰπεῖν, διακο‐ πτομένη, καὶ πολλὴν περὶ τὴν θυγατέρα τὴν συμπάθειαν ἔχουσα, οὐδὲ ἀποστρέφεται τοῦ ῥήματος τὴν ὕβριν, ἀλλὰ κυνάριον ἀκούσασα καταδέχεται, ὁμολογεῖ κυνάριον εἶναι, | |
40 | ἵνα ἀπαλλαγῇ τῆς τῶν κυνῶν ἀλογίας, καὶ εἰς τὴν τῶν υἱῶν τάξιν ἀθρόον ἐναρίθμιος γένηται. Ἄκουσον λοιπὸν τὰ παρὰ τῆς γυναικὸς, ἵνα μάθῃς ὅσον τῆς τοῦ Θεοῦ μακροθυμίας τὸ κέρδος γέγονεν. Οὐ μόνον γὰρ οὐκ ἀπ‐ έστησε τὸ γύναιον ἡ τῶν εἰρημένων πρὸς αὐτὴν σφο‐ | |
45 | δρότης, ἀλλὰ καὶ πρὸς πλείονα προθυμίαν διήγειρεν· ἐπειδὴ γὰρ ἤκουσε ταυτὶ τὰ ῥήματα, φησί· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πι‐ πτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὑτῶν. Εἶδες τίνος ἕνεκεν μέχρι τοῦ παρόντος τὴν μακροθυ‐ | |
53.354(50) | μίαν ἐπεδείξατο; Ἵνα διὰ τῶν ῥημάτων τῆς γυναικὸς μάθωμεν αὐτῆς τῆς πίστεως τὴν ὑπερβολήν. Ὅρα γὰρ πῶς εὐθέως αὐτὴν ἀνεκήρυξεν ὁ Δεσπότης καὶ ἐστεφά‐ νωσε, λέγων· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Μετὰ θαυμασμοῦ καὶ ἐγκωμίων ἀπέπεμψε τὴν οὐδὲ ἀποκρί‐ | |
55 | σεως παρ’ αὐτοῦ ἐν προοιμίοις ἀξιωθεῖσαν. Μεγάλη σου, φησὶν, ἡ πίστις. Καὶ γὰρ ἦν ὄντως μεγάλη, διὰ τὸ καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις ὁρῶσαν ἀνανεύοντα πρὸς τὴν αἴτησιν, μὴ ναρκῆσαι, μηδὲ ἀποπηδῆσαι, ἀλλὰ τῷ τόνῳ τῆς προσεδρίας ἐκκαλέσασθαι καὶ παρασκευάσαι εἰς | |
60 | πέρας ἀγαγεῖν τὰ αἰτηθέντα. Γενηθήτω γάρ σοι, φησὶν, ὡς θέλεις. Εἶδες, ὁ πρότερον μηδὲ ἀποκρίσεως αὐτὴν | |
ἀξιῶν, πῶς νῦν φιλοτιμεῖται ταῖς δωρεαῖς; Οὐδὲ γὰρ | ||
53.355 | ἁπλῶς αὐτῇ παρέσχε τὴν αἴτησιν, ἀλλὰ ἀνεκήρυξε καὶ ἐστεφάνωσε· καὶ τῷ εἰπεῖν, Ὦ γύναι, ἔδειξεν ὅπως αὐ‐ τῆς τὴν πίστιν ἐξεπλάγη· καὶ τῷ εἰπεῖν, Μεγάλη σου ἡ πίστις, κατάδηλον ἡμῖν ἐποίησε τῆς γυναικὸς τὸν | |
5 | πλοῦτον. Εἶτά φησι, Γενηθήτω σοι ὡς θέλεις. Ὅσον βούλει, ὅσον θέλεις, τοσοῦτον παρέχω. Ἡ γὰρ τοσαύτη προσεδρία ἀξίαν σε ἀποφαίνει τῆς αἰτήσεως. Εἴδετε τῆς γυναικὸς τὴν εὐτονίαν, εἴδετε τῆς τοῦ Θεοῦ μακροθυμίας τὴν αἰτίαν, καὶ ὅτι περιφανεστέραν αὐτὴν ἐργάσασθαι | |
10 | βουλόμενος, διὰ τοῦτο ἀνεβάλλετο; Ἐπανέλθωμεν δὲ, εἰ δοκεῖ, ἐπὶ τὴν προκειμένην ἱστορίαν, ἵνα μάθωμεν ὅτι δι’ οὐδὲν ἕτερον ἐν τοσούτοις ἔτεσι τὰς ἐπαγγελίας τὰς κατὰ τὸν πατριάρχην γεγενημένας εἰς ἔργον οὐκ ἤγαγεν, ἀλλ’ ἵνα μετὰ πολλῆς τῆς περιφανείας ταύτας | |
15 | αὐτῷ παράσχῃ, καὶ πᾶσι τοῦ δικαίου τὴν πίστιν κατά‐ δηλον ἐργάσηται. Διὰ τοῦτό φησι, Μετὰ δέκα ἔτη τοῦ συνοικῆσαι αὐτοὺς ἐν γῇ Χαναὰν, ἵνα μάθῃς ὅσος παρῆλθε χρόνος ἐξ οὗ τὰ τῆς ἐπαγγελίας ἐδέξατο. Εὐθὺς γὰρ ἐπιστὰς τῇ Χαναναίᾳ, ἤκουσεν, ὅτι Τῷ σπέρματί | |
20 | σου δώσω τὴν γῆν ταύτην, καὶ ἐν τοσούτῳ μήκει χρό‐ νου καὶ αὐτὸς ἄπαις διέμεινε, καὶ τῆς Σάρας ἡ στείρω‐ σις ἐπετείνετο. Καὶ ἔδωκε τὴν Ἅγαρ, φησὶν, Ἄβραμ τῷ ἀνδρὶ αὐτῆς εἰς γυναῖκα. δʹ. Ὅρα πόση τὸ παλαιὸν ἐπολιτεύετο παρ’ αὐτοῖς ἡ φι‐ | |
25 | λοσοφία· πῶς καὶ οἱ ἄνδρες ἦσαν ἐγκρατεῖς, καὶ τῆς σωφροσύνης πολὺν ποιούμενοι λόγον, καὶ αἱ γυναῖκες ζηλοτυπίας ἐκτὸς ἐτύγχανον. Ἐπίτηδες γὰρ ἡ Γραφὴ συνεχῶς λέγει, Καὶ λαβοῦσα Σάρα Ἅγαρ τὴν παιδί‐ σκην· καὶ πάλιν, Ἔδωκεν αὐτὴν εἰς γυναῖκα· ἵνα | |
30 | μάθῃς ὅπως ἀπαθῶς τὸ πρᾶγμα μετεχείριζε, καὶ πόση παρ’ αὐτοῖς ἦν ἡ φιλοσοφία. Καὶ εἰσῆλθε, φησὶ, πρὸς Ἅγαρ, καὶ συνέλαβεν. Ὅρα πῶς μανθάνει ἡ Σάρα, ὅτι οὐ παρὰ τὸν δίκαιον ἐν ἀπαιδίᾳ ἐτύγχανεν, ἀλλὰ παρὰ τὴν στείρωσιν τὴν ἑαυτῆς· εὐθέως γὰρ ἡ συνουσία τὴν | |
35 | σύλληψιν εἰργάσατο. Ἀλλ’ ὅρα πάλιν τῆς παιδίσκης τὴν ἀγνωμοσύνην, καὶ τῆς γυναικείας φύσεως τὴν ἀσθένειαν, ἵνα μάθῃς καὶ ἐντεῦθεν τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν. Καὶ εἶδε, φησὶν, ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. Τοιοῦτον γὰρ τῶν | |
40 | οἰκετῶν τὸ ἦθος· ἂν μικρᾶς εὐπραγίας ἐπιλάβωνται, οὐκ ἀνέχονται μένειν εἴσω τῶν οἰκείων ὅρων, ἀλλ’ εὐθέως ἐπιλανθάνονται τῆς οἰκείας τάξεως, καὶ πρὸς ἀγνωμο‐ σύνην ἐπείγονται· ὅπερ καὶ αὐτὴ ἡ παιδίσκη πέπονθεν. Ἐπειδὴ γὰρ εἶδε τῆς γαστρὸς τὸν ὄγκον, οὐκ ἐννοοῦσα | |
45 | οὐ τῆς δεσποίνης τὴν ἄφατον φιλοσοφίαν, οὐ τῆς οἰκείας ἀξίας τὴν εὐτέλειαν, ἀλλ’ ἐπαρθεῖσα καὶ μέγα φρονήσασα ὑπερορᾷ τῆς δεσποίνης τῆς τοσαύτην περὶ αὐτὴν ἐπι‐ δειξαμένης τὴν κηδεμονίαν, ὡς καὶ ἐπὶ τὴν εὐνὴν αὐτὴν ἀγαγεῖν τοῦ ἀνδρός. Τί οὖν ἡ Σάρα; Εἶπε, φησὶ, πρὸς | |
53.355(50) | Ἄβραμ· Ἀδικοῦμαι ἐκ σοῦ. Ἰδοὺ δέδωκα τὴν παι‐ δίσκην μου εἰς τὸν κόλπον σου· ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐνταῦθά μοι σκόπει τοῦ δικαίου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν αἰδὼ ἣν | |
55 | περὶ τὴν Σάραν ἐπιδείκνυται, συγγνώμην αὐτὴν αἰτῶν τῆς ἀλόγου ταύτης αἰτίας. Ἡ γὰρ ταῖς χερσὶ παραδοῦσα τὴν παιδίσκην τῷ ἀνδρὶ, ἡ εἰποῦσα, Εἴσελθε πρὸς τὴν παιδίσκην μου· ἡ οἴκοθεν καὶ ἀφ’ ἑαυτῆς πρὸς τὴν συνουσίαν αὐτὸν προτρεψαμένη, αὕτη νῦν μεταβαλλομένη | |
60 | φησὶν, Ἀδικοῦμαι ἐκ σοῦ. Μὴ γὰρ αὐτὸς ἐπέδραμεν, ὦ γύναι, τῇ τῆς παιδίσκης συνουσίᾳ; μὴ γὰρ ἐξ ἀσελ‐ | |
γείας ὁρμηθεὶς τῷ πράγματι ἐπεπήδησε; Σοὶ πειθόμε‐ | Column end | |
53.356 | νος καὶ τῷ σῷ ἐπιτάγματι τοῦτο πεποίηκε. Τί οὖν ἠδί‐ κησαι παρὰ τοῦ ἀνδρός; Ἰδοὺ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου. Εἰ τοίνυν ὁμολογεῖς ὅτι αὐτὴ δέδωκας, καὶ οὐκ ἀφ’ ἑαυτοῦ ταύτην ἔλαβε, τίνος | |
5 | ἕνεκεν ἀδικίαν ἐγκαλεῖς; Ναὶ, φησίν· εἰ γὰρ καὶ ἐγὼ δέδωκα, ἀλλ’ ὁρῶν αὐτῆς τὴν προπέτειαν ὤφειλες ἐπι‐ σχεῖν αὐτῆς τὴν ἀκόλαστον γνώμην. Ἰδοῦσα γὰρ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Γυναικὸς ἀληθῶς ταῦτα | |
10 | τὰ ῥήματα καὶ τῆς ἀσθενείας ταύτης τῆς φύσεως· μονον‐ ουχὶ γὰρ ταῦτά φησι πρὸς αὐτόν· Ἐγὼ μὲν τὴν ἀπαι‐ δίαν βουλομένη παραμυθήσασθαι τὴν σὴν, τοσαύτην ἐπ‐ εδειξάμην τὴν κηδεμονίαν, ὡς καὶ τὴν ἐμὴν παιδίσκην καὶ ταῖς ἐμαυτῆς σοι χερσὶ παραδοῦναι, καὶ πρὸς τὴν | |
15 | συνουσίαν προτρέψασθαι· ὁρῶν δὲ αὐτὸς ἐντεῦθεν αὐτὴν γενομένην προπετεστέραν διὰ τὸν τῆς γαστρὸς ὄγκον, καὶ φρονήματος ἐμπεπλησμένην, δέον ἀναστεῖλαι καὶ ἐκδι‐ κῆσαί σε τὰς ὕβρεις τὰς εἰς ἐμὲ γινομένας, οὐκ ἐποίη‐ σας· ἀλλ’ ὡσανεὶ πάντων τῶν προτέρων ἐπιλαθόμενος, | |
20 | περιορᾶσθαι ἐμὲ καταδέχῃ, τὴν ἐν τοσούτοις ἔτεσι συν‐ οικήσασαν, ὑπὸ τῆς Αἰγυπτίας τῆς παιδίσκης τῆς ἐμῆς ἀτιμαζομένην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ὀδυνωμένης ψυχῆς τὸ ῥῆμα. Καὶ εἰ μὴ φιλόσοφός τις ἦν ὁ πατριάρχης, καὶ πολλὴν τὴν αἰδὼ περὶ τὴν Σά‐ | |
25 | ραν ἐπεδείκνυτο, καὶ ἐδυσχέρανεν ἂν πρὸς τὰ ῥήματα, καὶ ἤλγησεν ἐπὶ τῇ βαρύτητι τῶν λεχθέντων. Ἀλλ’ ὁ θαυμάσιος οὗτος πρὸς τὸ τῆς φύσεως ἀσθενὲς ἀφορῶν, πᾶσαν ἔδωκεν αὐτῇ συγγνώμην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐννόησον, φησὶ, πόσον πρᾶγμα | |
30 | κατεδεξάμην διὰ τὴν σὴν παραμυθίαν, βουλομένη σε κἂν γοῦν ἐν γήρᾳ πατέρα κληθῆναι, καὶ τὴν παιδίσκην τὴν ἐμὴν εἰς τὴν ἀξίαν τὴν ἐμαυτῆς ἀνήγαγον· σὺ δὲ ὁρῶν ἀγνωμόνως αὐτὴν ἐντεῦθεν διατεθεῖσαν, οὐκ ἤμυ‐ νας, οὐκ ἠμείψω με τῆς γνώμης, ἣν περὶ σὲ ἐπεδειξά‐ | |
35 | μην. Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖ‐ νος, φησὶν, ὁ τὰ ἀπόῤῥητα ἑκάστου ἐπιστάμενος τῆς δια‐ νοίας, αὐτὸς ἔσται κριτὴς μεταξὺ ἡμῶν, καὶ πῶς ἐγὼ μὲν παντὸς πάθους ἀνωτέρα γενομένη προετίμησα ἐμαυ‐ τῆς τὴν παραμυθίαν τὴν σὴν, καὶ εἰς τὴν εὐνὴν τὴν | |
40 | ἐμὴν τὴν παιδίσκην ἀνήγαγον· αὐτὸς δὲ οὐδὲν τῶν παρ’ ἐμοῦ γενομένων ἐν διανοίᾳ λαβὼν, συγχωρεῖς ἐκείνην κατεξανίστασθαι τῆς ἐμῆς ἐπιεικείας, οὐκ ἀναστέλλεις τὴν τόλμαν, οὐδὲ σωφρονίζεις τὴν ἀγνώμονα. Τί οὖν ὁ ἀδάμας, ὁ γενναῖος ἀθλητὴς τοῦ Θεοῦ, ὁ πανταχόθεν | |
45 | ἑαυτῷ πλέκων τοὺς στεφάνους; Δεικνὺς καὶ διὰ τοῦτο τὴν οἰκείαν ἀρετὴν, ὅρα τί φησι πρὸς αὐτήν· Ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μεγάλη τοῦ δικαίου ἡ φιλοσοφία, πολλὴ τῆς μακροθυμίας ἡ ὑπερβολή. Οὐ μόνον γὰρ οὐκ ἐδυσ‐ | |
53.356(50) | χέρανε πρὸς τὰ παρὰ τῆς Σάρας εἰρημένα, ἀλλὰ καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας ποιεῖται τὴν ἀπόκρισιν, καί φησιν· Ὑποπτεύεις με αἴτιον γεγενῆσθαι τῶν εἰς σὲ ὕβρεων, καὶ νομίζεις με ἥδεσθαι τοῖς παρὰ τῆς παιδί‐ σκης γινομένοις, ἐπειδὴ ἅπαξ ἐκοινώνησέ μοι τῆς εὐνῆς· | |
55 | μάνθανε ὅτι καὶ πρότερον, εἰ μή σοι ὑπακοῦσαι βουλό‐ μενος τοῦτο κατεδεξάμην, οὐκ ἄν ποτε ἠνεσχόμην τὴν παιδίσκην εἰς τὴν εὐνὴν ἀγαγεῖν τὴν σήν· καὶ νῦν ἵνα διὰ τῶν πραγμάτων πληροφορηθῇς, ἰδοὺ ὑπὸ τὰς χεῖράς σού ἐστι· Χρῶ αὐτῇ, ὡς ἄν σοι ἀρεστὸν ᾖ. Μὴ | |
60 | γὰρ ὑπετέμετό σού τις τὴν ἐξουσίαν; μὴ γὰρ ἀφῃρέθης αὐτῆς τὴν δεσποτείαν; Εἰ γὰρ καὶ τὴν πρὸς αὐτὴν συν‐ ουσίαν κατεδεξάμην, ἀλλ’ ἔχεις αὐτῆς τὴν ἐξουσίαν, καὶ ὑπὸ τὰς χεῖράς σού ἐστι· κόλαζε, σωφρόνιζε, ἐπιτίμα· ὃ βούλει καὶ ὡς ἀρέσκει σοι, οὕτω διαπράττου τὰ εἰς | |
65 | αὐτήν· μόνον μὴ δυσχέραινε, μόνον μὴ ἐμοὶ ἐπίγραφε | |
τὰ παρ’ αὐτῆς προπετῶς γεγενημένα. Οὐδὲ γὰρ ἀπὸ | ||
53.357 | πάθους οἰκείου κινούμενος τῆς πρὸς αὐτὴν ἠνεσχόμην συνουσίας, ἵνα καὶ προσπαθῶς ἐντεῦθεν κινούμενος ἄλο‐ γον αὐτῇ προστασίαν δῶ. Οἶδα τὴν ὀφειλομένην σοι τι‐ μήν· οὐκ ἀγνοῶ τῶν οἰκετῶν τὴν ἀγνωμοσύνην. Οὐδείς | |
5 | μοι ταύτης λόγος, οὐδεμία φροντίς· ἕν ἐστί μοι μόνον τὸ σπουδαζόμενον, τὸ σὲ ἄλυπον, ἀτάραχον, ἐν τιμῇ πά‐ σῃ καθεστάναι παντὸς ἀπηλλαγμένην λυπηροῦ. εʹ. Τοῦτο ἀληθὲς συνοικέσιον, τοῦτο ἀνὴρ, ὅταν μὴ ἀκρι‐ βολογῆται πρὸς τὰ τῆς γυναικὸς ῥήματα, ἀλλὰ τῇ ἀσθε‐ | |
10 | νείᾳ τῆς φύσεως πολλὴν νέμων τὴν συγγνώμην μίαν ποιεῖται σπουδὴν, ὥστε τὴν λύπην ἐκποδὼν ποιῆσαι, καὶ τὰ τῆς εἰρήνης καὶ τῆς ὁμονοίας συσφίγγειν. Ἀκουέ‐ τωσαν ἄνδρες, καὶ μιμείσθωσαν τοῦ δικαίου τὴν ἐπιεί‐ κειαν, καὶ τοσαύτην αἰδὼ καὶ τιμὴν ταῖς γυναιξὶν ἀπο‐ | |
15 | νεμέτωσαν, καὶ ὡς ἀσθενεστέρῳ σκεύει φειδέσθωσαν, ἵνα ὁ τῆς ὁμονοίας σύνδεσμος ἐπιτείνηται. Τοῦτο γὰρ ὁ ἀληθὴς πλοῦτος, αὕτη ἡ μεγίστη περιουσία, ὅταν ἀνὴρ μετὰ γυναικὸς μὴ διχονοῇ, ἀλλὰ καθάπερ σῶμα ἓν οὕ‐ τως ὦσι συνημμένοι· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς | |
20 | σάρκα μίαν. Οἱ τοιοῦτοι κἂν ἐν πενίᾳ ὦσι, κἂν ἐν εὐ‐ τελείᾳ, πάντων ἂν εἶεν μακαριστότεροι, ἀληθῆ ἡδονὴν καρπούμενοι, καὶ ἐν διηνεκεῖ γαλήνῃ καθεστῶτες· ὡς οἵ γε ταύτης μὴ ἀπολαύοντες, ἀλλὰ ζηλοτύπως διακεί‐ μενοι, καὶ τὸ τῆς εἰρήνης καλὸν διαφθείροντες, κἂν | |
25 | πολλῷ περιῤῥέωνται πλούτῳ, κἂν πολυτελεῖς ἔχωσι τὰς τραπέζας, κἂν ἐν περιφανείᾳ τύχωσιν ὄντες, πάντων ἐλεεινότερον ζῶσι βίον, κύματα καὶ ταραχὰς καθ’ ἑκά‐ στην ἡμέραν ἑαυτοῖς ἐπινοοῦντες, καὶ ἀλλήλους ὑπ‐ οπτεύοντες, καὶ οὐδεμίαν ἡδονὴν ἔχειν δυνάμενοι, τοῦ ἔν‐ | |
30 | δοθεν πολέμου πάντα συγχέοντος, καὶ πολλὴν ἐν αὐτοῖς τὴν ἀηδίαν ἐργαζομένου. Ἀλλ’ ἐνταῦθα οὐδὲν τοιοῦτον· ἀλλὰ διὰ τῆς οἰκείας ἐπιεικείας ὁ πατριάρχης τόν τε θυμὸν κατεμάλαξε τῆς δεσποίνης, καὶ δοὺς αὐτῇ τὴν ἐξουσίαν ἅπασαν τὴν κατὰ τῆς παιδίσκης, εἰρήνης πολ‐ | |
35 | λῆς ἐνέπλησεν ἑαυτοῦ τὴν οἰκίαν. Καὶ ἐκάκωσεν αὐ‐ τὴν, φησὶ, Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. Ἐπειδὴ γὰρ ἴσως ἐκόλασεν αὐτῆς τὴν προπέτειαν, εἰς φυγὴν ἐτράπη ἡ παιδίσκη. Τοιοῦτον γὰρ τῶν οἰκετῶν τὸ ἔθος· ἐπειδὰν μὴ ἐξῇ αὐτοῖς τῷ οἰκείῳ τρόπῳ κεχρῆ‐ | |
40 | σθαι, ἀλλ’ ἐγκόπτηται αὐτῶν τὰ τῆς ἐπιχειρήσεως, εὐθέως ἀφηνιῶσι τῶν δεσποτῶν, καὶ πρὸς φυγὴν ὁρμῶ‐ σιν. Ἀλλὰ ὅρα πάλιν ἐνταῦθα πόσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς καὶ ἡ παιδίσκη, διὰ τὴν εἰς τὸν δίκαιον τιμήν. Ἐπειδὴ γὰρ περιέφερε μεθ’ ἑαυτῆς τοῦ δικαίου τὸ | |
45 | σπέρμα, διὰ τοῦτο καὶ τῆς ὀπτασίας ἀξιοῦται τῆς παρὰ τοῦ ἀγγέλου. Εὗρε γὰρ αὐτὴν, φησὶν, ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐν τῇ ὁδῷ Σούρ. Σκόπει φιλανθρωπίαν Δεσπότου, πῶς οὐδένα πε‐ ριορᾷ, ἀλλὰ κἂν οἰκέτης ᾖ, κἂν παιδίσκη, αὐτὸς ἐν | |
53.357(50) | πᾶσι τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν, οὐ πρὸς τὴν τῶν ἀξιωμάτων ὁρῶν διαφορὰν, ἀλλὰ πρὸς τὴν τῆς ψυχῆς διάθεσιν. Ἐνταῦθα δὲ οὐ διὰ τὴν τῆς παιδίσκης ἀξίαν ὁ ἄγγελος ἐφίσταται, ἀλλὰ διὰ τὴν πρὸς τὸν δίκαιον τιμήν. Καθάπερ γὰρ ἔφθην εἰπὼν, ἐχρῆν αὐτὴν πολλῆς ἀξιω‐ | |
55 | θῆναι προνοίας, διὰ τὸ ἀξίαν γενέσθαι ὑποδέξασθαι τὸ τοῦ δικαίου σπέρμα. Καὶ εὑρὼν αὐτὴν, φησὶν, ὁ ἄγ‐ γελος εἶπεν αὐτῇ· Ἅγαρ παιδίσκη Σάρας, πόθεν ἔρχῃ, καὶ ποῦ πορεύῃ; Ὅρα πῶς καὶ τὰ παρὰ τοῦ ἀγγέλου εἰς ὑπόμνησιν αὐτὴν ἦγε τῆς οἰκείας ἀξίας. | |
60 | Ἵνα γὰρ προσεκτικωτέραν αὐτὴν ποιήσῃ, εὐθέως τὴν προσηγορίαν αὐτῆς εἰς μέσον ἤγαγε, καί φησιν, Ἅγαρ. Εἰώθαμεν γάρ πως ἐκείνοις προσέχειν μᾶλλον τοῖς ἐξ ὀνόματος ἡμᾶς καλοῦσιν. Εἶτά φησι, Παιδίσκη Σάρας· ὑπομιμνήσκει αὐτὴν τῆς δεσποίνης, ἵνα εἰδέναι ἔχῃ, ὅτι | |
65 | κἂν μυριάκις τῆς δεσποτικῆς εὐνῆς ἐκοινώνησεν, ἀλλ’ | Column end |
53.358 | ὅμως καὶ δεσπότιν ὀφείλει ἐπιγράφεσθαι τὴν Σάραν. Ὅρα τοίνυν τὸν ἄγγελον πυνθανόμενον, ἵνα εἰς ἀνάγ‐ κην αὐτὴν ἀγάγῃ τῆς ἀποκρίσεως. Πόθεν, φησὶ, νῦν εἰς τὴν ἔρημον ταύτην παραγέγονας, καὶ ποῦ τὴν | |
5 | ὁρμὴν ἔχεις; Διὰ τοῦτο καὶ εἰς αὐτὴν τὴν ἔρημον αὐτῇ γενομένῃ φαίνεται ὁ ἄγγελος, ἵνα μὴ νομίσῃ ἁπλῶς τινα τῶν παριόντων εἶναι τὸν πυθόμενον· ἐρημία γὰρ ἦν, καὶ οὐδεὶς ἕτερος παρῆν· ἵνα οὖν εἰδέναι ἔχῃ, ὅτι οὐχ ἁπλῶς ἐστιν ὁ τυχὼν ὁ πρὸς αὐτὴν διαλεγό‐ | |
10 | μενος, διὰ τοῦτο ἐν τῇ ἐρήμῳ φανεὶς πυνθάνεται αὐ‐ τῆς· Καί φησιν ἐκείνη· Ἀπὸ προσώπου Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὁρᾷς πῶς οὐκ ἀρνεῖται τὴν δεσποτείαν, ἀλλ’ ὁμολογεῖ μετὰ ἀληθείας ἅπαντα; Οὐκ ἔστι, φησὶν, ἄνθρωπος ὁ πυνθανόμενος, ἵνα δυνηθῶ | |
15 | παρακρούσασθαι. Προλαβὼν καὶ τὴν προσηγορίαν εἶπε τὴν ἐμὴν, καὶ τῆς δεσποίνης ἐμνήσθη· προσήκει τοίνυν κἀμὲ μετὰ ἀληθείας ἅπαντα εἰπεῖν. Ἀπὸ προσώπου, φησὶ, Σάρας τῆς κυρίας μου ἐγὼ ἀποδιδράσκω. Ὅρα πῶς ἀνεπαχθῶς τὴν μνήμην ἐποιήσατο. Οὐ γὰρ εἶπεν, | |
20 | ὅτι Δεινά με διέθηκεν· οὐκ εἶπεν, ὅτι Ἐκάκωσέ με, καὶ διὰ τὸ μὴ φέρειν τὴν πολλὴν ἐπάχθειαν εἰς φυγὴν ἐτρά‐ πην· οὐδὲν δυσχερὲς ἐφθέγξατο, ἀλλὰ μόνον ἑαυτῆς κατ‐ ηγόρησεν ὡς ἀποδρασάσης. Εἶδες αὐτῆς τὴν εὐγνωμο‐ σύνην; Ὅρα πάλιν τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα πρὸς | |
25 | αὐτήν· Εἶπε δὲ αὐτῇ ὁ ἄγγελος Κυρίου· Ἀποστρά‐ φηθι πρὸς τὴν κυρίαν σου, καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς. Πρὸς μὲν τὸ εἰπεῖν, Ἀπὸ προσώπου τῆς κυρίας μου ἀποδιδράσκω, φησὶν, Ἀποστράφηθι, ἐπ‐ άνελθε, μὴ ἀγνωμόνως διάκεισο περὶ τὴν τοσαῦτά σε | |
30 | εὐεργετήσασαν. Εἶτα, ἐπειδὴ ἐξ ἀλαζονείας καὶ φρονή‐ ματος ὑψηλοῦ πρὸς ὀργὴν διήγειρε τὴν ἑαυτῆς δέσποι‐ ναν, φησί· Καὶ ταπεινώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, ὑποτάττου αὐτῇ· τοῦτο γάρ σοι λυσιτελεῖ. Ἐπιγίνωσκε τὴν δουλείαν, μὴ ἀγνόει τὴν δεσποτείαν, μηδὲν | |
35 | ὑψηλὸν φρόνει, μὴ τὰ ὑπὲρ σαυτὴν φαντάζου· Ταπει‐ νώθητι ὑπὸ τὰς χεῖρας αὐτῆς, πολλὴν ἐπίδειξαι τὴν ὑποταγήν. Ἱκανῶς αὐτῆς τὴν ψυχὴν κατεμάλαξε τὰ παρὰ τοῦ ἀγγέλου εἰρημένα, κατέστειλεν αὐτῆς τὸ φρόνημα, ἐχαλίνωσεν αὐτῆς τὸν θυμὸν, πολλὴν εἰργάσατο γαλήνην | |
40 | ἐν τοῖς λογισμοῖς. ϛʹ. Εἶτα ἵνα μὴ νομίσῃ ἁπλῶς καὶ εἰκῆ τοσαύτης ἠξιῶ‐ σθαι προνοίας, ἀλλὰ μάθῃ ὅτι διὰ τὸ τοῦ δικαίου σπέρμα τοσαύτης ἀπολαύει τῆς κηδεμονίας, ὅρα πῶς αὐτὴν πα‐ ραμυθεῖται, καὶ ἀνίστησιν αὐτῆς τὴν ψυχὴν, καὶ ἀρκοῦ‐ | |
45 | σαν αὐτῇ χαρίζεται τὴν παράκλησιν διὰ τῶν ἐπαγομέ‐ νων. Καὶ εἶπεν αὐτῇ ὁ ἄγγελος Κυρίου· Πληθύνων πληθυνῶ τὸ σπέρμα σου, καὶ οὐκ ἀριθμηθήσεται ἀπὸ τοῦ πλήθους. Καὶ τοῦτό σοι, φησὶ, προλέγω ὅτι τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς μηδὲ ἀριθμῷ ὑπο‐ | |
53.358(50) | βάλλεσθαι. Μὴ τοίνυν ἀθύμει, μηδὲ κατάπιπτε, μηδὲ ταράττου τοῖς λογισμοῖς, ἀλλὰ πᾶσαν ἐπίδειξαι τὴν ὑπο‐ ταγήν. Ἰδοὺ γὰρ ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαήλ. Διὰ γὰρ τοῦτό σοι, φησὶ, καὶ τὸν τόκον προλέγω, καὶ τὸ ὄνομα ἤδη ἐπιτί‐ | |
55 | θημι τῷ παιδὶ τῷ τικτομένῳ, ἵνα πλείονα τὴν πληροφο‐ ρίαν δεξαμένη, οὕτω ποιήσῃς τὴν ἐπάνοδον, καὶ τὰ ἤδη ἐπταισμένα διορθώσῃς· Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου. Ἐντεῦθεν μανθάνωμεν ὅσον τῶν θλίψεων τὸ κέρδος, | |
60 | ὅση τῆς συμφορᾶς ἡ ὠφέλεια. Ἐπειδὴ γὰρ ἀνεχώρησε, καὶ τὰ τῆς ὀδύνης ηὐξήθη, καὶ πολλὴν ὑπέστη τῶν θλί‐ ψεων τὴν περίστασιν, ἐν μονώσει, ἐν ἐρημίᾳ, ἐν στενο‐ χωρίᾳ διάγουσα, μετὰ τὴν τοσαύτην εὐημερίαν, καὶ τὸ εἰς τὸ αὐτῇ τῇ δεσποίνῃ πρέπον ἀξίωμα ἀνενεχθῆναι, | |
65 | διὰ τοῦτο ταχείας ἀπήλαυσε τῆς ἀντιλήψεως. Ταῦτα γάρ | |
σοι ἔσται, φησὶν, ἅπερ ὑπεσχόμην, καὶ τέξῃ υἱὸν, καὶ | ||
53.359 | τὸ σπέρμα σου ἀριθμοῦ κρεῖττον ἔσται, Ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἀσχάλλωμεν, ἐπειδὰν ἀπό τινος περιστάσεως τῶν πρα‐ γμάτων ταπεινωθῶμεν. Οὐδὲν γὰρ ἡμῶν τῇ φύσει οὕτω | |
5 | συμβάλλεται, ὡς τὸ συστέλλεσθαι καὶ ταπεινοῦσθαι ἡμῶν τὸ φρόνημα, καὶ τὸ φύσημα τῆς ψυχῆς καταστέλ‐ λεσθαι. Τότε γὰρ ἡμῶν μᾶλλον ὁ Δεσπότης ἐπακούει, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ συντετριμμένης τῆς καρδίας αὐτὸν καλῶμεν, πολλὴν τὴν προσεδρίαν περὶ τὰς | |
10 | ἱκετείας ποιούμενοι. Ὅτι ἐπήκουσε, φησὶ, Κύριος τῇ ταπεινώσει σου. Εἶτα προλέγει τοῦ μέλλοντος τίκτε‐ σθαι παιδὸς τὸ ἐπιτήδευμα. Οὗτος ἔσται, φησὶν, ἄγροι‐ κος ἄνθρωπος· αἱ χεῖρες αὐτοῦ ἐπὶ πάντας, καὶ αἱ χεῖρες πάντων ἐπ’ αὐτόν· καὶ κατὰ πρόσωπον πάν‐ | |
15 | των τῶν ἀδελφῶν αὐτοῦ κατοικήσει. Προμηνύει αὐτῇ ὅτι ἀνδρεῖος ἔσται, ὅτι πολέμιος, ὅτι πρὸς τὴν τῆς γῆς ἐπιμέλειαν πολὺν τὸν πόνον ἐπιδείξεται. Εἶδες διὰ τῶν εἰς τὴν παιδίσκην γεγενημένων τὴν εἰς τὸν πατριάρχην τιμήν; Ἡ γὰρ περὶ ταύτην πρόνοια δείκνυσι τὴν εὔ‐ | |
20 | νοιαν τοῦ Δεσπότου, ἣν πρὸς τὸν δίκαιον ἐπιδείκνυται. Ταῦτα συμβουλεύσας ὁ ἄγγελος, καὶ εὐαγγελισάμενος τῇ Ἅγαρ, ἀνεχώρησεν. Ἀλλ’ ὅρα πάλιν τῆς παιδίσκης τὴν εὐγνωμοσύνην. Καὶ ἐκάλεσε, φησὶ, τὸ ὄνομα Κυ‐ ρίου τοῦ λαλοῦντος πρὸς αὐτήν· Σὺ ὁ Θεὸς, ὁ ἐπ‐ | |
25 | ιδών με· ὅτι εἶπε· Καὶ γὰρ ἐνώπιον εἶδον ὀφθέντα μοι. Ἕνεκεν τούτου ἐκάλεσε τὸ φρέαρ, Φρέαρ οὗ ἐν‐ ώτιον εἶδον, ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Βα‐ ράχ. Σκόπει πῶς καὶ αὐτὴ βούλεται διηνεκῆ τὴν μνήμην ἐναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας. Ἐκάλεσε | |
30 | γὰρ, φησὶ, τὸν τόπον, Φρέαρ οὗ ἐνώπιον εἶδον. Εἶδες τὴν παιδίσκην κατὰ μικρὸν ἐκ τῆς περιεχούσης αὐτὴν θλίψεως φιλοσοφωτέραν γινομένην, καὶ πολλὴν εὐγνωμο‐ σύνην περὶ τὴν γεγενημένην εἰς αὐτὴν εὐεργεσίαν ἐπι‐ δεικνυμένην, καὶ οἷς ἐνόμισεν ἀμειβομένην τὴν τοσαύτης | |
35 | αὐτὴν ἀξιώσασαν κηδεμονίας; Καὶ ἔτεκε, φησὶν, Ἅγαρ τῷ Ἄβραμ υἱὸν, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, ὃν ἔτεκεν αὐτῷ Ἅγαρ, Ἰσμαήλ. ζʹ. Ἐντεῦθεν μανθάνομεν ὅσον ἐστὶν ἀγαθὸν ἐπιείκεια, ὅσον ἐστὶ κέρδος καὶ ἀπὸ τῶν θλίψεων καρπώσασθαι. | |
40 | Καὶ τὴν μὲν ἐπιείκειαν, ἐξ ὧν ὁ πατριάρχης ἐπεδείξατο καταπραΰνας τῆς Σάρας τὴν ἀγανάκτησιν, καὶ τὴν ἐξου‐ σίαν τῆς παιδίσκης αὐτῇ δεδωκὼς, καὶ διὰ τούτου εἰρή‐ νης ἐμπλήσας τὴν οἰκίαν, τὸ δὲ κέρδος τῶν θλίψεων ἐκ τῶν κατὰ τὴν παιδίσκην ἔστιν ἰδεῖν. Ἐπειδὴ γὰρ κακω‐ | |
45 | θεῖσα ὑπὸ τῆς δεσποίνης ἀπέδρα, καὶ πολλὴν ὑπέμεινε τὴν ταλαιπωρίαν, καὶ μετὰ ὀδυνωμένης ψυχῆς ἐκάλεσε τὸν Δεσπότην, εὐθέως τῆς ἄνωθεν ἐπισκοπῆς ἠξιώθη. Ἵνα γὰρ μάθῃ, ὅτι διὰ τὸ ταπεινωθῆναι καὶ συσταλῆναι τῆς τοσαύτης ἀξιοῦται κηδεμονίας, φησὶν ὁ ἄγγελος πρὸς | |
53.359(50) | αὐτήν· Ἐν γαστρὶ ἔχεις, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσμαὴλ, ὅτι ἐπήκουσε Κύριος τῇ ταπεινώσει σου. Εἰδότες τοίνυν, ἀγαπητοὶ, ὅτι ἐὰν νή‐ φωμεν, αἱ θλίψεις μᾶλλον ἡμᾶς οἰκειοῦσι τῷ Δεσπότῃ, καὶ τότε δυνησόμεθα τὴν παρ’ αὐτοῦ ῥοπὴν ἐπισπάσα‐ | |
55 | σθαι, ὅταν μετὰ ὀδυνωμένης ψυχῆς καὶ θερμῶν δακρύων αὐτῷ προσίωμεν, μὴ ἀλγῶμεν ἐπὶ ταῖς θλίψεσιν, ἀλλὰ τὸ ἐκ τῶν θλίψεων κέρδος λογιζόμενοι πάντα πράως φέρω‐ μεν τὰ συμπίπτοντα, καὶ παιδευώμεθα ἐπιεικεῖς εἶναι καὶ ἥμεροι πρὸς πάντας μὲν, μάλιστα δὲ περὶ τὰς ἑαυ‐ | |
60 | τῶν γυναῖκας, καὶ πολλὴν ποιεῖσθαι σπουδὴν, ὥστε, κἂν δικαίως, κἂν ἀδίκως μέμψωνται, μὴ ἀκριβολογεῖσθαι, ἀλλ’ ἑνὸς μόνου γίνεσθαι, τοῦ τὰ τῆς λύπης αἴτια ἐκπο‐ | |
δὼν ποιεῖν, καὶ βαθεῖαν εἰρήνην κατασκευάζειν τῇ οἰκίᾳ, | Column end | |
53.360 | ἵνα καὶ ἐκείνη ἔχῃ πρὸς τὸν ἄνδρα τὴν ἐπιστροφὴν, καὶ ὁ ἀνὴρ ὡς εἰς λιμένα εἰς αὐτὴν ἔχῃ καταφεύγειν ἐκ τῶν ἔξωθεν ταραχῶν καὶ τῶν θορύβων, καὶ πᾶσαν ἐκεῖθεν εὑρίσκειν τὴν παραμυθίαν. Πρὸς βοήθειαν γὰρ ἡ γυνὴ | |
5 | ἐδόθη, ἵνα ἀρκούμενος τῇ ταύτης παρακλήσει ἀντέχειν ὁ ἀνὴρ δύνηται πρὸς τὰ ἐπιόντα αὐτῷ. Ἐὰν γὰρ ᾖ κοσμία καὶ ἐπιεικὴς, οὐ μόνον τὴν ἀπὸ τῆς κοινωνίας παραμυ‐ θίαν παρέξει τῷ ἀνδρὶ, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασι πολλὴν τὴν ἑαυτῆς χρείαν ἐπιδείξεται, πάντα αὐτῷ κοῦφα | |
10 | καὶ ῥᾴδια κατασκευάζουσα, καὶ οὐκ ἀφιεῖσα πεῖραν λα‐ βεῖν οὔτε τῶν ἔξωθεν, οὔτε μὴν τῶν κατὰ τὴν οἰκίαν τικτομένων καθ’ ἑκάστην ἡμέραν δυσχερῶν· ἀλλὰ, καθά‐ περ κυβερνήτης ἄριστος, οὕτως αὐτῷ τὸν χειμῶνα τῆς ψυχῆς διὰ τῆς οἰκείας σοφίας εἰς γαλήνην κατα‐ | |
15 | στήσει, καὶ τῇ παρ’ ἑαυτῆς συνέσει πολλὴν αὐτῷ παρ‐ έξει τὴν παραμυθίαν. Τοὺς γὰρ οὕτω συνδεδεμένους οὐ‐ δὲν λοιπὸν τῶν ἐν τῷ παρόντι βίῳ λυπῆσαι δυνήσεται, οὐδὲ τὴν ἡδονὴν αὐτῶν λυμήνασθαι. Ὅταν γὰρ ὁμόνοια ᾖ καὶ εἰρήνη καὶ σύνδεσμος ἀγάπης μετὰ γυναικὸς καὶ ἀν‐ | |
20 | δρὸς, ἐκεῖ πάντα συῤῥεῖ τὰ ἀγαθὰ, καὶ ἀνάλωτοι πάσης ἐπιβουλῆς γενήσονται, μεγάλῳ καὶ ἀχειρώτῳ τείχει τινὶ πεφραγμένοι, τοῦτ’ ἔστι, τῇ κατὰ Θεὸν ὁμονοίᾳ. Τοῦτο ἀδάμαντος αὐτοὺς ἰσχυροτέρους ἀπεργάσεται, τοῦτο σι‐ δήρου στεῤῥοτέρους καταστήσει, τοῦτο παντὸς πλούτου | |
25 | καὶ περιουσίας αὐτοῖς συμβαλεῖται πλέον, τοῦτο εἰς τὴν ἀνωτάτω περιφάνειαν αὐτοὺς ἀνάξει, τοῦτο καὶ τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν αὐτοῖς προξενήσει μετὰ πολλῆς τῆς δαψιλείας. Μὴ τοίνυν, παρακαλῶ, τούτου προτιμότερόν τι ἡγώμεθα, ἀλλὰ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, | |
30 | ὥστε γαλήνην καὶ εἰρήνην εἶναι μεταξὺ τῆς συνοική‐ σεως. Τότε γὰρ οἱ τικτόμενοι παῖδες τῇ τῶν γεγεννηκό‐ των ἀρετῇ κατακολουθήσουσι, καὶ οἱ οἰκέται τούτοις ἕψονται, καὶ πανταχόθεν τὰ τῆς οἰκίας πρὸς ἀρετὴν ἐπι‐ δώσει, καὶ πολλὴ τῶν πραγμάτων ἔσται ἡ εὐημερία. | |
35 | Ὅταν γὰρ τὰ τοῦ Θεοῦ προτιμῶμεν, τὰ ἄλλα πάντα κατὰ ῥοῦν ἥξει ἡμῖν, καὶ οὐδενὸς αἴσθησιν ληψόμεθα λυπηροῦ, τῆς τοῦ Θεοῦ ἀγαθότητος μετὰ δαψιλείας ἡμῖν ἅπαντα χορηγούσης. Ἵνα οὖν καὶ αὐτοὶ ἀλύπως κατὰ τὸν παρόντα βίον διάγωμεν, καὶ τὴν παρὰ τοῦ Δεσπότου εὔ‐ | |
40 | νοιαν ἐπὶ πλέον ἐπισπασώμεθα, ἀντεχώμεθα τῆς ἀρετῆς, τὴν ὁμόνοιαν καὶ τὴν εἰρήνην εἰς τὴν οἰκίαν εἰσάγειν σπουδάζωμεν τὴν ἑαυτῶν, τῆς τῶν τέκνων εὐκοσμίας ἐπιμελώμεθα, φροντίζωμεν τοῦ τρόπου τῶν οἰκετῶν, ἵνα ὑπὲρ ἁπάντων δαψιλεῖς τὰς ἀμοιβὰς κομισάμενοι, | |
45 | καταξιωθῶμεν καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κρά‐ τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
50t | ΟΜΙΛΙΑ ΛΘʹ. | |
51n | Ἡνίκα δὲ ἐγένετο ὁ Ἄβραμ ἐννενήκοντα ἐννέα | |
52n | ἐτῶν, ὤφθη αὐτῷ ὁ Θεός. | |
53 | αʹ. Εἴδετε, ἀγαπητοὶ, πῶς οὐδὲν ἀργὸν τῶν παρὰ τῇ θείᾳ Γραφῇ κειμένων; εἴδετε χθὲς πῶς τὸ κατὰ τὴν Ἅγαρ | |
55 | εἰς μέσον παραγαγόντες, καὶ τὴν ταύτης ἀναχώρησιν, πολλὴν ὠφέλειαν ἐκεῖθεν ἐκαρπωσάμεθα; Ἐμάθομεν γὰρ τοῦ πατριάρχου τὴν πολλὴν ἐπιείκειαν, τῆς σωφρο‐ σύνης τὴν ὑπερβολὴν, τὴν αἰδὼ, ἣν ἀπένειμε τῇ Σάρᾳ, τὴν πρὸς αὐτὴν ὁμόνοιαν πάντων ἡγούμενος προτιμο‐ | |
60 | τέραν. Εἴδομεν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, | |
ὅπως διὰ τὴν εἰς τὸν δίκαιον τιμὴν οὐ μόνον ἐπανήγαγε | ||
53.361 | τὴν Ἅγαρ κατὰ τὴν ἔρημον πλανωμένην, καὶ διὰ τὸν τῆς δεσποίνης φόβον ἀποδράσασαν, ἀλλὰ καὶ τοῦ Ἰσμαὴλ τὸν τόκον ἐχαρίσατο, πολλὴν ἐντεῦθεν τῷ δικαίῳ τὴν παραμυθίαν ἐπινοῶν, καὶ τῆς τοσαύτης ὑπομονῆς ἀπο‐ | |
5 | διδοὺς αὐτῷ τὰς ἀμοιβάς. Καὶ ἐπειδὴ ἐτέχθη ὁ Ἰσμαὴλ, βουλομένη διδάξαι ἡμᾶς ἡ θεία Γραφὴ τὸν χρόνον τοῦ πατριάρχου, καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν ἐπεσημήνατο εἰποῦσα, ὅτι Ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν ὀγδο‐ ηκονταὲξ ἦν ὁ Ἄβραμ. Ἴδωμεν δὲ λοιπὸν τὰ ἐντεῦθεν, | |
10 | ἵνα καὶ ἐκ τῶν ἑξῆς μάθωμεν πάλιν καὶ τοῦ δικαίου τὴν πολλὴν ὑπομονὴν, καὶ τοῦ Δεσπότου τὴν ἄφατον καὶ ὑπερβάλλουσαν φιλανθρωπίαν. Εἰσόμεθα δὲ μετὰ ἀκρι‐ βείας, ἐὰν πάλιν τοὺς χρόνους τῆς ζωῆς τοῦ δικαίου καταμαθεῖν δυνηθῶμεν, καὶ ὅπως ὁ ἀγαθὸς Θεὸς τὰ κατ’ | |
15 | αὐτὸν ᾠκονόμει, καθ’ ἕκαστον καιρὸν δοκιμὴν τοῦ ἰδίου θεράποντος λαμβάνων, καὶ τὸ θεοφιλὲς αὐτοῦ τῆς γνώμης ἐκκαλύπτων. Αὐτὸς μὲν γὰρ προῄδει σαφῶς τοῦ ἰδίου οἰκέτου τὴν εὐγνωμοσύνην, καὶ τῆς ψυχῆς αὐτοῦ τὸ κάλλος ἠπίστατο, καὶ τὸν μαργαρίτην ἀκριβῶς ἐγί‐ | |
20 | νωσκεν· ἀλλ’ ἐπειδὴ ἐβούλετο καὶ πᾶσι τοῖς τότε παρ‐ οῦσι κατάδηλον αὐτὸν ποιῆσαι, ἵνα καὶ εἰς τὰς μετὰ ταῦτα γενεὰς ἡ τοῦ δικαίου ἀρετὴ πρὸς ζῆλον καὶ μίμησιν ἐφέλκηται τοὺς βουλομένους, διὰ τοῦτο κατὰ μικρὸν ἐκκαλύπτει τὸν πλοῦτον τῆς τοῦ δικαίου γνώμης, | |
25 | ἵνα παιδευώμεθα καὶ ἡμεῖς μηδέποτε διαπιστεῖν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις· μηδὲ δυσχεραίνειν πρὸς τὴν ἀνα‐ βολὴν, ἀλλὰ μᾶλλον τῶν ὁρωμένων καὶ τῶν ἐν χερσὶ τοῖς μὴ βλεπομένοις θαῤῥεῖν, ἐπειδὰν ὁ πάντων Δεσπό‐ της ὑπόσχηται· καὶ εἰδέναι ὡς οὐχ οἷόν τέ ποτε δια‐ | |
30 | πεσεῖν τὰ παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα· ἀλλὰ κἂν χρόνου πολλοῦ παραδραμόντος ἐναντία ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι γένηται, μηδὲ οὕτω σαλεύεσθαι τὸν λο‐ γισμὸν, ἀλλ’ εἰδέναι τοῦ ἐπαγγειλαμένου τὸ εὐμήχανον καὶ τὴν ἄμαχον δύναμιν, καὶ ὅτι ἐπειδὰν βουληθῇ εἰς | |
35 | ἔργον ἀγαγεῖν τὰ δεδογμένα, πάντα εἴκει καὶ παρα‐ χωρεῖ. Ἐπειδὴ γὰρ Κύριός ἐστι τῆς φύσεως καὶ δη‐ μιουργὸς, δυνατὸν αὐτῷ καὶ τὰ ὑπὲρ τὴν φύσιν δωρή‐ σασθαι. Μὴ τοίνυν πρὸς τὴν οἰκείαν ἀσθένειαν ἀφορῶν‐ τες πολυπραγμονῶμεν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, | |
40 | μηδὲ πρὸς τὴν φυσικὴν ἀκολουθίαν ἀποβλέποντες σχί‐ ζωμεν τὸν λογισμὸν, ἀλλὰ καθάπερ εὐγνώμονες οἰκέται, εἰδότες τοῦ ἡμετέρου Δεσπότου τὴν ὑπερβάλλουσαν δύναμιν, πιστεύωμεν αὐτοῦ ταῖς ὑποσχέσεσιν, καὶ ἀνώτεροι γινώμεθα τῆς φυσικῆς ἀσθενείας, ἵνα καὶ τῶν | |
45 | ἐπαγγελθέντων ἐπιτευξώμεθα, καὶ τῆς παρ’ αὐτοῦ ἀπολαύσωμεν εὐνοίας, καὶ κατὰ δύναμιν ἡμετέραν τιμήσωμεν τὸν Θεόν. Μεγίστη γὰρ αὕτη τιμὴ παρ’ ἡμῶν εἰς αὐτὸν, τὸ θαῤῥεῖν αὐτοῦ τῇ δυνάμει, κἂν ἐναντία ᾖ τὰ τοῖς ὀφθαλμοῖς τῆς σαρκὸς ὁρώμενα. Καὶ | |
53.361(50) | τί θαυμάζεις, εἰ ἐπὶ Θεοῦ μεγίστη ἐστὶ τιμὴ τὸ μὴ ἀμφιβάλλειν; Καὶ ἐπὶ τῶν ὁμογενῶν, ἐπειδὰν ἡμῖν ὑπόσχωνταί τι τῶν ἐπικήρων τούτων καὶ φθαρτῶν πραγμάτων, ἂν μὴ ἀμφιβάλλωμεν, ἀλλὰ θαῤῥήσωμεν τῷ ὑποσχομένῳ, πᾶς τις αὐτῶν μεγίστην ταύτην ἡγεῖται | |
55 | τετιμῆσθαι τιμὴν, τὸ μὴ ἐνδοιάσαι δηλονότι ἡμᾶς, ἀλλὰ θαῤῥῆσαι αὐτοῦ ταῖς ὑποσχέσεσιν. Εἰ τοίνυν καὶ ἐπ’ ἀνθρώπων τοῦτό ἐστι τῶν καὶ μεταβαλλομένων πολλάκις, ἢ δι’ ἀσθένειαν μὴ δυναμένων εἰς ἔργον ἀγαγεῖν τὰ δόξαντα, πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ ὀφείλομεν αὐτοῦ | |
60 | θαῤῥεῖν τῇ ἐπαγγελίᾳ, κἂν ἐν τῷ μέσῳ πολὺς γένηται χρόνος. Ταῦτα δέ μοι νῦν οὐχ ἁπλῶς εἴρηται, ἀλλ’ ἵνα εἰδέναι ἔχωμεν, ὅταν ἔλθωμεν ἐπὶ τὴν ἀρχὴν τῶν σήμερον ἡμῖν προτεθέντων, ὅπως ὁ φιλάνθρωπος | |
Θεὸς βουλόμενος ἅπασιν ἐπίσημον ποιῆσαι τὸν πατριάρ‐ | Column end | |
53.362 | χην, ἐπὶ τοσούτων ἐτῶν ἀριθμὸν τὴν οἰκείαν ἐπιδείκνυ‐ ται μακροθυμίαν, καὶ ὁ δίκαιος οὐ δυσχεραίνει, οὐ ναρκᾷ πρὸς τὸ μῆκος, οὐκ ἀπαγορεύει, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφόμενος τὴν φιλόθεον αὑτοῦ γνώμην | |
5 | διὰ πάντων ἐπιδείκνυται. Εἰσόμεθα δὲ ἀκριβῶς ἅπασαν τοῦ πατριάρχου τὴν ἀρετὴν, ἐὰν μάθωμεν πόσος μεταξὺ διαγέγονε χρόνος. Πάντα γὰρ ἡμᾶς ταῦτα σαφῶς διδάξει ὁ μακάριος Μωϋσῆς ὑπὸ τοῦ Πνεύματος τοῦ ἁγίου ἐνηχούμενος. Τί οὖν οὗτός φησιν; Ἡνίκα ὑπήκουσε τῷ | |
10 | προστάγματι τοῦ Θεοῦ, καὶ ἀναστὰς ἀπὸ τῆς Χαῤῥὰν ἐπὶ τὴν Χαναναίαν ὥρμησεν, ἐτῶν ἦν ἑβδομηκονταπέντε. Καὶ εὐθὺς καταλαβόντι τὴν Χαναναίαν ὑπέσχετο αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ δώσειν πᾶσαν τὴν γῆν, καὶ εἰς τοσοῦτον πλῆθος ποιῆσαι ἐπιδώσειν, ὡς ἀναρίθμητον | |
15 | εἶναι, καθάπερ τὴν ἄμμον καὶ τοὺς ἀστέρας. Καὶ μετὰ τὴν ἐπαγγελίαν ταύτην πολλὰ ἐν τῷ μέσῳ συνέβη τῷ δικαίῳ, ἡ κάθοδος ἡ ἐν Αἰγύπτῳ διὰ τὸν λιμὸν, ἡ ἁρπαγὴ τῆς Σάρας, καὶ εὐθὺς ἡ παρὰ τοῦ Θεοῦ πρόνοια. Καὶ πάλιν μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον ἡ παρὰ τοῦ βα‐ | |
20 | σιλέως τῶν Γεράρων περὶ τὴν Σάραν ἐπήρεια, καὶ πα‐ ραχρῆμα ἡ παρὰ τοῦ Θεοῦ ἀντίληψις. Καὶ ταῦτα ἅπαντα ὁρῶν ὁ δίκαιος μετὰ τὴν ὑπόσχεσιν ἐκείνην αὐτῷ συμ‐ βαίνοντα, οὐκ ἐσαλεύετο τὸν λογισμὸν, οὐδὲ περιειργά‐ ζετο, τίνος ἕνεκεν ὁ τοιαύτην ἐπαγγελίαν δεξάμενος | |
25 | τοσούτοις καὶ τοιούτοις πειρασμοῖς καθ’ ἑκάστην περιπίπτει, καὶ ἐν τοσούτῳ χρόνῳ ἐν ἀπαιδίᾳ διαμένει· ἀλλὰ φιλόθεος ὢν καὶ οὐκ ἀνεχόμενος τῇ ἀσθενείᾳ τῶν οἰκείων λογισμῶν ὑποβαλεῖν τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ ἔστεργε, καὶ μεθ’ ἡδονῆς ἐδέχετο τὰ τῷ Θεῷ | |
30 | δοκοῦντα. βʹ. Καὶ μετὰ δέκατον ἐνιαυτὸν λαμβάνει τὸν Ἰσμαὴλ, τὸν ἀπὸ τῆς παιδίσκης, καὶ εἰς τοῦτον ἐνόμιζεν αὐτῷ λοιπὸν τὰ τῆς ἐπαγγελίας πεπληρῶσθαι. Ἦν γὰρ ὁ πατριάρχης, φησὶν, ἡνίκα ἐτέχθη ὁ Ἰσμαὴλ, ἐτῶν | |
35 | ὀγδοήκοντα ἕξ. Ἀλλὰ πάλιν ἑτέρων δεκατριῶν ἐτῶν ἀριθμὸν γυμνάσας ὁ φιλάνθρωπος Θεὸς τοῦ δικαίου τὴν ὑπομονὴν, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἄγει. Ἐπειδὴ γὰρ εἶδε καλῶς καθάπερ ἐν χωνευτηρίῳ διὰ τοῦ μήκους τοῦ χρόνου τὸ χρυσίον ἐκκαθαρθὲν, καὶ | |
40 | λαμπροτέραν καὶ φαιδροτέραν τοῦ δικαίου τὴν ἀρετὴν ἀναφανεῖσαν, Ἡνίκα, φησὶν, ἐγένετο Ἄβραμ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ πάλιν ὁ Θεός. Καὶ τίνος ἕνεκεν τοσοῦτον χρόνον ἐμακροθύμησεν; Οὐχ ἵνα τοῦ δικαίου μόνον τὴν ὑπομονὴν, καὶ τὴν πολλὴν ἀρετὴν | |
45 | καταμάθωμεν, ἀλλ’ ἵνα καὶ τῆς αὐτοῦ δυνάμεως τὴν ὑπερβολὴν ἴδωμεν. Ἡνίκα γὰρ ἀπηγόρευσεν ἡ φύσις, καὶ πρὸς τὴν παιδοποιίαν λοιπὸν ἄχρηστος ἦν, καταμα‐ ρανθέντων αὐτοῦ τῶν μελῶν, καὶ κατεψυγμένων ὑπὸ τοῦ γήρως, τότε καὶ τοῦ δικαίου τὴν ἀρετὴν ἐκκαλύπτων, | |
53.362(50) | καὶ τὴν οἰκείαν δεικνὺς δύναμιν, τὰ τῆς ἐπαγγελίας εἰς ἔργον ἄγει. Ἀλλ’ ἀναγκαῖον ἀκοῦσαι καὶ αὐτῶν τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων. Γενομένῳ, φησὶν, αὐτῷ ἐτῶν ἐννενηκονταεννέα, ὤφθη αὐτῷ ὁ Θεὸς, καὶ εἶπεν αὐτῷ. Ὅταν δὲ ἀκούσῃς, Ὤφθη, μηδὲν | |
55 | ταπεινὸν ὑπόπτευε, μηδὲ νομίσῃς ὀφθαλμοῖς σαρκὸς ὁρᾶσθαι τὴν θείαν ἐκείνην καὶ ἄφθαρτον δύναμιν, ἀλλ’ εὐσεβῶς ἅπαντα νόει. Ὤφθη οὖν αὐτῷ ὁ Θεὸς, ἀντὶ τοῦ, τῆς παρ’ αὐτοῦ δηλονότι ἐπισκέψεως αὐτὸν ἠξίωσε, καὶ ἄξιον αὐτὸν ἡγησάμενος τῆς παρ’ ἑαυτοῦ προνοίας, | |
60 | πολλῇ κεχρημένος τῇ συγκαταβάσει, καὶ διαλέγεται, καί φησιν· Ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐναντίον μου, καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου, καὶ πλη‐ | |
θυνῶ σε σφόδρα. Καὶ ἔπεσεν Ἄβραμ ἐπὶ πρόσωπον | ||
53.363 | αὐτοῦ. Πολλὴ τοῦ δικαίου ἡ εὐγνωμοσύνη, ὑπερβάλ‐ λουσα τοῦ ἀγαθοῦ Θεοῦ ἡ περὶ αὐτὸν φιλανθρωπία. Ἐγὼ γάρ εἰμι, φησὶν, ὁ Θεός σου· μονονουχὶ λέγων· Ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ διαφόρως οἰκονο‐ | |
5 | μήσας ἐγώ εἰμι, ὁ ἀναστήσας σε οἴκοθεν καὶ ἐνταῦθα ἀγαγὼν ἐγώ εἰμι, ὁ καθ’ ἕκαστον καιρὸν ὑπέρμαχός σοι γινόμενος, καὶ τῶν ἐπιβουλευόντων σε ἀνώτερον πεποιη‐ κὼς ἐγώ εἰμι· καὶ οὐκ εἶπεν, Ἐγώ εἰμι ὁ Θεὸς, ἀλλ’, Ἐγώ εἰμι ὁ Θεός σου. Ὅρα τὴν πολλὴν ἀγαθότητα, | |
10 | πῶς καὶ διὰ τῆς προσθήκης ταύτης τὸ φίλτρον τὸ περὶ τὸν δίκαιον ἐπιδείκνυται. Ὁ γὰρ τῆς οἰκουμένης ἁπάσης Θεὸς, ὁ τῶν ὅλων δημιουργὸς, ὁ οὐρανοῦ καὶ γῆς ποιητής φησιν, Ἐγώ εἰμι ὁ Θεός σου. Μέγας ὁ ὄγκος τῆς τιμῆς τῆς εἰς τὸν δίκαιον. Οὕτω καὶ τοῖς | |
15 | προφήταις ἔθος λαλεῖν. Ὥσπερ γὰρ αὐτὸς νῦν κοινὸς ὢν ἁπάντων Δεσπότης, ἀπὸ τοῦ δούλου καλεῖσθαι κατα‐ δέχεται, καὶ εὑρήσομεν αὐτὸν μετὰ ταῦτα λέγοντα, Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ· οὕτω καὶ οἱ προφῆται εἰώθασι λέγειν, Ὁ Θεὸς ὁ Θεός | |
20 | μου, οὐ περικλείοντες αὐτοῦ εἰς ἑαυτοὺς τὴν δεσποτείαν, ἀλλὰ καὶ αὐτοὶ τὸν πόθον ἀκάθεκτον ἐνδεικνύμενοι. Ἀλλὰ τὸ μὲν ἀνθρώπους τοῦτο ποιεῖν οὐδὲν θαυμαστόν· ὅταν δὲ αὐτὸς ἐπ’ ἀνθρώπων τοῦτο ποιῇ, τοῦτό ἐστι τὸ καινὸν καὶ παράδοξον. Ἀλλὰ μὴ θαυμάζωμεν, ἀγαπητοὶ, ἀλλ’ | |
25 | ἀκούωμεν τοῦ προφήτου λέγοντος, Κρεῖσσον εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι· καὶ πάλιν τοῦ μακαρίου Παύλου λέγοντος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κα‐ κουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Οὕτως ὁ | |
30 | μὲν προφήτης μυρίων παρανόμων τὸν ἕνα τὸν ποιοῦντα τὸ θέλημα Κυρίου κρείττονα ἀπέφηνεν· ὁ δὲ μακάριος Παῦλος, ὁ τῆς οἰκουμένης διδάσκαλος, μνημονεύσας τῶν δικαίων ἁπάντων τῶν ἐν θλίψεσι, τῶν ἐν στενοχωρίᾳ διαγόντων, φησὶν, Ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Πάντα | |
35 | τὸν κόσμον εἰπὼν, τούτους τοὺς ἐλαυνομένους, τοὺς θλιβομένους ἀντέστησεν, ἵνα μάθῃς, ὅσον τῆς ἀρε‐ τῆς τὸ μέγεθος. Διὰ τοῦτο καὶ ὁ τῶν ἁπάντων δη‐ μιουργός φησι πρὸς τὸν πατριάρχην· Ἐγώ εἰμι ὁ Θεός σου, εὐαρέστει ἐναντίον ἐμοῦ, καὶ γίνου ἄμεμ‐ | |
40 | πτος. Οὐδὲ γὰρ περιόψομαι τῆς τοσαύτης σου ἀρετῆς τοὺς ἱδρῶτας, ἀλλὰ Θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ πληθυνῶ σε σφόδρα. Οὐχ ἁπλῶς εἰς πλῆθος ἐπιδιδόναι παρασκευάσω, ἀλλὰ καὶ Σφόδρα, τὴν πολλὴν ἐπίτασιν δηλῶν· καὶ ὅπερ ἀνω‐ | |
45 | τέρω ἔλεγεν εἰπὼν, Ὡς τὴν ἄμμον καὶ τοὺς ἀστέρας, τοῦτο ἐνταῦθα διὰ τοῦ Σφόδρα ἐδήλωσεν. Ἀλλ’ ὁ εὐ‐ γνώμων καὶ φιλόθεος οἰκέτης ὁρῶν τοῦ Θεοῦ τὴν τοσ‐ αύτην συγκατάβασιν καὶ τὴν περὶ τὸν αὑτοῦ θερά‐ ποντα κηδεμονίαν, καταπλαγεὶς, καὶ εἰς ἔννοιαν | |
53.363(50) | ἐλθὼν τῆς τε οἰκείας φύσεως, τῆς τε τοῦ Θεοῦ ἀγα‐ θότητος, καὶ τῆς ἀπείρου δυνάμεως, Ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ, δεικνὺς διὰ τοῦ σχήματος τὴν οἰκείαν εὐγνωμοσύνην. Οὐ μόνον γὰρ οὐκ ἀπενοήθη, οὐδὲ μέγα ἐφρόνησεν ἐπὶ τῇ εὐνοίᾳ τῇ εἰς αὐτὸν γεγενη‐ | |
55 | μένῃ, ἀλλὰ καὶ πολλῷ μᾶλλον συνεστάλη. Καὶ ἔπεσε, φησὶν, ἐπὶ πρόσωπον. Τοιοῦτον γὰρ ἡ εὐγνώμων ψυχή· ἐπειδὰν πλείονος ἀπολαύσῃ τῆς παῤῥησίας, τότε μᾶλλον | |
πολλὴν ἐπιδείκνυται τὴν περὶ τὸν Θεὸν εὐλάβειαν· | Column end | |
53.364 | Ἔπεσε γὰρ, φησὶν, ἐπὶ πρόσωπον αὐτοῦ. Καὶ ἐπειδὴ μετὰ τὴν τοσαύτην παῤῥησίαν εἰς ἑαυτὸν ὁρῶν ὁ δίκαιος καὶ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, οὐδὲ ἀνανεῦ‐ σαι ἐτόλμα, ἀλλὰ κάτω κύπτων πολλὴν ἐπεδείκνυτο τὴν | |
5 | εὐλάβειαν· ὅρα πάλιν τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον φιλοτιμίαν. Ἐλάλησε γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς λέ‐ γων· Ἰδοὺ ἐγὼ καὶ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἄβραμ, ἀλλ’ ἔσται τὸ ὄνομά σου | |
10 | Ἀβραάμ· ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε, καὶ αὐξανῶ σε· καὶ θήσω σε εἰς ἔθνος, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. γʹ. Σκόπησον, ἀγαπητὲ, πῶς προλέγει τῷ δικαίῳ καὶ νῦν ἅπαντα σαφῶς, καὶ ἵνα πλείονα αὐτῷ τὴν πληροφορίαν | |
15 | ποιήσῃ, καὶ τοῦ στοιχείου τὴν προσθήκην τῇ προσηγορίᾳ αὐτοῦ ἐναποτίθεται, καί φησιν· Ἔσῃ πατὴρ πλήθους ἐθνῶν. Οὐ κληθήσεται γὰρ τὸ ὄνομά σου Ἄβραμ, ἀλλὰ Ἀβραὰμ, ἐπειδὴ πατέρα πολλῶν ἐθνῶν τέθει‐ κά σε. Ὥσπερ γὰρ τὸ πρότερον ὄνομα τὴν ἀπὸ τοῦ πέ‐ | |
20 | ραν ἐνταῦθα ἐπάνοδον ἐσήμαινεν (Ἄβραμ γὰρ περάτης ἑρμηνεύεται κατὰ τὴν Ἑβραίων γλῶτταν· καὶ τοῦτο ἴσασιν, ὅσοι τῆς γλώττης ἐκείνης εἰσὶν ἔμπειροι), ἐπεὶ οὖν ἔμελλεν ἀπὸ τοῦ πέραν εἰς τὴν Χαναναίαν ἔρχεσθαι, διὰ τοῦτο οἱ γονεῖς αὐτῷ τὸ ὄνομα ἐπιτιθέασιν. Ἀλλ’ | |
25 | ἴσως εἴποι τις ἄν· Καὶ εἰ ἄπιστοι ἐτύγχανον οἱ τοῦτον γε‐ γεννηκότες, πόθεν αὐτοῖς ἡ πρόγνωσις αὕτη, ὥστε τῇ προσηγορίᾳ ἐναποθέσθαι τὸ μέλλον μετὰ πολὺν ἔσεσθαι χρόνον; Καὶ τοῦτο τῆς τοῦ Θεοῦ εὐμηχάνου σοφίας, τὸ καὶ διὰ τῶν ἀπίστων πολλάκις τοιαῦτα οἰκονομεῖν· καὶ | |
30 | πολλὰ τοιαῦτα εὑρήσομεν καὶ ἐφ’ ἑτέρων γεγενημένα. Εὐθέως γὰρ ἐπεισέρχεται ἡμῖν καὶ ἡ τοῦ Νῶε προσηγο‐ ρία. Οὐδὲ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε καὶ τούτῳ τὴν προσηγορίαν ἐπέθηκαν οἱ γονεῖς, ἀλλὰ προμηνύοντες τὸν μετὰ πεντακόσια ἔτη μέλλοντα γενήσεσθαι κατακλυ‐ | |
35 | σμόν. Ὅτι γὰρ καὶ ὁ τούτου πατὴρ οὐ διὰ τὸ ἐνάρετος εἶναι ταύτην τὴν προσηγορίαν ἐπέθηκε τῷ παιδὶ, ἄκουε τῆς Γραφῆς σαφῶς λεγούσης, ὅτι Νῶε μόνος εὑ‐ ρέθη δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ. Οὐκ ἂν παρ‐ εσιώπησεν ἡ Γραφὴ, οὐδὲ εἶπε, Νῶε δίκαιος μόνος ἦν, | |
40 | εἰ καὶ Λάμεχ ὁ τούτου πατὴρ ζηλωτὴς ἦν τῆς τοῦ δι‐ καίου ἀρετῆς. Μέλλων τοίνυν τὴν προσηγορίαν ἐπιτιθέ‐ ναι τῷ παιδὶ, φησί· Καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ Νῶε· οὗτος διαναπαύσει ἡμᾶς ἀπὸ τῶν ἔργων ἡμῶν, καὶ τῶν λυπηρῶν τῶν χειρῶν ἡμῶν, καὶ ἀπὸ τῆς | |
45 | γῆς, ἧς κατηράσατο Κύριος ὁ Θεός. Πόθεν, εἰπέ μοι, ἐκείνῳ ἡ γνῶσις τῶν μελλόντων γίνεσθαι μετὰ τοσαύτας γενεάς; Κληθήσεται γὰρ, φησὶ, Νῶε· οὗτος γὰρ δι‐ αναπαύσει ἡμᾶς. Τὸ, Νῶε, τῇ Ἑβραίων διαλέκτῳ ἀνά‐ παυσις λέγεται. Ἐπεὶ οὖν οὗτος ἔμελλε, τοῦ ναυαγίου | |
53.364(50) | ἐκείνου καταλαμβάνοντος τὴν οἰκουμένην, μόνος διασώ‐ ζεσθαι, καὶ τῇ μετὰ ταῦτα γενεᾷ ἀρχήν τινα παρασχεῖν τῆς συστάσεως, διὰ τοῦτό φησιν, Οὗτος διαναπαύσει ἡμᾶς, ἀνάπαυσιν τὸν κατακλυσμὸν καλῶν. Καθάπερ γὰρ κεκμηκυῖαν τὴν γῆν πᾶσαν ἐκ τῆς τῶν ἐνοικούν‐ | |
55 | των πονηρίας, καὶ πολλὴν τὴν λύμην δεχομένην ἐλθὼν ὁ κατακλυσμὸς διὰ τῆς τῶν ὑδάτων φορᾶς, καὶ στήσας τῶν μοχθηρῶν ἀνδρῶν ἐκείνων τὴν πονηρίαν, τήν τε γῆν ἐξεκάθηρεν ἀκάθαρτον γεγενημένην διὰ τὴν τῶν ἐν‐ οικούντων μοχθηρίαν, κἀκείνους διὰ τῆς τιμωρίας ἀν‐ | |
60 | έπαυσε. Θάνατος γὰρ, φησὶ, ἀνδρὶ ἀνάπαυσις. Εἶδες ὅπως καὶ διὰ ἀπίστων πολλάκις τὰ μέλλοντα προμηνύε‐ | |
σθαι παρασκευάζει; Τὸν αὐτὸν δὴ τρόπον καὶ τῷ πατρι‐ | ||
53.365 | άρχῃ τὸ ὄνομα οἱ γονεῖς ἐτίθεσαν, ἐξ ἀρχῆς καὶ ἐκ προ‐ οιμίων δηλοῦντες, ὅτι μετανάστης ἔσται, καὶ περάσας τὸν ποταμὸν ἐπὶ τὴν ἀλλοτρίαν ἥξει. Ἐπεὶ τοίνυν, φησὶ, τὸ μὲν παρὰ τῶν γονέων ἐπιτεθὲν ὄνομα ἐκεῖνό σοι | |
5 | προεμήνυε τὸ ἐκ τῶν ἐκεῖσε ἐνταῦθα διαπεράσαι, δέχου καὶ τὴν τοῦ στοιχείου προσθήκην, ἵνα μάθῃς ὅτι τοῦτό σοι μηνύει, ὅτι πολλῶν ἐθνῶν ἔσῃ πατήρ. Καὶ ὅρα τὴν ἀκρίβειαν τῶν ῥημάτων. Οὐκ εἶπε, Πάντων τῶν ἐθνῶν, ἀλλὰ, Πολλῶν ἐθνῶν. Ἐπειδὴ γὰρ ἦν ἔθνη καὶ ἕτερα, | |
10 | ἅπερ ἔμελλεν ἐκεῖθεν ἐξεῶσθαι, ἵνα τοῦ δικαίου τὸ σπέρ‐ μα δέξηται τὴν κληρονομίαν, διὰ τοῦτό φησι· Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. Εἰδώς σου τῆς ἀρετῆς τὸ μέγεθος, πολλῶν ἐθνῶν διδάσκαλόν σε ἀπεργάσομαι, καὶ αὐξανῶ σε καὶ πληθυνῶ σε σφόδρα, σφόδρα· καὶ | |
15 | θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσον‐ ται. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα. Ἂν γὰρ ἐννοήσωμεν τοῦ πατριάρχου τὴν ἡλικίαν, καὶ ὅτι ἐν ἐσχάτῳ γήρᾳ ταῦτα ἤκουσεν, ἐκπλαγησόμεθα τήν τε τοῦ δικαίου πίστιν, καὶ φιλανθρώπου Θεοῦ τὴν ὑπερ‐ | |
20 | βάλλουσαν δύναμιν, ὅτι ἐξ ἀνθρώπου λοιπὸν νεκρωθέν‐ τος, ὡς εἰπεῖν, καὶ τὰ μέλη διαλελυμένου, καὶ καθ’ ἑκάστην ἡμέραν τὴν τελευτὴν φανταζομένου, ἐπὶ τοσοῦτον αὐξάνεσθαι τὸ σπέρμα ἐσήμανεν, ὡς καὶ εἰς ἔθνη πολλὰ γενήσεσθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ βασιλεῖς, | |
25 | φησὶν, ἐκ σοῦ ἐξελεύσονται. Εἶδες ἐπίτασιν ἐπαγγε‐ λίας; Αὐξανῶ σε, φησὶ, σφόδρα, σφόδρα. Οὐχ ἁπλῶς τὸν διπλασιασμὸν ἐπέθηκεν, ἀλλ’ ἵνα σημάνῃ τῷ δικαίῳ τοῦ πλήθους τὴν ὑπερβολήν. Ἐπειδὴ γὰρ διὰ τῆς τοῦ στοιχείου προσθήκης, καθάπερ ἐν στήλῃ τινὶ, ἀνεξάλει‐ | |
30 | πτον αὐτῷ τῆς ὑποσχέσεως τὴν ἐπαγγελίαν ἐπέγραψε, πάλιν φησί· Καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεός. Οὐ μόνον περὶ σὲ, φησὶ, πολλὴν ἐπιδείξομαι τὴν | |
35 | κηδεμονίαν, ἀλλὰ καὶ εἰς τὸ σπέρμα τὸ σὸν, καὶ μετὰ τὴν σὴν ἔξοδον. Ὅρα πῶς ἀνακτᾶται τοῦ δικαίου τὴν ψυχὴν ὑπισχνούμενος αὐτῷ, ὅτι καὶ τῷ σπέρματι αὐτοῦ πολλὴν παρέξει τὴν πρόνοιαν. Καὶ τίς ἡ δύναμις τῆς διαθήκης; Ὥστε εἶναί σου Θεὸς, φησὶ, καὶ τοῦ | |
40 | σπέρματός σου μετὰ σέ. Τοῦτο γάρ σοι ἔσται τὸ κε‐ φάλαιον τῶν ἀγαθῶν, σοί τε καὶ τῷ σπέρματί σου. Καὶ δώσω σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναὰν, εἰς κατάσχε‐ σιν αἰώνιον· καὶ Θεὸς ἔσομαι αὐτῶν. Διὰ τὴν σὴν | |
45 | ἀρετὴν καὶ οἱ ἔκγονοι οἱ σοὶ ἀπολαύσουσι τῆς ἐμῆς προ‐ νοίας, καὶ δώσω αὐτοῖς εἰς κατάσχεσιν αἰώνιον τὴν γῆν Χαναὰν, Καὶ ἔσομαι αὐτῶν Θεός. Τί ἐστι, Καὶ ἔσο‐ μαι αὐτῶν Θεός; Ἀντὶ τοῦ, Πολλὴν ἐπιδείξομαι τὴν κηδεμονίαν, πολλὴν τὴν πρόνοιαν, ἐν ἅπασιν αὐτοῖς τὴν | |
53.365(50) | παρ’ ἐμοῦ συμμαχίαν παρέξομαι· μόνον Σὺ τὴν διαθή‐ κην μου διατήρησον, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς αὐτῶν. Οὐδὲν ἕτερον παρ’ ὑμῶν ἐπιζητῶ, ἢ τὴν ὑπακοὴν καὶ τὴν εὐγνωμοσύνην, κἀγὼ πάντα ἅπερ ὑπεσχόμην εἰς ἔργον ἄξω. | |
55 | δʹ. Εἶτα λοιπὸν βουλόμενος ἰδιοποιήσασθαι τοὺς ἐξ αὐτοῦ τικτομένους, καὶ οἰκεῖον ἑαυτοῦ τὸν λαὸν ἀπεργάσασθαι, καὶ ἵνα λοιπὸν τὸ πλῆθος ἐκτεινόμενον μὴ συνανα‐ μιγνύηται τοῖς ἔθνεσιν ἐκείνοις, ὧν τὴν γῆν ἔμελλον κληρονομεῖν, ἄλλως δὲ καὶ ἐπειδὴ μετὰ ταῦτα ἔμελλον | |
60 | κατὰ τὴν αὐτοῦ πρόῤῥησιν ὑπομένειν τὴν ἐν Αἰγύπτῳ | |
δουλείαν, ἵνα μὴ καὶ ἐν αὐτῇ γενόμενοι συναναφυρῶσι τοῖς | Column end | |
53.366 | ἔθνεσι τοῖς ἐν Αἰγύπτῳ, σημείου χάριν τὴν περιτομὴν τῷ δικαίῳ διατάττεται, καί φησιν· Αὕτη ἡ διαθήκη, ἣν διατηρήσεις ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν, καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετὰ σὲ εἰς τὰς γενεὰς | |
5 | αὐτῶν. Περιτμηθήσεται ὑμῶν πᾶν ἀρσενικόν. Περι‐ τμηθήσεσθε τὴν σάρκα τῆς ἀκροβυστίας ὑμῶν. Εἶτα ἵνα διδάξῃ κἀκείνους καὶ πάντας ἡμᾶς, τίνος ἕνεκεν τοῦτο ἐπέταξε, καὶ ὅτι οὐδενὸς ἑτέρου χάριν τοῦτο βού‐ λεται γίνεσθαι, ἀλλ’ ἢ ὥστε ἐπίσημον εἶναι τὸν λαὸν τὸν | |
10 | αὐτῷ ἀνακείμενον, φησὶ, Καὶ ἔσται ἐν σημείῳ διαθή‐ κης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν. Καὶ λοιπὸν καὶ τὸν καιρὸν διατάττεται, καθ’ ὃν προσήκει τοῦτο γίνεσθαι. Παιδίον γὰρ, φησὶν, ὀκτὼ ἡμερῶν περιτμηθήσεται ὑμῖν, καὶ ὁ οἰκογενὴς, καὶ ὁ ἀργυρώνητος, καὶ πάντες | |
15 | ἁπαξαπλῶς, ὡς εἰπεῖν, οἱ συνόντες ὑμῖν τὸ σημεῖον τοῦτο δέξονται. Καὶ ὅστις οὐ περιτμηθήσεται τῇ ἡμέ‐ ρᾳ τῇ διατεταγμένῃ, ἐξολοθρευθήσεται, ὅτι τὴν διαθή‐ κην μου διεσκέδασεν· ὅτι παρέβη, φησὶ, τὸ προσταχθέν. Ὅρα σοφίαν Δεσπότου, πῶς εἰδὼς τῶν μελλόντων | |
20 | ἔσεσθαι τὸ ἀτελὲς τῆς γνώμης, καθάπερ χαλινόν τινα ἐπιτιθεὶς, οὕτω τὸ σημεῖον τοῦτο τῆς περιτο‐ μῆς ἔδωκε, τὴν ὁρμὴν αὐτῶν τὴν ἀκάθεκτον ἐκκόπτων, ὥστε μὴ τοῖς ἔθνεσι συναναμίγνυσθαι. Ἐπειδὴ γὰρ ᾔδει αὐτῶν τὸ λάγνον, καὶ ὅτι οὐκ ἀνέξονται, κἂν ὦσι μυριά‐ | |
25 | κις ἐνηχούμενοι, ἀποσχέσθαι τῆς ἀλόγου ὁρμῆς, διὰ τοῦτο διηνεκῆ ὑπόμνησιν αὐτοῖς διδοὺς, καθάπερ δεσμῷ τινι περιέβαλε τῷ σημείῳ τῆς περιτομῆς, ὅρους αὐτοῖς καὶ κανόνας διδοὺς μὴ περαιτέρω προβαίνειν, ἀλλὰ μέχρι τοῦ οἰκείου ἔθνους ἵστασθαι, καὶ μηδεμίαν ἐπιμιξίαν ποιεῖ‐ | |
30 | σθαι πρὸς τούτους, ἀλλὰ τοῦ πατριάρχου τὸ σπέρμα διασώζειν ἀμιγὲς, ἵν’ οὕτω καὶ τὰ τῆς ἐπαγγελίας εἰς αὐτοὺς ἐκβῆναι δυνηθῇ. Καὶ καθάπερ τις ἀνὴρ σώφρων καὶ ἐπιεικὴς παιδίσκην ἔχων ἀκόλαστον, ὅρους αὐτῇ καὶ κανόνας τίθησι, μηδέποτε ἔξω φαίνεσθαι τῶν προθύρων | |
35 | τῆς οἰκίας, μηδὲ τοῖς παριοῦσι φαίνεσθαι, ἀλλὰ πολλάκις καὶ τοῖς ποσὶ δεσμὰ περιτίθησιν, ἵν’ οὕτω περιγενέσθαι δυνηθῇ τῆς πολλῆς ἀκολασίας· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρωπος Δεσπότης, καθάπερ δεσμὰ ποσὶν, οὕτω τὸ σημεῖον τῆς περιτομῆς τῇ σαρκὶ ἐναπέθετο, ἵνα οἴ‐ | |
40 | κοθεν ἔχοντες ὑπόμνησιν, μηκέτι μηδὲ τῆς παρ’ ἑτέρων δέωνται διδασκαλίας. Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι καὶ παρὰ καιρὸν νῦν τὴν περιτομὴν φυλάσσειν βούλονται, καὶ παιδικὴν ἐπιδείκνυνται γνώμην. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, νῦν περιτέμνεσθαι βούλονται; | |
45 | Τότε μὲν γὰρ, ἵνα μὴ τοῖς παρανόμοις ἐκείνοις ἔθνεσι συναναφυρῶσι, τοῦτο ἐπετάγησαν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν πάντων πρὸς τὴν ἀλήθειαν τοῦ φωτὸς χειραγωγηθέντων, ποῖον τῆς περιτομῆς ὄφελος; Μὴ γὰρ πρὸς τὴν τῆς ψυχῆς ἐλευθερίαν τι συμβάλλεται ἡ | |
53.366(50) | τῆς σαρκὸς ἀπόθεσις; Οὐκ ἤκουσαν σαφῶς τοῦ Θεοῦ λέγοντος, Καὶ ἔσται ἐν σημείῳ διαθήκης, μονονουχὶ δεικνύντος, ὅτι διὰ τὴν πολλὴν αὐτῶν ἀγνωμοσύ‐ νην τοῦ σημείου ἐδεήθησαν; Οὕτω γὰρ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πολλάκις γίνεται πραγμάτων. Ἐπειδὰν | |
55 | μὴ θαῤῥῶμέν τισι, σημεῖον ἐνεχύρου χάριν λαμβάνειν παρ’ αὐτῶν σπουδάζομεν· οὕτω καὶ ὁ τῶν ὅλων Θεὸς εἰδὼς αὐτῶν τῆς γνώμης τὴν εὐκολίαν, τὸ σημεῖον τοῦτο παρ’ αὐτῶν ἀπαιτῆσαι κατεδέξατο, οὐχ ἵνα διηνεκῶς μένῃ τὸ σημεῖον τοῦτο, ἀλλ’ ἵνα τῶν τότε τέλος λαμβα‐ | |
60 | νόντων καὶ ἡ τοῦ σημείου χρεία περιαιρεθῇ. Ὥσπερ γὰρ | |
ὅταν σημεῖόν τινες ἀπαιτῶσι, καὶ ἐνέχυρον βούλωνται | ||
53.367 | λαμβάνειν, ἐπειδὰν τοῦ πράγματος ἡ ὑπόθεσις τέλος λάβῃ, καὶ τὸ σημεῖον λοιπὸν αἴρεται· οὕτω δὴ καὶ ἐν‐ ταῦθα, ἐπειδὴ διὰ τὸ καταφανῆ γίνεσθαι τὸν λαὸν τοῦ πατριάρχου τὸ σημεῖον τοῦτο παρ’ ὑμῶν εἰσηνέχθη, | |
5 | ἐχρῆν, τῶν ἐθνῶν ἐκείνων δι’ οὓς τὸ σημεῖον ἐδέξασθε, τῶν μὲν ἄρδην ἀφανισθέντων, τῶν δὲ μετ’ ἐκείνους τῷ τῆς ἀληθείας φωτὶ προσδραμόντων, μηκέτι τὸν ἔλεγχον τῆς οἰκείας ἀγνωμοσύνης περιφέρειν, ἀλλ’ ἀπαλλάττε‐ σθαι, καὶ εἰς τὴν προτέραν εὐγένειαν ἀνατρέχειν. Ἐν‐ | |
10 | νόησον γάρ μοι, ὅτι ὁ θαυμάσιος ἐκεῖνος, ὁ πατριάρχης λέγω, πρὶν ἢ τῆς περιτομῆς δέξασθαι τὴν ἐντολὴν (ἐν‐ νενήκοντα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, ἡνίκα τοῦτο ἐπετάτ‐ τετο), καὶ εὐάρεστος τῷ Θεῷ γέγονε, καὶ μυριάκις ἀνεκηρύχθη παρὰ τοῦ Δεσπότου. Καὶ ἐπειδὴ λοιπὸν εἰς | |
15 | ἔργον ἔμελλεν ἐκβαίνειν τὰ τῆς ἐπαγγελίας, καὶ τίκτε‐ σθαι ἔμελλεν ὁ Ἰσαὰκ, καὶ αὐξάνεσθαι τὸ γένος, καὶ ὁ πατριάρχης δὲ μεθίστασθαι τῆς ζωῆς, τότε δέχεται τὴν ἐντολὴν τῆς περιτομῆς, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ περιτέ‐ μνεται, ἵνα τοῖς ἑξῆς ἅπασι νόμος τις καὶ κανὼν γίνηται | |
20 | τὰ παρὰ τοῦ πατριάρχου γεγενημένα. εʹ. Καὶ ἵνα μάθητε ἀκριβῶς, ἀγαπητοὶ, ὅτι οὐδὲν τοῦτο πρὸς τὴν τῆς ψυχῆς ἀρετὴν λυσιτελεῖ, ἐξ αὐτῶν τῶν γινομένων συνιδεῖν δυνατόν. Τί γάρ φησιν, Ὀκτὼ ἡμε‐ ρῶν παιδίον περιτμηθήσεται; Τὸν δὲ χρόνον οἶμαι | |
25 | τοῦτον ὡρίσθαι παρὰ τοῦ φιλανθρώπου Θεοῦ δύο τούτων ἕνεκεν· ἑνὸς μὲν, ἵνα ἐν τῇ ἀώρῳ ἡλικίᾳ κουφότερον ἐνεγκεῖν τὸν πόνον δυνηθῇ τῆς περιτομῆς τῆς σαρκός· δευτέρου δὲ, ἵνα δι’ αὐτῶν τῶν ἔργων παιδευθῶσιν ὡς οὐκ εἰς ψυχήν τι συντελεῖ τὸ γινόμενον, ἀλλὰ σημείου | |
30 | χάριν τοῦτο γίνεται. Τὸ γὰρ ἄωρον παιδίον, τὸ μὴ γι‐ νῶσκον τὰ γινόμενα, μηδὲ αἴσθησίν τινα ἔχον, ποίαν ὠφέλειαν εἰς τὴν ψυχὴν ἐκ τούτου δέξασθαι δυνήσεται; Ἐκεῖνα γάρ ἐστι τῆς ψυχῆς ἰδικῶς κατορθώματα, τὰ ἐκ προαιρέσεως γινόμενα. Ψυχῆς γάρ ἐστι κατόρθωμα | |
35 | τὸ ἀρετὴν ἑλέσθαι, καὶ κακίαν φυγεῖν· ψυχῆς κατόρ‐ θωμα, τὸ μὴ τῶν πλειόνων μόνον μὴ ἐφίεσθαι, ἀλλὰ καὶ τὰ ὄντα προέσθαι τοῖς δεομένοις· ψυχῆς κατόρθωμα, τὸ μὴ τοῖς παροῦσι προστετηκέναι, ἀλλὰ τούτων μὲν ὑπερορᾷν τὰ μέλλοντα δὲ καθ’ ἑκάστην ἡμέραν φαντά‐ | |
40 | ζεσθαι. Τὸ δὲ σημεῖον ἐπὶ τῆς σαρκὸς δέξασθαι, ποῖον ἂν εἴη κατόρθωμα; Ἀλλ’ οἱ ἀγνώμονες καὶ ἀναίσθητοι Ἰουδαῖοι, τῆς ἀληθείας φανείσης, ἔτι τῇ σκιᾷ παρακα‐ θήμενοι, καὶ τοῦ ἡλίου τῆς δικαιοσύνης λάμψαντος, καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς πανταχοῦ ἀφιέντος, ἔτι τῷ λυ‐ | |
45 | χνιαίῳ φωτὶ προσηλωμένοι, καὶ μετὰ τὸν καιρὸν τῆς στερεᾶς τροφῆς ἔτι τῷ γάλακτι τρεφόμενοι, οὐδὲ τοῦ μακαρίου Παύλου ἀκούειν ἀνέχονται βοῶντος καὶ λέγον‐ τος περὶ τοῦ πατριάρχου· Καὶ σημεῖον ἔλαβε περιτο‐ μὴν, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν | |
53.367(50) | ἀκροβυστίᾳ. Ὅρα πῶς ἀμφότερα ἡμᾶς ἐνταῦθα ἐδίδαξε, καὶ ὅτι σημείου χάριν τὴν περιτομὴν ἐδέξατο, καὶ ὅτι ἡνίκα ἀκρόβυστος ἦν, τὴν δικαιοσύνην τὴν ἐκ τῆς πί‐ στεως ἐπεδείξατο. Ἵνα γὰρ μὴ ἀναισχυντῇ ὁ Ἰουδαῖος καὶ λέγῃ, ὅτι Οὐχὶ ἡ περιτομὴ τὴν δικαιοσύνην αὐτῷ | |
55 | προεξένησε; διὰ τοῦτο ὁ μακάριος οὗτος ὁ παρὰ τοὺς πόδας Γαμαλιὴλ μαθητευθεὶς, ὁ κατὰ ἀκρίβειαν τὸν νό‐ μον παιδευθείς φησι· Μὴ νομίσητε, ὦ ἀναίσχυντοι Ἰου‐ δαῖοι, ὅτι ἡ περιτομή τι εἰς δικαιοσύνην αὐτῷ συνετέ‐ | |
λεσε· καὶ γὰρ ἐν τῷ καιρῷ τῆς ἀκροβυστίας τὴν πίστιν | Column end | |
53.368 | ἐπιδειξάμενος, ἤκουσεν· Ἐπίστευσε δὲ Ἀβραὰμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Γενόμενος οὖν ἐν τῇ δικαιοσύνῃ διὰ τὴν εἰς τὸν Θεὸν πίστιν, τότε δέχεται σημείου χάριν τὴν περιτομήν· καὶ πρῶτον καὶ | |
5 | τῷ ὀνόματι αὐτοῦ τὸ στοιχεῖον ἐπιτίθησι, καὶ μετὰ ταῦτα τὴν περιτομὴν ἐπιτάττει, ἵνα δείξῃ ὅτι διὰ τὴν πολλὴν ἀρετὴν λοιπὸν τὸν δίκαιον ᾠκειώσατο, καὶ δι’ ἐκεῖνον καὶ τοὺς ἐξ αὐτοῦ ἐσομένους. Καὶ καθάπερ τις οἰκέτην κτησάμενος, πολλάκις καὶ τὸ ὄνομα αὐτοῦ | |
10 | μετατίθησι καὶ τὸ σχῆμα, καὶ πάντα ποιεῖ ὥστε κατάδη‐ λον αὐτὸν ποιῆσαι, ἵνα διὰ πάντων κηρύττῃ τὴν δεσπο‐ τείαν· οὕτω δὴ καὶ ὁ τῶν ὅλων Θεὸς, ὥσπερ αὐτὸν χω‐ ρίσαι λοιπὸν τῶν ἄλλων ἀνθρώπων βουλόμενος, διὰ μὲν τῆς προσθήκης τοῦ στοιχείου, ὅτι πολλῶν ἐθνῶν πατὴρ | |
15 | ἔσται ἐμήνυσε· διὰ δὲ τῆς περιτομῆς, ὅτι ἐξαίρετος ἔσται αὐτοῦ λαὸς, καὶ τῶν λοιπῶν ἐθνῶν κεχωρισμένον ἐξ αὐ‐ τοῦ μέλλον τίκτεσθαι σπέρμα. Ἀλλ’ εἰ καὶ ἐκεῖνοι διὰ τὴν οἰκείαν πώρωσιν ἔτι τὴν περιτομὴν τῆς σαρκὸς φυ‐ λάττειν βούλονται, οὐκ ἀκούοντες Παύλου λέγοντος· Ἐὰν | |
20 | γὰρ περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει (διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης, ἵνα ταῦτα πάντα ἀνέλῃ, καὶ διὰ τοῦτο πάντα τὸν νόμον ἐπλήρωσεν, ἵνα στήσῃ λοιπὸν τοῦ νόμου τὴν παρατήρησιν· διὰ τοῦτο ἐβόα ὁ μακάριος Παῦλος· Οἵτινες ἐν νόμῳ δικαιοῦσθε, | |
25 | τῆς χάριτος ἐξεπέσατε)· ἀλλ’ ἡμεῖς πειθώμεθα τῷ μα‐ καρίῳ Παύλῳ, καὶ τὴν ἀχειροποίητον περιτομὴν κατα‐ δεχώμεθα. Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρκὸς, ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ. Εἶτα διδάσκων | |
30 | ἡμᾶς ἀκριβέστερον τί ἐστιν ἡ τοιαύτη περιτομὴ, ἐπ‐ ήγαγε· Συνταφέντες αὐτῷ ἐν τῷ βαπτίσματι. Καθάπερ γὰρ ἐκείνους τὸ τῆς περιτομῆς σημεῖον ἐχώριζε τῶν λοιπῶν ἐθνῶν, καὶ ἐδείκνυ τὴν οἰκείωσιν αὐτῶν τὴν πρὸς τὸν Θεόν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐφ’ ἡμῶν ἡ διὰ τοῦ | |
35 | βαπτίσματος περιτομὴ τὸν χωρισμὸν ἀκριβέστερον καθ‐ ίστησι, καὶ τὴν διαίρεσιν τῶν πιστῶν καὶ τῶν οὐ τοιού‐ των. Ἐν ᾧ γὰρ, φησὶ, περιετμήθητε περιτομῇ ἀχει‐ ροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τῶν ἁμαρτιῶν τῆς σαρ‐ κός. Ὅπερ γὰρ ἐκεῖ ἐργάζεται ἡ περιτομὴ εἰς τὴν τῆς | |
40 | σαρκὸς ἀπόθεσιν, τοῦτο ἐνταῦθα τὸ βάπτισμα εἰς τὴν τῶν ἁμαρτημάτων ἀπόθεσιν. Ἀπεκδυσάμενοι γὰρ ἅπαξ τὰς τῆς σαρκὸς ἁμαρτίας, καὶ καθαρὸν τὸ ἔνδυμα δεξάμενοι, μένωμεν, ἀγαπητοὶ, ἐπὶ τῆς καθαρότητος, καὶ τῶν πα‐ θῶν τῆς σαρκὸς ἀνώτεροι γενόμενοι, τῆς ἀρετῆς ἐπιλα‐ | |
45 | βώμεθα. Καὶ οἱ ἐν τῇ χάριτι τὸν ἐν τῷ νόμῳ, μᾶλλον δὲ καὶ πρὸ τοῦ νόμου, ζηλώσωμεν, ἵνα κατ’ ἴχνος ἐκείνου τὴν ἑαυτῶν ζωὴν οἰκονομήσαντες, καταξιωθῶμεν εἰς τοὺς ἐκείνου κόλπους καταντῆσαι, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν | |
53.368(50) | Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶ‐ νας τῶν αἰώνων. Ἀμήν. | |
53t | ΟΜΙΛΙΑ Μʹ. | |
54n | Καὶ εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ | |
55n | κληθήσεται Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα | |
56n | αὐτῆς. | |
57 | αʹ. Φέρε τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ὑμῖν παρα‐ θῶμεν, καὶ τέλος ἐπιθῶμεν σήμερον τῷ λόγῳ, μᾶλλον δὲ τῇ εὐλογίᾳ καὶ τῇ ὑποσχέσει, ἣν ὁ τῶν ὅλων Θεὸς ἐποιή‐ | |
60 | σατο πρὸς τὸν πατριάρχην. Ἀλλὰ λείψανα τραπέζης ἀκούων, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς· οὔτε γὰρ οἷα τὰ | |
τῶν ἐδεσμάτων λείψανα, τοιαῦτά εἰσι καὶ τὰ πνευμα‐ | ||
53.369 | τικά. Ἐκεῖνα μὲν γὰρ ἕωλα γινόμενα οὐ τὴν αὐτὴν παρ‐ έχει ἡδονὴν τοῖς ἑστιωμένοις· εἰ δὲ καὶ μίαν καὶ δευ‐ τέραν ἡμέραν καταλειφθείη, ἄχρηστα λοιπὸν πάντη γί‐ νεται· ταῦτα δὲ τὰ λείψανα οὐ μίαν καὶ δευτέραν ἡμέ‐ | |
5 | ραν, ἀλλὰ κἂν διηνεκεῖ τῷ αἰῶνι καταλείπηται, τὴν ἴσην ὠφέλειαν παρέχεται, καὶ τὴν ἡδονὴν οὐκ ἀπόλλυσι· θεῖα γάρ ἐστι καὶ πνευματικὰ, καὶ οὐδεμίαν ὑπὸ τοῦ χρόνου βλάβην ὑφίσταται, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν νεαρὰν δείκνυσι τὴν χάριν, καὶ πολλῆς ἐμπίπλησι τῆς εὐφροσύ‐ | |
10 | νης τοὺς ἀπολαύειν τούτων βουλομένους. Ἐπεὶ οὖν τοιαύτη τούτων τῶν λειψάνων ἡ δύναμις, φέρε, μετὰ προθυμίας καὶ ὑμεῖς τῆς ἀπὸ τούτων ἀπολαύσεως ἐμφο‐ ρήθητε, καὶ ἡμεῖς θαῤῥοῦντες αὐτῶν τῇ δυνάμει παρα‐ θῶμεν αὐτὰ τῇ ὑμετέρᾳ ἀγάπῃ. Ἀλλ’ ἵνα δόξῃ σαφέστε‐ | |
15 | ρος ὑμῖν γίνεσθαι ὁ λόγος, ἀναγκαῖον τοῦ τέλους τῶν χθὲς εἰρημένων ὑπομνησθῆναι, ἵν’ οὕτω τῆς ἀκολουθίας ἐπιλαβόμενοι, τῆς διδασκαλίας ἁψώμεθα. Τὴν περὶ τῆς περιτομῆς ἐντολὴν εἰς μέσον παραγαγόντες, καὶ ὅτι εἶ‐ πεν ὁ Θεὸς τῷ πατριάρχῃ, Περιτμηθήσεται ὑμῶν πᾶν | |
20 | ἀρσενικὸν, καὶ ἔσται ἐν σημείῳ διαθήκης ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν· καὶ παιδίον ὀκτὼ ἡμερῶν περιτμη‐ θήσεται· καὶ ὃς οὐ περιτμηθήσεται, ἐξολοθρευθήσε‐ ται ἡ ψυχὴ ἐκείνη, ὅτι τὴν διαθήκην μου διεσκέδα‐ σεν· ἐνταῦθα εἰς τὸν τῆς περιτομῆς λόγον τὴν διδασκα‐ | |
25 | λίαν κατελύσαμεν· καὶ ἵνα μὴ τῷ πλήθει τῶν λεγομέ‐ νων καταχώσωμεν ὑμῶν τὴν διάνοιαν, περαιτέρω προελ‐ θεῖν οὐκ ἠνεσχόμεθα. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶν ἡμῖν τὸ σπουδαζόμενον, τὸ πολλὰ εἰπεῖν καὶ ἀναχωρῆσαι, ἀλλὰ συμμετρεῖν βουλόμεθα τῇ δυνάμει τῇ ὑμετέρᾳ τοῦ λόγου | |
30 | τὴν διδασκαλίαν, ἵνα καρπωσάμενοί τι ἐκ τῆς τῶν λεγο‐ μένων ὠφελείας, οὕτως οἴκαδε πάντες ἀναχωρήσητε. Φέρε οὖν τὰ λειπόμενα προσθῶμεν τοῖς εἰρημένοις, καὶ ἴδωμεν μετὰ τὴν τῆς περιτομῆς ἐντολὴν, τί προσθεὶς ὁ φιλάνθρωπος Θεὸς διαλέγεται τῷ πατριάρχῃ. Καὶ εἶπε, | |
35 | φησὶν, ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κλη‐ θήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Ὥσπερ σοὶ, φησὶ, τὸ στοιχεῖον προσ‐ θεὶς ἐμήνυσα, ὅτι πατὴρ ἔσῃ πολλῶν ἐθνῶν, οὕτω καὶ τῇ Σάρᾳ ὁμοίως προστίθημι τὸ στοιχεῖον, ἵνα μάθῃς ὅτι | |
40 | νῦν ὁ καιρὸς ἥκει τοῦ εἰς ἔργον ἐλθεῖν τὰ πάλαι παρ’ ἐμοῦ ἐπαγγελθέντα. Ἔσται γὰρ, φησὶ, τὸ ὄνομα αὐτῆς Σάῤῥα. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Διὰ τοῦτο | |
45 | προλαβὼν τοῦ στοιχείου τὴν προσθήκην ἐποιησάμην, ἵνα μάθῃς ὅτι πάντως ἔσται τὰ παρ’ ἐμοῦ λεγόμενα. Μηδὲ πρὸς τὴν ἀσθένειαν τῆς φύσεως ἀφορῶν καταπέσῃς· ἀλλὰ πρὸς τὸ μέγεθος τῆς δυνάμεως τῆς ἐμῆς ἀποβλέ‐ πων, θάρσησον τοῖς παρ’ ἐμοῦ λεγομένοις. Εὐλογήσω | |
53.369(50) | γὰρ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνη, καὶ βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Ὑπὲρ φύσιν ἀνθρωπί‐ νην τὰ ἐπαγγελθέντα, καὶ ὅμοιον ἦν ὡς ἂν εἰ ὑπέσχετο ἀπὸ λίθων ἀνθρώπους ποιῆσαι. Οὐδὲν γὰρ λίθων ἦσαν | |
55 | διενηνοχότες, ὅσον πρὸς τὸ τεκεῖν, καὶ ὁ πατριάρχης ὑπὸ τοῦ γήρως λοιπὸν ἀνενέργητος ὢν, καὶ πρὸς παιδο‐ ποιίαν ἄχρηστος, καὶ ἡ Σάῤῥα μετὰ τῆς στειρώσεως ἔχουσα καὶ τὴν ἀπὸ τῆς ἡλικίας καὶ τοῦ γήρως προσθή‐ κην. Ἀλλ’ ὁ δίκαιος ταῦτα ἀκούων καὶ νομίζων τὴν πά‐ | |
60 | λαι γεγενημένην παρὰ τοῦ Θεοῦ ἐπαγγελίαν ἐκβεβηκέ‐ ναι εἰς τὸν Ἰσμαήλ· ἐπειδὴ γὰρ εἶπε, Σοὶ καὶ τῷ σπέρ‐ | |
ματί σου δώσω τὴν γῆν ταύτην, οὐ διέκρινε δὲ ὅτι περὶ | Column end | |
53.370 | τοῦ ἀπὸ τῆς Σάῤῥας τικτομένου φησὶ, ἐλογίζετο καθ’ ἑαυτὸν ὅτι τὰ τῆς ὑποσχέσεως ἐκβέβηκε· νυνὶ δὲ ἀκούων Κυρίου τοῦ Θεοῦ λέγοντος, ὅτι Εὐλογήσω τὴν Σάῤῥαν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογήσω αὐτὸν, | |
5 | καὶ ἔσται εἰς ἔθνη· καὶ πάλιν, Ἐξ ἐκείνου βασιλεῖς ἐθνῶν ἐξελεύσονται· οὐκ ἔχων ὅ τι εἴπῃ (οὔτε γὰρ ἀπιστεῖν ἠδύνατο τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις, φιλό‐ θεος ὢν), καὶ πρὸς τὴν ἡλικίαν ὁρῶν τὴν ἑαυτοῦ, καὶ πρὸς τὴν τῆς Σάῤῥας στείρωσιν τὴν μέχρις ἐκείνης ἡλι‐ | |
10 | κίας γεγενημένην, ἐν ἀμηχανίᾳ γεγονὼς, καὶ καταπλα‐ γεὶς τοῦ Θεοῦ τὴν ὑπόσχεσιν, Ἔπεσε, φησὶν, ἐπὶ πρόσ‐ ωπον, καὶ ἐγέλασεν. βʹ. Εἶδε τὴν ὑπερβολὴν τῆς ὑποσχέσεως, καὶ τῆς δυνά‐ μεως τοῦ ἐπαγγειλαμένου τὸ μέγεθος ἐννοήσας, Ἔπεσεν | |
15 | ἐπὶ πρόσωπον, καὶ ἐγέλασεν, ἀντὶ τοῦ, περιχαρὴς ἐγένετο· καὶ κατὰ τοὺς τῆς διανοίας λογισμοὺς ἐνενόει, πῶς ἂν κατὰ ἀνθρωπίνην ἀκολουθίαν τοῦτο γένοιτό ποτε, καὶ εἰ τῷ ἑκατονταέτει παιδίον γενήσεται, καὶ εἰ ἡ στεῖρα, καὶ μέχρις ἐννενήκοντα ἐτῶν ἄγονος διαμείνασα, ἐξαί‐ | |
20 | φνης δυνήσεται πρὸς τεκνογονίαν διεγερθῆναι. Καὶ ταῦτα κατὰ τὴν διάνοιαν λογισάμενος, οὐκ ἐτόλμησέ τι τοιοῦ‐ τον διὰ τῆς γλώττης προενεγκεῖν, ἀλλὰ δεικνὺς ἑαυτοῦ τὴν εὐγνωμοσύνην, παράκλησιν προσάγει περὶ τοῦ Ἰσμαὴλ, μονονουχὶ λέγων· Δέσποτα, ἀρκούντως με παρ‐ | |
25 | εμυθήσω, καὶ τὴν ἐκ τῆς ἀπαιδίας ἀθυμίαν τῇ δόσει τοῦ Ἰσμαὴλ εἰς εὐφροσύνην μετέβαλες. Οὐδὲ γὰρ, τούτου τεχθέντος, λοιπὸν κἂν ἐν διανοίᾳ ἔλαβον ἢ ἐνενόησά ποτε, ὅτι ἐκ τῆς Σάῤῥας ἔσται μοι παῖς, ἀλλ’ οὐδὲ αὐτὴ τοῦτο προσεδόκησε· διὸ καὶ τὴν Ἄγαρ μοι παρέδωκεν, ἀπ‐ | |
30 | αγορεύσασα τὰ καθ’ ἑαυτήν. Ἱκανὴν τοίνυν ἀμφότεροι τὴν παραμυθίαν ἐσχήκαμεν τεχθέντος τοῦ Ἰσμαήλ. Οὗ‐ τος οὖν ὁ παρὰ σοῦ δοθεὶς ἡμῖν ζήτω ἐναντίον σου, καὶ ἀρκοῦσαν ἕξομεν τὴν παράκλησιν, καὶ τὸ γῆρας τὸ ἡμέ‐ τερον ἡ τούτου ζωὴ παραμυθήσεται. Τί οὖν ὁ φιλάνθρω‐ | |
35 | πος Δεσπότης; Ἐπειδὴ ἱκανῶς καὶ τοῦ δικαίου τῆς γνώ‐ μης τὸ φιλόθεον διὰ τῆς τοῦ χρόνου παρατάσεως ἐβασά‐ νισε, καὶ τῆς Σάῤῥας τὴν πίστιν, καὶ εἶδεν ἀμφοτέρους ἀπαγορεύσαντας, καὶ τὸν μὲν διὰ τὸ γῆρας, τὴν δὲ μετὰ τῆς ἡλικίας καὶ διὰ τὴν στείρωσιν, φησί· Νῦν ἐπειδὴ | |
40 | πάντη ὑμῖν ἀδύνατον τοῦτο εἶναι φαίνεται· διὰ γὰρ τοῦτο κἀγὼ τὴν τοσαύτην μακροθυμίαν ἐπεδειξάμην, ἵνα δείξω ὅτι ὑπὲρ φύσιν ἀνθρωπίνην ἐστὶν ἡ δωρεὰ ἡ παρ’ ἐμοῦ παρεχομένη, καὶ ἵνα καὶ ὑμεῖς καὶ οἱ ἄλλοι πάντες δι’ αὐτῶν μάθωσι τῶν πραγμάτων, ὅτι καὶ τῆς φύσεώς | |
45 | εἰμι Δεσπότης, καὶ πρὸς ὃ βούλομαι αὐτὴ ὑπακούει, καὶ εἴκει τοῖς ἐμοῖς ἐπιτάγμασιν. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος αὐτὴν παρήγαγον, πολλῷ μᾶλλον αὐτὴν γενομένην τὴν φύσιν καὶ χωλεύουσαν διορθῶσαι δυνήσομαι. Ἵνα τοίνυν θαῤῥεῖν ἔχῃς, ἄκουε καὶ διεγέρθητι, καὶ τοὺς ἐν τῇ δια‐ | |
53.370(50) | νοίᾳ λογισμούς σου κινηθέντας παρωσάμενος, δέχου ἱκα‐ νὴν πληροφορίαν ἐκ τῶν παρ’ ἐμοῦ λεγομένων. Ἰδοὺ γὰρ Σάῤῥα ἡ γυνή σου, ἣν νομίζεις διά τε τὴν στείρω‐ σιν, διά τε τὸ γῆρας ἀδύνατον λοιπὸν τεκεῖν, αὕτη τέ‐ ξεταί σοι υἱόν. Καὶ ἵνα μηδὲ ἀμφιβάλλειν ἔχῃς, ἰδού σοι | |
55 | καὶ τὴν προσηγορίαν τοῦ τικτομένου προμηνύω. Τὸν γὰρ τικτόμενον καλέσεις Ἰσαάκ. Πρὸς γὰρ ἐκεῖνον στήσω τὴν διαθήκην μου εἰς διαθήκην αἰώνιον, καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν. Οὗτος γάρ ἐστιν, ὃν ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων σοι ὑπεσχόμην, καὶ εἰς τοῦτον | |
60 | τὰ τῆς ἐπαγγελίας τῆς ἐμῆς πληρωθήσεται. Διὸ καὶ | |
πάντα σοι προλέγω, οὐχ ὅτι τέξεται μόνον, ἀλλὰ καὶ | ||
53.371 | ὅπως αὐτὸν καλέσεις, καὶ ὅτι πρὸς αὐτὸν τὴν διαθήκην μου θήσομαι, καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ τῷ σπέρματι αὐτοῦ μετ’ αὐτόν. Εἶτα ὁ φιλότιμος ἀεὶ ταῖς δωρεαῖς, καὶ τὰς αἰτήσεις ἡμῶν ἐκ πολλοῦ τοῦ περιόντος ὑπερ‐ | |
5 | βαλλόμενος, ἐπειδὴ διανέστησε τοῦ δικαίου τὸ φρόνημα, καὶ σχεδὸν εἰπεῖν, δι’ ὧν ὑπέσχετο νέον ἐκ γέροντος τὸν πρεσβύτην εἰργάσατο, καὶ τὸν νεκρὸν, ὡς εἰπεῖν, ὄντα διὰ τῶν ῥημάτων ἐζωογόνησεν, ἐπιδαψιλευόμενος ταῖς εὐεργεσίαις φησί· Καὶ ταῦτα ἅπερ ὑπεσχόμην εἰς ἔργον | |
10 | ἄξω, καὶ μετὰ τούτου καὶ τὴν περὶ τὸν Ἰσμαὴλ παρά‐ κλησιν δεξάμενος. Ἐπήκουσα γάρ σου τῆς δεήσεως, Καὶ εὐλόγηκα αὐτόν. Αὐξήσω αὐτὸν καὶ πληθυνῶ αὐτὸν σφόδρα, σφόδρα. Δώδεκα ἔθνη γεννήσει, καὶ δώσω αὐτὸν εἰς ἔθνος μέγα. Ἐπειδὴ γὰρ, φησὶ, σὸν | |
15 | σπέρμα ἐστὶν, οὕτως αὐτὸν αὐξήσω, καὶ πληθυνῶ σφό‐ δρα, ὡς δώδεκα ἔθνη ἐξ αὐτοῦ διαδοθῆναι. Τὰ μέντοι τῆς διαθήκης τῆς ἐμῆς στήσω πρὸς Ἰσαὰκ, ὃν τέξεταί σοι Σάῤῥα εἰς τὸν καιρὸν τοῦτον, ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ. Ὅρα μοι ἐνταῦθα, ἀγαπητὲ, ὅπως ἐν μιᾷ και‐ | |
20 | ροῦ ῥοπῇ ὁ δίκαιος παντὸς τοῦ χρόνου τὰς ἀμοιβὰς ἐκομί‐ σατο, καὶ ἐπληροῦτο ἐκεῖνο τὸ παρὰ τοῦ Χριστοῦ τοῖς μαθηταῖς εἰρημένον, ὅτι Ὅστις ἂν καταλίπῃ πατέρα ἢ μητέρα, ἢ οἰκίαν ἢ ἀδελφοὺς διὰ τὸ ὄνομά μου, καὶ ἐνταῦθα ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν | |
25 | αἰώνιον κληρονομήσει. Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ἐπειδὴ ἑτοίμως ὑπήκουσε τῷ προστάγματι τοῦ Δεσπότου, καὶ καταλιπὼν τὴν οἰκείαν πατρίδα προ‐ ετίμησε τὴν ἀλλοτρίαν τῆς ἐνεγκούσης, ὅπως κατὰ μι‐ κρὸν πολλὴν τὴν ὑπομονὴν ἐπιδειξάμενος, καὶ εἰς ἄκραν | |
30 | ἀρετῆς κορυφὴν ἀνελθὼν, οὕτω περίβλεπτος γέγονε καὶ περιφανὴς, ὡς τῷ πλήθει τῶν ἄστρων τοὺς ἐξ αὐτοῦ τεχθέντας παρισωθῆναι. Τάχα εἴ τις εὐγνω‐ μόνως βουληθείη συνιδεῖν, οὐ μόνον εἰσὶν ἑκατον‐ ταπλασίονα, ἃ ὁ δίκαιος οὗτος ἐκομίσατο ἐνταῦθα, | |
35 | ἀλλὰ καὶ μυριοπλασίονα. Εἰ δὲ ἐνταῦθα τοσούτων ἠξιώ‐ θη, τίς ἂν λόγος παραστῆσαι δυνήσεται τῆς ἐκεῖ ἀπολαύσεως τὴν λῆξιν; Μᾶλλον δὲ, ὡς οἷόν τε, καὶ τοῦτο ὁ λόγος δεῖξαι δυνήσεται. Ὅταν γὰρ ἀκούσῃς, ὅτι πάντες οἱ δίκαιοι ἐξ ἐκείνου μέχρι νῦν, καὶ μέχρι τῆς συντελείας | |
40 | αὐτῆς, εὐχῆς ἔργον ποιοῦνται εἰς τοὺς κόλπους τοῦ πα‐ τριάρχου καταντῆσαι, ποίαν ἑτέραν μείζονα ταύτης τι‐ μὴν παραστῆσαι δυνήσῃ; Εἶδες οἷόν ἐστιν ὑπομονὴ, ὅσον ἐστὶν ἀρετὴ, ὅσον ἐστὶ τὸ εἶναι φιλόθεον, καὶ πολλὴν εὐ‐ γνωμοσύνην ἐπιδείκνυσθαι περὶ τὰς τοῦ Δεσπότου εὐερ‐ | |
45 | γεσίας; Ἐπειδὴ γὰρ κατὰ καιρὸν τὰ παρ’ ἑαυτοῦ εἰσ‐ έφερεν, εὐχαρίστως πάντα δεχόμενος, καὶ τὰ χρηστὰ καὶ τὰ ἐναντία, διὰ τοῦτο ὁ φιλάνθρωπος Θεὸς τελευταῖον ἁπάντων τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ ὅπερ μάλιστα ὁ δίκαιος ἐπεθύμει, τοῦτο αὐτῷ ἐχαρίσατο. Σκόπει γὰρ | |
53.371(50) | πῶς ἐν εἰκοσιτέσσαρσιν ἔτεσιν ἐβασάνιζε τοῦ δικαίου τὴν ἀρετήν. Ἡνίκα γὰρ ἐξῆλθεν ἀπὸ τῆς Χαῤῥὰν ὑπακού‐ σας τῷ τοῦ Δεσπότου προστάγματι, ἑβδομήκοντα πέντε ἦν ἐτῶν, φησί· νυνὶ δὲ, ὅτε ταῦτα ἤκουσεν, ἑκατοστοῦ λοιπὸν ἦν ἔτους ἐπιβάς. | |
55 | γʹ. Ταῦτα ἀκούοντες, ἀγαπητοὶ, παιδευώμεθα πολλὴν τὴν ὑπομονὴν ἐπιδείκνυσθαι, καὶ μηδέποτε ἀλύειν, μηδὲ ναρ‐ κᾷν πρὸς τοὺς τῆς ἀρετῆς ἱδρῶτας, ἀλλ’ εἰδέναι ὅτι φι‐ λότιμος ὢν καὶ μεγαλόδωρος ὁ Δεσπότης ὁ ἡμέτερος, ἀντὶ μικρῶν πόνων μεγάλας ἡμῖν ἀποδίδωσι τὰς ἀμοιβὰς, καὶ | |
60 | οὐ μόνον ἐν τῷ μέλλοντι τὰ ἀθάνατα ἀγαθὰ ταμιευόμε‐ νος, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον παραμυθούμενος ἡμῶν τῆς φύσεως τὴν ἀσθένειαν, πολλὰς φιλοτιμεῖται | |
τὰς δωρεάς. Ἐπεὶ καὶ ὁ πατριάρχης οὗτος οὐκ ὀλίγα ἐν | Column end | |
53.372 | τῷ μεταξὺ χρόνῳ ὑπέμεινε τὰ λυπηρὰ, εἰ καὶ ὅτι ἑκά‐ στοτε ἀνεμίγνυτο τοῖς λυπηροῖς καὶ τὰ χρηστά. Κηδόμε‐ νος γὰρ ἡμῶν τῆς ἀσθενείας ὁ τῶν ὅλων Θεὸς, οὔτε ἀεὶ τοῖς λυπηροῖς ἀφίησιν ἡμᾶς ἐναπομένειν, ἵνα μὴ ἐλέγχη‐ | |
5 | ται ἡμῶν ἡ ἀσθένεια, ἀλλὰ ταχεῖαν καὶ αὐτὸς παρέχει τὴν ἀντίληψιν, ῥωννὺς ἡμῶν τὴν προθυμίαν, καὶ τὸν λο‐ γισμὸν διεγείρων· οὕτω ἀεὶ ἐν ἀνέσει εἶναι καταλιμπά‐ νει, ἵνα μὴ ῥᾳθυμότεροι γενόμενοι, πρὸς τὴν κακίαν αὐτο‐ μολήσωμεν. Ἡ γὰρ φύσις ἡ ἀνθρωπεία, ἐπειδὰν πολλῆς | |
10 | ἀνέσεως ἐπιλάβηται, ἐπιλανθάνεται τῆς εὐγενείας, καὶ οὐχ ἵσταται ἐπὶ τῶν οἰκείων ὅρων· δι’ ὃ καθάπερ πατὴρ φιλόστοργος, ποτὲ μὲν ἡμᾶς ἀνίησι, ποτὲ δὲ σωφρονίζει, ἵν’ οὕτως ἡμῶν μεθοδεύσῃ τῆς ψυχῆς τὴν ὑγίειαν. Ἐπεὶ καὶ ἰατρὸς, ἐπειδὰν ἄῤῥωστον θεραπεύῃ, οὔτε ἀεὶ κατα‐ | |
15 | τείνει τῇ ἀσιτίᾳ, οὔτε ἀεὶ ἀδεῶς ἀπολαύειν ἐπιτρέπει τῆς τραπέζης, ἵνα μὴ ἡ ἀδδηφαγία πυρετὸν τεκοῦσα ἐκτείνῃ τὴν ἀῤῥωστίαν, μηδὲ τῇ ἀσιτίᾳ ἀεὶ κατατείνων ἀσθενέ‐ στερον ἐργάσηται· ἀλλὰ καταστοχαζόμενος τῆς δυνάμεως, καὶ ἐπιμελῶς τῇ τέχνῃ κεχρημένος, οὕτω τὰ παρ’ ἑαυ‐ | |
20 | τοῦ παρατάττεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ φιλάνθρω‐ πος Θεὸς εἰδὼς τὸ ἑκάστῳ ἡμῶν συμφέρον, ποτὲ μὲν ἀνέσεως ἡμᾶς ἀπολαύειν συγχωρεῖ, ποτὲ δὲ καὶ γυμνα‐ σίας ἕνεκεν περασμοῖς περιβάλλει. Εἴτε γὰρ ἐνάρε‐ τοί τινες εἶεν, διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς λαμπρό‐ | |
25 | τεροι δεικνύμενοι, πλείονα τὴν ἄνωθεν εὐμένειαν ἐπι‐ σπάσονται· εἴτε καθ’ ἡμᾶς ἁμαρτωλοὶ τυγχάνοιεν, εὐχα‐ ρίστως δεχόμενοι τῶν πειρασμῶν τὴν ἐπαγωγὴν, τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποθήσονται φορτίον, καὶ πολλῆς καὶ αὐτοὶ συγγνώμης ἀπολαύσουσι. Δι’ ὃ, παρακαλῶ, εἰδότες | |
30 | τὸ εὐμήχανον καὶ σοφὸν τοῦ ἰατροῦ τῶν ψυχῶν τῶν ἡμε‐ τέρων, μηδέποτε περιεργαζώμεθα αὐτοῦ τὰς οἰκονομίας. Κἂν γὰρ ἡ διάνοια ἡ ἡμετέρα ταῦτα καταλαμβάνειν μὴ δύνηται, ταύτῃ μᾶλλον ἐκπληττώμεθα τοῦ Θεοῦ τὰς οἰ‐ κονομίας, καὶ δοξάζωμεν αὐτὸν ὑπὲρ ἁπάντων, ὅτι τοιοῦ‐ | |
35 | τον ἔχομεν Δεσπότην, οὗ μηδὲ χωρῆσαι δύναται ἡ διά‐ νοια ἡ ἡμετέρα καὶ ὁ τῆς ἀνθρωπίνης φύσεως λογισμὸς τὰς οἰκονομίας. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ συμφέ‐ ρον ἡμῖν, ὡς αὐτὸς ἐπίσταται· οὐχ οὕτως ἡμεῖς κηδόμε‐ θα ἑαυτῶν, ὡς αὐτὸς κήδεται ἡμῶν τῆς σωτηρίας, καὶ | |
40 | πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε πρὸς τὴν ἀρετὴν ἡμᾶς χειραγωγῆσαι, καὶ ἐξαρπάσαι τῶν τοῦ διαβόλου χειρῶν. Καὶ ὅταν ἴδῃ μὴ δυναμένους κερδᾶναι ἀπὸ τῆς εὐημερίας, καθάπερ ἰατρὸς ἄριστος, ἐπειδὰν θεάσηται ἀπὸ πολλῆς λαιμαργίας εἰς πολυσαρκίαν ἐξιόντας, διὰ | |
45 | τῆς ἐγκρατείας πρὸς ὑγίειαν ἐπανάγει· οὕτω δὴ καὶ ὁ θαυμάσιος τῶν ἡμετέρων ψυχῶν ἰατρὸς ἀφίησι μικρὸν διὰ τῆς τῶν πειρασμῶν ἐπαγωγῆς εἰς αἴσθησιν ἐλθεῖν τῆς βλάβης, ἣν ἐκ τῆς εὐημερίας ὑπεμείναμεν, καὶ ὅταν ἴδῃ καλῶς τὰ τῆς ὑγιείας κατορθωθέντα, τότε λοιπὸν διὰ | |
53.372(50) | τῆς οἰκείας ἀντιλήψεως καὶ τῶν πειρασμῶν χαρίζεται τὴν ἀπαλλαγὴν, καὶ τὴν παρ’ ἑαυτοῦ πρόνοιαν ἐπιδείκνυται μετὰ πολλῆς τῆς δαψιλείας. Εἴτε οὖν ἐν ἀρετῇ ὄντες τι‐ νὲς πειρασμοῖς περιπέσοιεν, μὴ θορυβείσθωσαν, ἀλλὰ ταύτῃ μᾶλλον ταῖς χρησταῖς ἐλπίσι τρεφέσθωσαν, ὅτι ἡ | |
55 | τῶν πειρασμῶν ἐπαγωγὴ στεφάνων ὑπόθεσις αὐτοῖς γί‐ νεται καὶ βραβείων· εἴτε ἐν ἁμαρτήμασι γεγονότες τοῖς λυπηροῖς ἐναφίενται, μηδὲ οὕτω δυσανασχετείτωσαν, εἰ‐ δότες ὅτι καθάρσιον τῶν ἁμαρτηθέντων ἐν παντὶ τῷ χρό‐ νῳ γενήσεται ἡ τούτων ἐπαγωγὴ, ἐπειδὰν μετ’ εὐχαρι‐ | |
60 | στίας πάντα τὰ ἐπιόντα δεχώμεθα. Τοῦτο γὰρ εὐγνώμο‐ | |
νος οἰκέτου, τὸ μὴ μόνον, ἡνίκα ἀδείας ἀπολαύῃ, εὐχα‐ | ||
53.373 | ριστεῖν τῷ δεσπότῃ, ἀλλὰ καὶ ἐν τοῖς ἐναντίοις τὴν αὐτὴν εὐγνωμοσύνην ἐπιδείκνυσθαι. Οὕτω γὰρ καὶ ὁ πατριάρχης οὗτος εὐδοκίμησε, καὶ τοσαύτης παρὰ τῷ Θεῷ τυχὼν παῤῥησίας, καὶ δωρεὰς ἐδέχετο νικώσας | |
5 | τὴν φύσιν τὴν ἀνθρωπίνην. δʹ. Ἀναγκαῖον δὲ πάλιν ἐπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου, καὶ ἰδεῖν τοῦ δικαίου τὴν ὑπακοὴν, καὶ ὅπως εἰς ἔργον ἤγαγε τὰ παρὰ τοῦ Θεοῦ ἐπιταττόμενα, οὐ ζητῶν τὸν λόγον, οὐδὲ εὐθύνας ἀπαιτῶν, καθάπερ οἱ | |
10 | πολλοὶ τῶν ἀνοήτων ποιοῦσι περιεργαζόμενοι τὰ παρὰ τοῦ Θεοῦ γινόμενα, καὶ λέγοντες· Εἰς τί τοῦτο; εἰς τί ἐκεῖνο; καὶ τί τὸ ὄφελος ἀπὸ τοῦ τόδε γενέσθαι, ἢ τό‐ δε; Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ καθάπερ οἰκέτης φιλοδέσποτος, οὕτως ἅπερ ἂν ἐπετάγη, εἰς ἔργον ἀγα‐ | |
15 | γεῖν ἔσπευδε, μὴ περιεργαζόμενος. Καὶ ἵνα μάθῃς, ἄκουε τῶν ἑξῆς. Ἐπειδὴ γὰρ τὴν ὑπόσχεσιν ἐποιήσα‐ το πρὸς αὐτὸν ὁ Δεσπότης, καὶ ἐτέλεσε τὴν πρὸς αὐτὸν διάλεξιν, εὐθέως ὁ δίκαιος τὰ κελευσθέντα ἐπλήρου, καὶ τὸ σημεῖον τὸ παρὰ τοῦ Θεοῦ κελευσθὲν | |
20 | ἐπετίθει τῷ Ἰσμαὴλ, τὴν περιτομὴν λέγω, καὶ πᾶσι τοῖς οἰκογενέσι, καὶ τοῖς ἀργυρωνήτοις, καθὰ ἐλάλησεν αὐτῷ ὁ Θεός. Περιετέμετο δὲ καὶ αὐτός. Ἐννενήκον‐ τα γὰρ καὶ ἐννέα ἐτῶν ἦν, φησὶν, ἡνίκα περιετέ‐ μετο τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· Ἰσμαὴλ | |
25 | δὲ ἦν ἐτῶν δεκατριῶν. Μὴ νομίσῃς ἁπλῶς ἡμῖν τῶν ἐτῶν τὸν ἀριθμὸν τὴν Γραφὴν ἐπισημήνασθαι· ἀλλ’ ἵνα καὶ ἐκ τούτου μάθῃς τοῦ δικαίου τὴν πολλὴν ὑπακοὴν, ὅτι ἐν ἐσχάτῳ γήρᾳ ὢν πράως ἤνεγκε τὴν ὀδύνην διὰ τὸ τοῦ Θεοῦ ἐπίταγμα, διὰ τοῦτο ποιεῖται τὴν αὐτῶν | |
30 | ἀπαρίθμησιν, καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ ὁ Ἰσμαὴλ καὶ πάντες οἱ οἰκογενεῖς. Οὐδὲ γὰρ τὸ τυχόν ἐστιν, ἀγαπητὲ, ὑγιαίνουσαν σάρκα ἀποτεμεῖν καὶ κακῶς ἔχουσαν. Εἰ γὰρ καὶ ἰατρῶν παῖδες μέλος ἀῤῥωστῆ‐ σαν ἀποτέμνουσιν, ἀλλ’ οὐκ ἴση γίνεται τότε ἡ ὀδύνη. | |
35 | Νεκρωθὲν γὰρ, ὡς εἰπεῖν, λοιπὸν καὶ τῆς ζωτικῆς δυ‐ νάμεως ἀποστερηθὲν ἐκτέμνουσιν. Ἐνταῦθα δὲ γέρων καὶ πρεσβύτης (ἑκατὸν γὰρ ἐτῶν ἐτύγχανε) πράως ἤνεγκε τὴν ὀδύνην, ὁμοῦ καὶ τοῦ Θεοῦ τὸ ἐπίταγμα εἰς ἔργον ἀγαγεῖν σπεύδων, καὶ τὸν υἱὸν καὶ τοὺς οἰ‐ | |
40 | κογενεῖς ἅπαντας προθυμοτέρους ἐργαζόμενος, ὥστε μὴ ἐνδοιάσαι, ἀλλὰ μετὰ πολλοῦ τοῦ τάχους τὸ παρὰ τοῦ Θεοῦ προσταχθὲν ἐπιτελέσαι. Εἶδες ὅσον ἐστὶν ἀνὴρ ἐνάρετος, ὅπως καὶ τοὺς ὑπηρετουμένους ἅπαν‐ τας ἐπαίδευσε κατ’ ἴχνος αὐτοῦ βαίνειν; Ὅπερ γὰρ | |
45 | χθὲς ἔλεγον, τοῦτο πάλιν καὶ νῦν ἐρῶ· ὅτι διὰ τοῦτο λοιπὸν ἐξ ἐκείνου πρόσταγμα γέγονε παρὰ τοῦ Θεοῦ, ὥστε ἐν ἀώρῳ τῇ ἡλικίᾳ τοῦτο ὑπομένειν τοὺς παῖ‐ δας, ἵνα ἐν ἀναισθησίᾳ τὴν ἐκτομὴν τῆς σαρκὸς ὑπο‐ μένοντες μηδεμίαν τῆς ὀδύνης πεῖραν λάβωσιν. | |
53.373(50) | Ἀλλὰ σκόπει μοι, ἀγαπητὲ, τοῦ Θεοῦ τὴν φιλαν‐ θρωπίαν, καὶ τὴν ἄφατον περὶ ἡμᾶς εὐεργεσίαν. Ἐκεῖ καὶ ὀδύνη καὶ πόνος ἐκ τοῦ γινομένου, καὶ οὐδὲν ἕτερον ἐκ τῆς περιτομῆς ὄφελος ἦν, ἢ τοῦτο μόνον, τὸ διὰ τοῦ σημείου τούτου γνωρίμους αὐτοὺς εἶναι, καὶ τῶν λοι‐ | |
55 | πῶν ἐθνῶν κεχωρίσθαι. Ἡ δὲ ἡμετέρα περιτομὴ, ἡ τοῦ βαπτίσματος λέγω χάρις, ἀνώδυνον ἔχει τὴν ἰα‐ τρείαν, καὶ μυρίων ἀγαθῶν πρόξενος γίνεται ἡμῖν, καὶ τῆς τοῦ Πνεύματος ἡμᾶς ἐμπίπλησι χάριτος, καὶ οὐδὲ ὡρισμένον ἔχει καιρὸν, καθάπερ ἐκεῖ, ἀλλ’ ἔξεστι καὶ | |
60 | ἐν ἀώρῳ ἡλικίᾳ, καὶ ἐν μέσῃ, καὶ ἐν αὐτῷ τῷ γήρᾳ γενόμενόν τινα ταύτην δέξασθαι τὴν ἀχειροποίητον περιτομὴν, ἐν ᾗ οὐκ ἔστι μόνον ὑπομεῖναι, ἀλλ’ ἁμαρ‐ | |
τημάτων φορτία ἀποθέσθαι, καὶ τῶν ἐν παντὶ χρόνῳ | Column end | |
53.374 | πλημμελημάτων τὴν συγχώρησιν εὑρέσθαι. Ἐπειδὴ γὰρ εἶδεν ὁ φιλάνθρωπος Θεὸς τῆς ἀσθενείας ἡμῶν τὴν ὑπερβολὴν, καὶ ὅτι ἀνίατα νοσοῦντες μεγάλης δεόμεθα τῆς ἰατρείας, καὶ ἀφάτου τῆς φιλανθρωπίας, | |
5 | οἰκονομῶν τὴν ἡμετέραν σωτηρίαν, ἐχαρίσατο ἡμῖν τὴν διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας ἀνακαίνισιν, ἵνα ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον, τοῦτ’ ἔστι τὰς πράξεις τὰς πονηρὰς, καὶ ἐνδυσάμενοι τὸν νέον, ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν βαδίζωμεν. Ἀλλὰ, παρακαλῶ, | |
10 | μὴ τῶν ἀγνωμόνων, τῶν ἀναισθήτων χείρους γενώμε‐ θα Ἰουδαίων. Ἐκεῖνοι μὲν γὰρ δεχόμενοι τὸ σημεῖον τοῦτο τῆς περιτομῆς, εἶχον ἱκανὴν ἀσφάλειαν πρὸς τὸ μηκέτι συναναμίγνυσθαι τοῖς ἔθνεσι κατὰ τὸν τῆς κοινωνίας λόγον· κατὰ γὰρ τὴν ἀσέβειαν πολλά‐ | |
15 | κις αὐτοὺς καὶ ὑπερηκόντισαν ἀγνώμονες γεγονότες. Ἀλλ’ ἡμεῖς ἅπαξ δεχόμενοι τὴν διὰ τοῦ βαπτίσματος περιτομὴν, μετὰ ἀσφαλείας τὰ καθ’ ἑαυτοὺς οἰκονο‐ μήσωμεν. Οὐ λέγω ἵνα μὴ συναναμιγνυώμεθα τοῖς ἔθνεσιν, ἀλλ’ ἵνα ἐπὶ τῆς οἰκείας ἀρετῆς μένοντες, καὶ | |
20 | ἐκείνοις συναναμιγνύμενοι ἕλκωμεν αὐτοὺς εἰς τὴν εὐ‐ σέβειαν, καὶ διὰ τῆς τῶν ἀγαθῶν ἔργων πολιτείας διδασκαλίας αὐτοῖς ὑπόθεσις γινώμεθα. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἁπάντων Δεσπότης συνεχώρησεν ἀναμε‐ μίχθαι καὶ τοὺς πονηροὺς καὶ τοὺς ἀγαθοὺς, καὶ τοὺς | |
25 | εὐσεβεῖς καὶ τοὺς ἀσεβεῖς, ἵνα οἱ πονηροὶ κερδαίνωσιν ἀπὸ τῶν ἀγαθῶν, καὶ οἱ ἐν ἀσεβείᾳ ἔτι κατεχόμενοι χειραγωγῶνται πρὸς τὴν εὐσέβειαν. Οὐδὲν γὰρ οὕτω τῷ Θεῷ περισπούδαστον, ὡς σωτηρία ψυχῆς. Μὴ τοί‐ νυν ἀμελῶμεν, παρακαλῶ, μήτε ἑαυτῶν, μήτε τῶν | |
30 | πλησίον· ἑαυτῶν μὲν, διὰ τοῦ τὰ καθ’ ἑαυτοὺς οὕτως οἰκονομεῖν, ὡς δοκεῖ τῷ Θεῷ· τῶν δὲ πλησίον, ἵν’ οὕτω λάμπωμεν ἐν ἀρετῇ, ὥστε καὶ σιγώντων ἡμῶν ἱκανὴν ἔχειν διδασκαλίαν τοὺς εἰς ἡμᾶς ὁρῶντας. Ὥσπερ οὖν ἐνάρετοι ὄντες τὰ μέγιστα καὶ αὐτοὶ κερδανοῦμεν, | |
35 | καὶ τοὺς ἀπίστους ὠφελήσομεν, οὕτως, εἰ ῥᾳθυμήσαι‐ μεν, καὶ αὐτοὶ πολλὴν ὑποστησόμεθα τὴν κόλασιν, καὶ ἑτέροις σκανδάλου ὑπόθεσις γενησόμεθα. Καθά‐ περ γὰρ τὴν ἀρετὴν μετιόντες διπλῇ τὸν μισθὸν πα‐ ρὰ τοῦ Θεοῦ καρπούμεθα, καὶ ὑπὲρ ὧν ἂν ταύτην | |
40 | μετίωμεν, καὶ ὑπὲρ ὧν τοὺς πλησίον ἐφελκώμεθα εἰς τὴν τῆς ἀρετῆς κοινωνίαν· τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τῆς κακίας, οὐχ ὑπὲρ ὧν ἡμαρτήκαμεν κο‐ λαζόμεθα μόνον, ἀλλ’ ὑπὲρ ὧν καὶ ἑτέρους ὑποσκελί‐ ζομεν. Ἀλλὰ μὴ γένοιτο τῶν ἐνταῦθά τινα συνιόντων | |
45 | τοιοῦτον γενέσθαι, ἀλλὰ πάντας ἡμᾶς πρὸς οἰκοδομὴν τῶν ὁρώντων τὸν ἑαυτῶν βίον ἰθύνειν, ἵνα δυνηθῶμεν μετὰ παῤῥησίας στῆναι ἐπὶ τοῦ βήματος τοῦ Χρι‐ στοῦ, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆ‐ ναι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ | |
53.374(50) | φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
54t | ΟΜΙΛΙΑ ΜΑʹ. | |
55n | Ὤφθη δὲ ὁ Θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ | |
56n | Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς | |
57n | σκηνῆς αὐτοῦ μεσημβρίας. | |
58 | αʹ. Ὀκνῶ καὶ ἀναδύομαι σήμερον πρὸς τὴν τῆς δι‐ δασκαλίας ἐξήγησιν. Ὅταν γὰρ ἐννοήσω, ὅτι καθ’ | |
60 | ἑκάστην ἡμέραν ἡμῶν ἐνηχούντων, παραινούντων, παρατιθέντων ὑμῖν τὴν πνευματικὴν ταύτην ἑστίασιν, πολλοὶ τῶν ἐνταῦθα παραγενομένων, καὶ μετεχόντων | |
τῆς πνευματικῆς ταύτης διδασκαλίας καὶ τῆς φρι‐ | ||
53.375 | κτῆς καὶ φοβερᾶς τραπέζης, ἐπὶ τὰς ἱπποδρομίας διημερεύουσι. καὶ οὐδὲν αὐτοῖς πλέον ἀπὸ τῆς ἡμετέ‐ ρας γεγένηται σπουδῆς, ἀλλὰ καθάπερ συνηθείᾳ τινὶ δουλεύοντες, ἐπειδὰν νεύσῃ μόνον ὁ διάβολος, | |
5 | αὐτόματοι σπεύδουσιν ἐπὶ τὰ παράνομα ἐκεῖνα θέατρα, καὶ ἑαυτοὺς ἑκόντες τοῖς δικτύοις ὑποβάλλουσι τοῦ πονηροῦ δαίμονος, καὶ οὔτε ἡμετέρα νουθεσία, οὔτε ἡ πεῖρα αὐτὴ, καὶ τὸ ἀνόνητον τῆς ἐκεῖ διατριβῆς, δι‐ δασκαλίας αὐτοῖς ὑπόθεσις γέγονε· ποίᾳ λοιπὸν προ‐ | |
10 | θυμίᾳ τὰ τῆς διδασκαλίας ποιήσαιμι πρὸς ἄνδρας οὐδὲν κερδαίνειν βουλομένους ἐκ τῶν παρ’ ἡμῶν λε‐ γομένων; Καὶ μὴ θαυμάσῃς. Ἐπεὶ καὶ γηπόνος, ἐπειδὰν ἴδῃ μετὰ πόνους πολλοὺς καὶ ταλαιπωρίας ἄγονον γινομένην τὴν γῆν, καὶ οὐκ ἀξίαν τῶν πόνων | |
15 | τὴν ἀμοιβὴν παρεχομένην, ὀκνηρότερος γίνεται περὶ τὴν τῶν σπερμάτων καταβολὴν, καὶ οὐκ ἔτι μετὰ τῆς αὐτῆς προθυμίας τῆς γεωργίας καθάπτεται. Καὶ ἰατρὸς δὲ ἐπειδὰν ἴδῃ τὸν ἄῤῥωστον μὴ πειθόμενον αὐτοῦ τοῖς ἐπιτάγμασιν, ἀλλὰ τὴν νόσον αὔξειν καθ’ | |
20 | ἑκάστην ἐπιτηδεύοντα, πολλάκις ἀφίησιν ἐναπομεῖναι τῇ νόσῳ, ἵνα αὐτὴ ἡ πεῖρα διδάσκαλος αὐτῷ γένηται τῶν συμφερόντων. Καὶ οἱ τὰ μαθήματα δὲ τοὺς παῖ‐ δας ἐκπαιδεύοντες, ἐπειδὰν ἴδωσι τὰ πρότερα ἀπο‐ πτύοντας, καὶ τὴν μνήμην τῶν ἤδη δοθέντων ἀποβάλ‐ | |
25 | λοντας, πολλάκις ἀποστρέφονται τὴν ῥᾳθυμίαν διορ‐ θούμενοι, καὶ πρὸς σπουδὴν πλείονα ἐπανάγοντες. Ἀλλ’ ὁ μὲν γηπόνος εἰκότως ὀκνηρότερος γίνεται πολ‐ λάκις, ἐπειδὴ οἶδεν ὅτι τὰ τῆς ζημίας αὐτῷ ἐπιτείνε‐ ται, ὅταν τὸν μὲν πόνον καὶ τὴν δαπάνην ὑπομένῃ, | |
30 | τῶν δὲ καρπῶν ἀποστερῆται. Καὶ ὁ ἰατρὸς δὲ οὐκ ἀπεικότως καταλείπει πολλάκις τὸν ἄῤῥωστον· σῶμα γάρ ἐστι τὸ θεραπευόμενον, καὶ διὰ τοῦτο ἀφίησιν, ἵνα ἡ τῆς ὀδύνης ἐπίτασις παρασκευάσῃ εἰς αἴσθησιν τῆς νόσου ἐλθεῖν καὶ οὕτω τὴν ἰατρείαν καταδέξασθαι. | |
35 | Καὶ ὁ τῶν παίδων διδάσκαλος διὰ τὸ ἀτελὲς τῆς ἡλι‐ κίας συμφερόντως πολλάκις τὰς πληγὰς ἐπανατείνε‐ ται τοῖς παισίν. Ἀλλ’ ἡμεῖς σήμερον τούτους ἅπαντας ὑπερβαλλόμενοι, παρασκευαζόμεθα πατρικὴν φιλο‐ στοργίαν περὶ τοὺς ἐπταικότας ἐπιδείξασθαι, καὶ | |
40 | διδάξαι αὐτοὺς ὅτι, εἰ ἐπιμένοιεν ἐν τῇ αὐτῇ ῥᾳθυμίᾳ, τοῦτο αὐτὸ μείζονος αὐτοῖς κατακρίσεως ὑπόθεσις ἔσται. Ὁ μὲν γὰρ γηπόνος οὐ μετὰ τῆς αὐτῆς προ‐ θυμίας καταβάλλει τὰ σπέρματα, τὴν δαπάνην ἐννοῶν εἰκῆ καὶ μάτην ἤδη γεγενημένην· ἡμεῖς δὲ ταύτης | |
45 | ἀπηλλάγμεθα τῆς ἀγωνίας. Κἂν γὰρ καταβαλόντες τὸν σπόρον τοῦτον τὸν πνευματικὸν, διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκουόντων τὸν καρπὸν μὴ δεχώμεθα, ἡμῖν ἀπηρ‐ τισμένος ὁ μισθὸς ἔσται· τὸ γὰρ ἐμπιστευθὲν ἀργύ‐ ριον κατεβάλομεν, καὶ τὸ ἐπιταχθὲν παρὰ τοῦ Δεσπό‐ | |
53.375(50) | του εἰς ἔργον ἠγάγομεν· λοιπὸν τοῖς ἀκηκοόσιν ὁ λόγος πρὸς ἐκεῖνόν ἐστι τὸν μέλλοντα μετὰ τόκων ἀπαιτεῖν τὰ καταβληθέντα. Ἀλλ’ οὐ τοῦτο σκοποῦμεν, ὅτι ἡμεῖς ἐκτός ἐσμεν τῆς ζημίας, καὶ τὸ ἑαυτῶν πε‐ πληρώκαμεν, ἀλλὰ βουλόμεθα καὶ ὑμᾶς πολλὴν τῶν | |
55 | καταβληθέντων τὴν πραγματείαν ποιήσασθαι, ἵνα μὴ τῇ τιμωρίᾳ ἐκείνῃ ὑπεύθυνοι γένησθε, ἣν ὑπέμεινεν ἐκεῖνος ὁ τὸ τάλαντον καταχώσας, καὶ τὸ δεσποτικὸν ἀργύριον οὐ μόνον οὐ πολυπλασιάσας, ἀλλὰ καὶ κατορύξας. Τοιοῦτοί εἰσιν οἱ τὸν λόγον τῆς διδασκαλίας | |
60 | δεχόμενοι (τάλαντον γὰρ καὶ ἀργύριον τοῦτο καλεῖ), καὶ οὐ σπουδάζοντες καρποφορῆσαι, καὶ πολλὴν τὴν πραγματείαν ποιήσασθαι. Ἀλλ’ ἴσως εἴποι τις ἂν, τὴν παραβολὴν ταύτην τὴν τῶν ταλάντων περὶ τῶν δι‐ δασκάλων εἰρῆσθαι. Κἀγὼ τοῦτό φημι. Ἀλλ’ ἐὰν | |
65 | ἐπέλθωμεν αὐτὴν ἀκριβῶς, εἴσεσθε ὅτι οἱ μὲν διδά‐ | Column end |
53.376 | σκαλοι τῆς καταβολῆς μόνον ὑπεύθυνοι τυγχάνουσιν. ὑμεῖς δὲ οὐ μόνον τῆς φυλακῆς τῶν καταβληθέντων, ἀλλὰ καὶ τῆς πραγματείας. Καὶ ἵνα μάθῃς, ἀναγκαῖον αὐτὴν εἰς μέσον ἀγαγεῖν. Οἰκοδεσπότης τις, φησὶν, | |
5 | ἀποδημῶν ἐκάλεσε τοὺς ἰδίους δούλους, καὶ ἔδω‐ κεν ᾧ μὲν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν. Μετὰ δὲ χρόνον παραγενομένου αὐτοῦ ἦλθον οἱ δοῦλοι· καὶ ὁ τὰ πέντε τάλαντα λαβὼν προσῆλθε λέγων· Κύριε, πέντε τάλαντά μοι ἔδωκας, ἴδε | |
10 | ἄλλα πέντε τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. Πολλὴ τοῦ οἰκέτου ἡ εὐγνωμοσύνη, δαψιλὴς ἡ τοῦ δεσπό‐ του φιλανθρωπία. Τί γάρ φησιν; Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστὸς, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου | |
15 | σου. Ἐπειδὴ, φησὶ, πολλὴν ἔδειξας ἐν τοῖς ἤδη πι‐ στευθεῖσι τὴν εὐγνωμοσύνην, ἄξιος εἶ καὶ πλείονα ἐγχειρισθῆναι. Προσῆλθε δὲ καὶ ὁ τὰ δύο τάλαντα εἰληφὼς, λέγων· Οὐχὶ δύο τάλαντά μοι παρέδω‐ κας; Ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα ἐπ’ αὐτοῖς. | |
20 | Πολλὴ καὶ τούτου ἡ περὶ τὰ δεσποτικὰ χρήματα εὔ‐ νοια, διὸ καὶ τῶν αὐτῶν ἀξιοῦται τῷ προτέρῳ. Καὶ τίνος ἕνεκεν δύο προσενεγκὼν τάλαντα τῆς αὐτῆς ἐκείνῳ τῷ τὰ πέντε προσαγαγόντι ἀξιοῦται τιμῆς; Εἰκότως· τὸν μὲν γὰρ πλεονασμὸν καὶ τὴν ἐλάττωσιν | |
25 | οὐχ ἡ τούτου σπουδὴ, οὐδὲ ἡ ἐκείνου ῥᾳθυμία πεποίη‐ κεν, ἀλλ’ ἡ τῶν ἐμπιστευθέντων ποσότης. Τὰ μέντοι τῆς σπουδῆς ἴσα καὶ παρὰ τούτου, καὶ παρ’ ἐκείνου εἰσενήνεκται· διὰ τοῦτο καὶ τῆς ἀμοιβῆς τῆς αὐτῆς ἀπήλαυσαν. | |
30 | βʹ. Ἀλλ’ ὁ ἕτερος οὐδὲν τοιοῦτον διεπράξατο· ἀλλὰ τί; Προσῆλθε λέγων· Ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συν‐ άγων ὅθεν οὐ διεσκόρπισας· καὶ φοβηθεὶς, ἀπ‐ ελθὼν ἔκρυψα τὸ τάλαντον ἐν τῇ γῇ. Ἰδοὺ ἔχεις | |
35 | τὸ σόν. Ὢ κακία οἰκέτου! ὢ ἀγνωμοσύνης ὑπερ‐ βολὴ, οὐ μόνον ὅτι οὐδὲν εἰργάσατο ἐπὶ τῷ δοθέντι αὐτῷ ταλάντῳ, ἀλλ’ ὅτι καὶ ἀντὶ ταλάντου κατηγο‐ ρίαν προσήνεγκε! Τοιοῦτον γὰρ ἡ πονηρία· σκοτοῖ τὸν λογισμὸν, καὶ κατὰ κρημνῶν ποιεῖ φέρεσθαι τὸν | |
40 | ἅπαξ τῆς εὐθείας ἐκτραπέντα ὁδοῦ. Ταῦτα δὲ πάντα περὶ τῶν διδασκάλων εἴρηται, ὥστε μὴ ἀποκρύπτε‐ σθαι τὰ ἐμπιστευθέντα, ἀλλὰ μετὰ πάσης σπουδῆς παρατιθέναι τοῖς μαθητευομένοις. Ἀλλ’ ἄκουε λοι‐ πὸν, ἀγαπητὲ, ἐκ τῆς πρὸς ἐκεῖνον ἀγανακτήσεως, | |
45 | ὅπως καὶ οἱ μαθητευόμενοι ὑπεύθυνοι γίνονται, καὶ οὐκ ἐκεῖνα μόνον ἀπαιτοῦνται τὰ καταβληθέντα, ἀλλὰ καὶ μετὰ τοῦ τόκου τὴν μέθοδον ὑπομένουσι. Τί οὖν φησι πρὸς αὐτὸν ὁ δεσπότης; Πονηρὲ δοῦλε. Φοβερὰ ἡ ἀγανάκτησις, ἱκανὴ καταπλῆξαι ἡ | |
53.376(50) | ἀπειλή. Εἰ ᾔδεις, φησὶν, ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅπου οὐ διεσκόρπισα, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἀπῄτησα ἂν αὐτό· ἀργύριον λέγων τὰ λόγια τὰ τίμια, τραπεζίτας δὲ | |
55 | ὑμᾶς καλῶν τοὺς ὑποδεχομένους. Σὸν μὲν ἦν, φησὶ, καταβαλεῖν μόνον, ἐμὸν δὲ ἦν τὸ παρ’ ἐκείνων ἀπαιτῆσαι, μὴ μόνον τὰ καταβληθέντα, ἀλλὰ καὶ τὸν ὑπὲρ τούτων τόκον. Ὁρᾶτε, ἀγαπητοὶ, πῶς πολὺς ὁ φόβος τῶν εἰρημένων. Τί ἂν οὖν εἴποιεν | |
60 | οἱ καὶ τῆς φυλακῆς τῶν καταβληθέντων ἀμελοῦντες, ὅταν καὶ τὸν ὑπὲρ τούτων τόκον μεθοδεύωνται; Καὶ ὅρα φιλανθρωπίαν Δεσπότου. Ἐπὶ μὲν τῶν χρημάτων τῶν αἰσθητῶν ἀπηγόρευσε τὸν τόκον λαμ‐ βάνειν. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ἑκάτερος αὐτῶν | |
65 | πολλὴν ἐντεῦθεν ὑπομένει τὴν βλάβην. Τοῦ μὲν γὰρ | |
53.377 | ἡ πενία ἐπιτρίβεται, ὁ δὲ μετὰ τοῦ πλεονασμοῦ τῶν χρημάτων καὶ ἁμαρτημάτων πλῆθος ἑαυτῷ ἐπισωρεύει. Διὰ τοῦτο ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων Ἰουδαίοις τοῖς παχύτερον διακειμένοις ταύτην τὴν ἐντολὴν ἐνομοθέ‐ | |
5 | τησε λέγων· Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ σου καὶ τῷ πλησίον σου. Ποίας οὖν ἂν εἶεν ἀπολογίας ἄξιοι οἱ καὶ τῶν Ἰουδαίων ὠμότεροι γινόμενοι, καὶ μετὰ τὴν χάριν καὶ τὴν τοσαύτην παρὰ τοῦ Δεσπότου φιλανθρωπίαν τῶν ἐν τῷ νόμῳ ἐλάττους εὑρισκόμενοι, μᾶλλον δὲ καὶ | |
10 | χείρους; Ἐπὶ μέντοι τῶν πνευματικῶν αὐτὸς ἀπαιτεῖν ὑπισχνεῖται τοὺς τόκους. Διὰ τί; Ἐπειδὴ ἀπ’ ἐναντίας τοῖς αἰσθητοῖς χρήμασιν οὗτός ἐστιν ὁ τόκος ὁ πνευμα‐ τικός. Ἐκεῖ μὲν γὰρ ὁ μεθοδευθεὶς εἰς ἐσχάτην πενίαν ἀθρόον καταφέρεται· ἐνταῦθα δὲ ὁ μεθοδευόμενος, ὅταν | |
15 | πολλὴν εὐγνωμοσύνην ἐπιδείξηται, ὅσῳ ἂν πλείονα τόκον εἰσενέγκῃ, τοσούτῳ δαψιλεστέρας ἀπολαύει τῆς ἄνωθεν ἀμοιβῆς. Ἕκαστος τοίνυν ὑμῶν, ἀγαπητοὶ, ἐπειδὰν καταβάλλωμεν ἡμεῖς τὰ ἐμπιστευθέντα, διπλοῦν ὀφείλει τὸν πόνον καὶ τὴν ἀγρυπνίαν ἐπιδείκνυσθαι, τὸν μὲν τῆς | |
20 | φυλακῆς τῶν καταβληθέντων, ὥστε πάγια ταῦτα μένειν· τὸν δὲ τῆς ἐργασίας, ὥστε καὶ ἑτέροις μεταδιδόναι, καὶ πολλοὺς ἐπὶ τὴν τῆς ἀρετῆς ὁδὸν χειραγωγεῖν, ἵνα διπλῇ πάλιν ὑμῖν τὸ κέρδος αὔξηται, ὑπέρ τε τῆς οἰκείας σωτηρίας, ὑπέρ τε τῆς τῶν ἄλλων ὠφελείας. Ἐὰν γὰρ | |
25 | τοῦτο ποιῆτε, καὶ ἡμᾶς μακαρίους ἀπεργάσεσθε (Μα‐ κάριος γὰρ, φησὶν, ὁ λέγων εἰς ὦτα ἀκουόντων), καὶ παρασκευάσετε δαψιλεστέραν ὑμῖν παρατιθέναι τὴν πνευματικὴν ταύτην τράπεζαν. Μὴ τοίνυν ἀμελεῖτε τῶν ἀδελφῶν τῶν ὑμετέρων, μηδὲ τὰ καθ’ ἑαυτοὺς μόνον | |
30 | σκοπεῖτε, ἀλλ’ ἕκαστος σπουδαζέτω τὸν πλησίον ἐξαρ‐ πάζειν τῆς τοῦ διαβόλου φάρυγγος, καὶ τῶν παρανόμων ἐκείνων θεαμάτων, καὶ εἰς τὴν ἐκκλησίαν ἐπαναγαγεῖν, δεικνύντες αὐτῷ μετὰ πολλῆς τῆς ἐπιεικείας καὶ τῆς πραότητος, καὶ τῆς λύμης τὴν ὑπερβολὴν καὶ τῶν ἐν‐ | |
35 | ταῦθα. ἀγαθῶν τὸ μέγεθος· καὶ μὴ μόνον ἅπαξ καὶ δεύτερον τοῦτο ποιεῖτε, ἀλλὰ καὶ διηνεκῶς. Κἂν γὰρ σήμερον μὴ πείθηται τοῖς παρὰ σοῦ λεγομένοις, τῇ ἑξῆς πεισθήσεται· κἂν μὴ τῇ ἑξῆς, πάλιν ὁρῶν σε ἐπι‐ κείμενον, ἴσως ἐντραπήσεται, καὶ αἰδεσθείς σου τὴν | |
40 | κηδεμονίαν, ἀποστήσεται τῶν βλαπτόντων. Καὶ μηδέ‐ ποτε λέγε, ὅτι Καὶ ἅπαξ, καὶ δεύτερον, καὶ τρίτον, καὶ πολλάκις εἶπον, καὶ οὐδὲν ἤνυσα. Μὴ παύσῃ λέγων· ὅσῳ γὰρ ἂν ἐπιμένῃς, τοσούτῳ σου καὶ ὁ μισθὸς αὔξε‐ ται. Οὐχ ὁρᾶτε πόσης ἀπολαύομεν μακροθυμίας παρὰ | |
45 | τοῦ τῶν ὅλων Θεοῦ, καὶ πῶς καθ’ ἑκάστην ἡμέραν παρακούομεν αὐτοῦ τῶν προσταγμάτων, καὶ οὐκ ἀφίστα‐ ται τῆς περὶ ἡμᾶς κηδεμονίας, ἀλλὰ καὶ τὰ παρ’ ἑαυτοῦ πάντα χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων, τοὺς ὑετοὺς δι‐ δοὺς, τὰ ἄλλα πάντα; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς | |
53.377(50) | περὶ τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους πολλὴν ποιώμεθα τὴν σπουδὴν, καὶ ἀντιταττώμεθα τῷ πονηρῷ δαίμονι ἐκείνῳ, ἵνα ἄκυρα αὐτοῦ ποιῶμεν τὰ μηχανήματα. Ἐὰν γὰρ ἕκαστος τῶν ἐνταῦθα συνιόντων ἕνα κερδᾶναι δυνηθῇ, ἐννόησον ὅπως ἡμῖν καὶ ἡ Ἐκκλησία ἐπὶ τῷ | |
55 | πλήθει τῶν οἰκείων τέκνων πολλὴν δέξεται τὴν εὐφρο‐ σύνην, καὶ ὁ διάβολος καταισχυνθήσεται ὁρῶν εἰκῆ καὶ μάτην αὐτοῦ τὰ δίκτυα τεταμένα. Ἐὰν γὰρ τοῦτο ποιῆτε, ἀκούσεσθε καὶ ὑμεῖς κατὰ τὴν ἡμέραν ἐκείνην· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, ἐπὶ ὀλίγα ἦς πιστὸς, | |
60 | ἐπὶ πολλῶν σε καταστήσω. γʹ. Ἀλλ’ ὅτι μὲν τοῦτο ποιήσετε, σφόδρα πέπεισμαι· ὁρῶ | |
γὰρ ὑμῶν καὶ τὰ πρόσωπα, καὶ στοχάζομαι ὅπως μεθ’ | Column end | |
53.378 | ἡδονῆς ἐδέξασθε τὴν παρ’ ἡμῶν νουθεσίαν, καὶ διὰ τοῦτο ἐλπίζω καὶ τὰ παρ’ ὑμῶν εἰσενεχθήσεσθαι. Διὸ τὴν μὲν περὶ τούτου παραίνεσιν ἐνταῦθα στήσωμεν· παραθήσο‐ μεν δὲ ὑμῖν τὴν πτωχὴν ἡμῶν καὶ εὐτελῆ τράπεζαν, ἵνα | |
5 | τῆς συνήθους ἀπολαύσαντες διδασκαλίας οὕτως οἴκαδε ἐπανέλθητε. Ἀναγκαῖον γὰρ καὶ σήμερον τὸν πατριάρ‐ χην Ἀβραὰμ εἰς μέσον ἀγαγεῖν, ἵνα μάθητε οἵας ἐδέ‐ ξατο τῆς φιλοξενίας παρὰ τοῦ Θεοῦ τὰς ἀμοιβάς. Ὤφθη δὲ αὐτῷ, φησὶν, ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, | |
10 | καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἕκαστον τῶν ῥημάτων μετὰ ἀκριβείας ἐξετάσωμεν, καὶ ἀναπτύξωμεν τὸν θησαυρὸν, καὶ ἅπαντα τὸν ἐναποκείμενον πλοῦτον καταμάθωμεν. Ὤφθη δὲ αὐτῷ, φησὶν, ὁ Θεός. Τίνος ἕνεκεν οὕτως ἤρξατο, | |
15 | Ὤφθη δὲ αὐτῷ ὁ Θεός; Ὅρα Δεσπότου φιλανθρωπίαν, καὶ σκόπει μοι οἰκέτου εὐγνωμοσύνην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσιν ὀφθεὶς αὐτῷ, μετὰ τῶν ἄλλων ἁπάν‐ των καὶ τὴν περὶ τῆς περιτομῆς αὐτῷ ἐντολὴν διετάξατο, ὁ δὲ θαυμαστὸς οὗτος ἀεὶ τὰ παρὰ τοῦ Θεοῦ κελευόμενα | |
20 | εἰς ἔργον σπεύδων ἄγειν, εὐθέως οὐδὲ τὸ τυχὸν ἀναβαλ‐ λόμενος αὐτός τε περιετέμνετο, τὸ παρὰ τοῦ Θεοῦ προσ‐ ταχθὲν πληρῶν, καὶ τὸν Ἰσμαὴλ περιέτεμε, καὶ τοὺς οἰκογενεῖς ἅπαντας, καὶ ἔδειξεν αὑτοῦ τὴν πολλὴν ὑπ‐ ακοὴν, πάλιν αὐτῷ ἐπιφαίνεται. Τοιοῦτος γὰρ ὁ Δεσπότης | |
25 | ὁ ἡμέτερος· ἐπειδὰν τοῖς ἤδη φθάσασιν εὐγνώμονας γενομένους ἴδῃ, ἐπιδαψιλεύεται καὶ οὐδέποτε ἵσταται τῆς εὐεργεσίας, ἀμειβόμενος τὴν τῶν ὑπακουόντων εὐ‐ γνωμοσύνην. Διὰ τοῦτο οὖν, ἐπειδὴ ὑπήκουσε, φησὶ, πάλιν ὤφθη αὐτῷ. Ταύτης τοίνυν ἕνεκα τῆς αἰτίας | |
30 | οὕτως ἤρξατο ὁ μακάριος Μωϋσῆς λέγων· Ὤφθη δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημ‐ βρίας. Σκόπει μοι ἐνταῦθα τοῦ δικαίου τὴν ἀρετήν. Καθημένου, φησὶν, ἐπὶ τῆς σκηνῆς. Οὕτως ἔργον | |
35 | ἐποιεῖτο τὴν φιλοξενίαν, ὡς μηδὲ ἀνασχέσθαι ἑτέρῳ τινὶ τῶν προσηκόντων ἐπιτρέψαι τὴν τούτων θήραν· ἀλλὰ τριακοσίους δέκα καὶ ὀκτὼ οἰκογενεῖς ἔχων, ἄνθρωπος πρεσβύτης, καὶ εἰς βαθὺ γῆρας ἐλάσας (ἑκατονταέτης γὰρ ἐτύγχανε), παρὰ τὴν θύραν ἐκαθέζετο. Καὶ οὗτος | |
40 | μὲν τοῦτο ἔργον ἐποιεῖτο, καὶ οὐδὲ τὸ γῆρας αὐτῷ κώ‐ λυμα ἐγένετο, οὐδὲ τῆς οἰκείας ἀναπαύσεως ἦν, οὐδὲ ἔσω ἐπὶ τῆς κλίνης ἦν ἀνακείμενος, ἀλλὰ παρὰ τὴν θύ‐ ραν ἐκαθέζετο· ἕτεροι δὲ πολλάκις οὐ μόνον ταύτην οὐ ποιοῦνται τὴν σπουδὴν, ἀλλὰ καὶ τὸ ἐναντίον, καὶ ἐκ‐ | |
45 | κλίνειν ἐπιχειροῦσι τῶν ἐπιδημούντων τὰς συντυχίας, ὡς ἂν μὴ καὶ ἄκοντες ἀναγκασθεῖεν ὑποδέξασθαι. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ παρὰ τὴν θύραν τῆς σκηνῆς ἐκαθέζετο μεσημβρίας. Τοῦτο γὰρ ἡ πολλὴ τῆς φιλο‐ ξενίας ἐπίτασις, καὶ τῆς ἀρετῆς τοῦ δικαίου ἡ ὑπερ‐ | |
53.378(50) | βολὴ, ὅτι καὶ ἐν μεσημβρίᾳ τοῦτο διεπράττετο. Εἰκότως· ἐπειδὴ γὰρ ᾔδει τοὺς ὁδοιπορεῖν ἀναγκαζομένους κατ’ ἐκεῖνον τὸν καιρὸν μάλιστα δεομένους πολλῆς τῆς θερα‐ πείας, διὰ τοῦτο ὡς ἐπιτήδειον καιρὸν τοῦτον ἐξελέγετο, καὶ καθήμενος ἐθήρα τοὺς παριόντας, οἰκείαν ἀνάπαυ‐ | |
55 | σιν κρίνων τὴν τῶν ὁδιτῶν θεραπείαν, καὶ τοὺς ὑπὸ τοῦ καύσωνος φλεγομένους ὑπὸ τὴν σκέπην εἰσάγειν ἐσπού‐ δαζεν, οὐ περιεργαζόμενος τοὺς παριόντας, οὐδὲ ἐξετά‐ ζων εἰ γνώριμοι, ἢ ἄγνωστοι εἶεν. Οὐ φιλοξενίας γὰρ τὸ τὰ τοιαῦτα περιεργάζεσθαι, ἀλλὰ τὸ πᾶσι τοῖς | |
60 | παριοῦσι τῆς οἰκείας μεταδιδόναι φιλοφροσύνης. Καὶ ἐπειδὴ ἥπλωσε τῆς φιλοξενίας τὴν σαγήνην, κατηξιώθη καὶ τὸν τῶν ὅλων Δεσπότην ὑποδέξασθαι μετὰ τῶν ἀγγέλων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ | |
65 | ἔλαθόν τινες ξενίσαντες ἀγγέλους· τὸν πατρι‐ άρχην πάντως αἰνιττόμενος. Διὰ τοῦτο καὶ ὁ Χριστὸς | |
ἔλεγεν· Ὃς ἂν δέξηται ἕνα τούτων τῶν ἐλαχίστων | ||
53.379 | ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται. Ἀκούωμεν, ἀγα‐ πητοὶ, καὶ ξενίζειν μέλλοντες μηδέποτε περιεργαζώ‐ μεθα, τίς, καὶ πόθεν. Εἰ γὰρ τοῦτο περιειργάσατο ὁ πατριάρχης, ἴσως ἂν διήμαρτεν. Ἀλλ’ ἔγνω, φησὶ, τῶν | |
5 | παραγενομένων τὴν ἀξίαν. Πόθεν δῆλον; Πῶς δὲ ἂν τοῦτο ποιῶν ἐθαυμάσθη; Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν τὸ τῆς φιλοξενίας αὐτοῦ περιεργασαμένου, ὡς νῦν, ὅτε ἀγνοῶν τίνες οἱ παραγενόμενοι, μετὰ τοσαύτης προθυ‐ μίας καὶ τιμῆς πρόσεισι, καθάπερ οἰκέτης δεσπόταις, | |
10 | μονονουχὶ δεσμὰ διὰ τῶν λόγων αὐτοῖς περιβάλλων, καὶ ἱκεσίαν πρὸς αὐτοὺς ποιούμενος, ὥστε μὴ ἀνανεῦ‐ σαι, μηδὲ ζημίᾳ τῇ μεγίστῃ περιβαλεῖν. ᾜδει γὰρ ὥσπερ ἔπραττε· διὰ τοῦτο καὶ μετὰ πολλῆς θερμό‐ τητος τὴν ἐντεῦθεν ἐκαρποῦτο περιουσίαν. Ἀλλ’ ἀκού‐ | |
15 | σωμεν αὐτοῦ τοῦ συγγραφέως τῶν ῥημάτων, ἵν’ εἰδῇς ἐν βαθυτάτῳ γήρᾳ νεάζουσαν προθυμίαν, καὶ τὸν γέροντα νεάζοντα, καὶ μονονουχὶ περιχαρῆ γινόμενον, καὶ νομίζοντα θησαυρὸν εὑρηκέναι τῶν παραγενομένων τὴν παρουσίαν. Ἀναβλέψας δὲ, φησὶ, τοῖς ὀφθαλμοῖς | |
20 | εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐ‐ τοῦ, καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. Τρέχει καὶ ἵπτα‐ ται ὁ γέρων· εἶδε γὰρ τὴν θήραν, καὶ οὐδένα τῆς ἀσθε‐ νείας λόγον ποιησάμενος, ἐπὶ τὴν ἄγραν ἔδραμε, καὶ | |
25 | οὐκ ἐκάλεσεν οἰκέτας, οὐκ ἐπέταξε παιδὶ, οὐδὲν ῥᾴθυ‐ μον ἐπεδείξατο, ἀλλὰ δι’ ἑαυτοῦ ἔδραμε, μονονουχὶ λέ‐ γων· μέγας θησαυρὸς, μεγάλη πραγματεία· δι’ ἑαυτοῦ ταύτην ὀφείλω ἐμπορεύσασθαι, μὴ παραδράμῃ με τὸ τοσοῦτο κέρδος. Καὶ ταῦτα ἐποίει ὁ δίκαιος, ἀνθρώπους | |
30 | ἀγνῶτας ὁδίτας νομίζων ὑποδέχεσθαι. δʹ. Μάθωμεν, καὶ ζηλώσωμεν τοῦ δικαίου τὴν ἀρετήν. Ἐὰν γὰρ οὕτω ποιῶμεν, εἰκὸς καὶ ἡμᾶς ποτε ἐπιτυ‐ χεῖν τοιαύτης θήρας· μᾶλλον δὲ καὶ ἀεὶ ἐπιτυγχάνομεν, εἰ βουλοίμεθα. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, | |
35 | ἵνα μὴ ὀκνῶμεν πρὸς τὴν τοιαύτην φιλοφροσύνην, μηδὲ περιεργαζώμεθα τοὺς παριόντας, φησίν· Ὃς ἂν δέ‐ ξηται ἕνα τῶν ἐλαχίστων τούτων ἐν τῷ ἐμῷ ὀνό‐ ματι, ἐμὲ δέχεται. Μὴ τοίνυν πρὸς τὴν εὐτέλειαν τοῦ παριόντος ὅρα, μηδὲ ἐξευτελίσῃς αὐτὸν ἐκ τῶν ὁρωμέ‐ | |
40 | νων, ἀλλ’ ἐννόησον ὅτι τὸν Δεσπότην ὑποδέχῃ τὸν σὸν διὰ τούτου. Ὅταν γὰρ διὰ τὸ αὐτοῦ ὄνομα τὴν εἰς ἐκεῖνον θεραπείαν ἐπιδείξῃ· ὡσανεὶ ἐκεῖνον ὑποδεξάμενος, οὕτω λήψῃ τὸν μισθόν. Κἂν ῥᾴθυμος τοίνυν ᾖ καὶ ἠμελη‐ μένος ὁ τῆς παρὰ σοῦ φιλοφροσύνης ἀπολαύων, μηδείς | |
45 | σοι λόγος τούτου ἔστω· ἀπηρτισμένος γάρ σοι ὁ μισθὸς δοθήσεται διὰ τὴν εἰς τὸν Δεσπότην τιμὴν τοῦτο ποιοῦντι, καὶ ζηλοῦντι τοῦ πατριάρχου τούτου τὴν ἀρετήν. Καὶ ἰδὼν, φησὶ, προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς. Καλῶς καὶ τὸ Προσέδραμε | |
53.379(50) | πρόσκειται, ἵνα μάθῃς ὅτι ὡς ἀγνῶτες παρῄεσαν, καὶ οὐκ ἂν αὐτόματοι ἦλθον ἐπὶ τὴν σκηνήν. Διὰ τοῦτο, ἵνα μὴ διαφύγῃ αὐτὸν τὸ πνευματικὸν τοῦτο κέρδος, ὁ γε‐ γηρακὼς, ὁ πεπολιωμένος, ὁ ἑκατονταέτης προστρέ‐ χει, καὶ διὰ τοῦ δρόμου τὴν προθυμίαν ἐπιδείκνυται. | |
55 | Καὶ θεασάμενος προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ εἶπε· Κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον, καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ | |
60 | μετὰ τοῦτο παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε | |
πρὸς τὸν παῖδα ὑμῶν. Πολλὴ τῶν τοῦ δικαίου ῥημά‐ | Column end | |
53.380 | των ἡ ὑπερβολή. Οὐ γὰρ, ὅτι ὑπεδέξατο, θαῦμα τοσ‐ οῦτον τῆς προθυμίας, ἀλλ’ ὅτι μετὰ τοσαύτης σπουδῆς, καὶ οὔτε πρὸς τὴν ἑαυτοῦ ἡλικίαν ἀπιδὼν, οὔτε πρὸς τοὺς παριόντας (ἴσως γὰρ νέοι τινὲς αὐτῷ κατεφαίνον‐ | |
5 | το), οὐδὲ νομίσας ἀρκεῖν τὴν διὰ τῶν λόγων μόνον προ‐ τροπὴν, Προσεκύνησε, φησὶν, ἐπὶ τὴν γῆν, μονονουχὶ καθικετεύων, καὶ σφοδρὰν τὴν παράκλησιν προσάγων, ἵνα μὴ νομισθῇ ἁπλῶς ἀφοσιώσει προτρέπεσθαι. Διὰ δὴ τοῦτο καὶ ἡ θεία Γραφὴ δεικνύουσα τοῦ δικαίου | |
10 | τὴν πολλὴν καὶ ἄφατον ἀρετὴν, φησί· Προσεκύνησεν ἐπὶ τὴν γῆν, καὶ διὰ τοῦ σχήματος, καὶ διὰ τῶν ῥημά‐ των πολλὴν τὴν θερμότητα ἐπιδεικνύμενος, πολλὴν τὴν ταπεινοφροσύνην, μεγίστην τὴν φιλοξενίαν, ἄφατον τὴν κηδεμονίαν. Καὶ προσκυνήσας, φησὶν, εἶπε· Κύριε, | |
15 | εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου. Τί ἄν τις κατ’ ἀξίαν εἴποι τοῦ δικαίου τού‐ του; ἢ πῶς ἄν τις αὐτὸν μυρίοις στόμασιν ἐγκωμιάσειε; Τὸ μὲν γὰρ εἰπεῖν, Κύριε, τῶν ἐγχωρούντων ἐστί· τὸ δὲ λέγειν, Εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, τοῦτό | |
20 | ἐστι τὸ παράδοξον. Χάριν, φησὶ, δίδως, οὐ λαμβάνεις. Τοιοῦτον γὰρ ἀληθῶς ἡ φιλοξενία· μᾶλλον λαμβάνει, ἢ δίδωσιν ὁ μετὰ προθυμίας αὐτὴν ἐπιδεικνύμενος. Ἀλλὰ μηδεὶς τῶν ταῦτα ἀκουόντων ὑποτεμνέσθω τοῦ δικαίου τὴν ἀρετὴν, καὶ νομιζέτω, ὅτι εἰδὼς τίνες οἱ παραγεγο‐ | |
25 | νότες, ταῦτα ἐφθέγγετο. Οὐδὲ γὰρ ἂν, καθὼς καὶ πολλάκις εἴρηται, μέγα τι τοῦτο ἦν εἰ εἰδὼς ταῦτα ἔλεγεν· ἀλλὰ τὸ θαυμαστὸν καὶ παράδοξον τοῦτό ἐστιν, ὅτι ὡς ἀνθρώποις προσφερόμενος, τοιαῦτα ἐφθέγγετο ῥήματα. Μὴ θαυ‐ μάσῃς δὲ εἰ τριῶν ὄντων τῶν ὑποδεχομένων ὡς πρὸς | |
30 | ἕνα προτεινόμενος ὁ δίκαιος λέγει, Κύριε. Ἴσως γὰρ ἐπιδοξότερός τις τῶν ἐλθόντων ἐφάνη, πρὸς ὃν ποιεῖται καὶ τὴν παράκλησιν. Εἶτα προϊὼν κοινοποιεῖ τὸν λόγον, καί φησι· Ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν· καὶ πάλιν, Καταψύξατε ὑπὸ τὸ δέν‐ | |
35 | δρον, καὶ φάγεσθε ἄρτον, καὶ μετὰ τοῦτο παρελεύ‐ σεσθε, οὗ εἵνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. Ὁρᾷς πῶς οὐκ εἰδὼς τίνες εἰσὶ, καθάπερ ἀνθρώποις διαλεγόμενος παριοῦσιν, οὕτω κοινὴν πρὸς αὐτοὺς ποιεῖ‐ ται τὴν προτροπὴν, καὶ ἅπαξ καὶ δεύτερον παῖδα ἑαυ‐ | |
40 | τὸν καλῶν; Καὶ ὅρα πῶς προλέγει τῆς τραπέζης αὐτοῦ τὴν εὐτέλειαν, μᾶλλον δὲ τὴν πολυτέλειαν. Ληφθήτω δὴ ὕδωρ, φησὶ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον. Ἐπειδὴ γὰρ, φησὶ, κε‐ κμήκατε, καὶ πολὺν τὸν καύσωνα ὑπεμείνατε, διὰ τοῦτο | |
45 | ἀξιῶ μὴ παρελθεῖν τὸν παῖδα ὑμῶν. Μὴ γὰρ μέγα τί ἐστι τὸ παρ’ ἐμοῦ γινόμενον; Ὕδωρ ἔχω παρασχεῖν μόνον, ὑπὲρ τοῦ νιψαμένους ὑπὸ τὸ δένδρον τὸν πολὺν ὑμᾶς κάματον ἀποθέσθαι. Εἶτα καὶ τῆς τραπέζης λέγει τὴν ἰδέαν. Μὴ νομίσητε πολυτελές τι παραθήσειν ὑμῖν, | |
53.380(50) | ἢ καρυκευμάτων ποικιλίαν, ἢ ὄψων διαφοράν· ἄρτον φάγεσθε, καὶ οὕτω Παρελεύσεσθε, οὗ εἵνεκεν ἐξεκλί‐ νατε πρὸς τὸν παῖδα ὑμῶν. εʹ. Εἶδες πῶς διαφόροις κέχρηται τρόποις, βουλόμενος δυσωπῆσαι τοὺς παριόντας, καὶ διὰ τοῦ σχήματος, καὶ | |
55 | διὰ τῶν ῥημάτων, καὶ διὰ πάντων ἐπισπάσασθαι αὐτοὺς θέλων; Πρῶτον μὲν γὰρ, φησὶ, προσεκύνησεν, εἶτα κυ‐ ρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα· εἶτα λέγει τὸ μέλλον ὑπ’ αὐτοῦ γενέσθαι εἰς αὐτοὺς, ἐξευτελίζων καὶ δεικνὺς οὐδὲν μέγα ὄν. Ὕδωρ γὰρ, φησὶ, τὸ πᾶσιν ἀνειμένον | |
60 | ἔχω παρασχεῖν εἰς τοὺς πόδας ὑμῶν, καὶ ἄρτον, καὶ τὴν | |
ἀπὸ τῆς δρυὸς σκέπην. Μὴ δὴ ἐξευτελίσητέ μου τὴν σκη‐ | ||
53.381 | νὴν, μὴ ὑπερίδητέ μου τὸ γῆρας, μὴ ἀνανεύσητε πρὸς τὴν ἐμὴν παράκλησιν. Οἶδα ὅσην ὑπεμείνατε τα‐ λαιπωρίαν, στοχάζομαι τοῦ καύσωνος τὴν φλόγα, διὰ τοῦτο ἀνεθῆναι μικρὸν ὑμᾶς βούλομαι. Ποῖος πατὴρ φι‐ | |
5 | λόστοργος πρὸς παῖδα τοσαύτην ἂν ἐπεδείξατο φιλο‐ φροσύνην, ὅσην οὗτος πρὸς τοὺς ἀγνῶτας καὶ ξένους, καὶ οὐδαμόθεν αὐτῷ τέως γνωρίμους; Ἀλλ’ ἐπειδὴ μετὰ σπουδῆς προσῆλθε καὶ πολλοῦ τοῦ τόνου, ἐπέτυχε τῆς ἄγρας, καὶ τὴν θήραν εἴσω τῶν δικτύων λαβεῖν ἠδυνήθη. | |
10 | Καὶ εἶπαν, φησὶν, Οὕτω ποιήσομεν, καθὰ εἴρηκας. Ἀνεζωπύρησεν ὁ πρεσβύτης. Ἐν χερσὶ, φησὶν, ἔχω τὸν θησαυρὸν, τοῦ πλούτου ἐπελαβόμην, ἐπελαθόμην λοιπὸν τοῦ γήρως. Καὶ ὅρα αὐτὸν πάνυ γαννύμενον τῷ πρά‐ γματι, καὶ μονονουχὶ σκιρτῶντα, καὶ καθάπερ τὰ μυρία | |
15 | ἀγαθὰ ἐν ταῖς χερσὶν ἐπιφερόμενον, οὕτως ἡδόμενον. Καὶ ἔσπευσεν Ἀβραὰμ, φησὶν, ἐπὶ τὴν σκηνήν. Ὥσ‐ περ, ἡνίκα ἐπὶ τὴν θήραν αὐτῶν ἐπείγετο, ἐμήνυσεν αὐτοῦ τὸν τόνον καὶ τὴν προθυμίαν ἡ θεία Γραφὴ, εἰποῦσα, Προσέδραμεν εἰς συνάντησιν αὐτοῖς, οὕτω | |
20 | καὶ νῦν ἐπειδὴ εἶδε τοὺς ἄνδρας, καὶ κατώρθωσεν ὅπερ ἐπεθύμει, οὐδὲ οὕτως ἵστησι τὴν προθυμίαν, ἀλλὰ θερ‐ μότερον πάλιν ἐπιδείκνυσι τὸν ἔρωτα, οὐδὲ ἐπειδὴ ἐν ἀσφαλείᾳ γέγονε, λοιπὸν ῥᾳθυμότερος κατέστη. Ὅπερ πολλάκις ἡμεῖς ὑπομένομεν, καὶ παρὰ μὲν τὴν ἀρχὴν | |
25 | ἐνίοτε πολλὴν ἐπιδεικνύμεθα τὴν σπουδήν· ἐπειδὰν δὲ τοῦ πράγματος ἐντὸς γενώμεθα, οὐ τὸν ἴσον πόνον εἰσφέ‐ ρομεν. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως, ἀλλὰ τί; Πάλιν σπεύ‐ δει καὶ ἐπείγεται καὶ τρέχει ὁ γεγηρακὼς ἐπὶ τὴν σκηνὴν πρὸς Σάῤῥαν, Καὶ εἶπεν αὐτῇ· Σπεῦσον, καὶ φύρασον | |
30 | τρία μέτρα σεμιδάλεως. Σκόπει πῶς καὶ τὴν Σάῤῥαν κοινωνὸν λαμβάνει τῆς θήρας, καὶ πῶς αὐτὴν ἐξεπαί‐ δευσε ζηλοῦν αὐτοῦ τὴν ἀρετήν. Καὶ γὰρ κἀκείνην παρ‐ ορμᾷ μὴ ῥᾳθύμως τῇ χρείᾳ προσελθεῖν, ἀλλὰ, Σπεῦσον, φησί. Τῆς μεγάλης ἐπετύχομεν πραγματείας, μὴ ἀπο‐ | |
35 | λέσωμεν τὸν θησαυρὸν, ἀλλὰ Σπεῦσον, καὶ φύρασον τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ ᾔδει τοῦ κατορ‐ θώματος τὸ μέγεθος, ἐβούλετο κοινωνὸν τῶν μισθῶν λαμβάνειν καὶ τῶν ἀντιδόσεων καὶ τὴν τοῦ βίου γενομέ‐ νην αὐτῷ κοινωνόν. Διὰ τί γὰρ, εἰπέ μοι, οὐδενὶ τῶν | |
40 | παιδισκῶν τοῦτο ἐπέταξεν, ἀλλὰ τῇ γυναικὶ τῇ προβεβη‐ κυίᾳ; ἐννενήκοντα γὰρ ἐτῶν ἐτύγχανεν οὖσα. Καὶ οὐκ ἀνανεύει ἡ Σάῤῥα πρὸς τὸ ἐπίταγμα, ἀλλὰ τὴν ἴσην καὶ αὐτὴ προθυμίαν εἰσφέρει. Ἀκουέτωσαν ἄνδρες, ἀκουέ‐ τωσαν γυναῖκες· ἄνδρες μὲν οὖν, ἵνα οὕτω τὰς ἑαυτῶν | |
45 | συνοίκους ἐκπαιδεύωσιν, ἐπειδὰν πνευματικόν τι κέρδος παρεμπέσῃ, μὴ διὰ τῶν οἰκετῶν τοῦτο πληροῦν, ἀλλὰ δι’ ἑαυτῶν ἅπαντα διαπράττεσθαι· γυναῖκες δὲ, ἵνα σπεύ‐ δωσι κοινωνεῖν τοῖς ἀνδράσι τῶν τοιούτων κατορθωμά‐ των, καὶ μὴ ἐπαισχύνωνται τὴν φιλοξενίαν, καὶ τὴν εἰς | |
53.381(50) | τούτους θεραπείαν, ἀλλὰ μιμείσθωσαν τὴν Σάῤῥαν τὴν πρεσβῦτιν, τὴν ἐν ἡλικίᾳ τοιαύτῃ πονεῖν καταδεχομένην, καὶ τὰ τῶν παιδισκῶν ἔργα ἐπιτελεῖν. Ἀλλ’ οἶδα ὅτι οὐδεὶς ἀνέξεται τῶν παρ’ ἡμῶν λεγο‐ μένων. Νῦν γὰρ ἡμῖν ἀπ’ ἐναντίας ἐκείνῃ πάντες βαδίζειν | |
55 | ἐπείγονται, καὶ πολλὴ ἡ βλακεία ταῖς γυναιξὶ, καὶ ἡ σπουδὴ πρὸς τὸν κόσμον τῶν ἱματίων, περὶ τὰ χρυσία καὶ τὰ περιδέῤῥαια καὶ τὸν ἔξωθεν καλλωπισμὸν, καὶ τῆς ψυχῆς οὐδεμία πρόνοια. Καὶ οὐδὲ Παῦλος αὐτῶν καθικνεῖται βοῶν καὶ λέγων· Μὴ ἐν πλέγμασιν, ἢ χρυσῷ, ἢ μαρ‐ | |
60 | γαρίταις, ἢ ἱματισμῷ πολυτελεῖ. Ὅρα τὴν οὐρανομήκη | |
ταύτην ψυχὴν, πῶς οὐκ ἐνόμισεν αἰσχρὸν αὐτῷ εἶναι | Column end | |
53.382 | μέχρι τούτου τὸν λόγον ποιήσασθαι, καὶ ἐπὶ ἐμπλεγμάτων παραινέσαι. Εἰκότως· πᾶσα γὰρ αὐτῷ ἡ σπουδὴ περὶ τὴν τῆς ψυχῆς ἐπιμέλειαν ἦν. Ἐπεὶ οὖν οἶδεν ὅτι ταῦτα μάλιστα τῆς ψυχῆς τὸν ὄλεθρον ἐργάζεται, διὰ τοῦτο | |
5 | οὐδὲν παρῃτήσατο τῶν προσηκόντων εἰς διδασκαλίαν ταῖς ταῦτα νοσούσαις· ἀλλά φησιν, εἰ βούλει κοσμεῖσθαι, τὸν ἀληθῆ κοσμοῦ κόσμον, ὃν πρέπει γυναιξὶν εὐσεβέσι· τοῖς ἀγαθοῖς ἔργοις κοσμοῦ. Οὗτος τῆς ψυχῆς ὁ κόσμος, οὗτος οὐδεμίαν παρὰ τῶν ἔξωθεν κατάγνωσιν δέχεται, | |
10 | τοῦτον οὐδεὶς ἀποσυλῆσαι δυνήσεται, οὗτος ἀνάλωτος μένει διηνεκῶς. Ἀπὸ γὰρ τοῦ κόσμου τούτου τοῦ ἔξωθεν μυρία τίκτεται κακά· καὶ οὔπω λέγω τὴν τῆς ψυχῆς λύμην, τὴν ἐντεῦθεν φυομένην ἀλαζονείαν, τὴν ὑπεροψίαν τὴν κατὰ τῶν πλησίον, τοῦ φρονήματος τὴν ἀπόνοιαν, | |
15 | τῆς ψυχῆς τὴν διαφθορὰν, τῶν ἡδονῶν τῶν ἀτόπων τὸν ἐσμόν· ἀλλ’ ὅτι καὶ ἁλωτὸς ὁ κόσμος οὗτος καὶ οἰκετῶν κακουργίαις, καὶ λῃστῶν ἐφόδῳ, καὶ συκοφαντῶν ἐπι‐ βουλαῖς, καὶ μυρία ἄν τις εὕροι ἐντεῦθεν φυόμενα κακὰ καὶ ἀηδίας διηνεκεῖς. Ἀλλ’ οὐχ ἡ Σάῤῥα τοιαύτη· ἀλλὰ | |
20 | τὸν ἀληθῆ κόσμον ἐκέκτητο· δι’ ὃ καὶ ἀξία τοῦ πατριάρ‐ χου ἦν, καὶ καθάπερ ἐκεῖνος ἔσπευσε καὶ ἐπὶ τὴν σκηνὴν ἔδραμεν, οὕτω καὶ ἐκείνη μετὰ σπουδῆς τὸ ἐπιταχθὲν ἐπλήρου, καὶ ἐφύρα τρία μέτρα σεμιδάλεως. Ἐπειδὴ γὰρ τρεῖς ἦσαν οἱ παραγεγονότες, τρία μέτρα ἐκέλευσε | |
25 | φυραθῆναι, ὥστε θᾶττον φθάσαι τοὺς ἄρτους. Καὶ τοῦτο διαταξάμενος εἰς τὰς βοῦς πάλιν αὐτὸς ἔδραμεν. Ὢ γέ‐ ροντος νεότης, ὢ ψυχῆς τόνος· τρέχει ἐπὶ τὰς βοῦς, καὶ οὐκ ἀφίησί τινα τῶν οἰκετῶν ἀπελθεῖν, διὰ πάντων δει‐ κνὺς τοῖς παραγεγονόσιν, ὅσης ἡδονῆς ἐπληρώθη, καὶ | |
30 | ὅπως μέγα τι ἡγεῖται τὴν αὐτῶν παρουσίαν, καὶ ὅτι θησαυρὸν εἶναι τὸ πρᾶγμα νομίζει. Καὶ ἔλαβε, φησὶ, μοσχάριον ἁπαλὸν καὶ καλόν. Αὐτὸς δι’ ἑαυτοῦ τὴν ἐκλογὴν ἐποιήσατο, καὶ τὸ κάλλιστον τῶν ὄντων λαβὼν δίδωσι τῷ παιδὶ, κἀκεῖνον κατεπείγων μὴ μελλῆσαι, ἀλλὰ | |
35 | πολλὴν τὴν σπουδὴν ἐπιδείξασθαι. ϛʹ. Σκόπει πῶς πάντα μετὰ τάχους, μετὰ προθυμίας ζεούσης, μετὰ ἱλαρότητος, μετὰ χαρᾶς, μετὰ πολλῆς τῆς θυμηδίας γίνεται. Καὶ ἐτάχυνεν ὁ παῖς τοῦτο ποιῆσαι, φησί. Καὶ οὐδὲ οὕτως ἠρέμει ὁ γέρων, ἀλλὰ πάλιν ἐν | |
40 | τάξει ὑπηρέτου ἵσταται. Καὶ λαβὼν βούτυρον καὶ γάλα καὶ τὸ μοσχάριον ὃ ἐποίησε, παρέθηκεν αὐτοῖς. Αὐτὸς δι’ ἑαυτοῦ πάντα ποιεῖ καὶ παρατίθησι. Καὶ οὐδὲ ἄξιον ἑαυτὸν ἐνόμισε τοῦ συγκαθεσθῆναι αὐτοῖς, ἀλλ’ ἐκείνων ἐσθιόντων παρειστήκει αὐτὸς ὑπὸ τὸ δένδρον. Ὢ φιλοξε‐ | |
45 | νίας μέγεθος, ὢ ταπεινοφροσύνης ὑπερβολὴ, ὢ φιλοθέου γνώμης ἐπίτασις! παρειστήκει ὁ ἑκατονταέτης οὗτος ἄνθρωπος ἐσθιόντων αὐτῶν. Ἐμοὶ δοκεῖ, ὑπὸ τοῦ πόθου πολλοῦ καὶ τῆς προθυμίας, καὶ τῆς ἀσθενείας ἀνώ‐ τερον αὐτὸν τότε γεγενῆσθαι, καὶ ἰσχύν τινα προσλαβεῖν. | |
53.382(50) | Εἴωθε γὰρ πολλάκις ἡ τῆς ψυχῆς προθυμία, ἐπειδὰν ἐῤῥω‐ μένη ᾖ, νικᾷν τοῦ σώματος τὴν ἀσθένειαν. Εἱστήκει τοί‐ νυν ὁ πατριάρχης καθάπερ οἰκέτης, μεγίστην τιμὴν ταύ‐ την ἡγούμενος, τοῦ καταξιωθῆναι ὑπηρετήσασθαι τοῖς παροῦσι, καὶ τὸν ἀπὸ τῆς ὁδοιπορίας κάματον αὐτῶν πα‐ | |
55 | ραμυθήσασθαι. Εἶδες ὅση τοῦ δικαίου ἡ φιλοξενία; Μὴ γὰρ δὴ τοῦτο σκόπει, ὅτι ἄρτους παρέθηκε καὶ τὸ μοσχά‐ ριον, ἀλλ’ ἐκεῖνο λογίζου, μεθ’ ὅσης τιμῆς, μεθ’ ὅσης ταπεινοφροσύνης τὰ τῆς φιλοξενίας ἐπεδείκνυτο· οὐ καθάπερ οἱ πολλοὶ, κἂν ποιήσωσί ποτέ τι τοιοῦτον, μέγα | |
60 | φρονοῦσι κατὰ τῶν ὑποδεχθέντων, καὶ πολλάκις καὶ ὑπερορῶσιν αὐτῶν διὰ τὴν φθάσασαν εἰς αὐτοὺς θερα‐ πείαν. Τοῦτο δὲ ὅμοιόν ἐστι τῷ τινα πλοῦτον συναγαγόντα καὶ περιφέροντα, ἐκ τῶν χειρῶν ἅπαντα ῥῖψαι τὰ συλ‐ λεγέντα. Ὁ γὰρ μετὰ ἀπονοίας τι ἐργαζόμενος, καὶ οὕτω | |
65 | ποιῶν ὡς παρέχων μᾶλλον ἢ λαμβάνων, οὐκ οἶδεν ὃ δια‐ | |
πράττεται· διὰ τοῦτο ἀπόλλυσι καὶ τὸν ἐκ τούτου μισθόν. | ||
53.383 | Ἀλλ’ ὁ δὲ δίκαιος οὗτος εἰδὼς ὅπερ εἰργάζετο, διὰ τῶν γινομένων ἁπάντων ἐδείκνυ τῆς ψυχῆς τὴν προ‐ θυμίαν. Καὶ ἐπειδὴ μετὰ δαψιλείας καὶ πολλῆς τῆς ἱλαρότητος ἔσπειρε τὴν φιλοξενίαν, παραχρῆμα δα‐ | |
5 | ψιλεῖ τῇ χειρὶ τὰ δράγματα ἐδέχετο. Ἐπειδὴ γὰρ ἅπαντα τὰ παρ’ ἑαυτοῦ ἐπλήρωσε, καὶ οὐδὲν ἐγκατ‐ έλιπεν, ἀλλὰ τέλος ἔλαβε τὰ τῆς φιλοξενίας, καὶ ἐδεί‐ χθη τοῦ δικαίου ἡ ἀρετή· τότε λοιπὸν, ἵνα μάθῃ ὁ δίκαιος οἵων ἐπέτυχε, καὶ ὅσον αὐτῷ τῶν ἀγαθῶν | |
10 | αἰτία γεγένηται ἡ τῆς φιλοξενίας ὑπόθεσις, ἐκκαλύ‐ πτει ἑαυτὸν ὁ παραγεγονὼς, καὶ κατὰ μικρὸν ὑποδεί‐ κνυσι τῷ δικαίῳ τῆς οἰκείας δυνάμεως τὸ μέγεθος. Ἰδὼν γὰρ αὐτὸν παρεστῶτα παρὰ τὴν δρῦν, καὶ διὰ τῆς στάσεως τὴν πολλὴν τιμὴν καὶ τὴν θεραπείαν | |
15 | ἐπιδεικνύμενον, φησὶ πρὸς αὐτόν· Ποῦ Σάῤῥα ἡ γυνή σου; Εὐθέως διὰ τῆς ἐρωτήσεως παρῄνιξεν αὐτῷ, δεικνὺς ὡς οὐχ ὁ τυχών ἐστιν ὁ παραγεγονὼς, εἴ γε καὶ τῆς γυναικὸς αὐτοῦ τὴν προσηγορίαν ἠπίστατο. Ὁ δέ φησιν· Ἰδοὺ ἐν τῇ σκηνῇ. Καὶ ἐπεὶ ἔμελλε | |
20 | λοιπὸν, ὡς Θεὸς, ὑπισχνεῖσθαι αὐτῷ τὰ ὑπὲρ φύσιν, διὰ τοῦτο καὶ τῷ εἰπεῖν τὴν προσηγορίαν τῆς Σάῤῥας ἐσήμανεν, ὅτι ὑπὲρ ἄνθρωπόν ἐστιν ὁ εἰς τὴν σκηνὴν αὐτοῦ καταχθείς. Ἐπαναστρέφων γὰρ, φησὶν, ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς ὥρας, καὶ | |
25 | ἕξει υἱὸν Σάῤῥα ἡ γυνή σου· Ἰδοὺ τῆς φιλο‐ ξενίας οἱ καρποὶ, ἰδοὺ τῆς προθυμίας τῆς ἐπιτετα‐ μένης ὁ μισθὸς, ἰδοὺ τῶν καμάτων τῆς Σάῤῥας αἱ ἀμοιβαί. Ἐκείνη δὲ, φησὶν, ἤκουσε παρὰ τὴν θύραν τῆς σκηνῆς, ἑστῶσα ὄπισθεν. Καὶ τοῦτο | |
30 | ἀκούσασα, ἐγέλασε καθ’ ἑαυτὴν, λέγουσα· Οὔπω μέν μοι γέγονεν ἕως τοῦ νῦν· ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ ἵνα ἀπολογήσηται ἡ θεία Γραφὴ ὑπὲρ τῆς Σάῤῥας, προλαβοῦσα ἐπεσημήνατο, ὅτι Ἀβραὰμ δὲ καὶ Σάῤῥα, προβεβηκότες ἦσαν ἐν | |
35 | ταῖς ἡμέραις αὐτῶν. Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλά φησιν· Ἐξέλιπε δὲ Σάῤῥᾳ γίνεσθαι τὰ γυναικεῖα. Ἐξηραμμένη ἦν, φησὶν, ἡ πηγὴ, τε‐ τύφλωτο ὁ ὀφθαλμὸς, αὐτὸ τὸ ἐργαστήριον ἦν πεπη‐ ρωμένον. Δι’ ὃ ἀφορῶσα πρὸς ταῦτα ἡ Σάῤῥα, καθ’ | |
40 | ἑαυτὴν ἐλογίζετο τήν τε ἑαυτῆς ἡλικίαν, τό τε γῆρας τοῦ πατριάρχου. Ἀλλ’ ἐκείνης κατὰ τὴν σκηνὴν ταῦτα λογιζομένης, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμε‐ νος, δεῖξαι βουλόμενος καὶ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολὴν, καὶ ὅτι οὐδὲν αὐτὸν λανθάνει τῶν ἀποῤ‐ | |
45 | ῥήτων, φησὶ πρὸς τὸν Ἀβραάμ· Τί ὅτι ἐγέλασε Σάῤῥα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι, ἐγὼ δὲ γεγήρακα. Ταῦτα γὰρ ἐκείνη ἐν ἑαυτῇ ἐλο‐ γίζετο. Μὴ ἀδυνατεῖ, φησὶ, παρὰ τῷ Θεῷ ῥῆμα; Ἰδοὺ φανερῶς ἑαυτὸν ἐξεκάλυψεν. Οὐκ ἴστε, φησὶν, | |
53.383(50) | ὅτι τῆς φύσεως ὢν Δεσπότης πάντα δύναμαι, ἅπερ ἂν βουληθῶ, καὶ τὴν νεκρωθεῖσαν μήτραν ζωογονῆ‐ σαι, καὶ ἐπιτηδείαν κατασκευάσαι; Μὴ ἀδυνατεῖ, φησὶν, ἀδύνατόν τι τῷ Θεῷ; Οὐχὶ πάντα ποιῶ, καὶ μετασκευάζω; οὐχὶ ζωῆς καὶ θανάτου ἐξουσίαν | |
55 | ἔχω; Μὴ ἀδυνατεῖ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Οὐ φθάσας ὑπεσχόμην δὴ τοῦτο; Μὴ ἐγχωρεῖ τὸ παρ’ ἐμοῦ ῥηθὲν μὴ εἰς ἔργον ἐλθεῖν; Ἄκουε τοίνυν, ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἀναστρέψω πρὸς σὲ εἰς ὥρας, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Ἐπειδὰν, φησὶν, | |
60 | ἀναστρέψω κατὰ τὸν καιρὸν τοῦτον, τότε γνώσεται διὰ τῶν πραγμάτων ἡ Σάῤῥα, ὅτι οὔτε τὸ γῆρας αὐτῆς κώλυμα γενήσεται, οὔτε ἡ στείρωσις· ἀλλὰ τὸ ῥῆμα τὸ ἐμὸν ἀπαράβατον ἔσται, καὶ ὁ τόκος αὐτὴν διδάξει τῶν παρ’ ἐμοῦ ῥηθέντων τὴν δύναμιν. Εἶτα | |
65 | ἐκείνη ἀκούσασα, ὅτι οὔτε τὰ ἐν τῇ διανοίᾳ αὐτῆς | Column end |
53.384 | κινηθέντα ἔλαθε τὸν παρόντα, Ἠρνήσατο, λέγουσα· Οὐκ ἐγέλασα. Ὁ γὰρ φόβος κατέσεισεν αὐτῆς τὴν διάνοιαν. Διὰ τοῦτο τῇ ἀσθενείᾳ αὐτῆς ἡ Γραφὴ τὸ πᾶν λογιζομένη φησὶν, Ἐφοβήθη γάρ. Ἀλλ’ ὁ πα‐ | |
5 | τριάρχης φησὶ πρὸς αὐτὴν, Οὐχὶ, ἀλλὰ ἐγέλασας. Μὴ νομίσῃς, φησὶν, εἰ καὶ ἐν διανοίᾳ ταῦτα ἐβου‐ λεύσω, καὶ κατὰ τὸ λεληθὸς γέλωτα ἐποιήσω, ὅτι τοῦ παραγενομένου τὴν δύναμιν λαθεῖν εἶχες. Μὴ τοίνυν ἀρνοῦ τὸ γεγονὸς, μηδὲ προσθήκην ἐργάζου τῷ | |
10 | ἁμαρτήματι. Μεγάλα γὰρ ἡμᾶς σήμερον διαδέξεται ἀγαθὰ, τῆς φιλοξενίας ἡμῖν τούτων πάντων αἰτίας γινομένης. ζʹ. Τοῦτον ἅπαντες μιμησώμεθα, καὶ πολλὴν περὶ τὴν φιλοξενίαν τὴν σπουδὴν ποιώμεθα, οὐχ ἵνα τῶν | |
15 | ἐπικήρων τούτων καὶ φθειρομένων λάβωμεν τὴν ἀν‐ τίδοσιν μόνον, ἀλλ’ ἵνα καὶ τῶν ἀθανάτων ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτοῖς ἀποθώμεθα. Ἐὰν γὰρ τοῦτο ποιῶμεν, ὑποδεξόμεθα καὶ ἡμεῖς ἐνταῦθα τὸν Χριστὸν, καὶ ὑποδέξεται ἡμᾶς καὶ αὐτὸς ἐν ταῖς μοναῖς ἐκεί‐ | |
20 | ναις ταῖς ἡτοιμασμέναις τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ ἀκουσόμεθα παρ’ αὐτοῦ· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι | |
25 | φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· ἐν φυλακῇ, καὶ ἐπεσκέψασθέ με. Τί τούτων ἀνεπαχθέστερον; Μὴ γὰρ ἐπέταξεν ἡμῖν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τοὺς παρ’ ἡμῶν μέλλοντας θεραπεύεσθαι; Σὺ τὸ σαυτοῦ, | |
30 | φησὶν, ἐπίδειξαι, κἂν εὐτελὴς ᾖ, κἂν ἀπεῤῥιμμένος κατὰ τὸ φαινόμενον· τὰ γὰρ εἰς τούτους γινόμενα ἐγὼ οἰκειοῦμαι. Διὰ τοῦτο προσέθηκεν· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Μὴ τοίνυν τοῦ ἀπὸ τῆς φιλοξενίας | |
35 | τοσούτου κέρδους ἐπιγενομένου καταφρονήσωμεν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἐμπορεύεσθαι τὴν καλὴν ταύτην ἐμπορίαν σπουδάζωμεν, εἰδότες ὅτι ὁ Δεσπό‐ της ὁ ἡμέτερος προθυμίας δαψίλειαν, οὐ βρωμάτων ὄγκον ἀπαιτεῖ, οὐ τράπεζαν πολυτελῆ, ἀλλὰ γνώμην | |
40 | ἱλαρὰν, οὐ θεραπείαν ἁπλῶς τὴν διὰ τῶν ῥημάτων μόνον, ἀλλὰ καὶ τὴν ἀπὸ καρδίας καὶ εἰλικρινοῦς διανοίας ἀγάπην. Διὰ τοῦτο καί τις σοφὸς ἔλεγε· Κρεῖσσον λόγος, ἢ δόσις. Πολλάκις γὰρ λόγου θεραπεία πλέον τῆς δόσεως ἀνεκτήσατο τὸν δεόμενον. | |
45 | Ταῦτα οὖν εἰδότες μηδέποτε δυσχεραίνωμεν πρὸς τοὺς προσιόντας· ἀλλ’ ἂν μὲν δυνηθῶμεν παραμυ‐ θεῖσθαι αὐτῶν τὴν πενίαν, τοῦτο ποιῶμεν μετὰ χαρᾶς καὶ πολλῆς τῆς εὐφροσύνης, οὐχ ὡς παρέχοντες, ἀλλ’ ὡς τὰ μέγιστα κερδαίνοντες· εἰ δὲ μὴ δυνάμεθα, | |
53.384(50) | μὴ τραχυνώμεθα πρὸς αὐτούς· ἀλλὰ κἂν τὴν διὰ τοῦ λόγου θεραπείαν παρέχωμεν, καὶ μετὰ ἐπιεικείας αὐτοῖς ἀποκρινώμεθα. Τίνος γὰρ ἕνεκεν τραχέως αὐτῷ προσφέρῃ; Μὴ γὰρ ἀναγκάζει; μὴ γὰρ βιά‐ ζεται; Ἀξιοῖ, ἱκετεύει, παρακαλεῖ· ὁ δὲ ταῦτα ποιῶν, | |
55 | οὐχ ὕβρεως ἄξιος. Τί λέγω, ἀξιοῖ καὶ παρακαλεῖ; Μυρία ἐπεύχεται, καὶ πάντα ταῦτα ποιεῖ ὑπὲρ ἑνὸς ὀβολοῦ, καὶ οὐδὲ τοῦτον προϊέμεθα. Καὶ ποίας ἂν τύχοιμεν συγγνώμης; ποίαν δὲ σχοίημεν ἀπολογίαν, αὐτοὶ μὲν οὕτω καθ’ ἑκάστην ἡμέραν δαψιλῆ τρά‐ | |
60 | πεζαν παρατιθέμενοι, καὶ πολλάκις τὴν χρείαν ὑπερ‐ βαίνοντες, ἐκείνοις δὲ μηδὲ τοῦ τυχόντος μεταδι‐ δόντες, καὶ ταῦτα μυρία ἀγαθὰ διὰ τούτου κομι‐ ζόμενοι; Ἀλλ’ ὢ τῆς πολλῆς ῥᾳθυμίας! Οἷα γὰρ ἀπ’ αὐτῆς ζημιούμεθα; καὶ ὅσον κέρδος ἐκ τῶν ἡμετέρων | |
65 | χειρῶν προϊέμεθα; Καὶ τὴν ὑπόθεσιν τῆς σωτηρίας | |
ἡμῶν τὴν παρὰ τοῦ Θεοῦ ἡμῖν παρασχεθεῖσαν ἀπο‐ | ||
53.385 | πεμπόμεθα, οὔτε ἐννοοῦμεν, οὔτε μὴν λογιζόμεθα οὔτε τῶν διδομένων τὸ εὐτελὲς, οὔτε τὴν ὑπὲρ τῶν τοιούτων ἀμοιβῶν ὑπερβολὴν, ἀλλὰ πάντα τοῖς κι‐ βωτίοις ἐναποκλείομεν, καὶ τὸ μὲν χρυσίον ὑπὸ τοῦ | |
5 | ἰοῦ δαπανᾶσθαι συγχωροῦμεν· μᾶλλον δὲ ταῖς τῶν κλεπτῶν χερσὶ προτίθεμεν· τὰ δὲ ἱμάτια τὰ ποικίλα ὑπὸ τοῦ σητὸς ἀναλίσκεσθαι ἀφίεμεν, καὶ οὐκ ἀν‐ εχόμεθα τὰ ἁπλῶς κείμενα δεόντως οἰκονομεῖσθαι, ἵνα πάλιν ἡμῖν διαφυλάττηται, καὶ διὰ τούτων τῶν | |
10 | ἀποῤῥήτων ἀγαθῶν ἀξιωθῆναι δυνηθῶμεν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ | |
ἀεὶ, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | ||
54.385(1t) | ΟΜΙΛΙΑ ΜΒʹ. | |
2n | Ἐξαναστάντες δὲ οἱ ἄνδρες ἐπέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας. | |
3 | αʹ. Ἐμάθομεν ἐκ τῶν χθὲς ἀνεγνωσμένων, ἀγαπητοὶ, τὴν ὑπερβολὴν τῆς τοῦ δικαίου φιλοξενίας· φέρε δὴ καὶ | |
5 | σήμερον τὰ ἑξῆς ἐπελθόντες, πάλιν καταμάθωμεν τοῦ πατριάρχου τὸ φιλόστοργον καὶ συμπαθές. Ἑκάστην γὰρ τῶν ἀρετῶν μεθ’ ὑπερβολῆς ὁ δίκαιος οὗτος ἐκέκτητο. Οὐδὲ γὰρ μόνον φιλόστοργος, οὐδὲ φιλόξενος ἦν καὶ συμπαθὴς, ἀλλὰ καὶ τὰς ἄλλας ἀρετὰς ἁπάσας μετὰ | |
10 | δαψιλείας ἐπεδείκνυτο. Ἄν τε γὰρ ὑπομονὴν δέῃ ἐπιδεί‐ ξασθαι, εὑρήσεις αὐτὸν εἰς αὐτὴν τὴν ἄκραν κορυφὴν ἀναβεβηκότα· ἄν τε ταπεινοφροσύνην, ὄψει πάλιν καὶ ἐνταῦθα οὐδενὶ παραχωροῦντα, ἀλλὰ πάντας ὑπερακον‐ τίζοντα· κἂν πίστιν ἐπιδείξασθαι δέῃ, καὶ ἐν τούτῳ πά‐ | |
15 | λιν μᾶλλον εὑρεθήσεται τῶν ἄλλων ἁπάντων εὐδοκιμῶν. Καθάπερ γὰρ εἰκών τις ἔμψυχός ἐστιν ἡ τούτου ψυχὴ, τὰ διάφορα τῆς ἀρετῆς χρώματα ἐν ἑαυτῇ δεικνύουσα. Ποία οὖν ἡμῖν ὑπολείπεται λοιπὸν ἀπολογία, ὅταν ἑνὸς ἀνθρώπου πάσας τὰς ἀρετὰς ἐν ἑαυτῷ περιφέροντος, | |
20 | ἡμεῖς οὕτως ἔρημοι τυγχάνωμεν, ὡς μηδεμίαν ἀρετὴν βούλεσθαι κατορθοῦν; Ὅτι γὰρ οὐ παρὰ τὸ μὴ δύνασθαι, ἀλλὰ παρὰ τὸ μὴ βούλεσθαι ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, σαφὴς ἀπόδειξις τὸ πολλοὺς τῶν ὁμογενῶν ἡμῖν εὑρεῖν διαλάμποντας ἐν ἀρετῇ. Καὶ αὐτὸ δὲ τοῦτο, τὸ | |
25 | τὸν πατριάρχην καὶ πρὸ τῆς χάριτος, καὶ πρὸ τοῦ νόμου γεγονότα, οἴκοθεν καὶ ἀπὸ τῆς ἐν τῇ φύσει κειμένης γνώσεως εἰς τοσοῦτον μέτρον ἀρετῆς ἐλθεῖν, πάσης ἡμᾶς ἀπολογίας ἀποστερῆσαι δυνήσεται. Ἀλλ’ ἴσως ἐροῦσί τινες, ὅτι πολλῆς ἀπέλαυσε τῆς παρὰ τοῦ Θεοῦ κηδεμο‐ | |
30 | νίας ὁ ἀνὴρ, καὶ πολλὴν ἐπεδείξατο τὴν περὶ αὐτὸν πρό‐ νοιαν ὁ τῶν ὅλων Θεός. Ναὶ, ὁμολογῶ· ἀλλ’ εἰ μὴ πρό‐ τερος τὰ παρ’ ἑαυτοῦ καὶ αὐτὸς ἐπεδείξατο, οὐκ ἂν τῶν παρὰ τοῦ Δεσπότου ἀπήλαυσε. Μὴ τοίνυν τοῦτο μόνον ὅρα, ἀλλὰ καθ’ ἕκαστον ἐξετάζων καταμάνθανε, πῶς | |
35 | πρότερον τῆς οἰκείας ἀρετῆς ἐν πᾶσι τὴν βάσανον παρ‐ εσχηκὼς, οὕτως ἠξιοῦτο τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας. Καὶ ταῦτα πολλάκις ὑμῖν ἐδείξαμεν, ἡνίκα τὰ κατὰ τὴν μετάστασιν αὐτοῦ τὴν ἐκ γῆς τῆς πατρῴας ἐποιεῖτο ὅπως οὐδὲ ἀπὸ προγόνων σπέρματα εὐσεβείας δεξάμενος, | |
40 | οἴκοθεν καὶ παρ’ ἑαυτοῦ πολὺ τὸ φιλόθεον ἐπεδείκνυτο, καὶ ἄνθρωπος ἄρτι τῆς Χαλδαίας μεταναστὰς, ἀθρόον κελευόμενος τὴν ἀλλοτρίαν τῆς οἰκείας ἀνταλλάξασθαι, οὐκ ἐνεδοίασεν, οὐκ ἀνεβάλλετο, ἀλλ’ εὐθέως ἐπλήρου τὸ ἐπιταχθὲν, καὶ ταῦτα οὐκ εἰδὼς ὅπου στήσεται αὐτῷ τὰ | |
45 | τῆς πλάνης, καὶ ἔσπευδε καὶ ἠπείγετο, ὡς ἐπὶ ὡμολο‐ γημένοις, τοῖς ἀδήλοις, τὸ τοῦ Θεοῦ πρόσταγμα πάντων προτιμότερον ἡγούμενος. Εἶδες πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων τὰ παρ’ ἑαυτοῦ εἰσέφερε, καὶ διὰ τοῦτο καὶ τὰ παρὰ τοῦ Θεοῦ καθ’ ἑκάστην ἐκαρποῦτο μετὰ πολλῆς | |
54.385(50) | τῆς δαψιλείας; Τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς, ἀγαπητοὶ, εἰ βουλοίμεθα τῆς ἄνωθεν ἀπολαύειν εὐνοίας, ζηλώσωμεν τὸν πατριάρχην, καὶ μὴ ἀναδυώμεθα πρὸς τὴν ἀρετὴν, ἀλλ’ ἑκάστην ἀπολαβόντες, οὕτω ταύτην μετὰ σπουδῆς μετερχώμεθα, ὡς τὸν ἀκοίμητον ἐκεῖνον | |
55 | ὀφθαλμὸν ἐπισπάσασθαι πρὸς τὴν τῆς ἀμοιβῆς ἀντίδοσιν. | |
Ὁ γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν ἐπιστάμενος, | Column end | |
54.386(3) | ἐπειδὰν ἴδῃ ὑγιῆ γνώμην ἐπιδεικνυμένους, καὶ πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας ἀποδύεσθαι ἐσπουδακότας, παρα‐ | |
5 | χρῆμα καὶ τὴν παρ’ ἑαυτοῦ παρέχει ῥοπὴν, ὁμοῦ καὶ τοὺς πόνους ἡμῖν ἐπικουφίζων, καὶ τὸ ἀσθενὲς τῆς ἡμε‐ τέρας φύσεως ἐπιῤῥωννὺς, καὶ δαψιλεῖς τὰς ἀμοιβὰς χορηγῶν. Καὶ ἐπὶ μὲν τῶν Ὀλυμπιακῶν ἀγώνων οὐκ ἄν ποτε εὕροις τι τοιοῦτον γινόμενον· ἀλλ’ ἕστηκεν ὁ | |
10 | παιδοτρίβης, θεατὴς μόνον γινόμενος τῶν ἀγωνιζομένων, καὶ οὐδὲν ἕτερον συνεισενεγκεῖν δυνάμενος, ἀλλ’ ἀναμέ‐ νων τὴν νίκην γενέσθαι· ὁ δὲ Δεσπότης ὁ ἡμέτερος οὐχ οὕτως, ἀλλὰ καὶ συναγωνίζεται, καὶ χεῖρα ὀρέγει, καὶ συνεφάπτεται, καὶ μονονουχὶ πανταχόθεν τὸν ἀντίπαλον | |
15 | ὑποτεταγμένον ἡμῖν παραδίδωσι, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε δυνηθῆναι ἡμᾶς καταγωνίσασθαι, καὶ τὴν νίκην ἄρασθαι, ἵνα τὸν ἀμαράντινον στέφανον ἐπιθῇ τῇ ἡμετέρᾳ κεφαλῇ. Στέφανον γὰρ, φησὶν, χα‐ ρίτων δέξῃ σῇ κορυφῇ. Καὶ ἐν μὲν τοῖς Ὀλυμπιακοῖς | |
20 | τούτοις ἀγῶσιν ὁ στέφανος μετὰ τὴν νίκην οὐδὲν ἕτερόν ἐστιν, ἢ φύλλα δάφνης, καὶ κρότος, καὶ βοὴ παρὰ τοῦ δήμου γινομένη, ἅπερ ἅπαντα, τῆς ἑσπέρας καταλαβού‐ σης, κατεμαράνθη καὶ ἀπώλετο· ὁ δὲ ὑπὲρ τῆς ἀρετῆς καὶ τῶν ταύτης ἱδρώτων στέφανος οὐδὲν αἰσθητὸν ἔχει, | |
25 | οὐδὲ ἐν τῷ αἰῶνι τούτῳ συγκαταλυόμενον, ἀλλὰ διηνεκὴς, ἀθάνατος, ἅπασι τοῖς αἰῶσι συμπαρεκτεινόμενος. Καὶ ὁ μὲν πόνος πρὸς χρόνον βραχὺν, ἡ δὲ ὑπὲρ τῶν πόνων ἀμοιβὴ τέλος οὐκ οἶδεν, οὐδὲ εἴκει τῷ χρόνῳ, οὐδὲ μα‐ ραίνεται. Καὶ ἵνα μάθητε, ἰδοὺ πόσα ἔτη διελήλυθε, καὶ | |
30 | πόσαι γενεαὶ, ἐξ οὗ πατριάρχης οὗτος γέγονε· καὶ ὡς χθὲς καὶ σήμερον, οὕτω διαλάμπουσιν αὐτοῦ οἱ ὑπὲρ τῆς ἀρετῆς στέφανοι, καὶ μέχρι τῆς συντελείας αὐτῆς πᾶσι τοῖς εὖ φρονοῦσι διδασκαλίας ὑπόθεσις γίνεται. βʹ. Ἐπεὶ οὖν τοιαύτη τοῦ δικαίου τούτου ἡ ἀρετὴ, εἰς | |
35 | ζῆλον τούτου διεγερθῶμεν, καὶ ὀψὲ γοῦν ποτε τὴν οἰκείαν ἐπιγνόντες εὐγένειαν, τὸν πατριάρχην μιμησώμεθα, καὶ ἔννοιάν τινα λάβωμεν τῆς σωτηρίας τῆς ἡμετέρας, καὶ πολλὴν ἐπιμέλειαν ποιώμεθα, ὥστε μὴ τὸ σῶμα μόνον ὑγιαίνειν, ἀλλὰ καὶ τῆς ψυχῆς τὰ διάφορα νοσήματα ἰα‐ | |
40 | τρεύειν. Ἐὰν γὰρ βουλώμεθα νήφειν καὶ ἐγρηγορέναι, τῶν τοῦ σώματος παθῶν εὐκολώτερον τὰ τῆς ψυχῆς ἰασόμεθα νοσήματα. Οἷον γὰρ ἂν ἐνοχλῇ ἡμῖν πάθος, ἐὰν ἐθέλωμεν εὐσεβεῖ λογισμῷ ἐν νῷ ἀναλαβεῖν τὸ κριτήριον τῆς φοβερᾶς ἐκείνης ἡμέρας, καὶ μὴ πρὸς τὸ παρὸν ἡδὺ | |
45 | ἀπιδεῖν, ἀλλὰ τὴν μετὰ ταῦτα ὀδύνην ἐγγινομένην ἡμῖν, παραχρῆμα ἀποπτήσεται καὶ ἀποπηδήσει τῆς ἡμετέρας ψυχῆς. Μὴ τοίνυν ῥᾳθυμῶμεν, ἀλλ’ εἰδότες ὅτι ἀγών ἐστι καὶ παλαίσματα, καὶ δεῖ παρατετάχθαι πρὸς τὴν μά‐ χην, καθ’ ἑκάστην ἡμέραν ἡμῶν τὸν λογισμὸν ἀκμάζοντα | |
54.386(50) | καὶ νεαρὸν ἔχωμεν, ἵνα τῆς ἄνωθεν συμμαχίας ἀπολαύον‐ τες, τοῦ πονηροῦ τούτου θηρίου, τοῦ ἐπιβούλου | |
λέγω τῆς σωτηρίας τῆς ἡμετέρας, τὴν κεφαλὴν συντρῖψαι | ||
54.387 | δυνηθῶμεν. Αὐτὸς γὰρ ἡμῖν ὁ Δεσπότης ἐπήγγελται λέ‐ γων· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Νήφωμεν τοίνυν, παρακαλῶ, ἵνα κατ’ ἴχνος | |
5 | τοῦ πατριάρχου τούτου τὴν ἀρετὴν μετιόντες, τῶν αὐτῶν ἐκείνῳ στεφάνων ἀξιωθῆναι δυνηθῶμεν, καὶ εἰς τοὺς τούτου καταντῆσαι κόλπους, καὶ διαφυγεῖν τὴν ἐν τῇ γεέννῃ κόλασιν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀξιωθῆναι. Ἀλλ’ ἵνα πλείονα ζῆλον ἐν ὑμῖν ἐργαζώμεθα, | |
10 | καὶ πρὸς τὴν τοῦ δικαίου τούτου μίμησιν ὑμᾶς διεγεί‐ ρωμεν, φέρε πάλιν ἐκ τῆς κατ’ αὐτὸν ἱστορίας διαλεχθῶ‐ μεν πρὸς τὴν ὑμετέραν ἀγάπην, ἐπελθόντες τῶν ἑξῆς τὴν ἀκολουθίαν. Μετὰ γὰρ τὴν δαψιλῆ φιλοξενίαν ἐκεί‐ νην, οὐ τῇ ποιότητι ἢ ποσότητι τῶν ἐδεσμάτων κρινομέ‐ | |
15 | νην, ἀλλὰ τῇ προθυμίᾳ, τὸ δαψιλὲς τῆς γνώμης δεξάμενος παραχρῆμα τῆς φιλοξενίας τὰς ἀμοιβὰς ἐχαρίσατο. Καὶ μαθὼν τίς τε εἴη ὁ παραγεγονὼς, καὶ πόση ἡ τούτου δύναμις, μέλλουσιν ἐκεῖθεν ἐπὶ τὴν Σοδόμων καταστρο‐ φὴν ὁρμᾷν ἠκολούθησεν ὁ πατριάρχης συμπροπέμπων, | |
20 | φησίν. Ὅρα Δεσπότου φιλανθρωπίαν, ὅσῃ συγκαταβάσει κέχρηται, ὁμοῦ καὶ τὴν εἰς τὸν δίκαιον τιμὴν δεικνὺς, καὶ ἐκκαλύψαι βουλόμενος τὴν ἀρετὴν τὴν ἐναποκειμένην αὐτοῦ τῇ ψυχῇ. Ἐξαναστάντες δὲ, φησὶν, οἱ ἄνδρες κατέβλεψαν ἐπὶ πρόσωπον Σοδόμων καὶ Γομόῤῥας | |
25 | Τοὺς ἀγγέλους φησίν. Ἐνταῦθα μὲν γὰρ ἐν τῇ σκηνῇ τοῦ Ἀβραὰμ καὶ οἱ ἄγγελοι, καὶ ὁ τούτων Δεσπότης κατὰ ταὐτὸν ὤφθησαν· λοιπὸν δὲ οἱ μὲν ὡς ὑπηρέται ἀπεστέλ‐ λοντο ἐπὶ τὴν καταστροφὴν τῶν πόλεων ἐκείνων, ὁ δὲ ἔμενε, καθάπερ φίλος φίλῳ, μονονουχὶ κοινολογούμενος | |
30 | τῷ δικαίῳ, ἅπερ ἔμελλε ποιεῖν. Ἀπελθόντων τοίνυν ἐκεί‐ νων, Εἶπε, φησὶν, ὁ Κύριος· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ. Μεγίστη τοῦ Θεοῦ ἡ συγκατάβασις, καὶ πάντα λόγον ὑπερβαίνουσα ἡ εἰς τὸν δίκαιον τιμή. Ὅρα γὰρ πῶς πρὸς αὐτὸν διαλέγε‐ | |
35 | ται, ὡσανεὶ ἄνθρωπος ἀνθρώπῳ διαλεξόμενος, δεικνὺς ἡμῖν ὅσης οἱ ἐνάρετοι ἀξιοῦνται τῆς παρὰ τοῦ Θεοῦ τι‐ μῆς. Καὶ ἵνα μὴ νομίσῃς τῆς τοῦ Θεοῦ μόνον εἶναι ἀγα‐ θότητος τὴν τοσαύτην εἰς τὸν δίκαιον τιμὴν, ὅρα πῶς ἡ θεία Γραφὴ διδάσκει ἡμᾶς, ὅτι αὐτὸς ἑαυτῷ ταύτης τῆς | |
40 | τιμῆς αἴτιος κατέστη, μετὰ πολλῆς τῆς ὑπακοῆς τοῖς παρὰ τοῦ Θεοῦ πειθόμενος ἐπιτάγμασιν. Εἰπὼν γάρ· Οὐ μὴ κρύψω ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου, ἃ ἐγὼ ποιῶ, οὐκ εὐθέως λέγει τὸ μέλλον ἔσεσθαι· ἀκόλουθον γὰρ ἦν ἐπαγαγεῖν καὶ εἰπεῖν, ὅτι μέλλει τὰ Σόδομα ἐμ‐ | |
45 | πιπρᾷν. Ἀλλ’ ἄξιον μηδὲ ἐκεῖνο παραδραμεῖν· οὐδὲ γὰρ συλλαβὴν οὐδὲ κεραίαν παρατρέχειν χρὴ τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων. Πόσης γὰρ οἴει τιμῆς εἶναι καὶ τοῦτο αὐτὸ τὸ λέγειν, Ἀβραὰμ τοῦ παιδός μου; πόσου φίλ‐ τρου; πόσης διαθέσεως; Τοῦτο γὰρ μάλιστα δείκνυσι τὸ | |
54.387(50) | ἐξαίρετον, καὶ τὴν εἰς τὸν δίκαιον τιμήν. Εἶτα, ὅπερ ἔλεγον, εἰπὼν, Οὐ μὴ κρύψω, οὐκ εὐθέως ἐπάγει καὶ λέγει τὸ γινόμενον, ἀλλὰ τί; Ἵνα μάθωμεν ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοσαύτην περὶ αὐτὸν δείκνυται τὴν κηδεμονίαν, φησίν· Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς | |
55 | ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐ‐ τῷ πάντα τὰ ἔθνη τῆς γῆς. ᾜδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ τῷ οἴκῳ αὐτοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου τοῦ Θεοῦ, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἂν ἐπαγάγῃ Κύριος | |
60 | ἐπὶ Ἀβραὰμ πάντα, ἃ ἐλάλησε πρὸς αὐτόν. Βαβαὶ, πόσον τῆς τοῦ Δεσπότου φιλανθρωπίας τὸ μέγεθος. | |
Ἐπειδὴ μέλλει μετὰ ταῦτα ἐπάγειν τὰ κατὰ τὴν κατα‐ | Column end | |
54.388 | στροφὴν Σοδόμων, προλαβὼν νῦν παραθαῤῥύνει τὸν πα‐ τριάρχην, ὁμοῦ καὶ τὴν μεγίστην εὐλογίαν αὐτῷ ἐπαγ‐ γελλόμενος, καὶ ὅτι εἰς πλῆθος ἔσται μέγα, καὶ διδάσκων αὐτὸν ὅτι ἀμοιβὴν ταύτην λαμβάνει τῆς φιλοθέου αὐτοῦ | |
5 | γνώμης. Ἐννόησον γὰρ ὅση ἐστὶν ἡ τοῦ πατριάρχου ἀρετὴ, ὅταν ὁ Θεὸς λέγῃ· ᾜδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ μετ’ αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου. Πολλὴ τῆς ἀρετῆς ἡ ἐπίτασις· οὐ γὰρ μόνον ὑπὲρ ὧν αὐτὸς μέτεισι τὴν ἀρετὴν, τὰς ἀμοιβὰς | |
10 | δέχεται, ἀλλὰ καὶ ὑπὲρ ὧν διετάξατο τοῖς ἐξ αὐτοῦ τεχθεῖσι, δαψιλοῦς ἀξιοῦται τῆς ἀντιδόσεως· εἰκότως· αὐτὸς γὰρ λοιπὸν ἅπασι διδάσκαλος γέγονεν. Ὁ γὰρ τὴν ἀρχὴν καὶ τὰ προοίμια παρασχὼν, οὗτος καὶ τῶν μετὰ ταῦτα γινομένων αἴτιος ἂν εἴη. | |
15 | γʹ. Καὶ ὅρα τοῦ Δεσπότου τὴν ἀγαθότητα. Οὐ μόνον ὑπὲρ τῆς ἐν τῷ παρελθόντι ἀρετῆς ἀμείβεται τὸν δίκαιον, ἀλλὰ καὶ ὑπὲρ τῆς μελλούσης. ᾜδειν γὰρ, φησὶν, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ. Ἐπειδὴ, φησὶ, προγινώσκω τοῦ δικαίου τὴν γνώμην, διὰ τοῦτο προ‐ | |
20 | λαμβάνω ταῖς ἀμοιβαῖς. Οἶδε γὰρ τὰ ἀπόῤῥητα τῆς διανοίας ἡμῶν, καὶ ὅταν θεάσηται τὰ δέοντα βουλευο‐ μένους καὶ ὑγιῆ τὴν γνώμην ἐπιδεικνυμένους, καὶ χεῖρα ὀρέγει, καὶ πρὸ τῶν πόνων ἀμείβεται, προθυμοτέρους ταύτῃ κατασκευάζων· καὶ τοῦτο ἂν εὕροις ἐπὶ τῶν | |
25 | δικαίων ἁπάντων γινόμενον. Εἰδὼς γὰρ τῆς ἀνθρω‐ πίνης φύσεως τὴν ἀσθένειαν, ὥστε μὴ ἀπαγορεῦσαι πρὸς τὰ δυσχερῆ, μεταξὺ τῶν πόνων πολλάκις τὴν παρ’ ἑαυτοῦ ἀντίληψιν καὶ τὰς ἀμοιβὰς παρέχει, ὥστε καὶ τὸν πόνον ἐπικουφίσαι, καὶ τὴν ὁρμὴν ἐπιτεῖναι. ᾜδειν | |
30 | γὰρ, φησὶν, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ, καὶ φυλά‐ ξουσι τὰς ὁδοὺς Κυρίου. Οὐ μόνον περὶ αὐτοῦ προλέ‐ γει, ὅτι Συντάξει, ἀλλὰ καὶ περὶ τῶν υἱῶν αὐτοῦ, ὅτι Φυλάξουσι τὰς ὁδοὺς Κυρίου, τὸν Ἰσαὰκ, τὸν Ἰακὼβ αἰνιττόμενος. Τὰς ὁδοὺς Κυρίου, τοῦτ’ ἔστι τὰ προσ‐ | |
35 | τάγματα, τὰς ἐντολάς. Ποιεῖν γὰρ, φησὶ, δικαιοσύνην καὶ κρίσιν· μηδὲν τοῦ δικαίου προτιμᾷν, ἐκτὸς γίνεσθαι πάσης ἀδικίας. Τοῦτο γὰρ ἡ μεγίστη ἀρετή· διά τοι τοῦτο πάντα εἰς ἔργον ἐκβήσεται, ὅσα ἐλάλησε Κύριος πρὸς αὐτόν. Οἶμαι δὲ καὶ ἕτερόν τι αἰνίττεσθαι αὐτὸν διὰ | |
40 | τοῦ λέγειν, Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, ἀντὶ τοῦ, Σὺ μὲν ὁ τὴν ἀρετὴν ἑλόμενος, καὶ τοῖς ἐμοῖς προστάγμασι πειθόμενος, καὶ τὴν ὑπ‐ ακοὴν ἐπιδεικνύμενος, εἰς ἔθνος μέγα καὶ πολὺ γενήσῃ· οἱ δὲ παράνομοι οὗτοι οἱ κατὰ τὴν τῶν Σοδόμων χώραν | |
45 | οἰκοῦντες, ἀφανισθήσονται ἅπαντες. Ὥσπερ γὰρ ἡ ἀρετὴ σωτηρίας ὑπόθεσις γίνεται τοῖς ταύτην μετιοῦσιν, οὕ‐ τως ἡ πονηρία ἀφανισμοῦ αἰτία καθίσταται. Εἶτα ἐπειδὴ καὶ διὰ τῆς εὐλογίας, καὶ διὰ τῶν ἐπαίνων εἰς πλείονα παῤῥησίαν ἤγαγε τὸν δίκαιον, ἄρχεται τῆς | |
54.388(50) | ὑποθέσεως, καί φησι· Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγά‐ λαι σφόδρα. Καταβὰς οὖν ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦν‐ ται· εἰ δὲ μὴ, ἵνα γνῶ. Φοβερὰ τὰ εἰρημένα. Κραυγὴ | |
55 | Σοδόμων, φησὶ, καὶ Γομόῤῥας. Καίτοι καὶ ἕτεραι πό‐ λεις μετ’ αὐτῶν ἠφανίσθησαν, ἀλλ’ ἐπειδὴ αὗται ἦσαν αἱ περιφανέστεραι, τούτων ἐμνημόνευσεν. Πεπλήθυνται πρός με, καὶ αἱ ἁμαρτίαι αὐτῶν μεγάλαι σφόδρα. Ὅρα τῶν κακῶν τὴν ἐπίτασιν. Οὐ μόνον πολὺ τὸ πλῆ‐ | |
60 | θος τῆς κραυγῆς, ἀλλὰ καὶ τῆς ἀδικίας. Τὸ γὰρ, Κραυγὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται, οἶμαι σημαί‐ νειν, ὅτι μετὰ τῆς παρανομίας ἐκείνης τῆς ἀφάτου καὶ πάσης συγγνώμης ἀπεστερημένης, καὶ ἑτέρας ἀδικίας πολλὰς ἐπεδείκνυντο, οἱ δυνατώτεροι κατεξανιστάμενοι | |
65 | τῶν ἀσθενεστέρων, οἱ πλούσιοι τῶν πενήτων. Οὐ μόνον | |
54.389 | τοίνυν, φησι, πολὺ τῆς κραυγῆς τὸ πένθος, ἀλλὰ καὶ αἱ ἁμαρτίαι αὐτῶν οὐχ αἱ τυχοῦσαί εἰσιν, ἀλλὰ καὶ μεγά‐ λαι, καὶ σφόδρα μεγάλαι. Ξένον γὰρ τρόπον παρανομίας ἐπενόησαν, καὶ ἀλλοκότους καὶ ἀθέσμους τῶν μίξεων | |
5 | νόμους ἐφεῦρον, καὶ τοσαύτη τῆς κακίας ἡ φορὰ, ὡς ἅπαντας τῆς λύμης ἀναπλησθῆναι πάσης, καὶ μηδεμίαν λοιπὸν διόρθωσιν αὐτοὺς ἐπιδέχεσθαι, ἀλλ’ ἀφανισμοῦ δεῖσθαι παντελοῦς· οὐδὲ γὰρ ἰατρείαν λοιπὸν ἐπιδέχεται τὰ τούτων πάθη ἀνίατα γεγονότα. Εἶτα παιδεύων ἅπα‐ | |
10 | σαν τῶν ἀνθρώπων τὴν φύσιν, κἂν μεγάλα ᾖ σφόδρα τὰ ἁμαρτήματα καὶ ὡμολογημένα, μὴ πρότερον τὰς ψήφους ἐκφέρειν, πρὶν ἂν ἐναργεῖς ἀποδείξεις γένωνται, φησί· Καταβὰς ὄψομαι, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν συν‐ τελοῦνται τὴν ἐρχομένην πρός με· εἰ δὲ μὴ, ἵνα γνῶ. | |
15 | Τί βούλεται τῆς λέξεως ἡ συγκατάβασις; Καταβὰς, φησὶν, ὄψομαι. Τόπον γὰρ ἐκ τόπου μεταβαίνει ὁ τῶν ὅλων Θεός; Οὐχὶ, μὴ γένοιτο. Οὐ τοῦτο λέγει, ἀλλ’ ὅπερ πολλάκις ἔφην, τῇ παχύτητι τῆς λέξεως ἡμᾶς παιδεῦσαι βούλεται, ὅτι δεῖ πολλῇ τῇ ἀκριβείᾳ κεχρῆσθαι, καὶ μήτε | |
20 | ἀπὸ ἀκοῆς καταδικάζειν τοὺς ἡμαρτηκότας, μήτε ἄνευ ἀποδείξεως τὰς ψήφους ἐκφέρειν. Ἀκούωμεν ταῦτα ἅπαντες. Οὐ γὰρ μόνον οἱ τὸν δικαστικὸν θρόνον ἐπ‐ έχοντες, τοῦτον παραφυλάττεσθαι ὀφείλουσι τὸν νόμον, ἀλλὰ καὶ ἡμῶν ἕκαστος μηδέποτε ἀπὸ ψιλῆς διαβολῆς | |
25 | κατακρίνειν τὸν πλησίον. Διὰ γὰρ τοῦτο καὶ μετὰ ταῦτα ὁ μακάριος οὗτος Μωϋσῆς ἐνηχούμενος ὑπὸ τοῦ Πνεύ‐ ματος παρῄνει, λέγων· Ἀκοὴν ματαίαν μὴ παραδέξῃ. Καὶ ὁ μακάριος δὲ Παῦλος γράφων ἐβόα· Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Καὶ ὁ Χριστὸς διατασσό‐ | |
30 | μενος τοῖς μαθηταῖς, καὶ διδάσκων τῶν Ἰουδαίων τὸ πλῆθος, τοὺς γραμματέας αὐτῶν καὶ Φαρισαίους, ἔλεγε· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Τί γὰρ, φησὶ, πρὸ καιροῦ ἁρπάζεις τὸ τοῦ δικαστοῦ ἀξίωμα; τί προλαμβάνεις τὴν ἡμέραν ἐκείνην τὴν φοβεράν; Βούλει κριτὴς εἶναι; Σαυ‐ | |
35 | τοῦ γίνου, καὶ τῶν σοι πεπλημμελημένων. Οὐδεὶς ὁ κωλύων. Οὕτω γὰρ καὶ τὰ ἡμαρτημένα σοι διορθώσῃ, καὶ οὐδεμίαν ἐκ τοῦ πράγματος ὑποστήσῃ βλάβην. Ἐὰν δὲ τὰ κατὰ σαυτὸν καταλιπὼν ἑτέρους καθέζῃ κρίνων, μείζονα σαυτῷ τὰ φορτία τῶν ἁμαρτημάτων συλλέγων | |
40 | οὐκ αἰσθάνῃ. Δι’ ὃ, παρακαλῶ, φεύγωμεν πάντη τὸ καταδικάζειν τοὺς πλησίον. Εἰ γὰρ καὶ τῆς ἐξουσίας τῆς δικαστικῆς οὐ μετέχεις, ἀλλὰ τῇ γνώμῃ κατέκρινας. καὶ ὑπεύθυνον τῷ ἁμαρτήματι πεποίηκας, οὐδεμίαν ἀπόδειξιν δεξάμενος, ἀλλὰ πολλάκις ἐξ ὑποψίας καὶ | |
45 | διαβολῆς ψιλῆς. Διὰ γὰρ τοῦτο καὶ ὁ μακάριος Δαυῒδ ἐβόα λέγων· Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. δʹ. Εἶδες ἀρετῆς ὑπερβολήν; Οὐ μόνον οὐ παρεδέχετο αὐτὸς τὰ λεγόμενα, ἀλλὰ καὶ ἀπήλαυνε τὸν τοῦ ἀδελφοῦ | |
54.389(50) | καταλαλεῖν βουλόμενον. Ἐὰν τοίνυν βουλώμεθα καὶ ἡμεῖς ἐλαττοῦν τὰ ἑαυτοῖς ἐπταισμένα, τοῦτο μάλιστα πάντων φυλαττώμεθα, μήτε καταψηφίζεσθαι τῶν ἀδελ‐ φῶν τῶν ἡμετέρων, μήτε τοὺς καταλαλεῖν ἐπιχειροῦντας προσίεσθαι, μᾶλλον δὲ κατὰ τὸν προφήτην ἀπελαύνειν, | |
55 | καὶ πάντη ἀποστρέφεσθαι. Τοῦτο γὰρ οἶμαι καὶ τὸν προφήτην Μωϋσῆν δηλοῦν διὰ τοῦ λέγειν, Ἀκοὴν μα‐ ταίαν μὴ παραδέξῃ. Διά τοι τοῦτο καὶ νῦν ὁ τῶν ὅλων Δεσπότης τοσαύτῃ παχύτητι λέξεως ἐχρήσατο πρὸς ὠφέλειαν τῶν ἡμετέρων ψυχῶν, καί φησι· Καταβὰς | |
60 | ὄψομαι. Τί γάρ; Οὐκ ἠπίστατο; οὐκ ᾔδει τὸ μέγεθος | |
τῶν ἁμαρτημάτων; οὐκ ἐγίνωσκε τὸ ἀδιόρθωτον τῶν | Column end | |
54.390 | ἐπταισμένων; Ἀλλ’ ὥσπερ ἀπολογίαν τινὰ συντιθεὶς τοῖς μετὰ ταῦτα ἀναισχύντως ἐγκαλεῖν βουλομένοις, καὶ δεικνὺς αὐτῶν τὸ ἀκάθεκτον, καὶ τὴν πολλὴν σπάνιν τῆς ἀρετῆς, τοσαύτῃ κέχρηται τῇ μακροθυμίᾳ. Τάχα δὲ οὐ | |
5 | διὰ τοῦτο μόνον, ἀλλ’ ὥστε καὶ τῷ δικαίῳ ἀφορμὴν παρασχεῖν δεῖξαι τῆς γνώμης αὐτοῦ τὸ συμπαθὲς καὶ τὸ φιλόστοργον. Οἱ μὲν οὖν ἄγγελοι, καθάπερ ἔφθην εἰπὼν, ἀπῆλθον εἰς τὰ Σόδομα· ὁ δὲ πατριάρχης εἱστήκει ἐναν‐ τίον Κυρίου. Καὶ ἐγγίσας, φησὶν, Ἀβραὰμ εἶπε· Μὴ | |
10 | συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής; Ὢ τῆς τοῦ δικαίου παῤῥησίας, μᾶλλον δὲ, ὢ ψυχῆς συμπάθεια· ὅπως τῇ τῆς συμπαθείας μέθῃ καρωθεὶς οὐδὲ ὃ λέγει συνίησι. Καὶ δεικνύουσα ἡ θεία Γραφὴ, ὅτι μετὰ φόβου πολλοῦ καὶ τρόμου τὴν ἱκε‐ | |
15 | σίαν ποιεῖται, φησίν· Ἐγγίσας Ἀβραὰμ εἶπε· Μὴ συν‐ απολέσῃς δίκαιον μετὰ ἀσεβοῦς; Τί ποιεῖς, ὦ μα‐ κάριε πατριάρχα; Τῆς παρὰ σοῦ δεῖται παρακλήσεως ὁ Δεσπότης, ὥστε μὴ τοῦτο ποιῆσαι; Ἀλλὰ μὴ τοῦτο νοήσωμεν· οὐδὲ γὰρ ὡς τοῦ Δεσπότου τοῦτο ποιεῖν μέλλον‐ | |
20 | τος λέγει, ἀλλ’ ἐπειδὴ ἐξ εὐθείας διὰ τὸν ἀδελφιδοῦν εἰ‐ πεῖν οὐκ ἐθάῤῥει, κοινὴν ὑπὲρ ἁπάντων ποιεῖται τὴν ἱκεσίαν, βουλόμενος μετὰ τῶν ἄλλων καὶ τοῦτον διασῶ‐ σαι, καὶ μετὰ τούτου καὶ τοὺς ἄλλους ἐξαρπάσαι· καὶ ἄρχεται τῆς παρακλήσεως, καί φησιν· Ἐὰν ὦσι | |
25 | πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολέσεις αὐτούς; Οὐκ ἀνήσεις ἅπαντα τὸν τόπον ἕνεκεν τῶν πεντή‐ κοντα δικαίων, ἐὰν ὦσιν ἐν αὐτῇ; Μηδαμῶς· οὐ ποιήσεις τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. Μη‐ | |
30 | δαμῶς. Ὁ κρίνων πᾶσαν τὴν γῆν οὐ ποιήσεις κρίσιν; Ὅρα πῶς καὶ ἐν τῇ ἱκεσίᾳ δείκνυσιν αὐτοῦ τῆς γνώμης τὸ φιλόθεον, καὶ κριτὴν πάσης τῆς γῆς ὁμο‐ λογεῖ, καὶ ἀξιοῖ μὴ συναπολέσαι δίκαιον μετὰ ἀσεβοῦς. Εἶτα ὁ ἥμερος καὶ φιλάνθρωπος Θεὸς ἐπινεύει τῇ αἰτή‐ | |
35 | σει, καί φησι· Ποιῶ ὅπερ εἴρηκας, καὶ δέχομαί σου τὴν παράκλησιν. Ἐὰν εὑρεθῶσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, δι’ ἐκείνους ἀφήσω πάντα τὸν τόπον. Χαρίζομαι, φησὶ, τοῖς πεντήκοντα δικαίοις, ἐὰν εὑρεθῶσι, τῶν λοιπῶν τὴν σωτηρίαν, καὶ τὴν αἴτησιν τὴν σὴν εἰς | |
40 | ἔργον ἀγάγω. Ἀλλ’ ἴδωμεν τὸν δίκαιον τοῦτον, ὅπως παῤῥησίας ἐπιλαβόμενος, καὶ τοῦ Θεοῦ τὴν φιλανθρω‐ πίαν εἰδὼς, πάλιν δευτέραν αἴτησιν προσάγει, καί φησι· Νῦν ἠρξάμην λαλῆσαι πρὸς τὸν Κύριόν μου· ἐγὼ δέ εἰμι γῆ καὶ σποδός. Μὴ νομίσῃς, φησὶ, Δέσποτα, ἀγ‐ | |
45 | νοεῖν με ἐμαυτὸν, καὶ ὑπερβαίνειν με τὸ μέτρον, καὶ τοσαύτῃ κεχρῆσθαι τῇ παῤῥησίᾳ. Οἶδα γὰρ ὅτι γῆ εἰμι καὶ σποδός· ἀλλ’ ὥσπερ τοῦτο οἶδα, καὶ σαφῶς ἐπίστα‐ μαι, οὕτως οὐδὲ ἐκεῖνο ἀγνοῶ, ὅτι πολὺ τὸ μέγεθος τῆς σῆς φιλανθρωπίας, καὶ ὅτι πλούσιος εἶ ἐν ἀγαθότητι, | |
54.390(50) | καὶ βούλει πάντας ἀνθρώπους σωθῆναι. Ὁ γὰρ ἐκ τοῦ μὴ ὄντος παραγαγὼν, πῶς ἄν ποτε γενομένους ἀπολέσῃς, εἰ μὴ πολλὴ τῶν ἁμαρτημάτων ἦν ἡ φορά; Δι’ ὃ δέομαι πάλιν καὶ ἀξιῶ, Ἐὰν ἐλάττους τῶν πεντήκοντα εὑ‐ ρεθῶσι, καὶ τεσσαράκοντα πέντε ὦσιν ἐν τῇ πόλει | |
55 | δίκαιοι, οὐ σώσεις τὴν πόλιν; Καὶ εἶπεν· Ἐὰν εὑρε‐ θῶσι τεσσαράκοντα πέντε, οὐ μὴ ἀπολέσω. Τίς ἂν κατ’ ἀξίαν τὸν τῶν ὅλων Θεὸν ὑμνήσειε τῆς τοσαύτης μακροθυμίας καὶ συγκαταβάσεως, ἢ τὸν δίκαιον μακα‐ | |
ρίσειε τοσαύτης ἀπολαύσαντα παῤῥησίας; Καὶ προσ‐ | ||
54.391 | έθηκε, φησὶν, ἔτι λαλῆσαι, καὶ εἶπεν· Ἐὰν δὲ εὑρεθῶ‐ σιν ἐκεῖ τεσσαράκοντα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν τεσσαράκοντα. Εἶτα λοιπὸν ὥσπερ αἰδε‐ σθεὶς τοῦ Θεοῦ τὴν ἄφατον μακροθυμίαν ὁ δίκαιος, καὶ | |
5 | δεδιὼς μήποτε καὶ δόξῃ ὑπερβαίνειν, καὶ πέρα τοῦ μέ‐ τρου τὴν ἱκεσίαν ποιεῖσθαι, φησί· Μή τι, Κύριε, ἐὰν λαλήσω· Ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Ἐπειδὴ εἶ‐ δεν ἕτοιμον πρὸς φιλανθρωπίαν, οὐκ ἔτι κατὰ μικρὸν καθυφίησιν, οὐδὲ πέντε δικαίους παραλιπὼν, ἀλλὰ | |
10 | δέκα, οὕτω προσάγει τὴν παράκλησιν, καί φησιν· Ἐὰν εὑρεθῶσιν ἐκεῖ τριάκοντα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω, ἐὰν εὕρω ἐκεῖ τριάκοντα. Σκόπει πόση τοῦ δικαίου ἡ εὐτονία· καθάπερ αὐτὸς μέλλων ὑπεύθυνος τῇ ψήφῳ γίνεσθαι, οὕτω πολλὴν τίθεται τὴν σπουδὴν ἐξαρπάσαι | |
15 | τῆς μελλούσης ἐπάγεσθαι τιμωρίας τὸ τῶν Σοδομιτῶν ἔθνος. Καὶ εἶπεν· Ἐπειδὴ ἔχω λαλῆσαι πρὸς τὸν Κύ‐ ριον, Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ εἴκοσι; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν εἴκοσι. Πάντα λόγον ὑπερ‐ βαίνει καὶ πᾶσαν ἔννοιαν ἡ τοῦ Δεσπότου ἀγαθότης. Τίς | |
20 | γὰρ ἡμῶν τῶν ἐν μέσῳ μυρίων κακῶν στρεφομένων εἵλετό ποτε κατὰ τῶν ὁμογενῶν ψῆφον ἐκφέρων τοσαύ‐ τῃ χρήσασθαι συγκαταβάσει καὶ φιλανθρωπίᾳ; εʹ. Ἀλλ’ ὅμως ὁ δίκαιος οὗτος ὁρῶν τὸν πλοῦτον τῆς τοῦ Θεοῦ φιλανθρωπίας οὐχ ἵσταται, ἀλλὰ πάλιν φησί· | |
25 | Μή τι, Κύριε, ἐὰν λαλήσω ἔτι ἅπαξ; Ἐπειδὴ γὰρ ἄφα‐ τος ἦν ἡ μακροθυμία, διὰ τοῦτο δεδοικὼς μὴ καὶ εἰς ἀγα‐ νάκτησιν τὴν κατ’ αὐτοῦ κινήσειε τὸν παρακαλούμενον, φησί· Μή τι, Κύριε; Μὴ προπετές τι ποιῶ; μὴ ἀναί‐ σχυντόν τι ἐπιδείκνυμι; μὴ καταγνώσεως ἄξιον πρᾶγμα | |
30 | διαπράττομαι, ἐὰν λαλήσω ἔτι ἅπαξ; Μετὰ τῆς πολλῆς ἐκείνης ἀγαθότητος ἔτι μίαν ἱκεσίαν δέξαι παρ’ ἐμοῦ. Ἐὰν δὲ εὑρεθῶσιν ἐκεῖ δέκα; Καὶ εἶπεν· Οὐ μὴ ἀπολέσω ἕνεκεν τῶν δέκα. Καὶ ἐπειδὴ προλαβὼν εἶπεν, Ἔτι ἅπαξ λαλήσω; Ἀπῆλθε, φησὶ, Κύριος, | |
35 | ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ· καὶ Ἀβραὰμ ὑπ‐ έστρεψεν εἰς τὸν τόπον αὐτοῦ. Εἴδετε τοῦ Δεσπότου τὴν συγκατάβασιν; εἴδετε τοῦ δικαίου τὴν φιλοστοργίαν; ἐμάθετε ὅση ἡ ἰσχὺς τῶν τὴν ἀρετὴν μετιόντων; Ἐὰν γὰρ εὑρεθῶσι, φησὶ, δέκα δίκαιοι, δι’ ἐκείνους πᾶσι τὴν | |
40 | συγχώρησιν τῶν ἡμαρτημένων δωροῦμαι. Οὐ καλῶς ἔλεγον, ὅτι ταῦτα πάντα ἐγένετο, ἵνα μηδεμία καταλί‐ πηται τοῖς μετὰ ταῦτα ἀναισχυντοῦσιν ἀντιλογίας ἀφ‐ ορμή; Εἰσὶ γὰρ πολλοὶ τῶν μεμηνότων, ἀκόλαστον γλῶτ‐ ταν ἔχοντες, καὶ αἰτιᾶσθαι βουλόμενοι καὶ λέγοντες· Τίνος | |
45 | ἕνεκεν ἐνεπρήσθη τὰ Σόδομα; Εἰ μακροθυμίας ἀπήλαυ‐ σαν, ἴσως ἂν μετενόησαν. Διὰ τοῦτο δείκνυσί σοι τῆς κακίας τὴν ἐπίτασιν, καὶ ὅτι ἐν τοσούτῳ πλήθει το‐ σαύτη ἦν σπάνις ἀρετῆς, ὡς ἑτέρου κλυδωνίου τοιούτου δεῖσθαι, οἷον πρότερον κατέλαβε τὴν οἰκουμένην. Ἀλλ’ | |
54.391(50) | ἐπειδὴ ὑπόσχεσίς ἐστι τοῦ Θεοῦ, ὥστε μηκέτι τοιαύτην ἐπενεχθῆναι τιμωρίαν, διὰ τοῦτο ἕτερον τρόπον τιμω‐ ρίας ἐπάγει, ὁμοῦ κἀκείνους ὑπὸ τὴν τιμωρίαν ἄγων, καὶ τοῖς ἑξῆς ἅπασι διηνεκῆ τὴν διδασκαλίαν παρεχό‐ μενος. Ἐπειδὴ γὰρ ἀνέτρεψαν τοὺς τῆς φύσεως νόμους, | |
55 | καὶ ξένας καὶ παρανόμους ἐπενόησαν μίξεις, διὰ τοῦτο ξένον τιμωρίας τὸν τρόπον ἐπήγαγε, διὰ τὴν ἐκείνων παρανομίαν καὶ τῆς γῆς τὴν γαστέρα πηρώσας, καὶ κατα‐ λιπὼν ὑπόμνημα διηνεκὲς ταῖς μετὰ ταῦτα γενεαῖς, | |
ὥστε μὴ τοῖς αὐτοῖς ἐπιχειρεῖν, ἵνα μὴ τοῖς αὐτοῖς πε‐ | Column end | |
54.392 | ριπέσωσι. Καὶ ἔξεστι τῷ βουλομένῳ εἰς τοὺς τόπους ἀφικνεῖσθαι ἐκείνους, καὶ ὁρᾷν αὐτὴν, ὡς εἰπεῖν, τὴν γῆν βοῶσαν καὶ δεικνύουσαν τῆς τιμωρίας τὰ ἴχνη, καὶ μετὰ τοσούτων ἐτῶν ἀριθμὸν, ὡς χθὲς καὶ πρώην ἐπ‐ | |
5 | αχθείσης τῆς τιμωρίας, οὕτω καταφανὴς ἡ ἀγανάκτησις δείκνυται. Δι’ ὃ, παρακαλῶ, ἐξ ὧν ἕτεροι τὴν δίκην ἔδοσαν ἡμεῖς σωφρονιζώμεθα. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Τί οὖν; ἐπειδὴ ἐκεῖνοι οὕτως ἐκολάσθησαν, οὐκ εἰσὶ καὶ νῦν πολλοὶ τὰ αὐτὰ ἐκείνοις παρανομοῦντες, καὶ μὴ | |
10 | κολαζόμενοι; Ναί· ἀλλὰ τοῦτο μᾶλλον τιμωρίαν προ‐ ξενήσει τοῖς τοιαῦτα παρανομοῦσι. Ὅταν γὰρ μήτε ἐκ τῶν εἰς ἐκείνους συμβεβηκότων σωφρονιζώμεθα, μήτε ἀπὸ τῆς μακροθυμίας τοῦ Θεοῦ κερδαίνωμέν τι, ἐννόησον καὶ ὅπως ἐκεῖνο τὸ ἄσβεστον πῦρ σφοδρότερον ἑαυτοῖς ὑπ‐ | |
15 | ανάπτωμεν, καὶ τὸν σκώληκα πικρὸν ἐργαζώμεθα. Ἄλλως δὲ, ἐπειδὴ πολλοὶ διὰ τὴν τοῦ Θεοῦ χάριν εἰσὶ καὶ νῦν ἐνάρετοι, δυσωπεῖν δυνάμενοι τὸν Δεσπότην, καθάπερ τότε ὁ πατριάρχης· εἰ καὶ ἡμεῖς ἐκ τοῦ τὰ καθ’ ἑαυτοὺς σκο‐ πεῖν, καὶ πρὸς τὴν ῥᾳθυμίαν ἀφορᾷν τὴν ἡμετέραν, | |
20 | νομίζομεν πολλὴν εἶναι τὴν σπάνιν τῆς ἀρετῆς· ὅμως διὰ τὴν ἐκείνων ἀρετὴν τὴν περὶ τούτους μακροθυμίαν ἐπιδείκνυται. Καὶ ἵνα μάθῃς ὅτι ἡ τῶν τοιούτων παῤ‐ ῥησία τῆς μακροθυμίας ἡμῖν πρόξενος γίνεται, ἄκουσον ἐξ αὐτῆς ταύτης τῆς ἱστορίας, τί φησι πρὸς τὸν πατριάρ‐ | |
25 | χην, ὅτι Ἐὰν δέκα δικαίους εὕρω, οὐ μὴ ἀπολέσω τὴν πόλιν. Καὶ τί λέγω δέκα δικαίους; Οὐδεὶς εὑρέθη ἐκεῖ τῆς παρανομίας ἐκτὸς, εἰ μὴ μόνος Λὼτ ὁ δίκαιος, καὶ αἱ τούτου δύο θυγατέρες. Ἡ γὰρ γυνὴ δι’ αὐτὸν ἴσως τὴν ἐν τῇ πόλει τιμωρίαν διαφυγοῦσα, ὕστερον τὴν | |
30 | δίκην ἔδωκε δι’ οἰκείαν ῥᾳθυμίαν. Νυνὶ δὲ διὰ τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, ἐπειδὴ ἐπέδωκε τὰ τῆς εὐσεβείας, πολλοὶ καὶ ἐν μέσαις ταῖς πόλεσι λανθάνον‐ τές εἰσι, δυνάμενοι δυσωπεῖν τὸν Θεὸν, καὶ ἐν ὄρεσι καὶ σπηλαίοις ἕτεροι, καὶ ἡ τῶν ὀλίγων τούτων ἀρετὴ | |
35 | τὴν τῶν πολλῶν κακίαν ἀποκρύψαι δύναται· ἐπειδὴ πολλὴ τοῦ Δεσπότου ἡ ἀγαθότης, καὶ πολλάκις οἶδε δι’ ὀλίγους δικαίους τῶν πολλῶν χαρίζεσθαι τὴν σωτηρίαν. Καὶ τί λέγω δι’ ὀλίγους δικαίους; Πολλάκις, ὅταν μὴ εὑρεθῇ ἐν τῷ παρόντι βίῳ δίκαιος, διὰ τὴν τῶν τετελευ‐ | |
40 | τηκότων ἀρετὴν τῶν ζώντων κήδεται, καὶ βοᾷ λέγων· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου. Εἰ καὶ αὐτοὶ, φησὶν, ἀνάξιοί εἰσι τοῦ σώζεσθαι, καὶ οὐδεμίαν ἀφορμὴν ἔχουσι σωτηρίας, ἀλλ’ ἐπειδὴ τὸ φιλανθρωπεύεσθαι σύνηθες ἐμοὶ, καὶ | |
45 | περὶ τὸ ἐλεεῖν εἰμι ἕτοιμος, καὶ ἐξαρπάζειν τῶν δεινῶν, δι’ ἐμαυτὸν ποιήσω καὶ διὰ τὸν παῖδά μου Δαυῒδ ὑπερ‐ ασπισμόν· καὶ ὁ πρὸ τοσούτων ἐτῶν τοῦ βίου μετα‐ στὰς, οὗτος αἴτιος τῆς σωτηρίας γίνεται τοῖς ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένοις. Εἶδες φιλανθρωπίαν | |
54.392(50) | Δεσπότου, πῶς τιμᾷ τοὺς ἐν ἀρετῇ διαλάμποντας· πῶς αὐτοὺς προτίθησι, καὶ ἀνταξίους δείκνυσι παντὸς τοῦ πλήθους; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλι‐ βόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. | |
55 | Οὗτος ἅπας, φησὶν, ὁ κόσμος, ὁ κατὰ τὴν οἰκουμένην ἅπασαν, οὐκ ἂν εἴη ἰσοστάσιος τούτων τῶν ἐν θλίψεσι, τῶν ἐν κακουχίαις, τῶν γυμνητευόντων, τῶν περιιόν‐ | |
των, τῶν ἐν σπηλαίοις διαγόντων διὰ τὸν Θεόν. | ||
54.393 | ϛʹ. Ὅταν οὖν ἴδῃς, ἀγαπητὲ, ἄνδρα εὐτελὲς μὲν σχῆμα ἔξωθεν περικείμενον, ἀρετὴν δὲ ἔνδοθεν περιβεβλημένον, μὴ ἐξευτελίσῃς τοῦτον διὰ τὸ φαινόμενον, ἀλλὰ τὸν τῆς ψυχῆς πλοῦτον καταμάνθανε, καὶ τὴν ἔνδον περιφάνειαν, | |
5 | καὶ τότε ὄψει πανταχόθεν τὴν ἀρετὴν λάμπουσαν. Τοιοῦ‐ τος ἦν ὁ μακάριος Ἠλίας· μηλωτὴν μόνον εἶχε, καὶ ὁ τὴν πορφυρίδα περιβεβλημένος Ἀχαὰβ τῆς ἐκείνου μηλωτῆς ἐδεῖτο. Εἶδες τοῦ μὲν Ἀχαὰβ τὴν πενίαν, τοῦ δὲ Ἠλία τὸν πλοῦτον; Ὅρα καὶ τῆς δυνάμεως ὅσον τὸ | |
10 | μέσον. Ἡ μηλωτὴ τούτου τὸν οὐρανὸν ἀπέκλεισε· τῶν ὑετῶν ἔστησε τὴν φορὰν, καὶ ἡ γλῶσσα τοῦ προφήτου χαλινὸς ἐγένετο τῷ οὐρανῷ, καὶ ἐπὶ τρία ἔτη καὶ μῆνας ἓξ ὑετὸς οὐκ ἐγένετο· καὶ ὁ τὴν ἁλουργίδα καὶ τὸ διάδημα περικείμενος περιῄει τὸν προφήτην ἐπιζητῶν, καὶ | |
15 | οὐδὲν δυνάμενος κερδᾶναι ἐκ τῆς τοσαύτης δυναστείας. Ἀλλ’ ὅρα Δεσπότου φιλανθρωπίαν. Ἐπειδὴ εἶδεν ἀπὸ ζήλου καὶ πολλῆς θερμότητος τὸν προφήτην κινηθέντα, καὶ τὴν μεγάλην ταύτην τιμωρίαν ἐπαγαγόντα κατὰ πάσης τῆς γῆς, ὥστε μὴ καὶ αὐτὸν συναπολαῦσαι τῆς | |
20 | τιμωρίας, καὶ ὁμοίως τῇ ἐκείνων πονηρίᾳ κολάζεσθαι, φησὶ πρὸς αὑτόν· Ἐγερθεὶς πορεύθητι εἰς Σαρεπτὰ τῆς Σιδωνίας. Ἐκεῖ γὰρ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε. Καὶ ἀναστὰς ἐπορεύθη. Ὅρα τοῦ Πνεύματος τὴν χάριν, ἀγαπητέ. Καὶ γὰρ καὶ χθὲς εἰς | |
25 | φιλοξενίαν ἡμῖν ὁ λόγος ἅπας κατέληξε, καὶ σήμερον ἰδοὺ ἡ φιλόξενος αὕτη χήρα εἰς τέλος ἡμῖν ἄγειν τὸν λόγον μέλλει. Καὶ παρεγένετο, φησὶ, πρὸς τὴν χήραν, καὶ εὗρεν αὐτὴν συλλέγουσαν ξύλα, καί φησι πρὸς αὐτήν· Δός μοι μικρὸν ὕδωρ, καὶ πίομαι. Ἡ δὲ ὑπ‐ | |
30 | ήκουσε. Καί φησι πρὸς αὐτὴν πάλιν· Ποίησόν μοι ἐγκρυφίας, καὶ φάγομαι. Ἡ δὲ λοιπὸν ἐκκαλύπτει αὑ‐ τῆς τὴν ὑπερβάλλουσαν πενίαν, μᾶλλον δὲ τὸν ἄφατον πλοῦτον· ἡ γὰρ τῆς πενίας ἐπίτασις ἐδείκνυ τοῦ πλούτου τὸ μέγεθος. Ἡ δέ φησιν· Οὐκ ἔστι τῇ δούλῃ σου, εἰ | |
35 | μὴ δρὰξ ἀλεύρου, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία, καὶ ἀποθανού‐ μεθα. Ἐλεεινὰ τὰ ῥήματα, καὶ αὐτὴν λιθίνην ψυχὴν ἱκανὰ ἐπικάμψαι. Οὐδεμία λοιπὸν, φησὶν, ἔσται ἐλπὶς σωτηρίας. Ἐπὶ θύραις τὰ τοῦ θανάτου. Τοῦτο μόνον ἡμῖν | |
40 | ὑπολέλειπται πρὸς ζωὴν, ὃ μόλις ἀρκέσει ἐμοὶ καὶ τοῖς παιδίοις. Ὅπερ ἦν μοι δυνατὸν, πεποίηκα· τοῦ ὕδατος μετέδωκα. Ἀλλ’ ἵνα μάθωμεν καὶ τῆς γυναικὸς τὸ φιλό‐ ξενον, καὶ τοῦ δικαίου τὴν πολλὴν παῤῥησίαν, ὅρα τί γίνεται. Ἐπειδὴ ἔμαθεν ὁ προφήτης πάντα μετὰ ἀκρι‐ | |
45 | βείας, ἵνα ἐκκαλύψῃ ἡμῖν τὴν ἀρετὴν τῆς γυναικὸς (ὁ γὰρ Θεὸς ὁ εἰπὼν, ὅτι Ἐντέταλμαι γυναικὶ τοῦ δια‐ τρέφειν σε, αὐτὸς ἦν ὁ διὰ τοῦ προφήτου ἐνεργῶν), καί φησι πρὸς αὐτήν· Ποίησον ἐμοὶ πρῶτον, καὶ φάγομαι, καὶ τότε τοῖς τέκνοις σου. Ἀκούετε, γυναῖκες, αἱ | |
54.393(50) | πλούτῳ περιῤῥεόμεναι, καὶ εἰς μυρία ἀνόνητα καταν‐ αλίσκουσαι τὴν οἰκείαν περιουσίαν, καὶ οὐδὲ μετὰ τὴν οἰκείαν ἀπόλαυσιν πολλάκις καταδεχόμεναι ὀβο‐ λοὺς δύο προέσθαι τοῖς δεομένοις, ἢ ἀνδρί τινι τῶν ἐναρέτων διὰ τὸν Θεὸν πενομένῳ. Αὕτη δὲ οὐδὲν ἕτερον | |
55 | κεκτημένη, ἢ τὴν δράκα τοῦ ἀλεύρου, καὶ μέλλουσα κατὰ μικρὸν, ὅσον κατὰ τὸν ἑαυτῆς λογισμὸν, τῶν παί‐ δων τὸν θάνατον ὁρᾷν, ἀκούσασα παρὰ τοῦ προφήτου, ὅτι Ἐμοὶ πρῶτον ποίησον, καὶ τότε σοὶ καὶ τοῖς παιδίοις σου, οὐκ ἐδυσχέρανεν, οὐκ ἠμέλλησεν, ἀλλ’ | |
60 | ἐποίει τὸ ἐπιταχθὲν, παιδεύουσα πάντας ἡμᾶς προτιμᾷν | Column end |
54.394 | τῆς οἰκείας ἀναπαύσεως τοὺς τοῦ Θεοῦ δούλους, καὶ μὴ ἁπλῶς παρατρέχειν τὰ τοιαῦτα κέρδη, ἀλλ’ εἰδέναι ὅτι πολλὴ ἡ ὑπὲρ τούτων ἡμῖν ἀντίδοσις ἔσται. Ὅρα γοῦν ταύ‐ την τὴν χήραν, ἀντὶ μιᾶς δρακὸς ἀλεύρου καὶ ὀλίγου ἐλαίου | |
5 | πῶς διηνεκῆ ἅλωνα ἐκτήσατο. Μετὰ γὰρ τὸ τραφῆναι τὸν προφήτην, οὔτε ἡ δρὰξ τοῦ ἀλεύρου ἐπέλειψεν, οὔτε ὁ καμψάκης τοῦ ἐλαίου, πάσης τῆς γῆς λιμῷ διαφθειρο‐ μένης. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ὅτι οὐδὲ μόχθων ἐδεῖτο λοιπὸν, ἀλλ’ εἶχεν ἕτοιμον διηνεκῶς | |
10 | τὸ ἄλευρον καὶ τὸ ἔλαιον, καὶ οὔτε γεωργίας ἔχρῃζεν, οὔτε τῆς τῶν βοῶν συνεργίας, οὔτε ἑτέρας τινὸς ἐπι‐ μελείας, ἀλλὰ παρὰ φύσιν ἦν ἰδεῖν ἅπαντα συμβαίνοντα, Καὶ τοῦ βασιλέως τοῦ τὸ διάδημα περικειμένου ἐν ἀμη‐ χανίᾳ ὄντος, καὶ λιμῷ διαφθειρομένου, χήρα ἡ πενιχρὰ, | |
15 | ἡ πάντων ἐστερημένη, ἐπειδὴ τὸν προφήτην ὑπεδέξατο, ἐν εὐπορίᾳ ἐτύγχανε διηνεκεῖ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Εἶδες χθὲς οἵων ὁ πατριάρ‐ χης ἠξιώθη, δαψιλῆ τὴν φιλοξενίαν ἐπιδειξάμενος καὶ | |
20 | μετὰ πολλῆς τῆς θερμότητος· ὅρα καὶ ταύτην τὴν Σιδω‐ νίαν ἀθρόον πλοῦτον ἄφατον κτησαμένην. Ἡ γὰρ γλῶσσα τοῦ προφήτου, ἡ τοῦ οὐρανοῦ τὰς ἡνίας ἐπισχοῦσα, αὕτη τοῦ ἀλεύρου τὴν δράκα πηγάσαι ἐποίησε, ταὶ τοῦ ἐλαίου τὸν καμψάκην. | |
25 | ζʹ. Ταύτην πάντες μιμείσθωσαν καὶ ἄνδρες καὶ γυναῖ‐ κες. Ἐγὼ μὲν γὰρ ἐβουλόμην εἰς τὸν τοῦ προφήτου ζῆλον ὑμᾶς ἐναγαγεῖν, καὶ τῆς ἀρετῆς τὴν μίμησιν· ἀλλ’ ἐπειδὴ τοῦτο ὑπέρογκον ὑμῖν δοκεῖ εἶναι, καίτοι κἀκεῖνος ἄνθρωπος ἦν, καὶ σάρκα περιέκειτο καθὼς καὶ ἡμεῖς, | |
30 | καὶ τῆς αὐτῆς ἡμῖν μετεῖχε φύσεως· ἀλλ’ ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ μετὰ δαψιλείας εἰσήνεγκε, καὶ τὴν ἀρετὴν εἵλε‐ το, ἠξιώθη καὶ τῆς ἄνωθεν χάριτος· ἀλλὰ τέως κἂν τὴν γυναῖκα ταύτην μιμησώμεθα, καὶ τότε κατὰ μικρὸν ἥξομεν καὶ ἐπὶ τὴν τοῦ προφήτου μίμησιν. Μιμησώμεθα | |
35 | τοίνυν τὴν ταύτης φιλοξενίαν, καὶ μηδεὶς λοιπὸν πενίαν προβαλλέσθω. Οἶος γὰρ ἂν ᾖ πένης, οὐκ ἂν εἴη ταύτης πενέστερος, ἣ πρὸς μίαν ἡμέραν μόνον ἐκέκτητο τροφὴν, καὶ οὐδὲ οὕτως ὀκνηροτέρα γέγονε περὶ τὴν τοῦ δικαίου αἴτησιν, ἀλλὰ πολλῇ τῇ προθυμίᾳ χρησαμένη ταχεῖαν | |
40 | τὴν ἀμοιβὴν ἐκομίσατο. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ. Ἀντὶ μικρῶν ἔθος αὐτῷ μεγάλα δωρεῖσθαι. Τί γὰρ, εἰπέ μοι, τοσοῦτον εἰσήνεγκεν, ὅσον ἐκομίσατο; Ἀλλ’ ὁ Δεσπότης ὁ ἡμέτερος οὐ τῇ ποσότητι προσέχειν εἴωθεν, ἀλλὰ τῇ δαψιλείᾳ τῆς γνώμης, καὶ ἀπὸ ταύτης καὶ τὰ | |
45 | μικρὰ μεγάλα γίνεται, καὶ τὰ μεγάλα πολλάκις ἐξευ‐ τελίζεται, ὅταν μὴ ἱλαρᾷ τῇ προθυμίᾳ ἐπιτελῆται τὰ γινόμενα. Διὰ τοῦτο καὶ ἡ χήρα ἐκείνη ἡ ἐν τῷ Εὐαγγε‐ λίῳ, πολλῶν πολλὰ βαλόντων ἐν τῷ γαζοφυλακίῳ, δύο λεπτὰ βαλοῦσα πάντας ὑπερηκόντισεν, οὐκ ἐπειδὴ | |
54.394(50) | πλείονα τῶν ἄλλων ἔβαλεν, ἀλλ’ ὅτι δαψιλῆ τὴν γνώμην ἐπεδείξατο. Οἱ μὲν γὰρ ἄλλοι, φησὶν, ἐκ τοῦ περισσεύον‐ τος αὐτοῖς τοῦτο ἐποίουν· αὕτη δὲ ἅπαντα ἅπερ ἐκέκτη‐ το ἔβαλεν. Ὅλον γὰρ τὸν βίον αὐτῆς ἔβαλε. Κἂν τὰς γυναῖκας μιμησώμεθα οἱ ἄνδρες, καὶ μὴ ἐλάττους αὐτῶν | |
55 | ὀφθῶμεν, ἀλλὰ σπουδάσωμεν μὴ μόνον πρὸς τὴν οἰκείαν ἀπόλαυσιν πᾶσαν τὴν οὐσίαν καταναλίσκειν, ἀλλὰ καὶ τῶν δεομένων πολλὴν ποιεῖσθαι πρόνοιαν, καὶ μετὰ προ‐ θυμίας καὶ φαιδρότητος τοῦτο ποιεῖν. Καὶ γὰρ ὁ γεωργὸς εἰς τὴν γῆν καταβάλλων τὰ σπέρματα, οὐ μετὰ | |
60 | στυγνότητος τοῦτο ἐργάζεται, ἀλλὰ χαίρων καὶ γεγη‐ | |
θὼς, καὶ ἤδη τῇ προσδοκίᾳ τὰ δράγματα βλέπειν νομί‐ | ||
54.395 | ζων, οὕτως εἰς τὴν γῆν ἀφίησι τὰ σπέρματα. Καὶ σὺ τοί‐ νυν, ἀγαπητὲ, μὴ πρὸς τὸν λαμβάνοντα ὅρα μόνον, μηδὲ πρὸς τὴν δαπάνην τὴν γινομένην, ἀλλ’ ἐννόει ὅτι οὗτος μέν ἐστιν ὁ ὁρώμενος, ὁ παρὰ σοῦ δεχόμενος, ἕτερος δὲ | |
5 | ὁ τὰ εἰς ἐκεῖνον γινόμενα οἰκειούμενος, καὶ οὐχ ὁ τυ‐ χὼν, ἀλλ’ ὁ τῶν ὅλων Δεσπότης, ὁ τῶν ἁπάντων Κύριος, ὁ οὐρανοῦ καὶ γῆς ποιητής· καὶ ὅτι ἡ δαπάνη αὕτη πρόσοδος γίνεται, καὶ οὐ μόνον οὐκ ἐλαττοῖ σου τὴν οὐσίαν, ἀλλὰ καὶ πλεονάζει μᾶλλον, ἐὰν σὺ μετὰ πίστεως | |
10 | τοῦτο ἐργάζῃ καὶ ἱλαρᾶς τῆς προθυμίας. Εἴπω τὸ κε‐ φάλαιον τῶν ἀγαθῶν· μετὰ τῆς προσόδου τῆς ἀπὸ τῆς δαπάνης ταύτης γινομένης καὶ ἁμαρτημάτων συγχωρή‐ σεώς σοι πρόξενος γίνεται, οὗ τί ἂν γένοιτο ἴσον; Εἰ τοίνυν βουλοίμεθα εἰδέναι πλουτεῖν τὸν ἀληθῆ πλοῦτον, | |
15 | καὶ μετὰ τοῦ πλούτου καὶ τῶν ἁμαρτημάτων τὴν συγ‐ χώρησιν εὕρασθαι, ἐκχέωμεν τὰ ὄντα εἰς τὰς τῶν δεο‐ μένων χεῖρας, προαποστείλωμεν αὐτὰ εἰς τὸν οὐρανὸν, ἔνθα οὐδὲ κλέπτης, οὐδὲ λῃστὴς, οὐ τοιχωρύχος, οὐκ οἰ‐ κέτου κακουργία, οὐκ ἄλλο οὐδὲν λυμήνασθαι δυνήσεται | |
20 | τὸν πλοῦτον τὸν ἡμέτερον. Τὸ γὰρ χωρίον ἐκεῖνο πάσης τοιαύτης βλάβης ἀνώτερον. Μόνον μὴ μετὰ κενοδοξίας τοῦτο ποιῶμεν, ἀλλὰ κατὰ τοὺς ὑπ’ αὐτοῦ δεδομένους νόμους, ὥστε μὴ τὸν παρὰ τῶν ἀνθρώπων ἔπαινον καρ‐ πώσασθαι, ἀλλὰ τὸν παρὰ τοῦ κοινοῦ πάντων Δεσπότου, | |
25 | ἵνα μὴ καὶ τὴν δαπάνην ὑπομείνωμεν, καὶ τοῦ κέρδους ἀποστερηθῶμεν. Ὥσπερ γὰρ πάσαις ταῖς ἄλλαις ἐπι‐ βουλαῖς ἀνάλωτός ἐστιν ὁ πλοῦτος ὁ ἐκεῖ μετατιθέμενος διὰ τῆς τῶν πενήτων χειρὸς, οὕτω κενοδοξίᾳ μόνῃ ἀν‐ αλίσκεται· καὶ ὅπερ ἐστὶν ἐνταῦθα ὁ σὴς καὶ ὁ σκώληξ | |
30 | πρὸς τὴν τῆς ἐσθῆτος διαφθορὰν, τοῦτο κενοδοξία γίνε‐ ται πρὸς τὸν ἀπὸ τῆς ἐλεημοσύνης συλλεγόμενον πλοῦτον. Δι’ ὃ, παρακαλῶ, μὴ μόνον ποιῶμεν τὴν ἐλεημοσύνην, ἀλλὰ καὶ μετὰ ἀσφαλείας ταύτην ἐργαζώμεθα, ἵνα ἀντὶ μικρῶν μεγάλα καρπωσώμεθα ἀγαθὰ, καὶ ἀντὶ τῶν | |
35 | ἐπικήρων τὰ ἄφθαρτα, καὶ ἀντὶ τῶν προσκαίρων τὰ αἰώνια, καὶ μετὰ τούτων ἁπάντων καὶ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων τυχεῖν δυνηθῶμεν, καὶ τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά‐ ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, | |
40 | μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
43t | ΟΜΙΛΙΑ ΜΓʹ. | |
44n | Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. | |
45 | αʹ. Καθάπερ λειμών τις εὐανθὴς διάφορα καὶ ποικίλα τὰ ἄνθη ἐν ἑαυτῷ δείκνυσιν, οὕτως ἡ θεία Γραφὴ τῶν δικαίων τὰς ἀρετὰς ἡμῖν δείκνυσιν, οὐχ ἵνα καθάπερ ἐπὶ τῶν ἀνθῶν πρὸς βραχὺ μόνον ἀπολαύσωμεν τῆς εὐωδίας, ἀλλ’ ἵνα διηνεκῆ τὴν ἐντεῦθεν ὠφέλειαν καρπωσώμεθα. | |
54.395(50) | Ἐκεῖ μὲν γὰρ μόνον ἐδεξάμεθα τῇ χειρὶ τὰ ἄνθη, καὶ μετ’ ὀλίγον αὐτὰ μαρανθέντα τὴν οἰκείαν χάριν ἠμαύ‐ ρωσεν· ἐνταῦθα δὲ οὐχ οὕτως· ἀλλ’ ἐπειδὰν δεξώμεθα διὰ τῆς ἀκοῆς τὰς ἀρετὰς τῶν δικαίων, καὶ εἰς τοὺς κόλπους τῆς διανοίας ἡμῶν αὐτὰς ἐναποθώμεθα, διὰ παντὸς τοῦ | |
55 | χρόνου τῆς τούτων εὐωδίας ἀπολαύειν δυνάμεθα, ἐὰν ἐθέλωμεν. Φέρε οὖν, ἐπειδὴ τοιαύτη τῶν ἐν τῇ θείᾳ Γρα‐ φῇ κειμένων ἁγίων ἡ εὐωδία, σήμερον τοῦ Λὼτ τὴν εὐωδίαν καταμάθωμεν, ἵνα γνῶμεν ἀκριβῶς, ὅπως εἰς ἄκραν τῆς ἀρετῆς τὴν κορυφὴν ἡ τοῦ πατριάρχου συνου‐ | |
60 | σία τὸν δίκαιον τοῦτον ἀνήγαγε, καὶ κατ’ ἴχνος αὐτοῦ καὶ αὐτὸς τὴν οἰκείαν φιλοξενίαν διὰ τῶν ἔργων ἐπιδεί‐ κνυται. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, ἄξιον αὐτῶν τῆς Γραφῆς ἐπακοῦσαι τῶν ῥημάτων. | |
Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέ‐ | Column end | |
54.396 | ρας. Τίνος ἕνεκεν οὕτως ἤρξατο, Ἦλθον δὲ οἱ δύο ἄγ‐ γελοι εἰς Σόδομα ἑσπέρας; Ἐπειδὴ μετὰ τὸ ἐπιξενω‐ θῆναι τῷ πατριάρχῃ, ἐξαναστάντων αὐτῶν ἐκεῖθεν, ὁ μὲν κηδεμὼν καὶ φιλάνθρωπος Θεὸς τὴν οἰκείαν ἀγαθό‐ | |
5 | τητα μιμούμενος, καὶ σχήματι ἀνθρώπου τότε ὀφθεὶς παρέμενε τῷ πατριάρχῃ διαλεγόμενος, καθάπερ χθὲς ἠκούσατε· βουλόμενος ἅπαντας ἡμᾶς διδάξαι καὶ τῆς ἑαυτοῦ μακροθυμίας τὴν ὑπερβολὴν, καὶ τοῦ πατριάρ‐ χου τὸ φιλόστοργον, οἱ δὲ ἄγγελοι ὥρμησαν ἐπὶ τὰ Σό‐ | |
10 | δομα· τὴν ἀκολουθίαν ἑαυτῆς διατηροῦσα ἡμῖν ἡ θεία Γραφὴ νῦν φησιν· Ἦλθον δὲ οἱ δύο ἄγγελοι εἰς Σό‐ δομα ἑσπέρας, τὸ ἐπιταχθὲν πληρώσοντες. Καὶ ὅρα ἀκρίβειαν καὶ παρατήρησιν τῆς θείας Γραφῆς, πῶς καὶ τὸν καιρὸν ἡμῖν ἐσήμανε, καθ’ ὃν παρεγένοντο· Ἑσπέ‐ | |
15 | ρας γάρ φησι. Καὶ τίνος ἕνεκεν τὸν καιρὸν ἐδήλωσε; καὶ διὰ τί κατὰ τὴν ἑσπέραν παρεγένοντο; Ἵνα τὴν πολ‐ λὴν ἡμῖν ἐπίτασιν δείξῃ τῆς τοῦ Λὼτ φιλοξενίας. Καθά‐ περ γὰρ ὁ πατριάρχης κατὰ τὸν τῆς μεσημβρίας καιρὸν καθήμενος ἐπετήρει τοὺς παριόντας, καὶ ἔργον ἐποιεῖτο | |
20 | τὴν τούτων θήραν, καὶ ἐπέτρεχε καὶ μετὰ περιχαρείας τοὺς ὁδίτας ὑπεδέχετο· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος, ἐπειδὴ ᾔδει τῆς κακίας τῶν ἐν Σοδόμοις οἰκούν‐ των τὴν πονηρίαν, οὐδὲ τὸν τῆς ἑσπέρας καιρὸν παρ‐ επέμπετο, ἀλλὰ μέχρι τούτου παρέμενε, μήπου θησαυρός | |
25 | τις αὐτῷ παρεμπέσῃ, καὶ τὸν ἀπὸ τῆς φιλοξενίας καρ‐ πὸν δρέψασθαι δυνηθῇ Ἀληθῶς θαυμάσαι ἔστι μετὰ πολλῆς τῆς ὑπερβολῆς τοῦ δικαίου τούτου τὴν ἀρετὴν, ὅτι ἐν μέσῳ τοιούτων παρανόμων ἀναστρεφόμενος, οὐ μόνον οὐ γέγονε ῥᾳθυμότερος, ἀλλὰ καὶ πολλῷ πλείονα | |
30 | τὴν ἀρετὴν ἐπεδείκνυτο. Καὶ πάντων, ὡς εἰπεῖν, κατὰ κρημνῶν φερομένων, οὗτος μόνος ἐν τοσούτῳ πλήθει τὴν εὐθεῖαν ὥδευεν ὁδόν. Ποῦ νῦν εἰσιν οἱ λέγοντες, ὅτι οὐχ οἷόν τε ἐν μέσῃ πόλει στρεφόμενόν τινα διασῶσαι τὴν ἀρετὴν, ἀλλ’ ἀναχωρήσεως δεῖ, καὶ τῆς ἐν τοῖς ὄρεσι | |
35 | διατριβῆς, καὶ οὐ δυνατὸν τὸν οἰκίας προεστῶτα, καὶ γυναῖκα ἔχοντα, καὶ παίδων ἐπιμελούμενον καὶ οἰκετῶν, ἐνάρετον εἶναι; Ὁράτωσαν τοίνυν τὸν δίκαιον τοῦτον μετὰ γυναικὸς καὶ παιδίων καὶ οἰκετῶν, καὶ ἐν πόλει διάγοντα, καὶ μεταξὺ τοσούτων πονηρῶν καὶ παρανό‐ | |
40 | μων διατρίβοντα, καὶ καθάπερ σπινθῆρά τινα ἐν μέσῳ πελάγει διαλάμποντα, καὶ οὐ μόνον οὐ σβεννύμενον, ἀλλὰ καὶ λαμπρότερον τὸ φῶς δεικνύοντα. Καὶ ταῦτα λέγω, οὐ κωλύων τὴν ἀναχώρησιν τὴν ἀπὸ τῶν πόλεων, καὶ τὴν ἐν τοῖς ὄρεσι καὶ ταῖς ἐρημίαις διατριβὴν ἀπα‐ | |
45 | γορεύων, ἀλλὰ δεικνὺς ὅτι τῷ βουλομένῳ νήφειν καὶ ἐγρηγορέναι οὐδὲν τούτων κώλυμα γίνεται. Ὥσπερ οὖν τὸν ῥᾴθυμον καὶ ἀναπεπτωκότα οὐδὲ ἡ ἔρημος ὠφελῆσαί τι δύναται· οὐδὲ γὰρ ὁ τόπος ἐστὶν ὁ τὴν ἀρετὴν κατορ‐ θῶν, ἀλλ’ ἡ γνώμη καὶ ὁ τρόπος· οὕτω τὸν νήφοντα καὶ | |
54.396(50) | διεγηγερμένον οὔτε τὸ ἐν μέσῃ τῇ πόλει διατρίβειν καταβλάψαι τι δυνήσεται. Καὶ διὰ τοῦτο ἐβουλόμην, καθά‐ περ τὸν μακάριον τοῦτον, τοὺς ἐναρέτους μάλιστα ἐν μέσῳ τῶν πόλεων εἶναι, ἵνα καθάπερ ζύμη τοῖς ἄλλοις γινόμενοι, πολλοὺς εἰς τὸν οἰκεῖον ζῆλον ἐνάγωσιν. Ἀλλ’ | |
55 | ἐπειδὴ δυσχερὲς τοῦτο καταφαίνεται εἶναι, κἂν ἐκεῖνο γινέσθω. Παράγει γὰρ λοιπὸν τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ βραχὺς ὁ παρὼν βίος· καὶ εἰ μὴ νῦν, ὡς ἔτι ἐν τῷ σκάμματι ἑστήκαμεν, τῶν πόνων τῆς ἀρετῆς ἁψώμεθα, καὶ τὰ δίκτυα τῆς κακίας διαφύγωμεν, ὕστε‐ | |
60 | ρον μάτην ἑαυτοὺς αἰτιασόμεθα, ὅτε οὐδὲν ὄφελος τῆς μεταγνώσεως. Ἕως μὲν γὰρ ἂν ὦμεν ἐν τῇ παρούσῃ ζωῇ, δυνατὸν μεταγνόντας τοῦ ἐντεῦθεν ἀπόνασθαι κέρ‐ δους, καὶ τὰ πρότερα ἀπονιψαμένους ἁμαρτήματα τῆς τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῆναι· εἰ δὲ τὸν παρόν‐ | |
65 | τα καιρὸν προϊέμενοι ἀθρόον προαναρπασθείημεν, μετα‐ | |
54.397 | νοήσομεν μὲν καὶ τότε, οὐδεμίαν δὲ ὄνησιν ἐκ τούτου ἕξομεν. Καὶ ἵνα μάθῃς, ἄκουε τοῦ Προφήτου λέγοντος, Ἐν δὲ τῷ ᾅδῃ τίς ἐξομολογήσεταί σοι; καὶ πάλιν, Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος; Οὐ‐ | |
5 | δεὶς, φησὶν, ἔσται ἐκεῖ λοιπὸν ὁ ἐξαιρούμενος τὸν ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένον, οὔτε ἂν ἀδελφὸς ᾖ, οὔτε ἂν πατὴρ, οὔτε ἂν μήτηρ. Καὶ τί λέγω, ἀδελφὸς, καὶ πατὴρ, καὶ μήτηρ; Οὔτε αὐτοὶ οἱ δίκαιοι οἱ παῤῥη‐ σίαν πολλὴν κεκτημένοι τότε συμβαλέσθαι τι δυνήσονται | |
10 | ἡμῖν, εἰ νῦν ῥᾳθυμήσαιμεν. Ἐὰν στῇ γὰρ, φησὶ, Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ, υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐ‐ τῶν οὐ μὴ ἐξέλωνται. Καὶ ὅρα τῆς ἀπειλῆς τὸ μέγεθος, καὶ οἵους δικαίους εἰς μέσον παρήγαγεν. Ἐπειδὴ οὗτοι γὰρ κατὰ καιρὸν καὶ ἑτέροις σωτηρίας ὑπόθεσις γεγό‐ | |
15 | νασιν· ὅ τε γὰρ Νῶε, τοῦ φοβεροῦ κλυδωνίου ἐκείνου τὴν οἰκουμένην κατειληφότος, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱοὺς ἔσωσε· καὶ ὁ Ἰὼβ ὁμοίως καὶ ἑτέροις σωτηρίας ὑπόθε‐ σις γέγονε· καὶ ὁ Δανιὴλ δὲ πολλοὺς ἐξήρπασε θανάτου, ἡνίκα ὁ βάρβαρος ἐκεῖνος ἐπιζητῶν τὰ ὑπὲρ ἀνθρωπίνην | |
20 | φύσιν τυγχάνοντα, ἀνελεῖν ἐπεχείρει τοὺς Χαλδαίους, καὶ τοὺς Μάγους καὶ τοὺς Γαζαρηνούς. βʹ. Καὶ ἵνα μὴ νομίσωμεν ὅτι καὶ ἐν τῷ μέλλοντι αἰῶνι ἔσται τινὰ τοιαῦτα, καὶ οἱ ἐνάρετοι καὶ παῤ‐ ῥησίαν ἔχοντες τοὺς μετὰ ῥᾳθυμίας ἐνταῦθα διάγοντας | |
25 | ἐλευθερῶσαι τῆς ἐκεῖ τιμωρίας δυνήσονται τοὺς αὑ‐ τῶν ἐπιτηδείους· διὰ τοῦτο τοὺς δικαίους τούτους παρήγαγεν ἡμῖν, τὸν φόβον ἡμῖν ἀνατεινόμενος, καὶ παιδεύων ἐν τοῖς οἰκείοις κατορθώμασι μετὰ τὴν ἄνω‐ θεν χάριν τὰς ἐλπίδας τῆς σωτηρίας ἡμῶν ἔχειν, καὶ | |
30 | μήτε ἐπὶ προγόνων ἀρετῇ μέγα φρονεῖν, εἰ αὐτοὶ ἐν κακίᾳ τυγχάνομεν ὄντες, μήτε ἐπ’ ἄλλῳ τινὶ, ἀλλ’ ἓν τοῦτο μόνον σπουδάζειν· κἂν προγόνους ὦμεν ἐναρέτους ἐσχηκότες, μιμεῖσθαι αὐτῶν τὴν ἀρετήν· κἂν τὸ ἐναντίον πάλιν συμβαίη, καὶ φαύλων ὦμεν προγόνων, | |
35 | μὴ νομίζειν ἐκ τούτου τι παραβλάπτεσθαι, ἀλλὰ πρὸς τοὺς τῆς ἀρετῆς πόνους ἐπαποδύεσθαι· οὐδὲν γὰρ ἡμῖν ἐκ τούτου βλάβος ἔσται. Ἕκαστος γὰρ ἐξ ὧν διεπράξατο, ἢ στεφανοῦται, ἢ κατακρίνεται, καθάπερ καὶ ὁ μακά‐ ριος Παῦλός φησιν, Ἵνα κομίσηται ἕκαστος τὰ διὰ | |
40 | τοῦ σώματος, πρὸς ἃ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε κακόν· καὶ πάλιν, Ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ἅπερ ἅπαντα εἰδότες καὶ πᾶσαν ῥᾳθυμίαν ἀπο‐ τιναξάμενοι, πολὺν τῆς ἀρετῆς ποιησώμεθα λόγον. Καὶ ὡς ἔτι ἐν τῷ σκάμματί ἐσμεν, πρὶν ἢ διαλυθῆναι τὸ | |
45 | θέατρον, φροντίσωμεν ἡμῶν τῆς σωτηρίας, ἵνα ἐν τῷ βραχεῖ τούτῳ χρόνῳ τὴν ἀρετὴν μετελθόντες, ἐν τῷ διηνεκεῖ αἰῶνι τὰς ὑπὲρ ταύτης ἀμοιβὰς κομισώμεθα· καθάπερ καὶ ὁ δίκαιος οὗτος, ὁ μεταξὺ τοσούτων πονη‐ ρῶν οἰκῶν, καὶ οὐδένα ἔχων ζηλοῦντα αὐτοῦ τὴν ἀρε‐ | |
54.397(50) | τὴν, ἀλλὰ καὶ πάντας ὁρῶν χλευάζοντας, κωμῳδοῦντας, οὐ μόνον ὀκνηρότερος οὐκ ἐγένετο, ἀλλὰ καὶ οὕτω δι‐ έλαμψεν, ὡς καταξιωθῆναι καὶ ἀγγέλους ὑποδέξασθαι· καὶ πάντων ἄρδην ἀπολλυμένων, αὐτὸς μόνος σὺν ταῖς θυγατράσι διέφυγε τὴν ἐπενεχθεῖσαν δίκην. Ἀλλ’ ἐπὶ | |
55 | τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Ἦλθον δὲ, φησὶν, οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας. Ὁ και‐ ρὸς μάλιστα δείκνυσιν ἡμῖν τοῦ δικαίου τούτου τὴν ὑπερβάλλουσαν ἀρετὴν, ὅτι καὶ ἑσπέρας καταλαβούσης παρέμενε, καὶ οὐκ ἀφίστατο. Ἐπειδὴ γὰρ ᾔδει τὸ ἐντεῦ‐ | |
60 | θεν αὐτῷ τικτόμενον κέρδος, διὰ τοῦτο ἐπιθυμῶν ἐπιτυ‐ χεῖν τοῦ πλούτου, πολλῇ τῇ προσεδρίᾳ ἐκέχρητο, καὶ τῆς | |
ἡμέρας πληρωθείσης οὐκ ἀνεχώρει. Τοιοῦτον γὰρ ψυχὴ | Column end | |
54.398 | ζέουσα καὶ διεγηγερμένη· οὐχ ὑπό τινων κωλυτικῶν ἐμποδίζεται τὴν οἰκείαν ἀρετὴν ἐπιδείξασθαι, ἀλλὰ καὶ δι’ αὐτῶν μάλιστα τῶν κωλυόντων ἐπιπλεῖον αἴρεται, καὶ μείζονα τὴν φλόγα τῆς ἐπιθυμίας ἀνάπτει. Ἰδὼν | |
5 | δὲ, φησὶ, Λὼτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς. Ἀκουέτωσαν οἱ καὶ παραγινομένους πολλάκις καὶ καθ‐ ικετεύοντας, καὶ πολλὴν τὴν προσεδρίαν ἐπιδεικνυμένους διακρουόμενοι, καὶ πολλὴν τὴν ἀπανθρωπίαν ἐπιδεικνύ‐ μενοι. Ὅρα γὰρ τὸν δίκαιον τοῦτον, ὅπως οὐκ ἀνέμεινε | |
10 | παραγενέσθαι πρὸς αὐτὸν, ἀλλὰ καθάπερ ὁ πατριάρχης, οὐκ εἰδὼς τίνες ἦσαν οἱ παραγεγονότες, ἀλλ’ ὁδίτας τινὰς αὐτοὺς εἶναι ὑπολαμβάνων, θεασάμενος μονονουχὶ ἐσκίρ‐ τησε, καὶ περιχαρὴς γέγονεν, ὡς ἐπιτυχὼν τῆς θήρας, καὶ μὴ διαμαρτὼν τοῦ σπουδαζομένου. Ἰδὼν γὰρ, φη‐ | |
15 | σὶν, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς, καὶ προσεκύ‐ νησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν. Ηὐχαρίστησε τῷ Θεῷ, ὅτι κατηξίωσεν αὐτὸν ὑποδέξασθαι τοὺς παριόντας. Σκό‐ πει ψυχῆς ἀρετήν. Μεγάλην εὐεργεσίαν παρὰ τοῦ Θεοῦ ταύτην ἡγήσατο, τὸ ἐπιτυχεῖν τῶν ἀνδρῶν, καὶ διὰ τῆς | |
20 | εἰς τούτους δεξιώσεως τὸν οἰκεῖον πόθον ἀποπληρῶσαι. Μὴ γάρ μοι λέγε, ὅτι ἄγγελοι ἦσαν· ἀλλ’ ἐκεῖνο λογίζου, ὅτι ὁ δίκαιος οὗτος οὐδέπω τοῦτο ἠπίστατο, ἀλλ’ ὡς ἀνθρώπους ἀγνῶτας παροδεύοντας ὑποδεχόμενος, οὕτω διέκειτο. Καὶ εἶπεν· Ἰδοὺ, κύριοι, ἐκκλίνατε εἰς | |
25 | τὸν οἶκον τοῦ παιδὸς ὑμῶν, καὶ καταλύσατε, καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύ‐ σεσθε εἰς τὴν ὁδὸν ὑμῶν. Ἱκανὰ τὰ ῥήματα ταῦτα τὴν ἐναποκειμένην ἀρετὴν τῇ τοῦ δικαίου ψυχῇ ἐκκαλύ‐ ψαι. Τί γὰρ ἄν τις ἐκπλαγείη τὴν ταπεινοφροσύνην | |
30 | ὑπερβάλλουσαν, τὴν θερμότητα, ἣν περὶ τὴν φιλοξενίαν ἐπεδείκνυτο; Ἰδοὺ, φησὶ, κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν. Κἀκείνους κυρίους καλεῖ, καὶ ἑαυτὸν παῖδα αὐτῶν ὀνομάζει. Ἀκούσωμεν, ἀγαπητοὶ, τῶν ῥημάτων τούτων μετὰ ἀκριβείας, καὶ παιδευθῶμεν | |
35 | καὶ ἡμεῖς τὰ ὅμοια διαπράττεσθαι. Ὁ ἐπίδοξος, ὁ πε‐ ριφανὴς, ὁ ἐν τοσαύτῃ περιουσίᾳ τυγχάνων, ὁ οἰκοδεσπό‐ της, τοὺς ὁδίτας, τοὺς ξένους, τοὺς ἀγνῶτας, τοὺς εὐτε‐ λεῖς τὸ φαινόμενον, τοὺς παριόντας, τοὺς οὐδαμόθεν αὐτῷ προσήκοντας κυρίους ὀνομάζει καί φησιν· Ἐκκλί‐ | |
40 | νατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε. Ἑσπέρα γὰρ, φησὶ, κατέλαβε. Πείσθητέ μοι, καὶ τὸν κάματον τῆς ἡμέρας παραμυθήσασθε, εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καταλύσαντες. Μὴ γὰρ, φησὶ, μέγα τι ὑμῖν ἐπαγγέλλομαι; Νίψασθε τοὺς πόδας ὑμῶν τοὺς ὑπὸ | |
45 | τῆς ὁδοιπορίας κεκμηκότας, καὶ ὀρθρίσαντες ἀπελεύ‐ σεσθε τὴν ὁδὸν ὑμῶν. Χαρίσασθε οὖν μοι ταύτην τὴν χάριν, καὶ μὴ ἀνανεύσητέ μου πρὸς τὴν παράκλησιν. Καὶ εἶπαν, φησίν· Οὐχὶ, ἀλλ’ ἐν τῇ πλατείᾳ κατα‐ λύσομεν. Καὶ μετὰ τοσαύτην παράκλησιν ἰδὼν αὐτοὺς | |
54.398(50) | ἀνανεύοντας οὐκ ἐνάρκησεν, οὐκ ἀπέστη τοῦ σπουδαζο‐ μένου, οὐδὲ ἔπαθέ τι τοιοῦτον, οἷον ἡμεῖς πολλάκις ποιοῦμεν· καὶ ἐὰν ἄρα ποτέ τινα προτρέψασθαι βουλη‐ θείημεν, εἶτα θεασώμεθα πρὸς ὀλίγον ἀνανεύοντα, εὐ‐ θὺς ἀφιστάμεθα· καὶ τοῦτο συμβαίνει ἀπὸ τοῦ μὴ θερ‐ | |
55 | μότητι καὶ πόθῳ τοῦτο ποιεῖν, ἀλλὰ μάλιστα καὶ νομί‐ ζειν ἀρκοῦσαν ἀπολογίαν ἔχειν, τὸ λέγειν ὅτι τό γε ἑαυ‐ τῶν πεποιήκαμεν. γʹ. Τί λέγεις, ὅτι τὸ σαυτοῦ πεποίηκας; Ἀπώλεσας τὴν θήραν, διήμαρτες τοῦ θησαυροῦ, καὶ τὸ σεαυτοῦ πε‐ | |
60 | ποίηκας; Τότε ἂν ἦς τὸ σαυτοῦ πεποιηκὼς, εἰ μὴ ἔῤῥι‐ ψας ἀπὸ τῶν χειρῶν τὸν θησαυρὸν, εἰ μὴ παρέδραμες τὴν ἄγραν, εἰ μὴ ἀφοσιώσει τῇ μέχρι ῥημάτων τὴν φιλοξενίαν | |
ἐπεδείξω. Ἀλλ’ οὐχ ὁ δίκαιος οὕτως· ἀλλὰ τί; Ὁρῶν | ||
54.399 | ἀντιτείνοντας καὶ εἰς τὴν πλατείαν καταλῦσαι βουλομέ‐ νους (τοῦτο δὲ ἐποίουν οἱ ἄγγελοι, ἐπὶ πλέον ἐκκαλύψαι τὴν ἀρετὴν βουλόμενοι τοῦ δικαίου, καὶ παιδεῦσαι πάν‐ τας ἡμᾶς, ὅση αὐτοῦ ἡ φιλοξενία), λοιπὸν αὐτὸς οὐκ ἔτι | |
5 | ἀνέχεται διὰ λόγων τὴν παράκλησιν ποιεῖσθαι, ἀλλὰ καὶ βίαν ἐπιτίθησι. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγε· Βιασταὶ ἁρπάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔνθα γὰρ ἂν πνευματικὸν πρόκειται κέρδος, εὔκαιρος ἡ ἀνάγκη καὶ ἡ βία ἐπαινετή. Καὶ κατεβιάζετο, φησὶν, αὐτούς. | |
10 | Ἐμοὶ δοκεῖ καὶ ἄκοντας αὐτοὺς ἕλκειν. Εἶτα ἐπειδὴ εἶδον τὸν δίκαιον ἔργον τοῦτο τιθέμενον, καὶ οὐ πρότερον ἀφ‐ ιστάμενον, εἰ μὴ τὸ σπουδαζόμενον αὐτῷ εἰς ἔργον ἀγά‐ γοι, Ἐξέκλιναν, φησὶ, πρὸς αὐτὸν, καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἐποίησεν αὐτοῖς πότον, | |
15 | καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον πρὸ τοῦ κοιμηθῆναι. Εἶδες καὶ ἐνταῦθα οὐκ ἐν τῇ πολυτελείᾳ τῆς τραπέζης τὴν φιλοξενίαν ἐπιδεικνυμένην, ἀλλὰ ἐν τῇ δαψιλείᾳ τῆς γνώμης; Ἐπειδὴ γὰρ ἴσχυσεν αὐτοὺς εἰσ‐ αγαγεῖν εἰς τὸν οἶκον αὐτοῦ, εὐθέως τὰ τῆς φιλοξενίας | |
20 | ἐπεδείκνυτο. Καὶ ἐκεῖνος μὲν πρὸς τὴν θεραπείαν αὐτῶν παρεσκευάζετο, καὶ τὰ τῆς ἑστιάσεως παρεῖχε, καὶ πᾶ‐ σαν ἐπεδείκνυτο τιμὴν καὶ θεραπείαν πρὸς τοὺς παρα‐ γενομένους, ἀνθρώπους αὐτούς τινας ὁδίτας εἶναι νο‐ μίζων. Οἱ δὲ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περι‐ | |
25 | εκύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυ‐ τέρου, πᾶς ὁ λαὸς ἅμα, καὶ ἐξεκαλοῦντο τὸν Λὼτ, καὶ ἔλεγον πρὸς αὐτόν· Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσ‐ ελθόντες πρὸς σὲ τὴν νύκτα; Ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. Μὴ ἁπλῶς πα‐ | |
30 | ραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρημένα, μηδὲ μόνον τού‐ των ἴδωμεν τὴν μανίαν τὴν πάσης συγγνώμης ἀπεστε‐ ρημένην· ἀλλ’ ἐννοήσωμεν, πῶς ὁ δίκαιος ἐν μέσῳ τοιούτων θηρίων οὕτως ἀλλοκότων οἰκῶν, οὕτω διέλαμψε καὶ τοσαύτης ἀρετῆς ὑπερβολὴν ἐπεδείξατο, πῶς ἐνεγκεῖν | |
35 | ἠδυνήθη τὴν ἀνομίαν αὐτῶν, πῶς οὐκ ἔφυγε τὴν αὐτόθι οἴκησιν, πῶς τῆς πρὸς αὐτοὺς διαλέξεως ἠνείχετο. Πῶς, ἐγὼ λέγω. Προειδὼς ὁ τῶν ὅλων Δεσπότης τὴν ὑπερβάλ‐ λουσαν αὐτῶν πονηρίαν, ᾠκονόμησε τὸν δίκαιον τοῦτον αὐτόθι κατοικῆσαι, ἵνα καθάπερ ἰατρὸς ἄριστος τῶν ἀῤ‐ | |
40 | ῥωστημάτων αὐτῶν περιγενέσθαι δυνηθῇ. Ἀλλ’ ὁρῶν αὐτοὺς ἀνίατα νοσοῦντας, καὶ μηδεμίαν θεραπείαν ἐπι‐ δέξασθαι βουλομένους, οὐδὲ οὕτως ἀφίσταται. Τοιοῦτον γὰρ ὁ ἰατρός· κἂν ἴδῃ τὰ πάθη νικῶντα τὴν τέχνην, οὐ παύεται τὰ παρ’ ἑαυτοῦ πληρῶν, ἵνα, ἂν μὲν τῷ χρόνῳ | |
45 | ἀνακτήσασθαι δυνηθῇ τὸν κάμνοντα, δείξῃ τὴν περιου‐ σίαν τῆς τέχνης· εἰ δὲ μηδὲν πλέον ἀνύει, ἔχῃ τὴν με‐ γίστην ἀπολογίαν, ὅτι οὐδὲν τῶν προσηκόντων εἰς αὐτὸν παρέλιπεν· ὃ δὴ καὶ ἐνταῦθα γεγένηται. Ὁ μὲν γὰρ δί‐ καιος οὗτος καὶ τούτων ἐν μέσῳ ἀναστρεφόμενος, καὶ | |
54.399(50) | οὕτως ἔμενε δίκαιος πολλὴν τὴν φιλοσοφίαν ἐκδεικνύ‐ μενος· ἐκεῖνοι δὲ καὶ διὰ τοῦτο ἦσαν πάσης συγγνώμης ἀπεστερημένοι, ὅτι οὐ μόνον οὐκ ἔληξαν τῆς κακίας, ἀλλὰ καὶ μᾶλλον αὐτὴν ἐπέτειναν. Ὅρα γάρ· Περιεκύ‐ κλωσαν, φησὶ, τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβύ‐ | |
55 | του, ὁ λαὸς ἅμα. Μεγίστη τῆς πονηρίας ἡ συμφωνία, πολλὴ τῆς κακίας ἡ φορὰ, ἄφατος τῆς παρανομίας ἡ ὑπερβολὴ, ἀσύγγνωστος ἡ ἐπιχείρησις. Ἀπὸ νεανί‐ σκου, φησὶν, ἕως πρεσβύτου. Οὐ μόνον ἡ νεότης, φη‐ σὶν, ἦν ἡ τὰ παράνομα ταῦτα ἐπιζητοῦσα, ἀλλὰ καὶ οἱ | |
60 | πρεσβῦται τὴν ἡλικίαν, καὶ πᾶς ὁ λαὸς ἅμα. Καὶ οὔτε τὴν τόλμαν τὴν ἀναιδῆ καὶ ἀναίσχυντον ταύτην ᾐδοῦντο, | |
οὔτε τὸν ἀκοίμητον ὀφθαλμὸν εἰς ἔννοιαν ἐλάμβανον, οὔτε | Column end | |
54.400 | τὸν δίκαιον ᾐσχύνοντο, οὔτε τῶν ξένων νομιζομένων καὶ ἐπὶ τὴν τοῦ δικαίου φιλοξενίαν αὐτόθι καταλυσάντων ἐφείδοντο, ἀλλ’ ἀπηρυθριασμένως καὶ γυμνῇ, ὡς εἰ‐ πεῖν, τῇ κεφαλῇ τὰ τῆς ἀσελγείας ἐκεῖνα ῥήματα λέ‐ | |
5 | γοντες προσίασι, καὶ καλέσαντες τὸν δίκαιον, ἔλε‐ γον πρὸς αὐτόν· Ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς ὑμᾶς; Ἐξάγαγε αὐτοὺς, ἵνα συγγενώμεθα αὐ‐ τοῖς. Διὰ ταύτην αὐτῶν οἶμαι τὴν ἐπιχείρησιν, καὶ τὴν παράνομον πονηρίαν, καὶ τὸν δίκαιον μέχρι τῆς ἑσπέ‐ | |
10 | ρας παρακαθῆσθαι, ὥστε μηδενὶ συγχωρῆσαι τῶν ὁδι‐ τῶν ἀγνοοῦντι περιπεσεῖν ταῖς ἐκείνων πάγαις. Καὶ ὁ μὲν δίκαιος μετὰ τῆς φιλοξενίας, καὶ τῆς σωφροσύνης τῆς οἰκείας ἐπιδεικνύμενος τὴν ὑπερβολὴν, ταύτην ἐποιεῖτο τὴν σπουδὴν ὥστε πάντας τοὺς παροδεύοντας | |
15 | ὑποδέχεσθαι, καὶ μηδεὶς αὐτὸν λάθοι, εἰ καὶ τέως οὐκ ἀγγέλους, ἀλλ’ ἀνθρώπους εἶναι ἐνόμιζεν. Οἱ δὲ παρά‐ νομοι ἐκεῖνοι μετὰ τοῦ μηδὲν τοιοῦτον ἐπιδείκνυσθαι οἷον ὁ δίκαιος, τὰ πᾶσαν κακίαν ἀποκρύπτοντα μόνα τολμᾷν ἐπετήδευον. Διὰ τοῦτο οὖν εἰς τὴν πλατεῖαν ἐβούλοντο | |
20 | καταλῦσαι, ἵνα παράσχωσι τῷ δικαίῳ ἀφορμὴν ἐπιδείξα‐ σθαι τὴν περὶ αὐτοὺς φιλοξενίαν, καὶ δείξωσιν αὐτῷ διὰ τῶν ἔργων ὡς ἀξίαν μέλλουσιν ὑφίστασθαι τὴν τιμωρίαν, οὕτω τὴν παρανομίαν μεθ’ ὑπερβολῆς ἐπιδεικνύμενοι. δʹ. Ἀλλ’ ἴδωμεν λοιπὸν τοῦ δικαίου τῆς ἀρετῆς τὸ | |
25 | μέγεθος. Ἐξελθὼν, φησὶ, πρὸς αὐτοὺς πρὸς τὸ πρόθυ‐ ρον, τὴν μὲν θύραν προσέῳξεν, εἶπε δὲ πρὸς αὐτούς. Ὅρα πῶς δέδοικεν ὁ δίκαιος καὶ τρέμει ὑπὲρ τῆς τῶν ξένων ἀσφαλείας. Οὐδὲ γὰρ ἁπλῶς τὴν θύραν προσ‐ έῳξεν ὀπίσω αὐτοῦ, ἀλλ’ εἰδὼς αὐτῶν τὴν μανίαν καὶ | |
30 | τὸ τολμηρὸν, καὶ ὑφορώμενος αὐτῶν τὴν προπέτειαν, εἶτά φησι πρὸς αὐτούς· Μηδαμῶς, ἀδελφοί. Ὢ τῆς τοῦ δικαίου μακροθυμίας, ὢ ταπεινοφροσύνης ὑπερβολή. Τοῦτο ἀληθῶς ἀρετὴ, τὸ μετ’ ἐπιεικείας τοῖς τοιούτοις προσφέρεσθαι. Οὐδεὶς γὰρ τὸν νοσοῦντα θεραπεῦσαι | |
35 | βουλόμενος, καὶ τὸν μαινόμενον σωφρονίσαι, μετὰ θυμοῦ καὶ αὐστηρίας τοῦτο ποιεῖ. Σκόπει γὰρ, πῶς τοὺς τὰ τοιαῦτα παρανομεῖν βουλομένους ἀδελφοὺς καλεῖ, ἐν‐ τρέψαι αὐτοὺς βουλόμενος, καὶ καθικέσθαι αὐτῶν τῆς συνειδήσεως, καὶ ἀποστῆσαι αὐτοὺς τῆς ἐπιχειρήσεως | |
40 | τῆς μιαρᾶς. Μηδαμῶς, φησὶν, ἀδελφοί· μὴ πονηρεύ‐ σησθε. Μηδὲν, φησὶ, τοιοῦτον λογίσησθε, μὴ τὴν πονη‐ ρὰν ταύτην πρᾶξιν ἐννοήσητε, μηδὲ τὴν φύσιν αὐτὴν παραδειγματίσητε, μηδὲ ἀθέσμους ἐπινοήσητε μίξεις· ἀλλ’ εἰ καὶ βούλεσθε τῆς μανίας ὑμῶν τὸν οἶστρον πα‐ | |
45 | ραμυθήσασθαι, ἐγὼ τοῦτο παρέξω, ὥστε κουφότερον ὑμῶν γενέσθαι τὸ τόλμημα. Εἰσί μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρας. Ἔτι, φησὶν, ἄπειροί εἰσι γα‐ μικῆς συνουσίας, ἀνέπαφοι τυγχάνουσιν, ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας εἰσὶ, λάμπουσαι τῇ ὥρᾳ· ταύτας πᾶσιν | |
54.400(50) | ἐκδότους δίδωμι, καὶ χρᾶσθε αὐταῖς ὡς ἀρέσκει ὑμῖν. Λαβόντες αὐτὰς, φησὶ, πληρώσατε ὑμῶν εἰς αὐτὰς τὴν ἀσέλγειαν, καὶ ἐμφορήθητε τῆς ἐπιθυμίας ὑμῶν τῆς πο‐ νηρᾶς. Μόνον εἰς τοὺς ἄνδρας τούτους μηδὲν ποιή‐ σητε ἄδικον, οὗ εἵνεκεν εἰσῆλθον ὑπὸ τὴν σκέπην | |
55 | τῶν δοκῶν μου. Ἐπειδὴ ἐβιασάμην, φησὶν, αὐτοὺς, καὶ εἰσήγαγον ὑπὸ τὰς δοκούς μου, ἵνα μὴ ἐμοὶ ἐπιγραφῇ ἡ εἰς αὐτοὺς γινομένη παρανομία, καὶ ἐγὼ αὐτοῖς αἴτιος τῆς ὕβρεως ταύτης γένωμαι, διὰ τοῦτο ὑπὲρ αὐτῶν τὰς δύο μου θυγατέρας δίδωμι, ὥστε τούτους ἐλευθερῶσαι | |
60 | τῶν ὑμετέρων χειρῶν. Πόση τοῦ δικαίου ἡ ἀρετή; πᾶσαν ἀρετὴν φιλοξενίας ἐνίκησε. Τί γὰρ ἄν τις εἴποι κατ’ ἀξίαν τῆς τοῦ δικαίου τούτου φιλοφροσύνης, ὃς οὐδὲ τῶν θυγατέρων φείσασθαι ἠνέσχετο, ἵνα τὴν εἰς τοὺς ξένους | |
τιμὴν ἐπιδείξηται, καὶ ἐλευθερώσῃ τῆς παρανομίας τῶν | ||
54.401 | Σοδομιτῶν; Καὶ οὗτος μὲν καὶ τὰς θυγατέρας τὰς ἑαυτοῦ ἐκδίδωσιν, ἵνα τοὺς ξένους, τοὺς ὁδίτας (πάλιν γὰρ τὰ αὐτὰ λέγω), τοὺς μηδαμόθεν αὐτῷ γνωρίμους ἐξαρπάσῃ τῆς τῶν παρανόμων ὕβρεως· ἡμεῖς δὲ ὁρῶν‐ | |
5 | τες πολλάκις τοὺς ἀδελφοὺς τοὺς ἡμετέρους εἰς αὐτὸ τῆς ἀσεβείας τὸ βάραθρον, καὶ σχεδὸν εἰπεῖν, ὑπὸ τὴν φάρυγγα τοῦ διαβόλου γινομένους, οὐδὲ λόγου μετα‐ δοῦναι ἀνεχόμεθα, οὐδὲ συμβουλεῦσαι, καὶ τὴν διὰ τῶν λόγων παραίνεσιν εἰσενεγκεῖν, καὶ ἐξαρπάσαι τῆς | |
10 | κακίας, καὶ πρὸς τὴν ἀρετὴν χειραγωγῆσαι. Ποίαν οὖν σχοίημεν ἀπολογίαν, τοῦ μὲν δικαίου μηδὲ τῶν θυγατέ‐ ρων φεισαμένου διὰ τὴν εἰς τοὺς ξένους κηδεμονίαν· ἡμῶν δὲ οὕτως ἀνηλεῶς περὶ τοὺς ἡμετέρους διακειμέ‐ νων, καὶ πολλάκις τὰ ψυχρὰ ἐκεῖνα καὶ ἀλογίας γέμοντα | |
15 | ῥήματα προϊεμένων; Τί γὰρ κοινὸν ἔχω, φησὶ, πρὸς αὐτόν; οὐδέν μοι μέλει, οὐδὲν πρᾶγμα ἔχω μετ’ αὐτοῦ. Τί λέγεις, ἄνθρωπε; Οὐδὲν κοινὸν ἔχεις πρὸς αὐτόν; Ἀδελφός σού ἐστι, τῆς αὐτῆς σοὶ μετέχει φύσεως, ὑπὸ τὸν αὐτόν ἐστε Δεσπότην, πολλάκις δὲ καὶ τῆς αὐτῆς | |
20 | μετέχετε τραπέζης, τῆς πνευματικῆς λέγω καὶ φρικτῆς, καὶ λέγεις, Οὐδὲν κοινὸν ἔχω πρὸς αὐτὸν, καὶ ἀνηλεῶς παρατρέχεις, καὶ οὐκ ὀρέγεις χεῖρα κειμένῳ; Καὶ Ἰουδαίοις μὲν ὁ νόμος προσέταττε, μηδὲ τῶν ἐχθρῶν τὰ ὑποζύγια παρορᾷν πεπτωκότα· σὺ δὲ τὸν ἀδελφὸν ὑπὸ | |
25 | τοῦ διαβόλου πολλάκις τετρωμένον καὶ κείμενον ὁρῶν, οὐκ ἐπὶ τῆς γῆς, ἀλλ’ εἰς τὸ τῆς ἁμαρτίας βάραθρον, οὐκ ἀνασπᾷς διὰ τῆς παραινέσεως, οὐδὲ νουθεσίαν εἰσάγεις τὴν παρὰ σαυτοῦ, οὐδὲ σπουδάζεις καὶ ἑτέρους, εἰ οἷόν τε, εἰς συμμαχίαν λαβεῖν, ἵνα τῆς φάρυγγος τοῦ | |
30 | θηρίου τὸ μέλος τὸ σὸν ἐλευθερῶσαι δυνηθῇς, καὶ πρὸς τὴν οἰκείαν ἐπαναγαγεῖν εὐγένειαν, ἵνα καὶ αὐτὸς, εἴ ποτε περιπέσῃς, ὃ μὴ γένοιτο, τοῖς δικτύοις τοῦ πονηροῦ δαίμονος ἐκείνου, δυνηθῇς ἔχειν τοὺς ἀμῦναι δυναμέ‐ νους, καὶ ἐλευθερῶσαι τῶν τοῦ διαβόλου χειρῶν; Οὕτω | |
35 | καὶ Παῦλος διεγεῖραι βουλόμενος Γαλάτας εἰς τὴν τῶν οἰκείων μελῶν πρόνοιαν, φησί· Σκοπῶν σεαυτὸν, μὴ καὶ σὺ πειρασθῇς· μονονουχὶ λέγων, Ἐὰν ἀσυμπαθῶς καὶ ἀνηλεῶς παραδράμῃς τὸν ἀδελφὸν, ἴσως καὶ σὲ πε‐ ριπεπτωκότα ἕτερος οὕτω παραδραμεῖται. Εἰ τοίνυν | |
40 | βούλει μὴ παροφθῆναι, εἴποτε περιπέσοις, μήτε αὐτὸς παρίδοις, ἀλλὰ πολλὴν ἐπίδειξαι τὴν φιλοστοργίαν, καὶ θησαυρὸν ἡγοῦ μέγιστον τὸ δυνηθῆναι διασῶσαι τὸν ἀδελ‐ φόν. Οὐδὲν γὰρ τούτου ἴσον γένοιτ’ ἄν ποτε εἰς ἀρετῆς λό‐ γον. Ἐὰν γὰρ ἐννοήσῃς μόνον, ὅτι οὗτος, ὃν παρορᾷς καὶ | |
45 | παρατρέχεις, ὑπὸ τοῦ Δεσπότου σου τοσαύτης ἠξίω‐ ται τῆς τιμῆς, ὡς δι’ αὐτὸν μὴ παραιτήσασθαι καὶ τὸ αἷμα ἐκχέειν τὸ ἑαυτοῦ (καθὼς καὶ Παῦλός φησι· Καὶ ἀπολεῖται ὁ ἀσθενῶν ἀδελφὸς ἐπὶ τῇ σῇ γνώσει, δι’ ὃν Χριστὸς ἀπέθανε)· πῶς οὐχὶ τῇ γῇ σεαυτὸν κατ‐ | |
54.401(50) | ορύξεις; Εἰ τοίνυν δι’ αὐτὸν ὁ Χριστὸς καὶ τὸ αἷμα ἐξ‐ έχεε, τί μέγα ποιήσεις, ἐὰν τὴν παρὰ σαυτοῦ φιλοστορ‐ γίαν ἐπιδείξῃ, καὶ τῇ διὰ τῶν λόγων προτροπῇ διαναστήσῃς κείμενον, καὶ τὴν αὐτοῦ ψυχὴν βεβαπτισμέ‐ νην ἴσως καὶ ὑποβρύχιον γεγενημένην ἀνενέγκῃς ἐκ τοῦ | |
55 | τῆς κακίας βυθοῦ, καὶ παρασκευάσῃς ἰδεῖν τῆς ἀρετῆς τὸ φῶς, καὶ μὴ παλινδρομῆσαι ἐπὶ τὸν τῆς κακίας ζόφον; εʹ. Μιμησώμεθα τοίνυν, παρακαλῶ, τὸν δίκαιον τοῦτον, καὶ εἰ δέοι καὶ κίνδυνόν τινα ὑπομένειν ὑπὲρ τοῦ τὴν σωτηρίαν τοῦ πλησίον πραγματεύσασθαι, μηδὲ τοῦτο | |
60 | παραιτησώμεθα. Ὁ γὰρ τοιοῦτος κίνδυνος σωτηρίας ἡμῖν ὑπόθεσις γίνεται, καὶ πολλῆς παῤῥησίας πρόξενος. Ἐννόησον γάρ μοι τὸν δίκαιον τοῦτον, ὅπως πρὸς δῆμον ὁλόκληρον τοσαύτην περὶ τὴν κακίαν τὴν συμφωνίαν | |
ἐπιδειξάμενον παρετάξατο, καὶ μετ’ ἐπιεικείας πολλῆς | Column end | |
54.402 | καὶ τὴν ἀνδρείαν ἄφατον ἐπεδείκνυτο, εἰ καὶ οὐδὲ οὕτω καθικέσθαι ἠδυνήθη τῆς ἀκαθέκτου αὐτῶν μανίας. Μετὰ γὰρ τὰ ῥήματα ἐκεῖνα, καὶ τὴν ἐπιείκειαν τὴν ὑπερ‐ βάλλουσαν, καὶ τὸ μονονουχὶ ταῖς χερσὶν ἐκδοῦναι διὰ | |
5 | τῶν λόγων τὰς θυγατέρας, τί φασι πρὸς αὐτόν; Ἀπόστα ἐκεῖ. Ὢ μέθης ὑπερβολὴ, ὢ παραφροσύνης ἐπίτασις. Τοιοῦτον γὰρ ἡ πονηρὰ αὕτη καὶ ἀκόλαστος ἐπιθυμία· ἐπειδὰν περιγένηται τοῦ λογισμοῦ, οὐκ ἀφίησι συνιδεῖν οὐδὲν τῶν δεόντων, ἀλλὰ καθάπερ ἐν σκότῳ καὶ νυκτο‐ | |
10 | μαχίᾳ τινὶ, οὕτως ἅπαντα διαπράττεται. Ἀπόστα, φη‐ σὶν, ἐκεῖ· εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; Νῦν οὖν σε κακώσομεν μᾶλλον, ἢ ἐκείνους. Ὅρα πῶς μὲν ὁ δίκαιος ἐπιεικῶς αὐτοῖς διαλέγεται, οἱ δὲ πόσῃ κέχρηνται τῇ θρασύτητι. Ὥσπερ ἐκβακχευθέντες | |
15 | λοιπὸν ὑπὸ τοῦ διαβόλου, καὶ ὡς ὑπ’ ἐκείνου στρατηγού‐ μενοι, οὕτω κατεξανίστανται τοῦ δικαίου, καί φασιν· Εἰσῆλθες παροικεῖν, μὴ καὶ κρίσιν κρίνειν; Πάροι‐ κόν σε, φησὶν, ἐδεξάμεθα· μὴ γὰρ καὶ κριτὴς ἡμῶν κατέστης; Ὢ ἀγνωμοσύνης ὑπερβολή. Δέον ἐντραπῆναι, | |
20 | δέον αἰδεσθῆναι τὴν συμβουλὴν τοῦ δικαίου, οἱ δὲ, καθά‐ περ οἱ μαινόμενοι καὶ τὸν ἰατρὸν συγκόψαι ἐπιχειροῦσιν, οὕτω καὶ οὗτοι· Σὲ, φησὶ, κακώσομεν μᾶλλον, ἢ ἐκεί‐ νους. Εἰ μὴ βούλει, φησὶν, ἡσυχάσαι, μαθήσῃ ὡς οὐδέν σοι πλέον ἔσται τῆς εἰς ἐκείνους προστασίας, ἢ τὸ ἐκείνους | |
25 | μὲν διαφυγεῖν τὸν κίνδυνον, σὲ δὲ τούτῳ περιβληθῆναι. Παρεβιάζοντο δὲ τὸν Λὼτ σφόδρα. Ὅρα τὸν δίκαιον τοῦ‐ τον καὶ ἀνδρείαν ἐπιδεικνύμενον, καὶ τοσούτῳ πλήθει ἀντιτάττεσθαι ἐπιχειροῦντα. Καὶ ἤγγισαν, φησὶ, συντρῖ‐ ψαι τὴν θύραν. Ἐπειδὴ γὰρ μέλλων ἐξιέναι, καὶ τὴν | |
30 | τούτων μανίαν προορῶν προσέῳξεν αὐτοῦ ὄπισθεν τὴν θύραν, οὐκ ἀνασχόμενοι οἱ μιαροὶ οὗτοι καὶ παράνομοι τῆς τοῦ δικαίου παραινέσεως, αὐτόν τε ἐβιάζοντο καὶ τὴν θύραν συντρῖψαι ἐπεχείρουν. Ἀλλ’ ἐπειδὴ διὰ τῶν πρα‐ γμάτων ἐδείκνυτο καὶ ἡ τοῦ δικαίου ἀρετὴ, καὶ ἡ πρὸς | |
35 | τοὺς ξένους νομιζομένους κηδεμονία, καὶ τοῦ πλήθους ἐκείνου παντὸς ἡ περὶ τὴν κακίαν συμφωνία, τότε λοιπὸν ἐκκαλύπτουσιν ἑαυτοὺς οἱ παραγεγονότες. Καὶ ἐπειδὴ εἶδον τὸν δίκαιον πάντα τὰ παρ’ ἑαυτοῦ πεπληρωκότα, τὴν οἰκείαν ἐπιδεικνύμενοι δύναμιν ἐπαμύνουσι τῷ δικαίῳ | |
40 | καταδυναστευομένῳ ὑπὸ τῆς ἐκείνων μανίας. Ἐκτεί‐ ναντες γὰρ, φησὶν, οἱ ἄνδρες τὰς χεῖρας εἰσεσπά‐ σαντο τὸν Λὼτ πρὸς ἑαυτοὺς εἰς τὸν οἶκον, καὶ τὴν θύραν τοῦ οἴκου ἀπέκλεισαν· τοὺς δὲ ἄνδρας τοὺς ὄντας ἐπὶ τῆς θύρας τοῦ οἴκου ἐπάταξαν ἀορα‐ | |
45 | σίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζη‐ τοῦντες τὴν θύραν. Ὁρᾷς πῶς καὶ ὁ δίκαιος οὗτος παραχρῆμα τῆς φιλοξενίας κομίζεται τὰς ἀμοιβὰς, καὶ οἱ παράνομοι ἐκεῖνοι ἀξίαν τίνουσι δίκην; Εἰσεσπά‐ σαντο γὰρ, φησὶ, τὸν Λὼτ εἰς τὸν οἶκον, καὶ τὴν | |
54.402(50) | θύραν ἀπέκλεισαν· τοὺς δὲ ἄνδρας ἐπάταξαν ἀορα‐ σίᾳ ἀπὸ μικροῦ ἕως μεγάλου, καὶ παρελύθησαν ζη‐ τοῦντες τὴν θύραν. Ἐπειδὴ τὸ τῆς διανοίας αὐτῶν ὄμμα πεπήρωτο, διὰ τοῦτο καὶ τῆς ὁράσεως τὴν τύφλω‐ σιν ὑπομένουσιν, ἵνα μάθωσιν ὡς οὐδὲν αὐτοῖς ὄφελος τῶν | |
55 | σωματικῶν ὀφθαλμῶν, τῶν τῆς διανοίας ὀμμάτων πεπη‐ ρωμένων. Καὶ ἐπειδὴ σύμφωνον τὴν κακίαν ἐπεδείκνυντο, καὶ οὔτε οἱ νέοι, οὔτε οἱ πρεσβῦται ἀπείχοντο τῆς πο‐ νηρᾶς ἐπιχειρήσεως, διὰ τοῦτο πάντες, φησὶν, ἀπετυφλώ‐ θησαν, καὶ οὐ μόνον τὴν πήρωσιν ἐδέχοντο, ἀλλὰ καὶ τὰ | |
60 | τῆς ἰσχύος αὐτοῖς τοῦ σώματος διελύετο· ἐπειδὴ γὰρ τὸ κυριώτερον μέρος τὴν ψυχὴν ἦσαν διαλελυμένοι, διὰ τοῦτο καὶ τοῦ σώματος τὴν ἰσχὺν παρελύθησαν· καὶ οἱ πρότερον συντρῖψαι τὴν θύραν ἐπιχειροῦντες, καὶ μετὰ πολλῆς ἀπειλῆς τῷ δικαίῳ διαλεγόμενοι, ἀθρόον εἱστή‐ | |
65 | κεισαν παραλελυμένοι, καὶ πρὸ τῶν ὀφθαλμῶν κειμέ‐ νην τὴν θύραν οὐχ ὁρῶντες. Τότε λοιπὸν ἀνέπνευσεν ὁ δίκαιος, ὁρῶν τίνες ἦσαν οἱ παραγενόμενοι, καὶ ὅτι | |
μεγάλη τις αὐτῶν ἡ δύναμίς ἐστι. Καὶ γὰρ εἶπον, φησὶ, | ||
54.403 | πρὸς αὐτὸν οἱ ἄνδρες· Ἔστι τίς σοι ὧδε γαμβρὸς, ἢ υἱοὶ, ἢ θυγατέρες, ἢ εἴ τίς σοι ἄλλος ἐστὶν ἐν τῇ πόλει; Ὅρα πῶς τῆς φιλοξενίας ἀμείβονται τὸν δίκαιον, καὶ πῶς αὐτῷ χαρίσασθαι βούλονται τῶν οἰκείων πάντων | |
5 | τὴν σωτηρίαν. Εἴ τίς σοι, φησὶν, ἐν τῇ πόλει, εἴ τινος ἀντέχῃ, εἴ τινα οἶδας ἐκτὸς γεγονότα τῆς τούτων παρα‐ νομίας, Ἐξάγαγε ἐκ τοῦ τόπου τούτου καὶ ἐκ τῆς γῆς, καὶ πάντας τούς σοι προσήκοντας ἐξάγαγε. Ἀπόλ‐ λυμεν γὰρ ἡμεῖς τὸν τόπον τοῦτον. Εἶτα καὶ τὴν αἰ‐ | |
10 | τίαν ἐπάγουσι, διδάσκοντες τὸν δίκαιον ἅπαντα μετὰ ἀκριβείας. Ὅτι ὑψώθη, φησὶν, ἡ κραυγὴ αὐτῶν ἐναν‐ τίον Κυρίου, καὶ ἀπέστειλεν ἡμᾶς Κύριος ἐκτρῖψαι αὐτούς. Τοῦτο ἦν ὅπερ ἔλεγε τῷ πατριάρχῃ, ὅτι Κραυ‐ γὴ Σοδόμων καὶ Γομόῤῥας πεπλήθυνται πρός με. | |
15 | Ὑψώθη, φησὶν, ἡ κραυγὴ αὐτῶν ἐναντίον Κυρίου. ϛʹ. Πολὺ τῆς παρανομίας αὐτῶν τὸ μέγεθος, καὶ διὰ τοῦτο, ἐπειδὴ ἀνίατός ἐστιν ἡ νόσος, καὶ τὸ τραῦμα οὐδεμίαν θεραπείαν ἐπιδέχεται, ἀπέστειλε Κύριος ἡμᾶς ἐκτρῖψαι αὐτήν. Τοῦτό ἐστιν ὃ ἔλεγεν ὁ μακάριος | |
20 | Δαυΐδ· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἐ‐ πειδὴ ἀφανίσαι, φησὶ, παραγεγόναμεν πᾶσαν ταύ‐ την τὴν περίχωρον (διὰ γὰρ τὴν πονηρίαν τῶν ἐνοι‐ κούντων καὶ ἡ γῆ τὴν τιμωρίαν δέξεται), ἔξελθε σὺ | |
25 | ἐντεῦθεν. Ταῦτα ἀκούσας ὁ δίκαιος, καὶ μαθὼν τὴν αἰτίαν, δι’ ἣν παραγεγόνασιν ἄνδρες μὲν τὸ φαινόμε‐ νον, ἄγγελοι δὲ τυγχάνοντες καὶ ὑπηρέται τοῦ τῶν ὅλων Θεοῦ, Ἐξελθὼν ἐλάλησε πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ. Καὶ | |
30 | μὴν ἄνω ἔλεγε τοῖς παρανόμοις ἐκείνοις, ὅτι Ἰδοὺ δύο θυγατέρας ἔχω, αἵτινες οὐκ ἔγνωσαν ἄνδρας· πῶς οὖν ἐνταῦθά φησι, Πρὸς τοὺς γαμβροὺς αὐτοῦ τοὺς εἰληφότας τὰς θυγατέρας αὐτοῦ; Μὴ νομίσῃς ἐναντία εἶναι ταῦτα τοῖς πρότερον παρὰ τοῦ δικαίου | |
35 | ῥηθεῖσιν. Ἔθος γὰρ τοῦτο ἦν τοῖς παλαιοῖς πρὸ πολλοῦ τοῦ χρόνου τὰς μνηστείας ποιεῖσθαι, καὶ πολλάκις καὶ συνοικεῖν ταῖς μνηστευθείσαις, καὶ ἅμα τοῖς γονεῦσι δια‐ τρίβειν· ὃ καὶ νῦν ἐστι πολλαχοῦ γινόμενον. Ἐπεὶ οὖν ἤδη τὰ τῆς μνηστείας ἐγεγόνει, διὰ τοῦτο καὶ γαμβροὺς | |
40 | αὐτοὺς ὀνομάζει καί φησι, Τοὺς εἰληφότας τὰς θυγα‐ τέρας αὐτοῦ· τῇ γνώμῃ γὰρ καὶ τῇ συγκαταθέσει εἰλη‐ φότες ἦσαν. Καί φησιν· Ἀνάστητε, καὶ ἐξέλθετε ἐκ τοῦ τόπου τούτου, ὅτι ἐκτρίβει Κύριος τὴν πόλιν. Ἔδοξε δὲ γελοιάζειν ἐναντίον τῶν γαμβρῶν αὐτοῦ. | |
45 | Ὅρα πῶς ἐκ τῆς ζύμης ἐκείνης ἦσαν τῆς πονηρᾶς οὗτοι. Καὶ διὰ τοῦτο βουλόμενος ὁ Θεὸς ταχέως ἐλευθερῶσαι τὸν δίκαιον τῆς πρὸς ἐκείνους συγγενείας, οὐ συνεχώ‐ ρησεν οὐδὲ μιγῆναι αὐτοῖς τὰς θυγατέρας τοῦ δικαίου, ἀλλὰ προανήρπασε μετὰ τῶν πονηρῶν καὶ τούτους, ἵνα | |
54.403(50) | ἐξελθὼν ὁ δίκαιος μετὰ τῶν θυγατέρων διαφύγῃ τὴν πρὸς ἐκείνους συγγένειαν. Ἀκούσαντες τοίνυν παρὰ τοῦ δικαίου τὴν φοβερὰν ταύτην ἀπειλὴν, μονονουχὶ διεχλεύα‐ ζον, καὶ ἐνόμιζον ληρωδίαν εἶναι τὰ παρ’ αὐτοῦ λεγό‐ μενα. Ἀλλ’ ὅμως ὁ δίκαιος τὰ παρ’ ἑαυτοῦ ἐπλήρου, | |
55 | καὶ ἐπειδὴ ἅπαξ ἐμνηστεύσαντο αὐτοῦ τὰς θυγατέρας, ἐβουλήθη ἐξαρπάσαι αὐτοὺς τῆς τιμωρίας· ἀλλ’ ἐκεῖνοι οὐδὲ οὕτως ἠνέσχοντο, ἀλλ’ ἐπέμενον τῷ οἰκείῳ τρόπῳ, καὶ ἐμάνθανον λοιπὸν δι’ αὐτῶν τῶν ἔργων, ὡς οὐ συμ‐ φερόντως αὐτοῖς τοῦ δικαίου τὴν συμβουλὴν ἀπεπέμ‐ | |
60 | ψαντο. Ἡνίκα δὲ, φησὶν, ὄρθρος ἐγένετο, ἐπεσπούδα‐ ζον οἱ ἄγγελοι τὸν Λὼτ, λέγοντες· Ἀναστὰς λάβε τὴν γυναῖκά σου, καὶ τὰς δύο θυγατέρας, ἃς ἔχεις, καὶ ἔξελθε, ἵνα μὴ καὶ σὺ συναπόλῃ ταῖς ἀνομίαις | |
τῆς πόλεως. Καὶ ἐταράχθησαν. Μὴ μέλλε, φησί· δεῖ | Column end | |
54.404 | γὰρ ἤδη τὸν ὄλεθρον τούτοις ἐπιστῆναι. Σαυτὸν οὖν καὶ τὴν γυναῖκά σου καὶ τὰς δύο θυγατέρας διάσωσον. Ἐκεῖ‐ νοι γὰρ οἱ μὴ θελήσαντες πεισθῆναί σου τῇ παραινέσει, οὐκ εἰς μακρὰν τῆς ἀπωλείας κοινωνήσουσι τοῖς λοιποῖς | |
5 | Μὴ τοίνυν μέλλε, ἵνα μὴ καὶ αὐτὸς τῇ ἀπωλείᾳ τῶν παρανόμων τούτων κοινωνήσῃς. Καὶ ἐταράχθησαν ταῦτα ἀκούσαντες οἱ περὶ τὸν Λὼτ καὶ τὴν γυναῖκα καὶ τὰς θυγατέρας· Ἐταράχθησαν, φησὶ, τοῦτ’ ἔστιν, ἔμφοβοι γεγόνασιν, εἰς πολλὴν δειλίαν κατέστησαν, ἠγω‐ | |
10 | νίασαν τὴν ἀπειλήν. Διὸ κηδόμενοι τοῦ δικαίου Οἱ ἄγγε‐ λοι ἐκράτησαν, φησὶ, τῆς χειρὸς αὐτοῦ. Οὐκ ἔτι λοι‐ πὸν ὡς περὶ ἀνδρῶν διαλέγεται ἡ Γραφὴ, ἀλλ’ ἐπειδὴ μέλλουσιν ἐπάγειν τὴν τιμωρίαν, ἀγγέλους αὐτοὺς ὀνο‐ μάζει καί φησιν· Ἐκράτησαν τῆς χειρὸς αὐτοῦ, καὶ | |
15 | τῆς χειρὸς τῆς γυναικὸς αὐτοῦ, καὶ τῶν χειρῶν τῶν θυγατέρων αὐτοῦ, ἐν τῷ φείσασθαι αὐτοῦ Κύριον. Παρεθάῤῥυναν αὐτοὺς διὰ τῆς ἁφῆς τῆς χειρὸς, καὶ ἐνεύ‐ ρωσαν αὐτῶν τὴν προθυμίαν, ἵνα μὴ ὁ φόβος διαλύσῃ αὐτῶν τὴν ἰσχύν· διὰ τοῦτο ἐπήγαγεν, Ἐν τῷ φείσα‐ | |
20 | σθαι αὐτοῦ Κύριον. Ἐπειδὴ γὰρ, φησὶ, σωτηρίας αὐ‐ τὸν ἄξιον ἔκρινεν ὁ Κύριος, διὰ τοῦτο καὶ οἱ ἄγγελοι βουλόμενοι νευρῶσαι αὐτῶν τὴν προθυμίαν τῆς χειρὸς αὐτῶν κρατοῦσι, Καὶ ἐξαγαγόντες αὐτοὺς ἔξω εἶπαν· Σῶζε τὴν σεαυτοῦ ψυχήν· μὴ περιβλέψῃς | |
25 | εἰς τὰ ὀπίσω, μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ, εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. Ἐπειδὴ, φησὶ, λοιπὸν ἀπηλλάξαμέν σε τῶν παρανόμων τούτων, μηκέτι περιβλέψῃ εἰς τὰ ὀπίσω, μήτε θελήσῃς ἰδεῖν τὰ τούτοις συμβησόμενα, ἀλλὰ σπεῦσον καὶ μακρὰν γενοῦ, ἵνα δια‐ | |
30 | φυγεῖν δυνηθῇς τὴν ἐπαγομένην τούτοις τιμωρίαν. Εἶτα δεδοικὼς ὁ δίκαιος, μήποτε οὐ δυνηθῇ καταλαβεῖν τὸν ὑπ’ αὐτῶν ἀφορισθέντα τόπον, καὶ εἰς τὸ ὄρος φθάσαι, φησί· Δέομαι, Κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην | |
35 | σου, ὃ ποιεῖς εἰς ἐμὲ τοῦ ζῇν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ κατα‐ λάβῃ με τὰ κακὰ, καὶ ἀποθάνω. Ἰδοὺ ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, μικρά ἐστιν· ἐκεῖ σωθήσομαι, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. | |
40 | Ἐπειδὴ ἅπαξ, φησὶν, ἐκρίνατε τὴν σωτηρίαν χαρίσασθαί μοι, ὑπερβαίνει δέ μου τὴν ἰσχὺν τὸ φθάσαι τὴν τοῦ ὄρους κορυφὴν, πλείονα περὶ ἐμὲ τὴν φιλανθρωπίαν ἐπιδείξα‐ σθε, καὶ κουφότερόν μοι τὸν κάματον ποιήσατε. Μήποτε οὖν καταληφθῶ ὑπὸ τῆς ἐπαγομένης τιμωρίας, καὶ κοι‐ | |
45 | νωνήσω τῆς δίκης τούτοις, τὴν πόλιν ταύτην τὴν πλη‐ σίον ἀφορίσατέ μοι. Εἰ γὰρ καὶ εὐτελής ἐστι καὶ μικρὰ, ἀλλ’ ἐκεῖ διασωθεὶς δυνήσομαι ἐν ἀσφαλείᾳ εἶναι λοιπόν. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐθαύμασά σου τὸ πρόσωπον, καὶ ἐπὶ τῷ ῥήματι τούτῳ, τοῦ μὴ καταστρέψαι | |
54.404(50) | τὴν πόλιν, περὶ ἧς ἐλάλησας. Ἐδεξάμην σου τὴν ἱκεσίαν, φησὶ, καὶ ποιήσω καὶ τοῦτο, καὶ παρέξω σοι τὸ αἰτηθὲν, καὶ διὰ σὲ καὶ τῆς πόλεως φείσομαι. Σπεῦ‐ σον οὖν, καὶ κατάλαβε τὸν τόπον, καὶ σώζου· οὐδὲ γὰρ ποιήσω τι μέχρι τοῦ παραγενέσθαι σε ἐκεῖ. Οὐ | |
55 | γὰρ δυνήσομαι, φησὶ, τοῦ ποιῆσαι πρᾶγμα, ἕως τοῦ εἰσελθεῖν σε ἐκεῖ. Ἐπειδὴ κήδομαί σου τῆς σωτηρίας, ἀναμενῶ τὴν ἐκεῖ σου ἄφιξιν, καὶ τότε τούτοις ἐπάγω τὴν τιμωρίαν. Ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Περὶ τὴν τοῦ ἡλίου ἀνατολὴν | |
60 | ἔφθασε τὴν πόλιν· καὶ εὐθέως ἐκείνου ἐντὸς τῆς πόλεως γενομένου, οὗτοι τὴν τιμωρίαν ἐδέχοντο. Ἔβρεξε γὰρ, φησὶ, Κύριος ἐπὶ Σόδομα καὶ Γόμοῤῥα θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ κατέστρεψε τὰς πόλεις ταύτας καὶ πᾶσαν τὴν περίοικον, καὶ πάντας | |
65 | τοὺς κατοικοῦντας ἐν ταῖς πόλεσι, καὶ πᾶν ἀνατέλ‐ | |
λον ἐκ τῆς γῆς. Μὴ ξενιζέτω σε, ἀγαπητὲ, τῶν ῥη‐ | ||
54.405 | μάτων ἡ συνθήκη· ἰδίωμα γὰρ τοῦτό ἐστι τῆς Γραφῆς, καὶ ἀδιαφόρως οὕτω πολλάκις τίθησι τὰ ῥήματα· ὃ δὴ καὶ νῦν ἔστιν ἰδεῖν. Ἔβρεξε γὰρ, φησὶ, Κύριος θεῖον καὶ πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, ἵνα εἴπῃ ὅτι | |
5 | Κύριος τὴν τιμωρίαν ἐπήγαγε, καὶ οὐ μόνον τὰς πόλεις κατέστρεψε, καὶ πᾶσαν τὴν περίοικον, καὶ πάντας τοὺς κατοικοῦντας, ἀλλὰ καὶ τὰ ἀνατέλλοντα ἐκ τῆς γῆς ἠφάνισεν. Ἐπειδὴ γὰρ οἱ ταύτην οἰκοῦντες ἄνθρωποι πολὺν τῆς πονηρίας τὸν καρπὸν ἐπεδείξαντο, διὰ τοῦτο | |
10 | καὶ τῆς γῆς, φησὶ, τοὺς καρποὺς ἀχρήστους ἐργάζομαι, ἵνα καὶ ἐκείνων ἀφανισθέντων αὕτη διηνεκὲς ὑπόμνημα γένηται ταῖς μετὰ ταῦτα γενεαῖς, διὰ τῆς οἰκείας ἀκαρπίας πάντας διδάσκουσα τῶν ἐνοικησάντων αὐτῇ τὴν πονηρίαν. Εἶδες ὅσον ἐστὶν ἀρετὴ, καὶ ὅσον κακία, καὶ | |
15 | πῶς ὁ μὲν δίκαιος ἐσώθη, αὐτοὶ δὲ ἀξίαν τὴν τιμωρίαν ἔδοσαν τῆς πονηρίας; Καὶ ὥσπερ ὁ δίκαιος διὰ τὴν οἰ‐ κείαν ἀρετὴν καὶ τὰς θυγατέρας διέσωσε, καὶ τῆς πόλεως ἐκείνης τὴν καταστροφὴν διεκώλυσεν· οὕτω καὶ οὗτοι διὰ τὴν ὑπερβολὴν τῆς οἰκείας πονηρίας, οὐ μόνον αὐτοὶ | |
20 | ἀπώλοντο καὶ διεφθάρησαν, ἀλλὰ καὶ τὴν γῆν ἄκαρπον εἰς τὸ ἑξῆς γενέσθαι παρεσκεύασαν. Καὶ ἐπέβλεψεν ἡ γυνὴ, φησὶν, εἰς τὰ ὀπίσω, καὶ ἐγένετο στήλη ἁλός. Ἐπειδὴ γὰρ ἀκούσασα τῶν ἀγγέλων τῶν διαταττομένων τῷ δικαίῳ, ὥστε μὴ προσέχειν εἰς τὰ ὀπίσω, ἀλλὰ μετὰ | |
25 | πολλῆς τῆς ἐπείξεως τὴν ἀναχώρησιν ποιήσασθαι, παρ‐ ήκουσε τῶν ῥηθέντων, καὶ τὸ παραγγελθὲν οὐκ ἐφύλαξε, διὰ τοῦτο τῆς οἰκείας ῥᾳθυμίας δίδωσι δίκην. ζʹ. Ἀλλ’ ἡμεῖς ταῦτα ἀκούοντες, πολλὴν τῆς οἰκείας σωτηρίας τὴν πρόνοιαν ποιησώμεθα, καὶ τῆς μὲν ἐκείνων | |
30 | παρανομίας φύγωμεν τὴν μίμησιν· τοῦ δὲ δικαίου τού‐ του τὴν φιλοξενίαν ζηλώσωμεν καὶ τὴν ἄλλην ἀρετὴν, ἵνα δυνηθῶμεν καὶ τὴν ἄνωθεν ὀργὴν ἀποκρούσασθαι. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν μετὰ σπουδῆς ταύτην μετ‐ ιόντα, μὴ πολὺν ἐντεῦθεν κομίσασθαι τὸν θησαυρόν. Καὶ | |
35 | γὰρ οἱ δίκαιοι οὗτοι οὕτω τῆς ἄνωθεν ῥοπῆς ἠξιώθησαν, καὶ ὁ πατριάρχης καὶ ὁ Λὼτ, καὶ ἀνθρώπους νομίζοντες ὑποδέχεσθαι, κατηξιώθησαν καὶ ἀγγέλους ὑποδέχεσθαι, καὶ τὸν τῶν ἀγγέλων Δεσπότην. Ἔξεστι καὶ ἡμῖν, ἐὰν βουλώμεθα, καὶ νῦν αὐτὸν ὑποδέξασθαι. Αὐτὸς γάρ | |
40 | ἐστιν ὁ εἰρηκὼς, Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται. Οὕτω τοίνυν τοὺς ξένους ὑποδεχώμεθα, καὶ μὴ πρὸς τὴν τῶν φαινομένων εὐτέλειαν ἀπίδωμέν ποτε. Ἐνίοτε γὰρ, εἰ τοιαύτῃ γνώμῃ τὰ τῆς φιλοξενίας ἐπιδειξώμεθα, καταξιωθησόμεθα καὶ ἡμεῖς τοιούτους ὑποδέχεσθαι, ἄν‐ | |
45 | δρας μὲν νομιζομένους, τῶν ἀγγέλων δὲ τὴν ἀρετὴν μετιόντας· μόνον μὴ περιεργαζώμεθα, μηδὲ πολυπρα‐ γμονῶμεν, ἵνα μὴ διαμάρτωμεν τοῦ θησαυροῦ. Ἐπεὶ καὶ ὁ μακάριος Παῦλος τούτους τοὺς δικαίους αἰνιττό‐ μενος, καὶ διδάσκων ἡμᾶς πῶς ἐπέτυχον τοιαύτης ὑπο‐ | |
54.405(50) | δοχῆς, φησί· Τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους. Τοῦτο γὰρ αὐτοὺς μάλιστα θαυμαστοὺς καὶ μεγάλους ἀπέδειξεν, ὅτι οὐκ εἰδότες αὐτοὺς, τὴν θεραπείαν ἐπ‐ εδείκνυντο. Καὶ ἡμεῖς τοίνυν πίστει καὶ εὐλαβείᾳ τὸ | |
55 | πρᾶγμα μετίωμεν, ἵνα καὶ τοῦ θησαυροῦ ἐπιτυχεῖν δυ‐ νηθῶμεν· οὗ γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
60t | ΟΜΙΛΙΑ ΜΔʹ. | |
61n | Ὤρθρισε δὲ Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ | |
62n | εἱστήκει ἐναντίον τοῦ Θεοῦ. | |
63 | αʹ. Ἡ κατὰ τὴν Σαμαρεῖτιν ὑπόθεσις ἱκανῶς ἡμᾶς χθὲς | Column end |
54.406 | ἐδίδαξε καὶ τοῦ Δεσπότου τὴν ἄφατον μακροθυμίαν, καὶ τὴν ὑπερβάλλουσαν περὶ αὐτὴν κηδεμονίαν, καὶ ἐκείνης τὴν εὐγνωμοσύνην. Εἴδετε πῶς ὕδωρ αἰσθητὸν ὑδρεύσα‐ σθαι παραγενομένη, ἐκ τῆς νοητῆς πηγῆς τὰ θεῖα νά‐ | |
5 | ματα ἀρυσαμένη, οὕτως οἴκαδε ἐπανῆλθε, πληροῦσα τὸ παρὰ τοῦ Δεσπότου εἰρημένον· Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ἐμφορηθεῖσα γὰρ αὕτη τῆς θείας ἐκείνης καὶ πνευματικῆς πηγῆς, οὐ κατέσχεν εἴσω τὰ νάματα, ἀλλ’ | |
10 | ὑπερβλύζουσα, ὡς εἰπεῖν, ἐκχέει καὶ εἰς τοὺς τὴν πόλιν οἰκοῦντας τῆς παρασχεθείσης αὐτῇ δωρεᾶς τὸ χάρισμα, καὶ κήρυξ ἐγένετο ἀθρόον ἡ γυνὴ, ἡ Σαμαρεῖτις, ἡ ἀλλό‐ φυλος. Εἴδετε ὅσον ἐστὶ ψυχῆς εὐγνωμοσύνη, εἴδετε Δεσπότου φιλανθρωπίαν, ὅπως οὐδενὸς ὑπερορᾷ, ἀλλὰ | |
15 | κἂν ἐν γυναικὶ, κἂν ἐν πενίᾳ, κἂν ὅπου δήποτε εὕρῃ διεγηγερμένην ψυχὴν καὶ ζέουσαν, παραχρῆμα τὴν παρ’ ἑαυτοῦ χάριν ἐπαφίησι. Μιμησώμεθα τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς τὴν γυναῖκα ταύτην, καὶ μετὰ πολλῆς προσ‐ οχῆς δεχώμεθα τὰ παρὰ τοῦ Πνεύματος διδάγματα. Οὐδὲ | |
20 | γὰρ ἡμέτερά ἐστι τὰ λεγόμενα, οὐδὲ ἐξ οἰκείας γλώττης φθεγγόμεθα, ἅπερ ἂν εἴπωμεν, ἀλλ’ ἐκ τῆς τοῦ Δεσπό‐ του φιλανθρωπίας ὁδηγούμενοι διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν καὶ τὴν οἰκοδομὴν τῆς τοῦ Θεοῦ Ἐκκλησίας. Μὴ τοίνυν πρὸς ἐμὲ τὸν λέγοντα ἀπίδῃς, ἀγαπητὲ, μηδὲ | |
25 | πρὸς τὴν εὐτέλειαν τὴν ἐμὴν, ἀλλ’ ὅτι τὰ παρὰ τοῦ Δε‐ σπότου διακομίζω, καὶ πρὸς τὸν ἀποστείλαντα ἔχων τὴν διάνοιαν τεταμένην, οὕτω μετὰ νήψεως δέχου τὰ λεγό‐ μενα. Ἐπεὶ καὶ ἐν τοῖς ἀνθρωπίνοις πράγμασιν, ἐπει‐ δὰν ὁ βασιλεὺς, ὁ τὸ διάδημα περικείμενος, γράμματα | |
30 | διαπέμψηται, ὁ μὲν ἐπιφερόμενος ταῦτα καθ’ ἑαυτὸν μὲν οὐδενὸς λόγου ἄξιος τυγχάνει, ἀλλ’ εὐτελής τίς ἐστι, καὶ πολλάκις οὐδὲ προγόνους ἀριθμεῖν ἔχων, ἀλλ’ ἀνώ‐ νυμος καὶ ἐξ ἀνωνύμων· ἀλλ’ οὐκ ἐκείνῳ προσέχουσιν οἱ ταῦτα δέχεσθαι μέλλοντες, ἀλλὰ διὰ τὰ τοῦ βασιλέως | |
35 | γράμματα πολλὴν κἀκείνῳ τιμὴν ἀπονέμουσι, καὶ τὰ γράμματα μετὰ πολλοῦ τοῦ φόβου καὶ πολλῆς τῆς ἡσυ‐ χίας δέχονται. Εἰ τοίνυν ἐκεῖνος ἀνθρώπου ἐπαγόμενος γράμματα, καὶ χάρτην ἁπλῶς ἐπιφερόμενος, παρὰ πᾶσιν ἐναποδέχεται, πολλῷ μᾶλλον ὑμεῖς ἂν εἴητε δίκαιοι | |
40 | τὰ παρὰ τοῦ Πνεύματος δι’ ἡμῶν ὑμῖν πεμφθέντα λόγια μετὰ πολλῆς τῆς προσοχῆς ὑποδέχεσθαι, ἵνα τῆς εὐ‐ γνωμοσύνης πολλὴν κομίσησθε τὴν ἀμοιβήν. Ἐὰν γὰρ ἴδῃ ὁ τῶν ὅλων Δεσπότης τῆς ψυχῆς ὑμῶν τὴν προ‐ θυμίαν, καὶ ἡμῖν δαψιλεστέραν παρέξει τὴν χορηγίαν | |
45 | διὰ τὴν οἰκοδομὴν τὴν ὑμετέραν, καὶ ὑμῖν πλείονα δωρή‐ σεται τὴν σύνεσιν, ὥστε συνιέναι τὰ λεγόμενα. Δαψι‐ λὴς γὰρ ἡ τοῦ Πνεύματος χάρις, καὶ εἰς πάντας ἐκχεο‐ μένη οὐδένα μερισμὸν ὑπομένει, ἀλλὰ τῇ διανομῇ μᾶλλον αὔξεται, καὶ ὅσῳ ἂν πλείους ὦσιν οἱ ταύτης μετέχοντες, | |
54.406(50) | τοσούτῳ καὶ τὰ τῆς χάριτος ἐπὶ πλέον ἐκτείνεται. Φέρε οὖν, εἰ δοκεῖ, καὶ σήμερον τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημένων ἐπιλαβώμεθα, καὶ ἴδωμεν ὅπου τὸν λό‐ γον κατελύσαμεν, καὶ ὅθεν αὐτὸν ἀναλαβεῖν σήμερον προσῆκε. Ποῦ οὖν τὸν λόγον πρώην προσορμίσαντες, | |
55 | οὕτω τῆς διδασκαλίας ἐπαυσάμεθα; Τὰ κατὰ τὸν Λὼτ | |
54.407 | ὑμῖν διηγούμενοι, καὶ τὸν τῶν Σοδόμων ἐμπρησμὸν, ἐκεῖ τὸν λόγον ἐστήσαμεν, ὅπου ὁ δίκαιος εἰς τὴν Σηγὼρ διεσώθη. Ὁ ἥλιος γὰρ ἐξῆλθεν ἐπὶ τῆς γῆς, φησὶ καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ τότε ἡ θεήλατος | |
5 | ἐκείνη ὀργὴ τούς τε ἐν Σοδόμοις κατέλαβε, καὶ τῆς γῆς τὸν ἀφανισμὸν εἰργάσατο, ὅτε καὶ ἡ γυνὴ τοῦ δικαίου ἐπιλαθομένη τῶν ῥηθέντων παρὰ τῶν ἀγγέλων, ἐπιβλέ‐ ψασα εἰς τὰ ὀπίσω, ἐγένετο στήλη ἁλὸς, διηνεκὲς ὑπό‐ μνημα ταῖς μετὰ ταῦτα γενεαῖς τῆς οἰκείας ῥᾳθυμίας | |
10 | παρεχομένη. Ἀναγκαῖον οὖν σήμερον τὰ ἑξῆς ἐπελθόν‐ τας μικρά τινα διαλεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, ἵνα πάλιν εἰδῆτε τοῦ πατριάρχου τὸ συμπαθὲς καὶ φιλό‐ στοργον, καὶ τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν. Ἐπειδὴ γὰρ, τῆς ἀνατολῆς τοῦ ἡλίου γενομένης, ὁ μὲν δίκαιος | |
15 | Λὼτ εἰς τὴν Σηγὼρ διεσώθη, οἱ δὲ τὰ Σόδομα κατοικοῦν‐ τες ὑπὸ τὴν δίκην γεγόνασιν, ὁ πατριάρχης ὁμοῦ κἀκεί‐ νους οἰκτείρων τῆς ἀπωλείας, ἣν διὰ τὴν οἰκείαν παρα‐ νομίαν ὑπέμειναν, καὶ περὶ τοῦ δικαίου σφόδρα φροντί‐ ζων, ὀρθρίσας, φησὶ, περιεσκόπει τὰ γεγενημένα. Ὤρ‐ | |
20 | θρισε γὰρ, φησὶν, Ἀβραὰμ τῷ πρωῒ εἰς τὸν τόπον, οὗ εἱστήκει ἐναντίον τοῦ Θεοῦ, καὶ ἐπέβλεψεν ἐπὶ πρόσωπον τῆς περιχώρου Σοδόμων καὶ Γομόῤῥας, καὶ εἶδε. Καὶ ἰδοὺ ἀνέβαινε φλὸξ ἐκ τῆς γῆς, ὡσεὶ ἀτμὶς καμίνου. Ἐν ἐκείνῳ, φησὶ, τῷ τόπῳ γεγονὼς, | |
25 | ἔνθα τὴν διάλεξιν πρὸς τὸν Δεσπότην ἐποιήσατο, καὶ τὴν περὶ τῶν ἐν Σοδόμοις παράκλησιν, ἑώρα τῆς φοβερᾶς ἐκείνης τιμωρίας τὰ ἴχνη, καὶ τοῦ δικαίου ἕνεκεν μαθεῖν τι ἐπεθύμει. Τοιοῦτον γὰρ τῶν ἁγίων τὸ ἔθος, φιλόστορ‐ γον καὶ συμπαθητικόν. Καὶ ἵνα διδάξῃ ἡμᾶς ἡ θεία | |
30 | Γραφὴ, ὅτι εὐθέως αὐτῷ τούτου τὴν γνῶσιν ἐνέθηκεν ἡ τοῦ Πνεύματος χάρις, ὁμοῦ δὲ καὶ τὸν δίκαιον ἵνα τῆς περὶ τοῦ Λὼτ ἀπαλλάξῃ φροντίδος, φησίν· Ἐν τῷ ἐκτρῖψαι Κύριον τὰς πόλεις τῆς περιοίκου, ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραὰμ, καὶ ἐξαπέστειλε τὸν Λὼτ ἐκ | |
35 | μέσου τῆς καταστροφῆς. Τί ἐστιν, Ἐμνήσθη ὁ Θεὸς τοῦ Ἀβραάμ; Τῆς παρακλήσεως, φησὶν, ἧς ἐποιήσατο, λέγων, Μὴ συναπολέσῃς δίκαιον μετὰ ἀσεβοῦς. Τί οὖν, ἂν εἴποι τις, διὰ τὴν παράκλησιν τοῦ πατριάρχου ὁ δίκαιος διεσώθη, καὶ οὐχὶ διὰ τὴν ἰδίαν δικαιοσύνην; | |
40 | Ναὶ, καὶ διὰ τὴν παράκλησιν τοῦ πατριάρχου· ὅταν γὰρ τὰ παρ’ ἑαυτῶν συνεισενέγκωμεν, καὶ ἡ παρὰ τῶν δικαίων πρεσβεία τὰ μέγιστα ἡμᾶς ὀνίνησιν. Ἐπεὶ ἐὰν αὐτοὶ μὲν ῥᾳθυμῶμεν, τὰς δὲ ἐλπίδας τῆς ἡμετέρας σωτηρίας ἐπ’ ἐκείνοις μόνοις ποιώμεθα, οὐδὲν ἡμῖν | |
45 | ἔσται πλέον· οὐκ ἐπειδὴ ἀσθενεῖς οἱ δίκαιοι, ἀλλ’ ἐπειδὴ ἡμεῖς διὰ τῆς οἰκείας ῥᾳθυμίας ἑαυτοὺς προδίδομεν. βʹ. Καὶ ἵνα μάθῃς ὅτι, ὅταν ἀμελῶμεν, κἂν δίκαιοι ὦσιν οἱ ὑπὲρ ἡμῶν παρακαλοῦντες, κἂν προφῆται, οὐδὲν ἡμῖν ἐκ τούτου ὄφελος γίνεται (ἐκεῖνοι μὲν γὰρ | |
54.407(50) | τὴν ἑαυτῶν ἀρετὴν καὶ διὰ τούτων ἐπιδείκνυνται, ἡμῖν δὲ οὐδεμία ἔσται ὄνησις διὰ τὸν οἰκεῖον τρόπον), ἄκου‐ σον τοῦ τῶν ὅλων Θεοῦ πρὸς τὸν ἐκ κοιλίας ἁγιασθέντα Ἱερεμίαν τὸν προφήτην λέγοντα· Μὴ προσεύχου περὶ τοῦ λαοῦ τούτου, ὅτι οὐκ εἰσακούσομαί σου. Ὅρα | |
55 | τοῦ Δεσπότου φιλανθρωπίαν· προλέγει τῷ προφήτῃ, ἵνα μὴ μετὰ τὸ προσεύξασθαι παρακουσθεὶς, νομίσῃ ὅτι διὰ τὴν παρ’ αὐτοῦ αἰτίαν τοῦτο γεγένηται. Διὰ τοῦτο ἤδη προμηνύει αὐτῷ τὴν κακίαν τοῦ λαοῦ, καὶ διαστέλ‐ λεται μὴ προσεύξασθαι, ἵνα καὶ αὐτὸς εἰδέναι ἔχῃ τῆς | |
60 | πονηρίας ἐκείνων τὴν ἐπίτασιν, κἀκεῖνοι μάθωσιν ὡς οὐδὲν αὐτοῖς ὁ προφήτης συμβάλλεται, εἰ μὴ καὶ αὐτοὶ | |
τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν βουληθῶσιν. Ὅπερ εἰδότες, | Column end | |
54.408 | ἀγαπητοὶ, καταφεύγωμεν μὲν ἐπὶ τὰς τῶν ἁγίων πρεσβείας, καὶ παρακαλῶμεν ὥστε ὑπὲρ ἡμῶν δεηθῆναι, ἀλλὰ μὴ ταῖς ἐκείνων ἱκεσίαις μόνον θαῤῥῶμεν, ἀλλὰ καὶ αὐτοὶ τὰ καθ’ ἑαυτοὺς δεόντως οἰκονομῶμεν, καὶ τῆς | |
5 | ἐπὶ τὸ βέλτιον μεταβολῆς ἐχώμεθα, ἵνα χώραν δῶμεν τῇ πρεσβείᾳ τῇ ὑπὲρ ἡμῶν γινομένῃ. Τοῦτο καὶ πρὸς ἕτερον προφήτην φησὶν ὁ τῶν ἁπάντων Δεσπότης· Οὐχ ὁρᾷς τί αὐτοὶ ποιοῦσι; Θυμιῶσι στέαρ, καὶ χαυῶνας ποιοῦσι τῇ στρατιᾷ τοῦ οὐρανοῦ· μονονουχὶ | |
10 | λέγων πρὸς αὐτόν· Ὑπὲρ τούτων με παρακαλεῖς, τῶν οὐχ ἱσταμένων τῆς πονηρίας, τῶν οὐδεμίαν αἴσθησιν λαμβανόντων τῆς νόσου ἐν ᾗ κατέχονται, ἀλλ’ οὕτως ἀναλγήτως διακειμένων; Οὐχ ὁρᾷς αὐτῶν τὴν ὑπερβάλ‐ λουσαν καταφρόνησιν; οὐ βλέπεις αὐτῶν τὴν μανίαν | |
15 | τὴν πολλήν; πῶς οὐδέπω κόρον εἰλήφασι τῆς ἀσεβείας, ἀλλὰ καθάπερ ὗς ἐν βορβόρῳ, οὕτως ἐγκαλινδοῦνται ταῖς οἰκείαις παρανομίαις; Μὴ γὰρ, εἰ ἐβούλοντο ἐπι‐ στρέφειν, παρακληθῆναι ἀνέμενον; Οὐκ ἐγώ εἰμι ὁ διὰ τῶν προφητῶν βοῶν καὶ λέγων· Καὶ εἶπον μετὰ τὸ | |
20 | πορνεῦσαι αὐτήν· Μετὰ ταῦτα πάντα πρός με ἀνάστρεψον, καὶ οὐκ ἀνέστρεψε; Μὴ γὰρ ἕτερόν τι ζητῶ, ἢ παύσασθαι τῆς πονηρίας μόνον, καὶ στῆναι τῶν κακῶν; μὴ γὰρ ὑπὲρ τῶν παρελθόντων εὐθύνας ἀπαιτῶ, ἐὰν ἴδω μεταβάλλεσθαι βουλομένους; οὐ καθ’ ἑκάστην | |
25 | ἡμέραν βοῶ λέγων· Οὐ θελήσει θέλω τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν; Οὐ διὰ τοῦτο πάντα ποιῶ, ἵνα τῆς ἀπωλείας ἐξαρπάσω τοὺς ἐπὶ τῇ πλάνῃ προκατειλημμένους; Μὴ γὰρ, ἐὰν ἴδω μεταβαλλομένους, ὑπερτίθεμαι; Οὐκ ἐγώ εἰμι ὁ λέγων· | |
30 | Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι; Μὴ γὰρ οὕτως αὐτοὶ ἐπιθυμοῦσι τῆς ἑαυτῶν σωτηρίας, ὡς ἐμοὶ περισπούδαστόν ἐστιν ἅπαντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν; Μὴ γὰρ διὰ τοῦτό σε ἀπὸ τοῦ μὴ ὄντος παρήγαγον, ἵνα ἀπολέσω; μὴ γὰρ | |
35 | εἰκῆ τὴν βασιλείαν καὶ τὰ μυρία καὶ ἀπόῤῥητα ἀγαθὰ ηὐτρέπισα; Οὐχὶ διὰ τοῦτο καὶ γέενναν ἠπείλησα, ἵνα εἰς τὴν βασιλείαν ἅπαντας καὶ διὰ τούτου δραμεῖν πα‐ ρασκευάσω; Μὴ τοίνυν, ὦ μακάριε προφῆτα, ἐκείνους καταλιμπάνων, ἐμοὶ πρόσαγε τὴν παράκλησιν, ἀλλ’ ἕν | |
40 | σοι τοῦτο διὰ σπουδῆς ἔστω, ὥστε τῆς ἐκείνων νόσου πε‐ ριγενέσθαι, καὶ εἰς αἴσθησιν ἀγαγεῖν τῆς ἀῤῥωστίας, καὶ πρὸς ὑγίειαν ἐπαναγαγεῖν, καὶ τὰ παρ’ ἐμοῦ πάν‐ τως ἕψεται. Οὐ γὰρ μέλλω, οὐδὲ ἀναβάλλομαι, ἐπειδὰν ἴδω ψυχὴν εὐγνώμονα· ἓν γὰρ μόνον ἐπιζητῶ, ὁμολογίαν | |
45 | τῶν ἐπταισμένων καὶ οὐκ ἔτι τὴν ἐπὶ τοῖς ἐπταισμένοις δίκην ἐπάγω. Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς τὸ παρ’ ἐμοῦ προτεινόμενον; Εἰ μὴ ᾔδειν χείρους γινομένους, ἐκ τοῦ μὴ ὁμολογῆσαι τὰ πρότερα ἁμαρτήματα, οὐκ ἂν οὐδὲ τοῦτο ἐζήτουν. Ἀλλ’ ἐπειδὴ οἶδα τὸ τῶν ἀνθρώ‐ | |
54.408(50) | πων γένος μᾶλλον πρὸς κακίαν ῥέπον, διὰ τοῦτο βού‐ λομαι τὰ πρότερα ὁμολογῆσαι ἁμαρτήματα, ἵνα ἡ ὁμο‐ λογία κώλυμα αὐτοῖς γένηται πρὸς τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν. γʹ. Ταῦτα τοίνυν, ἀγαπητοὶ, ἀναλογιζόμενοι, καὶ ἐν‐ | |
55 | νοοῦντες τοῦ ἡμετέρου Δεσπότου τὴν φιλανθρωπίαν, μὴ ῥᾳθυμῶμεν, ἀλλὰ πρότερον πολλὴν ἑαυτῶν τὴν ἐπι‐ μέλειαν ποιώμεθα, καὶ τὸν ῥύπον τὸν ἀπὸ τῶν ἁμαρτη‐ μάτων ἐκκαθάρωμεν, καὶ οὕτως ἐπὶ τὰς πρεσβείας τῶν ἁγίων σπεύδωμεν. Ἐὰν γὰρ βουλώμεθα νήφειν καὶ | |
60 | ἐγρηγορέναι, καὶ δι’ ἑαυτῶν παρακαλοῦντες τὰ μέγιστα ὀνησόμεθα. Ἐπειδὴ γὰρ φιλάνθρωπός ἐστιν ὁ Δεσπότης ὁ ἡμέτερος, οὐχ οὕτω δι’ ἑτέρων παρακαλούμενος ὑπὲρ | |
ἡμῶν ἐπινεύει, ὡς δι’ ἡμῶν αὐτῶν. Ὅρα ἀγαθότητος | ||
54.409 | ὑπερβολήν· ἐὰν ἴδῃ τοὺς προσκεκρουκότας ἡμᾶς, τοὺς ἠτιμωμένους, τοὺς μηδεμίαν παῤῥησίαν ἔχοντας, μικρὸν διεγερθέντας, καὶ ἐπὶ τὸν πλοῦτον τῆς φιλανθρωπίας αὐτοῦ καταφυγεῖν ἐθελήσαντας, εὐθέως ἐπινεύει ταῖς | |
5 | αἰτήσεσι, καὶ χεῖρα ὀρέγει κειμένοις, καὶ διανίστησι πεπτωκότας, καὶ βοᾷ λέγων· Μὴ ὁ πίπτων οὐκ ἀν‐ ίσταται; Ἀλλ’ ἵνα μάθητε καὶ ἐξ αὐτῶν τῶν πραγμά‐ των, ὅτι πολλοὶ δι’ ἑαυτῶν μᾶλλον παρακαλέσαντες ἴσχυσαν ἐπιτυχεῖν τῶν σπουδαζομένων, ἢ δι’ ἑτέρων, | |
10 | ἀναγκαῖόν ἐστι τοὺς ἐπιτυχόντας εἰς μέσον παραγαγεῖν, ἵνα καὶ ἡμεῖς μιμησώμεθα, καὶ εἰς ζῆλον διεγερθῶμεν. Ἀκούσωμεν τοίνυν πῶς ἡ Χαναναία ἐκείνη γυνὴ κατ‐ ώδυνος οὖσα τὴν ψυχὴν καὶ ἀλλόφυλος, ἐπειδὴ εἶδε τὸν τῶν ψυχῶν ἰατρὸν, καὶ τὸν ἥλιον τῆς δικαιοσύνης ἀνα‐ | |
15 | τείλαντα τοῖς ἐν σκότει καθημένοις, ὅπως μετὰ θερμῆς καὶ ζεούσης προθυμίας τὴν πρόσοδον ἐποιήσατο, καὶ οὔτε τὸ γυναῖκα αὐτὴν εἶναι, οὔτε τὸ ἀλλόφυλον, ὀκνηροτέ‐ ραν γενέσθαι παρεσκεύασεν, ἀλλὰ πάντα τὰ κωλύματα ταῦτα παρωσαμένη, προσελθοῦσά φησιν· Ἐλέησόν | |
20 | με, Κύριε, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἀλλ’ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος σιγᾷ καὶ οὐκ ἀποκρίνεται, οὐ λόγου μεταδίδωσιν, οὐδὲ οἰκτείρει τὸ γύναιον, ὁρῶν μετὰ τοσαύτης οἰμωγῆς προσελθοῦσαν, ἀλλὰ μακροθυμεῖ, βουλόμενος τὸν λανθάνοντα θη‐ | |
25 | σαυρὸν ἐν τῇ γυναικὶ κατάδηλον ἅπασι ποιῆσαι. ᾜδει γὰρ τὸν κρυπτόμενον μαργαρίτην, ὃν οὐκ ἐβούλετο λαθεῖν ἡμᾶς· καὶ διὰ τοῦτο ἀναβάλλεται, καὶ οὐδὲ ἀποκρίσεως ἀξιοῖ, ἵνα ἡ πολλὴ τῆς γυναικὸς προσεδρία διδασκαλία πᾶσι γένηται τοῖς μετὰ ταῦτα. Καὶ ὅρα τοῦ | |
30 | Θεοῦ τὴν ἄφατον ἀγαθότητα. Αὐτὸς μὲν, φησὶν, οὐκ ἀπεκρίνατο αὐτῇ· οἱ δὲ μαθηταὶ συμπαθέστεροι καὶ φιλανθρωπότεροι νομίζοντες εἶναι, οὐ τολμῶσι φανερῶς εἰπεῖν· Παράσχου αὐτῇ τὴν αἴτησιν, ἐλέησον αὐτὴν, σπλαγχνίσθητι ἐπ’ αὐτῇ· ἀλλὰ τί; Ἀπόλυσον αὐτὴν, | |
35 | ὅτι κράζει ὄπισθεν ἡμῶν, μονονουχὶ λέγοντες· ἐλευ‐ θέρωσον ἡμᾶς τῆς ἐπαχθείας, ἀπάλλαξον ἡμᾶς τῆς κραυγῆς τῆς παρ’ αὐτῆς γινομένης. Τί οὖν ὁ Δεσπότης; Νομίζετέ με, φησὶν, εἰκῆ σεσιγηκέναι, καὶ μὴ ἀξιῶσαι αὐτὴν ἀποκρίσεως; Ἀκούετε· Οὐκ ἀπεστάλην εἰ μὴ | |
40 | εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Οὐκ ἴστε, φησὶν, ὅτι ἀλλόφυλός ἐστιν ἡ γυνή; οὐκ ἴστε ὅτι καὶ ὑμῖν ἤδη παρηγγύησα εἰς ὁδὸν ἐθνῶν μὴ ἀπελθεῖν; Τίνος οὖν ἕνεκεν οὕτως ἀνεξετάστως τὴν συμπάθειαν ἐπιδείκνυσθε; Σκόπει τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν, | |
45 | πῶς καὶ ὅτε ἔδοξεν ἀποκρίνεσθαι, τῆς σιγῆς βαρύτερον καθικνεῖτο τῆς γυναικὸς, καὶ μονονουχὶ καιρίαν αὐτῇ δέδωκε τὴν πληγὴν, κατὰ μικρὸν αὐτὴν διεγεῖραι βου‐ λόμενος, ἵνα μάθωσιν ἀγνοοῦντες οἱ μαθηταὶ τὴν ἐγκεκρυμμένην ἐν αὐτῇ πίστιν. Ἀλλ’ οὐδὲ οὕτως | |
54.409(50) | ἐνάρκησεν, οὐδὲ ὀκνηροτέρα γέγονε θεασαμένη καὶ τοὺς μαθητὰς οὐδὲν πλέον ἀνύσαντας, καὶ οὐκ εἶπε πρὸς ἑαυτήν· Εἰ μηδὲ οὗτοι ἴσχυσαν δυσωπῆσαι τὴν ὑπὲρ ἐμοῦ ἱκεσίαν ποιησάμενοι, τίνος ἕνεκεν εἰκῆ καὶ μάτην προσεδρεύω; ἀλλὰ καθάπερ ὑπὸ πυρὸς φλεγομένη, καὶ | |
55 | ἐμπιπραμένη τὸν λογισμὸν, καὶ τὰ σπλάγχνα διακοπτο‐ μένη, πρόσεισι προσκυνοῦσα καὶ λέγουσα, Κύριε, βοήθει μοι. Καὶ οὐδὲ οὕτως ἐπινεύει τῇ γυναικὶ, ἀλλ’ ἀπόκρισιν ποιεῖται τῆς προτέρας βαρυτέραν. Οὐκ ἔστι, φησὶ, καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ | |
60 | βαλεῖν τοῖς κυναρίοις. Ἐννόησον, ἀγαπητὲ, καὶ θαύ‐ μασον ἐνταῦθα τῆς ψυχῆς αὐτῆς τὸν πόθον καὶ τὴν πίστιν τὴν ὑπερβάλλουσαν· ὅτι κυνάριον ἀκούσασα οὐκ | |
ἐδυσχέρανεν, οὐκ ἀπεπήδησεν, ἀλλὰ μετὰ πολλῆς | Column end | |
54.410 | εὐγνωμοσύνης φησί· Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῆς τραπέζης τῶν κυρίων αὐ‐ τῶν. Ὁμολογῶ, φησὶ, κυνάριον εἶναι· ὡς κυνάριον οὖν με ἀξίωσον τῶν ψιχίων τῆς τραπέζης. Εἶδες γυναικὸς | |
5 | πίστιν καὶ εὐγνωμοσύνην; Κατεδέξατο τὸ εἰρημένον, καὶ παραχρῆμα ἐπέτυχε τοῦ σπουδαζομένου, καὶ ἐπ‐ έτυχε μετὰ πολλῶν τῶν ἐγκωμίων. Τί γάρ φησιν ὁ Χρι‐ στός; Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ὦ γύναι· θαυμασμοῦ τὸ ῥῆμα, ἐπαίνου | |
10 | πολλοῦ γέμον τὸ εἰρημένον. Μεγάλην, φησὶν, ἐπεδείξω τὴν πίστιν· διὰ τοῦτο τοσαῦτά σοι ὑπάρξει, ὅσα θέλεις. Ὅρα φιλοτιμίας δαψίλειαν, καὶ θαύμασον τοῦ Δεσπότου τὴν σοφίαν. Ἆρα οὐκ ἐν προοιμίοις ἐνομίζομεν ἀσυμ‐ παθῆ τινα αὐτὸν εἶναι, οὕτω διακρουόμενον, καὶ | |
15 | πρότερον μὲν οὐδὲ ἀποκρίσεως ἀξιοῦντα τὸ γύναιον, μετὰ δὲ ταῦτα καὶ διὰ τῆς προτέρας, καὶ διὰ τῆς δευ‐ τέρας ἀποκρίσεως μονονουχὶ ἀπελαύνοντα, καὶ τὴν μετὰ τοσούτου πόθου προσελθοῦσαν ἀποσοβοῦντα; Ἀλλ’ ἐκ τοῦ τέλους κατάμαθε τοῦ Θεοῦ τὴν ἀγαθότητα, ὅτι βου‐ | |
20 | λόμενος αὐτὴν περιφανεστέραν ἐργάσασθαι, διὰ τοῦτο τῇ μακροθυμίᾳ ἐχρήσατο. Εἰ μὲν γὰρ εὐθέως ἐπένευσεν, οὐκ ἂν ἔγνωμεν ἡμεῖς τῆς γυναικὸς τὴν ἀρετήν· ἐπειδὴ δὲ μικρὸν ἀνεβάλλετο, καὶ τοῦ Δεσπότου ἔγνωμεν τὴν ἄφατον φιλανθρωπίαν, κἀκείνης τὴν πίστιν τὴν ὑπερβάλλουσαν. | |
25 | δʹ. Ταύτην δὲ πᾶσαν τὴν ἱστορίαν εἰς μέσον παραγαγεῖν ἠναγκάσθημεν, ἵνα μάθωμεν, ὅτι οὐχ οὕτω δι’ ἑτέρων παρακαλοῦντες ἀνύομεν, ὡς αὐτοὶ δι’ ἑαυτῶν, ἐπειδὰν μετὰ θερμότητος προσίωμεν καὶ διεγηγερμένης διανοίας. Ἰδοὺ γὰρ αὕτη καὶ τοὺς μαθητὰς ἔχουσα ὑπὲρ αὐτῆς ἱκε‐ | |
30 | τεύοντας οὐδὲν πλέον ἀνύσαι ἠδυνήθη, μέχρις ὅτε αὐτὴ δι’ ἑαυτῆς παραμείνασα τὴν φιλανθρωπίαν ἐπεσπάσατο τοῦ Δεσπότου. Καὶ ἡ παραβολὴ δὲ ἐκείνη τοῦ φίλου τοῦ ἀωρὶ τῆς νυκτὸς παραγενομένου, καὶ τοὺς τρεῖς ἄρτους αἰτήσαντος, τὸ αὐτὸ αἰνίττεται. Εἰ γὰρ καὶ μὴ διὰ τὸ | |
35 | φίλος αὐτοῦ εἶναι, φησὶν, ὑπακούσει αὐτῷ, διὰ γοῦν τὴν ἀναίδειαν αὐτοῦ ἀναστὰς δώσει. Εἰδότες τοίνυν τὴν ἄφατον φιλανθρωπίαν τοῦ ἡμετέρου Δεσπότου, προσ‐ ίωμεν αὐτῷ, δεικνύντες, καὶ μονονουχὶ πρὸ τῶν ὀφθαλ‐ μῶν τῶν ἡμετέρων προτιθέντες κατ’ εἶδος ἕκαστον τῶν | |
40 | ἡμῖν πεπλημμελημένων, καὶ τὴν ὑπὲρ τῶν παρελθόντων συγχώρησιν αἰτοῦντες, ἵνα καὶ εἰς τὸ ἑξῆς πολλὴν τὴν ἀκρίβειαν ἐπιδειξάμενοι, πλείονα τὴν παρ’ αὐτοῦ εὔ‐ νοιαν ἐπισπασώμεθα. Ἀλλ’ ἐπανέλθωμεν, εἰ δοκεῖ, ἐπὶ τὴν ἀκολουθίαν τοῦ ἀναγνώσματος. Ἀνέβη δὲ, φησὶ, | |
45 | Λὼτ εἰς Σηγὼρ, καὶ ἐκάθητο ἐν τῷ ὄρει, καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ’ αὐτοῦ· ἐφοβήθησαν γὰρ οἰκῆ‐ σαι ἐν Σηγώρ· καὶ ᾤκησεν ἐν τῷ σπηλαίῳ αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ’ αὐτοῦ. Ἐνακμά‐ ζοντα ἔχων ἔτι τὸν φόβον τῆς τιμωρίας τῆς ἐπαχθείσης | |
54.410(50) | τοῖς κατὰ τὰ Σόδομα, πόῤῥωθεν ἄπεισιν ὁ δίκαιος, καὶ εἰς τὸ ὄρος, φησὶ, κατοικεῖ μετὰ τῶν θυγατέρων, καὶ ἐν ἐρημίᾳ ἐσχάτῃ καὶ μονώσει λοιπὸν ἐτύγχανε μετὰ τῶν δύο θυγατέρων ἐν τῷ ὄρει κατοικῶν. Εἶπε δὲ, φησὶν, ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν | |
55 | πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσ‐ ελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. Δεῦρο, καὶ ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον, καὶ κοιμηθῶμεν μετ’ αὐτοῦ, καὶ ἐξαναστήσωμεν σπέρμα ἐκ τοῦ πατρὸς ἡμῶν. Μετ’ εὐλαβείας καὶ φό‐ | |
60 | βου πολλοῦ ἀκούωμεν, ἀγαπητοὶ, τῶν ἐν ταῖς θείαις Γραφαῖς κειμένων· οὐδὲν γὰρ ἁπλῶς καὶ εἰκῆ γέ‐ γραπται, ἀλλὰ πάντα συμφερόντως καὶ πρὸς ὠφέλειαν ἡμετέραν, κἂν ἡμεῖς ἔνια ἀγνοῶμεν. Οὐ γὰρ ἅπαντα | |
δυνάμεθα μετὰ ἀκριβείας εἰδέναι, ἀλλ’ εἰ καὶ αἰτίας | ||
54.411 | πειρώμεθά τινων ἀποδιδόναι κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἀλλ’ ὅμως καὶ οὕτως ἔχει ἐγκεκρυμμένον τινὰ θησαυρὸν πολὺ ἀπόκρυφόν τε καὶ δυσερμήνευτον. Σκόπει τοίνυν, πῶς ἡ Γραφὴ πάντα σαφῶς διηγησαμένη, καὶ | |
5 | τὸν σκοπὸν ἡμῖν γνωρίσασα τῶν τοῦ δικαίου θυγατέρων, νῦν μὲν ὑπὲρ αὐτῶν ἀρκοῦσαν ἀπολογίαν ποιεῖται, νῦν δὲ ὑπὲρ τοῦ δικαίου, ἵνα μηδεὶς ἀφορῶν πρὸς τὸ γεγο‐ νὸς, μήτε τοῦ δικαίου καταγνοίη, μήτε τῶν αὐτοῦ θυγα‐ τέρων, ὡς δι’ ἀσέλγειαν τῆς μίξεως ταύτης γεγενημένης. | |
10 | Πῶς οὖν ὑπὲρ τῶν θυγατέρων τοῦ δικαίου ἀπολογεῖται; Εἶπε, φησὶν, ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν· Ὁ πατὴρ ἡμῶν πρεσβύτερος, καὶ οὐδείς ἐστιν ἐπὶ τῆς γῆς, ὃς εἰσελεύσεται πρὸς ἡμᾶς, ὡς καθήκει πάσῃ τῇ γῇ. Ὅρα τὸν σκοπὸν μετὰ ἀκριβείας, καὶ παντὸς | |
15 | αὐτὰς ἀπαλλάξεις ἐγκλήματος. Ἐνόμισαν γὰρ παν‐ ωλεθρίαν γεγενῆσθαι, καὶ μηδένα ἔτι καταλειφθῆναι· εἶτα καὶ τοῦ πατρὸς ἑώρων τὸ γῆρας. Ἵνα οὖν, φησὶ, μὴ ἀφανισθῇ τὸ γένος, καὶ ἀνώνυμοι γενώμεθα (τοῦτο γὰρ ἦν τὸ παλαιοῖς περισπούδαστον, ὥστε διὰ τῆς τῶν ἐκ‐ | |
20 | γόνων διαδοχῆς ἐκτείνεσθαι αὐτῶν τὸ γένος)· ἵνα οὖν, φησὶ, μὴ παντελῆ καὶ ἡμεῖς ἀφανισμὸν ὑπομείνωμεν, τοῦ μὲν πατρὸς πρὸς γῆρας ἐλάσαντος, οὐδενὸς δὲ εὑ‐ ρισκομένου ἀνδρὸς, ᾧ συγγενόμεναι δυνησόμεθα ἐκτα‐ θῆναι, καὶ καταλιπεῖν τοῦ σπέρματος διαδοχὴν, Δεῦρο, | |
25 | φησὶν, ἵνα μὴ τοῦτο γένηται, ποτίσωμεν τὸν πατέρα ἡμῶν οἶνον. Ἐπειδὴ οὐκ ἄν ποτε, φησὶν, ἀνάσχοιτο οὐδὲ ἀκοῇ τοῦτο παραδέξασθαι ὁ πατὴρ, διὰ τοῦ οἴνου τὴν ἀπάτην ἐργασώμεθα. Ἐπότισαν δὲ τὸν πατέρα αὐτῶν οἶνον ἐν τῇ νυκτὶ ταύτῃ, καὶ εἰσελθοῦσα ἡ | |
30 | πρεσβυτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν, καὶ ἀναστῆναι. Εἶδες πῶς καὶ ὑπὲρ τοῦ δικαίου ἀπελογήσατο ἡ θεία Γραφὴ, οὐχ ἅπαξ, ἀλλὰ καὶ δεύτερον; Πρότερον μὲν γὰρ ἐξ ὧν αἱ θυγατέρες τὴν διὰ τοῦ οἴνου ἀπάτην εἰρ‐ | |
35 | γάσαντο, ἔδειξεν ὡς οὐκ ἂν ἑτέρως ἠδυνήθησαν πεῖσαι τὸν πατέρα τοῦτο καταδέξασθαι· νυνὶ δὲ λοιπὸν οἶμαι καὶ οἰκονομίας εἶναι τῆς ἄνωθεν τὸ γεγονὸς, ὥστε τοσοῦ‐ τον αὐτῷ κάρον ἐγγενέσθαι, ὡς πάντη ἀγνοῆσαι, ἵνα ἀνεύθυνος γένηται τῶν ἐγκλημάτων. Τὰ γὰρ ἁμαρτή‐ | |
40 | ματα ἐκεῖνα ἡμᾶς κατακρίνει καὶ καταδικάζει, ἅπερ ἂν εἰδότες καὶ ἑκόντες ἁμάρτωμεν. Ὁρᾷς δὲ τὴν Γρα‐ φὴν μαρτυροῦσαν τῷ δικαίῳ, ὅτι ὅλως οὐκ ᾔδει τὸ γεγονός; Ἀλλὰ πάλιν ἕτερον ἀνακύπτει ζήτημα τὸ τῆς μέθης. Δεῖ γὰρ πάντα διερευνᾶσθαι, ὥστε μηδεμίαν κα‐ | |
45 | ταλιπεῖν τοῖς ἀγνώμοσι καὶ ἀναισχύντοις ἀφορμήν. Τί οὖν καὶ περὶ τούτου εἴπωμεν; Ὅτι οὐ τοσοῦτον ἐξ ἀκρα‐ σίας τὰ τῆς μέθης αὐτῷ γέγονεν, ὅσον ἀπὸ ἀθυμίας. εʹ. Μηδεὶς τοίνυν τολμάτω ἢ τοῦ δικαίου ποτὲ κατα‐ ψηφίσασθαι, ἢ τῶν τούτου θυγατέρων. Πῶς γὰρ οὐκ ἂν | |
54.411(50) | εἴη μανίας ἐσχάτης καὶ παραφροσύνης, οὓς ἡ θεία Γρα‐ φὴ παντὸς ἀπήλλαξεν ἐγκλήματος, μᾶλλον δὲ ὑπὲρ ὧν τοσαύτην ἀπολογίαν συνέθηκεν, ἡμᾶς τοὺς μυρίοις ἁμαρ‐ τημάτων φορτίοις πεπληρωμένους καταδικάζειν, καὶ μὴ ἀκούειν Παύλου λέγοντος, Θεὸς ὁ δικαιῶν, τίς ὁ κα‐ | |
55 | τακρίνων; Καὶ ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γέγονεν, ἀλλ’ ἡ ὑπερβολὴ τῆς ἀθυμίας μετὰ τῆς τοῦ οἴνου προσθήκης οὐδεμίαν αὐτῷ αἴσθησιν συνεχώρησε γενέσθαι, ἄκουσον τί φησιν. Ἐγένετο δὲ τῇ ἐπαύ‐ ριον, καὶ εἶπεν ἡ πρεσβυτέρα πρὸς τὴν νεωτέραν | |
60 | Ἰδοὺ ἐκοιμήθην χθὲς μετὰ τοῦ πατρὸς ἡμῶν· πο‐ | Column end |
54.412 | τίσωμεν οὖν αὐτὸν οἶνον καὶ τὴν νύκτα ταύτην, καὶ εἰσελθοῦσα κοιμήθητι μετ’ αὐτοῦ, καὶ ἐξανα‐ στήσωμεν ἐκ τοῦ πατρὸς ἡμῶν σπέρμα. Ὁρᾷς πῶς ἐξ ὀρθῆς γνώμης τοῦτο ἐποίουν. Ἐπειδὴ γὰρ ἠδυνήθην, | |
5 | φησὶν, ἐγὼ τὸ σπουδαζόμενόν μοι πληρῶσαι, ἀναγκαῖον καὶ σὲ τὸ αὐτὸ διαπράξασθαι· ἴσως γὰρ εἰς ἔργον ἡμῖν ἐκβήσεται τὰ τῆς προσδοκίας, καὶ οὐκ εἰς τέλος τὸ γένος ἡμῶν ἀφανισθήσεται. Ἐπότισαν δὲ καὶ τῇ νυκτὶ ἐκείνῃ τὸν πατέρα αὐτῶν οἶνον, καὶ εἰσελθοῦσα ἡ | |
10 | νεωτέρα ἐκοιμήθη μετὰ τοῦ πατρὸς αὐτῆς· καὶ οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι αὐτὴν, καὶ ἀναστῆναι. Σκόπησον, ἀγαπητὲ, ὅτι τὸ πᾶν τῆς τοῦ Θεοῦ οἰκονο‐ μίας ἦν ἔργον τὸ γεγονὸς, ὥσπερ ἐπὶ τοῦ πρωτοπλάστου. Καθάπερ γὰρ ἐκεῖ, καθεύδοντος αὐτοῦ, ἐκ τῆς πλευρᾶς | |
15 | μέρος λαβὼν οὐδεμίαν αἴσθησιν αὐτῷ συνεχώρησε γενέσθαι, ἀλλὰ τὴν πλευρὰν ἐκείνην εἰς γυναῖκα δια‐ πλάσας παρέστησε τῷ Ἀδάμ· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν. Εἰ γὰρ ἡ τῆς πλευρᾶς ἀφαίρεσις, ἐπειδὴ τὴν ἔκ‐ στασιν αὐτῷ ὁ Θεὸς ἐπήγαγεν, ἀνεπαισθήτως γέγονε, | |
20 | πολλῷ μᾶλλον νῦν τοῦτο ἂν ἐγένετο. Ὅπερ γὰρ εἶπεν ἐκεῖ ἡ θεία Γραφὴ, ὅτι Ἐπέβαλεν ἔκστασιν ἐπὶ τὸν Ἀδὰμ, καὶ ὕπνωσε· τοῦτο καὶ ἐνταῦθα ἐσήμανε διὰ τοῦ εἰπεῖν, ὅτι Οὐκ ᾔδει ἐν τῷ κοιμηθῆναι, καὶ ἀναστῆναι. Καὶ συνέλαβον, φησὶν, ἐκ τοῦ πατρὸς | |
25 | αὐτῶν. Καὶ ἔτεκεν ἡ πρεσβυτέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Μωὰβ, λέγουσα· Ἐκ τοῦ πατρός μου. Οὗτος πατὴρ Μωαβιτῶν. Ἔτεκε δὲ καὶ ἡ νεωτέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῷ Ἀμμᾶν, λέγουσα· Υἱὸς τοῦ γένους μου. Οὗτος πατὴρ Ἀμμανιτῶν. Ὁρᾷς | |
30 | πῶς οὐκ ἀσελγείας ἦν τὸ γεγονὸς, ὅτι παραχρῆμα καὶ τὰς προσηγορίας τοῖς τεχθεῖσιν ἐπέθεσαν μηνύουσαι τὸ γεγενημένον, καὶ μονονουχὶ καθάπερ ἐν στήλῃ τινὶ τοῖς τῶν παιδίων ὀνόμασιν ἐναποτιθέμεναι τοῦ γεγονότος τὴν μνήμην, καὶ ἤδη προμηνύουσαι, ὅτι ἔθνη ἐξ αὐτῶν | |
35 | ἔσται, καὶ εἰς πλῆθος ἐκταθήσεται τῶν τεχθέντων τὸ γένος. Ὁ μὲν γὰρ, φησὶν, ἔσται πατὴρ Μωαβιτῶν, ὁ δὲ, πατὴρ Ἀμμανιτῶν. ϛʹ. Ἀλλὰ τότε μὲν, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, καὶ διὰ τῆς τοῦ γένους διαδοχῆς τὴν μνήμην αὐτοῖς ἐβού‐ | |
40 | λοντο διατηρεῖσθαι, τοσαύτην σπουδὴν τοῦ δικαίου αἱ θυγατέρες ἐποιήσαντο· νυνὶ δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν τὰ τῆς εὐσεβείας ἐπιδέδωκε, καὶ κατὰ τὸν μακά‐ ριον Παῦλον, Παράγει λοιπὸν τὸ σχῆμα τοῦ κόσμου τούτου, τὴν διὰ τῆς τῶν ἀγαθῶν πράξεως ἔργων μνή‐ | |
45 | μην ἑαυτοῖς καταλιμπάνωμεν, ἵνα καὶ μετὰ τὴν ἐντεῦ‐ θεν μετάστασιν, ἡ τῆς ἀρίστης ἡμῶν πολιτείας ἀκρίβεια ὑπόμνησις καὶ διδασκαλία γένηται τοῖς εἰς ἡμᾶς ὁρῶσιν. Οἱ γὰρ ἐνάρετοι, καὶ τὸν σώφρονα βίον μετιόντες, οὐκ ἐν τῇ ζωῇ ταύτῃ μόνον τυγχάνοντες τὰ μέγιστα τοὺς | |
54.412(50) | εἰς αὐτοὺς ὁρῶντας ὠφελεῖν δύνανται, ἀλλὰ καὶ μετὰ τὴν τοῦ βίου πάροδον. Καὶ ἵνα μάθῃς, ὅρα μοι πόσος ἐτῶν ἀριθμὸς παρῆλθε μέχρι τῆς σήμερον, καὶ ὁσάκις ἂν βουληθείημεν εἰς τὸν τῆς σωφροσύνης ζῆλόν τινας ἐνάγειν, τὸν Ἰωσὴφ εἰς μέσον ἄγοντες, τὸν εὐειδῆ, | |
55 | τὸν καλὸν, τὸν νέον, τὸν ἐν αὐτῇ τῇ ἀκμῇ τῆς ἡλικίας τοσαύτην ἀνδρείαν περὶ τὴν σωφροσύνην ἐπιδειξάμενον, οὕτω πρὸς τὴν μίμησιν τοῦ δικαίου τοὺς ἀκούοντας διεγείρειν σπουδάζομεν. Τίς γὰρ ἂν, εἰπέ μοι, κατ’ ἀξίαν θαυμάσειε τὸν μακάριον τοῦτον, ὅτι ἐν δουλείᾳ | |
60 | τυγχάνων, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας, ὅτε καὶ μάλιστα ἡ κάμινος ἐπὶ πλέον ἐξάπτεται τῶν ἐπιθυμιῶν, ὁρῶν τὴν αὐτοῦ δέσποιναν ἐπιπηδῶσαν αὐτῷ καὶ ἐπι‐ μαινομένην, τοσαύτην ἐπεδείξατο τὴν ἀνδρείαν, καὶ οὕτω | |
πρὸς τοὺς τῆς σωφροσύνης ἀγῶνας ἀπεδύσατο, ὡς τῆς | ||
54.413 | ἀκολάστου γυναικὸς ἐκείνης γυμνὸς μὲν τῶν ἱματίων ἀποπηδῆσαι, τὸ δὲ τῆς σωφροσύνης ἔνδυμα περιβαλέσθαι; Καὶ ἦν ἰδεῖν πρᾶγμα καινὸν καὶ παράδοξον, ἀρνίον ταῖς τοῦ λύκου χερσὶν ἐμπεσὸν, μᾶλλον δὲ τῆς λεαίνης, καὶ | |
5 | διασωθῆναι δυνηθὲν, καὶ καθάπερ περιστερὰν τοῦ ἱέρα‐ κος διαφυγοῦσαν τὴν βλάβην, οὕτω τὸν δίκαιον τῶν ἐκείνης διαρπαγέντα χειρῶν. Οὐχ οὕτω θαυμαστὸν εἶναί μοι δοκεῖ τὸ τοὺς τρεῖς παῖδας ἐκείνους ἐν μέσῃ τῇ καμίνῳ τῇ Βαβυλωνίᾳ ἐκείνῃ τοῦ πυρὸς ἀνωτέρους | |
10 | γενέσθαι, καὶ μηδὲν πλέον τὰ σώματα αὐτῶν παθεῖν, ὡς θαυμαστὸν καὶ παράδοξον, τὸν δίκαιον τοῦτον εἰς τὴν κάμινον ταύτην τὴν τῆς Βαβυλωνίας χαλεπωτέραν ἐμ‐ πεπτωκότα, τὴν ἀσέλγειαν λέγω τῆς Αἰγυπτίας, ἀνέπα‐ φον διαμεῖναι, καὶ καθαρὸν τῆς σωφροσύνης τὸ ἔνδυμα | |
15 | διατηρήσαντα, οὕτως ἐξελθεῖν. Καὶ μὴ θαυμάσῃς, ἀγαπητέ· ἐπειδὴ γὰρ τὰ παρ’ ἑαυτοῦ εἰσήνεγκεν, εἶχε καὶ τὴν ἄνωθεν ῥοπὴν αὐτῷ συμπαροῦσαν, καὶ τὴν πυρὰν ἐκείνην κατασβεννύουσαν, καὶ ἐν μέσῃ τῇ καμίνῳ τὴν δρόσον τὴν παρὰ τοῦ Πνεύματος χαριζομένην. Εἴδετε | |
20 | πῶς οἱ ἐνάρετοι, καὶ ἐνταῦθα παρόντες, καὶ μετὰ τὴν ἐντεῦθεν μετάστασιν, ὠφελείας ἡμῖν ὑπόθεσις γίνονται; Διὰ γὰρ τοῦτο τὸν δίκαιον τοῦτον εἰς μέσον νῦν παρ‐ ηγάγομεν, ἵνα τούτῳ πάντες ἑπώμεθα. Τοῦτον οὖν ἅπαν‐ τες ζηλώσωμεν, καὶ ἀνώτεροι τῶν ἡδονῶν γενώμεθα, | |
25 | καὶ εἰδότες, Ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξου‐ σίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, οὕτως ἑαυτοὺς καθοπλίζωμεν· καὶ ἐν‐ νοοῦντες ὅτι σῶμα περικείμενοι, πρὸς ἀσωμάτους δυνά‐ | |
30 | μεις πυκτεύειν ἀναγκαζόμεθα, φραττώμεθα τοῖς ὅπλοις τοῦ Πνεύματος. Διὰ γὰρ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης, ἐπειδὴ σάρκα περικείμενοι πρὸς τὰς ἀοράτους δυνάμεις τὴν πάλην ἔχομεν, καὶ τὰ ὅπλα ἡμῶν ἀόρατα κατ‐ εσκεύασεν, ἵνα τῇ δυνάμει τῶν ὅπλων περιγινώμεθα | |
35 | τῆς φύσεως τῶν ἀντιπάλων. Θαῤῥοῦντες τοίνυν τῇ τῶν ὅπλων δυνάμει, τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, καὶ δυνησό‐ μεθα τῇ παντευχίᾳ ταύτῃ τῇ πνευματικῇ φραττόμενοι αὐτὴν τοῦ διαβόλου συγκόψαι τὴν ὄψιν. Οὐδὲ γὰρ ἐνεγ‐ κεῖν δύναται τὴν ἐντεῦθεν ἀστραπὴν, ἀλλὰ κἂν ἐπιχειρήσῃ | |
40 | στῆναι ἐξ ἐναντίας, εὐθέως ἀποτυφλοῦται τὰς ὄψεις. Ἔνθα γὰρ ἂν ᾖ σωφροσύνη, καὶ σεμνότης, καὶ πολλὴ τῶν ἄλλων ἀρετῶν ἡ σύνοδος, ἐκεῖ καὶ ἡ τοῦ Πνεύ‐ ματος χάρις μετὰ δαψιλείας ἐφίπταται. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Εἰρήνην διώκετε μετὰ πάντων, καὶ | |
45 | τὸν ἁγιασμόν. Ἐκκαθάρωμεν τοίνυν ἑαυτῶν, παρα‐ καλῶ, τὸ συνειδὸς, καὶ ἀποσμήξωμεν ἡμῶν τὸν λο‐ γισμὸν, ἵνα πάσης ῥυπαρᾶς ἐννοίας ἀπηλλαγμένοι, τοῦ Πνεύματος τὴν χάριν ἐπισπασώμεθα, καὶ τῶν τοῦ δια‐ βόλου περιγενώμεθα μηχανημάτων, καὶ καταξιωθῶμεν | |
54.413(50) | τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαῦσαι, ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
55t | ΟΜΙΛΙΑ ΜΕʹ. | |
56n | Καὶ ἐκίνησεν ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, | |
57n | καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον | |
58n | Σοὺρ, καὶ παρῴκησεν ἐν Γεράροις. | |
59 | αʹ. Χαίρω ὁρῶν ὑμᾶς συντρέχοντας ἐπὶ τὴν ἀκρόασιν, | |
60 | καὶ μετὰ πολλῆς τῆς ἡδονῆς δεχομένους τὴν παρ’ ἡμῶν διδασκαλίαν· καὶ διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος τῆς | |
προθυμίας καθ’ ἑκάστην ἡμέραν ὑμῖν τὴν πτωχὴν ἡμῶν | Column end | |
54.414 | ταύτην καὶ εὐτελῆ τράπεζαν παρατιθέναι σπουδάζω. Ἡ γὰρ ἐπιτεταμένη ὑμῶν ὄρεξις ἀποκρύπτει τῆς τρα‐ πέζης τὴν εὐτέλειαν, καὶ τὰ μικρὰ μεγάλα ποιεῖ φαί‐ νεσθαι. Τοῦτο καὶ ἐπὶ τῶν αἰσθητῶν ἐδεσμάτων ἔστιν | |
5 | ἰδεῖν. Ὥσπερ γὰρ ὁ κεκορεσμένους λαβὼν τοὺς δαιτυ‐ μόνας, κἂν μεγάλα καὶ πολυτελῆ παραθῇ τὰ ἐδέσματα, ὁ τῶν ἑστιωμένων κόρος ὑποτέμνεται τῶν παρατεθέν‐ των τὴν πολυτέλειαν, καὶ τὰ μεγάλα πολλάκις οὐδενὸς ἄξια λόγου φαίνεται, διὰ τὸ μὴ μεθ’ ἡδονῆς προσβάλ‐ | |
10 | λειν αὐτοῖς τοὺς ἑστιωμένους· οὕτως ὁ πεινῶντας καὶ ὄρεξιν ἔχοντας παραλαβὼν τοὺς ἑστιᾶσθαι μέλλοντας, κἂν εὐτελῆ παραθῇ τὴν τράπεζαν, μεγάλη αὐτὴ φανεῖ‐ ται, τῆς προθυμίας τῶν ἑστιωμένων μετὰ πολλῆς ἡδονῆς καταναλισκόντων τὰ παρατιθέμενα. Τὸν αὐτὸν δὴ τρό‐ | |
15 | πον καὶ ἡμεῖς θαῤῥοῦντες ὑμῶν τῇ ὀρέξει τῇ πνευμα‐ τικῇ οὐκ ὀκνοῦμεν, κἂν εὐτελῆ καὶ πτωχὴν ἔχοντες τράπεζαν, ταύτην παρατιθέναι συνεχῶς τῇ ὑμετέρᾳ ἀγάπῃ. Τοῦτο καὶ σοφός τις ἔλεγε· Κρείσσων ξενισμὸς λαχάνων μετὰ ἀγάπης, ἢ βοῦς ἀπὸ φάτνης μετὰ | |
20 | ἔχθρας· δεικνὺς ὅτι ἡ ἀγάπη ἑτέρως ὁρᾷ τὰ παρατι‐ θέμενα, καὶ τοῖς ἐκείνης ὀφθαλμοῖς καὶ τὰ εὐτελῆ πο‐ λυτελῆ δείκνυται, καὶ τὰ μικρὰ μεγάλα. Τί οὖν ἂν εἴη μακαριστότερον ἡμῶν ἐπὶ τοσούτων ἀκροατῶν διαλεγο‐ μένων, οὕτω θερμὴν καὶ διεγηγερμένην κεκτημένων | |
25 | ἀγάπην; Οὐδενὸς γὰρ οὕτω μάλιστα δεῖ τῷ λέγοντι, ὡς εὐνοίας ἀκροατοῦ. Ὅταν γὰρ ἴδῃ τὴν προθυμίαν ζέουσαν τῶν ἀκροατῶν, νευροῦται καὶ αὐτὸς, καὶ πολλὴν, ὡς εἰπεῖν, τὴν ἰσχὺν προσλαμβάνει, εἰδὼς ὅτι ὅσῳ ἂν πλείονα παραθῇ τὴν τράπεζαν ταύτην τὴν πνευματικὴν, | |
30 | τοσούτῳ τὰ τῆς εὐπορίας αὐτῷ αὔξεται. Ἀπ’ ἐναντίας γὰρ τοῖς αἰσθητοῖς τὰ πνευματικά. Ἐκεῖ μὲν ἡ δαψίλεια τῆς τραπέζης δαπάνην ἐργάζεται, καὶ τὴν οὐσίαν ἐλαττοῖ τοῦ ἑστιάτορος· ἐνταῦθα δὲ ἅπαν τοὐναν‐ τίον, ὅσῳ ἂν πλείους ὦσιν οἱ μετέχοντες, τοσούτῳ αὔξε‐ | |
35 | ται ἡμῖν τὰ τῆς περιουσίας. Οὐδὲ γὰρ τὰ ἡμέτερα λέ‐ γομεν, ἀλλ’ ἅπερ ἂν ἡ τοῦ Θεοῦ χάρις διὰ τὴν οἰκείαν φιλανθρωπίαν καὶ τὴν ὑμετέραν οἰκοδομὴν χορηγήσῃ. Φέρε οὖν, ἐπειδὴ μετὰ τοσαύτης ἡδονῆς καὶ προθυμίας τῇ ἀκροάσει προσβάλλετε, πάλιν τῶν προσφάτως ἡμῖν | |
40 | ἀναγνωσθέντων ἔρευναν ποιήσωμεν, καὶ τὸ ἐντεῦθεν κέρδος καρπωσώμεθα. Ἐπειδὴ γὰρ κατὰ τὴν μεγάλην παραίνεσιν τοῦ Χριστοῦ λέγοντος, Ἐρευνᾶτε τὰς Γρα‐ φὰς, θησαυρός ἐστι πολὺς ἐναποκείμενος ταῖς Γραφαῖς, καὶ ἐν τῷ βάθει κρυπτόμενος, διὰ τοῦτο ἐρεύνης χρεία, | |
45 | ἵνα τὴν δύναμιν τὴν ἐν τῷ βάθει κρυπτομένην καταμα‐ θόντες, πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν εὑρεῖν δυνηθῶμεν. Διὰ γὰρ τοῦτο καὶ τὰς ἀρετὰς τῶν δικαίων ἁπάντων ἡ τοῦ Πνεύματος χάρις Γραφῇ παραδοθῆναι ᾠκονόμησε, ἵνα ἡμεῖς ἔχωμεν διηνεκῆ διδασκαλίαν, καὶ πρὸς ζῆλον | |
54.414(50) | καὶ μίμησιν τῶν δικαίων τὸν ἑαυτῶν βίον οἰκονομῶμεν. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς, τί καὶ σήμερον ἡμῖν περὶ τοῦ πατριάρχου διηγήσασθαι βούλεται. Καὶ ἐκίνησε, φησὶν, ἐκεῖθεν Ἀβραὰμ εἰς γῆν πρὸς Λίβα, καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης, καὶ ἀνὰ μέσον Σοὺρ, | |
55 | καὶ παρῴκησεν ἐν Γεράροις. Καὶ ἐκίνησε, φησὶν, ἐκεῖθεν. Πόθεν ἐκίνησεν; Ἀπὸ τοῦ τόπου ἔνθα ἦν ἐνσκηνούμενος, ὅπου καὶ τὸν τῶν ἁπάντων Δεσπότην μετὰ τῶν ἀγγέλων ὑποδέξασθαι κατηξιώθη. Ἐκεῖθεν, φησὶ, κινήσας, Παρῴκησεν ἐν Γεράροις. Ὅρα τῶν δι‐ | |
60 | καίων τὴν διαγωγὴν, ὅπως ἦν συνεσταλμένη καὶ ἀπ‐ έριττος, ὅπως μετ’ εὐκολίας τὰς μεταναστάσεις ἐποιοῦντο, καὶ καθάπερ οἱ πάροικοι καὶ παρεπίδημοι, οὕτω τὸν | |
ἑαυτῶν βίον ᾠκονόμουν, καὶ ποτὲ μὲν ὧδε, ποτὲ δὲ | ||
54.415 | ἐκεῖ τὰς σκηνὰς ἐπήγνυντο, καθάπερ ἐν ξένῃ διάγον‐ τες· οὐ καθάπερ ἡμεῖς ποιοῦμεν, τὴν ξένην ὡς πατρίδα οἰκοῦντες, καὶ οἰκίας οἰκοδομοῦντες λαμπρὰς, καὶ στοὰς καὶ περιπάτους, καὶ ἀγροὺς κεκτημένοι, καὶ λουτρὰ | |
5 | κατασκευάζοντες, καὶ ἕτερα μυρία. Ἀλλ’ ὅρα τὸν δί‐ καιον καὶ ἐν τοῖς οἰκογενέσι μόνοις καὶ τοῖς ποιμνίοις τὴν οὐσίαν ἅπασαν κεκτημένον, καὶ οὐδαμοῦ ἱστάμενον, ἀλλὰ ποτὲ μὲν εἰς τὴν Βεθὴλ τὴν σκηνὴν πηγνύντα, ποτὲ δὲ παρὰ τὴν δρῦν Μαμβρῆ, καὶ ποτὲ μὲν εἰς | |
10 | Αἴγυπτον κατιόντα, νυνὶ δὲ ἐν Γεράροις κατασκηνοῦντα, καὶ πάντα μετ’ εὐκολίας ὑπομένοντα, καὶ τὴν εὐγνω‐ μοσύνην τὴν πρὸς τὸν οἰκεῖον Δεσπότην διὰ πάντων σαφῶς ἐπιδεικνύμενον. Καὶ μετὰ τοσαύτας ὑποσχέσεις καὶ ἐπαγγελίας τὰς παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενη‐ | |
15 | μένας, ὁρῶν ἑαυτὸν τοσαύταις περιστάσεσι κυκλούμε‐ νον, καὶ ποικίλοις καὶ διαφόροις πειρασμοῖς ἐμπίπτοντα, καθάπερ ἀδάμας τις ἀπερίτρεπτος εἱστήκει, τὴν φι‐ λόθεον αὐτοῦ γνώμην δεικνὺς, καὶ οὐδενὶ τῶν ἐν τῷ μέσῳ κωλυμάτων νωθρότερος γινόμενος. Ὅρα γὰρ καὶ | |
20 | νῦν, ἀγαπητὲ, οἷος αὐτὸν πειρασμὸς εἰς τὰ Γέραρα κατα‐ λαμβάνει, καὶ θαύμασον τοῦ δικαίου τῆς ἀρετῆς τὴν ἀν‐ δρείαν, ὅπως τὸ πᾶσιν ἀφόρητον, καὶ ὃ οὐδὲ ἀκοῇ τις παραδέξασθαι ἀνάσχοιτο, τοῦτο οὗτος ὑπέμεινεν, οὐ δυσχεραίνων, οὐδὲ ἀπαιτῶν εὐθύνας τῶν γινομένων τὸν | |
25 | Δεσπότην, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ποιοῦσι, καὶ ταῦτα μυρίοις ἁμαρτημάτων φορτίοις πιεζόμενοι· ἐπειδὰν δυσχερέσι τισὶ περιπέσωσιν, εὐθέως πολυπραγμο‐ νοῦντες καὶ περιεργαζόμενοι λέγουσι· Διὰ τί τὸ καὶ τὸ συνέβη; καὶ τίνος ἕνεκεν τόδε συνεχωρήθη; Ἀλλ’ οὐχ | |
30 | ὁ δίκαιος οὗτος· δι’ ὃ καὶ πλείονος ἀπήλαυσε τῆς ἄνωθεν ῥοπῆς. Τοῦτο γὰρ ἀληθῶς εὐγνώμονος οἰκέτου, μηδὲν τῶν ὑπὸ τοῦ δεσπότου γινομένων πολυπραγμονεῖν, ἀλλὰ σιγῇ πάντα καταδέχεσθαι, καὶ μετὰ πολλῆς τῆς εὐχα‐ ριστίας. | |
35 | βʹ. Καὶ σκόπει, πῶς καὶ δι’ αὐτῶν τῶν παρακολουθούν‐ των πειρασμῶν ἡ τοῦ δικαίου ἀρετὴ μᾶλλον ἐξέλαμπε, τοῦ Θεοῦ φανερὸν αὐτὸν διὰ πάντων δεικνύντος. Ὥσπερ γὰρ ἡνίκα εἰς τὴν Αἴγυπτον κατῆλθεν, ὡς ἄγνωστος καὶ ξένος καὶ οὐδενὶ γνώριμος, ἀθρόον μετὰ πολλῆς τῆς τιμῆς | |
40 | ἐκεῖθεν ἐπανῄει· οὕτω καὶ νῦν παροικήσας ἐν Γεράροις, ἐν μὲν τοῖς προοιμίοις τὰ παρ’ ἑαυτοῦ ἐπιδείκνυται· μετὰ δὲ ταῦτα τοσαύτης ἀπολαύει τῆς παρὰ τοῦ Θεοῦ συμμαχίας, ὡς καὶ τὸν βασιλέα, καὶ τοὺς αὐτόθι πάντας οἰκοῦντας, περὶ τὴν θεραπείαν τοῦ δικαίου πᾶσαν ἐπι‐ | |
45 | δείκνυσθαι τὴν σπουδήν. Εἶπε δὲ, φησὶν, Ἀβραὰμ περὶ Σάῤῥας τῆς γυναικὸς αὐτοῦ· Ἀδελφή μου ἐστίν. Ἐφοβήθη γὰρ εἰπεῖν, ὅτι Γυνή μου ἐστὶ, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι’ αὐτήν. Ὅρα πῶς ὑπὸ τυραννικωτάτων παθῶν ἐπολιορκεῖτο ἡ | |
54.415(50) | τοῦ δικαίου ψυχὴ, καὶ ὁ φόβος αὐτὸν ἐξωθεῖτο. Ἀλλὰ καίτοι σφόδρα χαλεπὸν ὄντα τὸν πρότερον φόβον, τὸν τῆς προδοσίας τῆς γυναικὸς, παρωθεῖτο ὁ τοῦ θανάτου φόβος. Ἵνα γὰρ τοῦτον διαφύγῃ, ὑπέμεινεν ὁρᾷν τοῖς οἰκείοις ὀφθαλμοῖς τὴν κοινωνὸν αὐτῷ τοῦ βίου ὑπὸ ταῖς | |
55 | τοῦ βασιλέως χερσὶ γενομένην. Ὅσον δὲ τοῦτό ἐστιν ἀφόρητον, ἴσασιν ὅσοι γυναῖκας ἔχουσι. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγε· Μεστὸς ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐ φείσεται ἐν ἡμέρᾳ κρίσεως, οὐκ ἀνταλλάξεται οὐδενὸς λύτρου τὴν ἔχθραν. Ἀλλὰ τὸ βαρὺ τοῦτο καὶ | |
60 | πᾶσιν ἀφόρητον ὅρα πῶς διὰ τὸν τοῦ θανάτου φόβον γενναίως ὁ δίκαιος ἤνεγκε. Τοῦτο δὲ καὶ ἐπὶ τῶν σωμα‐ τικῶν παθῶν συμβαίνειν ἔθος· ἐπειδὰν γὰρ δύο κατὰ ταὐτὸ πάθη πολιορκῇ τὸ σῶμα τὸ ἡμέτερον, ἡ τοῦ ἑνὸς ἐπίτασις ἀποκρύπτει τὸ ἕτερον, καὶ ὅλοι τῆς ὀδύνης | |
65 | ἐκείνης γινόμεθα, καὶ πολλάκις οὐδὲ αἴσθησιν τοῦ ἑτέρου | Column end |
54.416 | λαμβάνομεν, τῆς πολλῆς ὀδύνης περισπώσης ἡμᾶς, καὶ οὐκ ἀφιείσης τοῦ ἐλάττονος πάθους πεῖραν λαβεῖν. Τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δίκαιος οὗτος νῦν ὁρῶν τοῦ θανά‐ του τὸν φόβον ἐπικείμενον, πάντα τὰ λοιπὰ φορητὰ ἡγεῖτο. | |
5 | Ἀλλὰ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ καταγνῷς τοῦ δικαίου μικροψυχίαν, εἰ τὸν θάνατον ἐδεδοίκει· ἀλλὰ θαύμασον τοῦ πάντων ἡμῶν Δεσπότου τὴν ὑπερβάλλουσαν περὶ ἡμᾶς φιλανθρωπίαν, ὅτι τὸν θάνατον τὸν τοῖς δικαίοις ἐκείνοις καὶ ἁγίοις τότε φοβερὸν, τοῦτον νῦν εὐκαταφρόνητον | |
10 | εἰργάσατο ὁ Χριστὸς, καὶ ὃν ἐδεδοίκεισαν οἱ ἐνάρετοι ἐκεῖνοι καὶ τοσαύτην παῤῥησίαν πρὸς τὸν Θεὸν ἐσχη‐ κότες, τοῦτον νῦν καταγελῶσι καὶ νέοι καὶ κόραι ἁπα‐ λαί. Οὐδὲ γὰρ θάνατός ἐστι λοιπὸν, ἀλλ’ ὕπνος καὶ ἀποδημία, καὶ μετάστασις ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ | |
15 | βελτίω. Ὁ γὰρ θάνατος τοῦ Δεσπότου τὴν ἀθανασίαν ἡμῖν ἐδωρήσατο, καὶ κατελθὼν εἰς τὸν ᾅδην ἐξέλυσεν αὐτοῦ τὰ νεῦρα, καὶ τὴν ἰσχὺν αὐτοῦ καθεῖλε· καὶ τὸν φοβερὸν πρὸ τούτου καὶ ἀμείλικτον, τοῦτον οὕτως εὐκα‐ ταφρόνητον εἰργάσατο, ὡς καὶ ἐπιπηδᾷν τινας καὶ ἐπεί‐ | |
20 | γεσθαι πρὸς τὴν ἐντεῦθεν μετάστασιν. Διὰ τοῦτο καὶ Παῦλος βοᾷ λέγων, Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσσον. Ἀλλὰ ταῦτα μὲν νῦν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, μετὰ τὸ συγκλασθῆναι τὰς πύλας τὰς χαλκᾶς, μετὰ τὸ πανταχοῦ τῆς οἰκουμένης | |
25 | τὸν ἥλιον τῆς δικαιοσύνης ἐκλάμψαι. Τότε δὲ ἔτι φοβε‐ ρὰν εἶχε τὴν πρόσοψιν, καὶ κατέσειε τῶν δικαίων ἐκείνων ἀνδρῶν τὴν διάνοιαν· διὸ καὶ πάντα τὰ ἄλλα κούφως ἔφερον, κἂν ἀφόρητα ἐτύγχανεν ὄντα. Διὰ τοῦτο καὶ ὁ δίκαιος οὗτος φοβούμενος τῶν ἐν Γεράροις οἰκούντων | |
30 | τὴν ἐπιβουλὴν, οὐχ ὡς γυναῖκα, ἀλλ’ ὡς ἀδελφὴν ἐπ‐ αγόμενος, οὕτω τὴν ἐνταῦθα παροίκησιν ποιεῖται. Καὶ καθάπερ εἰς τὴν Αἴγυπτον κατελθεῖν αὐτὸν συνεχώρησεν ὁ Θεὸς, βουλόμενος καὶ τοὺς ἀγνώμονας ἐκείνους καὶ ἀναισθήτους τοῦ δικαίου μαθεῖν τὴν ἀρετήν· οὕτω καὶ | |
35 | ἐνταῦθα τὴν οἰκείαν μακροθυμίαν ἐπιδείκνυται ὁ Δε‐ σπότης, ἵνα καὶ τοῦ δικαίου ἡ ὑπομονὴ διὰ πάντων ἐκ‐ λάμψῃ, καὶ ἡ τοῦ Θεοῦ περὶ αὐτὸν εὔνοια πᾶσι κατά‐ δηλος γένηται. Ἀπέστειλε δὲ Ἀβιμέλεχ ὁ βασιλεὺς Γεράρων, λαβεῖν τὴν Σάῤῥαν. Ἐννόησόν μοι τὸν χει‐ | |
40 | μῶνα τῶν λογισμῶν, ὧν ὑπέμεινεν ὁ δίκαιος ὁρῶν αὐτοῦ τὴν γυναῖκα ἀπαγομένην, καὶ οὐδὲν δυνάμενος ἐπαμῦναι. Σιγῇ γὰρ ἅπαντα ἔφερεν, εἰδὼς ὅτι οὐ περιόψεται αὐτὸν ὁ Δεσπότης, ἀλλὰ ταχεῖαν παρέξει τὴν συμμαχίαν. Καὶ τῆς Σάῤῥας δὲ θαυμάσαι ἔστι τὴν πολλὴν φιλοστοργίαν, | |
45 | πῶς τοῦ κινδύνου τοῦ θανάτου τὸν δίκαιον ἐξαρπάσαι βουλομένη· ἐξῆν γὰρ αὐτὴν ἐκκαλύψασαν τὸ δρᾶμα, δια‐ φυγεῖν τὴν ὁμολογουμένην ὕβριν· ἀλλ’ ὑπέμεινεν ἅπαντα γενναίως, ἵνα τῷ δικαίῳ τὴν σωτηρίαν πραγματεύσηται. Καὶ ἐπληροῦτο ἐκεῖνο τὸ εἰρημένον, ὅτι Ἔσονται οἱ | |
54.416(50) | δύο εἰς σάρκα μίαν. Ὥσπερ γὰρ μία σὰρξ ὄντες, οὕτω τῆς ἀλλήλων σωτηρίας ἐκήδοντο, καὶ τοσαύτην ἐπεδεί‐ κνυντο τὴν ὁμόνοιαν, ὡς ἓν σῶμα τυγχάνοντες καὶ μία ψυχή. Ταῦτα ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν γυναῖκες· γυναῖκες, ἵνα τοσαύτην περὶ τοὺς ἄνδρας τὴν φιλοστορ‐ | |
55 | γίαν ἐπιδεικνύωσι, καὶ μηδὲν ἕτερον προτιμῶσι τῆς ἐκείνων σωτηρίας· καὶ ἄνδρες, ἵν’ οὕτω πολλὴν τὴν περὶ αὐτὰς εὔνοιαν ἔχωσι, καὶ ὡς μίαν ψυχὴν κεκτημένοι καὶ ἓν σῶμα ὄντες, οὕτω πάντα διαπράττωνται. γʹ. Τοῦτο γὰρ ἀληθὲς συνοικέσιον, ὅταν τοσαύτη ἐν αὐτοῖς | |
60 | πολιτεύηται συμφωνία, ὅταν τοσοῦτος ᾖ ὁ σύνδεσμος, ὅταν οὕτως ὦσι τῇ ἀγάπῃ συνεσφιγμένοι. Καθάπερ γὰρ σῶμα πρὸς ἑαυτὸ οὐκ ἄν ποτε διαστασιάσειεν, οὐδὲ | |
ψυχὴ πρὸς ἑαυτήν· οὕτως ἄνδρα καὶ γυναῖκα οὐ δια‐ | ||
54.417 | στασιάζειν, ἀλλ’ ἡνῶσθαι χρή. Τότε γὰρ καὶ τὰ μυρία αὐτοῖς ἀγαθὰ ἐπιῤῥεῦσαι δυνήσεται. Ὅπου γὰρ ὁμόνοια τοσαύτη, ἐκεῖ πάντων τῶν ἀγαθῶν ἡ σύνοδος, ἐκεῖ ἡ εἰρήνη, ἐκεῖ ἡ ἀγάπη, ἐκεῖ ἡ εὐφροσύνη ἡ πνευ‐ | |
5 | ματική· οὐδαμοῦ πόλεμος, οὐδαμοῦ μάχη, οὐδαμοῦ ἔχθρα καὶ φιλονεικία· ἀλλὰ ταῦτα πάντα ἐκποδὼν γίνε‐ ται, τῆς ῥίζης τῶν ἀγαθῶν, τῆς ὁμονοίας λέγω, ταῦτα πάντα ἀφανιζούσης. Ἀπέστειλε δὲ Ἀβιμέλεχ βασι‐ λεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάῤῥαν. Καὶ εἰσῆλθεν | |
10 | ὁ Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ὅρα Θεοῦ φιλανθρωπίαν· ἐπειδὴ εἶδε τὸν δίκαιον διὰ τὸν τοῦ θανάτου φόβον γενναίως ἐνεγκόντα τῆς Σάῤῥας τὴν ἀφαί‐ | |
15 | ρεσιν, καὶ τὸν βασιλέα ὡς ἀδελφὴν τοῦ δικαίου οὕτως αὐτὴν ἀγόμενον, λοιπὸν τὴν οἰκείαν πρόνοιαν ἐπιδεί‐ κνυται, ὁμοῦ καὶ τὸν δίκαιον περιφανέστερον ἀποδει‐ κνὺς, καὶ τὴν Σάῤῥαν τῆς ὕβρεως ἐλευθερῶν, καὶ τὸν βασιλέα ἀπαλλάττων τῆς παρανομίας. Καὶ εἰσῆλθεν ὁ | |
20 | Θεὸς πρὸς Ἀβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα. Κατ’ αὐτὸν, φησὶ, τὸν τοῦ ὕπνου καιρὸν ἐξαρπάσαι αὐτὸν βουλόμενος τῆς παρανομίας, ἐνέθηκεν αὐτοῦ τῇ διανοίᾳ τὴν γνῶσιν, καὶ τὰ λανθάνοντα αὐτῷ εἰς φῶς ἤγαγε, καὶ πολὺν τὸν φόβον αὐτῷ ἐπέτεινε, τὸν θάνατον ἀπειλήσας. Ἀποθνή‐ | |
25 | σκεις γὰρ, φησὶ, περὶ τῆς γυναικὸς, ἧς ἔλαβες· αὕτη δέ ἐστι συνῳκηκυῖα ἀνδρί. Ἀβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς. Ταῦτα δὲ πάντα ἐγίνετο, ἵνα ἡ τοῦ Θεοῦ ἐπαγγε‐ λία ἡ εἰς τὸν πατριάρχην εἰς ἔργον ἐξέλθῃ. Ἐπειδὴ γὰρ πρὸ βραχέος ὑπέσχετο αὐτῷ τὸν Ἰσαὰκ τεχθήσεσθαι, | |
30 | ἐγγὺς δὲ λοιπὸν ὁ καιρὸς ἦν, ἵν’ οὖν μὴ λυμήνηταί τι τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, τοσοῦτον φόβον τῷ Ἀβιμέλεχ ἐπιτίθησιν, ὡς καταπληχθέντα αὐτὸν μὴ τολμῆσαι ἐφάψασθαι τῆς Σάῤῥας. Διὰ γὰρ τοῦτο προσέθηκεν ἡ θεία Γραφὴ, ὅτι Ἀβιμέλεχ οὐχ ἥψατο αὐτῆς· ἀλλὰ | |
35 | καὶ ἀπολογεῖται ὑπὲρ τοῦ τολμήματος, καί φησι, Κύριε, ἔθνος δίκαιον καὶ ἀγνοοῦν ἀπολεῖς; Μὴ γὰρ αὐτοῦ εἰδὼς, φησὶ, γυναῖκα οὖσαν αὐτὴν, τοῦτο πεποίηκα; μὴ γὰρ ἀδικῆσαι βουλόμενος τὸν ξένον; μὴ γὰρ ὡς γυναῖκα ἀφαιρούμενος; Ὡς ἀδελφὴν μέλλων λαμβάνειν τοῦτο | |
40 | διεπραξάμην, νομίζων καὶ ταύτῃ τιμήσειν καὶ αὐτόν. Ἔθνος οὖν ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; Μετὰ τοῦ δικαίου, φησὶ, πεποιηκότα με τὸ ἐπιχείρημα ἀπολεῖς; Εἶτα σαφέστερον ποιῶν ὅπερ ἔλεγε, φησίν· Οὐκ αὐτός μοι εἶπεν, ὅτι Ἀδελφή μου ἐστὶ, καὶ αὕτη μοι εἶπεν, | |
45 | ὅτι Ἀδελφός μου ἐστί; Σκόπει πῶς εἶχον τὴν ὁμόνοιαν καὶ τὴν συμφωνίαν. Καὶ αὐτὸς, φησὶ, τοῦτό μοι εἶπε, καὶ αὕτη συνέθετο τοῖς παρ’ αὐτοῦ λεγομένοις. Ἐν καθαρᾷ καρδίᾳ, καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο, φη‐ σίν· οὐχ ὥσπερ παράνομόν τι μέλλων διαπράττεσθαι, ἀλλ’ | |
54.417(50) | ὡς νενομισμένον καὶ ἀκόλουθον, καὶ οὐδεμίαν ἔχον μέμ‐ ψιν τοῦτο πεποίηκα. Τί οὖν ὁ φιλάνθρωπος Δεσπότης; Εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ’ ὕπνον. Ὅρα πόσῃ συγκατα‐ βάσει κέχρηται ὁ τῶν ὅλων Δεσπότης, τὴν οἰκείαν ἀγα‐ θότητα διὰ πάντων ἐπιδεικνύμενος. Κἀγὼ ἔγνων, φησὶν, | |
55 | ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο. Οἶδα, φησὶν, ὅτι αὐτοὶ τοῦτο τὸ δρᾶμα κατεσκεύασαν, καὶ ὅτι ἀπα‐ τηθεὶς τοῖς παρ’ αὐτῶν λεγομένοις τοῦτο πεποίηκας· καὶ διὰ τοῦτο, ἵνα μὴ διὰ τὴν ἀπάτην ἐκείνων ἁμάρτῃς, Ἐφεισάμην, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Πολλὴ τοῦ | |
60 | ῥήματος ἡ συγκατάβασις, μεγίστη τοῦ Δεσπότου ἡ φι‐ λανθρωπία. Εἰς ἐμὲ, φησὶν, ἔμελλεν ἀνατρέχειν τὸ ἁμάρτημα. Καθάπερ γὰρ ἐπὶ τῶν ἀνθρώπων, ὅταν τις | |
εἰς τινα τῶν οἰκετῶν πολλῆς ἀπολαύοντα τῆς τιμῆς | Column end | |
54.418 | παρὰ τοῦ δεσπότου ὑβριστικόν τι διαθῇ, οἰκείαν ἡγεῖται τὴν ὕβριν ὁ δεσπότης, καί φησιν· Ἐμὲ ὕβρισας δι’ ὧν τὸν ἐμὸν οἰκέτην οὕτω διέθηκας· καὶ γὰρ τὰ εἰς ἐκεῖνον γι‐ νόμενα εἰς ἐμὲ διαβαίνει· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ | |
5 | ἀγαθὸς Δεσπότης, Ἐφεισάμην σου, φησὶ, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Ἐμοὶ, φησὶν, οἰκέται τυγχάνουσι, καὶ οὕτως αὐτῶν ποιοῦμαι πολλὴν τὴν κηδεμονίαν, ὅτι οἰκειοῦμαι τὰ εἰς αὐτοὺς γινόμενα, κἄν τε ἀγαθὰ ᾖ, κἄν τε ἐναντία· Ἕνεκεν τούτου οὐκ ἀφῆκά σε ἅψα‐ | |
10 | σθαι αὐτῆς. Ἐπειδὴ πολὺ αὐτῶν κήδομαι, τοῦτο εἰδὼς ὅτι ἐξ ἀγνοίας μέλλεις τὴν ὕβριν αὐτοῖς ταύτην ἐπάγειν, Ἐφεισάμην σου, τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ. Μὴ δὴ ἁπλῶς ὡς ἑνὶ τῶν τυχόντων πρόσεχε τῷ ἀνδρὶ, ἀλλὰ μάνθανε ὅτι τῶν ἐμοὶ περισπουδάστων ἐστὶ, καὶ τῶν | |
15 | πολλὴν ἐχόντων πρὸς ἐμὲ τὴν οἰκείωσιν. Ἀπόδος τοί‐ νυν τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ, καὶ προσεύξεται περὶ σοῦ, καὶ ζήσῃ. Ὅρα πῶς τὴν ἀρετὴν τοῦ δικαίου ἐκκαλύπτει· καὶ προφήτην αὐτὸν καλεῖ, καὶ μονονουχὶ παρασκευάζει τὸν βασιλέα ἱκέτην | |
20 | αὐτοῦ γενέσθαι. Προσεύξεται γὰρ περὶ σοῦ, καὶ ζήσῃ, φησίν. Ἐκεῖνος μὲν οὖν, δεδοικὼς τὸν παρὰ σοῦ θάνα‐ τον, τὸ δρᾶμα τοῦτο κατεσκεύασε, καὶ μονονουχὶ συν‐ έπραξε πρὸς τὴν τῆς Σάῤῥας ὕβριν· γίνωσκε δὲ ὅτι αἱ παρ’ ἐκείνου προσευχαὶ τὴν ζωήν σοι παρέξουσιν. Εἶτα | |
25 | ἵνα μὴ τῇ ἐπιθυμίᾳ φλεγόμενος, καὶ ὑπὸ τοῦ κάλλους τῆς Σάῤῥας ἡττώμενος, ἔλαττον φροντίσῃ τῶν προσ‐ ταττομένων, ἐπιτείνει τὸν φόβον, καὶ τὴν τιμωρίαν ἐπ‐ αγγέλλεται μείζονα ἐπάξειν. Εἰ γὰρ μὴ ἀποδίδως, φησὶ, γνῶθι ὅτι ἀποθανῇ σύ τε καὶ πάντα τὰ σά. | |
30 | Οὐ μόνον αὐτὸς τῆς παρακοῆς, φησὶν, ὑφέξεις τὴν τι‐ μωρίαν, ἀλλὰ καὶ πάντα τὰ σὰ διὰ σὲ θάνατος κατα‐ λήψεται. Διὰ τοῦτο δὲ κατὰ τὸν τῆς νυκτὸς καιρὸν ταῦτα ἅπαντα ὁ Θεὸς αὐτῷ διελέγετο, ἵνα μετὰ ἡσυχίας δεξά‐ μενος τὴν παραίνεσιν, μετὰ πολλοῦ τοῦ φόβου τὸ προσ‐ | |
35 | ταχθὲν εἰς ἔργον ἀγάγῃ. Εὐθέως γὰρ ὀρθρίσας Ἀβι‐ μέλεχ, φησὶν, ἐκάλεσε τοὺς παῖδας αὐτοῦ, καὶ ἐλά‐ λησε πάντα τὰ ῥήματα ταῦτα εἰς τὰ ὦτα αὐτῶν. δʹ. Ὅρα πῶς κήρυξ γίνεται λοιπὸν ὁ βασιλεὺς τῆς τοῦ δικαίου ἀρετῆς, καὶ πᾶσιν αὐτὸν κατάδηλον ποιεῖ. Καλέσας | |
40 | γὰρ, φησὶ, πάντας τοὺς παῖδας αὐτοῦ, διηγήσατο πάντα τὰ πρὸς αὐτὸν παρὰ τοῦ Θεοῦ δηλωθέντα, ἵνα πάν‐ τες γνῶσι καὶ τοῦ Θεοῦ πρὸς αὐτὸν τὴν εὔνοιαν, καὶ τῆς προνοίας ἧς ἀξιοῦται παρὰ τοῦ Δεσπότου διὰ τὴν τῶν τρόπων ἀρετήν. Ἐφοβήθησαν δὲ πάντες οἱ ἄν‐ | |
45 | θρωποι σφόδρα. Εἶδες πῶς οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τὰς μεταναστάσεις ἐποιεῖτο ὁ δίκαιος; Εἰ γὰρ ἐπὶ τῆς σκη‐ νῆς τῆς προτέρας ἔμενε, πόθεν εἶχον ἅπαντες οἱ ἐν Γερά‐ ροις γνῶναι, ὅσης ὁ δίκαιος ἀπολαύει τῆς παρὰ τοῦ Θεοῦ προνοίας; Ἐφοβήθησαν δὲ πάντες οἱ ἄνθρω‐ | |
54.418(50) | ποι σφόδρα. Πολὺς αὐτῶν φόβος κατεσκεδάσθη, περὶ τοῦ παντὸς ἠγωνίασαν. Εἶτα, Ἐκάλεσε, φησὶν, Ἀβιμέ‐ λεχ τὸν Ἀβραάμ. Ἐννόει μοι μεθ’ ὅσης λοιπὸν τῆς περιφανείας ὁ δίκαιος εἰσάγεται πρὸς τὸν βασιλέα, ὁ πρὸ μικροῦ παρ’ αὐτοῖς εὐκαταφρόνητος νομιζόμενος, καὶ | |
55 | καθάπερ ἀλήτης καὶ ξένος. Ἀθρόον πάντων συνδραμόν‐ των καλεῖται ὁ πατριάρχης οὐδὲν τούτων εἰδὼς τέως, καὶ ἐμάνθανε λοιπὸν παρ’ αὐτοῦ τοῦ βασιλέως τὰ παρὰ τοῦ Θεοῦ δι’ αὐτὸν εἰς ἐκεῖνον γεγενημένα. Εἶπε γὰρ αὐτῷ· Τί τοῦτο ἐποίησας ἡμῖν; τί ἡμάρτομεν εἰς σὲ, | |
60 | ὅτι ἐπήγαγες ἐπ’ ἐμὲ καὶ ἐπὶ τὴν βασιλείαν μου ἁμαρτίαν μεγάλην; Ἔργον, ὃ οὐδεὶς ποιήσει, ἐποίη‐ σας ἡμῖν. Τί ἐνιδὼν ἐποίησας τοῦτο; Διὰ τί, φησὶ, τοσαύτῃ με περιβαλεῖν ἁμαρτίᾳ ἠβουλήθης; τίνος ἕνε‐ κεν, καὶ τί ἐννοήσας τοῦτο πεποίηκας; Ὅρα πῶς διὰ | |
65 | τῶν οἰκείων ῥημάτων δείκνυσι τὴν παρὰ τοῦ Θεοῦ ἀπειλὴν τὴν εἰς αὐτὸν γεγενημένην. Ἐπειδὴ γὰρ εἶπεν | |
αὐτῷ, ὅτι Εἰ μὴ ἀποδίδως, ἀποθανῇ σὺ καὶ πάντα τὰ | ||
54.419 | σὰ, τοῦτο αὐτὸ ἑρμηνεύων ὁ Ἀβιμέλεχ φησί· Τί ἥμαρ‐ τον εἰς σὲ, ὅτι ἐπήγαγες ἐπ’ ἐμὲ καὶ ἐπὶ τὴν βασι‐ λείαν μου ἁμαρτίαν μεγάλην; Μὴ γὰρ μέχρις ἐμοῦ εἶχε στῆναι τὰ τῆς τιμωρίας; Πᾶσά μου ἡ βασιλεία ἄρ‐ | |
5 | δην ἔμελλεν ἀφανίζεσθαι ἐκ τῆς ἀπάτης τῆς παρὰ σοῦ γεγενημένης. Τί οὖν ἐνιδὼν ἐποίησας τοῦτο; Σκόπει ἐνταῦθα, ἀγαπητὲ, τοῦ δικαίου τὸ φρόνημα, ὅπως ἐν τά‐ ξει ἀπολογίας διδασκαλίαν αὐτοῖς θεογνωσίας εἰσάγει. Εἶπα γὰρ, φησὶ, Μήποτε οὐκ ἔστι θεοσέβεια ἐν τῷ | |
10 | τόπῳ τούτῳ, ἐμέ τε ἀποκτενοῦσιν ἕνεκεν τῆς γυ‐ ναικός μου; Ἐναγώνιος, φησὶ, γέγονα, μήποτε διὰ τὸ ἔτι τῇ πλάνῃ ὑμᾶς κατέχεσθαι οὐδεμίαν τοῦ δικαίου πρόνοιαν ποιῆσθε, καὶ διὰ τοῦτο ὑμῶν φειδόμενος, μὴ μαθόντες αὐτὴν γυναῖκά μου γεγενῆσθαι διὰ τὴν περὶ | |
15 | ταύτην ἐπιθυμίαν ἐμὲ ἀνελεῖν ἐπιχειρήσητε, τοῦτο ἐποίησα. Ὅρα πῶς διὰ τῶν ὀλίγων τούτων ῥημάτων ὁμοῦ καὶ καθήψατο αὐτῶν, καὶ ἐδίδαξεν ὅτι δεῖ τὸν ἐπὶ πάντων Θεὸν ἐν νῷ λαμβάνοντα μηδὲν τῶν παρανόμων διαπράττεσθαι, ἀλλὰ τὸν ἀκοίμητον ἐκεῖνον ὀφθαλμὸν | |
20 | δεδοικέναι, καὶ διὰ τὴν ἐκεῖθεν ἐπηρτημένην δίκην πολ‐ λὴν τοῦ δικαίου ποιεῖσθαι τὴν πρόνοιαν. Εἶτα βουλόμενος τὴν ὑπὲρ ἑαυτοῦ ἀπολογίαν ποιῆσαι, φησί· Μὴ νομίσητέ με καὶ οὕτως ἐψεῦσθαι. Καὶ γὰρ ἀδελφή μου ἐστὶν ἐκ πατρὸς, ἀλλ’ οὐκ ἐκ μητρός· ἐγενήθη δέ μοι εἰς γυ‐ | |
25 | ναῖκα. Τὸν αὐτόν μοι, φησὶ, πατέρα ἐπιγράφεται, δι’ ὃ καὶ ἀδελφὴν αὐτὴν ἐκάλεσα. Μὴ τοίνυν καταγνῶτέ μου. Εἰ γὰρ καὶ ὁ φόβος τοῦ θανάτου εἰς τὴν ἀνάγκην με ταύτην κατέστησε, καὶ τὸ δεδοικέναι μήποτε διὰ ταύτην ἐμὲ μὲν ἀποκτείνητε, ταύτην δὲ περιποιήσησθε· ἀλλ’ | |
30 | ὅμως οὐδὲ οὕτως ἐστὶ ψεῦδος τὸ παρ’ ἐμοῦ εἰρημένον. Ὅρα πόσην ποιεῖται τὴν σπουδὴν ὁ δίκαιος, ὥστε δεῖξαι μηδὲ ἐν τούτῳ ἑαυτὸν ψευσάμενον. Καὶ ἵνα πάντα μετὰ ἀκριβείας μάθητε παρ’ ἐμοῦ, ἀκούσατε καὶ τὴν βουλὴν, ἣν μεταξὺ ἀλλήλων ἐσχήκαμεν, Ἡνίκα ἐξήγαγέ | |
35 | με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Θέα μοι ἐνταῦθα τὴν πολλὴν τοῦ δικαίου σοφίαν, πῶς ἐν τάξει διηγήσεως διδάσκει αὐτοὺς, ὡς ἐξ ἀρχῆς καὶ ἐκ προ‐ οιμίων τῶν ᾠκειωμένων ἐστὶ τῷ Θεῷ, καὶ ὅτι αὐτὸς καὶ οἴκοθεν αὐτὸν ἀνέστησε, καὶ ἐκεῖσε ἤγαγεν, ἵνα μάθῃ ὁ | |
40 | βασιλεὺς, ὅτι τῶν πολλὴν ἐχόντων ἐστὶ πρὸς τὸν Θεὸν παῤῥησίαν. Ἡνίκα, φησὶν, ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, εἶπον αὐτῇ· Ταύτην τὴν δικαιοσύνην ποιήσεις ἐπ’ ἐμέ· εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθωμεν ἐκεῖ, εἰπὲ, ὅτι Ἀδελφός μου ἐστίν. | |
45 | Ἐπειδὴ γὰρ ἀνωτέρω εἶπεν· Εἶπα γὰρ, Μήποτε οὐκ ἔστι θεοσέβεια ἐν τῷ τόπῳ τούτῳ· καὶ ἐδόκει πολὺ αὐτῶν καθάπτεσθαι, βουλόμενος τὸ σφοδρὸν τοῦ ῥήμα‐ τος ὑπεκλῦσαι, ἐνταῦθά φησιν, ὅτι Μὴ νομίσητε, ὅτι ὑμῶν ἕνεκεν μόνον τοῦτο πεποιηκέναι ἐπέγνωμεν. Εὐ‐ | |
54.419(50) | θέως γὰρ Ἡνίκα ἐξήγαγέ με ὁ Θεὸς ἐκ τοῦ οἴκου τοῦ πατρός μου, εἶπον αὐτῇ· Ταύτην τὴν δικαιοσύνην ποιήσεις εἰς ἐμὲ εἰς πάντα τόπον, οὗ ἐὰν εἰσέλθω‐ μεν. Περὶ πάντων τῶν τὴν γῆν, φησὶν, ταύτην οἰκούν‐ των τὴν παραγγελίαν πρὸς αὐτὴν ἐποιησάμην· καὶ | |
55 | ἐδίδαξε ὅτι καὶ οὕτως ἐκτὸς ψεύδους ἐστὶν ἡ ὑπόκρισις. Ὁ γὰρ τοῦ θανάτου φόβος εἰς τοῦτο ἡμᾶς ἐλθεῖν κατ‐ ηνάγκασε. Ταῦτα εἰπὼν ὁ δίκαιος, καὶ τὸν θυμὸν αὐτῶν κατεμάλαξε, καὶ τὴν οἰκείαν ἀρετὴν ἐξεκάλυψε, καὶ ἀρ‐ κοῦσαν αὐτοῖς διδασκαλίαν ἐνέθηκε θεοσεβείας. Αἰδεσθεὶς | |
60 | τοίνυν ὁ βασιλεὺς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, τῇ οἰκείᾳ φιλοτιμίᾳ ἀμείβεται τὸν πατριάρχην. Ἔλαβε γὰρ, φησὶν, Ἀβιμέλεχ χίλια δίδραχμα, καὶ πρόβατα, | |
καὶ μόσχους, καὶ παῖδας, καὶ παιδίσκας, καὶ ἀπο‐ | Column end | |
54.420 | δέδωκεν αὐτῷ Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ. Εἶδες, ἀγαπητὲ, τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν; Ὁ γὰρ περὶ τοῦ θανάτου δεδοικὼς, καὶ πάντα ποιῶν ὥστε δυνηθῆναι τοῦτον διαφυγεῖν, οὐ μόνον τὸν θάνατον διέφυγεν, ἀλλὰ | |
5 | καὶ πολλῆς ἀξιοῦται παῤῥησίας, καὶ περιφανὴς ἀθρόον γίνεται. εʹ. Τοιαῦτα γὰρ τὰ παρὰ τοῦ Θεοῦ· οὐ μόνον τῶν λυπη‐ ρῶν ἐλευθεροῖ τοὺς γενναίως ἀντέχειν πρὸς τοὺς ἐπιόν‐ τας πειρασμοὺς σπουδάζοντας, ἀλλὰ καὶ τοσαύτην ἐν | |
10 | αὐτοῖς τοῖς λυπηροῖς παρέχει τὴν εὐφροσύνην, ὡς καὶ λήθην ἡμᾶς ἔχειν παντελῆ, καὶ ἐν πολλῇ γίνεσθαι τῶν ἀγαθῶν περιουσίᾳ. Καὶ ὅρα λοιπὸν τοῦ βασιλέως τὴν πρὸς τὸν δίκαιον θεραπείαν. Οὐ μόνον γὰρ τοῖς τοσού‐ τοις αὐτὸν δώροις τιμᾷ, ἀλλὰ καὶ τὴν ἐξουσίαν αὐτῷ δί‐ | |
15 | δωσι τῆς ἐν τῇ γῇ κατοικήσεως. Ἰδοὺ γὰρ, φησὶν, ἡ γῆ μου ἐναντίον σου ἐστίν· οὗ ἐάν σοι ἀρέσκῃ, κατ‐ οίκει. Ἐπειδὴ γὰρ ἔμαθεν, ὅτι δι’ ἐκεῖνον καὶ διὰ τὰς ἐκείνου προσευχὰς ἡ ζωὴ αὐτῷ κεχάρισται, ὡς εὐεργέ‐ την λοιπὸν καὶ προστάτην, τὸν ξένον, τὸν ἀλήτην, τὸν | |
20 | οὐδαμόθεν γνώριμον οὕτω θεραπεύειν ἐπείγεται Τῇ δὲ Σάῤῥᾳ, φησὶν, εἶπεν· Ἰδοὺ δέδωκα χίλια δίδραχμα τῷ ἀδελφῷ σου. Ὅρα πῶς δεξάμενος τὴν παρὰ τοῦ δικαίου διδασκαλίαν, καὶ πιστεύσας τοῖς παρ’ αὐτοῦ εἰ‐ ρημένοις, καὶ αὐτὸς ἀδελφὸν αὐτῆς αὐτὸν καλεῖ. Ἅπερ | |
25 | δέδωκα, φησὶ, τῷ ἀδελφῷ σου, ἔσται εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάντα ἀλήθευσον. Τί ἐστιν, Εἰς τιμὴν τοῦ προσώπου σου, καὶ πάντα ἀλήθευ‐ σον; Ὑπὲρ ὧν δι’ ἄγνοιαν ἐπεχείρησα γαμετήν σε οὖσαν τοῦ δικαίου εἰς τὴν οἰκίαν τὴν ἐμὴν ἀγαγεῖν, ὑπὲρ τού‐ | |
30 | του μόνου, ἐπειδὴ ὕβρεώς σοι αἴτιος γέγονα, τὰ χίλια δέ‐ δωκα δίδραχμα, θεραπεύων τὰ παρ’ ἐμοῦ γεγενημένα εἰς σέ. Ἀλλὰ Πάντα ἀλήθευσον. Τί ἐστι, Πάντα ἀλήθευ‐ σον; Πάντες, φησὶ, παρὰ σοῦ μανθανέτωσαν, ὅτι οὐδὲν γέγονε παρ’ ἐμοῦ παράνομον, ὅτι ἀνέπαφος ἐξῆλθες ἐκ | |
35 | τῆς οἰκίας τῆς ἐμῆς. Δίδαξον, φησὶ, τὸν ἄνδρα τὸν σὸν, ὅτι ἀθῶός εἰμι τῆς ἁμαρτίας· μανθανέτω παρὰ σοῦ, ὡς οὐδὲν εἴργασταί μοι. Τίνος δὲ ἕνεκεν ταῦτά φησιν; Ἵνα μαθὼν παρ’ αὐτῆς ὁ δίκαιος καὶ πληροφορηθεὶς τὰς ὑπὲρ αὐτοῦ προσευχὰς ἀνενέγκῃ τῷ Δεσπότῃ. Ἐπειδὴ | |
40 | γὰρ εἶπεν ἐκεῖνος, ὅτι Πάντα ἀλήθευσον, ἀντὶ τοῦ, Δίδα‐ ξόν σου τὸν ἄνδρα τὰ γεγενημένα, εὐθέως ἐπήγαγεν ἡ Γραφή· Καὶ προσηύξατο Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτικτον· ὅτι | |
45 | συγκλείων συνέκλεισεν ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ τοῦ Ἀβιμέλεχ ἕνεκεν Σάῤῥας τῆς γυναικὸς Ἀβραάμ. Ὅρα πῶς διὰ πάντων περιφανέστερον τὸν δί‐ καιον ποιῆσαι βουλόμενος ὁ Δεσπότης, ταῖς προσευχαῖς τοῦ πατριάρχου τὴν σωτηρίαν τοῦ βασιλέως καὶ πάντων | |
54.420(50) | τῶν ἐν τῷ οἴκῳ αὐτοῦ χαρίζεται. Προσηύξατο γὰρ, φησὶν, Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο ὁ Θεὸς τὸν Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς παιδίσκας αὐτοῦ, καὶ ἔτικτον· ὅτι συγκλείων συν‐ έκλεισε Κύριος ἔξωθεν πᾶσαν μήτραν ἐν τῷ οἴκῳ | |
55 | τοῦ Ἀβιμέλεχ. Διὰ τοῦτο, καίτοι τῆς ἁμαρτίας ἐκτὸς γενομένου τοῦ βασιλέως, τὴν τιμωρίαν ταύτην αὐτῷ ἐπ‐ ήγαγεν ὁ ἀγαθὸς Δεσπότης, ἵνα ταῖς προσευχαῖς τοῦ δικαίου ἐπινεύσας, οὕτω τὴν λύσιν ἐπαγάγῃ, καὶ περι‐ φανέστερον καὶ λαμπρότερον τὸν δίκαιον ἀπεργάσηται. | |
60 | Πάντα γὰρ ἀεὶ ποιεῖ καὶ πραγματεύεται, καὶ οὕτως ἕκαστον οἰκονομεῖ, ὥστε τοὺς αὐτῷ δουλεύοντας, καθάπερ φωστῆρας, οὕτω διαλάμπειν, καὶ τὴν τούτων ἀρετὴν | |
πανταχοῦ κατάδηλον γίνεσθαι Καὶ ὅρα μοι λοιπὸν, ἀγα‐ | ||
54.421 | πητὲ, μετὰ τὴν τῶν λυπηρῶν ἀπαλλαγὴν, πῶς πάλιν διαδέχεται τὸν δίκαιον ἡ κορωνὶς τῶν ἀγαθῶν, ἡ τῆς ἐπαγγελίας ὑπόσχεσις, καὶ εἰς ἔργον λοιπὸν ἐξῄει τὰ πά‐ λαι παρὰ τοῦ Θεοῦ ἐπαγγελθέντα αὐτῷ. Καὶ Κύριος, | |
5 | φησὶν, ἐπεσκέψατο τὴν Σάῤῥαν, καθὰ εἶπε, καὶ ἐποίησε τῇ Σάῤῥᾳ, καθὰ ἐλάλησε. Καὶ συλλαβοῦσα ἔτεκε Σάῤῥα τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρὸν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Τί ἐστι, Καθὰ ἐλάλησε, καὶ, Καθὰ εἶπε; Καθάπερ, φησὶν, ὑπέσχετο, | |
10 | ἡνίκα ἐπεξενώθη μετὰ τῶν ἀγγέλων εἰς τὴν δρῦν τὴν Μαμβρῆ, εἰρηκὼς ὅτι Εἰς τὸν καιρὸν τοῦτον ἐλεύσο‐ μαι, καὶ ἔσται τῇ Σάῤῥᾳ υἱός. Ταῦτα τοίνυν εἰς ἔργον ἐξῆλθε, καὶ τὰ τῇ φύσει ἀπηγορευμένα, ταῦτα ἑώρων εἰς ἔργον ἐκβεβηκότα, οὐ κατὰ ἀνθρωπίνην ἀκολουθίαν, ἀλλὰ | |
15 | κατὰ θείαν χάριν. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ υἱοῦ αὐ‐ τοῦ, ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, Ἰσαάκ. Οὐχ ἁπλῶς ἐπεση‐ μήνατο ἡ θεία Γραφὴ τὸ, Ὃν ἔτεκεν αὐτῷ Σάῤῥα· οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐκάλεσε τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ, ἀλλὰ προσέθηκεν, Ὃν ἔτεκεν αὐτῷ Σάῤῥα, | |
20 | τοῦτ’ ἔστιν ἡ στεῖρα, ἡ ἄγονος, ἡ γεγηρακυῖα. Καὶ περι‐ έτεμεν αὐτὸν, φησὶ, τῇ ἡμέρᾳ τῇ ὀγδόῃ καθὰ ἐνετεί‐ λατο Κύριος. Οὕτω γὰρ ἦν διαταξάμενος, ὥστε τῇ ἡμέρᾳ τῇ ὀγδόῃ περιτέμνεσθαι λοιπὸν τὰ τικτόμενα. Εἶτα ἵνα μάθωμεν λοιπὸν τὴν ἄφατον δύναμιν τοῦ Θεοῦ, ὅτι καὶ τὰ | |
25 | παρὰ ἀνθρώποις ἀδύνατα παρ’ αὐτῷ δυνατὰ, διὰ τοῦτο καὶ τὸν χρόνον ἡμῖν πάλιν ἐπισημαίνεται ἡ θεία Γραφὴ, καὶ μετὰ τὸν τόκον διδάσκει ἡμᾶς λέγουσα. Ἀβραὰμ δὲ ἦν ἐτῶν ἑκατὸν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάῤῥα· Γέλωτά μοι ἐποίησεν ὁ Κύ‐ | |
30 | ριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. Τί ἐστι, Γέλωτά μοι ἐποίησεν ὁ Κύριος; Εὐφροσύνης ὑπόθεσίς μοι ὁ τόκος ἐστίν. Καὶ τί θαυμαστὸν, εἰ ἐμοί; Καὶ πάν‐ τας τοὺς ἀκούοντας συνηδομένους ἕξω, οὐκ ἐπειδὴ ἔτε‐ κον, ἀλλ’ ἐπειδὴ οὕτως ἔτεκον. Τὸ παράδοξον τοῦ γεγε‐ | |
35 | νημένου πάντας εἰς θαῦμα καταστήσει, καὶ πλείονα πᾶ‐ σι παρέξει τὴν ἡδονὴν, ὅταν μάθωσιν, ὅτι ἐγὼ ἡ τῶν νεκρῶν οὐδὲν ἄμεινον διακειμένη, ἀθρόον μήτηρ γέγονα, καὶ ἀπὸ κατεψυγμένης μήτρας παιδίον ἔτεκον, καὶ μὴν θηλάζειν δύναμαι, καὶ πηγὰς γάλακτος ἀφιέναι ἡ μηδε‐ | |
40 | μίαν ἐλπίδα λοιπὸν τεκνογονίας ἔχουσα. Καὶ εἶπε· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει τὸ παιδίον Σάῤῥα; Διὰ γὰρ τοῦτο καὶ τοῦ γάλακτος αἱ πηγαὶ παρεσχέθη‐ σαν, ἵνα τὸν τόκον πιστώσωνται, καὶ μή τις ὑπόβλητον εἶναι νομίσῃ τὸ παιδίον· αἱ γὰρ πηγαὶ τοῦ γάλακτος πᾶ‐ | |
45 | σιν ἐκήρυττον παρὰ πᾶσαν ἀνθρωπίνην προσδοκίαν εἶ‐ ναι τὸ γεγενημένον. Τίς ἀναγγελεῖ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; ὅτι ἐγὼ ἡ γεγηρακυῖα τεκεῖν ἠδυνήθην, καὶ ἐν ἡλικίᾳ τοιαύτῃ παιδίον τρέφειν δύναμαι; Καὶ ηὐξήθη, φησὶ, | |
54.421(50) | τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη. Καὶ ἐποίησεν Ἀβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ὁ υἱὸς αὐτοῦ. ϛʹ. Εἶδες τοῦ Θεοῦ τὴν ἄφατον σοφίαν, ὅπως διὰ πάντων τὴν ὑπομονὴν τοῦ δικαίου βασανίσας, ὅτε ἀπαγορεύειν | |
55 | ἔδοξε καὶ αὐτὸς καὶ πάντες οἱ εἰς αὐτὸν ὁρῶντες, τῇ ἀνθρωπείᾳ φύσει κατακολουθοῦντες, τότε τὴν οἰκείαν ὑπόσχεσιν εἰς ἔργον ἤγαγε; Καὶ ἡμεῖς τοίνυν, ἀγαπητοὶ, τὴν αὐτὴν τῷ δικαίῳ ὑπομονὴν ἐπιδεικνυώμεθα, καὶ μηδέποτε ναρκῶμεν, ἀλλὰ ταῖς χρησταῖς ἐλπίσι τρεφώ‐ | |
60 | μεθα, εἰδότες ὅτι οὔτε δυσκολία πραγμάτων, οὔτε ἕτερον τι τῶν ἀνθρωπίνων ἱκανὸν κώλυμα ἡμῖν γενέσθαι, ἐπει‐ δὰν ἡ τοῦ Θεοῦ χάρις τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείξα‐ | |
σθαι βουληθῇ. Ὅταν γὰρ ἐκεῖνος νεύσῃ, πάντα εἴκει καὶ | Column end | |
54.422 | παραχωρεῖ, καὶ τὰ δύσκολα εὔκολα γίνεται, καὶ τὰ ἀδύ‐ νατα δυνατά· μόνον ἐὰν ἡμεῖς στεῤῥὰν τὴν εἰς αὐτὸν πίστιν ἐπιδεικνυώμεθα, καὶ πρὸς τὸ μέγεθος αὐτοῦ ἀφ‐ ορῶντες, ἀνώτεροι γινώμεθα τῶν ἀνθρωπίνων ἁπάντων. | |
5 | Ὁ γὰρ τὰ μέλλοντα ἀγαθὰ καὶ τὰ ἀπόῤῥητα ἐκεῖνα ὑποσχόμενος τοῖς μετ’ ἀρετῆς τὴν ἐνταῦθα ζωὴν δια‐ νύουσιν, οὐ πολλῷ μᾶλλον καὶ τὰ ἐνταῦθα παρέξει, καὶ μάλιστα, ἐὰν ἡμεῖς ἐκείνων ἐφιέμενοι, τῶν παρόντων ὑπερορῶμεν; Τότε γὰρ αὐτῶν μάλιστα ἀπολαύσομεν | |
10 | μετὰ δαψιλείας, ὅταν αὐτῶν ὑπεριδεῖν βουληθῶμεν. Ταῦτ’ οὖν εἰδότες, ἐκεῖνα ποθῶμεν τὰ μένοντα καὶ ἀκί‐ νητα ἀγαθὰ, τὰ τέλος οὐκ ἐπιστάμενα, ἵνα καὶ τὸν παρ‐ όντα βίον ἀλύπως διανύσωμεν, κἀκείνων ἐπιτυχεῖν δυνηθῶμεν, ὧν γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι, χάριτι | |
15 | καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
18t | ΟΜΙΛΙΑ Μϛʹ. | |
19n | Καὶ εἶπε Σάῤῥα· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θη‐ | |
20n | λάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου. | |
21 | αʹ. Φέρε καὶ σήμερον, ἀγαπητοὶ, τὴν ἀκολουθίαν τῶν χθὲς εἰρημένων ἀναλαβόντες, οὕτω τὴν ἑστίασιν ὑμῖν παραθῶμεν ταύτην τὴν πνευματικὴν, ἵνα μάθωμεν πάλιν, καθάπερ χθὲς ἠκούσατε, τοῦ ἀγαθοῦ Θεοῦ τὴν ἄφατον | |
25 | κηδεμονίαν καὶ συγκατάβασιν, καὶ τοῦ πατριάρχου τὴν πολλὴν ὑπακοὴν καὶ εὐγνωμοσύνην. Εἴδετε ὅπως ἡ τοῦ Ἰσαὰκ γέννησις περιχαρῆ τὴν Σάῤῥαν ἐποίησεν; Εἶπε γὰρ, φησὶ, Γέλωτά μοι ἐποίησεν ὁ Θεός· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. Ἕκαστον, φησὶ, τῶν ἀκουόν‐ | |
30 | των εἰς κοινωνίαν τῆς χαρᾶς ἐπισπάσομαι. Μεγάλη γάρ ἐστιν ἡ παρὰ τοῦ Θεοῦ παρασχεθεῖσά μοι δωρεὰ, καὶ ὑπερβαίνουσα τὴν ἀνθρωπίνην ἀσθένειαν. Τίς γὰρ, φη‐ σὶν, οὐκ ἂν ἐκπλαγείη ὁρῶν ἐμὲ γαλακτοτροφοῦσαν καὶ τιθηνουμένην, τὴν ἐν ἐσχάτῳ γήρᾳ καὶ μέχρι τοῦ παρόν‐ | |
35 | τος ἐν ἀπαιδίᾳ γεγενημένην; Καὶ ὡσανεὶ θαυμάζουσα καὶ ἐκπληττομένη τὸ γεγονὸς, ἐπήγαγε· Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Ἐπειδὴ ὑπὲρ φύσιν ἐστὶ τὸ γεγονὸς, διὰ τοῦτό φησι, Τίς ἀναγγελεῖ; ἀντὶ τοῦ, Τίς ἀναλογί‐ | |
40 | σεται; τίς ἂν ἐνθυμηθείη; ποία διάνοια καταλαβεῖν δυ‐ νήσεται; ποῖος λογισμὸς εὑρεῖν ἱκανὸς τοῦ γεγενημένου τὴν ἀκρίβειαν; Οὐχ οὕτω θαυμαστὸν ἦν, τὸ ἐκ τῆς πέ‐ τρας κατὰ τὴν ἔρημον ἀναβλύσαι τὰς πηγὰς τῶν ὑδά‐ των, ἡνίκα τῇ ῥάβδῳ Μωϋσῆς ταύτην ἔπαισεν, ὡς τοῦτο | |
45 | τὸ ἀπὸ μήτρας ἤδη νενεκρωμένης παιδίον τεχθῆναι, καὶ γάλακτος πηγὰς ἀναβλύσαι. Ἵνα γὰρ πᾶσιν ὁ τόκος κα‐ τάδηλος γένηται, καὶ πάντας, καὶ τοὺς τότε παρόντας καὶ τοὺς μετὰ ταῦτα ἀκούοντας, εἰς πίστιν τοῦ θαύμα‐ τος ἐναγάγῃ, διὰ τοῦτο καὶ αὐτὴ τρέφει παιδίον καὶ τῆς | |
54.422(50) | γαλακτοτροφίας ἀνέχεται. Καί φησι, Τίς ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι θηλάζει παιδίον Σάῤῥα; τοῦτο τὸ και‐ νὸν, παράδοξον, καὶ παρ’ ἐλπίδα ἐμοὶ παρασχεθὲν, Ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Τί ἐστιν, Ὅτι ἔτεκον υἱὸν ἐν γήρᾳ μου; Ὅτι καὶ ἄνευ τῆς στειρώσεως ἱκανὸς ἦν, | |
55 | φησὶ, καὶ ὁ τῆς ἡλικίας χρόνος ἀπαγορεῦσαι τὸν τόκον. Ἀλλὰ ταῦτα πάντα τὰ κωλύματα ὁ Δεσπότης ἐκποδὼν ποιησάμενος, καὶ τοῦ παιδὸς τὸν τόκον ἐμοὶ κεχάρισται, καὶ τοῦ γάλακτος τὰς πηγάς. Ἀλλ’ ἴδωμεν λοιπὸν τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ἀπήρτιστο τὰ τῆς γαλακτοτροφίας, | |
60 | Εἶδε, φησὶ, Σάῤῥα τὸν υἱὸν Ἅγαρ τῆς Αἰγυπτίας, ὃς | |
ἐγένετο τῷ Ἀβραὰμ, παίζοντα μετὰ Ἰσαὰκ τοῦ υἱοῦ | ||
54.423 | αὐτῆς. Καὶ εἶπε τῷ Ἀβραάμ· Ἔκβαλε τὴν παιδί‐ σκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρο‐ νομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Σκληρὸν δὲ ἐφάνη τὸ ῥῆμα ἐναντίον Ἀβραὰμ | |
5 | περὶ τοῦ υἱοῦ αὐτοῦ. Ὅρα μοι, ἀγαπητὲ, ἐνταῦθα τὴν Σάῤῥαν πάλιν οὐ φέρουσαν τοῦ Ἰσμαὴλ τὴν πολλὴν παῤῥησίαν, οὐδὲ ἀνεκτῶς ἐνεγκεῖν δυναμένην τὸν τῆς παιδίσκης υἱὸν μετὰ τοῦ Ἰσαὰκ ἀναστρεφόμενον. Καθά‐ περ οὖν πρώην καταστεῖλαι τῆς Ἅγαρ τὸ φρόνημα | |
10 | βουλομένη, διὰ τῆς σφοδρᾶς ἀγανακτήσεως εἰς φυγὴν αὐτὴν τραπῆναι παρεσκεύασεν· οὕτω καὶ νῦν βουλομένη ἐκ προοιμίων ἀναστεῖλαι τοῦ Ἰσμαὴλ τὴν προπέτειαν, καὶ μὴ φέρουσα ὁρᾷν τὸν ἐκ χάριτος τεχθέντα υἱὸν καὶ ἐξ αὐτῆς τοῦ Θεοῦ τῆς δωρεᾶς μετὰ τοῦ τῆς παιδίσκης | |
15 | τῆς Αἰγυπτίας συναναστρεφόμενον, φησὶ πρὸς τὸν Ἀβραάμ· Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς. Οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης ταύ‐ της μετὰ τοῦ υἱοῦ μου. Ἐπειδὴ ᾔδει ὅτι καὶ αὐτὴ ἐν ἐσχάτῳ γήρᾳ τυγχάνει καὶ τὸν πατριάρχην ἑώρα προβε‐ | |
20 | βηκότα (ἦσαν γὰρ ἀμφότεροι προβεβηκότες ἡμερῶν), ὑφορῶσα μήποτε, ἀθρόον αὐτῶν τελευτησάντων, ὁ Ἰσμαὴλ διὰ τὸ ἐκ τῆς τοῦ πατριάρχου συνουσίας τεχθῆ‐ ναι, ἐπιχειρήσει εἰς τὸν κλῆρον ἑαυτὸν τοῦ πατρὸς εἰσα‐ γαγεῖν, καὶ κοινωνὸς γενέσθαι τῷ Ἰσαὰκ, διὰ τοῦτό φη‐ | |
25 | σιν, Ἔκβαλε τὴν παιδίσκην ἐντεῦθεν, καὶ τὸν υἱὸν αὐτῆς. Μανθανέτω, φησὶν, ἤδη ὅτι οὐδὲν κοινὸν ἕξει ὁ τῆς παιδίσκης υἱὸς μετὰ τοῦ υἱοῦ μου Ἰσαάκ. Οὐδὲ γὰρ εὔλογον τὸν τῆς δούλης υἱὸν μετὰ τοῦ υἱοῦ τοῦ ἐμοῦ τῆς δεσποίνης συναναστρέφεσθαι. Ἀλλ’ ἡ μὲν Σάῤῥα οὐκ | |
30 | ἀπεικὸς πρᾶγμα πέπονθεν, ἀλλὰ καὶ σφόδρα ἀκόλουθον, καὶ οὕτως ἀκόλουθον, ὡς καὶ τὸν Θεὸν συναινέσαι τοῖς παρ’ αὐτῆς εἰρημένοις. Ὁ δὲ πατριάρχης φιλόστοργος ὢν καὶ συμπαθῶς διακείμενος πρὸς τὸν Ἰσμαὴλ, ἐπαχθῶς ἐδέξατο τὰ παρὰ τῆς Σάῤῥας εἰρημένα. Σκληρὸν γὰρ, | |
35 | φησὶν, ἐφάνη τὸ ῥῆμα ἐναντίον Ἀβραὰμ περὶ τοῦ υἱοῦ αὐτοῦ. Οὐδὲ γὰρ τῆς Ἅγαρ ἐποιήσατο λόγον· ἀλλὰ συμπαθῶς πρὸς τὸν παῖδα διέκειτο, ἅτε δὴ λοιπὸν ἐν ἡλικίᾳ γεγονότα. Ἀλλὰ σκόπει μοι ἐνταῦθα τοῦ φιλαν‐ θρώπου Θεοῦ τὴν ὑπερβάλλουσαν συγκατάβασιν. Ἐπειδὴ | |
40 | γὰρ εἶδε καὶ τὴν Σάῤῥαν κατὰ τὸ εἰκὸς παθοῦσάν τι ἀνθρώπινον, καὶ δυσχεραίνουσαν ἐπὶ τῇ ὁμοτιμίᾳ τῶν παίδων, καὶ τὸν Ἀβραὰμ οὐ φέροντα πράως τὴν ἐκβο‐ λὴν τοῦ Ἰσμαὴλ καὶ τῆς παιδίσκης (εἰ γὰρ καὶ μὴ ἀντ‐ έτεινε τῇ Σάῤῥᾳ διὰ πολλὴν τὴν ἐπιείκειαν, ἀλλ’ ὅμως | |
45 | σκληρὸν αὐτῷ κατεφαίνετο, τοῦτ’ ἔστι, βαρὺ, φησὶ, καὶ ἐπαχθὲς καὶ φορτικὸν), τότε λοιπὸν τὴν οἰκείαν φιλαν‐ θρωπίαν μιμούμενος ὁ Δεσπότης, καὶ τῆς ὁμονοίας τὸν σύνδεσμον αὐτῶν συσφίγγων, φησὶ πρὸς τὸν Ἀβραάμ· Μὴ σκληρὸν ἔστω ἐναντίον σου τὸ ῥῆμα περὶ τοῦ | |
54.423(50) | παιδίου καὶ τῆς παιδίσκης. Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουσον τῆς φωνῆς αὐτῆς. Μὴ δέξῃ, φησὶ, βαρέως τὸ παρ’ αὐτῆς ῥηθέν σοι, ἀλλὰ Πάντα ὅσα ἂν εἴπῃ σοι Σάῤῥα, ἄκουσον τῆς φωνῆς αὐτῆς. βʹ. Ταῦτα πάντα, φησὶν, ἅπερ σοι νῦν διαλέγεται | |
55 | περὶ τοῦ Ἰσμαὴλ καὶ τῆς Ἅγαρ, κατάδεξαι, καὶ ὑπάκου‐ σον τῆς φωνῆς αὐτῆς. Μὴ θελήσῃς λυπῆσαι τὴν ἐν παντὶ τῷ χρόνῳ τοσαύτην περὶ σὲ τὴν φιλοστοργίαν ἐπιδειξα‐ μένην, τὴν οὐ μόνον ἅπαξ, ἀλλὰ καὶ δεύτερον, ἵνα τοῦ θανάτου σε ἐξαρπάσῃ, ἑαυτὴν ἐκδεδωκυῖαν ὑπὲρ τῆς σῆς | |
60 | σωτηρίας, καὶ ὑπόθεσίν σοι γενομένην τοσαύτης περι‐ φανείας· καὶ πρότερον μὲν μετὰ τοσούτου πλούτου ἀπὸ | |
τῆς Αἰγύπτου ἐπανελθεῖν πεποιηκυῖαν· μετὰ ταῦτα δὲ | Column end | |
54.424 | τοσαύτης τιμῆς ποιήσασαν ἀξιωθῆναί σε ὑπὸ τοῦ Ἀβι‐ μέλεχ. Μὴ τοίνυν ἀνάσχῃ ἐναντία τοῖς παρ’ αὐτῆς λεγο‐ μένοις βουλεύσασθαι· καὶ γὰρ οὐδὲ ἄλλως ἔσται. Ἐν γὰρ τῷ Ἰσαὰκ τῷ παρ’ αὐτῆς τεχθέντι τὸ σπέρμα σοι | |
5 | κληθήσεται, καὶ οὗτος ἔσται σου κληρονόμος. Καὶ τὸν υἱὸν δὲ τοῦτον τῆς παιδίσκης αὐξηθῆναι παρα‐ σκευάσω, καὶ εἰς ἔθνος μέγα ποιήσω αὐτὸν, ἐπειδὴ σπέρμα σόν ἐστι. Ποίει οὖν τὰ παρ’ αὐτῆς σοι λεγόμενα, καὶ ὑπάκουσον τῆς φωνῆς αὐτῆς. Ἐννόησόν μοι λοιπὸν, | |
10 | ὅση ἀθρόον ἡ εἰρήνη καὶ ἡ ὁμόνοια εἰς τὸ συνοικέσιον αὐ‐ τῶν ἐπολιτεύετο, τῆς τοῦ Θεοῦ ἀγαθότητος τὸν σύνδεσμον αὐτῶν συσφιγγούσης. Ἀνέστη γὰρ, φησὶ, τῷ πρωῒ, καὶ ἔλαβεν ἄρτους καὶ ἀσκὸν ὕδατος, καὶ ἔδωκεν Ἅγαρ, καὶ ἐπέθηκεν ἐπὶ τῶν ὤμων αὐτῆς καὶ τὸ παι‐ | |
15 | δίον, καὶ ἀπέστειλεν αὐτήν. Ὅρα μοι πάλιν τοῦ δι‐ καίου τὴν πολλὴν εὐγνωμοσύνην, καὶ ὅπως διὰ πάντων τὸν φιλόθεον αὐτοῦ σκοπὸν δείκνυσιν. Ὅτε μὲν γὰρ ἤκουσε τῆς Σάῤῥας λεγούσης, Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, πονηρὸν αὐτῷ ἐφάνη, ἐπειδὴ φι‐ | |
20 | λοστόργως πρὸς τὸν Ἰσμαὴλ διέκειτο· ἐπειδὴ δὲ ὁ Δε‐ σπότης ἐκέλευσεν, εὐθέως ἐποίει τὸ ἐπιταχθὲν, καὶ ἐπ‐ ελανθάνετο τῆς φυσικῆς φιλοστοργίας. Ὅταν γὰρ, φησὶν, αὐτὸς ἐπιτάττῃ, σχολαζέτω πάντα τὰ πάθη· ὁ γὰρ τῆς φύσεώς ἐστι Δεσπότης ὁ κελεύων. Λαβοῦσα τοίνυν ἡ | |
25 | παιδίσκη, φησὶ, τοὺς ἄρτους καὶ τὸν ἀσκὸν τοῦ ὕδα‐ τος, ἐξῄει μετὰ τοῦ παιδίου. Ἀλλ’ ὅρα μοι πάλιν, διὰ τὴν πρὸς τὸν δίκαιον εὔνοιαν πῶς καὶ αὐτὴ ἀξιοῦται τῆς κηδεμονίας τῆς ἄνωθεν. Ἀπελθοῦσα τοίνυν ἐπλανᾶτο κατὰ τὴν ἔρημον, καὶ τοῦ ὕδατος ἀναλωθέντος, καὶ οὐ‐ | |
30 | δεμίαν οὐδαμόθεν εὑρίσκουσα παραμυθίαν, Ἔῤῥιψε, φησὶ, τὸ παιδίον ὑποκάτω μιᾶς ἐλάτης· καὶ διακοπτο‐ μένη τὰ σπλάγχνα, καὶ ὑπὸ τῆς ὀδύνης συνεχομένη καὶ τῆς πρὸς τὸ παιδίον φιλοστοργίας, Ἐκάθητο, φησὶν, ἀπέναντι αὐτοῦ, ὡσεὶ τόξου βολήν. Εἶπε γάρ· Οὐ | |
35 | μὴ ἴδω τὸν θάνατον τοῦ παιδίου μου. Καὶ ἐκάθισεν ἀπέναντι παιδίου. Καὶ ἀναβοῆσαν τὸ παιδίον ἔκλαυ‐ σεν. Ἀλλ’ ὁ ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς, καὶ πα‐ τρὸς καὶ μητρὸς φιλοστοργίαν εἰς τὴν περὶ ἡμᾶς κηδε‐ μονίαν ὑπερακοντίζων, Εἰσήκουσε τῆς φωνῆς τοῦ | |
40 | παιδίου ἐκ τοῦ τόπου οὗ ἦν· ᾤκτειρε τὸ παιδίον, ἠλέησε τὴν συμφορὰν τῆς Ἅγαρ· συνεχώρησεν αἴσθησιν αὐτὴν λαβεῖν τῆς ἐρημίας, καὶ εὐθέως τὴν παρ’ ἑαυτοῦ ἀντί‐ ληψιν ἐχαρίσατο. Καὶ ἐκάλεσε, φησὶν, ἄγγελος τοῦ Θεοῦ τὴν Ἅγαρ ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν αὐτῇ· | |
45 | Τί ἐστιν, Ἅγαρ; Μὴ φοβοῦ· ἐπακήκοε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου σου ἐκ τοῦ τόπου οὗ ἐστιν. Ἀνά‐ στηθι, λάβε τὸ παιδίον, καὶ κράτησον τῆς χειρὸς αὐτοῦ· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. Ὢ φιλαν‐ θρωπίας Δεσπότου! Οὐκ ἐπειδὴ παιδίσκη ἦν, ὑπερεῖδεν | |
54.424(50) | αὐτὴν, ἀλλ’ ἐπειδὴ ἐπαγγελίαν ἐποιήσατο πρὸς τὸν πα‐ τριάρχην, καὶ ἐπειδὴ ἐκείνου τὸ σπέρμα ἐτύγχανε, το‐ σαύτης προνοίας καὶ αὐτὴν ἀξιοῖ, καί φησι· Τί ἐστιν, Ἅγαρ; Μὴ φοβοῦ· ἐπήκουσε γὰρ ὁ Θεὸς τῆς φωνῆς τοῦ παιδίου. Ἀνάστηθι καὶ λάβε αὐτὸ, καὶ κράτησον | |
55 | τῆς χειρὸς αὐτοῦ· εἰς γὰρ ἔθνος μέγα ποιήσω αὐτό. Μὴ ἀθύμει, φησὶ, διὰ τὸ ἐκβληθῆναί σε τῆς οἰκίας. Τοσ‐ αύτης γὰρ ἀπολαύσεται τῆς παρ’ ἐμοῦ προνοίας, ὡς καὶ εἰς ἔθνος μέγα γενέσθαι καὶ αὐτό. Καὶ ἤνοιξε, φησὶ, τοὺς ὀφθαλμοὺς αὐτῆς· οὐκ ἐπειδὴ πρὸ τούτου οὐχ | |
60 | ἑώρα, ἀλλ’ ἐπειδὴ καὶ τῶν ὀφθαλμῶν ἀνεῳγμένων οὐδὲν αὐτῇ ὄφελος, ἐγένετο πρὸ τῆς ἄνωθεν ἐπισκοπῆς. Διὰ τοῦ‐ το, ὅτε ἐβουλήθη τὴν παρ’ ἑαυτοῦ κηδεμονίαν ἐπιδείξα‐ σθαι, φησὶν, Ἀνέῳξε τοὺς ὀφθαλμοὺς αὐτῆς· ἀντὶ τοῦ, Ὑπέδειξεν αὐτῇ ἀγνοούσῃ, τὴν διάνοιαν αὐτῆς διέγειρεν, | |
65 | ὡδήγησεν αὐτὴν, ὥστε ἰδεῖν τὸν τόπον τὸν ἀναβλύζοντα | |
τοῦ ὕδατος τὰς πηγάς. Καὶ εἶδε, φησὶ, φρέαρ ὕδατος | ||
54.425 | ζῶντος, καὶ ἐπορεύθη, καὶ ἔπλησε τὸν ἀσκὸν, καὶ ἐπότισε τὸ παιδίον. Ἐν ἀπόροις πόρον ἐχαρίσατο ὁ Κύριος, καὶ ἐν ἀμηχανίᾳ τοιαύτῃ τυγχανούσῃ καὶ οὐδε‐ μίαν ἐλπίδα σωτηρίας ἐχούσῃ, τὴν οἰκείαν φιλοτιμίαν | |
5 | εἰς αὐτὴν ἐπεδείξατο, ὁμοῦ καὶ αὐτὴν παραμυθησάμενος, καὶ τοῦ παιδίου τὴν πρόνοιαν ποιησάμενος. Οὕτως ὅταν βούληται ὁ Θεὸς, κἂν ἐν ἐρημίᾳ ὦμεν, κἂν ἐν αὐτοῖς τοῖς ἐσχάτοις κακοῖς, κἂν μηδεμίαν ἐλπίδα σωτηρίας ἔχωμεν, οὐδενὸς ἑτέρου δεησόμεθα, τῆς τοῦ Θεοῦ ῥοπῆς τὰ πάντα | |
10 | ἡμῖν γινομένης. Ἐὰν γὰρ τὴν παρ’ αὐτοῦ εὔνοιαν ἐπι‐ σπασώμεθα, οὐδεὶς ἡμῶν περιέσται, ἀλλὰ πάντων ἐσό‐ μεθα ὑψηλότεροι. Καὶ ἦν ὁ Θεὸς μετὰ τοῦ παιδίου, φησὶ, καὶ ηὐξήθη, καὶ κατῴκησεν ἐν τῇ ἐρήμῳ. Οὕ‐ τως ὅταν εὐμενῆ τὸν Θεὸν ἔχωμεν, κἂν ἐν ἐρήμῳ ὦμεν, | |
15 | τῶν ἐν ταῖς πόλεσι διαγόντων ἀσφαλέστερον διατρίψομεν. Μεγίστη γὰρ ἀσφάλεια καὶ τεῖχος ἀκαταγώνιστον ἡ παρὰ τοῦ Θεοῦ ῥοπή. Καὶ ἵνα μάθῃς ὅπως ὁ ἐν ἐρήμῳ τυγχά‐ νων τοῦ ἐν μέσαις ταῖς πόλεσι διατρίβοντος, καὶ πολλῆς τῆς ἀνθρωπίνης συμμαχίας ἀπολαύοντος, καὶ ἀσφαλέ‐ | |
20 | στερος καὶ δυνατώτερος καθέστηκεν, ἴδωμεν πῶς ὁ μὲν Δαυῒδ τόπους ἐκ τόπων ἀμείβων, καὶ καθάπερ ἀλήτης διάγων, ὑπὸ τῆς ἄνωθεν χειρὸς ἐτειχίζετο· ὁ δὲ Σαοὺλ ἐν μέσαις ταῖς πόλεσι τυγχάνων, καὶ στρατόπεδα τοσαῦτα ἐπαγόμενος, καὶ δορυφόρους καὶ ὑπασπιστὰς ἔχων, καθ’ | |
25 | ἑκάστην ἡμέραν ἐδεδοίκει καὶ ἔτρεμε τῶν πολεμίων τὴν ἔφοδον. Καὶ ὁ μὲν, μόνος ὢν, καὶ οὐδένα ἔχων μεθ’ ἑαυτοῦ ἕτερον, οὐκ ἐδεῖτο τῆς παρὰ τῶν ἀνθρώπων συμ‐ μαχίας· ὁ δὲ τὸ διάδημα περικείμενος καὶ τὴν ἁλουργίδα ἔχων, τῆς παρὰ τούτου βοηθείας ἔχρῃζεν· ὁ βασιλεὺς | |
30 | τοῦ ποιμένος ἐδεῖτο, καὶ ὁ τὸ διάδημα περικείμενος τοῦ ἰδιώτου. γʹ. Ἀλλ’ εἰ βούλεσθε, ἀνωτέρω ἀναγάγωμεν τὴν ἀκολου‐ θίαν τοῦ λόγου, ἵνα πᾶσαν αὐτοῦ τὴν ἱστορίαν εἰς μέσον ἀγαγόντες, μάθωμεν ὡς οὐδὲν ἰσχυρότερον τοῦ | |
35 | πεφραγμένου τῇ ἄνωθεν συμμαχίᾳ, καὶ οὐδὲν ἀσθενέστε‐ ρον τοῦ ταύτης ἐρήμου τυγχάνοντος, κἂν ὑπὸ μυρίων στρατοπέδων κυκλούμενος ᾖ. Οὗτος οὖν ὁ Δαυῒδ νέος ὢν κομιδῆ, καὶ διὰ τὸ τῆς ἡλικίας ἄωρον ἐν τῇ οἰκίᾳ τῇ πατρικῇ διάγων, ἐπειδή ποτε καιρὸς ἐκάλει τούτου τὴν | |
40 | ἀρετὴν φανερὰν γενέσθαι, προτραπεὶς ὑπὸ τοῦ πατρὸς ἐπισκέψασθαι τοὺς ἑαυτοῦ ἀδελφοὺς, ὑπήκουσε, καὶ ἀπεστέλλετο πρὸς αὐτούς. Παραγενόμενος οὖν εἰς τὴν τούτων ἐπίσκεψιν, ἐπειδὴ εἶδε τὸν πόλεμον συνεστῶτα τὸν τοῦ ἀλλοφύλου Γολιὰθ, καὶ πάντα τὸν λαὸν κατεπτη‐ | |
45 | χότα τὸν μετὰ τοῦ Σαοὺλ, καὶ αὐτὸν τὸν βασιλέα εἰς τὸν περὶ τοῦ παντὸς κίνδυνον καθεστῶτα, τέως θεατὴς ἐβού‐ λετο γενέσθαι, καὶ ἀπῄει ἰδεῖν τὸ καινὸν καὶ παράδοξον, ὅτι εἷς ἄνθρωπος τοσούτων μυριάδων κατεξανίστατο. Ἀλλ’ οἱ ἀδελφοὶ τοῦ φρονήματος αὐτοῦ οὐκ ἐνεγκόντες τὴν | |
54.425(50) | ἀνδρείαν, εἰς φθόνον διηγέρθησαν, καί φασι πρὸς αὐτόν· Δι’ οὐδὲν ἕτερον ἐλήλυθας, ἢ ἵνα τὸν πόλεμον ἴδῃς; Οὐδὲ γὰρ διὰ τὴν ἐπίσκεψιν τὴν ἡμετέραν παραγέγονας. Ἀλλ’ ὅρα τούτου τὴν σύνεσιν καὶ τὴν πολλὴν ἐπιείκειαν. Οὐδὲν προπετὲς πρὸς αὐτοὺς φθέγγεται, οὐδὲν τραχὺ, | |
55 | ἀλλὰ καταστέλλων αὐτῶν τὴν φλόγα, καὶ τὸν φθόνον καταπραΰνων, φησίν· Οὐχὶ ῥῆμά ἐστι; Μὴ γὰρ ὅπλα με εἴδετε μεταχειριζόμενον, μὴ γὰρ παραταττόμενον ἐθεάσασθε; Ἁπλῶς ἰδεῖν ἐβουλήθην, καὶ πυθέσθαι πό‐ θεν τούτῳ τῆς τοσαύτης μανίας ἡ ὑπερβολή. Τίς γάρ | |
60 | ἐστιν ὁ ἀλλόφυλος, ὁ ὀνειδίζων παράταξιν Θεοῦ ζῶντος; Εἶτα ἀκούων κἀκείνου τὴν πολλὴν μεγαλοῤῥη‐ μοσύνην, καὶ τῶν μετὰ τοῦ Σαοὺλ ἀφιγμένων τὴν ἄφα‐ | |
τον δειλίαν, φησί· Τί ἔσται τῷ ἀνθρώπω τῷ τούτου τὴν | Column end | |
54.426 | κεφαλὴν ἐκτέμνοντι; Καὶ πολλὴν τῆς ψυχῆς τὴν ἀνδρείαν ἐδείκνυ διὰ τῶν ῥημάτων πάντας εἰς ἔκπληξιν ἀγαγών. Ταῦτα γνοὺς ὁ Σαοὺλ μεταπέμπεται τὸν νέον τὸν τῆς ποιμαντικῆς πλέον εἰδότα οὐδὲν, καὶ ἰδὼν αὐτοῦ τὴν | |
5 | ἡλικίαν ἐξευτέλισεν. Εἶτα μαθὼν παρ’ αὐτοῦ, ὅπως τοῖς ἄρκτοις ἐκέχρητο, ἡνίκα ἐπῄεσαν τοῖς ποιμνίοις· ἠναγ‐ κάσθη γὰρ ταῦτα διηγήσασθαι ὁ θαυμάσιος οὗτος, οὐ κενοδοξῆσαι βουλόμενος, ἀλλ’ εἰς ἀνάγκην καταστὰς, ὥστε ἐκείνῳ θάρσος ἐνθεῖναι, καὶ μὴ πρὸς τὴν εὐτέλειαν | |
10 | τοῦ φαινομένου ἰδεῖν, ἀλλὰ πρὸς τὴν πίστιν τὴν ἔνδοθεν κρυπτομένην, καὶ τὴν συμμαχίαν τὴν ἄνωθεν, δι’ ἣν ὁ νέος τῶν ἀνδρῶν ἦν ἰσχυρότερος, καὶ ὁ ἄοπλος τῶν ὡπλι‐ σμένων, καὶ ὁ ποιμὴν τῶν στρατιωτῶν· εἶτα ἰδὼν αὐτοῦ τὸ παράστημα τῆς γνώμης ὁ βασιλεὺς, τὰ οἰκεῖα ὅπλα | |
15 | ἐνδύειν αὐτὸν ἐβούλετο· ὁ δὲ ταῦτα περιθέμενος οὐδὲ ἐνεγκεῖν αὐτὰ ἴσχυσε. Τοῦτο δὲ ἐγίνετο, ἵνα γυμνὴ δει‐ χθῇ ἡ τοῦ Θεοῦ δύναμις, ἡ δι’ αὐτοῦ ἐνεργοῦσα, καὶ μὴ τοῖς ὅπλοις λογίσωνται τὰ γινόμενα. Ἐπειδὴ γὰρ μετὰ τὸ ἐνδύσασθαι ταῦτα ἐχώλευεν, ἀπέθετο τὰ ὅπλα, καὶ | |
20 | τὴν κάδον τὴν ποιμαντικὴν λαβὼν καὶ τὰς βώλους, οὕτως ἐπὶ τὸν σάρκινον ἐκεῖνον πύργον ἐξῄει. Ἀλλ’ ὅρα πάλιν καὶ τὸν ἀλλόφυλον πρὸς τὸ εὐτελὲς τῆς ἡλικίας ὁρῶντα, καὶ ἐντεῦθεν ἐξευτελίζοντα τὸν δίκαιον, καὶ καθάπερ παιδίου εὐτελοῦς κατεξανιστάμενον διὰ τῶν ῥημάτων. | |
25 | Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν μετὰ τῆς κάδου τῆς ποιμαντι‐ κῆς ἐπ’ αὐτὸν ὁρμήσαντα, καὶ τὰς βώλους μόνας ἐπι‐ φερόμενον, μονονουχὶ πρὸς αὐτὸν ἔλεγεν· Ἐνόμισας σὺ πάλιν προβάτοις ἐφεστάναι, καὶ κύνας τινὰς ἐκδιώκειν, καὶ διὰ τοῦτο καθάπερ κύνα τινὰ ἐλαύνων, οὕτω μετὰ | |
30 | τῶν ὀργάνων ἐκείνων ἐπὶ τὴν πρὸς ἐμὲ μάχην ὥρμησας; ἄρτι σε ἡ πεῖρα διδάξει, ὡς οὐ πρὸς τὸν τυχόντα σοι ὁ πόλεμος. Καὶ πολλῇ τῇ μεγαλοῤῥημοσύνῃ χρησάμενος ἔσπευδε καὶ ἠπείγετο, καὶ τὴν παντευχίαν ἐκίνει, καὶ τὰ ὅπλα ἐξέτεινεν. Ἀλλ’ ὁ μὲν τῇ δυνάμει τῶν ὅπλων | |
35 | πεποιθὼς ἥπτετο τῆς μάχης· ὁ δὲ, τῇ πίστει καὶ τῇ ἄνωθεν συμμαχίᾳ συμφράξας ἑαυτόν. Καὶ πρότερον διὰ τῶν ῥημάτων τοῦ ἀλλοφύλου τὸ φρύαγμα κατενεγκὼν, καὶ εἰπὼν πρὸς αὐτόν· Σὺ μὲν ἔρχῃ πρός με ἐν ὅπλῳ καὶ δόρατι, καὶ τῇ οἰκείᾳ ἰσχύϊ νομίζεις περιγενέσθαι· | |
40 | ἐγὼ δὲ ἐν ὀνόματι Κυρίου τοῦ Θεοῦ. Καὶ ταῦτα εἰπὼν, καὶ ἀνελόμενος ἐκ τῆς κάδου τῆς ποιμενικῆς μίαν βῶλον, καθάπερ ὄντως κύνα τινὰ μέλλων ἀπελαύνειν ἐπιόντα τῇ ποίμνῃ, οὕτω τῇ σφενδόνῃ ἐξακοντίσας, παραχρῆμα κατὰ τοῦ μετώπου πλήξας τὸν ἀλλόφυλον κατήνεγκε, | |
45 | καὶ σπεύσας καὶ ἀφελὼν αὐτοῦ τὸ ξίφος, δι’ ἐκείνου τὴν κεφαλὴν ἀποτεμὼν, οὕτως ἤνεγκε τῷ βασιλεῖ, καὶ τέλος τῷ πολέμῳ δέδωκε. Καὶ δι’ ἐκείνου καὶ ὁ βασιλεὺς τὴν σωτηρίαν εὕρατο, καὶ πᾶς ὁ τούτου στρατὸς ἀνέπνευσε. Καὶ ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, τὸν | |
54.426(50) | ὡπλισμένον ὑπὸ τοῦ ἀόπλου κατενηνεγμένον, καὶ τὸν τὰ πολεμικὰ ἔμπειρον ὑπὸ τοῦ τῆς ποιμενικῆς πλέον εἰδότος μηδὲν πίπτοντα. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ὅτι ὁ μὲν τὴν ἄνωθεν εἶχε συμμαχίαν συνεφαπτομένην αὐτῷ, ὁ δὲ ταύτης ἔρημος ὢν ὑπὸ ταῖς τούτου χερσὶν ἐγίνετο. Ἀλλ’ | |
55 | ὅρα λοιπὸν ἐνταῦθα τὸ πάθος τοῦ φθόνου ὅσην εἰργάσατο τὴν ἀτοπίαν. Ἐπειδὴ γὰρ εἶδεν ὁ βασιλεὺς εὐφημίας πολλῆς ἀπολαύσαντα τὸν δίκαιον τοῦτον, καὶ τὰς χορευού‐ σας κραζούσας· Ἐνίκησε Σαοὺλ ἐν χιλιάσι, καὶ Δαυῒδ ἐν μυριάσιν, οὐκ ἐνεγκὼν πράως τὰ παρ’ αὐτῶν ῥηθέντα | |
60 | (καίτοι κατὰ τὸν τοῦ δικαίου λόγον αὐτῷ μᾶλλον ἐχαρί‐ | |
σαντο, ἢ τῷ Δαυῒδ), ἡττηθεὶς ὑπὸ τοῦ φθόνου τὸν εὐερ‐ | ||
54.427 | γέτην τοῖς ἐναντίοις λοιπὸν ἠμείβετο, καὶ ὃν ἐχρῆν σω‐ τῆρα καὶ εὐεργέτην ἐπιγράφεσθαι, τοῦτον ἀνελεῖν ἐπ‐ εχείρει. Ὢ μανίας ὑπερβολή! ὢ παραπληξίας ἐπίτασις! Τὸν τὴν ζωὴν αὐτῷ χαρισάμενον, καὶ πάντα τὸν στρατὸν | |
5 | αὐτοῦ ἐλευθερώσαντα τῆς τοῦ ἀλλοφύλου μανίας, τοῦτον ὡς πολέμιον λοιπὸν ὑφωρᾶτο, καὶ οὐδὲ ἔναυλος οὖσα ἡ εὐεργεσία περιεγίνετο τοῦ πάθους, ἀλλὰ καθάπερ ὑπὸ μέθης τινὸς, ὑπὸ τοῦ φθόνου σκοτωθεὶς τὸν τῆς διανοίας λογισμὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἑώρα. | |
10 | εʹ. Τοιοῦτον γὰρ ἡ κακία τοῦ πάθους τούτου· αὐτῷ πρότερον λυμαίνεται τῷ τοῦτο τίκτοντι. Καὶ καθάπερ σκώληξ ὑπὸ τοῦ ξύλου τικτόμενος αὐτὸ πρότερον τὸ ξύλον καταναλίσκει· οὕτω καὶ ὁ φθόνος ἐκείνην πρότερον δια‐ φθείρει τὴν τεκοῦσαν αὐτὸν ψυχὴν, καὶ τὸ ἐναντίον ἢ | |
15 | βούλεται τὸν φθονούμενον διατίθησι. Μὴ γάρ μοι τὰ προοίμια σκόπει ἐπὶ τῶν φθονουμένων, ἀλλὰ πρὸς τὸ τέλος ἀφόρα, καὶ ἐννόει ὅτι αὐτὴ ἡ κακία τῶν φθονούν‐ των εἰς μείζονα περιφάνειαν ἄγει τοὺς φθονουμένους. Οἱ μὲν γὰρ καὶ τὸν Θεὸν ἐφέλκονται εἰς συμμαχίαν, καὶ | |
20 | τῆς ἄνωθεν ἀπολαύουσι ῥοπῆς· ὁ δὲ ταύτης ἔρημος, πᾶσιν εὐεπιχείρητος γίνεται, καὶ πρὸ τῶν ἔξωθεν πολε‐ μίων ὑπ’ αὐτοῦ τοῦ πάθους πολιορκούμενος μονονουχὶ καταναλίσκεται, καὶ ὥσπερ ἀδήλοις γνάθοις κατεσθιόμε‐ νος, οὕτω δαπανώμενος, ὑποβρύχιος, ὡς εἰπεῖν, γίνεται. | |
25 | Ὅπερ εἰδότες φεύγωμεν, παρακαλῶ, τὴν λύμην τοῦ πάθους, καὶ πάσῃ δυνάμει ἐξορίζωμεν τοῦτο τῆς ἑαυτῶν ψυχῆς. Πάντων γὰρ τῶν παθῶν τοῦτο ὀλεθριώτερον, καὶ αὐτῇ ἡμῶν τῇ σωτηρίᾳ λυμαινόμενον· τοῦ γὰρ πονηροῦ διαβόλου ἐστὶν εὕρημα. Δι’ ὃ καί τις σοφὸς ἔλεγε· Φθόνῳ | |
30 | [δὲ] διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Τί ἐστι· Φθόνῳ δὲ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον; Ἐπειδὴ γὰρ εἶδε τὸ πονηρὸν τοῦτο θηρίον ἀθάνατον γενόμενον τὸν πρωτόπλαστον, διὰ τῆς οἰκείας πονηρίας εἰς τὴν τῆς ἐντολῆς παρακοὴν αὐτὸν ἤγαγε, | |
35 | καὶ δι’ ἐκείνης τοῦ θανάτου τὴν τιμωρίαν παρεσκεύασεν αὐτὸν ἐπισπάσασθαι. Ὁ φθόνος τοίνυν τὴν ἀπάτην εἰρ‐ γάσατο, ἡ ἀπάτη τὴν παρακοὴν, ἡ παρακοὴ τὸν θάνατον. Διὰ τοῦτό φησι· Φθόνῳ [δὲ] διαβόλου θάνατος εἰσῆλ‐ θεν εἰς τὸν κόσμον. Εἶδες πόση τοῦ πάθους ἡ λύμη; | |
40 | Τὸν ἀθανασίᾳ τιμηθέντα θανάτῳ ὑποκεῖσθαι πεποίηκεν. Ἀλλ’ ὁ μὲν ἐχθρὸς τῆς ἡμετέρας σωτηρίας, τὸν οἰκεῖον φθόνον κινήσας, ὄντα ἀθάνατον τὸν πρωτόπλαστον θα‐ νάτῳ καταδικασθῆναι πεποίηκεν· ὁ δὲ κηδεμὼν καὶ φιλ‐ άνθρωπος Δεσπότης διὰ τοῦ θανάτου τοῦ οἰκείου πάλιν | |
45 | τὴν ἀθανασίαν ἡμῖν ἐχαρίσατο, καὶ μείζονα ὧν ἀπωλέ‐ σαμεν εὕραμεν. Παραδείσου ἐκεῖνος ἐξήγαγε, καὶ εἰς τὸν οὐρανὸν οὗτος ἀνήγαγε· θανάτῳ καταδικασθῆναι ἐκεῖνος πεποίηκε, καὶ τὴν ἀθανασίαν ἡμῖν οὗτος ἐχαρί‐ σατο· τῆς ἐν παραδείσῳ τρυφῆς ἀπεστέρησεν ἐκεῖνος, | |
54.427(50) | καὶ βασιλείαν ἡμῖν οὐρανῶν εὐτρέπισεν οὗτος. Εἶδες τοῦ Δεσπότου σου τὸ εὐμήχανον, καὶ ὅπως τὰ παρὰ τῆς βασκανίας ὅπλα τοῦ διαβόλου κατὰ τῆς ἡμετέρας σωτη‐ ρίας γεγενημένα, ἐκεῖνα αὐτὰ περιέτρεψεν εἰς τὴν αὐ‐ τοῦ κεφαλήν; Οὐ μόνον γὰρ ἡμᾶς μειζόνων ἠξίωσεν, | |
55 | ἀλλὰ καὶ ἐκεῖνον ἡμῖν ὑποχείριον ἔδωκεν, εἰπών· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Ταῦτα τοίνυν ἅπαντα λογιζόμενοι καὶ τὸν φθόνον τῆς ἑαυτῶν ψυχῆς ἐξορίζωμεν, καὶ τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ ἐπισπώμεθα. Τοῦτο γὰρ ἡμῶν τὸ | |
60 | ὅπλον τὸ ἀκαταγώνιστον· τοῦτο ἡμῶν ἡ μεγίστη περι‐ ουσία. Διὰ τοῦτο καὶ ὁ Ἰσμαὴλ, καίτοι νέος καὶ ἐν ἐρη‐ μίᾳ ὢν καὶ πολλῇ ἀπορίᾳ, ἀθρόον ηὐξήθη, καὶ εἰς ἔθνος μέγα ἐπέδωκεν· ἐπειδὴ Ὁ Θεὸς ἦν, φησὶ, μετὰ τοῦ | |
παιδίου. Ἐντεῦθεν γὰρ ἡμῖν ὁ λόγος ἅπας ἐξεκυλίσθη. | Column end | |
54.428 | Ὑπερίδωμεν οὖν, παρακαλῶ, τῶν παρόντων, ποθήσω‐ μεν τὰ μέλλοντα, τὴν εὔνοιαν τὴν παρὰ τοῦ Θεοῦ πάν‐ των προτιμῶμεν, καὶ διὰ τῆς ἀρίστης πολιτείας ἑαυτοῖς πολλὴν προαποθώμεθα τὴν παῤῥησίαν, ἵνα καὶ τὸν παρ‐ | |
5 | όντα βίον ἀλύπως διανύσαι δυνηθῶμεν, καὶ τῶν μελλόν‐ των ἀγαθῶν ἐπιτύχωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
10t | ΟΜΙΛΙΑ ΜΖʹ. | |
11n | Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε | |
12n | τὸν Ἀβραάμ. | |
13 | αʹ. Πολὺ τῶν σήμερον ἡμῖν ἀναγνωσθέντων τὸ κέρδος, καὶ ἄφατος ὁ θησαυρὸς ὁ τοῖς βραχέσι τούτοις ῥήμασιν | |
15 | ἐγκεκρυμμένος. Τοιαῦτα γὰρ τὰ θεῖα λόγια· οὐκ ἐν τῷ πλήθει τῶν ῥημάτων, ἀλλ’ ἐν τῇ συντομίᾳ τῶν λόγων πολὺν ἐναποκείμενον ἔχει τὸν πλοῦτον. Φέρε οὖν, ἀναπτύ‐ ξωμεν τὰ εἰρημένα, καὶ καταμάθωμεν ἀκριβῶς τῶν σήμερον ἀναγνωσθέντων τὴν δύναμιν. Οὕτω γὰρ πάλιν | |
20 | εἰσόμεθα καὶ τοῦ πατριάρχου τὴν πολλὴν ἀρετὴν, καὶ τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν. Καὶ ἐγένε‐ το, φησὶ, μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. Τί βούλεται ταυτὶ τὰ ῥήματα. Καὶ ἐγένετο μετὰ τὰ ῥήματα ταῦτα, ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ; | |
25 | Σκόπει μοι τὴν θείαν Γραφὴν, πῶς ἐντεῦθεν ἤδη βούλε‐ ται ἐκκαλύψαι ἡμῖν τοῦ δικαίου τὴν ἀρετήν. Καὶ ἐπειδὴ μέλλει διηγεῖσθαι τὴν πεῖραν τὴν παρὰ τοῦ Θεοῦ ἐπαγο‐ μένην τῷ Ἀβραὰμ, πρότερον ἡμᾶς βούλεται τὸν καιρὸν διδάξαι, καθ’ ὃν ταῦτα ὁ πατριάρχης ἐπετάττετο, καὶ | |
30 | πότε τὸν Ἰσαὰκ ἀνενεγκεῖν ἐκελεύετο, ἵνα μάθῃς τὴν πολλὴν τοῦ πατριάρχου ὑπακοὴν, καὶ ὅπως τῶν τῷ Θεῷ δοκούντων οὐδὲν προτιμᾷν ἠνέσχετο. Τί οὖν ἐστιν, Ἐγέ‐ νετο δὲ μετὰ τὰ ῥήματα ταῦτα; Ἐπειδὴ γὰρ μετὰ τὸν τοῦ Ἰσαὰκ τόκον, ἡνίκα ἐθεάσατο ἡ Σάῤῥα τὸν | |
35 | Ἰσμαὴλ συναναστρεφόμενον τῷ Ἰσαὰκ, καθάπερ χθὲς πρὸς ὑμᾶς διελέχθημεν, δυσχεράνασα πρὸς τοῦτο ἡ Σάῤῥα ἔλεγε πρὸς τὸν Ἀβραάμ· Ἔκβαλε τὴν παιδί‐ σκην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσῃ ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ μου· ἐφάνη | |
40 | δὲ τοῦτο σκληρὸν τῷ πατριάρχῃ, βουλόμενος ὁ Θεὸς παραμυθήσασθαι τὸν δίκαιον, φησίν· Ὑπάκουσον Σάῤ‐ ῥας τῆς γυναικός σου, καὶ ποίει τὸ παρ’ αὐτῆς λεχθέν· καὶ μὴ σκληρόν σοι φαινέσθω τὸ περὶ τοῦ παιδίου καὶ τῆς παιδίσκης. Ἐν γὰρ τῷ Ἰσαὰκ κληθήσεταί σοι | |
45 | σπέρμα, καὶ τοῦτον δὲ ποιήσω εἰς ἔθνος μέγα, ἐπειδὴ σπέρμα σόν ἐστι. Καὶ πᾶσα ἡ ὑπόσχεσις αὐτῷ καὶ ἡ παρὰ τοῦ Θεοῦ ἐπαγγελία αὕτη ἦν, ὥστε εἰς πολὺ πλῆ‐ θος ἐκτείνεσθαι τοὺς ἐκ τοῦ Ἰσαὰκ τεχθέντας. Ἐπειδὴ ταύταις ταῖς ἐλπίσι τρεφόμενος ὁ δίκαιος διετέλει, καὶ | |
54.428(50) | ὡς τῶν τοσούτων καὶ ἐπαλλήλων θλίψεων καὶ πειρα‐ σμῶν τὰς ἀμοιβὰς κομισάμενος, καὶ ἐν ἀσφαλείᾳ λοι‐ πὸν γεγονὼς, καὶ ὁρῶν ἐν ὀφθαλμοῖς τὸν μέλλοντα διαδέχεσθαι αὐτοῦ τὸν κλῆρον, οὕτω μετὰ ἀδείας καθ‐ ειστήκει, μεγίστην ἐντεῦθεν παραμυθίαν καρπούμενος. | |
55 | Ἀλλ’ ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενος, βουλό‐ μενος ἡμῖν ἐκκαλύψαι τοῦ δικαίου τὴν ἀρετὴν, καὶ τὸν πολὺν πόθον, ὃν περὶ αὐτὸν ἐπεδείκνυτο, μετὰ τὰς τοσαύ‐ τας ὑποσχέσεις, καὶ ταύτην τὴν πρόσφατον γεγενημένην, | |
καὶ ἧς τὴν μνήμην ἔναυλον εἶχεν, ὅτε λοιπὸν | ||
54.429 | ἐν ἡλικίᾳ γέγονεν ὁ Ἰσαὰκ, καὶ ἐν αὐτῷ τῷ ἄνθει τῆς ἡλικίας ἐτύγχανε, καὶ τὸν πόθον τοῦ πατρὸς τὸν περὶ αὐτὸν ἦν ἰδεῖν αὐξανόμενον, τότε μετὰ τὰ ῥήματα ταῦτα τῆς ἐπαγγελίας, καὶ μετὰ τὸ εἰπεῖν, ὅτι Ἐν αὐτῷ κλη‐ | |
5 | θήσεταί σοι σπέρμα, καὶ αὐτὸς ἔσται σου διάδοχος· Μετὰ τὰ ῥήματα ταῦτα ὁ Θεὸς ἐπείραζε τὸν Ἀβραάμ. Τί ἐστιν, Ἐπείραζεν; Οὐχ ὡς αὐτὸς ἀγνοῶν, ἀλλὰ προσῆγεν αὐτῷ τὴν πεῖραν, ἵνα καὶ οἱ τότε παρόντες, καὶ οἱ ἐξ ἐκείνου μέχρι τοῦ παρόντος παιδεύωνται τὸν | |
10 | αὐτὸν πόθον τῷ πατριάρχῃ, καὶ τὴν ὑπακοὴν ἐπιδείκνυ‐ σθαι περὶ τὰ τοῦ Δεσπότου προστάγματα. Καὶ εἶπε, φησὶ, πρὸς αὐτόν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Τί βούλεται ὁ τοῦ ὀνόματος διπλασιασμός; Τῆς πολλῆς εὐνοίας τῆς περὶ τὸν πατριάρχην σημεῖόν | |
15 | ἐστι, καὶ ἐδείκνυ αὐτῷ καὶ διὰ τῆς κλήσεως, ὅτι μέλλει τι τῶν ἀναγκαίων αὐτῷ ἐπιτάττειν. Παρασκευάζων τοίνυν αὐτὸν συντεῖναι ἑαυτὸν καὶ μετὰ σπουδῆς προσ‐ έχειν τοῖς παρ’ αὐτοῦ λεγομένοις, τῷ διπλασιασμῷ τῆς κλήσεως ἐχρήσατο, καί φησιν· Ἀβραὰμ, Ἀβραάμ. Ὁ | |
20 | δὲ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Μέγας ὁ ὄγκος τοῦ ἐπιτάγματος, καὶ ὑπερβαῖνον ἀνθρω‐ | |
25 | πίνην φύσιν τὸ πρᾶγμα. Λάβε τὸν υἱόν σου τὸν ἀγα‐ πητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Ὅρα πῶς δι’ αὐ‐ τῶν τῶν ῥημάτων μείζονα τὴν πυρὰν ἀνάπτει, καὶ τὴν κάμινον τῆς φιλοστοργίας τοῦ δικαίου, ἣν περὶ τὸν Ἰσαὰκ ἐκέκτητο, σφοδρότερον διεγείρει. Λάβε τὸν υἱόν | |
30 | σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαάκ. Ἕκαστον καθ’ ἑαυτὸ ἱκανὸν καθικέσθαι τῆς τοῦ δικαίου ψυχῆς. Οὐ γὰρ ἁπλῶς εἶπε, Τὸν Ἰσαὰκ, ἀλλὰ προσέθηκε, Τὸν υἱόν σου, ὃν παρὰ πᾶσαν προσδοκίαν ἐκτήσω, καὶ ἐν αὐτῷ τῷ γήρᾳ σχεῖν ἠδυνήθης, Τὸν ἀγαπητὸν, τὸν πε‐ | |
35 | ριπόθητόν σου, ὃν μεθ’ ὑπερβολῆς ἀγαπᾷς, τὸν Ἰσαὰκ, ὃν διάδοχον ἕξειν προσδοκᾷς, ἐξ οὗ καὶ τὸ σπέρμα σου αὔξεσθαι ἐπηγγειλάμην, καὶ τοσοῦτον αὔξεσθαι, ὡς τῷ πλήθει τῶν ἄστρων, καὶ τῇ ἄμμῳ τῇ παρὰ τὸ χεῖλος τῆς θαλάσσης ἐξισωθῆναι. Τοῦτον οὖν αὐτὸν Λάβε, καὶ | |
40 | πορεύθητι εἰς τὴν γῆν τὴν ὑψηλὴν, καὶ ἀνένεγκε αὐτὸν ἐκεῖ εἰς ὁλοκαύτωσιν ἐφ’ ἓν τῶν ὀρέων, ὧν ἄν σοι εἴπω. Θαυμάσαι μοι ἔπεισι, πῶς καὶ τὴν ἀκοὴν ἤνεγκεν ὁ δίκαιος. Τοῦτον γὰρ αὐτὸν, φησὶ, τὸν οὕτω σοι περιπόθητον, ἀνένεγκέ μοι εἰς ὁλοκαύτωσιν ἐφ’ ἓν | |
45 | τῶν ὀρέων. Τί οὖν ὁ δίκαιος; Οὐκ ἐταράχθη τὸν λογι‐ σμὸν, οὐ συνεχύθη τὴν διάνοιαν, οὐκ ἠπόρησε πρὸς τὸ ξένον τοῦ ἐπιτάγματος, οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο πρὸς ἑαυτόν· Τί τοῦτο; ὁ παρὰ πᾶσαν προσδοκίαν σπέρμα χαρισάμενος, ὁ διὰ τὴν οἰκείαν φιλανθρωπίαν τὴν μή‐ | |
54.429(50) | τραν τῆς Σάῤῥας ζωογονήσας νεκρωθεῖσαν, λοιπὸν μετὰ τὸ γαλακτοτροφηθῆναι καὶ αὐξηθῆναι, καὶ λοιπὸν ἐν ἡλικίᾳ γενέσθαι, σφαγῆναι τὸ τεχθέν μοι κελεύει, καὶ εἰς ὁλοκαύτωσιν ἀνενεχθῆναι· ὁ πρὸ βραχέως εἰπὼν, Ἐν αὐτῷ κληθήσεταί σοι σπέρμα, νῦν τὰ ἐναντία | |
55 | ἐπιτάττει; Καὶ πῶς ἂν εἰς ἔργον ἐξέλθοι ποτὲ τὰ παρ’ αὐτοῦ ἐπαγγελθέντα; Πῶς γὰρ οἷόν τε τῆς ῥίζης ἐκτεμνομένης τοὺς κλάδους φυῆναί ποτε, ἢ τοῦ δένδρου ἐκκοπτομένου τὸν καρπὸν ἐνεχθῆναι, ἢ τῆς πηγῆς ξη‐ ρανθείσης ποταμοὺς ἀναδοθῆναι; Κατὰ μὲν τὴν ἀνθρω‐ | |
60 | πίνην ἀκολουθίαν ταῦτα γενέσθαι ἀμήχανον· Θεοῦ δὲ βουληθέντος πάντα γενέσθαι δυνατόν. βʹ. Ἀλλὰ τούτων μὲν οὐδὲν ἐλογίσατο ὁ δίκαιος οὗτος, ἀλλὰ καθάπερ εὐγνώμων οἰκέτης, πάντα λογισμὸν ἀνθρώ‐ πινον παρωσάμενος, ἑνὸς μόνου ἐγίνετο, τοῦ τὸ ἐπιτα‐ | |
65 | χθὲν εἰς ἔργον ἀγαγεῖν, καὶ ὥσπερ ἐκτὸς γεγονὼς τῆς | |
ἀνθρωπείας φύσεως, καὶ πᾶσαν συμπάθειαν καὶ πατρι‐ | Column end | |
54.430 | κὴν φιλοστοργίαν δευτέραν ἡγησάμενος τῶν τοῦ Θεοῦ προσταγμάτων, ἐπὶ τὴν ἐκπλήρωσιν ἔσπευδε. Καὶ ἀνα‐ στὰς, φησὶν, Ἀβραὰμ τὸ πρωῒ, ἐπέσαξε τὴν ὄνον αὐτοῦ. Παρέλαβε δὲ μεθ’ ἑαυτοῦ δύο παῖδας καὶ | |
5 | Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· καὶ σχίσας ξύλα εἰς ὁλο‐ κάρπωσιν ἀναστὰς ἐπορεύθη, καὶ ἦλθεν ἐπὶ τὸν τό‐ πον, ὃν εἶπεν αὐτῷ ὁ Θεὸς, τῇ ἡμέρᾳ τῇ τρίτῃ. Ὅρα τὸν φιλάνθρωπον Δεσπότην, πῶς καὶ ἐν τῷ διαστήματι βασανίζει τοῦ δικαίου τὴν ἀρετήν. Ἐννόησον δὲ καὶ | |
10 | τὸν δίκαιον τί εἰκὸς ἦν ὑπομένειν ταῖς τρισὶν ἡμέραις, αὐτὸν καθ’ ἑαυτὸν μὲν ἀναλογιζόμενον τὸ ἐπίταγμα, καὶ ὅτι αὐτὸς μέλλει ταῖς οἰκείαις χερσὶ τὸν οὕτω πο‐ θούμενον σφάζειν υἱὸν ἐνθυμούμενον, οὐδενὶ δὲ τὸ πρᾶ‐ γμα κοινώσασθαι ἔχοντα· καὶ καταπλάγηθι τὴν γνώμην | |
15 | αὐτοῦ τὴν φιλόθεον καὶ τὴν σύνεσιν. Ἐπειδὴ γὰρ ᾔδει τὸ μέγεθος τοῦ ἐπιτάγματος, οὐδενὶ ὅλως τοῦτο γνώρι‐ μον ποιεῖ, οὔτε τοῖς παισὶν, οὔτε αὐτῷ τῷ Ἰσαὰκ, ἀλλὰ μόνος καθ’ ἑαυτὸν τὸν ἀγῶνα τοῦτον ἠγωνίζετο, καὶ καθάπερ ἀδάμας τις οὕτως ἀκαταγώνιστος ἔμενε, τὴν | |
20 | ἀνδρείαν τῶν λογισμῶν ἐπιδεικνύμενος, οὐδὲ πολυπρα‐ γμονῶν, ἀλλ’ εἴκων μετὰ πολλοῦ τοῦ πόθου τῷ τοῦ Θεοῦ νεύματι. Καὶ ἐπειδὴ περὶ τὸν τόπον ἔφθασεν, Ἀναβλέ‐ ψας, φησὶν, Ἀβραὰμ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε τὸν τόπον μακρόθεν, καὶ εἶπε τοῖς παισὶν αὐτοῦ· | |
25 | Καθίσατε αὐτοῦ μετὰ τῆς ὄνου. Ὅρα καὶ ἐνταῦθα τοῦ δικαίου τὴν πολλὴν σύνεσιν· καὶ τοὺς παῖδας λαθεῖν ἐβούλετο, διὰ πάντων δεικνὺς ὅτι μετὰ προ‐ θυμίας ζεούσης καὶ ἐπιτεταμένου πόθου πληροῦν ἐβού‐ λετο τὸ τῷ Θεῷ δοκοῦν. Ἐπειδὴ γὰρ ᾔδει, ὅτι καινὸν καὶ | |
30 | παράδοξον ἦν, καὶ οὐ πρότερον ὑφ’ ἑτέρου γεγονὸς τὸ παρ’ αὐτοῦ μέλλον γίνεσθαι, κρύπτει τοὺς παῖδας καὶ καταλιπὼν αὐτοὺς μετὰ τῆς ὄνου, φησίν· Ἐνταῦθα ἀναμείνατε, ἐγὼ δὲ καὶ τὸ παιδάριον διελευσόμεθα ἕως ὧδε, καὶ προσκυνήσαντες ἀνακάμψομεν πρὸς | |
35 | ὑμᾶς. Οὐκ εἰδὼς ὅτι τοῦτο ἔσται, ὃ ἔλεγεν, ἀλλὰ προ‐ εφήτευσε μὲν, ἴσως τοῦτο ἀγνοῶν. Ἔλεγε δὲ τοῖς παισὶ, τάχα ἐξαπατῶν αὐτοὺς καὶ παρασκευάζων αὐτόθι μέ‐ νειν· καὶ λοιπὸν ἦν ὁ πατριάρχης μετὰ τοῦ παιδός. Ἔλαβε δὲ Ἀβραὰμ τὰ ξύλα τῆς ὁλοκαρπώσεως, καὶ | |
40 | ἐπέθηκεν Ἰσαὰκ τῷ υἱῷ αὐτοῦ. Ἔλαβε δὲ μετὰ χεῖ‐ ρας τὸ πῦρ καὶ τὴν μάχαιραν, καὶ ἐπορεύθησαν οἱ δύο ἅμα. Ὢ ψυχῆς ἀνδρεία! ὢ φρονήματος στεῤῥότης! Ἐπέθηκε, φησὶ, τῷ Ἰσαὰκ τὰ ξύλα τῆς ὁλοκαρπώ‐ σεως· αὐτὸς δὲ τὴν μάχαιραν καὶ τὸ πῦρ ἔλαβε, καὶ | |
45 | ἐπορεύοντο οἱ δύο ἅμα. Ποίοις ὀφθαλμοῖς ἑώρα τὸ παι‐ δίον τὰ ξύλα ἐπιφερόμενον, οἷς ἔμελλεν αὐτὸν μετ’ οὐ πολὺ ἐπιθύειν; πῶς ἡ χεὶρ φέρειν ἠδύνατο τὸ πῦρ καὶ τὴν μάχαιραν; Καὶ ἡ μὲν χεὶρ ἐπεφέρετο τὸ πῦρ τὸ αἰσθητὸν, τὸ δὲ ἔνδοθεν πῦρ κατέφλεγεν αὐτοῦ τὴν | |
54.430(50) | διάνοιαν, καὶ ἐδαπάνα τὸν λογισμὸν, πεῖθον νικᾷν τῷ πρὸς τὸν Θεὸν πόθῳ, καὶ παρασκευάζον λογίζεσθαι, ὅτι ὁ ἤδη παρασχὼν καὶ ὑπὲρ φύσιν ἀνθρωπίνην πατέρα γενέσθαι παρασκευάσας δυνήσεται καὶ νῦν τὰ ὑπερβαί‐ νοντα τὸν ἀνθρώπινον λογισμὸν ἐργάσασθαι. Ἀλλ’ ὅρα | |
55 | μοι λοιπὸν πρὸ τοῦ αἰσθητοῦ πυρὸς τὴν ἔνδοθεν κατὰ μικρὸν ἐξαπτομένην κάμινον καὶ φλέγουσαν τοῦ δικαίου τὴν ψυχήν. Εἶπε δὲ, φησὶν, Ἰσαὰκ πρὸς Ἀβραὰμ τὸν πατέρα αὐτοῦ· Πάτερ. Ἱκανὸν τὸ ῥῆμα τῶν σπλάγχ‐ νων αὐτῶν τοῦ δικαίου καθάψασθαι. Ὁ δὲ εἶπε· Τί ἐστι, | |
60 | τέκνον; Πατέρα καλεῖς τὸν μετὰ μικρὸν ἄπαιδα ἐσόμε‐ νον, κἀγὼ τέκνον προσαγορεύω τὸν μετ’ οὐ πολὺ μέλλοντα ἐπὶ τὸν βωμὸν ἀνιέναι, καὶ ὃν ταῖς οἰκείαις χερσὶ μέλλω σφάζειν. Εἶτα ὁ παῖς φησιν· Ἰδοὺ τὸ πῦρ ἐπιφέρῃ, κἀγὼ τὰ ξύλα· ποῦ ἔστι τὸ θῦμα τὸ μέλλον προσάγε‐ | |
65 | σθαι; Ποῦ ἔστι τὸ πρόβατον τὸ εἰς τὴν ὁλοκάρπωσιν; Ἐννόει μοι ἐνταῦθα τοῦ δικαίου τὴν βάσανον· πῶς | |
ἤνεγκε τὴν ἀκοὴν, πῶς ἴσχυσε ἀποκρίνασθαι τῷ παιδὶ, | ||
54.431 | πῶς οὐ συνεχύθη, πῶς ἤνεγκε ταμιεύσασθαι, καὶ μὴ κατάδηλον ποιῆσαι τῷ παιδὶ τὸ μέλλον ἔσεσθαι, ἀλλά φησι γενναίῳ φρονήματι καὶ ἀνδρείᾳ τῇ ψυχῇ· Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. | |
5 | Ὅρα καὶ ἐνταῦθα πῶς οὐκ εἰδὼς πάλιν μηνύει τὸ μέλλον ἔσεσθαι. Ἔδοξε γὰρ διὰ τῆς ἀποκρίσεως παραλογίζε‐ σθαι τὸν Ἰσαὰκ, ἀλλ’ ἐκεῖνον μὲν διὰ τῶν ῥημάτων πρὸς τὸ παρὸν ἔπεισεν, αὐτὸς δὲ μείζονα τὴν ὀδύνην καὶ ἐπι‐ τεταμένην ὑπέμενε, τὰ ῥήματα αὐτὰ στρέφων ἐν τῇ | |
10 | διανοίᾳ, καὶ ἐννοῶν τοῦ παιδὸς τὴν εὐμορφίαν τὴν ἔξω‐ θεν, τῆς ψυχῆς τὸ κάλλος, τὸ πειθήνιον, τὸ ἐπέραστον, αὐτὸ τῆς ἡλικίας τὸ ἄνθος. Πορευθέντες δὲ ἀμφότεροι ἦλθον ἐπὶ τὸν τόπον, ὃν εἶπεν αὐτῷ ὁ Θεός. Παρ‐ εγένοντο, φησὶν, ἐπὶ τὸ ὄρος τὸ ὑψηλὸν, ὅπερ αὐτῷ ὁ Θεὸς | |
15 | ἐγνώρισε· Καὶ ᾠκοδόμησεν ἐκεῖ Ἀβραὰμ θυσιαστή‐ ριον. Πάλιν ἐκπλήττομαι τοῦ δικαίου τὴν ἀνδρείαν, πῶς ἠδυνήθη τὸ θυσιαστήριον οἰκοδομῆσαι, πῶς ἴσχυσε, πῶς οὐ διελύθη ὑπὸ τῆς ἀγωνίας. Ἀλλὰ καὶ τὸ θυσιαστή‐ ριον ᾠκοδόμησε, καὶ ἐπέθηκε τὰ ξύλα. Καὶ συμποδί‐ | |
20 | σας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ, ἐπέθηκεν αὐτὸν ἐπὶ τὸ θυσιαστήριον. Καὶ ἐξέτεινεν Ἀβραὰμ τὴν χεῖρα αὐ‐ τοῦ, λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. γʹ. Μὴ ἁπλῶς παραδράμωμεν, ἀγαπητοὶ, τὰ εἰρη‐ μένα, ἀλλ’ ἐννοήσωμεν πῶς οὐκ ἀπέπτη τοῦ σώματος | |
25 | ἡ ψυχὴ, πῶς ἤνεγκε ταῖς οἰκείαις χερσὶ συμποδίσαι, καὶ τοῖς ξύλοις ἐπιθεῖναι τὸν ἀγαπητὸν, τὸν ἐπέραστον, τὸν μονογενῆ· Καὶ ἐξέτεινε, φησὶν, Ἀβραὰμ τὴν χεῖρα αὐτοῦ, λαβεῖν τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Ὢ φιλοθέου ψυχῆς! ὢ γνώμης ἀνδρείας! ὢ πόθου ἐπιτε‐ | |
30 | ταμένου! ὢ λογισμοῦ νικῶντος ἀνθρωπίνην φύσιν! Ἔ‐ λαβε, φησὶ, τὴν μάχαιραν, σφάξαι τὸν υἱὸν αὐτοῦ. Τίνα θαυμάσω καὶ ἐκπλαγῶ; τοῦ πατριάρχου τὸ ἀνδρεῖον φρόνημα, ἢ τοῦ παιδὸς τὴν ὑπακοήν; ὅτι οὐκ ἀπεσκίρτησεν, οὐδὲ ἐδυσχέρανε πρὸς τὸ γινόμενον, ἀλλ’ | |
35 | ἐπείθετο καὶ εἶκε τοῖς ὑπὸ τοῦ πατρὸς γινομένοις, καὶ καθάπερ ἀρνίον μεθ’ ἡσυχίας τῷ βωμῷ ἐπέκειτο, ἀνα‐ μένων τοῦ πατρὸς τὴν δεξιάν; Ἀλλ’ ἐπειδὴ τὰ τῆς γνώ‐ μης ἅπαντα ἀπηρτίσθη, καὶ οὐδὲν λοιπὸν ἐνέλιπε, δει‐ κνὺς ὁ ἀγαθὸς Δεσπότης ὅτι οὐ σφαγῆναι τὸν παῖδα | |
40 | βουλόμενος ταῦτα ἐπέταξεν, ἀλλὰ τοῦ δικαίου θέλων ἐκκαλύψαι τὴν ἀρετὴν ἀπὸ τῆς γνώμης στεφανώσας τὸν δίκαιον, καὶ ἀπὸ τῆς προαιρέσεως, τοῦ πατριάρχου τὴν ἀπηρτισμένην θυσίαν δεξάμενος λοιπὸν τὴν οἰκείαν ἐπιδείκνυται φιλανθρωπίαν. Καὶ ἐκάλεσεν αὐτὸν, φη‐ | |
45 | σὶν, ἄγγελος Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ εἶπεν· Ἀβραὰμ, Ἀβραάμ. Ἐπειδὴ γὰρ ἑώρα συντεταμέ‐ νον τὸν δίκαιον, καὶ ἕτοιμον ὄντα πρὸς τὴν σφαγὴν, καὶ τὸ ἐπίταγμα πληρῶσαι βουλόμενον, διὰ τοῦτο καλεῖ αὐτὸν ἐκ τοῦ οὐρανοῦ, καί φησιν, Ἀβραὰμ, Ἀβραάμ. | |
54.431(50) | Καλῶς καὶ ἐνταῦθα τῷ διπλασιασμῷ ἐχρήσατο, ἵνα περιγένηται τῆς ὁρμῆς τοῦ δικαίου, καὶ μονονουχὶ διὰ τῆς φωνῆς κατάσχῃ τοῦ πατριάρχου τὴν δεξιὰν ἐπει‐ γομένην πρὸς τὴν τοῦ παιδὸς σφαγήν. Καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπε· Μὴ ἐπιβάλῃς τὴν χεῖρά σου ἐπὶ τὸ | |
55 | παιδάριον, μηδὲ ποιήσῃς αὐτῷ μηδέν. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σὺ, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. —Μὴ ἐπιβάλῃς, φησὶ, τὴν χεῖρά σου ἐπὶ τὸ παιδάριον. Οὐ τὸ ἔργον γενέσθαι βουλόμενος τοῦτο ἐπέταξα, οὐδὲ σφαγῆναι θέλων τὸν | |
60 | παῖδα τὸν σὸν, ἀλλὰ τὴν ὑπακοὴν τὴν σὴν ἅπασι κατάδηλον ποιῆσαι. Μὴ τοίνυν ποιήσῃς αὐτῷ μηδέν· ἀρκοῦμαι γὰρ τῇ γνώμῃ τῇ σῇ, καὶ ἐντεῦθεν στεφανῶ καὶ ἀνακη‐ | |
ρύττω σε. Νῦν γὰρ ἔγνων ὅτι φοβῇ σὺ τὸν Θεόν. Ὅρα | Column end | |
54.432 | λέξεως συγκατάβασιν. Τί οὖν; πρὸ τούτου ἠγνόει τοῦ δικαίου τὴν ἀρετὴν, καὶ νῦν ἔγνω ὁ τῶν ὅλων Δεσπότης; Οὐ τοῦτό φησιν, ὅτι αὐτὸς νῦν ἔγνω. Ἀλλὰ τί; Νῦν, φησὶν, ἅπασιν ἐγνώρισας, ὅπως εἰλικρινῆ τὸν φόβον | |
5 | ἔχεις τὸν πρὸς τὸν Θεόν. Ἐγὼ μὲν γὰρ ᾔδειν τὸν ἐμὸν θεράποντα· τὰ δὲ νῦν παρὰ σοῦ γενόμενα τοῖς τε νῦν οὖσι, ταῖς τε μετὰ ταῦτα γενεαῖς διδασκαλίας ὑπόθεσις γενήσεται. Ἐγνώρισας γὰρ νῦν ἅπασιν ὅπως φοβῇ τὸν Θεὸν, καὶ τὰ προσταττόμενα εἰς ἔργον ἀγαγεῖν σπεύ‐ | |
10 | δεις· Καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ· τοῦ σφόδρα σοι περιποθήτου καὶ γνησίως ὑπὸ σοῦ ἀγαπωμένου οὐκ ἐφείσω δι’ ἐμὲ, διὰ τὸ πρόσταγμα τὸ ἐμὸν, διὰ τὸ ἐπίταγμα τὸ παρ’ ἐμοῦ· ἀλλὰ προετί‐ μησας τὸ παρ’ ἐμοῦ κελευσθὲν τοῦ παιδὸς τοῦ σοῦ. Διὰ | |
15 | τοῦτο καὶ τὸν παῖδα δέχου τὸν σόν. Διὰ τοῦτο γάρ σοι ἐπηγγειλάμην τὸ σπέρμα τὸ σὸν ἐκταθήσεσθαι· καὶ τὸν ἐπὶ τῇ ὑπακοῇ στέφανον ἀναδησάμενος ἄπιθι. Ἐγὼ γὰρ τὴν προαίρεσιν οἶδα στεφανοῦν, καὶ ἀπὸ τῆς γνώμης τὰ βραβεῖα παρέχειν. Εἰς ἔργον γὰρ ἐκβῆναι προσήκει | |
20 | τὰ παρὰ σοῦ ῥηθέντα καὶ τοῖς παισὶ τοῖς σοῖς καὶ τῷ Ἰσαάκ· ἐκείνοις γὰρ ἐπηγγείλω, ὅτι Προσκυνήσαντες ἀναστρέψομεν· καὶ τοῦτο ἤδη ἔσται· καὶ τῷ παιδὶ πυθομένῳ, Ποῦ ἔστι τὸ πρόβατον τὸ εἰς ὁλοκάρπωσιν; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, | |
25 | εἶπας. Ἰδοὺ οὖν ἀναβλέψας τοῖς ὀφθαλμοῖς σου ὅρα τὸ προῤῥηθὲν παρὰ σοῦ πρόβατον, ὅπερ ἀντὶ τοῦ παιδὸς ὁλοκαρπώσεις. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς εἶδε, καὶ ἰδοὺ κριὸς εἷς κατεχόμενος τῶν κεράτων ἐν φυτῷ Σαβέκ. Καὶ ἐπορεύθη Ἀβραὰμ, καὶ ἔλαβε | |
30 | τὸν κριὸν, καὶ ἀνήνεγκεν αὐτὸν εἰς ὁλοκάρπωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Εἶδόν σου, φησὶ, τῆς γνώ‐ μης τὸ φιλόθεον, ἰδοὺ ὅπερ προλαβὼν εἶπες τῷ παιδὶ, τοῦ τό σοι παρεσκεύασα. Καὶ ἔλαβε, καὶ ἀνήνεγκεν εἰς ὁλοκάρ‐ πωσιν ἀντὶ Ἰσαὰκ τοῦ υἱοῦ αὐτοῦ. Εἶδες Θεοῦ φιλαν‐ | |
35 | θρωπίαν; Καὶ ἡ θυσία ἀπηρτίσθη, καὶ ὁ πατριάρχης τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης ἐπεδείξατο, καὶ ἀπὸ τῆς προαιρέσεως τὸν στέφανον ἐκομίσατο, καὶ τὸν Ἰσαὰκ λαβὼν ἐπάνεισι μετὰ μυρίων στεφάνων. Ταῦτα δὲ πάντα τύπος ἐγίνετο τοῦ σταυροῦ. Διὰ τοῦτο καὶ ὁ Χριστὸς | |
40 | τοῖς Ἰουδαίοις ἔλεγεν· Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλ‐ λιάσατο, ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν· καὶ εἶδε, καὶ ἐχάρη. Πῶς εἶδεν ὁ πρὸ τοσούτων γεγενημένος χρόνων; Διὰ τοῦ τύπου, διὰ τῆς σκιᾶς. Καθάπερ γὰρ ἐνταῦθα τὸ πρόβατον προσηνέχθη ἀντὶ τοῦ Ἰσαὰκ, | |
45 | οὕτως ὁ λογικὸς ἀμνὸς προσηνέχθη ὑπὲρ τῆς οἰκουμέ‐ νης. Ἔδει γὰρ ἐν τῇ σκιᾷ προδιαγραφῆναι τὴν ἀληθείαν. Ὅρα μοι γὰρ, ἀγαπητὲ, πῶς ἅπαντα διὰ τῆς σκιᾶς προετυποῦτο· μονογενὴς ἐκεῖ, καὶ μονογενὴς ἐν‐ ταῦθα· ἀγαπητὸς ἐκεῖ καὶ γνήσιος, ἀγαπητὸς | |
54.432(50) | καὶ ἐνταῦθα καὶ γνήσιος. Οὗτος γάρ ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, φησὶν, ἐν ᾧ ηὐδόκησα. Ὑπὸ τοῦ πατρὸς ἐκεῖνος εἰς ὁλοκαύτωσιν ἀνεφέρετο, καὶ τοῦτον ὁ Πατὴρ ἐξέδωκε. Καὶ βοᾷ Παῦλος λέγων· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ ὑπὲρ ἡμῶν πάντων | |
55 | παρέδωκεν αὐτὸν, πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαρίσεται; Μέχρι τούτου ἡ σκιά· λοιπὸν δὲ τῶν πραγμάτων ἡ ἀλήθεια πολὺ τὸ ὑπερέχον ἐπιδείκνυται. Ὁ γὰρ ἀμνὸς οὗτος ὁ λογικὸς ὑπὲρ ἁπάσης τῆς οἰκου‐ μένης προσεφέρετο, οὗτος τὴν οἰκουμένην ἅπασαν ἐξ‐ | |
60 | εκάθηρεν· οὗτος τοὺς ἀνθρώπους τῆς πλάνης ἠλευθέρωσε, | |
54.433 | καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήγαγεν· οὗτος τὴν γῆν οὐ‐ ρανὸν ἐποίησεν, οὐ τῶν στοιχείων ἐναλλάξας τὴν φύσιν, ἀλλὰ τὴν ἐν τοῖς οὐρανοῖς πολιτείαν εἰς τοὺς ἐπὶ γῆς ἀνθρώ‐ πους μεταστήσας. Διὰ τούτου πᾶσα ἡ τῶν δαιμόνων θερα‐ | |
5 | πεία λέλυται· διὰ τούτου οὐκ ἔτι λίθοις καὶ ξύλοις προσ‐ κυνοῦσιν ἄνθρωποι, οὐδὲ οἱ λόγῳ τετιμημένοι τοῖς ἀναι‐ σθήτοις ὑποκύπτουσιν, ἀλλὰ πᾶσα ἀπελήλαται ἡ πλάνη, καὶ τὸ τῆς ἀληθείας φῶς τὴν οἰκουμένην κατηύγασεν. δʹ. Εἶδες τῆς ἀληθείας τὴν ὑπεροχήν; εἶδες τί μὲν ἡ | |
10 | σκιὰ, τί δὲ ἡ ἀλήθεια; Καὶ ἐκάλεσε, φησὶν, Ἀβραὰμ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Κύριος εἶδεν· ἵνα εἴ‐ πωσι σήμερον, Ἐν τῷ ὄρει Κύριος ὤφθη. Ὅρα τοῦ δικαίου τὴν φιλόθεον γνώμην, πῶς ἑκάστοτε ἐκ τῶν συμβαινόντων τὰς προσηγορίας τοῖς τόποις ἐπιτίθησι. | |
15 | Τὴν γὰρ παρὰ τοῦ Θεοῦ γενομένην ἐπίσκεψιν βουλόμε‐ νος, καθάπερ ἐν στήλῃ χαλκῇ, ἐναποθέσθαι τῷ τόπῳ διὰ τῆς προσηγορίας, φησὶ, Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Κύριος εἶδεν. Ἤρκει μὲν οὖν πρὸς ἀμοιβὴν τῷ δικαίῳ καὶ τὸ ζῶντα ἐπαναγαγεῖν τὸν Ἰσαὰκ, καὶ τὸ ἀξιωθῆναι | |
20 | τοῦ ἐγκωμίου τοῦ μεγάλου, τοῦ, Νῦν ἔγνων ὅτι φοβῇ τὸν Θεὸν σύ· ἀλλ’ ὁ φιλότιμος ταῖς δωρεαῖς ἀεὶ νικῶν καὶ ταῖς εὐεργεσίαις τὴν ἔννοιαν τὴν ἡμετέραν, ἐπιδαψι‐ λεύεται καὶ νῦν τοῦ δικαίου τὴν γνώμην, καὶ ἀμειβόμενός φησι πάλιν πρὸς αὐτόν· Καὶ ἐκάλεσεν ἄγγελος Κυρίου | |
25 | τὸν Ἀβραὰμ δεύτερον ἐκ τοῦ οὐρανοῦ, λέγων· Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα τοῦτο· καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμὲ, ἦ μὴν εὐλογῶν εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς | |
30 | τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης, καὶ κληρονομήσει τὸ σπέρμα σου τὰς πόλεις τῶν ὑπεναντίων, καὶ ἐνευ‐ λογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς, ἀνθ’ ὧν ὑπήκουσας τῆς ἐμῆς φωνῆς. Ἐπειδὴ | |
35 | ἐπλήρωσας, φησὶ, τὸ ἐπίταγμα τὸ ἐμὸν, καὶ τὴν οἰκείαν ὑπακοὴν διὰ πάντων ἐπεδείξω, διὰ τοῦτο ἄκουε, ὅτι Κατ’ ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος. Ὅρα Θεοῦ συγκα‐ τάβασιν· Κατ’ ἐμαυτοῦ, φησὶν, ὤμοσα, ἵνα θαῤῥεῖν ἔχῃς, ὅτι πάντως ἔσται τὰ παρ’ ἐμοῦ εἰρημένα. Ἐπειδὴ | |
40 | γὰρ οἱ ἄνθρωποι, ἐπὰν δὴ ὅρκον ἐπιθῶσι τοῖς ἐπαγγελ‐ θεῖσι, τότε ὡς βεβαίαν τὴν ὑπόσχεσιν δεξάμενοι, οὕτω διάκεινται οἱ τὴν ἐπαγγελίαν ἐσχηκότες· διὰ τοῦτο καὶ ὁ Δεσπότης τῇ ἀνθρωπίνῃ συνηθείᾳ χρησάμενός φησι· Κατ’ ἐμαυτοῦ ὤμοσα, οὗ εἵνεκεν ἐποίησας τὸ ῥῆμα | |
45 | τοῦτο, καὶ οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. Σκόπει μοι φιλανθρωπίαν Δεσπότου. Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι’ ἐμέ. Καὶ μὴν ζῶντα αὐτὸν ἐπανάγει. Μὴ τὸ τέλος ἴδῃς, ἀγαπητὲ, ἀλλὰ τὴν γνώμην μάθε, μεθ’ ἧς ἀσυλλογίστως τὰ προσ‐ | |
54.433(50) | ταττόμενα ἐπλήρου. Ὅσον γὰρ εἰς προαίρεσιν, ᾕμαξε τὴν δεξιὰν ὁ πατριάρχης, καὶ κατὰ τῆς δέῤῥας τοῦ παι‐ δὸς ἐπαφῆκε τὸ ξίφος, καὶ ἀπηρτισμένην ἀπειργάσατο τὴν θυσίαν· δι’ ὃ καὶ ὁ Δεσπότης, ὡς εἰς ἔργον τῆς θυ‐ σίας ἐνεχθείσης, οὕτω τὸν ἔπαινον τοῦ δικαίου συντίθησι, | |
55 | καί φησιν, ὅτι Οὐκ ἐφείσω τοῦ υἱοῦ σου τοῦ ἀγαπη‐ τοῦ δι’ ἐμέ. Σὺ μὲν οὐκ ἐφείσω διὰ τὸ ἐμὸν πρόσταγμα· ἐγὼ δὲ ἐφεισάμην διὰ τὴν σὴν ὑπακοήν. Ἕνεκεν οὖν τῆς ὑπακοῆς ταύτης ἀμειβόμενός σε, Εὐλογήσω σε, καὶ πληθύνων πληθυνῶ σε. Ὅρα εὐλογίας ἐπίτασιν, | |
60 | ἀντὶ τοῦ, Ἐπὶ πλέον πληθυνῶ τὸ σπέρμα σου. Οὗτος γὰρ | Column end |
54.434 | ὁ τῇ γνώμῃ σου σφαγιασθεὶς, οὕτως εἰς πλῆθος ἐκτει‐ νόμενον ἕξει τὸ σπέρμα, ὡς τοῖς ἄστροις καὶ τῇ ἄμμῳ παρισωθῆναι, Καὶ πάντα τὰ ἔθνη ἐνευλογηθῆναι ἐν τῷ σπέρματί σου, ἀνθ’ ὧν ὑπήκουσας τῆς ἐμῆς φω‐ | |
5 | νῆς. Ταῦτα δέ σοι, φησὶν, ἅπαντα ἔσται διὰ τὴν πολλὴν ὑπακοήν. Ἆρα τῶν μυρίων ἡμῖν ἀγαθῶν πρόξενον γίνεται τὸ ὑπακούειν τῷ Δεσπότῃ, καὶ πείθεσθαι αὐτοῦ τοῖς προστάγμασι, καὶ ὁμοίως τῷ πατριάρχῃ τούτῳ μὴ περιεργάζεσθαι τὰ παρ’ αὐτοῦ ἐπιταττόμενα· ἀλλὰ | |
10 | καθάπερ εὐγνώμονας οἰκέτας πληροῦν τὰ διατεταγμένα, καὶ τὸν ὑπὲρ τούτων λόγον παραχωρεῖν τῷ Δεσπότῃ; Ἐὰν οὖν οὕτω παιδεύσωμεν ἑαυτοὺς, δυνησόμεθα καὶ τὴν αὐτὴν ὑπακοὴν τῷ δικαίῳ ἐπιδείξασθαι, καὶ τῶν αὐτῶν στεφάνων ἐπιτυχεῖν. Πῶς δὲ ὑπακούσομεν; Ἐὰν | |
15 | τὰς ἐντολὰς αὐτοῦ διὰ τῶν ἔργων πληρώσωμεν. Οὐ γὰρ οἱ ἀκροαταὶ, φησὶ, τοῦ νόμου δικαιωθήσονται, ἀλλ’ οἱ ποιηταί. Τί γὰρ ὄφελος, ἐὰν καθ’ ἑκάστην μὲν ἀκούωμεν, ἀμελῶμεν δὲ τῆς τούτων ἐργασίας; Διὸ παρα‐ καλῶ, ἐπὶ τὴν ἐργασίαν αὐτῶν τῶν ἔργων σπεύσωμεν· | |
20 | οὐδὲ γὰρ ἄλλως σωθῆναι δυνατόν· ἵνα καὶ τὰ ἡμαρτη‐ μένα ἀπονιψώμεθα, καὶ τῆς παρ’ αὐτοῦ τοῦ Δεσπότου φιλανθρωπίας ἀξιωθῶμεν, χάριτι καὶ οἰκτιρμοῖς τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ | |
25 | εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
26t | ΟΜΙΛΙΑ ΜΗʹ. | |
27n | Ἀπεκρίθησαν δὲ οἱ υἱοὶ τοῦ Χὲτ πρὸς Ἀβραὰμ, καὶ | |
28n | εἶπαν· Βασιλεὺς παρὰ Θεοῦ εἶ σὺ ἐν ἡμῖν, ἐν τοῖς | |
29n | ἐκλεκτοῖς μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου. | |
30 | Εἴδετε χθὲς, ἀγαπητοὶ, τοῦ πατριάρχου τὴν ἀνδρείαν· εἴδετε ψυχὴν ἀδάμαντος στεῤῥοτέραν, πῶς, τὸ ἧκον εἰς αὐτὸν, διὰ τὸν περὶ τὸν Θεὸν πόθον ἱερεὺς τοῦ παιδὸς ἐγένετο, καὶ τῇ μὲν γνώμῃ ᾕμαξε τὴν δεξιὰν, καὶ τὸ ἱερεῖον προσήνεγκε· διὰ δὲ τὴν ἄφατον τοῦ Θεοῦ φιλ‐ | |
35 | ανθρωπίαν σῶον καὶ ὑγιῆ τὸν παῖδα λαβὼν ἐπανῄει, καὶ ἀπὸ τῆς προαιρέσεως ἀνεκηρύττετο ὁ πατριάρχης καὶ τὸν στέφανον λαμπρὸν ἀνεδήσατο, καὶ τοῦτον τὸν τελευταῖον ἀγῶνα ἠγωνίσατο, καὶ διὰ πάντων τὸ φιλό‐ θεον αὐτοῦ τῆς γνώμης ἐπεδείξατο. Ἴδωμεν καὶ σήμε‐ | |
40 | ρον τοῦ δικαίου τούτου τὸ φιλόστοργον, ὅσην ποιεῖται τοῦ παιδὸς τὴν κηδεμονίαν. Ἐπειδὴ γὰρ μετὰ τὸ ἀπὸ τῆς θυσίας ταύτης ἐπανελθεῖν τῆς καινῆς καὶ παραδόξου διεδέξατο αὐτὸν τῆς Σάῤῥας τὸ πένθος, αἰτήσας παρὰ τῶν υἱῶν Χὲτ κτῆσιν τάφου, καὶ πριάμενος τὸν τόπον, | |
45 | ἀπέθετο τὸν νεκρὸν, καὶ ταύτην πρώτην ἀρχὴν κτήσεως ποιεῖται ὁ πατριάρχης διὰ τὴν τῆς Σάῤῥας τελευτήν. Δεικνῦσα γὰρ ἡμῖν ἡ θεία Γραφὴ διὰ πάντων τοῦ δικαίου τὴν ἀρετὴν, καὶ ὅτι ὡς πάροικος καὶ παρεπίδημος ἅπαντα διῆγε τὸν χρόνον, καὶ τοῦτο ἐπεσημήνατο, ἵνα μάθωμεν, | |
54.434(50) | ὅτι ὁ τοσαύτης ἀπολαύων τῆς ἄνωθεν συμμαχίας, καὶ οὕτω περιφανὴς γεγονὼς, καὶ ἐπὶ τοσοῦτον πλῆθος ἐκτα‐ θεὶς, οἰκεῖον τόπον οὐκ ἐκτήσατο, καθάπερ νῦν πολλοὶ ποιοῦσιν, ἀγροὺς καὶ κώμας, καὶ πολλήν τινα καὶ ἄφα‐ τον περιουσίαν κατακτᾶσθαι σπουδάζοντες. Εἶχε γὰρ | |
55 | ἀρκοῦντα πλοῦτον τὸν ἀπὸ τῆς γνώμης, καὶ οὐδεμίαν περὶ ταῦτα ἐποιεῖτο τὴν σπουδήν. Ἀκουέτωσαν οἱ ἀθρόον γαὶ ἐν μιᾷ καιροῦ ῥοπῇ τὰ πάντων περιβαλλόμενοι, καὶ πανταχοῦ, ὡς εἰπεῖν, τῆς οἰκείας πλεονεξίας τὴν ἐπιθυ‐ μίαν ἐκτείνοντες, καὶ μιμείσθωσαν τὸν πατριάρχην, τὸν | |
60 | οὐδὲ ὅπου καταθῇ τῆς Σάῤῥας τὸ λείψανον ἐσχηκότα, μέχρις ὅτε, καὶ ὑπ’ αὐτῆς τῆς ἀνάγκης ὠθούμενος, ὠνή‐ σατο τὸν ἀγρὸν καὶ τὸ σπήλαιον παρὰ τῶν υἱῶν Χέτ. Ὅτι γὰρ περίβλεπτος ἦν παρὰ τοῖς τὴν Χαναναίαν οἰ‐ κοῦσιν, ἄκουε τῶν υἱῶν Χὲτ πρὸς αὐτὸν λεγόντων· | |
65 | Βασιλεὺς παρὰ Θεοῦ σὺ εἶ ἐν ἡμῖν, ἐν τοῖς ἐκλεκτοῖς | |
54.435 | μνημείοις ἡμῶν θάψον τὸν νεκρόν σου· οὐδεὶς γὰρ ἡμῶν οὐ μὴ κωλύσῃ τὸ μνημεῖον αὐτοῦ ἀπὸ σοῦ. Ἀλλ’ ὅρα τὸν δίκαιον, ὅπως κἀκείνους παιδεύει δι’ αὐ‐ τῶν τῶν ἔργων τὴν οἰκείαν φιλοσοφίαν, καὶ οὐ πρότερον | |
5 | ἀνέχεται λαβεῖν τὸ μνημεῖον, πρὶν ἂν τὴν δικαίαν κατα‐ βάλλῃ τιμήν. Εἰ γὰρ καὶ ὑμεῖς, φησὶν, οὕτω περὶ ἐμὲ εὐγνώμονες γεγόνατε, ἀλλ’ ἐγὼ οὐκ ἀνέξομαι, εἰ μὴ πρό‐ τερον τὴν δέουσαν τιμὴν καταβάλλοιμι, λαβὼν παρ’ ὑμῶν τὸ μνημεῖον. Καὶ δοὺς, φησὶ, τὸ ἀργύριον, ἔλαβε τὸ | |
10 | μνημεῖον· καὶ ἔθαψε Σάῤῥαν τὴν γυναῖκα αὐτοῦ ἐν τῷ σπηλαίῳ τοῦ ἀγροῦ τῷ διπλῷ, ὅ ἐστιν ἀπ‐ έναντι Μαμβρῆ. Καὶ ὁ οὕτω περιφανὴς καὶ περίβλεπτος, καὶ τοσαύτην παῤῥησίαν παρὰ τῷ Θεῷ ἔχων, καὶ παρὰ πάντων, ὡς εἰπεῖν, τῶν αὐτόθι τοσαύτης ἀπολαύων θερα‐ | |
15 | πείας, ὡς καὶ τοὺς υἱοὺς Χὲτ βασιλέα αὐτὸν ὀνομάζειν, οὐδὲ βῆμα ποδὸς ἐκέκτητο. Διὰ τοῦτο καὶ ὁ μακάριος Παῦλος ἀνακηρύττων τοῦ δικαίου τούτου τὴν ἀρετὴν, γράφων ἔλεγε· Πίστει παρῴκησεν Ἀβραὰμ εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὡς ἀλλοτρίαν, ἐν σκηναῖς | |
20 | κατοικήσας μετὰ Ἰσαὰκ καὶ Ἰακὼβ τῶν συγκλη‐ ρονόμων τῆς ἐπαγγελίας τῆς αὐτῆς. Εἶτα διδάσκων ἡμᾶς πῶς πίστει παρῴκησεν, ἐπήγαγεν· Ἐξεδέχετο γὰρ τὴν τοὺς θεμελίους ἔχουσαν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Τῇ ἐλπίδι, φησὶ, τῶν μελλόντων | |
25 | ὑπερεώρα τῶν παρόντων, καὶ τῇ προσδοκίᾳ τῶν μειζό‐ νων ἔλαττον ἐφρόντιζε τούτων τῶν ἐν τῷ παρόντι βίῳ· καὶ ταῦτα πρὸ τοῦ νόμου, καὶ πρὸ τῆς χάριτος. Ποίαν οὖν ἕξομεν ἡμεῖς ἀπολογίαν, εἰπέ μοι, οἱ μετὰ τοσαύτας ἐπαγγελίας καὶ τὰς ὑποσχέσεις τῶν ἀποῤῥήτων ἀγαθῶν | |
30 | πρὸς τὰ παρόντα ἐπτοημένοι, καὶ ὠνούμενοι ἀγροὺς, καὶ πανταχοῦ φαιδρύνεσθαι σπουδάζοντες, καὶ ἀπὸ πλεονεξίας καὶ ἁρπαγῆς ταῦτα ἅπαντα συλλέγοντες, καὶ ὅπερ ὁ μακάριος προφήτης θρηνῶν ἔλεγε, τοῦτο διὰ τῶν ἔργων πληροῦντες· Οὐαὶ οἱ συνάπτοντες οἰκίαν | |
35 | πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι; Ἢ οὐχὶ ταῦτα καθ’ ἑκά‐ στην ἡμέραν ὁρῶμεν γινόμενα, καὶ χήρας μὲν ἁρπα‐ ζομένας, ὀρφανοὺς δὲ ἀποδυομένους, καὶ τοὺς ἀσθενεῖς ὑπὸ τῶν δυνατωτέρων πιεζομένους; Ἀλλ’ οὐχ οὕτως | |
40 | ὁ δίκαιος οὗτος· ἀλλὰ καὶ μνημεῖον ὠνήσασθαι βουληθεὶς, ἐπειδὴ εἶδεν ἑτοίμους διαδοῦναι βουλομένους τοὺς αἰτη‐ θέντας, οὐ πρότερον ἠνέσχετο, πρὶν ἢ τὴν δικαίαν κατ‐ έβαλε τιμήν. Ἅπερ ἐννοοῦντες, ἀγαπητοὶ, μιμησώμεθα οἱ ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μὴ περὶ τὴν τῶν | |
45 | πλειόνων ἐπιθυμίαν ἐκκαιόμενοι, μεῖζον ἑαυτοῖς καὶ σφοδρότερον ἐπισωρεύωμεν τὸ πῦρ τὸ ἄσβεστον, τὴν φλόγα τὴν ἀφόρητον. Ἀκουσόμεθα γὰρ, εἰ ἐπιμένοιμεν ταῖς τοιαύταις ἁρπαγαῖς καὶ πλεονεξίαις, τὰ πρὸς τὸν πλούσιον ἐκεῖνον εἰρημένα Ἄφρον, ταύτῃ τῇ νυκτὶ | |
54.435(50) | τὴν ψυχήν σου ἐπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Τίνος γὰρ ἕνεκεν, ἀγαπητὲ, τοσαῦτα συλ‐ λέγειν σπουδάζεις, ἅπερ μετ’ οὐ πολὺ μέλλων ἐντεῦθεν ἀφαρπάζεσθαι καταλείψεις ἐνταῦθα, οὐ μόνον οὐδὲν ἀπ’ αὐτῶν καρπώσασθαι δυνηθεὶς, ἀλλὰ καὶ τὸ φορτίον | |
55 | τῶν ἁμαρτημάτων ἐπὶ τῶν οἰκείων ὤμων ἐπιφερόμενος, καὶ ἄπρακτα λοιπὸν μεταγινώσκων; Καὶ τὰ μὲν παρὰ σοῦ μετὰ πλεονεξίας συλλεγέντα πολλάκις καὶ εἰς τὰς τῶν ἐχθρῶν χεῖρας ἐλεύσεται· αὐτὸς δὲ τὴν ἐπὶ τούτοις δίκην ἀπαιτηθήσῃ. Ποίας οὖν οὐκ ἂν εἴη τοῦτο παρα‐ | |
60 | φροσύνης, τὸ ἑτέροις πονεῖσθαι, καὶ αὐτὸς τὴν ἐπὶ τού‐ | |
τοις δίκην διδόναι; | Column end | |
54.436 | βʹ. Ἀλλ’ εἰ καὶ πρότερον οὕτω τὰ καθ’ ἑαυτοὺς ῥᾳθύμως διεθήκαμεν, νῦν γοῦν τὸ δέον βουλευσώμεθα, καὶ μὴ ἁπλῶς περιβάλλεσθαι σπουδάζωμεν πολλὴν τὴν περιου‐ σίαν, ἀλλὰ πολλὴν τοῦ δικαίου ποιώμεθα πρόνοιαν Οὐδὲ | |
5 | γὰρ μέχρι τοῦ παρόντος στήσεται τὰ ἡμέτερα, οὐδὲ ἐπὶ τῆς ξένης διὰ παντὸς ἐσόμεθα, ἀλλὰ μετ’ οὐ πολὺ εἰς τὴν οἰκείαν ἐπανήξομεν πατρίδα. Πάντα οὖν ποιῶμεν, ὥστε μὴ ἐκεῖ ἐν ἐνδείᾳ ἡμᾶς γενέσθαι. Τί γὰρ ὄφελος ἐν ξένῃ μὲν πολὺν τὸν πλοῦτον καταλιπεῖν, ἐν δὲ τῇ οἰ‐ | |
10 | κείᾳ πατρίδι μηδὲ τῶν ἀναγκαίων τὴν χρείαν ἔχειν; Σπεύσωμεν οὖν, παρακαλῶ, ὡς ἔτι καιρὸς, καὶ τὰ ἐπὶ τῆς ξένης ἐκεῖ μεταθῶμεν. Εἰ γὰρ καὶ πολὺ τὸ διά‐ στημα, ἀλλὰ σφόδρα εὔκολος ἡ μετακομιδή. Καὶ γὰρ οἱ μετακομίζοντες ἕτοιμοι, καὶ μετὰ ἀσφαλείας ἐκεῖσε βαδί‐ | |
15 | ζοντες, καὶ ἐν ἀσύλῳ θησαυρῷ ἀποτιθέμενοι ἅπερ ἂν δι’ αὐτῶν προαποστεῖλαι δυνηθῶμεν. Αἱ γὰρ τῶν πενήτων χεῖρες εἰς ταμιεῖα τῶν οὐρανῶν ἀποτίθενται τὰ παρ’ ἡμῶν διδόμενα. Ὅταν οὖν καὶ ἡ εὐκολία ᾖ τοσαύτη καὶ ἀσφάλεια, τίνος ἕνεκεν ἀναδυόμεθα, οὐχὶ δὲ μετὰ πά‐ | |
20 | σης σπουδῆς τοῦτο διαπραττόμεθα, ἵνα ἐκεῖ ταῦτα εὕ‐ ρωμεν, ἔνθα μάλιστα αὐτῶν χρῄζομεν; Διὰ τοῦτο καὶ ὁ πατριάρχης οὗτος ὡς ἀλλοτρίαν κατῴκει τὴν Χα‐ ναναίαν, ἐπειδὴ ἐκείνην Ἐδέχετο τὴν πόλιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐὰν τοίνυν βουλη‐ | |
25 | θῶμεν τὸν δίκαιον τοῦτον μιμήσασθαι, καὶ ἡμεῖς εἰς ἐκείνην καταντήσομεν ἂν, καὶ εἰς τοὺς κόλπους τοῦ πατριάρχου φθάσομεν. Ἡ γὰρ κοινωνία τῶν πράξεων καὶ τῆς ἀπολαύσεως τὴν κοινωνίαν ἡμῖν χαρίζεται. Ἀλλ’, εἰ δοκεῖ, ἐπανέλθωμεν λοιπὸν ἐπὶ τὴν ἀκολου‐ | |
30 | θίαν τοῦ λόγου, καὶ ἴδωμεν μετὰ τὸν τῆς Σάῤῥας θά‐ νατον, ὅσην ὁ δίκαιος ποιεῖται φροντίδα τοῦ παιδὸς, τοῦ Ἰσαὰκ λέγω. Ἀκούσωμεν τοίνυν τῆς θείας Γραφῆς διηγουμένης ἡμῖν. Καὶ Ἀβραὰμ, φησὶν, ἦν πρεσβύ‐ τερος, προβεβηκὼς ἡμερῶν. Καὶ Κύριος ηὐλόγησε | |
35 | τὸν Ἀβραὰμ κατὰ πάντα. Τίνος ἕνεκεν τοῦτο ἡμῖν ἐπεσημήνατο; Ἐπειδὴ μέλλει φροντίδα ποιεῖσθαι τοῦ Ἰσαὰκ καὶ σπουδὴν, ὥστε νύμφην αὐτῷ ἀγαγέσθαι, διὰ τοῦτο ἐσήμανεν ἡμῖν τὴν ἡλικίαν τοῦ πατριάρχου. Ἡνίκα γὰρ, φησὶ, πρὸς ἔσχατον γῆρας ἤλασε, βουλόμενος τὸν | |
40 | Ἰσαὰκ τῆς τῶν Χαναναίων συγγενείας ἀπαλλάξαι, ἵνα μὴ ἐκεῖθεν ἀγάγηται γυναῖκα, καλέσας, φησὶ, τῶν οἰκετῶν τὸν εὐνούστερον, ἐντέλλεται αὐτῷ περὶ τούτου, καί φησι· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου. Τῇ μὲν Ἑλλάδι γλώττῃ οὕτω γέγραπται, Ὑπὸ τὸν | |
45 | μηρόν μου· ἐν δὲ τῇ Ἑβραΐδι φασὶν, Ὑπὸ τὴν ὀσφύν. Καὶ τίνος ἕνεκεν οὕτω φησίν; Ἰδίωμα τοῦτο τῶν πα‐ λαιῶν ἀνδρῶν ἦν. Ἄλλως δὲ καὶ ἐπειδὴ ἐντεῦθεν ἡ ἀρχὴ τῆς Ἰσαὰκ γεννήσεως γέγονε. Καὶ ἵνα μάθῃς ὅτι συνηθείας τινὸς ἦν τὸ γινόμενον, ὅρα αὐτὸν ἐπιτάττοντα | |
54.436(50) | τὴν μὲν χεῖρα αὐτόθι ἐπιθεῖναι, εὐθέως δὲ ἐπάγοντα· Καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν τοῦ οὐρανοῦ καὶ τὸν Θεὸν τῆς γῆς. Ὅρα πῶς καὶ τὸν οἰκέτην διδάσκει εἰδέναι τὸν τῶν ἁπάντων δημιουργόν. Εἰπὼν γὰρ Θεὸν οὐρανοῦ καὶ Θεὸν γῆς, ἅπασαν τὴν κτίσιν συμπερι‐ | |
55 | έλαβε. Καὶ τίς ὁ ὅρκος; Ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων Χαναναίων, μεθ’ ὧν ἐγὼ κατοικῶ ἐν αὐτοῖς· ἀλλ’ εἰς τὴν γῆν μου, οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν | |
μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἐκεῖθεν. | ||
54.437 | Εἶδες τὴν ἐντολὴν τοῦ πατριάρχου τὴν πρὸς τὸν οἰκέτην γενομένην; Μὴ ἁπλῶς γὰρ παραδράμῃς τὰ εἰρημένα, ἀλλ’ ἐννόησον τὸν σκοπὸν τοῦ δικαίου, καὶ λόγισαι ὅπως τὸ παλαιὸν ἐποιοῦντο σπουδὴν, οὐ χρημάτων ἐπιζη‐ | |
5 | τοῦντες περιουσίαν, οὐ πολὺν πλοῦτον, καὶ ἀνδράποδα, καὶ πλέθρα γῆς τόσα καὶ τόσα, οὐ τοῦ ἔξωθεν κάλλους τὴν εὐμορφίαν, ἀλλὰ τῆς ψυχῆς τὸ κάλλος ἐπεζήτουν, καὶ τρόπων εὐγένειαν. Ἐπειδὴ γὰρ εἶδε τῶν ἐν τῇ Χαναναίᾳ οἰκούντων τὴν πονηρίαν, εἰδὼς ὅσον ἐστὶν | |
10 | ἀγαθὸν ὁμότροπον ἔχειν σύζυγον, διατάττεται τῷ παιδὶ, καὶ ὅρκον προστίθησιν, ὥστε ἐκ τῆς συγγενείας αὐτοῦ ἀγαγέσθαι τῷ Ἰσαὰκ γυναῖκα· καὶ οὔτε τὸ διάστημα τῶν τόπων, οὔτε αἱ ἄλλαι δυσκολίαι ὀκνηρότερον αὐτὸν περὶ τοῦτο πεποιήκασιν· ἀλλ’ εἰδὼς τοῦ πράγματος τὸ | |
15 | ἀναγκαῖον, πᾶσαν ποιεῖται τὴν σπουδὴν, καὶ ἀποστέλλει τὸν οἰκέτην. Ἀλλ’ ὁ μὲν πατριάρχης ἐπιμελούμενος τῆς κατὰ ψυχὴν ἀρετῆς, καὶ φεύγων τῶν ἐγχωρίων τὴν πονηρίαν, τοῦτο ποιεῖ· οἱ δὲ νῦν ἅπαντες οὐκ ἄν ποτε ἀνάσχοιντο τοιοῦτόν τι ἐννοῆσαι· ἀλλὰ κἂν μυρίων ᾖ | |
20 | κακῶν ἀνάμεστος, ἓν μόνον ἐπιζητοῦσι, τῶν χρημά‐ των τὴν περιουσίαν, καὶ πάντα τὰ ἄλλα δεύτερα αὐτοῖς νενόμισται, οὐκ εἰδότες ὅτι γνώμης διεφθαρμένης οὔσης, κἂν ἄφατος ἐπιῤῥέῃ πλοῦτος, θᾶττόν τις εἰς ἐσχάτην πενίαν ἥξει, καὶ οὐδὲν ὄφελος ἔσται τῆς πε‐ | |
25 | ριουσίας, οὐκ οὔσης τῆς οἰκονομεῖν ταῦτα δυναμένης δεόντως ψυχῆς. γʹ. Ἀλλ’ ὁ μὲν πατριάρχης ἀρκοῦσαν τῷ παιδὶ τὴν ἐντολὴν ἐποιήσατο, καὶ ὅρκοις αὐτὸν συνέδησεν. Ἴδωμεν δὲ λοιπὸν τὴν εὐγνωμοσύνην τοῦ οἰκέτου, ὅπως ἐζήλου | |
30 | τοῦ δεσπότου τὸ φιλόθεον. Ἐπειδὴ γὰρ εἶδε μετὰ πολλῆς σφοδρότητος ἐντελλόμενον τὸν δίκαιον, φησὶ πρὸς αὐτόν· Ἐὰν μὴ βούληται ἡ γυνὴ πορευθῆναι μετ’ ἐμοῦ, βούλει τὸν υἱόν σου ἀποστρέψω εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες ἐκεῖθεν; Ἵνα μὴ, φησὶ, δυσκολίας | |
35 | τινὸς παρεμπεσούσης ἐκβαίνειν δόξω τὰς ἐντολὰς τὰς σὰς, διὰ τοῦτο πυνθάνομαι, τί δέοι με παραφυλάξασθαι, καὶ εἰ ἀρεστόν σοι τὸν Ἰσαὰκ ἐκεῖ ἀπελθεῖν, ὥστε λαβόντα τὴν γαμετὴν οὕτως ἐπανελθεῖν, εἰ μὴ ἀνάσχοιτο, καθάπερ ἐνετείλω, μετ’ ἐμοῦ παραγενέσθαι; Τί οὖν ὁ | |
40 | δίκαιος; Ἀπαγορεύει τοῦτο αὐτῷ καί φησι· Πρόσεχε σεαυτῷ μὴ ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Οὐ χρεία σοι γενήσεται τούτου, φησίν. Ὁ γὰρ τὴν ἐπαγγελίαν πρός με ποιησάμενος, καὶ ἐπὶ τοσοῦτον αὐξηθῆναι τὸ σπέρμα αὐτοῦ ὑποσχόμενος, αὐτός σοι καὶ τοῦτο εὐοδώ‐ | |
45 | σει. Μὴ τοίνυν ἀποστρέψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ ὁ Θεὸς τῆς γῆς. Ὅρα πῶς καὶ ἀνωτέρω ὁρκῶν τὸν παῖδα, τὸν δημιουργὸν τῶν ὅλων αὐτὸν ἐκπαιδεύει· καὶ νῦν μέλλων ἐπεύχεσθαι, τὰ αὐτὰ ῥήματά φησι, διὰ πάντων παιδεύων τὸν οἰκέτην | |
54.437(50) | ἐπ’ ἐκεῖνον τὴν πεποίθησιν ἔχοντα, οὕτω τῆς ὁδοιπορίας ἅψασθαι, καὶ θαῤῥεῖν καὶ ὑπὲρ τοῦ τέλους. Διδάσκει γὰρ αὐτὸν ὅσης ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ἀπήλαυσε τῆς παρὰ τοῦ τῶν ὅλων Θεοῦ εὐνοίας, καὶ ὅτι αὐτὸς οὗτος, ὁ καὶ ἐκ τῆς οἰκείας πατρίδος ἀναστήσας, καὶ | |
55 | μέχρι νῦν τὰ κατ’ αὐτὸν οὕτως οἰκονομήσας, καὶ ἐν αὐτῷ τῷ γήρᾳ τοῦ Ἰσαὰκ τὸν τόκον χαρισάμενος, αὐτὸς καὶ τὰ προκείμενα αὐτῷ κατευοδώσει. Κύριος ὁ Θεὸς, φησὶ, τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐκ τῆς γῆς ἧς | |
60 | ἐγεννήθην, αὐτὸς οὗτος ὃς ἐλάλησέ μοι λέγων, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, οὗτος ὁ τοσαύτην περὶ ἐμὲ τὴν κηδεμονίαν ἐπιδειξάμενος, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ | |
λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Θαῤῥῶν, φησὶν, | Column end | |
54.438 | ἄπιθι· πέπεισμαι γὰρ ὅτι ὁ τοσαύτην περὶ ἐμὲ τὴν εὐεργεσίαν ἐπιδειξάμενος, καὶ ταύτην προσθήσει ταῖς προλαβούσαις, καὶ ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμ‐ προσθέν σου. Αὐτός σοι προοδοποιήσει ἅπαντα, αὐτός | |
5 | σοι καὶ τὴν γυναῖκα γνώριμον ποιήσει, καὶ λαβὼν αὐτὴν ἥξεις. Ἐὰν δὲ γένηται, ὃ μὴ γένοιτο, καὶ ἀντι‐ τείνῃ ἡ γυνὴ τοῦ μὴ πορευθῆναι, ἀλλότριος ἔσῃ ἀπὸ τῆς ἀρᾶς τοῦ ὅρκου. Τὸν μέντοι υἱόν μου μὴ ἀποστρέψῃς ἐκεῖ. Οὐκ ἀμφιβάλλω γὰρ, ὅτι κατευοδώσει σε Κύριος. | |
10 | Καὶ δεικνὺς ὅπως ἐπεποίθει τῇ τοῦ Θεοῦ δυνάμει, ἀπ‐ αγορεύει τῷ παιδὶ τὸν Ἰσαὰκ ἐκεῖσε ἀπαγαγεῖν. Εἶτα ἐπειδὴ μετὰ ἀκριβείας διετείλατο τῷ παιδὶ, καὶ ἀπήλ‐ λαξεν αὐτὸν τῆς φροντίδος (ἐδεδοίκει γὰρ ὁ παῖς μὴ ἐπιορκήσας ἁλῷ τὸ προσταχθὲν μὴ πληρώσας), Θεὶς, | |
15 | φησὶ, τὴν χεῖρα αὐτοῦ ὑπὸ τὸν μηρὸν, ὤμοσεν αὐτῷ περὶ τοῦ ῥήματος τούτου, ὥστε μὴ τὸν Ἰσαὰκ ἐκεῖσε ἀπαγαγεῖν. Εἶδες πῶς ἐκ προοιμίων ἔδειξεν ὁ οἰκέτης τὴν εὔνοιαν τὴν περὶ τὸν δεσπότην; Ὅρα λοιπὸν αὐτὸν ἐκ τῆς τοῦ πατριάρχου διδασκαλίας βελτίω γινόμενον, | |
20 | καὶ μιμούμενον τοῦ δικαίου τὸ φιλόθεον. Λαβὼν γὰρ, φησὶν, ὁ παῖς δέκα καμήλους καὶ ἀπὸ πάντων τῶν ἀγαθῶν τοῦ κυρίου αὐτοῦ, ἀναστὰς ἐπορεύθη εἰς τὴν Μεσοποταμίαν εἰς τὴν πόλιν Ναχὼρ, καὶ ἐκοί‐ μισε τὰς καμήλους ἔξω τῆς πόλεως παρὰ τὸ | |
25 | φρέαρ τοῦ ὕδατος τὸ πρὸς ὀψὲ, ἡνίκα ἐκπορεύονται αἱ ὑδρευόμεναι. Καὶ εἶπε· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν εὐγνωμοσύνην. Τὸν τῆς οἰκουμένης Δεσπότην ἀπὸ τοῦ πατριάρχου ὀνομάζει· Κύριε γὰρ ὁ Θεὸς, φησὶ, τοῦ κυρίου μου Ἀβραὰμ, ὁ | |
30 | τοσαύτας περὶ αὐτὸν εὐεργεσίας ἐπιδειξάμενος. Καὶ τί θαυμάζεις εἰ ὁ οἰκέτης αὐτὸν οὕτω καλεῖ Θεὸν Ἀβραάμ; Αὐτὸς ὁ τῶν ὅλων Θεὸς δεικνὺς ὅπως τῶν δικαίων τὴν ἀρετὴν περὶ πολλοῦ ποιεῖται, φησίν· Ἐγώ εἰμι ὁ Θεὸς Ἰακὼβ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἀβραάμ. | |
35 | Κύριε, φησὶν, ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐ‐ όδωσον ἐναντίον μου σήμερον, καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ· ὡς εἰ ἔλεγεν· Εἰς ἔργον ἐλθεῖν ποίησον τὰ δόξαντα αὐτῷ, καὶ κατὰ γνώμην τὴν αὐτοῦ πάντα εὐόδωσον. Ποίησον ἔλεος μετὰ τοῦ | |
40 | κυρίου μου Ἀβραάμ. Τί ἐστι, Ποίησον ἔλεος; Τὴν ἐπιθυμίαν αὐτοῦ πλήρωσον. Εἶτά φησιν· Ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ θυγατέρες τῶν οἰκούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ. Καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Ἐπί‐ | |
45 | κλινον τὴν ὑδρίαν σου ἵνα πίω, καὶ εἴπῃ μοι, Πίε, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ὅρα τοῦ οἰκέτου τὴν σύνεσιν. | |
54.438(50) | Ἐπειδὴ γὰρ ᾔδει τοῦ πατριάρχου τὸ φιλόξενον, καὶ ὅτι τὴν κόρην τὴν ἐκεῖ μέλλουσαν ἀπάγεσθαι ὁμότροπον εἶναι προσήκει τῷ δικαίῳ, οὐδὲν ἕτερον τεκμήριον ἐπιζητεῖ, ἀλλ’ ἀπὸ τῆς γνώμης τὴν φιλοξενίαν χαρακτη‐ ρίσαι βούλεται τῆς κόρης, καί φησιν· Ἐὰν ἐμοῦ αἰτή‐ | |
55 | σαντος παρ’ αὐτῆς τὸ ὕδωρ, ἐπικλίνῃ μοι τὴν ὑδρίαν, καὶ μὴ μόνον τὸ αἰτηθὲν ποιήσῃ, ἀλλὰ καὶ τὴν δαψί‐ λειαν τῆς οἰκείας γνώμης ἐπιδείξηται, καὶ εἴπῃ, Καὶ ταῖς καμήλοις σου ἐφυδρεύσομαι, ἀρκοῦσαν ἀπόδειξιν πα‐ ρέσχε διὰ τῆς τοῦ ὕδατος παροχῆς τῆς τῶν τρόπων | |
60 | ἐπιεικείας. δʹ. Ἐννόησον γάρ μοι, ἀγαπητὲ, ὅσον ἦν κόρην ἁπαλὴν ὑδρευομένην οὐ μόνον μὴ ἀνανεῦσαι πρὸς τὴν αἴτησιν, ἀλλὰ καὶ καθεῖναι τὴν ὑδρίαν ἀπὸ τῶν ὤμων, καὶ παρα‐ σχεῖν ἐμφορηθῆναι τῷ αἰτοῦντι, καὶ ταῦτα ξένῳ ὄντι καὶ | |
65 | οὐδαμόθεν γνωρίμῳ· καὶ οὐ μόνον τούτῳ, ἀλλὰ καὶ ταῖς καμήλοις ἁπάσαις ὑδρεύσασθαι, καὶ δεῖξαι διὰ τῶν γινο‐ | |
μένων τῆς ἐν τῇ ψυχῇ εὐγενείας τὰ τεκμήρια. Ἢ οὐκ | ||
54.439 | ἴστε ὅτι πολλοὶ καὶ ἄνδρες ὄντες ἀνανεύουσι πολλάκις πρὸς τὰς τοιαύτας αἰτήσεις; Καὶ τί λέγω πρὸς ὕδατος παροχήν; Ἐνίοτε δᾷδας κατέχοντες, καὶ ὑπὸ τῶν παρ‐ ιόντων παρακαλούμενοι, ὥστε παρασχεῖν βραχὺ ἀνα‐ | |
5 | μεῖναι, ἵνα λύχνον ἀνάψωσιν, οὐδὲ τοῦτο ποιῆσαι ἀν‐ έχονται, καὶ ταῦτα τοῦ πυρὸς οὐδεμίαν ἐλάττωσιν ὑπο‐ μένοντος, κἂν μυρίοι ὦσιν οἱ μέλλοντες ἅπτειν. Ἐνταῦθα δὲ καὶ γυνὴ καὶ κόρη, καὶ ὑδρίαν ἐπὶ τῶν ὤμων φέ‐ ρουσα, οὐ μόνον οὐκ ἐδυσχέρανε πρὸς τὴν αἴτησιν, | |
10 | ἀλλὰ καὶ ἐπιδαψιλεύεται τῇ αἰτήσει, καὶ τὸ ποτὸν παρέχει, καὶ ἐξ οἰκείας γνώμης καὶ ταῖς καμήλοις ὑδρεύσασθαι ἐπείγεται. Ὁ γὰρ φιλάνθρωπος Θεὸς ἐπινεύσας ταῖς τοῦ πατριάρχου προσευχαῖς, τὸν ἄγγε‐ λον αὐτοῦ προπέμψας, ἅπαντα ταῦτα ᾠκονόμησε γε‐ | |
15 | νέσθαι, καὶ καθάπερ ᾔτησεν ὁ παῖς, οὕτως ἅπαντα εἰς ἔργον ἐξῆλθεν. Εἶτα ἐπειδὴ εἶδε διὰ τῶν ἔργων τὴν ἐνέργειαν τῶν εὐχῶν τοῦ πατριάρχου, καὶ ἐπέτυχε, καθάπερ ἐπεθύμει, τῆς κόρης, καὶ εἶδεν αὐτῆς τὴν ὑπερβάλλουσαν φιλοξενίαν. Ἔσπευσε γὰρ, φησὶ, καὶ | |
20 | ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι, καὶ ὑδρεύσατο πάσαις ταῖς καμήλοις. Ὅρα τὴν προθυμίαν ἐπιτεταμέ‐ νην. Τὸ γὰρ, Ἔσπευσε, καὶ ἐξεκένωσε τὴν ὑδρίαν, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ, δείκνυσι τῆς κόρης τὴν | |
25 | ἄφατον προθυμίαν· ὅτι οὔτε ὡς ξένη ἀπέφυγεν, οὔτε προφάσει τῆς σωφροσύνης ἀνένευσε πρὸς τὴν αἴτησιν, ἀλλὰ μετὰ πολλῆς ἐπιεικείας φησὶ, Πίε, κύριε. Ἐννόησόν μοι ἐν ἡλικίᾳ τοιαύτῃ πόση καὶ σωφροσύ‐ νης ἀκρίβεια, καὶ ταπεινοφροσύνης ὑπερβολὴ, καὶ φιλο‐ | |
30 | ξενίας ἐπίτασις. Πόσου πλούτου γοῦν οὐκ ἂν εἴη ταῦτα τιμιώτερα; πόσων θησαυρῶν ταῦτα οὐκ ἂν προτιμότερά τις ἡγήσαιτο; Τοῦτο ἡ μεγίστη προὶξ, τοῦτο τὰ μυρία ἀγαθὰ, ὁ θησαυρὸς ὁ μηδέποτε δαπανώμενος. Ὁρῶν τοί‐ νυν λοιπὸν ὁ εὐγνώμων οἰκέτης ἐναργῆ τοῦ Θεοῦ τὴν | |
35 | πρόνοιαν, Κατεμάνθανεν αὐτὴν, φησὶ, καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Τί ἐστι, Κατεμάνθανεν αὐτήν; Αὐτὰ τὰ ῥήματα τῆς κόρης κατενόει, τὸ βλέμμα, τὴν βάδισιν, τὸ σχῆμα, τὰ ἄλλα ἅπαντα, καὶ ἀνέμενεν ἰδεῖν, Εἰ εὐώδωσε Κύ‐ | |
40 | ριος τὴν ὁδὸν αὐτοῦ, ἢ οὔ. Τὰ μὲν γὰρ ἤδη γεγενη‐ μένα, φησὶ, πολλὴν δείκνυσι τῆς κόρης καὶ ὑπερβάλλου‐ σαν τὴν ἀρετήν. Δι’ ὃ καὶ ἀμειβόμενος αὐτὴν τῆς ὑπ‐ ακοῆς καὶ τῆς τοῦ ὕδατος παροχῆς, περιτίθησιν αὐτῇ, φησὶν, ἐνώτια χρυσᾶ καὶ δύο ψέλλια, καὶ περιειργά‐ | |
45 | ζετο μετὰ ἀκριβείας τὰ κατ’ αὐτὴν, καὶ ἠρώτα, Τίνος θυγάτηρ εἶ; καὶ, Εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος ἡμῖν καταλῦσαι; Σκόπει καὶ ἐνταῦθα τῆς κόρης τὴν ἀπό‐ κρισιν. Καθάπερ γὰρ ἐπὶ τοῦ ὕδατος οὐ μόνον τὸ αἰτηθὲν παρέσχεν, ἀλλὰ μετὰ τὸ πιεῖν αὐτὸν καὶ ταῖς καμήλοις | |
54.439(50) | ὑδρεύσατο· οὕτω καὶ ἐνταῦθα πυθομένου τοῦ παιδὸς, εἰ ἔστι μόνον τόπος, καὶ τίνος ἦν θυγάτηρ, φησὶν ἡ κόρη· Θυγάτηρ εἰμὶ Βαθουὴλ τοῦ Μελχᾶς, ὃν ἔτεκεν αὐτῷ Ναχώρ. Λέγει καὶ τὸν πατέρα καὶ τὸν πάππον, ἵνα γνω‐ ρίσας ἐκεῖνος προθυμότερος γένηται. Ὅρα εὐγνωμοσύ‐ | |
55 | νην τῆς παιδός. Περὶ τοῦ πατρὸς ἐρωτηθεῖσα οὐ μόνον τοῦτο καταμηνύει, ἀλλὰ καὶ τοῦ πατρὸς τὸν πατέρα. Καὶ πυθομένου, εἰ ἔστι τόπος μόνον καταλῦσαι, φησίν· Οὐ μόνον τόπος, ἀλλὰ καὶ ἄχυρα καὶ χορτάσματα πολλὰ παρ’ ἡμῖν. Ταῦτα ἀκούσας ὁ οἰκέτης, καὶ θαυ‐ | |
60 | μάσας τὴν παῖδα τῆς δαψιλοῦς φιλοξενίας, καὶ μαθὼν | |
ὡς οὐ πρὸς ἀγνῶτάς τινας παραγέγονεν, ἀλλ’ εἰς τὴν | Column end | |
54.440 | οἰκίαν τοῦ Ναχὼρ, ὃς ἀδελφὸς ἦν τοῦ πατριάρχου, Εὐ‐ δοκήσας, φησὶν, ὁ ἄνθρωπος προσεκύνησε τῷ Κυρίῳ. Ἡσθεὶς ἐπὶ τοῖς γνωσθεῖσιν, ἐπὶ τοῖς εἰρημένοις παρὰ τῆς παιδὸς, Προσεκύνησε τῷ Κυρίῳ, τὴν εὐχαριστίαν | |
5 | ἀνήνεγκε τῷ Δεσπότῃ τῷ διὰ τὴν πρὸς τὸν πατέρα εὔνοιαν τοσαύτην καὶ περὶ αὐτὸν ἐπιδειξαμένῳ τὴν κη‐ δεμονίαν, καὶ οὕτω πάντα μετ’ εὐκολίας αὐτῷ κατευ‐ οδώσαντι· καί φησιν· Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, ὃς οὐκ ἐγκατέλιπε τὴν δικαιο‐ | |
10 | σύνην καὶ τὴν ἀλήθειαν αὐτοῦ ἀπὸ τοῦ κυρίου μου. Ἐπειδὴ εἶδε τῆς παιδὸς τὴν εὐγνωμοσύνην, καὶ ἔμαθεν ἅπαντα σαφῶς παρ’ αὐτῆς, λοιπὸν καὶ αὐτὸς γνωρίζει τῇ κόρῃ, ὅστις ἐστὶ, καὶ διὰ τῆς εὐχαριστίας τῆς εἰς τὸν Θεὸν κατάδηλον αὐτῇ ποιεῖ, ὅτι οὐκ ἐξ ἀλλοτρίας | |
15 | οἰκίας παραγέγονεν, ἀλλὰ καὶ ἀδελφὸς τοῦ Ναχώρ ἐστιν ὁ τοῦτον διαπεμψάμενος. Ταῦτα πυθομένη Ἡ παῖς μετὰ πολλῆς τῆς περιχαρείας δραμοῦσα, φησίν. Ὅρα πῶς δι’ ἑκάστου τῶν παρ’ αὐτῆς γινομένων δείκνυσι τὸ πρό‐ θυμον τὸ περὶ τὴν φιλοξενίαν, διὰ τοῦ δρόμου, διὰ τῶν | |
20 | ῥημάτων, διὰ τῆς ἐπιεικείας. Ἔδραμε γὰρ, φησὶ, καὶ ἀπήγγειλεν εἰς τὸν οἶκον τῆς μητρὸς αὐτῆς κατὰ τὰ ῥήματα ταῦτα. Πάντα ἅπερ ἤκουσε παρὰ τοῦ παι‐ δὸς ἐγνώρισε τοῖς γονεῦσι. Καὶ ἔδραμε, φησὶ, Λάβαν πρὸς τὸν ἄνθρωπον ἔξω ἐπὶ τὴν πηγήν. Ὅρα καὶ | |
25 | τοῦτον διὰ τοῦ δρόμου δεικνύντα τὸν πόθον. Καὶ ἰδὼν τὸν ἄνθρωπον ἑστῶτα ἐπὶ τῆς πηγῆς μετὰ τῶν καμήλων, Εἶπεν αὐτῷ· Δεῦρο, εἴσελθε· εὐλογητὸς Κύριος· ἵνα τί ἕστηκας ἔξω; Ἐγὼ δὲ ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. Ὅρα καὶ τοῦτον εὐλογοῦντα | |
30 | τὸν Κύριον ἐπὶ τῇ παρουσίᾳ τοῦ ξένου, καὶ πρὸ τῆς διὰ τῶν ἔργων φιλοξενίας πολλὴν τὴν προτροπὴν ἐπιδεικνύ‐ μενον. Δεῦρο, φησὶν, εἴσελθε· προλαβὼν Ἡτοίμασα τὴν οἰκίαν καὶ τόπον ταῖς καμήλοις. Εἶτα εἰσελθόντος αὐτοῦ, φησίν· Ἀπέσαξε τὰς καμήλους, καὶ ἔδωκεν | |
35 | ἄχυρα καὶ χορτάσματα, καὶ ὕδωρ νίψασθαι τοῖς πο‐ σὶν αὐτοῦ. εʹ. Ὅρα πῶς καὶ ἔτι τῆς πλάνης ἐχόμενοι περὶ τὴν φιλοξενίαν ἦσαν πολλὴν τὴν σπουδὴν ἐπιδεικνύμενοι. Καὶ ἔδωκε νίψασθαι τοῖς ποσὶν αὐτοῦ, καὶ τοῖς ποσὶ τῶν | |
40 | ἀνδρῶν τῶν μετ’ αὐτοῦ. Καὶ παρέθηκεν αὐτοῖς ἄρ‐ τους φαγεῖν. Ἀλλ’ ἐνταῦθα σκόπει μοι τοῦ οἰκέτου τὴν πολλὴν σύνεσιν. Τί γάρ φησιν; Οὐ μὴ φάγω, ἕως τοῦ λαλῆσαί με τὰ ῥήματά μου. Ὑμεῖς μὲν, φησὶν, ἐπ‐ εδείξασθε τὰ παρ’ ἑαυτῶν· ἐγὼ δὲ οὐ πρότερον τῆς ἐμῆς | |
45 | ἀναπαύσεως λόγον τινὰ ποιήσομαι, μέχρις ἂν τὴν αἰτίαν ὑμᾶς διδάξω, δι’ ἣν ἐστειλάμην τὴν τοσαύτην ὁδὸν, καὶ τίνος ἕνεκεν ἀπὸ τῆς Χαναναίας ἐνταῦθα παραγέγονα, καὶ πῶς εἰς τὸν οἶκον τὸν ὑμέτερον ὡδηγήθην, ἵνα πάντα μαθόντες οὕτω καὶ ὑμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην | |
54.440(50) | ἐπιδείξησθε πρὸς τὸν ἐμὸν δεσπότην. Καὶ ἀρξάμενος διηγεῖσθαί φησι· Παῖς Ἀβραὰμ ἐγώ εἰμι· Κύριος δὲ εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ἔδωκεν αὐτῷ πρόβατα καὶ μόσχους, καὶ χρυσίον καὶ ἀργύ‐ ριον, καὶ παῖδας καὶ παιδίσκας, καὶ καμήλους καὶ | |
55 | ὄνους. Καὶ ἔτεκε Σάῤῥα ἡ γυνὴ τοῦ κυρίου μου υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτὸν, καὶ ἔδω‐ κεν αὐτῷ πάντα, ὅσα ἦν αὐτῷ. Ὅρα πῶς μετὰ ἀκρι‐ βείας ἅπαντα αὐτοῖς διηγεῖται. Ἐκείνου εἰμὶ παῖς, φησὶν, Ἀβραὰμ, ὃν ἴστε· μανθάνετε τοίνυν ὅτι τοσαύτης εὐλο‐ | |
60 | γίας ἀπήλαυσε παρὰ τοῦ τῶν ἁπάντων Δεσπότου, ὡς ἐν πλούτῳ γενέσθαι αὐτὸν πολλῷ. Εἶτα διδάσκων καὶ τοῦ πλούτου τὴν περιουσίαν, φησὶ, Πρόβατα καὶ μόσχους, ἀργύριον καὶ χρυσίον, παῖδας καὶ παιδίσκας, κα‐ μήλους καὶ ὄνους αὐτῷ γεγενῆσθαι. Ἀκούετε, οἱ πλού‐ | |
65 | σιοι, οἱ πλέθρα γῆς τόσα καὶ τόσα καθ’ ἑκάστην ἡμέραν ὠνούμενοι, καὶ λουτρὰ καὶ περιπάτους καὶ οἰκοδομὰς | |
λαμπρὰς οἰκοδομούμενοι, ὁρᾶτε ἐν τίσιν ἦν τοῦ δικαίου | ||
54.441 | ἡ περιουσία. Οὐδαμοῦ ἀγρὸς, οὐδαμοῦ οἰκοδομαὶ, καὶ ἡ περιττὴ πολυτέλεια· ἀλλὰ πρόβατα καὶ μόσχοι καὶ κά‐ μηλοι καὶ ὄνοι, παῖδες καὶ παιδίσκαι. Καὶ ἵνα μάθῃς τῶν οἰκετῶν τὸ πλῆθος πόθεν αὐτῷ ἐγεγόνει, ἐπήγαγεν | |
5 | ἑτέρωθι, ὅτι οἰκογονεῖς ἅπαντες ἦσαν. Οὗτος οὖν ὁ δε‐ σπότης ὁ ἐμὸς ἐν τοσαύτῃ περιουσίᾳ γεγονὼς, καὶ πολ‐ λῆς ἀπολαύσας τῆς ἄνωθεν ῥοπῆς, ἡνίκα εἰς γῆρας ἤλα‐ σεν, ἡ Σάῤῥα υἱὸν ἔτεκεν αὐτῷ· τοῦτον ἔχων τὸν μονο‐ γενῆ, πάντων αὐτὸν κληρονόμον ἤδη κατέστησε· Πάντα | |
10 | γὰρ ἔδωκεν αὐτῷ, ὅσα ἦν αὐτῷ. Εἶτα ἐπειδὴ διηγή‐ σατο τοῦ δεσπότου τὴν περιφάνειαν, τοῦ Ἰσαὰκ τὸν τόκον, λέγει λοιπὸν τὰς ἐντολὰς, ἃς λαβὼν παρὰ τοῦ δεσπότου αὐτοῦ εἰς τὴν Χαῤῥὰν παραγέγονε. Καὶ ὥρ‐ κωσέ με, φησὶν, ὁ κύριός μου, λέγων· Οὐ λήψῃ | |
15 | γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἐν οἷς ἐγὼ παροικῶ, ἀλλ’ ἢ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν. Καὶ αὐτὸς μὲν ταῦτα ἐνετείλατο, ἐγὼ δὲ τὰς δυσκολίας ἐννοῶν, καὶ τοῦ | |
20 | πράγματος τὸ δυσχερὲς λογιζόμενος, ἐπυθόμην τοῦ κυ‐ ρίου μου, εἰ μὴ βούλοιτο ἡ γυνὴ πορευθῆναι μετ’ ἐμοῦ. Καὶ εἶπέ μοι· Κύριος ὁ Θεὸς, ᾧ εὐηρέστησα ἐναντίον αὐτοῦ, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ μετὰ σοῦ, καὶ εὐοδώσει τὴν ὁδόν σου, καὶ λήψῃ τῷ υἱῷ | |
25 | μου γυναῖκα ἐκ τῆς φυλῆς μου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ ἐὰν μὴ πείθηται ἡ γυνὴ τοῦ μὴ πορευθῆναι μετὰ σοῦ ἐνταῦθα, Τότε ἀθῶος ἔσῃ ἀπὸ τῆς ἀρᾶς μου. Ὁ μὲν οὖν δεσπότης, φησὶ, ταῦτα ἐντει‐ λάμενος, καὶ ταύταις με ταῖς προσευχαῖς ἐφοδιάσας, οὕ‐ | |
30 | τως ἐξέπεμψεν ἐγὼ δὲ θαῤῥήσας ταῖς ἐκείνου προσευ‐ χαῖς, ἡνίκα παρεγενόμην ἐπὶ τὴν πηγὴν, ταῦτα τὰ ῥή‐ ματα ἐφθεγξάμην, καὶ εἶπον· Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εἰ σὺ εὐοδοῖς τὴν ὁδὸν, ἣν ἐγὼ πορεύο‐ μαι· ἰδοὺ ἐγὼ ἕστηκα ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος, αἱ δὲ | |
35 | θυγατέρες τῶν ἀνθρώπων τῆς πόλεως ἐξελεύσονται ὑδρεύσασθαι ὕδωρ καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω, Πότισόν με μικρὸν ὕδωρ ἐκ τῆς ὑδρίας σου, καὶ εἴπῃ μοι· Καὶ σὺ πίε, καὶ ταῖς καμήλοις σου ὑδρεύ‐ σομαι, αὕτη ἡ γυνὴ, ἣν ἡτοίμασας τῷ θεράποντί | |
40 | σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι, ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ταῦτα μὲν ἐγὼ, φησὶ, κατ’ ἐμαυτὸν εὐχόμενος τὸν Θεὸν καθικέτευσα· οὔπω δὲ τέλος εἰλήφει τὰ παρ’ ἐμοῦ ῥηθέντα, καὶ παραχρῆμα εἰς ἔργον ἐξῄει, καὶ τὰ ῥήματα πράγματα ἐγίνετο. Πρὸ | |
45 | τοῦ γὰρ συντελέσαι με λαλοῦντα, ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο τὴν ὑδρίαν ἔχουσα ἐπὶ τῶν ὤμων αὐ‐ τῆς. Εἶπον δὲ αὐτῇ, Πότισόν με, καὶ σπεύσασα καθεῖλε τὴν ὑδρίαν αὐτῆς, καὶ εἶπέ μοι, Πίε καὶ σὺ, καὶ τὰς καμήλους σου ποτιῶ. Καὶ θεασάμενος λοιπὸν | |
54.441(50) | ἐναργῆ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην πρόνοιαν, ἐπ‐ ηρώτων τίνος εἴη θυγάτηρ· καὶ μαθὼν, ἐξ ὧν εἶπεν, ὅτι οὐ πρὸς ξένους ἀφικόμην, ἀλλ’ εἰς τὴν οἰκίαν Ναχὼρ τοῦ ἀδελφοῦ τοῦ κυρίου μου, θαρσήσας, Περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλλια, καὶ εὐδοκήσας προσεκύ‐ | |
55 | νησα τῷ Κυρίῳ, καὶ εὐλόγησα τὸν Θεὸν τοῦ κυρίου μου Ἀβραὰμ, ὅτι εὐώδωσέ με λαβεῖν τὴν θυγατέρα τοῦ ἀδελφοῦ τοῦ κυρίου μου. Ἀλλὰ τὰ μὲν παρὰ τοῦ Θεοῦ οὕτως ἐναργῶς ᾠκονομήθη· αἱ γὰρ προσευ‐ χαὶ ἐληλύθασιν αἱ γενόμεναι παρὰ τοῦ δεσπότου μου. | |
60 | Ὑμεῖς δὲ λοιπὸν, εἰ τὰ παρ’ ἑαυτῶν ἐπιδείκνυσθε, ποι‐ | |
εῖτε ἔλεος καὶ δικαιοσύνην πρὸς τὸν κύριόν μου· εἰ | Column end | |
54.442 | δὲ μὴ, ἀπαγγείλατέ μοι. Ἤδη μοι, φησὶ, γνωρίσατε, ἵνα εἰδέναι ἔχω, ὅ τι δέοι με διαπράξασθαι. Εἰ δὲ μή γε, ἵνα ἑτέρωθι τὴν ὁδὸν ποιήσωμαι, καὶ Ἐπιστρέψω ἣ εἰς δεξιὰ ἢ εἰς ἀριστερά. Εἶτα ἐπειδὴ ὁ Θεὸς ἦν ὁ τὰ | |
5 | πάντα ἐξευμαρίζων διὰ τὰς τοῦ πατριάρχου προσευχὰς, φησὶ πρὸς αὐτὸν ὁ πατὴρ τῆς κόρης καὶ ὁ ἀδελφός· Παρὰ Κυρίου ἐξῆλθε τὸ ῥῆμα τοῦτο· οὐ δυνησόμεθα ἀντειπεῖν κακὸν, ἢ καλόν. Ἡ διήγησίς σου, φησὶ, δεί‐ κνυσιν ὅλον τῆς τοῦ Θεοῦ οἰκονομίας γεγενημένον. Μὴ | |
10 | τοίνυν νομίσῃς ἡμᾶς ἐναντιοῦσθαι τοῖς τῷ Θεῷ δόξασιν· οὐδὲ γὰρ οἷόν τε τοῦτο παρ’ ἡμῶν γενέσθαι. Ἰδοὺ ἔχεις τὴν κόρην· Λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ υἱῷ τοῦ κυρίου σου, καθὰ ἐλάλησε Κύριος. ϛʹ. Εἴδετε ὅπως τὸ παλαιὸν ἐσπούδαζον γυναῖκας ἄγεσθαι | |
15 | τοῖς ἑαυτῶν παισίν; ὅπως πρὸ τῶν χρημάτων ψυχῆς εὐγένειαν ἐπεζήτουν; Οὐδαμοῦ γραμματεῖα, οὐδαμοῦ συνθῆκαι, καὶ τὰ ἄλλα τὰ καταγέλαστα, ἃ νῦν γίνεται, καὶ αἱ αἱρέσεις ἐκεῖναι αἱ τοῖς γραμματείοις ἐντιθέμε‐ ναι· Ἐὰν ἄπαις, φησὶ, τελευτήσῃ, ἐὰν τόδε καὶ τόδε | |
20 | συμβῇ· ἀλλὰ παρ’ ἐκείνοις οὐδὲν τοιοῦτον, ἀλλὰ τὸ μέ‐ γιστον καὶ ἀσφαλὲς γραμματεῖον, τῆς κόρης ὁ τρόπος· οὐδαμοῦ κύμβαλα καὶ χορεῖαι. Καὶ τοῦτο εἴσῃ, ἐπειδὰν πρὸς τὸν νυμφίον τὴν κόρην ἴδῃς ἐπαναχθεῖσαν. Ἀκού‐ σας γὰρ ὁ παῖς ταῦτα, φησὶ, παρὰ τοῦ πατρὸς καὶ | |
25 | τοῦ ἀδελφοῦ, προσεκύνησε τῷ Θεῷ ἐπὶ τὴν γῆν. Ὅρα πῶς καθ’ ἕκαστον τῶν γενομένων τῷ Δεσπότῃ τῶν ὅλων τὴν εὐχαριστίαν ἀναφέρει. Αὐτὸς γὰρ ἦν ὁ πάντα προοδοποιῶν, καὶ κατὰ τὸ ῥῆμα τοῦ πατριάρχου, ἄγγε‐ λον προαποστείλας ἔμπροσθεν αὐτοῦ, τὰ πάντα αὐτῷ | |
30 | ἐξευμαρίζοντα. Καὶ λοιπὸν μαθὼν ὡς τέλος αὐτῷ τὸ σπουδαζόμενον ἔσχεν, Ἐξενέγκας σκεύη χρυσᾶ καὶ ἀργυρᾶ, καὶ ἱματισμὸν, ἔδωκε τῇ Ῥεβέκκᾳ. Λοιπὸν μετὰ παῤῥησίας αὐτὴν θεραπεύει, ὡς ἤδη διὰ τῶν ῥημά‐ των ἐγγυηθεῖσαν τῷ Ἰσαάκ. Τιμᾷ δὲ δώροις καὶ τὸν | |
35 | ἀδελφὸν καὶ τὴν μητέρα, καὶ ὅτε εἰς ἔργον εἶδεν ἐκβᾶ‐ σαν τὴν παρὰ τοῦ δεσπότου ἐντολὴν, τότε λοιπὸν τῆς οἰκείας ἀναπαύσεως γίνεται. Ἔφαγον γὰρ, φησὶ, καὶ ἔπιον, αὐτὸς καὶ οἱ ἄνδρες οἱ μετ’ αὐτοῦ, καὶ ἐκοι‐ μήθησαν. Καὶ ἀναστὰς τῷ πρωῒ εἶπεν· Ἐκπέμψατέ | |
40 | με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Ἐπειδὴ πάντα μοι οὕτω κατευωδώθη, φησὶ, καὶ οὐδέν ἐστι λοιπὸν τὸ ἐλλεῖπον, ἀλλὰ καὶ ὑμῖν τοῦτο ἀρεστὸν ἐφάνη, Ἐκπέμ‐ ψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Εἶπαν δὲ, φησὶν, οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ· Μεινάτω ἡ παρ‐ | |
45 | θένος μεθ’ ἡμῶν ἡμέρας ὡσεὶ δέκα, καὶ μετὰ ταῦτα ἀπελεύσεσθε. Ὁ δὲ εἶπε πρὸς αὐτούς· Μὴ κατέχετέ με, καὶ Κύριος εὐώδωσε τὴν ὁδόν μου· ἐκπέμψατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Τίνος ἕνεκεν, φησὶν, ὑπερτίθεσθε καὶ διαναβάλλεσθε, τοῦ Θεοῦ τοσαύ‐ | |
54.442(50) | την εὐκολίαν ἐν ἅπασί μοι παρεσχηκότος; Ἀπολύσατέ με, ἵνα ἀπέλθω πρὸς τὸν κύριόν μου. Οἱ δὲ, φησὶν, εἶπον· Καλέσωμεν τὴν παῖδα, καὶ ἐρωτήσω‐ μεν αὐτήν. Καὶ ἐκάλεσαν, καὶ εἶπαν αὐτῇ· Πορεύ‐ σῃ μετὰ τοῦ ἀνθρώπου; Ἡ δὲ εἶπε, Πορεύσομαι. | |
55 | Καὶ ἐξέπεμψαν Ῥεβέκκαν τὴν ἀδελφὴν αὐτῶν, καὶ τὰ ὑπάρχοντα αὐτῆς, καὶ τὸν παῖδα τοῦ Ἀβραὰμ, καὶ τοὺς μετ’ αὐτοῦ, καὶ εὐλόγησαν Ῥεβέκκαν, καὶ εἶπον αὐτῇ, Ἀδελφὴ ἡμῶν εἶ, γενοῦ εἰς χιλιάδας μυριάδων, καὶ κληρονομησάτω τὸ σπέρμα σου τὰς | |
60 | πόλεις τῶν ὑπεναντίων. Ὅρα πῶς καὶ οὗτοι ἀγνοοῦν‐ | |
54.443 | τες σημαίνουσι τῇ κόρῃ τὰ μέλλοντα ἔσεσθαι, τοῦ Θεοῦ τὴν διάνοιαν αὐτῶν πρὸς τοῦτο κατευοδώσαντος. Ἀμφό‐ τερα γὰρ αὐτῇ προμηνύουσιν, ὅτι καὶ εἰς χιλιάδας μυ‐ ριάδων ἔσται, καὶ ὅτι κληρονομήσει τὸ σπέρμα αὐτῆς | |
5 | τὰς πόλεις τῶν ὑπεναντίων. Εἶδες διὰ πάντων δεικνυ‐ μένην ἐναργῆ τοῦ Θεοῦ τὴν πρόνοιαν, πῶς καὶ διὰ τῶν ἀπίστων προμηνύεσθαι τὰ μέλλοντα οἰκονομεῖ ὁ τῶν ἁπάντων Δεσπότης; Καὶ ἀναστᾶσα, φησὶ, Ῥεβέκκα καὶ αἱ ἅβραι αὐτῆς, ἐπέβησαν ἐπὶ τὰς καμήλους. | |
10 | Εἶδες οἵαν ἄγεται νύμφην ὁ πατριάρχης; Ὑδρευομένην, καὶ τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων φέρουσαν, καὶ νῦν πάλιν ἐπιβᾶσαν ἐπὶ τὰς καμήλους. Οὐδαμοῦ ἡμίονοι ἀργύρῳ περιλαμπόμεναι τοὺς τραχήλους, οὐδὲ οἰκετῶν ἐσμὸς, οὐδὲ ἡ πολλὴ βλακεία ἡ νῦν γινομένη· ἀλλὰ τοσαύτη ἦν | |
15 | τῶν παλαιῶν γυναικῶν ἡ ἀνδρεία, ὡς καὶ ἐπὶ τὰς καμή‐ λους αὐτὰς ἐπιβαίνειν, καὶ οὕτως ὁδοιπορεῖν. Καὶ ἐπο‐ ρεύθησαν, φησὶ, μετὰ τοῦ ἀνθρώπου. Ὁ δὲ Ἰσαὰκ ἐξῄει ἀδολεσχῆσαι εἰς τὸ πεδίον τὸ πρὸς δείλης, καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς εἶδε τὰς καμήλους | |
20 | ἐρχομένας. Εἰς τὸ πεδίον, φησὶν, ὁ Ἰσαὰκ διατρίβων ἐθεάσατο τὰς καμήλους. Ἡ δὲ Ῥεβέκκα ἰδοῦσα τὸν Ἰσαὰκ, κατεπήδησεν ἀπὸ τῆς καμήλου, καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ εἰς συνάντησιν ἡμῶν; Ὅρα τῆς κόρης | |
25 | τὴν εὐγένειαν· ἐπειδὴ εἶδε τὸν Ἰσαὰκ, ἐπυνθάνετο τίς εἴη. Καὶ μαθοῦσα ὅτι αὐτός ἐστιν ὁ μέλλων αὐτὴν ἄγεσθαι, περιεβάλλετο, φησὶ, τὸ θέριστρον, καὶ παραγενόμενος ὁ παῖς διηγήσατο πάντα μετὰ ἀκριβείας τῷ Ἰσαάκ. Ἐν‐ ταῦθα σκόπει μοι, ἀγαπητὲ, πῶς οὐδαμοῦ τὰ περιττὰ | |
30 | ταῦτα καὶ ἀνόνητα, οὐδαμοῦ πομπὴ διαβολικὴ, οὐδαμοῦ κύμβαλα καὶ αὐλοὶ καὶ χορεῖαι, καὶ τὰ σατανικὰ ἐκεῖνα συμπόσια, καὶ αἱ λοιδορίαι αἱ πάσης ἀσχημοσύνης γέ‐ μουσαι, ἀλλὰ πᾶσα σεμνότης, πᾶσα σοφία, πᾶσα ἐπιεί‐ κεια. Εἰσῆλθε δὲ, φησὶν, Ἰσαὰκ εἰς τὸν οἶκον τῆς | |
35 | μητρὸς αὐτοῦ, καὶ ἔλαβε τὴν Ῥεβέκκαν, καὶ ἐγένετο αὐτῷ γυνὴ, καὶ ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη Ἰσαὰκ περὶ Σάῤῥας τῆς μητρὸς αὐτοῦ. Ταύτην μι‐ μείσθωσαν αἱ γυναῖκες· τοῦτον ζηλούτωσαν οἱ ἄνδρες· οὕτω τὰς νύμφας ἀγαγέσθαι σπουδαζέτωσαν. Τίνος γὰρ | |
40 | ἕνεκεν, εἰπέ μοι, ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων κηλίδων πληρῶσαι συγχωρεῖς τῆς κόρης τὰς ἀκοὰς διὰ τῶν αἰσχρῶν ᾀσμάτων, διὰ τῆς ἀκαίρου πομπῆς ἐκείνης; Οὐκ οἶσθα ὅπως ἡ νεότης εὔκολος πρὸς ὄλισθον; τί τὰ σεμνὰ τοῦ γάμου ἐκπομπεύεις μυστήρια; δέον ἅπαντα | |
45 | ταῦτα ἀπελαύνειν, καὶ τὴν αἰδὼ ἐκ προοιμίων ἐκπαι‐ δεύειν τὴν κόρην, καὶ ἱερέας καλεῖν καὶ δι’ εὐχῶν καὶ εὐλογιῶν τὴν ὁμόνοιαν τοῦ συνοικεσίου συσφίγγειν, ἵνα καὶ ὁ πόθος τοῦ νυμφίου αὔξηται, καὶ τῆς κόρης ἡ σωφροσύνη ἐπιτείνηται· καὶ διὰ πάντων τὰ τῆς ἀρετῆς | |
54.443(50) | ἔργα εἰσελεύσεται εἰς τὴν οἰκίαν ἐκείνην, καὶ πᾶσαι τοῦ διαβόλου αἱ μηχαναὶ ἐκποδὼν ἔσονται, καὶ αὐτοὶ μεθ’ ἡδονῆς τὸν βίον διάξουσιν, ὑπὸ τῆς τοῦ Θεοῦ ῥοπῆς συγκροτούμενοι· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χά‐ ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, | |
55 | μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
57t | ΟΜΙΛΙΑ ΜΘʹ. | |
58n | Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ τοῦ υἱοῦ | |
59n | Ἀβραάμ. | |
60 | αʹ. Πάλιν ὑμᾶς ἐπὶ τὴν συνήθη τράπεζαν ἀναγαγεῖν βούλομαι, καὶ ἐκ τῶν παρὰ τοῦ Μωϋσέως ῥημάτων | |
τὴν ἑστίασιν ὑμῖν παραθεῖναι, μᾶλλον δὲ τῶν τοῦ Πνεύ‐ | Column end | |
54.444 | ματος. Οὐδὲ γὰρ ἀφ’ ἑαυτοῦ Μωϋσῆς ταῦτα ἡμῖν ἐξέθετο, ἀλλ’ ὑπὸ τοῦ ἁγίου Πνεύματος ἐνηχούμενος. Ἴδωμεν οὖν τί καὶ σήμερον ἡμᾶς διδάξαι βούλεται. Οὐδὲ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς βίους ἡμῖν τῶν δι‐ | |
5 | καίων ἐκτίθεται, ἀλλ’ ἵνα ζηλώσωμεν τούτων τὴν ἀρε‐ τὴν, καὶ μιμηταὶ γενώμεθα τῶν ἐκείνοις κατωρθω‐ μένων. Ἐπειδὴ γὰρ ἡμῖν τὰ κατὰ τὸν πατριάρχην ἀκριβῶς διηγησάμενος, καὶ τὸν τελευταῖον αὐτοῦ ἆθλον τὸν ἐπὶ τῇ τοῦ μονογενοῦς σφαγῇ, διδάξας | |
10 | ἡμᾶς πῶς ἂν τῷ Θεῷ αὐτὸν καλλιέρημα, εἰ καὶ μὴ αὐτῷ ἔργῳ, ἀλλὰ τῇ προθυμίᾳ εἰργάσατο, τέλος ἐπ‐ έθηκεν ἐκείνοις τοῖς διηγήμασι· νῦν ἡμῖν ἐκτίθεται τὰ κατὰ τὸν Ἰσαὰκ τὸν σφαγέντα καὶ μὴ σφαγέντα· αἰ‐ νίγματι γὰρ ἔοικε τὸ γεγονός. Ἄκουσον γὰρ Παύλου | |
15 | λέγοντος· Πίστει προσενήνοχε τὸν Ἰσαὰκ Ἀβραὰμ πειραζόμενος· καὶ τὸν μονογενῆ προσέφερεν ὁ τὰς ἐπαγγελίας ἀναδεξάμενος. Εἶτα ἵνα μάθωμεν ἀκρι‐ βῶς, πῶς πίστει ταῦτα πάντα διεπράττετο, καὶ ἐναν‐ τία τῇ ὑποσχέσει ὁρῶν τὰ ὑπ’ αὐτοῦ γίνεσθαι κελευό‐ | |
20 | μενα, οὐκ ἐταράττετο, φησίν· Ὅθεν αὐτὸν καὶ ἐν παραβολῇ ἐκομίσατο. Τί ἐστιν, Ἐν παραβολῇ ἐκο‐ μίσατο; Ἐπειδὴ γὰρ αὐτὸν εἰς θυσίαν ἀνήνεγκε, καὶ ἀπηρτισμένην τὴν γνώμην ἐπεδείξατο, αὐτός γε τὸν στέφανον ἀνεδήσατο, καὶ τὸν παῖδα λαβὼν ἐπανῄει, | |
25 | καὶ ἡ θυσία διὰ προβάτου ἐπληροῦτο, καὶ ἐδείκνυ διὰ πάντων ὁ τῶν ὅλων Θεὸς τῆς οἰκείας φιλανθρωπίας τὴν ὑπερβολὴν, καὶ ὅτι οὐ σφαγῆναι τὸν Ἰσαὰκ βου‐ λόμενος τοῦτο ἐπέταττεν, ἀλλὰ τοῦ δικαίου γυμνάζων τὴν ὑπακοήν. Ἀλλ’ ὥσπερ εἴδομεν τοῦ πατριάρχου | |
30 | τὴν ἀρετὴν διὰ πάντων λάμπουσαν, φέρε καὶ τὰ κατὰ τὸν Ἰσαὰκ σήμερον εἰς μέσον προθέντες, ἴδωμεν ὅπως καὶ αὐτὸς τὸ φιλόθεον αὐτοῦ τῆς γνώμης διὰ πάντων ἐπιδείκνυται. Ἄξιον δὲ καὶ αὐτῶν ἐπακοῦσαι τῶν τῆς Γραφῆς ῥημάτων. Αὗται δὲ αἱ γενέσεις, φησὶν, Ἰσαὰκ | |
35 | τοῦ υἱοῦ Ἀβραάμ. Ἀβραὰμ ἐγέννησε τὸν Ἰσαάκ. Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ὅτε ἔλαβε Ῥε‐ βέκκαν θυγατέρα Βαθουὴλ τοῦ Σύρου ἐκ τῆς Με‐ σοποταμίας, ἀδελφὴν δὲ Λάβαν τοῦ Σύρου, ἑαυτῷ εἰς γυναῖκα. | |
40 | Σκόπει μοι, ἀγαπητὲ, τῆς θείας Γραφῆς τὴν ἀκρίβειαν, ὅπως οὐδὲν παρέργως τίθησι. Τίνος γὰρ ἕνεκεν ἡμῖν τὸν χρόνον τοῦ Ἰσαὰκ ἐπιση‐ μαίνεται, καί φησιν, Ἦν δὲ Ἰσαὰκ ἐτῶν τεσσαρά‐ κοντα, ὅτε ἔλαβε τὴν Ῥεβέκκαν; Οὐχ ἁπλῶς, οὐδὲ | |
45 | εἰκῆ· ἀλλ’ ἐπειδὴ μέλλει μετὰ ταῦτα τῆς Ῥεβέκκας ἡμῖν διηγεῖσθαι τὴν στείρωσιν, καὶ ὅτι ἐξ εὐχῆς τοῦ δικαίου τὰ τῆς παιδοποιίας αὐτῇ γέγονε, βούλεται δι‐ δάξαι ἡμᾶς τὸ μέγεθος τῆς ὑπομονῆς τοῦ Ἰσαὰκ, καὶ σημᾶναι τὸν χρόνον ἀκριβῶς, ὅσον ἐν ἀπαιδίᾳ γέγο‐ | |
54.444(50) | νεν· ἵνα καὶ ἡμεῖς ζηλοῦντες τὸν δίκαιον, οὕτω προσ‐ εδρεύωμεν ταῖς πρὸς τὸν Θεὸν ἱκεσίαις, ἐπειδὰν αἰ‐ τῶμέν τι παρ’ αὐτοῦ. Εἰ γὰρ ὁ δίκαιος οὗτος ἐνάρε‐ τος ὢν, καὶ τοσαύτης εὐνοίας ἀπολαύων παρὰ τοῦ Θεοῦ, τοσαύτην ἐπεδείκνυτο σπουδὴν καὶ εὐτονίαν, τὸν | |
55 | Θεὸν διηνεκῶς παρακαλῶν, ὥστε λῦσαι τῆς Ῥεβέκκας τὴν στείρωσιν, τί ἂν εἴποιμεν ἡμεῖς οἱ τοσαῦτα φορ‐ τία ἁμαρτημάτων ἔχοντες ἐπικείμενα, καὶ μηδὲ τὸ πολλοστὸν τοῦ δικαίου τούτου μέρος ἐπιδεικνύμενοι, ἀλλὰ κἂν πρὸς ὀλίγον σπουδήν τινα ἐπιδειξώμεθα, ναρ‐ | |
60 | κῶντες καὶ ἀποπηδῶντες, εἰ μὴ θᾶττον εἰσακουσθείη‐ μεν; Διὰ τοῦτο, παρακαλῶ, ἐκ τῶν τῷ δικαίῳ τούτῳ συμβάντων παιδευόμενοι, μηδέποτε παυώμεθα τὸν Θεὸν παρακαλοῦντες ὑπὲρ τῆς συγχωρήσεως τῶν οἰ‐ κείων πλημμελημάτων, ἀλλὰ θερμὴν καὶ ζέουσαν προ‐ | |
65 | θυμίαν ἐπιδεικνυώμεθα καὶ μὴ ἀσχάλλωμεν, μηδὲ ὀκνηρότεροι γινώμεθα, εἰ μὴ θᾶττον εἰσακουσθείημεν. | |
Ἴσως γὰρ, ἴσως σοφιζόμενος ἡμῶν τὴν διηνεκῆ προσ‐ | ||
54.445 | εδρίαν ὁ Δεσπότης, διαναβάλλεται, βουλόμενος καὶ τῆς ὑπομονῆς ἡμᾶς κομίσασθαι τὸν μισθὸν, καὶ τὸν καιρὸν εἰδὼς, καθ’ ὃν λυσιτελές ἐστιν ἡμῖν τῶν σπου‐ δαζομένων ἐπιτυχεῖν. Οὐδὲ γὰρ οὕτως ἡμεῖς ἴσμεν τὸ | |
5 | συμφέρον ἑαυτοῖς, ὡς αὐτὸς ἀκριβῶς ἐπίσταται, ὁ τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου ἐπιστάμενος. Δι’ ὃ προσήκει μηδὲν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν τῶν παρὰ τοῦ Θεοῦ γινομένων, ἀλλὰ πολλὴν τὴν εὐ‐ γνωμοσύνην ἐπιδείκνυσθαι, καὶ θαυμάζειν τῶν δι‐ | |
10 | καίων τὰς ἀρετάς. Ἐπειδὴ γὰρ εἶπεν ἡμῖν ἡ θεία Γραφὴ, ὅσων ἐτῶν ἦν Ἰσαὰκ, λέγει καὶ περὶ Ῥεβέκ‐ κας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Θέα μοι τοῦ δικαίου τὸ φιλόθεον. Ἐπειδὴ γὰρ εἶδε χωλεύουσαν τὴν φύσιν, ἐπὶ τὸν τῆς φύσεως δημιουργὸν ἔδραμε, | |
15 | καὶ τὰ δεσμὰ τῆς φύσεως διὰ τῆς εὐχῆς λύειν ἠπεί‐ γετο. Ἐδέετο γὰρ, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν. Ἓν τοῦτο πρῶ‐ τον ἄξιον ζητῆσαι, τίνος ἕνεκεν, βίου οὖσα θαυμαστοῦ καὶ αὐτὴ, καὶ ὁ ἀνὴρ αὐτῆς, καὶ πολλῆς τῆς σωφρο‐ | |
20 | σύνης ἀμφότεροι ἐπιμελούμενοι, στεῖρα ἦν; Οὐκ ἔχο‐ μεν ἐπιλαβέσθαι αὐτῶν τῆς ζωῆς, καὶ εἰπεῖν, ὅτι τῶν ἁμαρτιῶν ἦν ἔργον ἡ στείρωσις. Καὶ ἵνα μάθῃς τὸ θαυμαστὸν, ὅτι οὐκ αὐτὴ μόνον στεῖρα ἦν, ἀλλὰ καὶ ἡ μήτηρ τοῦ δικαίου ἡ Σάῤῥα· καὶ οὐχ ἡ μήτηρ δὲ αὐ‐ | |
25 | τοῦ μόνον, ἀλλὰ καὶ ἡ νύμφη, τοῦ Ἰακὼβ ἡ γυνὴ, ἡ Ῥαχὴλ λέγω. Τί βούλεται τῶν στειρῶν τούτων ὁ χο‐ ρός; Πάντες δίκαιοι, πάντες ἐνάρετοι, πάντες ὑπὸ Θεοῦ μαρτυρούμενοι. Περὶ γὰρ αὐτῶν ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ | |
30 | ὁ Θεὸς Ἰακώβ. Καὶ ὁ μακάριος δὲ Παῦλός φησι· Δι’ ὃ οὐκ ἐπαισχύνεται ὁ Θεὸς, Θεὸς ἐπικαλεῖσθαι αὐ‐ τῶν. Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ οἱ ἔπαινοι ἐν τῇ Παλαιᾷ. Πανταχόθεν λαμπροὶ καὶ ἐπίσημοι, καὶ πάντες στείρας ἔσχον γυναῖκας, καὶ ἐν | |
35 | ἀπαιδίᾳ ἦσαν μέχρι πολλοῦ τοῦ χρόνου. βʹ. Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἐν ἀρετῇ ζῶν‐ τας, καὶ ἐν ἀπαιδίᾳ τυγχάνοντας· ὅταν ἴδῃς θεοσεβεῖς ὄντας, καὶ εὐλαβείας ἐπιμελομένους, ἄπαιδας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι ἔργα. Πολλοὶ γὰρ τοῦ Θεοῦ | |
40 | τῆς οἰκονομίας οἱ λόγοι καὶ ἡμῖν ἀπόῤῥητοι, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ, καὶ μόνους ἐκείνους ταλανί‐ ζειν τοὺς ἐν κακίᾳ ζῶντας, οὐ τοὺς παιδία μὴ κεκτη‐ μένους. Πολλὰ γὰρ πολλάκις ὁ Θεὸς συμφερόντως οἰκονομεῖ, ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γεγενημένων οὐκ | |
45 | ἴσμεν. Διὰ τοῦτο πανταχοῦ θαυμάζειν αὐτοῦ τὴν σο‐ φίαν χρὴ, καὶ δοξάζειν αὐτοῦ τὴν φιλανθρωπίαν τὴν ἄφατον. Ἀλλὰ ταῦτα μὲν πρὸς ὠφέλειαν ἡμῖν εἴρηται τὴν ὑμετέραν, ὥστε πολλὴν τὴν εὐγνωμοσύνην ἐπι‐ δείκνυσθαι, καὶ μὴ περιεργάζεσθαι τοῦ Θεοῦ τὰς οἰ‐ | |
54.445(50) | κονομίας· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι’ ἣν ἦσαν ἐκεῖναι στεῖραι αἱ γυναῖκες. Τίς οὖν ἐστιν ἡ αἰτία; Ἵνα, ὅταν ἴδῃς τὴν Παρθένον τίκτουσαν τὸν κοινὸν ἡμῶν Δεσπότην, μὴ ἀπιστήσῃς. Γύμνασόν σου ἐν‐ ταῦθα τὴν διάνοιαν, φησὶν, ἐν τῇ μήτρᾳ τῶν στειρῶν, | |
55 | ἵν’ ὅταν ἴδῃς πεπηρωμένην καὶ δεδεμένην μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ θαύ‐ μασον καὶ ἐκπλάγηθι, ἀλλὰ μὴ ἀπιστήσῃς τῷ θαύ‐ ματι. Ὅταν οὖν λέγῃ πρὸς σὲ ὁ Ἰουδαῖος, Πῶς ἔτε‐ | |
60 | κεν ἡ παρθένος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα | |
καὶ γεγηρακυῖα; Δύο γὰρ κωλύματα τότε ἦν, τό τε | Column end | |
54.446 | ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς παρθένου ἓν κώλυμα ἦν, τὸ μὴ μετασχεῖν αὐ‐ τὴν γάμου. Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα. Καὶ ἵνα μάθῃς ὅτι διὰ τοῦτο στεῖραι προέλαβον, ἵνα | |
5 | πιστευθῇ τῆς παρθένου ὁ τόκος, ἄκουσον ἀπὸ τῶν ῥη‐ μάτων τοῦ Γαβριὴλ τῶν πρὸς τὴν παρθένον εἰρημέ‐ νων. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐ‐ τοῦ Ἰησοῦν, ἐξεπλάγη καὶ ἐθαύμασε, καὶ εἶπε· | |
10 | Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι. Μὴ ζήτει, φησὶ, φύσεως ἀκολουθίαν, ὅταν ὑπὲρ φύσιν ᾖ τὰ γινό‐ μενα· μὴ περιβλέπου γάμων ὠδῖνας, ὅταν μείζων γά‐ | |
15 | μου τῆς γεννήσεως ὁ τρόπος ᾖ. Καὶ πῶς ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται, ἐπειδὴ ἄνδρα οὐ γινώσκεις. Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακο‐ νίᾳ ταύτῃ. Ὥστε δι’ ὃ ἀπιστεῖς, δι’ αὐτὸ πίστευε. Οὐκ | |
20 | ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ’ ἐπειδὴ κρείττων ἡ παρ‐ θενία· τὴν δὲ τοῦ κοινοῦ πάντων Δεσπότου εἴσ‐ οδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν ἡ εἴσοδος. Ἔδει κοινωνεῖν ἡμῖν τῆς γεννήσεως, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας. Καὶ ἀμφότερα ταῦτα | |
25 | γέγονε, καὶ ὅπως ἄκουε. Τὸ μὲν ἀπὸ μήτρας γενέσθαι, κοινὸν πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς γάμων γενέσθαι, μεῖ‐ ζον ἢ καθ’ ἡμᾶς. Καὶ τὸ μὲν ἐν γαστρὶ σχεῖν σε, τῆς φύσεως τῆς ἀνθρωπείας· τὸ δὲ χωρὶς μίξεως γενέ‐ σθαι τὴν κύησιν, σεμνότερον τῆς ἀνθρωπίνης φύσεως· | |
30 | ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν τὴν πρὸς σὲ μάθῃς. Καὶ σκόπει τὴν σοφίαν τῶν γινομένων. Οὔτε ἡ ὑπεροχὴ τὴν ὁμοίωσιν καὶ συγγένειαν ἐλυμήνατο, οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπεροχὴν ἠμαύρω‐ σεν, ἀλλ’ ἑκάτερα ἐδείκνυτο διὰ τῶν πραγμάτων· καὶ | |
35 | τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐνηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ’, ὅπερ ἔλεγον, διὰ τοῦτο αἱ στεῖραι αὗται, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὕτη χειραγωγηθῇ πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας καὶ τῆς ὑποσχέσεως. Ἄκουσον γὰρ τί φησιν ὁ ἄγγελος πρὸς | |
40 | αὐτήν. Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύ‐ ναμις Ὑψίστου ἐπισκιάσει σοι. Οὕτω, φησὶν, ἔχεις τεκεῖν, καὶ τῆς ἐνεργείας τοῦ Πνεύματος τὸ πᾶν ἔσται. Μὴ τοίνυν βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Τοῦ Πνεύματός ἐστι χάρις τὸ γινό‐ | |
45 | μενον· μὴ ζήτει φύσεως ἀκολουθίαν, μὴ κατὰ νόμους καὶ γάμον. Ἀλλ’ ἐπειδὴ μείζονα ταῦτα ἦν ἐκείνης τὰ ῥήματα, βούλεται καὶ ἑτέραν αὐτῇ παρασχεῖν ἀπόδει‐ ξιν. γʹ. Σὺ δέ μοι σκόπει, ἀγαπητὲ, πῶς ἡ στεῖρα αὐτὴν | |
54.446(50) | χειραγωγεῖ πρὸς τὴν πίστιν τοῦ τόκου. Ἐπειδὴ γὰρ ἡ προτέρα ἀπόδειξις μείζων ἦν τῆς διανοίας τῆς παρ‐ θένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν αὐτὴν χειραγωγῶν. Καὶ ἰδοὺ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ | |
55 | συνειληφυῖα υἱὸν ἐν γήρει αὐτῆς· καὶ οὗτος μὴν | |
ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Διὰ τὴν | ||
54.447 | παρθένον πάντως παρήγαγε καὶ τὴν στεῖραν· ἐπεὶ τίνος ἕνεκεν παρήγαγεν αὐτῇ τὸν τόκον τῆς συγγε‐ νοῦς καὶ τίνος ἕνεκεν ἔλεγε, Τῇ καλουμένῃ στείρᾳ; Διὰ πάντων χειραγωγῶν αὐτὴν πρὸς τὸ πιστεῦσαι τῷ | |
5 | εὐαγγελισμῷ. Διὰ τοῦτο καὶ τὴν ἡλικίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο καὶ τὸν χρόνον ἀνέμεινε τῆς κυήσεως. Οὐ γὰρ ἐξ ἀρχῆς καὶ ἐκ προοι‐ μίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ’ ἑξαμηνιαίου διελθόντος χρόνου, ἵνα ὁ τῆς γαστρὸς ὄγκος τὴν κύη‐ | |
10 | σιν ἐγγυησάμενος σαφῆ τὴν ἀπόδειξιν παράσχῃ τῆς συλλήψεως. Καὶ θέα μοι τοῦ Γαβριὴλ τὴν σύνεσιν. Οὐκ ἀνέμνησεν αὐτὴν τῆς Σάῤῥας, οὐδὲ τῆς Ῥεβέκ‐ κας, οὐδὲ τῆς Ῥαχήλ. Τίνος ἕνεκεν καὶ διὰ τί; Καὶ αὗται γὰρ στεῖραι ἦσαν, καὶ γεγηρακυῖαι, καὶ πολὺ | |
15 | καὶ ἐν αὐταῖς τὸ θαῦμα ἦν· ἀλλ’ ἐπειδὴ πάντα ταῦτα παλαιὰ ἦν τὰ διηγήματα, ἐπὶ τὸ πρόσφατον αὐτὴν ἄγει, ἵνα διαναστήσῃ αὐτῆς τὴν διάνοιαν. δʹ. Ἀλλ’ ἀναγκαῖον ἐπὶ τὸ προκείμενον τὸν λόγον ἀναγαγεῖν καὶ γνωρίσαι τοῦ δικαίου τούτου τὴν ἀρετὴν, | |
20 | ὅπως διὰ τῆς εὐχῆς τὴν στείρωσιν τῆς Ῥεβέκκας ἔλυσε, καὶ τῶν δεσμῶν τῆς φύσεως περιεγένετο. Ἐδέετο γὰρ, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν, καὶ ἐπήκουσεν αὐτοῦ ὁ Θεός. Μὴ ἐπειδὴ εὐθέως οὕτω γέγραπται, νομίσῃς καὶ πα‐ | |
25 | ραχρῆμα αὐτὸν τετυχηκέναι τοῦ σπουδαζομένου. Καὶ γὰρ εἴκοσιν ἐτῶν ἀριθμὸν διέμενε δεόμενος καὶ πα‐ ρακαλῶν τὸν Θεὸν, καὶ τότε ἐπέτυχε τοῦ ποθουμένου. Καὶ πόθεν εἰσόμεθα τοῦτο; Ἐὰν μετὰ ἀκριβείας ἐπέλθωμεν τὰ ἐν τῇ θείᾳ Γραφῇ κείμενα. Οὐδὲ γὰρ | |
30 | τὸν χρόνον ἡμᾶς ἀπέκρυψεν, ἀλλ’ ἐσήμανε μὲν, λαν‐ θανόντως δὲ, ὥστε διεγεῖραι ἡμῶν τὴν προθυμίαν, καὶ πρὸς ζήτησιν παρορμῆσαι. Ὥσπερ γὰρ ἐδίδαξεν ἡμᾶς τῶν ἐτῶν τὸν ἀριθμὸν ὅσον ἦν, ἡνίκα τὴν Ῥε‐ βέκκαν ἠγάγετο· οὕτω καὶ τοῦτο ἡμῖν δῆλον καθίστη‐ | |
35 | σιν. Ἦν γὰρ, φησὶν, Ἰσαὰκ ἐτῶν τεσσαράκοντα, ἡνίκα ἔλαβε Ῥεβέκκαν τὴν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες ἀκριβῶς τὸν χρόνον. Εἶτα εἰπὼν, ὅτι Ἐδέετο Ἰσαὰκ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν, ἵνα μάθωμεν τῶν ἐτῶν τὸν ἀριθμὸν, σημαίνει | |
40 | ἡμῖν πόσων ἐτῶν ἦν ὁ Ἰσαὰκ, ἡνίκα ἐτέχθησαν αὐτῷ οἱ παῖδες παρὰ τῆς Ῥεβέκκας. Ἦν δὲ Ἰσαὰκ, φη‐ σὶν, ἐτῶν ἑξήκοντα, ἡνίκα ἔτεκε Ῥεβέκκα. Εἰ τοίνυν τεσσαράκοντα ἐτῶν ἦν, ὅτε ἠγάγετο αὐτὴν, ἑξήκοντα δὲ ἐτῶν, ὅτε ἔτεκεν ἡ γυνὴ, δηλονότι ἐν τοῖς εἴκοσιν | |
45 | ἔτεσι δεόμενος τοῦ Θεοῦ διέμενεν, καὶ οὕτω τὴν πή‐ ρωσιν τῆς μήτρας τῆς Ῥεβέκκας εἰς παιδοποιίαν διήγειρεν. Εἴδετε εὐχῆς δύναμιν, πῶς καὶ αὐτῆς πε‐ ριγενέσθαι τῆς φύσεως ἴσχυσε; Τοῦτον καὶ ἡμεῖς πάντες μιμώμεθα, καὶ οὕτω ταῖς εὐχαῖς προσεδρεύω‐ | |
54.447(50) | μεν μετὰ νηφούσης ψυχῆς, μετὰ κατεσταλμένης δια‐ νοίας· καὶ ἀκούσωμεν Παύλου παραινοῦντος καὶ λέ‐ γοντος· Ἐπαίροντες ὁσίους χεῖρας χωρὶς ὀργῆς καὶ διαλογισμοῦ· καὶ σπουδάσωμεν πάντοτε μὲν ἀπηλλάχθαι ταραχῆς, καὶ ἐν γαλήνῃ ἔχειν τὸν λογι‐ | |
55 | σμὸν, μάλιστα δὲ κατὰ τὸν καιρὸν τῆς εὐχῆς, ὅτε πολ‐ λῆς ἡμῖν χρεία τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας. Ἐὰν γὰρ ἴδῃ κατὰ τοὺς ὑπ’ αὐτοῦ κειμένους νόμους ταύτην ἡμᾶς ποιουμένους, ταχεῖαν ἡμῖν τῶν παρ’ ἑαυτοῦ δωρεῶν χαρίζεται τὴν φιλοτιμίαν· ἧς γένοιτο | |
60 | πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, | |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end | |
54.448(1t) | ΟΜΙΛΙΑ Νʹ. | |
2n | Ἐν γαστρὶ δὲ ἔλαβεν ἡ Ῥεβέκκα, καὶ ἐσκίρτων | |
3n | τὰ παιδία ἐν αὐτῇ. | |
4 | αʹ. Βούλεσθε σήμερον τὰ λείψανα τῶν χθὲς ἡμῖν | |
5 | εἰρημένων ἀποδῶμεν ὑμῶν τῇ ἀγάπῃ; Οὐδὲ γὰρ ἅπα‐ σαν τὴν ὑπόθεσιν εἰς τέλος ἀγαγεῖν ἠδυνήθημεν· ἀλλ’ ὅτι διὰ τῆς οἰκείας εὐχῆς καὶ τῆς πολλῆς προσεδρίας ἴσχυσεν ὁ Ἰσαὰκ τὴν μήτραν τῆς Ῥεβέκκας πρὸς παιδοποιίαν διεγεῖραι, καὶ τὴν φύσιν αὐτὴν πεπηρω‐ | |
10 | μένην, ὡς εἰπεῖν, διανοῖξαι, ταῦτα ἅπαντα χθὲς ἱκα‐ νῶς ὑμᾶς ἐδιδάξαμεν, δείξαντες τῶν ἐτῶν τὸν ἀριθμὸν, ὃν δεόμενος καὶ ἱκετεύων τὸν Θεὸν διετέλεσεν ὑπὲρ τούτου ὁ μακάριος ἐκεῖνος· καὶ εἰς τὸν περὶ τῶν στειρῶν λόγον ἐξελθόντες, καὶ τὴν αἰτίαν ὑμῖν εἰπόντες, δι’ ἣν | |
15 | αἱ τῶν δικαίων ἐκείνων γαμεταὶ στεῖραι γεγό‐ νασιν, ἐνταῦθα κατελύσαμεν τὸν λόγον. Δεῖ δὲ σήμε‐ ρον ἡμᾶς μαθεῖν καὶ τῆς Ῥεβέκκας τὸ φιλόθεον, ἵνα μὴ μόνον ἀπὸ τῆς τοῦ δικαίου ἀρετῆς κερδάνωμεν, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ τὴν Ῥεβέκκαν διηγήσεως εἰς | |
20 | ζῆλον διεγεῖραι δυνηθῶμεν τοὺς ἀκούοντας. Ἐπειδὴ γὰρ ἤκουσεν ὁ Θεὸς τῆς τοῦ δικαίου προσευχῆς, Καὶ ἐν γαστρὶ ἔλαβεν ἡ Ῥεβέκκα, ἐσκίρτων, φησὶ, τὰ παιδία ἐν αὐτῇ, καὶ πολὺν αὐτῇ πόνον αἱ ὠδῖνες παρ‐ εῖχον. Εἶπε γὰρ, φησὶ, Εἰ οὕτω μοι μέλλει γίνε‐ | |
25 | σθαι, ἵνα τί μοι τοῦτο; Οὐδὲ γὰρ εἷς ἦν ὁ μέλλων τίκτεσθαι, ἀλλὰ δύο κατ’ αὐτὸ ἐν τῇ γαστρὶ παιδία περιέφερε, καὶ ἡ στενοχωρία πολλὴν αὐτῇ τὴν ὀδύνην κατεσκεύαζεν. Ἀλλ’ ὅρα μοι ἐντεῦθεν τῆς γυναικὸς τὸ φιλόθεον. Οὐ καθάπερ πολλαὶ τῶν νῦν γυναικῶν τῶν | |
30 | ῥᾳθύμως ζῇν βουλομένων διαπράττονται, ἐπὶ ἀνθρω‐ πίνην τινὰ συμμαχίαν ἔδραμεν, οὐδὲ πρὸς τοὺς τὰ τοιαῦτα στοχασμοῖς τισι καὶ παρατηρήσεσι διὰ τῶν οἰκείων λογισμῶν κρίνειν βουλομένους, οὐδὲ τῇ ἀπάτῃ τῶν περιέργων καὶ τὰ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν | |
35 | ἐπαγγέλλεσθαι βουλομένων ἑαυτὴν ἐξέδωκεν, ἀλλ’ ὅτι Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου. Ὅρα γυ‐ ναικὸς σύνεσιν. Ἐπειδὴ εἶδεν, ὅτι ὁ τῆς φύσεως Δεσπό‐ της ἦν ὁ τὴν μήτραν αὐτῆς διανοίξας, καὶ τὴν ἄγονον γαστέρα ἀθρόον οὕτω γόνιμον ἀπεργασάμενος, καὶ | |
40 | ἑώρα τῆς γαστρὸς τὸν ὄγκον μεγάλα τινὰ αὐτῇ ἐγ‐ γυώμενον, Ἐπορεύθη, φησὶ, πυθέσθαι παρὰ Κυρίου. Τί ἐστιν, Ἐπορεύθη πυθέσθαι παρὰ Κυρίου; Ἔδρα‐ μεν ἐπὶ τὴν ἀληθῆ γνῶσιν, καὶ ἐπὶ τὸν ἱερέα τὸν τοῦ Θείου θεραπευτὴν, σπεύσασα διὰ τούτων λανθα‐ | |
45 | νόντως μαθεῖν τὴν γνῶσιν, καὶ διηγησαμένη πάντα τὰ καθ’ ἑαυτὴν, ἐμάνθανεν ἅπαντα μετὰ ἀκριβείας, τοῦ φιλανθρώπου Θεοῦ διὰ τῆς τοῦ ἱερέως γλώττης ἐκκαλύπτοντος αὐτῇ ἅπαντα σαφῶς, καὶ ταύτῃ προ‐ θυμοτέραν αὐτὴν ἐργαζομένου. Καὶ ἵνα μάθῃς ὅσον | |
54.448(50) | ἦν τότε τῶν ἱερέων τὸ ἀξίωμα, οὐδαμοῦ φησιν, ὅτι ὁ ἱερεὺς ταῦτα ἀπεκρίνατο, ἀλλ’ ἐπειδὴ εἶπεν, Ἐπο‐ ρεύθη πυθέσθαι παρὰ Κυρίου, ἐπήγαγε, Καὶ εἶπε Κύριος αὐτῇ, διὰ τοῦ ἱερέως, Δύο ἔθνη ἐν τῇ γα‐ στρί σου περιέχεις. Καὶ γὰρ καὶ ἑτέρωθι ἄγγελον | |
55 | καλεῖ τὸν ἱερέα ἡ θεία Γραφὴ, δεικνῦσα ὅτι ἐκεῖνα φθέγγεται ἅπερ ἂν ἐνηχήσῃ ἡ τοῦ Πνεύματος χάρις. Εἶπεν οὖν Κύριος αὐτῇ διὰ τοῦ ἱερέως· Δύο ἔθνη ἐν τῇ γαστρί σου ἐστὶ, καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου διασταλήσονται, καὶ λαὸς λαοῦ ὑπερέξει, καὶ ὁ | |
60 | μείζων δουλεύσει τῷ ἐλάττονι. Ὅρα πρόῤῥησιν | |
ἅπαντα σαφῶς αὐτῇ μηνύουσαν τὰ μέλλοντα γενήσε‐ | ||
54.449 | σθαι. Ἁλλόμενοι γὰρ οἱ παῖδες ἐν τῇ γαστρὶ καὶ σκιρ‐ τῶντες, ἤδη προανεφώνουν ἅπαντα μετὰ ἀκριβείας· καὶ λοιπὸν ἐμάνθανεν ἡ γυνὴ, οὐχ ὅτι δύο μόνον τέ‐ ξεται παῖδας, ἀλλ’ ὅτι καὶ εἰς ἔθνη οὗτοι ἐκταθήσονται, | |
5 | καὶ ὅτι ὁ ἐλάσσων κυριεύσει τοῦ μείζονος. Καὶ ὅτε, φησὶν, ἤγγισεν ὁ καιρὸς τοῦ τόκου, Ἐξῆλθεν ὁ πρω‐ τότοκος πυῤῥάκης, ὡσεὶ δορὰ, δασύς· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ, Ἡσαῦ. Καὶ μετὰ ταῦτα ἐξῆλ‐ θεν ὁ ἀδελφὸς αὐτοῦ, καὶ ἡ χεὶρ αὐτοῦ ἐπειλημ‐ | |
10 | μένη τῆς πτέρνης Ἡσαῦ· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Ἰακώβ· μονονουχὶ ἤδη καὶ ἐκ προοιμίων δει‐ κνύντος τοῦ Θεοῦ, ὅτι περιέσται, κατὰ τὰ ῥηθέντα, ὁ ἐλάττων τοῦ μείζονος. Κατεῖχε γὰρ φησὶ, τῇ χειρὶ τὴν πτέρναν Ἡσαῦ, ὅπερ ἦν σημεῖον καταγωνιζο‐ | |
15 | μένου τὸν ἰσχυρὸν εἶναι δοκοῦντα. Καὶ σκόπει μοι τὴν θείαν Γραφὴν, ὅπως διὰ τὰ μέλλοντα ὕστερον συμβή‐ σεσθαι, ἤδη προαναφωνεῖ, καὶ δείκνυσιν ἡμῖν ἄνωθεν καὶ ἐξ ἀρχῆς ἑκάστου τὸ ἐπιτήδευμα· καὶ ὅτι ὁ μὲν περὶ τὸ κυνηγεῖν ἠσχολεῖτο, ὁ δὲ ἄγροικος ἦν ἄνθρω‐ | |
20 | πος, ἄπλαστος, οἰκίαν οἰκῶν. Διὸ ἡ μὲν Ῥεβέκκα ἠγάπα τὸν Ἰακὼβ, ὁ δὲ Ἰσαὰκ τὸν Ἡσαῦ, Ἐπειδὴ ἡ θήρα αὐτοῦ, φησὶ, βρῶσις ἦν αὐτῷ. Ὅρα πῶς τοὺς παῖδας διενείμαντο· καὶ ἡ μὲν διὰ τὸ ἐπὶ τῆς οἰ‐ κίας διατρίβειν ὁρῶσα τοῦ παιδὸς τὸ ἄπλαστον, πλείονα | |
25 | τὴν εὔνοιαν περὶ αὐτὸν ἐπεδείκνυτο· ὁ δὲ πατὴρ διά τε τὸ πρωτότοκον ἐκεῖνον γεγενῆσθαι, καὶ διὰ τὴν θήραν ἠγάπα τὸν Ἡσαῦ. Ἀλλ’ οὗτοι μὲν τῇ φυσικῇ φιλο‐ στοργίᾳ κατακολουθοῦντες ταῦτα ἐποίουν· ἡ δὲ πρόῤ‐ ῥησις κατὰ μικρὸν εἰς ἔργον ἐξῄει, ἡ λέγουσα, ὅτι Ὁ | |
30 | μείζων δουλεύσει τῷ ἐλάσσονι. Ὅρα γὰρ εὐθέως. Ἥψησε, φησὶν, Ἰακὼβ ἕψημα· ἦλθε δὲ Ἡσαῦ ἐκ τοῦ πεδίου ἐκλείπων. Καὶ εἶπεν Ἡσαῦ τῷ Ἰακώβ· Γεῦσόν με ἀπὸ τοῦ ἑψήματος τοῦ πυῤῥοῦ τούτου, ὅτι ἐκλείπω. Διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ, | |
35 | Ἐδώμ. Καὶ εἶπεν Ἰακὼβ, Ἀπόδος μοι τὰ πρω‐ τοτόκια. Ὁ δέ φησι, Τί μοι τούτων ὄφελος, τῆς τελευ‐ τῆς ἤδη με καταλαμβανούσης, εἰ μὴ μετάσχοιμι τῆς τροφῆς; Ὁ δὲ καὶ τὸν ὅρκον ἀπαιτεῖ, ὥστε βεβαίαν αὐτῷ γενέσθαι τούτων τὴν παραχώρησιν. Καὶ ὤμοσε, | |
40 | φησὶν, Ἡσαῦ. βʹ. Ἰδοὺ λοιπὸν ἐντεῦθεν ἀντεστράφη ἡ τάξις, καὶ τὸ τοῦ πρωτοτόκου ἀξίωμα μετῆλθεν ἐπὶ τὸν τῇ ἀρετῇ τῆς ψυχῆς διαλάμποντα. Καὶ ἀπέδοτο, φησὶν, Ἡσαῦ τὰ πρωτοτόκια, ἀντὶ τοῦ, Πέπρακε τῆς τροφῆς ἕνεκα | |
45 | τὸ ἀξίωμα τὸ παρὰ τῆς φύσεως αὐτῷ δωρηθέν· διὸ ἐπήγαγε, Καὶ ἐφαύλισεν Ἡσαῦ τὰ πρωτοτόκια· ἀγνώμων γέγονε περὶ τὴν κατασχεθεῖσαν αὐτῷ ἐξ αὐ‐ τῆς τῆς φύσεως προεδρίαν. Τοῦτο δὲ ὅλον ἐγίγνετο, ἵνα κἀκείνου δειχθῇ ἡ ἀγνωμοσύνη, καὶ ἡ τοῦ Θεοῦ | |
54.449(50) | πρόῤῥησις εἰς ἔργον ἐξέλθῃ. Ταῦτα δὲ ἀκούοντες παιδευώμεθα μηδέποτε τῶν παρὰ τοῦ Θεοῦ δωρεῶν ἀμελεῖν, μηδὲ μικρῶν ἕνεκα καὶ εὐτε‐ λῶν τὰ μεγάλα προΐεσθαι. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, βασιλείας οὐρανῶν προκειμένης καὶ τῶν ἀποῤῥήτων | |
55 | ἐκείνων ἀγαθῶν, περὶ τὴν τῶν χρημάτων ἐπιθυμίαν μεμήναμεν, καὶ τὰ πρόσκαιρα καὶ πολλάκις οὐδὲ μέχρι τῆς ἑσπέρας ἡμῖν παραμένοντα τῶν διηνεκῶς καὶ ἀεὶ παραμενόντων προτιμῶμεν; Καὶ τί τῆς ἀνοίας ταύτης χεῖρον γένοιτ’ ἂν, ὅταν κἀκείνων ἀποστερώμεθα διὰ | |
60 | τὴν περὶ ταῦτα ἐπιθυμίαν, καὶ μηδὲ τούτων ἀπο‐ λαύειν καθαρῶς δεδυνήμεθα; Τί γὰρ ὄφελος, εἰπέ μοι, τῆς πολλῆς περιουσίας; Ἢ οὐκ ἴστε ὅτι ἡ πολλὴ | |
προσθήκη τῶν χρημάτων οὐδὲν ἕτερον ἡμῖν ἐργάζε‐ | Column end | |
54.450 | ται ἢ φροντίδων προσθήκην καὶ περισπασμὸν καὶ ἀγρυπνίαν; Οὐχ ὁρᾶτε ὅτι οὗτοι μάλιστά εἰσιν οἱ πάντων, ὡς εἰπεῖν, δοῦλοι, οἱ τὰ πλείονα περιβεβλη‐ μένοι, καὶ καθ’ ἑκάστην ἡμέραν τὰς σκιὰς αὐτὰς | |
5 | δεδοικότες; Ἐντεῦθεν γὰρ τίκτονται αἱ ἐπιβουλαὶ, αἱ βασκανίαι, ὁ φθόνος ὁ πολὺς, τὰ μυρία ἄλλα κακά. Καὶ πολλάκις ἂν ἴδοις τὸν μύρια τάλαντα χρυσίου ἔχοντα ἀποκείμενα μακαρίζοντα τὸν ἐπ’ ἐργαστηρίου ἑστηκότα, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας τὴν | |
10 | τροφὴν ποριζόμενον. Ποία οὖν ἡδονὴ, ἢ ποῖον κέρδος, ὅταν μήτε τούτων ἀπολαύωμεν, καὶ διὰ τὴν περὶ ταῦτα ἐπιθυμίαν καὶ τῶν μειζόνων ἀποστερώμεθα; Τί δὲ λέγω τῶν μειζόνων, ὅταν μετὰ τῶν ἐνταῦθα κακῶν, καὶ τὴν ἔκπτωσιν τῶν ἐκεῖ ἀγαθῶν, καὶ πρὸς | |
15 | τὴν γέενναν αὐτὴν ἀποπεμπώμεθα; Καὶ οὔπω λέγω τὰ μυρία ἁμαρτήματα τὰ ἐντεῦθεν συλλεγόμενα, τοὺς δόλους, τὰς συκοφαντίας, τὰς ἁρπαγὰς, τὰς πλεον‐ εξίας. Ἀλλὰ κἂν ἁπάντων τούτων ἐλεύθερος ᾖ τις, ὅπερ ἂν εἴη τῶν δυσχερῶν, τοσαῦτα δὲ εἴη περιβε‐ | |
20 | βλημένος, χρημάτων καὶ τῆς οἰκείας μόνης ἀπολαύ‐ σεως γινόμενος, καὶ μὴ προϊέμενος τοῖς ἐν χρείᾳ οὖσι μετὰ δαψιλείας, τὸ τῆς γεέννης πῦρ καὶ τὸν τοιοῦτον ἐκδέξεται. Καὶ τοῦτο διδάσκει ἡμᾶς σαφῶς ἡ παραβολὴ ἡ ἐν τῷ Εὐαγγελίῳ κειμένη, ἡνίκα τοὺς | |
25 | μὲν ἐκ δεξιῶν ἔστησε, τοὺς δὲ ἐξ εὐωνύμων· καὶ τοῖς μὲν τὴν βασιλείαν εἶπεν ἡτοιμάσθαι διὰ τὴν περὶ τοὺς δεομένους ἐπιμέλειαν· Δεῦτε γὰρ, φησὶν, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβο‐ | |
30 | λῆς κόσμου. Τίνος ἕνεκεν καὶ διὰ τί; Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν. Τοῖς δὲ τὸ πῦρ αἰώ‐ νιον· Πορεύεσθε γὰρ, φησὶν, ἀπ’ ἐμοῦ, οἱ κατηρα‐ μένοι, εἰς τὸ πῦρ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Μέγας τοῦ | |
35 | ῥήματος ὁ ὄγκος· ὁ Δεσπότης τῶν ἁπάντων καὶ δη‐ μιουργός φησιν· Ἐπείνασα, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν. Ποίας οὐκ ἂν καθίκοιτο τοῦτο ψυχῆς, κἂν αὐτολιθίνη τυγχάνῃ; Ὁ Δεσπότης σου πεινῶν περιέρχεται, καὶ σὺ τρυφᾷς· καὶ οὐ τοῦτο μόνον τὸ | |
40 | δεινὸν, ἀλλ’ ὅτι καὶ τρυφῶν περιορᾷν αὐτὸν ἀνέχῃ, καὶ ταῦτα οὐδὲ πολλοῦ τινος δεόμενον, ἀλλ’ ἄρτου μόνον ἑνὸς, ὥστε τὸν λιμὸν παραμυθήσασθαι. Ἀλλ’ αὐτὸς μὲν τῷ κρυμῷ πηγνύμενος περιέρχεται, σὺ δὲ τὰ τῶν σηρῶν νήματα περικείμενος οὐκ ἐπι‐ | |
45 | στρέφῃ, οὐδὲ τὴν συμπάθειαν ἐπιδείκνυσαι, ἀλλ’ ἀνηλεῶς παρατρέχεις. Καὶ ποίας ταῦτα ἂν εἴη συγ‐ γνώμης ἄξια; Μὴ τοίνυν τοῦτο σπουδάζωμεν, τὸ πάν‐ των ἐκ παντὸς τρόπου πλείονα περιβάλλεσθαι, ἀλλ’ ἐκεῖνο σκοπῶμεν ὅπως καὶ ταῦτα καλῶς διαθῶμεν, | |
54.450(50) | καὶ τὴν τῶν ἐν χρείᾳ τυγχανόντων ἔνδειαν παραμυ‐ θησώμεθα, κἀκείνων μὴ ἐκπέσωμεν τῶν ἀεὶ μενόν‐ των, τῶν οὐδεμίαν μεταβολὴν ἐπιδεχομένων. Διὰ γὰρ τοῦτο καὶ τὴν ἡμέραν ἡμῶν τῆς τελευτῆς ἄδηλον ἡμῖν ἐποίησεν ὁ Δεσπότης, ἵνα ἡμᾶς παρασκευάσῃ | |
55 | διηνεκῶς νήφειν καὶ ἐγρηγορέναι, καὶ ταύτῃ μᾶλλον διεγείρῃ πρὸς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν. Γρηγο‐ ρεῖτε γὰρ, φησὶν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν. Ἀλλ’ ἡμεῖς τὸ ἐναντίον πράττομεν, καὶ δι’ ὅλου καθεύδομεν ὕπνον τούτου τοῦ φυσικοῦ βαρύ‐ | |
60 | τερον. Ὁ μὲν γὰρ τοῦτον καθεύδων τὸν ὕπνον, καὶ | |
πρὸς τὰ κακὰ καὶ πρὸς τὰ καλὰ ἀνενέργητος τυγ‐ | ||
54.451 | χάνει· ἡμεῖς δὲ ἕτερον ὕπνον καθεύδομεν, πρὸς μὲν τὰ τῆς ἀρετῆς ἔργα καθεύδοντες, πρὸς δὲ τὰ τῆς κακίας ἐγρηγορότες, κἀκεῖνα μὲν ἀόκνως διαπραττό‐ μενοι, ἐν δὲ τούτοις πολλὴν τὴν ῥᾳθυμίαν καὶ τὸν | |
5 | ὕπνον ἐπιδεικνύμενοι, καὶ ταῦτα ὁρῶντες καθ’ ἑκά‐ στην ἡμέραν τοὺς μὲν ἐντεῦθεν ἀπαγομένους, τοὺς δὲ καὶ ἐν τῷ παρόντι βίῳ πολλὴν τὴν μεταβολὴν ὑπομένοντας· καὶ οὐδὲ αὐτὴ ἡ ἀνωμαλία παιδεῦσαι ἡμᾶς ἱκανὴ, καὶ εἰς πόθον τῆς ἀρετῆς ἀναγαγεῖν, | |
10 | καὶ παρασκευάσαι ὑπεριδεῖν τῶν παρόντων, καὶ πο‐ θῆσαι τὰ μέλλοντα, καὶ προτιμῆσαι τῆς σκιᾶς καὶ τῶν ὀνειράτων τὴν ἀλήθειαν. Σκιᾶς γὰρ καὶ ὀνειρά‐ των οὐδὲν τὰ παρόντα διενήνοχε. Μὴ τοίνυν ἑαυτοὺς ἀπατῶμεν, μηδὲ τὰς σκιὰς μεταδιώκωμεν· ἀλλ’ ὀψὲ | |
15 | γοῦν ποτε τῆς οἰκείας σωτηρίας φροντίδα ποιησώ‐ μεθα, καὶ τὰ χρήματα κενώσωμεν εἰς τοὺς δεομέ‐ νους, ἵνα τῆς ἐπὶ τούτοις ἀμοιβῆς ἀξιωθῶμεν παρὰ τοῦ φιλανθρώπου Θεοῦ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπο‐ λαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν | |
20 | Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
23t | ΟΜΙΛΙΑ ΝΑʹ. | |
24n | Ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ | |
25n | τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ | |
26n | Ἀβραάμ. | |
27 | αʹ. Πάλιν ἐκ τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρημέ‐ νων βούλομαι τῆς πρὸς ὑμᾶς ἅψασθαι διδασκαλίας· ὥστε δὲ εἰδέναι ὑμᾶς σαφῶς ποῦ τὸν λόγον πρώην | |
30 | κατελύσαμεν, καὶ ὅθεν αὐτὸν προσήκει σήμερον ἀνα‐ λαβεῖν, ἀναγκαῖον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγάπην. Εἰ γὰρ καὶ αὐτοὶ διὰ τὸ πολλαῖς φροντίσι περιέλκε‐ σθαι ἴσως ἐπιλέλησθε, ἀλλ’ ἐμοὶ προσήκει εἰς ὑπό‐ μνησιν ὑμᾶς ἀγαγεῖν, ἵνα διὰ τῆς μνήμης σαφέστερος | |
35 | ὑμῖν ὁ λόγος γένηται ὁ μέλλων σήμερον ῥηθήσεσθαι. Ἴστε ὅτι πρότερον τῆς Ῥεβέκκας τὸ φιλόθεον δι‐ ηγούμενος, κἀκεῖθεν ἐπὶ τὸν Ἡσαῦ καὶ τὸν Ἰακὼβ ἐλθόντες, ἐκεῖ κατηντήσαμεν, ἔνθα τὰ πρωτοτόκια ἀπέδοτο τῷ Ἰακὼβ ὁ Ἡσαῦ, τοῦ ἑψήματος ἀπολαύ‐ | |
40 | σας, καὶ διὰ τὴν τῆς τροφῆς ἐπιθυμίαν τῆς προεδρίας ἑαυτὸν ἀπεστέρησε. Τοῦτο δὲ ἐγίνετο οὐχ ἁπλῶς, ἀλλ’ ἵνα ἡ τοῦ Θεοῦ πρόῤῥησις διὰ τῶν ἔργων πλη‐ ρωθῇ ἡ λέγουσα, Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἡσαῦ ἐμίσησα. Ἐπειδὴ γὰρ ὡς Θεὸς τὰ μέλλοντα | |
45 | προῄδει, προανεφώνησε καὶ τούτου τὴν ἀρετὴν, κἀκείνου τῆς γνώμης τὴν μοχθηρίαν. Τί δέ ἐστι τοῦτο τὸ τῶν πρωτοτοκίων; Εἰ καὶ μὴ τότε ὁ καιρὸς ἐπέτρεπεν εἰπεῖν ἐπὶ τῆς ὑμετέρας ἀγάπης, ἀλλ’ ἀνα‐ γκαῖον νῦν ὑμᾶς διδάξαι. Μεγίστη γὰρ εἶναι τιμὴ τὸ | |
54.451(50) | παλαιὸν ἐνομίζετο· ἔσχε δὲ τῆς τιμῆς τὴν ὑπόθεσιν ἐντεῦθεν. Ἡνίκα τὸ τῶν Ἰσραηλιτῶν ἔθνος τῆς Αἰ‐ γύπτου ἀπαλλάξαι ἐβούλετο ὁ τῶν ὅλων Θεὸς, καὶ τῆς τυραννίδος ἐλευθερῶσαι τοῦ Φαραῶ διὰ τὴν πρὸς τὸν πατριάρχην ἐπαγγελίαν, ἀντιτείνοντος καὶ κατ‐ | |
55 | έχειν βουλομένου τότε τοῦ Αἰγυπτίου, μετὰ τὰς δια‐ φόρους πληγὰς ταύτην ἐπαγαγὼν τὴν πληγὴν ὁ Δεσ‐ πότης τελευταίαν, μονονουχὶ ταῖς οἰκείαις χερσὶ παρεσκεύασε τοὺς Αἰγυπτίους ἐξῶσαι τὸ τῶν Ἰσραη‐ λιτῶν ἔθνος. Ἀθρόον γὰρ πάντων τῶν Αἰγυπτίων | |
60 | τὰ πρωτότοκα ἀναιρεθῆναι προσέταξε, καὶ ἦν ἰδεῖν καθ’ ἑκάστην οἰκίαν οἰμωγὰς καὶ δάκρυα· καὶ οὐδὲ μέχρι τούτου στῆναι ἐνόμιζον τὴν ἀπειλὴν, ἀλλ’ ἐκ τούτου προσεδόκων καὶ ἐπὶ πάντας ὁδῷ βαδίζοντα | |
ἐλεύσεσθαι τὸν θάνατον. Ἐπεὶ οὖν τῶν ἐν Αἰγύπτῳ | Column end | |
54.452 | πάντων τῶν γεννωμένων πρωτοτόκων ἀθρόον ὁ θά‐ νατος γέγονεν, οἱ δὲ Ἰσραηλῖται τῆς ἄνωθεν ῥοπῆς ἀπολαύοντες ἀβλαβεῖς διέμενον, δεικνὺς καὶ διὰ τού‐ του τὴν περὶ αὐτοὺς εὔνοιαν ὁ τῶν ὅλων Θεὸς, ἀντὶ | |
5 | τῆς ἀναιρέσεως τῶν πρωτοτόκων ἐκείνων, τὰ πρω‐ τότοκα τῶν Ἰουδαίων αὐτῷ ἀνατιθέναι λοιπὸν προσ‐ έταξεν. Ἐντεῦθεν καὶ ἡ Λευῒ φυλὴ εἰς ἱερουργίαν ἀφωρίσθη, καὶ ἐξ ἐκείνου οὐ μόνον τῶν ἀνθρώπων τὰ πρωτότοκα ἀνετίθεντο τῷ Θεῷ, ἀλλὰ καὶ τῶν ἀλό‐ | |
10 | γων, καὶ πάντων ἁπαξαπλῶς. Καὶ πρόσταγμα ἦν τὸ κελεῦον ὑπέρ τε τῶν ἀνθρώπων, ὑπέρ τε τῶν ἀκα‐ θάρτων ζώων τὴν τιμὴν κατατιθέναι. Ἀλλ’ εἰ καὶ ὕστερον αὕτη ἡ νομοθεσία γέγονεν ἡ περὶ τῶν πρω‐ τοτόκων, ἀλλ’ ὅμως ἤδη ἄνωθεν καὶ ἐκ προοιμίων | |
15 | ἐδόκουν πλέον τι ἔχειν προτέρημα οἱ τὴν νηδὺν τῆς μητρὸς διανοίξαντες. Ταύτην οὖν τὴν τιμὴν, ἣν καὶ ἐκ φύσεως ἔσχεν ὁ Ἡσαῦ, μετήγαγε διὰ τὴν οἰκείαν ἀκρασίαν ἐπὶ τὸν ἀδελφόν. Καὶ ὁ μὲν καὶ τὸ παρὰ τῆς φύσεως αὐτῷ δοθὲν ἀπώλεσεν· ὁ δὲ καὶ ὅπερ οὐκ | |
20 | εἶχεν ἐκ φύσεως, αὐτῷ προσέλαβε. Καὶ ἐπειδὴ ἄνω‐ θεν αὐτῷ ταῦτα ἦν κεχρησμῳδημένα, διὰ τοῦτο καὶ ἡ Ῥεβέκκα τὴν προσηγορίαν αὐτῷ ἐπιτιθεῖσα, Ἰακὼβ αὐτὸν ἐκάλεσεν, ὅπερ πτερνισμὸς ἑρμηνεύε‐ ται, καθάπερ καὶ ὁ Ἡσαῦ μετὰ τὰς τοῦ πατρὸς εἰς | |
25 | αὐτὸν εὐλογίας γεγενημένας ἀποδυρόμενος ἔλεγε, Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἐπτέρ‐ νικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτο‐ τόκιά μου εἰλήφει καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Σκόπει πόση τῶν παλαιῶν ἦν ἡ σύνεσις, μᾶλ‐ | |
30 | λον δὲ πόση τοῦ Θεοῦ ἡ σοφία, ὡς καὶ τὰς γυναῖκας παρασκευάζειν μὴ ἁπλῶς μηδὲ ὡς ἔτυχε τὰς προσ‐ ηγορίας τοῖς τεχθεῖσιν ἐπιτιθέναι, ἀλλ’ ἐναποτίθεσθαι τῇ τοῦ παιδίου προσηγορίᾳ τῶν μελλόντων ἔσεσθαι τὴν προαναφώνησιν. Καὶ σπανίως εὑρήσεις ὁμωνύ‐ | |
35 | μους τοῖς γεννησαμένοις τοὺς τεχθέντας καλουμέ‐ νους, ἢ τάχα που οὐδαμοῦ· ἀλλὰ κἂν ὁ πατὴρ τὴν προσηγορίαν τῷ παιδὶ μέλλῃ ἐπιτιθέναι, ξένην τινὰ καὶ καινὴν ἐπιτίθησιν, ὥστε δι’ αὐτῆς προμηνῦσαί τινα τῶν μελλόντων ἔσεσθαι· καὶ ἡ μήτηρ πάλιν | |
40 | ὁμοίως. Οὕτω καὶ ὁ Λάμεχ τὸν υἱὸν προσαγορεύων, Νῶε ἐκάλεσε, καὶ ἐπήγαγε λέγων, Οὗτος διανα‐ παύσει ἡμᾶς. Οὕτω καὶ ἑκάστην προσηγορίαν δι‐ ερευνώμενος μετὰ ἀκριβείας, εὑρήσεις πάντως τι αἰνιττομένην, οὐ καθάπερ νῦν ποιοῦσιν, ἁπλῶς καὶ | |
45 | ὡς ἔτυχεν ἀπὸ τῶν γεννησαμένων σπουδάζοντες τὰς προσηγορίας ὀνομάζειν, ἀλλὰ πᾶς ὁ σκοπὸς αὐτοῖς ἦν, ὥστε διηνεκῆ ὑπόμνησιν ἐναποτιθέναι διὰ τῆς προσηγορίας τῷ τεχθέντι. Ἀλλ’ ἴδωμεν λοιπὸν μετὰ τὴν τῶν πρωτοτοκίων ἐναλλαγὴν, τί πάλιν ἡμῖν δι‐ | |
54.452(50) | ηγεῖται ὁ μακάριος Μωϋσῆς περὶ τοῦ πατρὸς τούτων, καὶ ὅπως καθάπερ ἐπὶ τοῦ πατριάρχου, καὶ οὗτος λιμοῦ καταλαβόντος πολλῆς ἀξιοῦται τῆς ἄνωθεν κηδεμονίας, διά τε τὴν οἰκείαν ἐρετὴν, διά τε τὴν εἰς τὸν πατριάρχην γεγενημένην ἐπαγγελίαν. Ἐγέ‐ | |
55 | νετο δὲ, φησὶ, λιμὸς ἐπὶ τῆς γῆς, χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ χρόνῳ τοῦ Ἀβραάμ. Ἵνα μὴ νομίσῃς περὶ ἐκείνου τοῦ λιμοῦ αὐτὸν διαλέγεσθαι. διὰ τοῦτο ἐπήγαγε, Χωρὶς τοῦ λιμοῦ τοῦ πατριάρχου, ἀντὶ τοῦ, Ἕτερος τοιοῦτος | |
60 | νῦν κατέβαλε λιμὸς τὴν γῆν ἐπὶ τοῦ Ἰσαὰκ οἷος καὶ ἐπὶ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἡ τῶν ἀναγκαίων σπάνις πάντας ἐν θορύβῳ μεγίστῳ καθίστα, καὶ ἐκ τῶν οἰ‐ κείων μετανίστασθαι κατήπειγε, καὶ πρὸς ἐκείνους τοὺς τόπους χωρεῖν, ἔνθα τῶν ἐπιτηδείων τὴν εὐπορίαν | |
65 | ἦν εὑρεῖν. Ὅθεν καὶ ὁ δίκαιος οὗτος θεασάμενος τὸν | |
54.453 | λιμὸν, Ἐπορεύθη, φησὶ, πρὸς Ἀβιμέλεχ εἰς Γέραρα. Ἐνταῦθα γὰρ καὶ ὁ Ἀβραὰμ μετὰ τὴν ἀπὸ τῆς Αἰ‐ γύπτου ἐπάνοδον πάλιν ἀπῆλθεν. Εἰκὸς δὲ καὶ τοῦτον διὰ τοῦτο ἐκεῖ ἀπεληλυθέναι, ὡς ἐκεῖθεν ὁρμῆσαι βου‐ | |
5 | λόμενον ἐπὶ τὴν Αἴγυπτον· καὶ ὅτι τοῦτό ἐστιν, ἄκου‐ σον τῆς Γραφῆς λεγούσης· Ὤφθη γὰρ αὐτῷ, φη‐ σὶν, ὁ Θεὸς, καὶ εἶπε· Μὴ καταβῇς εἰς Αἴγυπτον. Οὐ βούλομαί σε, φησὶ, τὴν μακρὰν ἐκείνην στείλασθαι ὁδὸν, ἀλλ’ ἐνταῦθα μένειν. Ἀλλ’ οὐδὲ ἀφίημί σε πεῖ‐ | |
10 | ραν τῆς στενοχωρίας λαβεῖν, ἀλλὰ τὴν ὑπόσχεσιν τὴν πρὸς τὸν πατέρα σου εἰς ἔργον ἄξω, καὶ τὰ ἐκείνῳ ἐπηγγελμένα εἰς σὲ ἐκβήσεται, καὶ σὺ τῶν πρὸς ἐκεῖ‐ νον ὑποσχέσεων τὸ πέρας δέξῃ. Μὴ καταβῇς εἰς Αἴγυπτον, κατοίκησον δὲ ἐν τῇ γῇ, ᾗ ἐάν σοι | |
15 | εἴπω, καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ. βʹ. Ἵνα μὴ νομίσῃ ὁ δίκαιος ὅτι βουλόμενος αὐτὸν τῆς στενοχωρίας τῆς ἀπὸ τοῦ λιμοῦ πεῖραν λαβεῖν, τοῦτο ἐπιτάττει, καὶ οὐ συγχωρεῖ εἰς τὴν Αἴγυπτον ἀπελ‐ θεῖν, φησί· Μὴ ἀγωνία, μηδὲ φρόντιζε, ἀλλ’ ἐνταῦθα | |
20 | μένε· Ἐγὼ γὰρ ἔσομαι μετὰ σοῦ. Τὸν χορηγὸν ἁπάντων τῶν ἀγαθῶν ἔχων, μὴ φρόντιζε μηδενός. Ἐγὼ γὰρ ὁ πάντων Δεσπότης ἔσομαι μετὰ σοῦ· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ Καὶ εὐλογήσω σε, ἀντὶ τοῦ, Ἐπίδοξόν σε ποιήσω, καὶ τὴν παρ’ ἐμοῦ σοι εὐλογίαν | |
25 | παρέξω. Τί ἂν εἴη τούτου μακαριώτερον τοῦ δικαίου τοῦ τοσαύτην ἐπαγγελίαν παρὰ τοῦ Θεοῦ δεξαμένου, ὅτι Ἔσομαι μετὰ σοῦ, καὶ εὐλογήσω σε; Τοῦτό σε πάντων εὐπορώτερον ἀποδείξει, τοῦτό σε ἐν πολλῇ περιουσίᾳ εἶναι παρασκευάσει, τοῦτό σοι ἡ μεγίστη | |
30 | δόξα, τοῦτο ἡ ἄφατος περιφάνεια, τοῦτο ἡ ἀσφάλεια, τοῦτο τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ ἐμὲ εἶναι μετὰ σοῦ, καὶ εὐλογῆσαί σε. Πῶς δέ σε εὐλογήσω; Σοὶ καὶ τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. Ὡς ξένος καὶ ἀλήτης νομίζεις ἐπιχωριάζειν τοῖς μέρεσι τού‐ | |
35 | τοις· ἴσθι ὅτι σοὶ καὶ τῷ σπέρματί σου πᾶσα αὕτη δο‐ θήσεται ἡ γῆ. Καὶ ἵνα θαῤῥεῖν ἔχῃς, μάνθανε, ὅτι Τὸν ὅρκον, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου, τοῦτον ἐπὶ σοὶ στήσω. Ὅρα συγκατάβασιν Θεοῦ. Οὐκ εἶπεν ἁπλῶς, Τὰς συνθήκας, ἃς ἐποιησάμην πρὸς τὸν πατέρα τὸν σὸν, | |
40 | οὔτε τὰς ἐπαγγελίας, ἃς ὑπεσχόμην· ἀλλὰ τί; Τὸν ὅρκον ὃν ὤμοσα. Ὅρκῳ αὐτὸν ἐπιστωσάμην, φησὶ, καὶ ὀφεί‐ λω εἰς ἔργον ἀγαγεῖν καὶ πληρῶσαι τὸν ὅρκον τὸν ἐμόν. Ὁρᾷς Θεοῦ φιλανθρωπίαν; Οὐ πρὸς τὴν οἰκείαν ἀξίαν ὁρῶν φθέγγεται· ἀλλὰ πρὸς τὴν ἀσθένειαν | |
45 | συγκαταβαίνων τὴν ἡμετέραν. Ἐπειδὴ γὰρ οἱ ἄνθρωποι ὡς ἐπὶ τὸ πλεῖστον ἐκεῖνα εἰς ἔργον ἄγειν σπουδάζουσιν, οὐχ ἅπερ ἂν ἁπλῶς ὑπόσχωνταί τισιν, ἀλλ’ ὅσα ἂν μεθ’ ὅρκου ἐπαγγέλλωνται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ τῶν ὅλων Θεὸς πληροφορῶν τὸν δίκαιον, | |
54.453(50) | ὅτι πάντως ἔσται τὰ παρ’ αὐτοῦ λεγόμενα, φησίν· Ἴσθι ὅτι τὰ παρ’ ἐμοῦ ὀμνυθέντα εἰς ἔργον ἀχθῆναι δεῖ. Τί οὖν, φησίν; ὁ Θεὸς ὤμοσε; καὶ κατὰ τίνος ὀμό‐ σαι ἠδύνατο; Ὁρᾷς ὅτι συγκαταβάσεως ἦν τὸ εἰρη‐ μένον· τὴν γὰρ βεβαίωσιν τῆς ὑποσχέσεως ὅρκον ἐκά‐ | |
55 | λεσε. Καὶ στήσω, φησὶ, τὸν ὅρκον μου, ὃν ὤμοσα Ἀβραὰμ τῷ πατρί σου. Εἶτα διδάσκει αὐτὸν καὶ τίνα ἐστὶν ἃ ὑπέσχετο, καὶ περὶ τίνων αὐτῷ διεβεβαιώσατο. Καὶ πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ. Τοῦτο γὰρ καὶ τῷ πατριάρχῃ ἔλεγεν, | |
60 | ὅτι Τοσοῦτον ἔσται τὸ σπέρμα σου, ὡς καὶ τοῖς ἄστροις | Column end |
54.454 | καὶ τῇ ἄμμῳ παρισωθῆναι. Καὶ δώσω, φησὶν, τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευ‐ λογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς. Διὰ τοῦτο δὲ τὰς ὑποσχέσεις τὰς εἰς ἐκεῖνον | |
5 | γεγενημένας εἰς σὲ πληρώσω, Ἀνθ’ ὧν ὑπήκουσεν Ἀβραὰμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς, καὶ ἐφύ‐ λαξε τὰ προστάγματά μου, καὶ τὰ δικαιώματά μου, καὶ τὰ νόμιμά μου. Ὅρα Θεοῦ σοφίαν, ὅπως διεγείρει τοῦ δικαίου τὴν διάνοιαν, καὶ προθυμότερον | |
10 | ἐργάζεται, καὶ παρασκευάζει μιμητὴν τοῦτον τοῦ οἰ‐ κείου πατρὸς καταστῆναι. Εἰ γὰρ ἐκεῖνος, ἐπειδὴ, φησὶν, ὑπήκουσε τῆς ἐμῆς φωνῆς, ταύτης ἠξιώθη τῆς ὑποσχέσεως, καὶ διὰ τὴν ἐκείνου ἀρετὴν εἰς σὲ τὸν ἐξ αὐτοῦ τεχθέντα ταῦτα πληροῦν μέλλω· εἰ καὶ σὺ | |
15 | αὐτὸς ἐκείνου ζηλωτὴς κατασταίης, καὶ τὴν ἐκείνου ὁδὸν ἔλθοις, ἐννόησον, ὅσης ἀπολαύσεις τῆς παρ’ ἐμοῦ εὐνοίας, καὶ πόσης προνοίας ἀξιωθήσῃ. Ὁ γὰρ διὰ τὴν ἑτέρου ἀρετὴν μέλλων εὖ πάσχειν, εἰ καὶ αὐτὸς ἐνάρετος γένοιτο, πολλῷ πλείονος ἀξιωθήσεται κηδε‐ | |
20 | μονίας. Τί δέ ἐστιν, Ἀνθ’ ὧν ὑπήκουσε τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου, καὶ τὰς ἐντολάς μου, καὶ τὰ δικαιώματά μου; Εἶπον αὐτῷ· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγ‐ γενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι | |
25 | δείξω· καὶ κατέλειπε τὰ ἐν χερσὶ, καὶ τὰ ἄδηλα ἐδίωκε. Καὶ οὐκ ἐνεδοίασεν, οὐδὲ ἠμέλλησεν, ἀλλὰ μετὰ πάσης προθυμίας τὸ ἐπίταγμα πληρῶν ὑπήκουσε τῆς ἐμῆς φωνῆς. Πάλιν τὰ ὑπὲρ τὴν φύσιν αὐτῷ ἐπ‐ ηγγειλάμην, καὶ μετὰ τὸ τὴν ἡλικίαν ἀπαγορεῦσαι, | |
30 | καὶ μηκέτι μήτε αὐτὸν, μήτε τὴν μητέρα τὴν σὴν πρὸς τεκνογονίαν ἔχειν τινὰ ἐπιτηδειότητα, ἀκούων παρ’ ἐμοῦ ὅτι τὸ ἐξ αὐτοῦ σπέρμα εἰς τοσοῦτον ἐκτα‐ θήσεται, ὡς πᾶσαν πληρῶσαι τὴν γῆν, οὐδὲ τότε δι‐ εταράχθη τὸν λογισμὸν, ἀλλ’ ἐπίστευσε· δι’ ὃ καὶ δι‐ | |
35 | καιοσύνη αὐτῷ ἐλογίσθη, ὅτι τῇ δυνάμει τῇ ἐμῇ πι‐ στεύσας, καὶ ταῖς ὑποσχέσεσι θαῤῥήσας ταῖς ἐμαῖς, ἀνώτερος γέγονε τῆς ἀσθενείας τῆς ἀνθρωπίνης. Καὶ μετὰ τὸ σὲ τεχθῆναι, τῆς μητρὸς τῆς σῆς δυσχεραινού‐ σης πρὸς τὸν Ἰσμαὴλ τὸν ἐκ τῆς παιδίσκης τεχθέντα, | |
40 | καὶ βουλομένης αὐτὸν ἀπελάσαι τῆς οἰκίας μετὰ τῆς Ἅγαρ, ὥστε μηδὲν κοινὸν ἔχειν πρὸς σὲ, τοῦ πατρι‐ άρχου διὰ τὴν πατρικὴν φιλοστοργίαν ἤδη σχέσιν τινὰ καὶ πρὸς ἐκεῖνον ἔχοντος, ἀκούσας παρ’ ἐμοῦ, ὅτι Τὸ δοκοῦν ποίει τῇ Σάῤῥᾳ, ἐπελάθετο τῆς φυσικῆς φιλο‐ | |
45 | στοργίας, καὶ ἐξέβαλε τὸν Ἰσμαὴλ μετὰ τῆς παιδίσκης, καὶ πανταχοῦ ὑπήκουσε τῆς ἐμῆς φωνῆς, καὶ ἐφύλαξε τὰ προστάγματά μου. Καὶ γὰρ τὸ τελευταῖον προσταχθεὶς ὑπ’ ἐμοῦ εἰς θυσίαν ἀνενεγκεῖν τὸν ἐν τῷ γήρει αὐτῷ δοθέντα, τὸν οὕτω περιπόθητον, οὐ | |
54.454(50) | περιειργάσατο τὸ πρόσταγμα, οὐ διεταράχθη τὸν λο‐ γισμὸν, οὐδὲ ἀνεκοινώσατο τῇ μητρὶ τῇ σῇ, οὐ τοῖς παισὶν, οὐ σοὶ αὐτῷ τὸ μέλλον ὑπ’ αὐτοῦ πραχθήσε‐ σθαι κατάδηλον ἐποίησεν, ἀλλ’ ἐῤῥωμένῳ τῷ λογισμῷ καὶ συντεταμένῃ τῇ προθυμίᾳ εἰς ἔργον ἄγειν τὸ ἐπί‐ | |
55 | ταγμα ἠπείγετο τὸ ἐμόν· διὸ τὴν γνώμην αὐτοῦ στε‐ φανώσας, τὸ ἔργον ἐκώλυσα γενέσθαι. Ἐπεὶ οὖν διὰ πάντων πολλὴν ἐπεδείξατο τὴν ὑπακοὴν καὶ φυλακὴν τῶν ἐμῶν προσταγμάτων, διὰ τοῦτο σὲ, τὸν ἐξ ἐκείνου τεχθέντα, τῶν ὑποσχέσεων τῶν εἰς αὐτὸν γεγενημέ‐ | |
60 | νων ποιῶ κληρονόμον. γʹ. Μίμησαι τοίνυν ἐκείνου τὴν ὑπακοὴν, καὶ τοῖς παρ’ ἐμοῦ λεγομένοις πίστευε, ἵνα πολυπλασίονος τῆς ἀμοι‐ | |
βῆς ἀξιωθῇς, ὑπέρ τε τῆς τοῦ πατρὸς ἀρετῆς, ὑπέρ | ||
54.455 | τε τῆς οἰκείας ὑπακοῆς, καὶ μὴ καταβῇς εἰς Αἴγυπτον, ἀλλ’ ἐνταῦθα μένε. Εἶδες Θεοῦ φιλανθρωπίαν, ὅπως διὰ τῆς μνήμης τῆς ἀρετῆς τοῦ πατρὸς τούτου τὸν λογισμὸν ἐνεύρωσε; Κατῴκησε δὲ, φησὶν, Ἰσαὰκ | |
5 | ἐν Γεράροις. Ὅρα τοῖς αὐτοῖς καὶ τοῦτον περιπί‐ πτοντα σχεδὸν, οἷς ὁ πατὴρ περιέπεσεν. Ἐπειδὴ γὰρ τὴν κατοίκησιν ἐποιήσατο ἐν Γεράροις, Ἐπηρώτησαν, φησὶν, οἱ ἄνδρες τοῦ τόπου περὶ τῆς Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ εἶπεν, Ἀδελφή μου ἐστίν· | |
10 | ἐφοβήθη γὰρ μήποτε ἀποκτείνωσιν αὐτὸν, ἡττώμενοι τοῦ κάλλους τῆς γυναικός. Μήποτε γὰρ, φησὶν, ἀπο‐ κτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ Ῥε‐ βέκκας, ὅτι ὡραία τῇ ὄψει ἦν. Ἐγένετο δὲ πολυ‐ χρόνιος ἐκεῖ. Παρακύψας δὲ Ἀβιμέλεχ εἶδε τὸν | |
15 | Ἰσαὰκ παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐ‐ τοῦ, καὶ ἐκάλεσεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Ἆρά γε γυνή σου ἐστίν; Τί ὅτι εἶπες, Ἀδελφή μου ἐστίν; Ἐπειδὴ ἐκ τῶν τεκμηρίων ἐφωράθη ὁ δίκαιος, οὐκέτι λοιπὸν ἀρνεῖται, ἀλλ’ ὁμολογεῖ, καὶ τὴν αἰτίαν | |
20 | φανερὰν καθίστησι, δι’ ἣν ἀδελφὴν καλέσαι κατεδέ‐ ξατο. Εἶπε γὰρ, φησὶ, Μήποτε ἀποθάνω δι’ αὐτήν· ὁ τοῦ θανάτου φόβος εἰς τοῦτό με ἐλθεῖν κατηνάγκα‐ σεν. Ἴσως δὲ μεμαθηκὼς ἦν, ὅτι καὶ ὁ πατὴρ τοῦτο τὸ δρᾶμα κατασκευάσας διέσωσεν ἑαυτὸν, καὶ διὰ | |
25 | τοῦτο καὶ αὐτὸς ταύτην ἦλθε τὴν ὁδόν. Ἀλλ’ ὁ βασι‐ λεὺς ἔναυλον ἔχων τὴν μνήμην ὧν πέπονθεν ἐπὶ τοῦ πατριάρχου τὴν Σάῤῥαν ἀφελόμενος, παραχρῆμα ὑπὸ τῆς ἄνωθεν ἐπιτιμήσεως ἑαυτὸν ὑπεύθυνον καταστή‐ σας, φησὶ πρὸς αὐτόν· Τί τοῦτο ἐποίησας; Μικροῦ | |
30 | ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου, καὶ ἐπήγαγες ἂν ἐφ’ ἡμᾶς ἄγνοιαν. Ταύτην, φησὶ, τὴν ἀπάτην καὶ ἤδη ὑπέστημεν ὑπὸ τοῦ πατρὸς τοῦ σοῦ, καὶ νῦν εἰ μὴ ταχέως συνείδομεν, τὰ αὐτὰ ἂν ἐμέλλομεν ὑπομένειν, Καὶ ἐπήγαγες ἂν ἐφ’ ἡμᾶς | |
35 | ἄγνοιαν. Καὶ γὰρ καὶ τότε δι’ ἄγνοιαν ἁμαρτάνειν ἐμέλλομεν, καὶ νῦν ὑπὸ τῆς ἀγνοίας μικροῦ δεῖν ἡμᾶς ἁμαρτίᾳ περιπεσεῖν παρεσκεύασας. Συνέταξε δὲ, φησὶν, Ἀβιμέλεχ τῷ λαῷ αὐτοῦ λέγων· Πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου, ἢ τῆς γυναικὸς | |
40 | αὐτοῦ, θανάτου ἔνοχος ἔσται Ὅρα Θεοῦ πρόνοιαν, ὅρα κηδεμονίαν ἄφατον. Ὁ γὰρ εἰπὼν αὐτῷ Μὴ καταβῇς εἰς Αἴγυπτον, καὶ κατοίκει ἐν τῇ γῇ ταύ‐ τῃ, καὶ ἔσομαι μετὰ σοῦ· οὗτος ἦν ὁ ταῦτα πάντα οἰκονομῶν, καὶ τὸν δίκαιον ἐν τοσαύτῃ ἀσφαλείᾳ καθ‐ | |
45 | ιστάς. Σκόπει γὰρ τὸν βασιλέα ἔργον τοῦτο ποιούμενον, ὥστε ἐν ἀδείᾳ διάγειν αὐτὸν, καὶ πάσης ἀπηλλάχθαι φροντίδος. Θάνατον γὰρ, φησὶν, ἠπείλησεν ἅπασιν, εἴ τις ἅψαιτο αὐτοῦ, ἢ τῆς γυναικὸς αὐτοῦ. Ἐπειδὴ γὰρ οὗτος ἦν ὁ φόβος, ὁ τοῦ θανάτου λέγω, κατασείων τοῦ | |
54.455(50) | δικαίου τὴν διάνοιαν, διὰ τοῦτο καὶ τοῦτον ἐκβληθῆναι πεποίηκεν ὁ φιλάνθρωπος Δεσπότης, καὶ ἐν πάσῃ ἀσφαλείᾳ αὐτὸν λοιπὸν διάγειν. Καὶ ὅρα τὸ θαυμαστὸν καὶ παράδοξον, πῶς εὐμήχανος ὢν καὶ σοφὸς καὶ πάντα κατὰ τὸ βούλημα τὸ οἰκεῖον μετασκευάζων, καὶ ἐν | |
55 | ἀπόροις πόρον εὑρίσκων, διὰ τῶν ἐναντίων αὐτῶν καὶ πολεμίων εἶναι νομίζεσθαι, διὰ τούτων τὴν ἀσφάλειαν τοῖς ἰδίοις θεράπουσι γενέσθαι προξενεῖ. Πόθεν γὰρ, εἰπέ μοι, ὁ βασιλεὺς οὗτος τοσαύτην τοῦ δικαίου ποιεῖ‐ ται τὴν πρόνοιαν, μονονουχὶ ἀνακηρύττων αὐτὸν ἅπασι | |
60 | τοῖς τὴν πόλιν οἰκοῦσι, καὶ περιφανῆ δεικνὺς καὶ περι‐ σπούδαστον αὐτῷ; Οὕτω καὶ ὁ Ναβουχοδονόσορ μετὰ τὸ βαλεῖν εἰς τὴν κάμινον τοὺς παῖδας τοὺς τρεῖς, καὶ διὰ τῶν πραγμάτων μαθεῖν τῶν νέων τῶν αἰχμαλώ‐ των τὴν ἀρετὴν, τότε ἀνακηρύττειν αὐτοὺς ἤρξατο, | |
65 | καὶ πανταχοῦ διὰ τῆς οἰκείας γλώττης περιφανεῖς | Column end |
54.456 | καθιστᾷν. Τοῦτο γάρ ἐστι μάλιστα τῆς περιουσίας τῆς τοῦ Θεοῦ δυνάμεως, ὅταν διὰ τῶν ἐχθρῶν ἀνακηρύτ‐ τεσθαι τοὺς αὐτοῦ δούλους παρασκευάζῃ. Καὶ ὁ μετὰ θυμοῦ τὴν κάμινον ἐκείνην ἐξαφθῆναι ποιήσας, ἐπειδὴ | |
5 | εἶδεν, ὅτι διὰ τὴν ἄνωθεν συμμαχίαν, καὶ τῆς τοῦ πυρὸς ἐνεργείας περιεγένετο ἡ τῶν παίδων ἀρετὴ, ἀθρόον μεταβαλλόμενος ἐκραύγασε λέγων· Οἱ δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου. Ὅρα μὴ μόνον αὐτοὺς ἀνα‐ κηρύττοντα, ἀλλὰ καὶ τὸν Δεσπότην τῶν ὅλων· Οἱ δοῦ‐ | |
10 | λοι γὰρ τοῦ Θεοῦ, φησὶ, τοῦ ὑψίστου, ἐξέλθετε. Τί γέγονεν; οὐ σὺ τῇ τιμωρίᾳ παρέδωκας; οὐ σὺ ἐπὶ τοσοῦτον ἐκκαυθῆναι τὴν κάμινον προσέταξας; Ναὶ, φησίν· ἀλλὰ νῦν ὁρῶ ξένα καὶ παράδοξα πράγματα. Τὸ γὰρ στοιχεῖον τοῦτο τῆς οἰκείας ἐνεργείας ἐπιλα‐ | |
15 | θόμενον, ὥσπερ δεσμοῖς τισι πεδηθὲν, τοσαύτην ἐπ‐ εδείξατο τὴν ὑπακοὴν, ὡς μηδὲ τῶν τριχῶν ἐφάψασθαι αὐτῶν. Ὅθεν ἔστι συνιδεῖν, ὅτι ὑπὲρ ἀνθρωπίνην φύ‐ σιν ἐστὶ τὸ γεγονὸς, καὶ ἀπόῤῥητός τις καὶ θεία δύνα‐ μίς ἐστιν ἡ ταῦτα ἐργαζομένη, καὶ τῶν παίδων τού‐ | |
20 | των τοσαύτην ποιουμένη τὴν πρόνοιαν. Εἶδες Θεοῦ φιλανθρωπίαν, ὅπως οὐκ ἐγκαταλιμπάνων τοὺς ἰδίους θεράποντας συνεχώρησεν εἰς τὴν κάμινον εἰσενεχθῆ‐ ναι, ἀλλὰ καὶ αὐτοὺς βουλόμενος λαμπροτέρους ἐργά‐ σασθαι, καὶ τὴν οἰκείαν δύναμιν ἐνδεικνύμενος, καὶ | |
25 | τοῦ βαρβάρου κατεμάλαξε τὴν διάνοιαν, καὶ τὴν τοσ‐ αύτην μακροθυμίαν ἐπεδείξατο; Οὐδὲ γὰρ οὕτω θαυ‐ μαστὸν ἦν, εἰ παρὰ τὴν ἀρχὴν ἐκώλυσεν αὐτοὺς εἰς τὴν κάμινον ἐμβληθῆναι, ὡς νῦν θαυμαστότερον γέ‐ γονε, καὶ πολὺ τὸ παράδοξον, ὅτι καὶ ἐν μέσῳ τῷ πυρὶ | |
30 | τυγχάνοντας οὐδὲν ἀηδὲς παθεῖν συνεχώρησεν. Ὅταν γὰρ αὐτὸς βούληται, καὶ τοὺς ἐν μέσοις δεινοῖς γεγενημένους ἀνωτέρους καθίστησι, καὶ τοὺς πάσχον‐ τας τῶν ποιούντων δυνατωτέρους ἀπεργάζεται. Τοῦτο καὶ ἐπὶ τῶν ἀποστόλων ἐγένετο. Οἱ ἔχοντες γὰρ αὐ‐ | |
35 | τοὺς ἀπειλημμένους ἐν τῷ μέσῳ, καὶ μονονουχὶ τοὺς ὀδόντας θήγοντες κατ’ αὐτῶν, πρὸς ἀλλήλους ἔλεγον· Τί ποιήσομεν τοῖς ἀνθρώποις τούτοις; ὑποχειρίους αὐτοὺς ἔχοντες, ἐν ἀπορίᾳ καθειστήκεισαν. Τοσοῦτόν ἐστιν ἡ ἀρετὴ ἰσχυρὸν, καὶ οὕτως ἡ κακία ἀσθενὲς, ὡς | |
40 | ἐκείνην μὲν καὶ ἐν τῷ πάσχειν περιγίνεσθαι, ταύτην δὲ καὶ ἐν τῷ ποιεῖν τὴν οἰκείαν ἀσθένειαν ἐπιδείκνυσθαι. Ὅπερ εἰδότες, ἀγαπητοὶ, πολὺν τῆς ἀρετῆς ποιώμεθα λόγον, καὶ φεύγωμεν τὴν κακίαν. Οὕτω γὰρ καὶ τὴν ἄνωθεν ἐπισπασόμεθα ῥοπὴν, καὶ τῶν | |
45 | μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
50t | ΟΜΙΛΙΑ ΝΒʹ. | |
51n | Ἔσπειρε δὲ Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν | |
52n | ἑκατοστεύουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. | |
53 | αʹ. Τὰ λείψανα τῶν χθὲς εἰρημένων ἀναγκαῖον ἀπο‐ δοῦναι σήμερον τῇ ὑμετέρᾳ ἀγάπῃ, καὶ τοῦ λόγου τὴν | |
55 | ἀκολουθίαν ἀναλαβόντας ἰδεῖν πάλιν τὸν δίκαιον Ἰσαὰκ, ὅσης ἀπολαύει τῆς ἄνωθεν κηδεμονίας. Ὁ γὰρ τὴν εἰς Αἴγυπτον κάθοδον αὐτοῦ διακωλύσας, καὶ εἰπὼν, Παροίκει ἐν τῇ γῇ ταύτῃ, καὶ ἔσομαι μετὰ σοῦ, οὕτως αὐτὸν διὰ πάντων περιφανῆ καθίστησιν, ὡς | |
60 | μετ’ οὐ πολὺ ἐπίφθονον αὐτὸν γενέσθαι παρὰ τῷ βασιλεῖ Γεράρων. Ὁρῶντες γὰρ αὐτοῦ καθ’ ἑκάστην ἡμέραν αὐξανομένην τὴν εὐπορίαν, ἐδεδοίκεισαν λοι‐ πὸν τοῦ ἀνδρὸς τὴν αὐτόθι κατοίκησιν, καὶ μετανα‐ | |
στῆναι ἐκεῖθεν καταναγκάζουσιν. Ἄξιον δὲ καὶ αὐτῶν | ||
54.457 | ἀκοῦσαι τῶν ῥημάτων τῆς θείας Γραφῆς, ἵνα διὰ πάντων θεασώμεθα τοῦ Θεοῦ τὴν εὔνοιαν, ἣν περὶ τοὺς αὐτοῦ οἰκέτας ἐπιδείκνυται. Ἔσπειρε δὲ, φη‐ σὶν, Ἰσαὰκ ἐν τῇ γῇ ἐκείνῃ, καὶ εὗρεν ἑκατοστεύ‐ | |
5 | ουσαν κριθὴν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ. Σκόπει μοι τοῦ Θεοῦ τὴν σοφίαν· ἵνα δείξῃ τῷ δικαίῳ ὅτι δημι‐ ουργὸς ὢν τῆς φύσεως, καὶ ἐξ ἀπόρων πόρον παρα‐ σχεῖν δύναται, καὶ ὅτι καὶ ἐξ ἀρχῆς αὐτὸς τὴν γῆν τῷ οἰκείῳ προστάγματι διήγειρε πρὸς τὴν τῶν καρπῶν | |
10 | βλάστην, παρασκευάσας τὸν δίκαιον ἑκατονταπλασίονα τῶν ὑπ’ αὐτοῦ σπαρέντων ἐπὶ τῆς γῆς κομίσασθαι τὰ δράγματα, ὁμοῦ καὶ αὐτὸν ἐν πλείονι καθιστὰς εὐπορίᾳ, τῷ μηδενὸς ἐν χρείᾳ γενέσθαι, κἀκείνους διὰ τῶν ἔργων διδάσκων, ὅσης ὁ δίκαιος ἀπολαύει τῆς | |
15 | ἄνωθεν ῥοπῆς. Εὐμήχανος γὰρ ὢν καὶ σοφὸς, διὰ τῶν αὐτῶν πολλάκις πραγμάτων καὶ τοὺς οἰκείους εὐερ‐ γετεῖ, καὶ τοὺς ἔτι πεπλανημένους διδάσκεσθαι παρα‐ σκευάζει τῆς οἰκείας προνοίας τὴν δύναμιν. Τοῦτο καὶ μετὰ ταῦτα κατὰ τὴν Αἴγυπτον εἰργάσατο, ἐκεί‐ | |
20 | νοις μὲν τὰς τιμωρίας ἐπαγαγὼν, τὸν δὲ λαὸν τῶν Ἰσραηλιτῶν ἀπαθῆ διαφυλάττων. Ἐμάνθανον γὰρ οὐ μόνον διὰ τῆς κατ’ αὐτῶν ἀγανακτήσεως τοῦ τῶν ὅλων Θεοῦ καὶ δημιουργοῦ τὴν δύναμιν, ἀλλὰ καὶ διὰ τῆς προνοίας τῆς εἰς ἐκείνους. Καὶ οὗτοι πάλιν οὐκ ἐκ | |
25 | τῆς εἰς αὐτοὺς προνοίας καὶ κηδεμονίας μόνον ἐδιδά‐ σκοντο τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν περὶ αὐτοὺς φιλ‐ ανθρωπίαν, ἀλλὰ καὶ δι’ ὧν ἐκείνους ἑώρων καθ’ ἑκά‐ στην ἡμέραν τὰς πληγὰς δεχομένους. Καὶ διὰ τῶν αὐτῶν πραγμάτων καὶ τοῖς οἰκείοις καὶ τοῖς ἐναντίοις | |
30 | ἐδείκνυ τῆς οἰκείας δυνάμεως τὴν ὑπερβολήν. Καὶ γὰρ αὐτὰ τὰ στοιχεῖα τὴν παρ’ ἑαυτῶν διακονίαν καὶ τὴν ὑπακοὴν ἐπιδείκνυται τοῖς ὁμοδούλοις, ὅταν ὁ Δεσπό‐ της εὐνοϊκῶς πρὸς αὐτοὺς διακέηται. Καὶ τοῦτο ἄν τις θεάσοιτο γεγονὸς ἐπὶ τοῦ δικαίου τούτου. Ὅπερ | |
35 | ἄλλοτε ἡ φύσις τῆς γῆς οὐκ ἐπεδείξατο, τοῦτο διὰ τὸ πρόσταγμα τοῦ τῶν ὅλων Θεοῦ νῦν ἐπιδείκνυται, καὶ τοσαύτην ἤνεγκε τὴν φορὰν, ὡς ἀθρόον ἐν περιουσίᾳ πολλῇ καταστῆναι τὸν Ἰσαάκ. Εὐλόγησε γὰρ αὐτὸν ὁ Θεὸς, καὶ ὑψώθη ὁ ἄνθρωπος, καὶ προβαίνων μεί‐ | |
40 | ζων ἐγίνετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα. Ἐπειδὴ γὰρ τότε ἐν τούτοις ἦν τὰ τῆς εὐπορίας τοῖς δικαίοις, ἐν τῇ τῆς γῆς εὐπορίᾳ καὶ ἐν τῷ τῶν θρεμμάτων πλή‐ θει, διὰ τοῦτό φησιν, Εὐλόγησεν αὐτὸν ὁ Θεὸς, καὶ ὑψώθη ὁ ἄνθρωπος, ἀντὶ τοῦ, Εὔπορος ἐγένετο· καὶ | |
45 | οὐχ ἁπλῶς εὔπορος, ἀλλὰ καὶ, Μείζων, φησὶν, ἐγί‐ νετο, ἕως οὗ μέγας ἐγένετο σφόδρα. Ἐννόησον γὰρ ὅσον ἦν, ἑκατονταπλασίονα τῶν παρ’ αὐτοῦ καταβαλ‐ λομένων ὑποδέχεσθαι. Εἰ δὲ τοῦτό σοι μέγα φαίνεται, σκόπει τὴν ἐπίτασιν τῆς τοῦ Θεοῦ φιλανθρωπίας, ἣν | |
54.457(50) | τοῦ χρόνου προϊόντος περὶ ἡμᾶς ἐπεδείξατο. Τοῖς γὰρ μετὰ τὴν αὐτοῦ παρουσίαν τὴν ἀρετὴν μετιοῦσιν οὐ μόνον ἑκατονταπλασίονα ἐνταῦθα παρέχειν ὑπισχνεῖ‐ ται, ἀλλὰ καὶ τὴν αἰώνιον ζωὴν καὶ τὴν βασιλείαν τῶν οὐρανῶν εἰς ἀπόλαυσιν. Εἶδες φιλοτιμίαν Δεσπότου; | |
55 | εἶδες ἐπίτασιν εὐεργεσίας; εἶδες πόσον ἡμῖν κεχάρι‐ σται ἡ τοῦ Μονογενοῦς παρουσία; ὅπως ἀφάτων τῶν πραγμάτων τὴν ἐναλλαγὴν εἰργάσατο; Ταῦτα τοίνυν ἕκαστος καθ’ ἑαυτὸν λογιζόμενος, καὶ ὁρῶν τὴν δια‐ φορὰν, καὶ τίνα μὲν ἦν, ἃ τοῖς πρὸ τῆς χάριτος παρ‐ | |
60 | έχειν ὑπισχνεῖται, τίνα δὲ μετὰ τὴν χάριν, δοξαζέτω κἀν τούτῳ τὴν ἄπειρον αὐτοῦ φιλανθρωπίαν, καὶ μὴ τῇ τῶν καιρῶν ἐναλλαγῇ τὸ πᾶν ἐπιγραφέτω. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανελθεῖν δίκαιον, καὶ | |
ἰδεῖν ὅπως οἱ ἐν Γεράροις ὁρῶντες τοῦ δικαίου τὴν | Column end | |
54.458 | πολλὴν εὐπορίαν, εἰς ζῆλον διηγέρθησαν, καὶ ἀπ‐ ελαύνειν αὐτὸν ἐκεῖθεν ἐπεχείρουν. Ἐζήλωσαν γὰρ, φησὶν, αὐτὸν οἱ Φυλιστιείμ. Εἶτα δεῖξαι βουλομένη ἡ θεία Γραφὴ, ἐν τίνι τὸν ζῆλον ἐπεδείκνυντο, ἐπ‐ | |
5 | ήγαγε· Καὶ πάντα ἃ ὤρυξαν φρέατα οἱ παῖδες ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ, ἐνέφραξαν αὐτὰ, καὶ ἐνέπλησαν γῆς. Σκόπει πόση τῶν αὐτόθι ἡ κακία, ὡς καὶ τῶν ὑδάτων φθονῆσαι τῷ δικαίῳ, καὶ οὐδὲ ὁ βασιλεὺς ὁ ἐν τοσαύτῃ περιουσίᾳ καθεστὼς κατασχεῖν | |
10 | τὸν φθόνον ἴσχυσεν, ἀλλά φησιν· Ἄπελθε ἀφ’ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Πολλὴ ἡ ἀγνωμοσύνη. Τίνος γὰρ ἕνεκεν ἀπελαύνεις τὸν δίκαιον; μὴ γὰρ ἐλυμήνατό τι τοῖς σοῖς; μὴ γὰρ ἠδί‐ κησέ τι; Ἀλλὰ τοιοῦτον ὁ φθόνος· οὐδὲν μετὰ λογι‐ | |
15 | σμοῦ διαπράττεται. Δέον γὰρ αὐτὸν θεασάμενον το‐ σαύτης εὐνοίας ἀπολαύοντα τὸν δίκαιον παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μᾶλλον περιέπειν, μᾶλλον θεραπεύειν, ἵνα διὰ τῆς εἰς ἐκεῖνον τιμῆς ἐπισπάσηται καὶ αὐτὸς τὴν ἄνωθεν ῥοπήν· ὁ δὲ οὐ μόνον τοῦτο οὐ ποιεῖ, ἀλλὰ | |
20 | καὶ ἀπελαύνειν ἐπιχειρεῖ, καί φησι· Ἄπελθε ἀφ’ ἡμῶν, ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα. Τοιοῦτον γὰρ ἡ βασκανία· οὐκ ἀνέχεται πράως τὴν ἑτέρων εὐπραγίαν, ἀλλὰ τὴν τοῦ πλησίον εὐημερίαν οἰκείαν δυσπραγίαν εἶναι νομίζει, καὶ τήκεται τοῖς | |
25 | τοῦ πλησίον ἀγαθοῖς· ὃ δὴ καὶ ἐνταῦθα γέγονεν. Ὁ γὰρ βασιλεὺς, ὁ τῆς πόλεως ἁπάσης τὴν ἐξουσίαν ἔχων, καὶ πάντας ὑπὸ τὴν ἀπειλὴν τὴν ἑαυτοῦ ἔχων, τῷ ξένῳ, τῷ ἀλήτῃ, καὶ ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετανισταμένῳ φησίν· Ἄπελθε ἀπ’ ἐμοῦ, ὅτι δυνα‐ | |
30 | τώτερος ἡμῶν ἐγένου σφόδρα. Καὶ ἀληθῶς δυνατώ‐ τερος ἦν, τὴν ἄνωθεν συμμαχίαν ἔχων ἐν ἅπασι, καὶ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς φρουρούμενος. Ποῦ τοίνυν ἀπελαύνεις τὸν δίκαιον; οὐκ οἶσθα ὅτι, ὅπου ἂν αὐτὸν ἀπελθεῖν συμβαίνῃ, ἐν τοῖς τοῦ Δεσπότου τοῦ ἑαυτοῦ | |
35 | εἶναι αὐτὸν ἀνάγκη; οὐκ ἐπαίδευσέ σε τῶν πραγμά‐ των ἡ πεῖρα, ὅτι ἡ τοῦ Θεοῦ χείρ ἐστιν ἡ περιφανῆ τὸν δίκαιον καθιστῶσα; Τίνος οὖν ἕνεκεν δι’ ὧν τὸν δίκαιον ἀπελαύνεις, τὴν πρὸς τὸν αὐτοῦ Δεσπότην ἀγνωμοσύνην ἐπιδείκνυσαι, καὶ οὐδὲ ἡ πολλὴ τοῦ | |
40 | ἀνδρὸς ἐπιείκεια περιγενέσθαι ἠδυνήθη τῆς βασκανίας τῆς σῆς, ἀλλ’ ἡττηθεὶς ὑπὸ τοῦ πάθους εἰς ἔργον ἀγα‐ γεῖν σπεύδεις τὸν φθόνον, καὶ πάλιν μετανάστην γε‐ νέσθαι παρασκευάζεις τὸν οὐδέν σε ἠδικηκότα; Οὐκ οἶδας ὅτι κἂν εἰς αὐτὴν τὴν ἔρημον ἀπελθεῖν κατ‐ | |
45 | αναγκάσῃς, οὕτως εὐμήχανον ἔχει Δεσπότην, ὡς κἀκεῖ γενόμενον, πολλῷ πλέον περιφανέστερον αὐτὸν ἀπο‐ δεῖξαι; Οὐδὲν γὰρ ἰσχυρότερον τοῦ τῆς ἄνωθεν συμ‐ μαχίας ἀπολαύοντος, ὥσπερ οὐδὲν ἀσθενέστερον τοῦ τῆς ἐκεῖθεν βοηθείας ἠρημωμένου. | |
54.458(50) | βʹ. Εἶδες, ἀγαπητὲ, καὶ τοῦ βασιλέως Γεράρων καὶ πάντων τῶν αὐτόθι οἰκούντων τῆς γνώμης τὴν μοχθη‐ ρίαν; Ὅρα καὶ τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, πῶς οὐκ ἐφρόνησε μέγα, οὐδὲ ὁρῶν διὰ τῶν πραγμά‐ των πολλὴν τοῦ Θεοῦ τὴν ῥοπὴν περὶ αὐτὸν γινομέ‐ | |
55 | νην, κατεξανέστη τοῦ βασιλέως, τῇ τοῦ συμμαχοῦν‐ τος αὐτῷ δυνάμει πεποιθώς· ἀλλὰ καθάπερ τις ἀνὴρ, καὶ ἀπροστάτευτος, καὶ οὐδαμόθεν οὐδεμιᾶς ἀπο‐ λαύων βοηθείας, οὕτω μετὰ πολλῆς τῆς ἐπιεικείας, οὐδὲ μέχρι λόγων ἀντιτείνας τῷ βασιλεῖ, ἐποίει τὸ | |
60 | παρ’ αὐτοῦ κελευόμενον, καὶ εὐθέως ἐκεῖθεν ἀπ‐ ανίστατο, καὶ ποῤῥωτέρω γενόμενος, κατέστελλε τοῦ πάθους τὴν φλόγα, ὁμοῦ καὶ τὴν ὑπερβάλλουσαν αὐ‐ τοῦ ἐπιείκειαν ἐνδεικνύμενος, κἀκείνου τὸ πάθος πα‐ | |
ραμυθούμενος. Καὶ ἀπῆλθεν ἐκεῖθεν, καὶ κατῴκη‐ | ||
54.459 | σεν ἐν τῇ φάραγγι Γεράρων. Καὶ ὅπερ ὁ Χριστὸς παραγενόμενος τοῖς μαθηταῖς ἐνετέλλετο λέγων, Ὅταν διώκωσιν ὑμᾶς, φεύγετε ἑτέρωθι, τοῦτο καὶ οὗτος ἤδη διὰ τῶν ἔργων ἐπλήρου. Καὶ καθάπερ Δαυῒδ τοῦ | |
5 | Σαοὺλ τὸν πολὺν φθόνον καταστέλλων, διὰ τῆς ἀνα‐ χωρήσεως ἑαυτὸν ὑπεξάγων, ἐκείνου τὴν πολλὴν παρ‐ εμυθεῖτο φλεγμονήν· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ δί‐ καιος οὗτος ἐπλήρου τὸ ἀποστολικὸν ἐκεῖνο λόγιον, Δότε τόπον τῇ ὀργῇ· καὶ καταλιπὼν τὴν πόλιν ἐξῆλθε, | |
10 | φησὶν, ἐν τῇ φάραγγι. Ἀλλ’ ὅρα αὐτὸν κἀκεῖ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν ἔνστασιν ἐνδεικνύμε‐ νον. Οὐδὲ γὰρ μέχρι τούτου ἔστη τὰ δεινὰ, ἀλλὰ κἀκεῖ γενομένῳ καὶ τὰ φρέατα ἀνορύξαι βουλομένῳ μάχε‐ σθαι ἐπεχείρουν. Ὤρυξε γὰρ, φησὶ, τὰ φρέατα, ἅπερ | |
15 | ἦσαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ πεποιηκότες, καὶ ἐνέφραξαν αὐτὰ οἱ Φυλιστιεὶμ, καὶ ἐπέθηκεν αὐτοῖς τὰ ὀνόματα, ἅπερ ἦν ὁ πατὴρ ἐπιθείς. Καὶ ὤρυξαν, φησὶν, οἱ παῖδες Ἰσαὰκ, καὶ εὗρον φρέαρ ὕδατος ζῶντος, ἀντὶ τοῦ, κάτωθεν ἀναβλύζοντος. Καὶ | |
20 | ἐμαχέσαντο οἱ ποιμένες Γεράρων, φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ. Καὶ οὐδὲ ἐνταῦθα φιλονεικεῖ ὁ δίκαιος, οὐδὲ ἀντιτείνει, ἀλλὰ καὶ τοῖς ποιμέσι παραχωρεῖ. Τοῦτο γὰρ ἀληθῶς ἐπιείκεια, οὐχ ὅταν τις παρὰ | |
25 | τῶν ἐν δυναστείᾳ ἀδικούμενος φέρῃ πράως, ἀλλ’ ὅταν καὶ ὑπὸ τῶν νομιζομένων ὑποδεεστέρων εἶναι ἐπηρεαζόμενος παραχωρῇ· ἐνταῦθα μὲν γὰρ τῇ ἐπιει‐ κείᾳ ἄν τις τὸ πᾶν λογίσαιτο τοῦ ἐπηρεαζομένου· ἐκεῖ δὲ ἴσως τις εἴποι, διὰ τὸ μὴ δύνασθαι ἀντιτεί‐ | |
30 | νειν τῇ δυναστείᾳ τοῦ ἠδικηκότος, τὴν ἐπιείκειαν ἐπιδείκνυσθαι. Ἀλλ’ ἵνα μάθῃς ὅτι καὶ ἐπὶ τοῦ βα‐ σιλέως, οὐ διὰ τὴν ἐκείνου δυναστείαν, ἐπεδείξατο τὴν ἐπιείκειαν, ἀλλὰ διὰ τὸν οἰκεῖον τρόπον, ὅρα αὐτὸν καὶ ἐπὶ τῶν ποιμένων τὸ αὐτὸ ποιοῦντα. Καὶ καθάπερ | |
35 | ἐκεῖνος ἔλεγεν, Ἄπελθε ἀφ’ ἡμῶν, καὶ εὐθέως, καθά‐ περ ἐπίταγμα δεχόμενος, ὑπανεχώρει· οὕτω καὶ νῦν, τῶν ποιμένων ἐπηρεάζειν ἐπιχειρούντων, καὶ τὸ φρέαρ οἰκειουμένων, παραχωρεῖ. Καὶ ἵνα διηνεκὴς ᾖ τοῖς μετὰ ταῦτα ἡ γνῶσις τῆς ἀδικίας, ὄνομα ἐπι‐ | |
40 | τίθησι τῷ φρέατι ἐκ τοῦ συμβεβηκότος. Ἐπειδὴ γὰρ φανερὰν ἐπεδείξαντο τὴν ἀδικίαν, Ἐκάλεσε, φησὶ, τὸ ὄνομα τοῦ φρέατος, Τόπου ἀδικία. Καὶ ἦν λοι‐ πὸν καθάπερ ἐν στήλῃ χαλκῇ τὸ ὄνομα τοῦ τόπου δι‐ δασκαλία τοῖς ἑξῆς καὶ τῆς τοῦ δικαίου ἐπιεικείας, | |
45 | καὶ τῆς ἐκείνων ἀγνωμοσύνης. Τὸ γὰρ ὄνομα τοῦ τό‐ που ἕκαστον παρεσκεύαζε τὴν αἰτίαν τῆς προσηγο‐ ρίας μανθάνοντα γινώσκειν τοῦ μὲν τὴν ἀρετὴν, τῶν δὲ τῆς κακίας τὴν ὑπερβολήν. Καὶ σκόπει πῶς καὶ οὗτος ἐπιτείνει τὴν οἰκείαν ἀρετὴν, διὰ πάντων ἐπι‐ | |
54.459(50) | δεικνὺς ἑαυτοῦ τὴν ἐπιείκειαν, κἀκεῖνοι τῇ ὑπερβολῇ τῆς κακίας λαμπρὸν καὶ ἄκοντες πειρῶνται τὸν δί‐ καιον ἀποφαίνειν. Οὐδὲ γὰρ ἀρκεσθέντες, πάλιν ἕτε‐ ρον ὀρύξαντι φρέαρ ἐπιτίθενται. Ἀπάρας γὰρ, φησὶν, ἐκεῖθεν, ὤρυξε φρέαρ ἕτερον· ἐκρίνοντο δὲ καὶ | |
55 | περὶ ἐκείνου, καὶ ἐπωνόμασεν αὐτὸ, Ἐχθρία. Σκό‐ πει πάλιν τοῦ δικαίου τὴν σύνεσιν. Ἐνταῦθα οὐ πάν‐ τη, ὡς ἔοικε, τὸ φρέαρ ἀφείλοντο, ἀλλὰ διαμαχεσά‐ μενοι, καὶ πρὸς τὸ προφανὲς τῆς ἀδικίας ὁρῶντες ἀπέστησαν. Διὰ τοῦτο Ἐχθρίαν αὐτὸ προσηγόρευσεν, | |
60 | ἐπειδὴ ἔχθρας ὑπόθεσις κατέστη. Καὶ καθ’ ἑκάστην, ὡς εἰπεῖν, ὑπὸ τῶν ἐγχωρίων τοιαῦτα ὑπομένων, οὐκ ἐδυσχέρανεν, οὐδὲ μικρόψυχόν τι ἐπεδείξατο, οὐδὲ ἐν‐ ενόησε πρὸς ἑαυτὸν, οὐδὲ εἶπεν, ὅτι Οὐδὲ μέχρι φρεάτων ἀπολαύειν εἰμὶ κύριος· ἆρα μὴ ἔρημος γέγονα τῆς | |
65 | ἄνωθεν ῥοπῆς; ἆρα μὴ τῆς προνοίας ἐστέρημαι τῆς παρὰ τοῦ Δεσπότου; Οὐδὲν τούτων οὐκ ἐνενόησεν, οὐκ ἐλογίσατο, ἀλλὰ μετ’ ἐπιεικείας ἁπάσης ἅπαντα ἔφερε. | |
Διὰ τοῦτο καὶ πλείονος ἀπήλαυε τῆς ἄνωθεν | Column end | |
54.460 | συμμαχίας. Ταῦτα γὰρ, ὡς εἰπεῖν, τὰ συμβαίνοντα γυμνασία τις ἦν τῆς τοῦ δικαίου ἀρετῆς. Ἀπάρας γὰρ, φησὶν, ἐκεῖθεν, ὤρυξε φρέαρ ἕτερον, καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ· καὶ ἐπωνόμασε τὸ ὄνομα | |
5 | αὐτοῦ, Εὐρυχωρία, λέγων, Διότι νῦν ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς. γʹ. Ὅρα εὐγνωμοσύνην τοῦ δικαίου. Ἡνίκα μὲν τὰ πρότερα φρέατα ἐκεῖνοι παρασπάσασθαι ἐπεχείρησαν, οὐκ ἐδυσχέρανεν, οὐκ ἀντέτεινεν, ἀλλὰ μόνον τῇ προσ‐ | |
10 | ηγορίᾳ τῶν φρεάτων ἀνεξάλειπτον τὴν μνήμην τῆς ἐκείνων κακίας ἐναπετίθει. Ἐνταῦθα δὲ πάλιν, ἐπειδὴ οὐδεὶς ἐμποδὼν γέγονεν, ἀλλὰ μετὰ ἀδείας πάσης τῶν οἰκείων πόνων ἀπήλαυε, τὸ πᾶν ἀνατίθησι τῷ Θεῷ. Ἐκάλεσε γὰρ αὐτὸ, Εὐρυχωρίαν. Εἶτα ἑρμηνεύει | |
15 | αὐτὴν τὴν προσηγορίαν· διὰ τοῦτο, φησὶν, Εὐρυχω‐ ρίαν, τοῦτο καλῶ, Ὅτι ἐπλάτυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς. Εἶδες γνώμην φιλόθεον, πῶς τῶν ἐν μέσῳ δυσχερῶν οὐδεμίαν μνήμην ποιη‐ σάμενος, τῶν χρηστῶν μόνον μεμνημένος, ὑπὲρ ἐκεί‐ | |
20 | νου τὴν εὐχαριστίαν ἀναφέρει, καί φησιν, Ὅτι ἐπλά‐ τυνε Κύριος ἡμῖν, καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς; Οὐδὲν γὰρ οὕτως ὁ Θεὸς ἀποδέχεται, ὡς ψυχὴν εὐγνώ‐ μονα καὶ εὐχάριστον· καὶ μυρία καθ’ ἑκάστην ἡμέ‐ ραν ἅπαντας ἡμᾶς εὐεργετῶν καὶ ἑκόντας καὶ ἄκον‐ | |
25 | τας, καὶ εἰδότας καὶ ἀγνοοῦντας, οὐδὲν ἕτερον παρ’ ἡμῶν ἐπιζητεῖ, ἢ τὸ χάριτας εἰδέναι αὐτῷ ὑπὲρ τῶν εἰς ἡμᾶς γεγενημένων, ἵνα καὶ ὑπὲρ τούτου αὐτοῦ πάλιν πλείονα τὴν ἀμοιβὴν ἡμῖν παράσχῃ Καὶ ἵνα μάθῃς, ὅρα τὸν δίκαιον τοῦτον διὰ τὴν πολλὴν αὐτοῦ | |
30 | εὐγνωμοσύνην πάλιν τῆς ἄνωθεν ἐπιφανείας ἀξιούμε‐ νον. Ἐπειδὴ γὰρ ἀρκοῦσαν βάσανον τῆς οἰκείας ἀρε‐ τῆς ἐπεδείξατο ἐπί τε τῶν ἐν Γεράροις, ἐπί τε τοῦ βασιλέως ἀπωθουμένου αὐτὸν, ἐπί τε τῶν ποιμένων παρασπώντων τὰ φρέατα, ὥσπερ νευρῶσαι βουλόμε‐ | |
35 | νος αὐτοῦ τὴν προθυμίαν ὁ φιλάνθρωπος Δεσπότης, καὶ τῆς ἐπιεικείας αὐτὸν ἀποδεχόμενος τῆς πολλῆς, ἐπειδὴ Ἀνέβη ἐκεῖθεν ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου, ὤφθη αὐτῷ Κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ, καὶ εἶπε· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου· μὴ | |
40 | φοβοῦ· μετὰ σοῦ γάρ εἰμι, καὶ εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Ὤφθη αὐτῷ, φησὶν, ἐν τῇ νυκτὶ ἐκείνῃ. Σκό‐ πει Θεοῦ κηδεμονίαν. Ἵνα γὰρ αὐτὸν ἀνακτήσηται, καὶ θαῤῥεῖν παρασκευάσῃ, ἐπιφαίνεται αὐτῷ, καί | |
45 | φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, ὁ τὸν πατέρα τὸν σὸν ἐπίδοξον πεποιηκὼς, καὶ ἐν τοσ‐ αύτῃ περιφανείᾳ καταστήσας, καὶ ξένον ὄντα περι‐ φανέστερον τῶν ἐγχωρίων ἀπεργασάμενος. Ἐγώ εἰμι ἐκεῖνος ὁ ἐκεῖνον οὕτως αὐξηθῆναι παρασκευά‐ | |
54.460(50) | σας, καὶ μεγάλην διὰ πάντων τὴν περὶ αὐτὸν πρό‐ νοιαν ἐπιδειξάμενος. Ἐγώ εἰμι· Μὴ τοίνυν φοβοῦ. Τί ἐστι, Μὴ φοβοῦ; Μή σε ταῦτα ξενιζέτω, τὸ παρὰ τοῦ Ἀβιμέλεχ ἐλαθῆναι, τὸ παρὰ τῶν ποιμένων ἀδι‐ κηθῆναι. Πολλὰ τοιαῦτα καὶ ὁ πατὴρ ὁ σὸς πέπονθε, | |
55 | καὶ διὰ τούτων λαμπρότερος ἀνεδείχθη. Μὴ τοίνυν ταῦτά σε φοβείτω· Μετὰ σοῦ γάρ εἰμι. Διὰ τοῦτο ταῦτα γίνεσθαι συγχωρῶ, ὁμοῦ καὶ σὲ βουλό‐ μενος διὰ τῆς ἐπιεικείας ἐνδείξασθαι τὴν οἰκείαν ἀρε‐ τὴν, κἀκείνων τῆς γνώμης τὴν μοχθηρίαν κατάδηλον | |
60 | ἅπασι γενέσθαι, ἵνα σὲ καὶ ὑπὲρ τούτων στεφανώσω· Μετὰ σοῦ γάρ εἰμι. Δι’ ὃ καὶ ἀχείρωτος ἔσῃ, καὶ τῶν πολεμούντων δυνατώτερος, καὶ τῶν ἐπηρεαζόν‐ των· ἰσχυρότερος. Καὶ ἡ μὲν παρ’ ἐμοῦ πρόνοια καὶ ἐπίφθονόν σε ἐργάσεται· Μετὰ σοῦ γάρ εἰμι, καὶ | |
65 | εὐλογήσω σε, καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. | |
Σκόπει Θεοῦ φιλανθρωπίαν. Εἰπὼν, Ἐγώ εἰμι ὁ Θεὸς | ||
54.461 | Ἀβραὰμ τοῦ πατρός σου, καὶ δείξας ὅπως ᾠκειώσα‐ το τὸν πατριάρχην, ὡς καταξιῶσαι Θεὸν ἑαυτὸν καλεῖν Ἀβραὰμ, καὶ ὁ τῆς οἰκουμένης Δεσπότης καὶ δημιουρ‐ γὸς ἑνὸς ἀνθρώπου φάσκειν εἶναι Θεὸς, οὐ συγκλείων | |
5 | μέχρι τοῦ πατριάρχου τὴν οἰκείαν δεσποτείαν, ἀλλὰ τὴν πολλὴν περὶ αὐτὸν εὔνοιαν δεικνὺς, Οὕτω, φησὶν, αὐτὸν ᾠκειωσάμην, ὡς πάντων τῶν ἄλλων ἀντάξιον ἐκεῖνον ἐμοὶ νομισθῆναι. Δι’ ὃ Καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ Ἀβραὰμ τὸν πατέρα σου. Πολλὰς ὀφείλω τὰς | |
10 | ἀμοιβὰς ἐκείνῳ τῆς εἰς ἐμὲ ὑπακοῆς· δι’ ἐκεῖνον οὖν Πληθυνῶ τὸ σπέρμα σου· ὁμοῦ καὶ παρεθάῤῥυνε τὸν δίκαιον, καὶ διὰ τῆς μνήμης τοῦ πατρὸς εἰς ζῆλον αὐτὸν διήγειρε τοῦ τὴν ὁμοίαν ἐκείνῳ ἀρετὴν ἐπιδεί‐ ξασθαι. Εἶτα ἐπειδὴ τοσαῦτα αὐτῷ ἀγαθὰ ὑπέσχετο, | |
15 | ᾨκοδόμησεν ἐκεῖ, φησὶ, θυσιαστήριον, καὶ ἐπ‐ εκαλέσατο τὸ ὄνομα Κυρίου, καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ. Τί ἐστιν, ᾨκοδόμησεν ἐκεῖ θυσια‐ στήριον; Τὰς εὐχαριστίας, φησὶν, ἐκεῖ ἀνήνεγκε τῷ Δεσπότῃ, ὑπὲρ ὧν τοσαύτην περὶ αὐτὸν κηδεμο‐ | |
20 | νίαν ἐπεδείξατο. Καὶ ὤρυξαν ἐκεῖ οἱ παῖδες Ἰσαὰκ φρέαρ. Ἐν ἀδείᾳ λοιπὸν ὁ δίκαιος γίνεται· ὁ γὰρ εἰ‐ πὼν, Μετὰ σοῦ εἰμι, καὶ εὐλογήσω σε, καὶ πλη‐ θυνῶ τὸ σπέρμα σου, οὗτος ἀθρόον αὐτῷ καὶ τὴν περιφάνειαν ἐχαρίσατο, καὶ πᾶσιν αὐτὸν περίβλεπτον | |
25 | γίνεσθαι πεποίηκεν. Ὅρα γοῦν τὸν Ἀβιμέλεχ ἐκεῖ‐ νον, τὸν ἐλάσαι ἐπιχειρήσαντα καὶ εἰπόντα, Ἄπελθε ἀφ’ ἡμῶν, νῦν πρὸς αὐτὸν ἐρχόμενον. Ἐπορεύθη γὰρ, φησὶν, Ἀβιμέλεχ, καὶ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ ὁ ἀρχιστράτηγος· καὶ εἶπεν αὐτοῖς Ἰσαάκ· | |
30 | Ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἀπεστείλατε ἀφ’ ὑμῶν. Θέα μοι πόση τοῦ δι‐ καίου ἡ πραότης Ὁρῶν τοὺς ἀπελάσαντας καὶ το‐ σοῦτον περὶ αὐτὸν τὸ μῖσος ἐπιδειξαμένους, νῦν ἐν τάξει ἱκετῶν πρὸς αὐτὸν παραγινομένους, οὐκ ἐφρό‐ | |
35 | νησε μέγα κατ’ αὐτῶν, οὐδὲ ἐπήρθη τὴν διάνοιαν, ἔναυλον ἔχων τὴν μνήμην τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων, οὐδὲ τῇ δυνάμει τοῦ Δεσπότου πε‐ ποιθὼς κατεξανίσταται τοῦ βασιλέως, ἀλλὰ πάλιν τὴν συνήθη ἐπιείκειαν ἐπιδεικνύμενος μετὰ πολλῆς πραΰ‐ | |
40 | τητός φησι πρὸς αὐτούς· Ἵνα τί ἤλθετε πρός με; ὑμεῖς δὲ ἐμισήσατέ με, καὶ ἀπεστείλατε ἀφ’ ὑμῶν. Τίνος ἕνεκεν, φησὶ, παραγενέσθαι πρός με κατ‐ εδέξασθε, τὸν ἐλαθέντα, τὸν μισηθέντα; Καὶ εἶπαν· Ἰδόντες ἑωράκαμεν ὅτι Κύριος μετὰ σοῦ, καὶ εἴ‐ | |
45 | παμεν· Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ, καὶ διαθησόμεθα διαθήκην μετὰ σοῦ, μὴ ποιήσειν μεθ’ ἡμῶν κακὸν, καθότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε, καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρή‐ | |
54.461(50) | νης, καὶ νῦν εὐλογημένος σὺ ὑπὸ Κυρίου. δʹ. Ὅρα πόση τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὅση τῆς ἀρετῆς ἡ δύναμις. Οἱ γὰρ πρώην ἐλάσαντες, νῦν παραγενόμενοι πρὸς τὸν ξένον, πρὸς τὸν ἀπόλιδα, πρὸς τὸν ἀλήτην, οὐ μόνον ἀπολογοῦνται ὑπὲρ τῶν | |
55 | ἤδη γεγενημένων, καὶ συγγνώμην αἰτοῦσιν ὑπὲρ τῶν ἡμαρτημένων, ἀλλὰ καὶ ἀνακηρύττουσι τὸν δίκαιον, καὶ δεικνύουσι τὸν ἐπιτεθέντα αὐτοῖς φόβον, καὶ ὁμο‐ λογοῦσι καὶ τὴν οἰκείαν ἀσθένειαν, καὶ τῷ δικαίῳ μεγάλην μαρτυροῦσι τὴν δύναμιν. Τί γὰρ ἂν εἴη | |
60 | τούτου ἰσχυρότερον τοῦ μεθ’ ἑαυτοῦ τὸν Θεὸν ἔχοντος; Ἰδόντες, φησὶν, ὅτι Κύριος μετὰ σοῦ. Πόθεν ὑμῖν ἡ τοιαύτη γνῶσις; Ναὶ, φησὶν, αὐτὰ ἡμῖν τὰ πράγματα ἀντὶ διδασκαλίας γέγονεν. Εἴδομεν γὰρ ὅτι ἐλαυνόμε‐ νος τῶν ἐλαυνόντων ἰσχυρότερος γέγονας, καὶ ἐπη‐ | |
65 | ρεαζόμενος τῶν ἐπηρεαζόντων περιγέγονας, καὶ ἐκ τῆς τῶν πραγμάτων ἀκολουθίας συνείδομεν, ὅτι πολ‐ λῆς ἀπολαύεις τῆς ἄνωθεν ῥοπῆς. Τοῦτο δὲ καὶ τῆς τοῦ Θεοῦ οἰκονομίας ἔργον, τὸ τὴν διάνοιαν αὐτῶν ποιῆσαι καταπλαγῆναι τὸν δίκαιον, καὶ γνῶσιν αὐτοῖς | |
70 | ἐνθεῖναι τοιαύτην. Ἐπεὶ οὖν, φησὶν, ἔγνωμεν ὅτι | Column end |
54.462 | Κύριος μετὰ σοῦ, Γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν. Ὅρα πῶς ὑπὸ τοῦ συνειδότος ὠθούμενοι, καὶ οὐδε‐ νὸς ἑτέρου καταναγκάζοντος, οὐδὲ τὰ γεγενημένα ἐξαγγέλλοντος, αὐτοὶ ἑαυτοὺς ἐλέγχειν ἐπείγονται. Εἰ | |
5 | γὰρ μὴ ἠδικήσατε, φησὶ, τίνος ἕνεκεν καὶ συνθήκας ἀπαιτεῖτε παρὰ τοῦ δικαίου; Ἀλλὰ τοιοῦτόν ἐστιν ἡ ἀδικία· καθ’ ἑκάστην ἡμέραν καταξαίνει τὸ συνειδὸς, καὶ σιγῶντος τοῦ ἠδικημένου, οἱ τὴν ἀδικίαν ἐργασά‐ μενοι τὴν δίκην ἐφεστάναι νομίζοντες, ἐφ’ ἑκάστης | |
10 | ἡμέρας ἐναγώνιοι γίνονται, καὶ μονονουχὶ ὑπογρά‐ φουσιν ἑαυτοῖς τὴν ἐκδίκησιν τῶν ἡμαρτημένων. Ὃ δὴ καὶ οὗτοι μαθόντες, Γενέσθω, φησὶν, ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ. Εἶτα λέγουσιν, ὁποίαν βούλονται γενέσθαι τὴν ἀράν. Καὶ διαθησό‐ | |
15 | μεθα διαθήκην μετὰ σοῦ, μὴ ποιήσειν μεθ’ ἡμῶν κακὸν, διότι ἡμεῖς οὐκ ἐβδελυξάμεθά σε. Ὅρα πῶς ἐναντία ἑαυτοῖς ὑπὸ τοῦ θορύβου καὶ τῆς ἀγω‐ νίας φθέγγονται· Μὴ ποιήσειν μεθ’ ἡμῶν κακόν. Τίνος ἕνεκεν οὕτω φοβεῖσθε τὸν δίκαιον, ὁρῶντες καὶ | |
20 | πρὸς τοὺς ἐπηρεάζοντας τοσαύτην τὴν ἐπιείκειαν ἐπιδεικνύμενον; Ἀλλ’ ὁ ἀδέκαστος δικαστὴς, τὸ συν‐ ειδὸς, αὐτοὺς διήγειρε, καὶ εἰς ἔννοιαν ἤρχοντο, ὅσην περὶ τὸν δίκαιον τὴν ἀγνωμοσύνην ἐπεδείξαντο, καὶ διὰ τοῦτο ὑπὸ τοῦ φόβου καὶ τῆς δειλίας οὐ συνορῶ‐ | |
25 | σιν, ὅπως ἐναντία λέγουσι. Μὴ ποιήσειν, φησὶ, κα‐ κὸν μεθ’ ἡμῶν, καθότι ἡμεῖς σε οὐκ ἐβδελυξά‐ μεθα. Τίνος οὖν ἕνεκεν ἀπηλάσατε; Ἀλλ’ ὁ δίκαιος οὐκ ἀπαιτεῖ εὐθύνας, οὐδὲ ἐλέγχει τὰ παρ’ αὐτῶν εἰ‐ ρημένα. Καὶ ὃν τρόπον, φησὶν, ἐχρησάμεθά σοι | |
30 | καλῶς, καὶ ἐξαπεστείλαμέν σε μετ’ εἰρήνης, καὶ νῦν σὺ εὐλογημένος ὑπὸ Κυρίου. Ὁρᾷς ὅτι τὴν ἄνωθεν δίκην ἐδεδίεσαν. ᾜδεισαν γὰρ ὅτι κἂν αὐτὸς δι’ ἐπιείκειαν μὴ ἀμύνηται τὰ εἰς αὐτὸν γεγενημένα, ἀλλὰ ὁ τοσαύτην περὶ αὐτὸν πρόνοιαν ἐπιδεικνύμενος, | |
35 | εὐθύνας αὐτοὺς ἀπαιτήσει τῶν εἰς τὸν δίκαιον γεγε‐ νημένων. Διὰ τοῦτο ἐξευμενίζοντες τὸν δίκαιον, καὶ συνθήκας ἀπαιτεῖν ἐπείγονται, ὁμοῦ καὶ ὑπὲρ τῶν ἤδη γεγενημένων ἀπολογούμενοι, καὶ ὑπὲρ τῶν ἑξῆς τὴν ἀσφάλειαν ἑαυτοῖς περιποιούμενοι. Καὶ | |
40 | ἐποίησεν αὐτοῖς, φησὶ, δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον· καὶ ἀναστάντες τῷ πρωῒ, ὤμοσεν ἕκα‐ στος πρὸς τὸν πλησίον αὐτοῦ, καὶ ἐξαπέστειλεν αὐτοὺς Ἰσαὰκ, καὶ ἀπῴχοντο ἀπ’ αὐτοῦ μετὰ σωτηρίας. Ὅρα τοῦ δικαίου τὴν φιλοφροσύνην, πῶς | |
45 | ἀμνησικάκως αὐτοῖς διελέχθη, καὶ οὐ μόνον λήθην ἐποιήσατο τῶν εἰς αὐτὸν γεγενημένων, ἀλλὰ καὶ πολ‐ λὴν περὶ αὐτοὺς τὴν φιλοξενίαν ἐπιδείκνυται. Ἐποίησε γὰρ, φησὶν, αὐτοῖς δοχὴν, καὶ ἔφαγον καὶ ἔπιον. Διὰ τῆς ἑστιάσεως πληροφορῆσαι αὐτοὺς | |
54.462(50) | βούλεται, ὡς οὐδεμίαν μνήμην ποιεῖται τῶν εἰς αὐ‐ τὸν εἰργασμένων παρὰ αὐτῶν. Καὶ ἐξαπέστειλεν αὐτοὺς, φησὶ, καὶ ἀπῴχοντο μετὰ σωτηρίας. ᾘνί‐ ξατο διὰ τούτου ἡ θεία Γραφὴ, ὅτι μετὰ πολλοῦ τοῦ φόβου τὸν κίνδυνον προσδοκῶντες παρεγένοντο, καὶ | |
55 | περὶ τοῦ παντὸς, ὡς εἰπεῖν, ἀγωνιῶντες τὴν πρὸς τὸν δίκαιον ἀπολογίαν ἔσπευσαν ποιήσασθαι. Εἶδες πῶς οὐδὲν ἰσχυρότερον ἀρετῆς, οὐδὲ δυνατώτερον; πῶς οὐδὲν ἀσφαλέστερον τοῦ τῆς ἄνωθεν συμμαχίας ἀπο‐ λαύοντος; Εἶτα ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, φησὶν, ἀπελ‐ | |
60 | θόντες οἱ παῖδες τοῦ Ἰσαὰκ ὤρυξαν φρέαρ, καὶ εἶπαν, Οὐχ εὕρομεν ὕδωρ. Καὶ ἐκάλεσεν αὐτὸ, Ὅρκον. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῇ πόλει, Φρέαρ ὅρκου, ἕως τῆς σήμερον ἡμέρας. Ὅρα καὶ ἐνταῦθα ἐκ τῶν γεγενημένων τὴν προσηγορίαν αὐτὸν | |
65 | ἐπιτιθέντα τῷ τόπῳ. Ἐπειδὴ γὰρ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ φρέαρ ὀρύξαντες οὐδὲν εὗρον, ἐν ᾗ τοὺς ὅρκους ἐποιήσαντο πρὸς ἀλλήλους, Φρέαρ ὅρκου ἐπέθηκεν ὄνομα τῷ τόπῳ, ἵνα ὑπόμνησις ᾖ τῶν γεγενημένων. Εἶδες πῶς οὔτε τὴν ἀπὸ τοῦ νόμου διδασκαλίαν ἔχων | |
70 | ὁ δίκαιος οὗτος, οὔτε πρὸς ἕτερόν τινα ἰδεῖν ἔχων, | |
ἀλλὰ τῷ πατρὶ κατακολουθήσας, καὶ ἀπὸ τοῦ τῇ | ||
54.463 | φύσει τῇ ἀνθρωπίνῃ ἐγκειμένου τῷ συνειδότι διδα‐ σκάλου ὁδηγούμενος, τοσαύτην φιλοσοφίαν ἐπεδείκνυτο; Τὰ γὰρ γεγενημένα οὐ μόνον τὴν ἐπιείκειαν ἐδείκνυ τοῦ δικαίου τούτου· ἀλλὰ καὶ τὰ τοῦ Χριστοῦ παραγ‐ | |
5 | γέλματα δι’ αὐτῶν τῶν ἔργων αὐτὸν πληροῦν ἀπέφη‐ νε. Καὶ ὅπερ ὁ Χριστὸς ἔλεγε διαταττόμενος τοῖς μαθηταῖς καὶ παραινῶν, οὐ μόνον τοὺς ἀγαπῶντας ἀγαπᾷν, ἀλλὰ καὶ πρὸς τοὺς ἐχθροὺς τὴν ἀγάπην ἐπι‐ δείκνυσθαι, τοῦτο οὗτος ἄνωθεν ἐπλήρου, καὶ πρὸς | |
10 | τοὺς τοσοῦτον μῖσος περὶ αὐτὸν ἐσχηκότας τοσαύτην ἐπεδείκνυτο τὴν φιλοξενίαν, καὶ τὸ τῆς μνησικακίας πάθος ἐξώριζε τῆς ἑαυτοῦ ψυχῆς. εʹ. Τίνος οὖν ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ἡμεῖς οἱ μετὰ τὴν χάριν, καὶ τὴν τοσαύτην διδασκαλίαν, | |
15 | καὶ τὰ τοῦ Σωτῆρος παραγγέλματα, οὐδὲ τὸ αὐτὸ μέ‐ τρον τῷ δικαίῳ τούτῳ φθάσαι δυνάμενοι; Καὶ τί λέγω τὸ αὐτὸ μέτρον; Ἀλλὰ μηδὲ ἐγγὺς στῆναι ἰσχύοντες. Τοσαύτη γὰρ νῦν ἐπεπόλασε τῆς κακίας ἡ ὑπερβολὴ, ὡς σπάνιον εἶναι καὶ τοὺς ἀγαπῶντας ἀγαπᾷν. Πόθεν | |
20 | οὖν ἡμῖν ἔσται σωτηρίας ἐλπὶς, εἰ μέλλοιμεν καὶ τῶν τελωνῶν χείρους γίνεσθαι; καθώς φησιν ὁ Χριστὸς λέγων, Ἐὰν ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, τί περισσὸν ποιεῖτε; οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσι; Καὶ ὁ μὲν Χριστὸς βουλόμενος ἡμᾶς εἰς | |
25 | τὴν ἄκραν κορυφὴν τῆς ἀρετῆς ἀνελθεῖν, ἐκείνων ἀνω‐ τέρους εἶναι βούλεται· ἡμεῖς δὲ κἀκείνων ἐλάττους εἶναι σπεύδομεν. Καὶ τί λέγω τελωνῶν; χείρους καὶ τῶν λῃστῶν, καὶ τῶν τυμβωρύχων, καὶ τῶν ἀνδρο‐ φόνων. Καὶ γὰρ τούτων ἕκαστος τὸν πρὸς αὐτὸν ἀγα‐ | |
30 | πητικῶς διακείμενον ἀγαπᾷ, καὶ πολλάκις καὶ κιν‐ δυνεύειν ὑπὲρ τοῦ ἀγαπητοῦ καταδέχεται. Τί οὖν ἂν εἴη ἡμῶν ἐλεεινότερον, ὅταν οἱ τοσαύτης ἀξιωθέντες παρὰ τοῦ Θεοῦ φιλανθρωπίας τῶν μυρία ἐργασαμένων κακὰ εὑρισκώμεθα χείρους; Ἐννοοῦντες τοίνυν, πα‐ | |
35 | ρακαλῶ, καὶ τῆς τιμωρίας τῆς ἐκεῖ γινομένης τὸ μέ‐ γεθος, καὶ τῆς αἰσχύνης τῆς ἐνταῦθα τὴν ὑπερβολὴν, ὀψὲ γοῦν ποτε τὴν οἰκείαν ἐπιγνῶμεν εὐγένειαν, καὶ πειθώμεθα τῇ τοῦ Χριστοῦ διδασκαλίᾳ, καὶ μὴ μόνον τοὺς ἀγαπῶντας ἀγαπῶμεν γνησίως, πᾶσαν βασκα‐ | |
40 | νίαν καὶ φθόνον ἐξορίζοντες τῆς ἑαυτῶν ψυχῆς, ἀλλὰ κἂν ἐχθρωδῶς τινες ὦσι πρὸς ἡμᾶς διακείμενοι, καὶ τούτους ἀγαπᾷν σπουδάζωμεν· καὶ γὰρ οὐδὲ ἑτέρως σωθῆναι δυνατὸν ἡμᾶς, μὴ ταύτην ἐλθόντας τὴν ὁδόν· καὶ μᾶλλον τῶν ἀγαπώντων ἡμᾶς τούτους ἀγαπᾷν | |
45 | σπουδάζωμεν, ἅτε δὴ μυρίων ἡμῖν τῶν ἀγαθῶν προ‐ ξένους γινομένους. Οὕτω γὰρ καὶ τῶν ἡμαρτημένων ἡμῖν τὴν συγχώρησιν εὕρασθαι δυνησόμεθα, καὶ μετὰ κατεσταλμένης διανοίας καὶ συντετριμμένης ψυχῆς τὰς πρὸς τὸν Θεὸν ἱκεσίας ποιεῖσθαι. Ὅταν γὰρ ψυχὴ | |
54.463(50) | ἐκτὸς γένηται πάσης ἀπεχθείας, καὶ τὸν λογισμὸν ἐν γαλήνῃ ἱδρυμένον ἔχῃ, μετὰ πολλῆς τῆς νήψεως τὸν Δεσπότην καλοῦσα, πολλὴν ἐπισπᾶται τὴν ἄνωθεν ῥοπήν· ἧς γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, | |
55 | μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
57t | ΟΜΙΛΙΑ ΝΓʹ. | |
58n | Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν | |
59n | Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, καὶ τὴν | |
60n | Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν | |
61n | ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. | |
62 | αʹ. Φέρε καὶ σήμερον, εἰ δοκεῖ, τὰ ἑξῆς τῶν χθὲς εἰ‐ ρημένων ἐπελθόντες, κατὰ τὸ ἡμῖν ἐγχωροῦν ἀναπτύ‐ | |
ξωμεν ἕκαστον τῶν γεγραμμένων, ἵνα τὴν ἐντεῦθεν | Column end | |
54.464 | ὠφέλειαν καρπωσάμενοι, οὕτως οἴκαδε ἀναχωρήσω‐ μεν. Ἴδωμεν τοίνυν τὴν ἀρχὴν τῶν ἀνεγνωσμένων. Ἦν δὲ Ἡσαῦ, φησὶν, ἐτῶν τεσσαράκοντα, καὶ ἔλαβε τὴν Ἰουδὶθ θυγατέρα Βεὴλ τοῦ Χετταίου, | |
5 | καὶ τὴν Βασεμὰθ θυγατέρα Ἐλὼμ τοῦ Εὐαίου, καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Ὅρα πόσα ἐκ τῶν ὀλίγων τούτων ῥημάτων ἔστι καταμα‐ θεῖν. Τίνος γὰρ ἕνεκεν ἡμῖν τὸν ἀριθμὸν τῶν ἐτῶν τοῦ Ἡσαῦ ἐσήμανεν; Οὐχ ἁπλῶς, ἀλλ’ ἵνα ἐντεῦθεν κατα‐ | |
10 | μάθωμεν τοῦ Ἰσαὰκ τὸ γῆρας, καὶ ὅτι λοιπὸν προβε‐ βηκὼς ἦν. Ἐὰν γὰρ μνημονεύσωμεν τῶν ἔμπροσθεν εἰρημένων, καὶ ὅτι, ἡνίκα μὲν ἔλαβε τὴν Ῥεβέκκαν, καὶ αὐτὸς τεσσαράκοντα ἐτῶν ἐτύγχανεν, ὅτε δὲ ἐτέ‐ χθησαν οἱ παῖδες, ἑξήκοντα ἐτῶν ἦν, εἰσόμεθα ὅτι | |
15 | νῦν ἑκατοστοῦ λοιπὸν ἔτους ἐπιβὰς ἐν βαθυτάτῳ γήρᾳ ἐτύγχανεν. Ἐπειδὴ γὰρ μέλλει μετὰ ταῦτα διηγεῖσθαι ἡμῖν, ὡς ὑπὸ τοῦ γήρως ἀμβλυτέρας ἔσχε τὰς ὄψεις, διὰ τοῦτο τῶν ἐτῶν τοῦ Ἡσαῦ τὸν ἀριθμὸν ἐσήμανεν, ἵνα ἐντεῦθεν εἰδέναι ἔχωμεν ἀκριβῶς τοῦ | |
20 | Ἰσαὰκ τὸν χρόνον. Διὰ τοῦτο ἔλεγεν, Ἦν δὲ Ἡσαῦ ἐτῶν τεσσαράκοντα. Εἶτα ἵνα μάθωμεν τοῦ παιδὸς τὴν προπέτειαν, καὶ ὅτι παρὰ τῶν ἐθνῶν, ὧν οὐκ ἐχρῆν, τὰς γαμετὰς ἠγάγετο, ἐδήλωσεν ἡμῖν, ὅτι ἡ μὲν ἐκ τοῦ γένους τῶν Χετταίων ἦν, ἡ δὲ ἐκ τῶν | |
25 | Εὐαίων· καίτοι γε ἐχρῆν αὐτὸν μαθόντα, ὅσην σπου‐ δὴν ὁ πατριάρχης ἐποιήσατο διαστελλόμενος τῷ παιδὶ τῷ ἑαυτοῦ, ὥστε ἐκ τῆς φυλῆς αὐτοῦ γαμετὴν τῶν Ἰσαὰκ ἐνέγκαι, καὶ ὅτι ἡ μήτηρ αὐτῶν ἡ Ῥεβέκκα ἐκ τῆς Χαῤῥὰν ὡρμᾶτο, μηδὲν τοιοῦτον βουλεύσασθαι. | |
30 | Ἀλλ’ ἵνα ἐκ προοιμίων δείξῃ τῶν οἰκείων τρόπων τὸ ἄτακτον, προλαβὼν ἐκείνας ἠγάγετο. Καὶ ἵνα μάθω‐ μεν τῶν γυναικῶν τὸ δύστροπον, φησὶν ἡ Γραφὴ, Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Καὶ τί ἂν εἴη ταύτης τῆς μοχθηρίας χαλεπώτερον, | |
35 | ὅταν αἱ πᾶσαν τιμὴν ἀπονέμειν ὀφείλουσαι, μὴ μόνον τοῦτο μὴ ποιῶσιν, ἀλλὰ καὶ πρὸς φιλονεικίαν πα‐ ρασκευάζωνται; Ταῦτα δὲ πάντα οὐχ ἁπλῶς ἡμῖν ἡ ἱστορία σημαίνει, ἀλλ’ ἵνα μετὰ ταῦτα, ἐπειδὰν ἴδῃς τὴν Ῥεβέκκαν πρὸς τὸν Ἰακὼβ πολλὴν τὴν εὔνοιαν | |
40 | ἐπιδεικνυμένην, μάθῃς ὡς οὐκ ἀπεικὸς πρᾶγμα δι‐ επράττετο. Τέως δὲ ἵνα μὴ τὴν ἀκολουθίαν προφθά‐ σωμεν, αὐτοῖς ἑπώμεθα τοῖς γεγραμμένοις. Ἐγένετο δὲ μετὰ τὸ γηρᾶσαι τὸν Ἰσαὰκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾷν· οὐκ ἔτι γὰρ, φησὶν, | |
45 | ὑπὸ τοῦ γήρως ὁρᾷν ἠδύνατο· Καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου. Νῦν οὖν λάβε τὸ σκεῦός σου, τήν τε φαρέτραν καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς | |
54.464(50) | τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγὼ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀπο‐ θανεῖν με. Ἐνταῦθά μοι σκόπει, ἀγαπητὲ, τὴν ἄφα‐ τον τοῦ Θεοῦ σοφίαν, καὶ ὅπως ὁ μὲν πατὴρ τὴν φυ‐ | |
55 | σικὴν φιλοστοργίαν ἐπιδεικνύμενος ταῦτα διετάξατο τῷ Ἡσαῦ· ὁ δὲ σοφὸς καὶ εὐμήχανος Δεσπότης διὰ τῆς Ῥεβέκκας τὴν οἰκείαν πρόῤῥησιν εἰς ἔργον ἐξ‐ ενεχθῆναι παρασκευάζει, διδάσκων ἡμᾶς ὅση τῆς ἀρε‐ τῆς ἡ ἰσχὺς καὶ τῆς τῶν τρόπων ἐπιεικείας. Καὶ γὰρ | |
60 | ἐκεῖνος μὲν καὶ ἀπὸ τῶν πρωτοτοκίων, καὶ ἀπὸ τῆς τοῦ πατρὸς περὶ αὐτὸν διαθέσεως τὰ πρωτεῖα ἔχειν νομίζων, ἀθρόον ἁπάντων ἔρημος ηὑρίσκετο, ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ εἰσενεγκεῖν οὐκ ἠβουλήθη· οὗτος δὲ, ἐπειδὴ οἴκοθεν ἦν ἐνάρετος, καὶ τὴν ἄνωθεν εἶχε | |
65 | ῥοπὴν συμμαχοῦσαν αὐτῷ, καὶ ἄκοντος τοῦ πατρὸς | |
54.465 | τὴν παρ’ αὐτοῦ εὐλογίαν ἐπισπᾶται. Οὐδὲν γὰρ ἰσχυ‐ ρότερον τοῦ παρὰ τῆς δεξιᾶς ἐκείνης βοηθουμένου. Ὅρα γοῦν ἀκριβῶς ἅπαντα, ἵνα μάθῃς τῆς οἰκονομίας τὴν ὑπερβολὴν, καὶ πῶς ὁ μὲν τῆς ἐκεῖθεν ἀπολαύων | |
5 | ῥοπῆς, πολλῆς ἐν ἅπασιν ἀξιοῦται τῆς συνεργίας, ὥστε τὴν τοῦ πατρὸς εὐλογίαν εἰς αὐτὸν μετενεχθῆ‐ ναι· ὁ δὲ πάντων διαμαρτάνει, προδεδομένος οἴκοθεν διὰ τὴν τῶν τρόπων μοχθηρίαν. Ῥεβέκκα δὲ, φησὶν, ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν | |
10 | αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον θηρᾶσαι θήραν τῷ πατρὶ αὐτοῦ. Εἶπε δὲ Ῥεβέκκα πρὸς τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω. Διὰ τί προσέθηκε, Τὸν ἐλάσσω; Ἐπειδὴ ἀνωτέρω εἶπεν, ὅτι Ἐκάλε‐ σεν Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, ἵνα | |
15 | μάθωμεν τίνι νῦν διαλέγεται ἡ Ῥεβέκκα, φησὶ, Πρὸς τὸν ἐλάσσω, τοῦτ’ ἔστι, τὸν Ἰακώβ· Ἴδε ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελ‐ φόν σου, καὶ λέγοντος· Ἔνεγκέ μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ἵνα φαγὼν εὐλογήσω σε | |
20 | ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με. Ταῦτα μὲν ἤκουσα τοῦ πατρός σου πρὸς τὸν ἀδελφόν σου τὸν Ἡσαῦ διαλεγομένου. Νῦν οὖν, υἱὲ, ἄκουέ μου καθά σοι ἐγὼ ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, | |
25 | καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθα‐ νεῖν αὐτόν. βʹ. Ὅρα μητρὸς φιλοστοργίαν, μᾶλλον δὲ Θεοῦ οἰκονο‐ | |
30 | μίαν. Αὐτὸς γὰρ ἦν ὁ καὶ ταύτην πρὸς τὴν συμβου‐ λὴν διεγείρων, καὶ τὸ πᾶν κατορθωθῆναι ποιῶν. Εἶ‐ δες τῆς μητρὸς τὴν ἀρίστην συμβουλήν; Ὅρα καὶ τοῦ Ἰακὼβ τὸ περιεσκεμμένον, καὶ ὅπως διὰ τῆς ἀποκρίσεως τῶν οἰκείων τρόπων δείκνυσι τὴν ἐπιεί‐ | |
35 | κειαν. Εἶπε γὰρ, φησὶ, πρὸς τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ ἀδελφός μου Ἡσαῦ ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος· μήποτε ψηλαφήσῃ με ὁ πατὴρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐμαυτῷ κατάραν, καὶ οὐκ εὐλογίαν. Πολλὴ τοῦ | |
40 | παιδὸς ἡ εὐγνωμοσύνη, καὶ ἡ πρὸς τὸν πατέρα αἰδώς. Δέδοικα, φησὶ, μὴ εἰς τὸ ἐναντίον μοι τὰ τῆς σπουδῆς ἐπέλθῃ, μὴ δόξω ἐναντιοῦσθαι τῇ τοῦ πατρὸς γνώμῃ, καὶ ἀντὶ τῆς εὐλογίας κατάραν ἐπισπάσωμαι. Τί οὖν ἡ Ῥεβέκκα, ἡ θαυμασία καὶ φιλόστοργος; Ἐπειδὴ | |
45 | οὐκ ἐξ οἰκείας γνώμης μόνον τοῦτο διεπράττετο, ἀλλὰ καὶ τῇ ἄνωθεν ὑπηρετεῖτο προῤῥήσει, πᾶσαν σπουδὴν ποιεῖται τὸν φόβον ἐξελεῖν τοῦ παιδὸς, καὶ θάρσος ἐνθεῖναι, ὥστε τὴν συμβουλὴν εἰς ἔργον ἀγαγεῖν· καὶ οὐχ ὑπισχνεῖται αὐτῷ ὅτι δυνήσεται παρακρούσασθαι | |
54.465(50) | τὸν πατέρα καὶ λαθεῖν· ἀλλὰ τί; Ἐπ’ ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Κἂν γένηται τοιοῦτόν τι, φησὶν, οὐδὲν αὐτὸς παραβλαβήσῃ. Μὴ τοίνυν δείσῃς, ἀλλὰ θαῤῥῶν Ὑπάκουσόν μου τῆς φωνῆς, καὶ ποίει | |
55 | τὰ παρ’ ἐμοῦ σοι συμβουλευθέντα. Τοῦτο ἀληθῶς φι‐ λοστοργία μητρὸς, τὸ ὑπὲρ τοῦ παιδὸς ἑτοίμως ἅπαντα καταδέχεσθαι. Ταῦτα εἰποῦσα ἴσχυσε ἐξελεῖν τοῦ παι‐ δὸς τὸν φόβον. Καὶ πορευθεὶς ἔλαβε καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ· καὶ ἐποίησεν ἐδέσματα καθὰ ἐφίλει | |
60 | ὁ πατὴρ αὐτοῦ. Καὶ λαβοῦσα, φησὶν, ἡ Ῥεβέκκα τὴν στολὴν τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρ’ αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρ‐ | |
ματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίο‐ | Column end | |
54.466 | νας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα καὶ τοὺς ἄρτους, οὓς ἐποίη‐ σεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ. Θέα μοι ἐνταῦθα τῆς | |
5 | Ῥεβέκκας μετὰ τῆς φιλοστοργίας καὶ τὴν πολλὴν σοφίαν. Ἐπειδὴ γὰρ εἶπεν ἀνωτέρω, ὅτι ὁ μὲν ἦν δασὺς, ὁ δὲ λεῖος, τὴν στολὴν, φησὶν, ἐνέδυσεν αὐτὸν τοῦ Ἡσαῦ, καὶ τὰ δέρματα περιέθηκεν αὐτῷ, καὶ πανταχόθεν σχηματίσασα αὐτὸν, ὡς τὴν ἀπάτην | |
10 | εἰς ἔργον ἐλθεῖν, δοῦσα τὰ ἐδέσματα καὶ τοὺς ἄρτους εἰς τὰς χεῖρας, παρεσκεύασε προσαγαγεῖν τῷ πατρί. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς τῆς ἄνωθεν χάριτος ἦν τὸ πᾶν. Ὅταν γὰρ ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰσ‐ ενέγκωμεν, δαψιλῶς ἀπολαύσομεν καὶ τῆς παρὰ τοῦ | |
15 | Θεοῦ συνεργίας. Ἵνα γὰρ μὴ ῥᾳθυμῶμεν, μηδὲ ἀνα‐ πεπτωκότες ὦμεν, βούλεται καὶ ἡμᾶς τι συνεισφέρειν, ἵν’ οὕτω καὶ τὰ παρ’ ἑαυτοῦ ἐπιδείξηται· καὶ οὔτε τὸ πᾶν τῆς ἄνωθεν γίνεται βοηθείας, ἀλλὰ δεῖ καὶ ἡμᾶς τι συνεισενεγκεῖν· οὔτε παρ’ ἡμῶν πάλιν ἀπαι‐ | |
20 | τεῖ τὸ πᾶν, εἰδὼς τῆς ἡμετέρας ἀσθενείας τὴν ὑπερ‐ βολὴν, ἀλλὰ τὴν οἰκείαν φιλανθρωπίαν μιμούμενος, καὶ βουλόμενος ἀφορμήν τινα λαβεῖν, ὥστε τὴν οἰκείαν φιλοτιμίαν ἐπιδείξασθαι, ἀναμένει τὰ παρ’ ἡμῶν εἰσ‐ ενεχθῆναι· ὅπερ καὶ νῦν γεγένηται. Ἐπειδὴ γὰρ καὶ | |
25 | ὁ Ἰακὼβ καὶ ἡ Ῥεβέκκα, ἅπερ ἐχρῆν ἀφ’ ἑαυτῶν γε‐ νέσθαι, πεποιήκασι, καὶ ὁ μὲν ὑπήκουσε τῆς συμβου‐ λῆς τῆς μητρὸς, ἡ δὲ τὰ παρ’ ἑαυτῆς πάντα ἐπλή‐ ρωσε, τότε λοιπὸν καὶ ὁ ἀγαθὸς Δεσπότης τὸ πάντων δυσχερέστερον τοῦτο μετ’ εὐκολίας ἀνυσθῆναι πε‐ | |
30 | ποίηκε, τὸ μὴ γενέσθαι κατάδηλον τῆς ἀπάτης τὸ δρᾶμα τῷ Ἰσαάκ. Ἐπειδὴ γὰρ προσήνεγκε τὰ ἐδέ‐ σματα τῷ πατρὶ, Εἶπε· Τίς εἶ σὺ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγώ εἰμι Ἡσαῦ ὁ υἱός σου ὁ πρωτότοκος· πεποίηκά σοι, καθὰ λελάλη‐ | |
35 | κάς μοι. Ἀναστὰς κάθισον, καὶ φάγε ἐκ τῆς θή‐ ρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ἐννόει μοι μεθ’ ὅσης ἀγωνίας ταῦτα ἐφθέγγετο ὁ Ἰακώβ. Ὁ γὰρ ἐν προοιμίοις εἰπὼν τῇ μητρὶ, Φοβοῦμαι μὴ ἐπάξω ἐμαυτῷ κατάραν, καὶ οὐκ εὐλογίαν, νῦν ἐν ὅσῳ | |
40 | φόβῳ καθειστήκει τοσοῦτον δρᾶμα ὑποκρινόμενος; Ἀλλ’ ἐπειδὴ Θεὸς ἦν ὁ συνεργῶν τοῖς γινομένοις, ἅπαντα εἰς ἔργον ἐξῄει. Τί οὖν, ἂν εἴποι τις, καὶ τῷ ψεύδει τῷ τοιούτῳ Θεὸς συνήργησε; Μὴ ἁπλῶς ἐξ‐ έταζε τὸ γινόμενον, ἀγαπητὲ, ἀλλὰ τὸν σκοπὸν κατα‐ | |
45 | μάνθανε, καὶ ὅτι οὐ βιωτικῆς ἕνεκέν τινος πλεονεξίας τοῦτο ἐγίνετο, ἀλλὰ τοῦ πατρὸς τὴν εὐλογίαν ἐπισπά‐ σασθαι ἐσπούδαζεν· ἄλλως δὲ εἰ μέλλοις ἁπλῶς τὰ γινόμενα ἐξετάζειν, καὶ μὴ τὸν σκοπὸν πανταχοῦ ἐπιζητεῖν, ὅρα σοι τὸν πατριάρχην παιδοκτόνον ὀνο‐ | |
54.466(50) | μάζειν, καὶ τὸν Φινεὲς ἀνδροφόνον. Ἀλλ’ οὔτε ἐκεῖνος παιδοκτόνος, ἀλλὰ καὶ λίαν φιλόστοργος, εἰ καί τις ἄλλος· οὔτε οὗτος ἀνδροφόνος, ἀλλὰ τὸ μᾶλλον καὶ ἄγαν ζηλωτής. Ἑκάτερος γὰρ αὐτῶν τὸ δοκοῦν τῷ Θεῷ διεπράττετο. Διόπερ ὁ μὲν διὰ τὴν ὑπακοὴν πολ‐ | |
55 | λῆς ἀξιοῦται τῆς ἄνωθεν ἀμοιβῆς· ὁ δὲ διὰ τὸν ζῆλον ἀνακηρύττεται. Ἔστη γὰρ, φησὶ, Φινεὲς, καὶ ἐξ‐ ιλάσατο. Εἰ τοίνυν φόνος εὐδοκίμησε καὶ παιδοκτονία ἐν ἐκείνοις, ἐπειδὴ κατὰ Θεοῦ γνώμην ἐγένετο, καὶ οὐ τοῖς γεγονόσι προσέχομεν, ἀλλὰ τῷ σκοπῷ τῶν γινο‐ | |
60 | μένων, καὶ τῇ τῶν πεποιηκότων γνώμῃ, πολλῷ μᾶλ‐ λον καὶ ἐνταῦθα τοῦτο λογίζεσθαι χρή. γʹ. Μὴ τοίνυν τοῦτο σκόπει, ὅτι ψεῦδος ἦν τὰ λεγόμενα | |
παρὰ τοῦ Ἰακὼβ, ἀλλ’ ἐκεῖνο ἐννόει, ὅτι βουλόμενος | ||
54.467 | ὁ Θεὸς εἰς ἔργον τὴν πρόῤῥησιν αὐτοῦ ἀγαγεῖν, ἅπαντα οὕτως ᾠκονόμησε γενέσθαι. Καὶ ἵνα μάθῃς ὅτι ὁ Θεὸς ἦν ὁ πάντα ἐξευμαρίζων, καὶ τὰ δύσκολα εὔ‐ κολα ποιῶν, ὅρα πῶς ὁ δίκαιος οὐκ ἠδυνήθη συνιδεῖν | |
5 | τὴν ἀπάτην, ἀλλὰ καὶ πείθεται τοῖς παρὰ τοῦ Ἰακὼβ ῥηθεῖσι, καὶ ἀπολαύσας τῶν ἐδεσμάτων ἀμείβεται αὐτὸν ταῖς εὐλογίαις. Καὶ οὐ πρότερον παραγίνεται ἀπὸ τῆς θήρας ὁ Ἡσαῦ, μέχρις ὅτε πάντα τέλος ἔλα‐ βεν, ἵνα διὰ πάντων γνῶμεν ὅτι κατὰ Θεοῦ γνώμην | |
10 | τὸ γινόμενον ἦν. Εἶπε δὲ, φησὶν, Ἰσαάκ· Τί τοῦτο, ὅτι ταχὺ εὗρες, ὦ τέκνον; Ὁ δὲ εἶπεν· Ὃ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Ἔτι ἐναγώνιος εἱστήκει ὁ Ἰακὼβ, καὶ ηὔξετο αὐτῷ τὰ τοῦ φόβου, καὶ πάντα ἐγίνετο, ἵνα μάθωμεν δι’ αὐτῶν ὅτι ὁ φιλ‐ | |
15 | άνθρωπος Δεσπότης οὐχ ἁπλῶς τὴν οἰκείαν ἐπιδεί‐ κνυται πρόνοιαν, ἂν μὴ πολλὴν ἴδῃ καὶ τὴν παρ’ ἡμῶν θερμότητα γινομένην. Μὴ γάρ μοι παραδράμῃς, ἀγα‐ πητὲ, τοῦτον νῦν τὸν ἀγῶνα, ἀλλὰ σκόπει ὅτι περὶ τοῦ παντὸς ἦν αὐτῷ ὁ κίνδυνος, καὶ ἐδεδοίκει καὶ | |
20 | ἔτρεμε μὴ δι’ εὐλογίαν κατάρας ὑπεύθυνος γένηται. Εἶτά φησιν, Εἶπε δὲ Ἰσαάκ· Ἔγγισόν μοι, καὶ ψηλαφήσω σε, τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ. Ἀπὸ γὰρ τῆς φωνῆς ἠρέμα πως ἐνεδοίαζεν ὁ δίκαιος· ἀλλ’ ἐπειδὴ ἐχρῆν τὴν οἰκονομίαν εἰς ἔργον | |
25 | ἐξελθεῖν, οὐ συνεχωρήθη συνιδεῖν τὴν ἀπάτην. Ἤγ‐ γισε δὲ, φησὶν, Ἰακὼβ, καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν· Ἡ μὲν φωνὴ, φωνὴ Ἰακώβ· αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ· καὶ οὐκ ἐπέγνω αὐτόν. Ὅρα πῶς δείκνυται ὅτι τῆς τοῦ Θεοῦ χάριτος ἦν τὸ πᾶν, τῆς | |
30 | παρασκευαζούσης καὶ αὐτὸν μηδὲν τῶν γινομένων συνιδεῖν, καὶ τὸν Ἰακὼβ ἀπολαῦσαι τῆς πατρικῆς εὐ‐ λογίας. Καὶ οὐκ ἐπέγνω αὐτὸν, φησίν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες Ἡσαῦ. Καὶ εἶπεν· Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; Ὅρα πάλιν πῶς δεί‐ | |
35 | κνυσιν ἡ θεία Γραφὴ ὅτι ἐδίσταζεν ὁ δίκαιος. Εἶπε γὰρ, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ἵνα καὶ ἐκ τούτου πάλιν γνῶμεν, ὅτι ὁ πατὴρ μὲν ἡττηθεὶς τῇ φυσικῇ φιλοστοργίᾳ ἅπαντα διεπράττετο· ὁ δὲ Θεὸς ὁ τὰ μέλ‐ λοντα προορῶν, καὶ ἀπὸ τῆς τῶν τρόπων ἀρετῆς χα‐ | |
40 | ρακτηρίζων καὶ δεικνὺς τοὺς ἑαυτοῦ θεράποντας, οὕτως ἅπαντα οἰκονομεῖ. Καὶ εἶπε, φησίν· Ἐγώ. Ἐπειδὴ γὰρ εἶπεν, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; καὶ εἶπεν, Ἐγώ· εἶπε, Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ | |
45 | ψυχή μου· μόλις ποτὲ τῆς ἀγωνίας λοιπὸν ἀπηλλάγη ὁ Ἰακὼβ, Καὶ προσήνεγκε τῷ πατρὶ τὰ ἐδέσματα, καὶ εἰσήνεγκεν οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ· Ἔγγισόν μοι, καὶ φίλησόν με, τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν· καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν | |
54.467(50) | ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν. Ὅρα τῆς θείας Γραφῆς τὴν παρατήρησιν. Ἐπειδὴ ἠρώτησεν, Εἰ σὺ εἶ Ἡσαῦ; καὶ εἶπεν, Ἐγὼ, καὶ πά‐ λιν ἐψηλάφησεν αὐτὸν, καὶ ἠρέμα πως ἐνεδοίαζεν ὑπὸ τῆς φωνῆς εἰς ὑπόνοιάν τινα καὶ ὑπόκρισιν ἐμπε‐ | |
55 | σὼν, καὶ πάλιν ἠρώτησεν, Εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; καὶ εἶπεν, Ἐγὼ, εἶτα προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε· τότε, φησὶν, Ἐφίλησεν αὐτὸν, καὶ εὐλόγησεν αὐ‐ τόν. Ἵνα μὴ νομίσῃ τις ὅτι εἰς τὸ τοῦ Ἡσαῦ πρόσ‐ ωπον τὴν εὐλογίαν ἐποιήσατο, ἀλλ’ εἰς ἐκεῖνον | |
60 | τὸν ὑπ’ αὐτοῦ φιληθέντα· διὰ τοῦτο ἐμνημόνευσεν ἡ θεία Γραφὴ, ὅτι καὶ ἐφίλησε, καὶ ηὐλόγησεν ἐκεῖνον τὸν ὑπ’ αὐτοῦ φιληθέντα. Ὠσφράνθη δὲ, φησὶν, τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ | |
65 | πλήρους, ὃν ηὐλόγησε Κύριος. Καὶ δώσει σοι Κύ‐ | Column end |
54.468 | ριος ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου. Δώ‐ σει, φησὶ, σοὶ τῷ τὰ ἐδέσματα προσενεγκόντι, τῷ παρ’ ἐμοῦ φιληθέντι, Καὶ δουλευσάτωσάν σοι ἔθνη. Ὅρα | |
5 | πῶς τὴν τῶν ἀναγκαίων ἀφθονίαν αὐτῷ ἐπηύξατο, εἶτα τὴν ἀρχὴν τῶν ἐθνῶν, προμηνύων ἤδη τὴν μέλλουσαν αὐτῷ ἔσεσθαι εὐημερίαν, καὶ τῶν ἐξ αὐτοῦ τικτομένων τὴν ἐπίδοσιν. Καὶ προσκυνησάτωσάν σοι ἄρχοντες. Οὐ μόνον τὴν τῶν ἐθνῶν ὑποταγὴν αὐτῷ ἐπεύχεται, | |
10 | ἀλλὰ καὶ τῶν ἀρχόντων. Καὶ γίνου κύριος τοῦ ἀδελ‐ φοῦ σου. Ὅρα πῶς ὑπηρετεῖται καὶ ἀγνοῶν ὁ δίκαιος τῇ τοῦ Θεοῦ γνώμῃ. Καὶ ἅπαντα ταῦτα διὰ τοῦτο ᾠκο‐ νομεῖτο, ἵνα οὗτος ὁ διὰ τὴν ἀρετὴν ἄξιος, αὐτὸς καρ‐ πώσηται τὴν εὐλογίαν. Καὶ προσκυνήσουσί σοι οἱ | |
15 | υἱοὶ τοῦ πατρός σου. Υἱοὺς εἴωθεν ἡ Γραφὴ καλεῖν πᾶσαν τὴν συγγένειαν· ὡς καὶ ἐνταῦθα, τοὺς υἱοὺς τοῦ πατρός σου, ὡς ἂν εἴποι τις, τοὺς ἐκ τοῦ σπέρ‐ ματος τοῦ Ἡσαῦ ἔσεσθαι μέλλοντας. Οὐδὲ γὰρ ἕτερον παῖδα ἔσχεν ὁ Ἰσαὰκ, ἀλλ’ ἢ τούτους μόνους. Ὁ | |
20 | καταρώμενός σε, ἐπικατάρατος· ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Ἰδοὺ ἡ κορωνὶς τῆς εὐλογίας, ἰδοὺ τὸ κεφάλαιον τῶν ἀγαθῶν ἁπάντων, τὸ εὐλογημένον εἶ‐ ναι. Εἶδες Θεοῦ φιλανθρωπίαν; Ὁ δεδοικὼς μὴ κατ‐ άραν ἐπισπάσηται ἀντὶ εὐλογίας, οὐ μόνον μετὰ | |
25 | τοσαύτης δαψιλείας τὰς εὐλογίας κομίζεται παρὰ τοῦ πατρὸς, ἀλλὰ καὶ ἐκείνοις ἀρᾶται τοῖς ἐπιχειροῦσιν αὐτὸν καταρᾶσθαι. Ἐντεῦθεν μανθάνωμεν ὅτι ἐπειδάν τις κατὰ τὰ τῷ Θεῷ δοκοῦντα τὰ καθ’ ἑαυτὸν οἰκονο‐ μεῖν βούληται, τοσαύτης ἀπολαύει τῆς ἄνωθεν συνερ‐ | |
30 | γείας, ὡς αὐτῆς τῶν πραγμάτων τῆς πείρας αἴσθησιν λαβεῖν Τίς γὰρ οὐκ ἂν ἐκπλαγείη καὶ θαυμάσειε τοῦ Θεοῦ τὴν ἄφατον οἰκονομίαν, ὅτι οὐ πρότερον ὁ Ἡσαῦ ἀπὸ τῆς θήρας παραγέγονε, μέχρις ὅτε πέρας ἔλαβεν ἡ τοῦ δράματος ὑπόθεσις, κἀκεῖνος δεξάμενος τὰς εὐ‐ | |
35 | λογίας παρὰ τοῦ πατρὸς ἀνεχώρησε; Τοῦτο γὰρ ἡμᾶς διδάξαι βουλόμενος ὁ μακάριος Μωϋσῆς ἐπήγαγε· Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι τὸν Ἰσαὰκ εὐλογοῦν‐ τα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο ὡς ἐξῆλθεν ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ ἰδοὺ | |
40 | Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας. δʹ. Ὅρα πῶς μετὰ τὴν τούτου ἔξοδον ἐκεῖνος εὐθέως παρεγένετο, οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ’ ἵνα ἀγνοῶν προσαγάγῃ καὶ αὐτὸς τὰ ἐδέσματα, καὶ παρὰ τοῦ πατρὸς μάθῃ ἅπασαν τοῦ πράγματος τὴν ὑπόθεσιν. | |
45 | Εἰ γὰρ ἔφθη καταλαβεῖν τὸν ἀδελφὸν, ἴσως ἂν αὐτὸν καὶ διεχειρίσατο ἡττώμενος ὑπὸ τοῦ θυμοῦ· ὁ γὰρ μετὰ ταῦτα τοῦτο βουλευσάμενος, πολλῷ μᾶλλον ἐν ἀκμῇ τοῦ πράγματος τοῦτο ἂν εἰργάσατο. Ἀλλ’ ἡ τοῦ Θεοῦ χεὶρ ἦν ἡ τὸν παῖδα διασώζουσα, καὶ τοῦτον | |
54.468(50) | μὲν ἄξιον τῆς εὐλογίας ἀπεργασαμένη, ἐκεῖνον δὲ ἀποστερήσασα καὶ τῆς εὐλογίας καὶ τῶν πρωτοτο‐ κίων. Παραγενόμενος δὲ, φησὶν, ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν· Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω τῆς | |
55 | θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Ὅρα μοι πάλιν τὸν δίκαιον ἐν θορύβῳ γενόμενον καὶ διαταραττόμενον τὸν λογισμόν. Ἀκούσας γὰρ, φησὶν, Εἶπε· Τίς εἶ σύ; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ὅρα πῶς μεγαλο‐ | |
60 | φρονῶν ἐπὶ τῷ πράγματι, οὐκ ἠρκέσθη τῷ εἰπεῖν, Ἐγώ εἰμι Ἡσαῦ, ἀλλὰ προσέθηκεν, Ὁ πρωτότοκος. Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς οὖν ὁ θηρεύσας μοι θήραν, καὶ εἰσ‐ ενέγκας μοι, καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σὲ | |
65 | ἐλθεῖν, καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔστω; Ὅρα πῶς καὶ εἰς ἀπορίαν γεγονὼς ὁ δίκαιος, | |
καὶ διηγούμενος αὐτῷ τὸ συμβὰν, ὅμως προσέθηκε, | ||
54.469 | καιρίαν ἐκείνῳ διδοὺς τὴν πληγὴν, τὸ, Καὶ εὐλόγηκα αὐτὸν, καὶ εὐλογημένος ἔστω. Τοῦτο δὲ ἐποίει ὁ δίκαιος τῆς τοῦ Θεοῦ σοφίας ὁδηγούσης αὐτοῦ τὴν γλῶτταν, ἵνα πάντα μετὰ ἀκριβείας ἐκεῖνος μαθὼν | |
5 | εἰδέναι ἔχῃ, ὡς οὐδὲν αὐτῷ πλέον ἔσται οὔτε ἀπὸ τῶν πρωτοτοκίων, οὔτε ἀπὸ τῆς θήρας. Ἀκούσας δὲ, φησὶν, Ἡσαῦ ἀνεβόησε φωνὴν μεγάλην σφόδρα καὶ πικράν. Τί ἐστι, Φωνὴν μεγάλην σφόδρα καὶ πικράν; Τὸν θυμὸν ᾐνίξατο διὰ τοῦ ῥήματος, καὶ τῆς | |
10 | ὀργῆς, ἧς ἐπλήσθη ταῦτα μαθὼν, τὴν ὑπερβολήν. Καὶ εἶπεν, Εὐλόγησον δὴ κἀμὲ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Προλαβὼν, φησὶν, ὁ ἀδελφός σου τὴν εὐλογίαν πᾶσαν ἐπεσπάσατο μετὰ πολλῆς τῆς δα‐ | |
15 | ψιλείας. Καὶ ἵνα γνῷς, ὅτι ἡ ἄνωθεν χάρις ἦν ἡ τὸν δίκαιον ἀπατηθῆναι συνεργήσασα, ὅρα πῶς αὐτὸς τοῦτο ὁμολογεῖ λέγων, Ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου, μονονουχὶ ἀπολογούμενος τῷ παιδὶ, καὶ διδά‐ σκων αὐτὸν, ὅτι Ἀγνοῶν ἐπ’ ἐκεῖνον τὰς εὐλογίας | |
20 | ἐποιησάμην, καὶ ὅτι Εἰς σὲ ταύτας ἕτοιμος ἤμην ποιήσασθαι· ἀλλ’ ἐκεῖνος, Ἐλθὼν μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου· τὰ σοὶ παρασκευασθέντα ἐκεῖνος ἐδέξατο· οὐ παρὰ τὴν ἐμὴν δὲ αἰτίαν γέγονε. Καὶ εἶ‐ πε, φησὶν, Ἡσαῦ· Δικαίως ἐπεκλήθη τὸ ὄνομα αὐ‐ | |
25 | τοῦ Ἰακώβ· ἐπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο· τά τε πρωτοτόκιά μου εἰλήφει, καὶ νῦν εἴληφε τὴν εὐλογίαν μου. Οὐ μάτην, φησὶ, τῆς προσηγο‐ ρίας ταύτης ἠξιώθη· πτερνισμὸς γὰρ ἑρμηνεύεται τὸ ὄνομα αὐτοῦ, ὅπερ οὗτος εἰς ἐμὲ ἐπεδείξατο, καὶ | |
30 | τῶν πρωτοτοκίων ἀποστερήσας καὶ τῆς εὐλογίας. Τί οὖν ὁ Ἡσαῦ πρὸς Ἰσαάκ; Οὐχ ὑπελίπου μοι εὐ‐ λογίαν, πάτερ; Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπεν αὐ‐ τῷ· Μάνθανε, φησὶν, ὅτι πάσας εἰς αὐτὸν ἐξέχεα τὰς εὐλογίας, Εἰ κύριον αὐτὸν ἐποίησά σου. Ὅρα πῶς | |
35 | εὐθέως ἀπὸ τούτου ἄρχεται, καὶ οὐδὲν ἕτερον λέγει, ἀλλὰ τὴν δουλείαν αὐτῷ σημαίνει καὶ τὴν ὑποταγήν· καί φησιν, Εἰ κύριον αὐτὸν ἐποίησά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν· σοὶ δὲ τί ποιήσω, τέκνον; | |
40 | Οὐδὲν ἕτερον λοιπὸν ὑπολέλειπται· εἰ δεσπότην αὐτὸν ἐποίησά σου, καὶ πάντας αὐτοῦ οἰκέτας τοὺς ἀδελ‐ φοὺς, καὶ τῶν ἀναγκαίων αὐτῷ τὴν ἀφθονίαν ἐπ‐ ηυξάμην, τί λοιπὸν ἕτερον λείπεται; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ· Μὴ εὐλογία μία σοί | |
45 | ἐστι, πάτερ; Εὐλόγησον δὴ κἀμέ. Ἐπειδὴ ἤκουσε τοῦ πατρὸς εἰπόντος, Καὶ εὐλόγησα αὐτὸν, καὶ εὐλογημένος ἔσται, εἶτα καὶ τὴν εὐλογίαν αὐτῷ πᾶσαν δήλην ἐποίησε, τότε φησὶν, Εὐλόγησον δὴ κἀμὲ, πάτερ· μὴ γὰρ μία σοί ἐστιν εὐλογία; Μὴ | |
54.469(50) | γὰρ οὐχ ἱκανὸς σὺ κἀμὲ ἀξιῶσαι τῆς παρὰ σοῦ εὐλο‐ γίας, τὸν οὕτω παρὰ σοῦ ἀγαπώμενον, τὸν πρωτότο‐ κον, τὸν διὰ τὴν θήραν παρὰ σοῦ ἀποσταλέντα; Συν‐ έχεε διὰ τῶν ῥημάτων τὸν πατέρα. Κατανυχθέντος γὰρ, φησὶν, Ἰσαὰκ ἀνεβόησε φωνῇ Ἡσαῦ, καὶ | |
55 | ἔκλαυσεν. Εἶδε τὸν πατέρα ἐν ἀμηχανίᾳ ὑπάρχοντα, καὶ οὐ δυνάμενον, οὐδὲ ἀνεχόμενον ἀνατρέψαι τὰ ἤδη γεγονότα· καὶ ὁ μὲν τῇ βοῇ καὶ κλαυθμὸν προσέθη‐ κεν, εἰς πλείονα συμπάθειαν ἀγαγεῖν τὸν πατέρα βουλόμενος. Οἰκτείρας δὲ αὐτὸν ὁ Ἰσαὰκ, εἶπεν αὐτῷ· | |
60 | Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατ‐ οίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις· ἔσται δὲ ἡνίκα ἂν καθ‐ έλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τρα‐ | |
65 | χήλου σου. Ἐπειδὴ, φησὶ, καὶ αὐτὸς τῆς παρ’ ἐμοῦ | |
εὐλογίας ἀπολαῦσαι ἐπιθυμεῖς, μάνθανε ὅτι οὐχ οἷόν | Column end | |
54.470 | τέ με ἐναντία τῇ τοῦ Θεοῦ γνώμῃ διαπράξασθαι· ἀλλὰ καὶ σοὶ μὲν ἐπεύχομαι τὴν ἀπὸ τῆς δρόσου τοῦ οὐρα‐ νοῦ ἀπόλαυσιν· ἴσθι δὲ μέλλων πολεμικὸν ἀναδέξασθαι βίον· Ἐπὶ τῇ μαχαίρᾳ γάρ σου ζήσῃ, καὶ τῷ | |
5 | ἀδελφῷ σου δουλεύσεις. εʹ. Ἀλλὰ μηδεὶς ἀκούων ταῦτα ξενιζέσθω, ὁρῶν μετὰ ταῦτα τὸν ἀδελφὸν ἀλήτην γενόμενον διὰ τὸν παρὰ τούτου φόβον, καὶ εἰς τὴν ἀλλοτρίαν ἐπειγόμενον, μη‐ δὲ τοῖς προοιμίοις προσέχων, νομιζέτω διαπίπτειν τὴν | |
10 | πρόῤῥησιν. Ὅταν γὰρ ὁ Δεσπότης τι ὑπόσχηται, κἂν ἐναντία τῶν ὑποσχέσεων ἴδωμεν ἐν τοῖς προοιμίοις ἐκβαίνοντα, μὴ θορυβώμεθα· οὐ γὰρ οἷόν τέ ποτε μέ‐ χρι τέλους διαμαρτεῖν. Τοῦτο δὲ γίνεται, ἵνα λαμπρό‐ τεροι διὰ πάντων οἱ δίκαιοι δεικνύμενοι, τὴν περιου‐ | |
15 | σίαν τῆς τοῦ Θεοῦ δυνάμεως κατάδηλον ἡμῖν ἅπασι γενέσθαι παρασκευάσωσι. Καὶ ἐφ’ ἑκάστου τῶν δι‐ καίων τοῦτο εὑρήσεις, εἰ βουληθείης ἁπάσας μετὰ ἀκριβείας κατιδεῖν τὰς ἱστορίας, ὃ δὴ καὶ νῦν γεγέ‐ νηται. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι νῦν εὐθέως φυγὰς | |
20 | ἐγίνετο, ἀλλὰ τὴν μετὰ ταῦτα περιφάνειαν λογίζου, καὶ ὅτι τοῦ χρόνου παραδραμόντος αὐτὸς οὗτος ὁ φοβε‐ ρὸς αὐτῷ γεγονὼς τοσαύτην περὶ αὐτὸν ἐπιδείκνυται τὴν αἰδὼ, καὶ ὅτι εἰς τοσαύτην ἦλθε δόξαν μετὰ τὴν ἐπὶ τῆς ξένης ταλαιπωρίαν, ὡς καὶ τοὺς ἐξ αὐτοῦ | |
25 | τεχθέντας εἰς ἄπειρον πλῆθος ἐκταθῆναι, καὶ διὰ τῆς τούτου προσηγορίας ἅπαν τὸ ἔθνος χαρακτηρίζεσθαι. Νυνὶ δὲ διδάσκουσα ἡμᾶς ἡ θεία Γραφὴ τοῦ ἀδελφοῦ τὸν θυμὸν, καὶ ὅτι πρὸς φόνον ἀπέβλεπε, φησί· Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς | |
30 | ηὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ. Καὶ ἵνα μάθω‐ μεν, ὅτι οὐχ ἁπλῶς ὀργὴ ἦν πρόσκαιρος τοῦτο, διὰ τῆς λέξεως ἐσήμανεν ἡμῖν τῆς κακίας αὐτοῦ τὴν ὑπερβολήν. Ἐνεκότει γὰρ, φησὶν, ἀντὶ τοῦ, ἐνέκειτο, ἐπέμενεν, ὡς καὶ διὰ τῶν ῥημάτων τὴν ἐν τῷ βάθει | |
35 | κρυπτομένην γνώμην φανερὰν καταστῆσαι. Εἶπε γὰρ, φησὶν, ἐν τῇ διανοίᾳ· Ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου, ἵνα ἀποκτείνω Ἰα‐ κὼβ τὸν ἀδελφόν μου. Ὄντως ἄρα καὶ τῶν μαινο‐ μένων αὐτῶν οὐκ ἔλαττον ὁ θυμούμενος παραπαίει. | |
40 | Σκόπει γὰρ, ὅπως καθάπερ τοὺς μαινομένους ὁ δαίμων ἐκεῖνος ἐπεισελθὼν ἔκφρονας ἐργάζεται, καὶ ἐναντία τοῖς ὁρωμένοις διαπράττεσθαι ἀναπείθει. Οὐ γὰρ ὁρῶσιν ὑγιῶς, οὔτε ἕτερόν τι διαπράττονται τῶν χρησίμων, ἀλλὰ καθάπερ τὰς αἰσθήσεις πεπηρω‐ | |
45 | μένοι, καὶ τὸ διακριτικὸν διαφθείραντες, οὕτως ἅπαντα ἐργάζονται. Οὕτω καὶ οἱ θυμούμενοι, οὐ τοὺς παρόντας ἐπιγινώσκουσιν, οὐ συγγενείας μέμνηνται, οὐ φιλίας, οὐ συνηθείας, οὐκ ἀξιώματος, οὐκ ἄλλου τινὸς ἔννοιαν λαμβάνουσιν, ἀλλ’ ὅλοι ὑπὸ τοῦ θυμοῦ | |
54.470(50) | τυραννούμενοι κατὰ κρημνῶν φέρονται. Τί οὖν ἂν εἴη τῶν τοιούτων ἐλεεινότερον, ὅταν ἁλόντες ὑπὸ τοῦ πά‐ θους, καὶ αἰχμάλωτοι γενόμενοι, καὶ πρὸς φόνον ἐπ‐ είγονται; Διὰ τοῦτο ὁ μακάριος Παῦλος τὴν ῥίζαν ἀποσπάσαι βουλόμενος τοῦ κακοῦ, γράφων παρῄνει, | |
55 | οὕτω λέγων, Πᾶσα ὀργὴ καὶ θυμὸς καὶ κραυγὴ ἀρ‐ θήτω ἀφ’ ὑμῶν σὺν πάσῃ κακίᾳ. Οὐ μόνον, φησὶ, θυμοῦσθαι ὑμᾶς οὐ βούλομαι, οὐδὲ μὴ ὀργίζεσθαι, ἀλλὰ μηδὲ μετὰ κραυγῆς τοῖς πλησίον διαλέγεσθαι, κραυγὴν ἐνταῦθα λέγων, τὴν ὑπὸ τοῦ θυμοῦ γινομέ‐ | |
60 | νην. Ὅταν γὰρ τὸ πάθος ἔνδοθεν διεγείρηται, καὶ ἡ καρδία οἰδαίνῃ, οὐκ ἔτι λοιπὸν ἡ γλῶσσα ἠρέμα φθέγγεσθαι ἀνέχεται, ἀλλὰ τὴν διάθεσιν τῆς καρδίας ἐμφαίνουσα, μετὰ κραυγῆς τῷ πλησίον διαλέγεσθαι παρασκευάζει. Βουλόμενος οὖν ἐν γαλήνῃ διάγειν | |
65 | διηνεκεῖ τοὺς αὐτῷ πειθομένους ὁ μακάριος οὗτος, εἰ‐ πὼν, Πᾶσα ὀργὴ, ἔδειξε τί ἐστι Πᾶσα ὀργὴ, ἡ ἀφ’ | |
οἵου δή ποτε πράγματος κινουμένη καὶ πᾶς θυμὸς | ||
54.471 | καὶ πᾶσα κραυγὴ ἀρθήτω ἀφ’ ὑμῶν· εἶτα αὐτὴν τὴν ῥίζαν τῆς κακίας ξηρᾶναι βουλόμενος καὶ ἄκαρπον ἐργάσασθαι, φησὶ, Σὺν πάσῃ κακίᾳ. Ὁ γὰρ οὕτω διακείμενος διηνεκῶς ἐν λιμένι κάθηται, τῶν ἀπὸ τῆς | |
5 | γῆς κυμάτων ἀπηλλαγμένος, καὶ οὔτε χειμῶνα δέ‐ δοικεν, οὔτε ναυάγιον, ἀλλὰ καθάπερ ἐν γαλήνῃ πλέων ἢ ἐν εὐδίῳ λιμένι καθήμενος, οὕτως ἕλκει τὸν παρόντα βίον πάσης ταραχῆς ἐκτὸς ὢν, καὶ οὐ μό‐ νον τοῦτο, ἀλλὰ καὶ τῶν ἀθανάτων καὶ ἀποῤῥήτων | |
10 | ἀγαθῶν τὴν ἀπόλαυσιν ἑαυτῷ διὰ πάντων προξενεῖ· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλ‐ ανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
15 | Ἀμήν. | |
16t | ΟΜΙΛΙΑ ΝΔʹ. | |
17n | Καλέσασα δὲ Ῥεβέκκα τὸν υἱὸν αὐτῆς τὸν νεώ‐ | |
18n | τερον, εἶπεν αὐτῷ. | |
19 | αʹ. Εἴδετε χθὲς καὶ τοῦ τελώνου τὴν πολλὴν εὐγνωμο‐ | |
20 | σύνην, καὶ τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, καὶ τῶν Ἰουδαίων τὴν ὑπερβάλλουσαν ἀναισθησίαν; Εἴδετε πῶς ἅπαντας ἡμᾶς ἐπαίδευσεν ὁ μακάριος Ματθαῖος, δι’ ὧν οὕτω ταχέως ὑπήκουσε, δι’ ὧν τοσαύτην ἐπεδείξατο τὴν μεταβολὴν, ὅτι ἐν τῇ προ‐ | |
25 | αιρέσει κεῖται τῇ ἡμετέρᾳ, μετὰ τὴν ἄνωθεν χάριν, τὰ τῆς ἀρετῆς καὶ τῆς κακίας· καὶ ὅτι καὶ σπουδάσαν‐ τες δυνάμεθα γενέσθαι ἐνάρετοι, καὶ ῥᾳθυμήσαντες πάλιν εἰς τὸν τῆς ἁμαρτίας κρημνὸν καταφερόμεθα; Τοῦτο γάρ ἐστιν ᾧ τῶν ἀλόγων διεστήκαμεν, τὸ λόγῳ | |
30 | τετιμῆσθαι ἡμᾶς παρὰ τοῦ φιλανθρώπου Θεοῦ, καὶ ἐν τῇ φύσει τῇ ἡμετέρᾳ ἐναποκεῖσθαι τὴν γνῶσιν τοῦ καλοῦ καὶ τοῦ πονηροῦ. Μηδεὶς τοίνυν προφασιζέσθω ὡς δι’ ἄγνοιαν ἀρετῆς ἀμελῶν, ἢ διὰ τὸ μὴ ἔχειν τὸν ὑποδεικνύντα τὴν ταύτης ὁδόν. Ἀρκοῦντα γὰρ ἔχο‐ | |
35 | μεν διδάσκαλον τὸ συνειδὸς, καὶ οὐχ οἷόν τέ τινα ἀπ‐ εστερῆσθαι τῆς ἐκεῖθεν βοηθείας. Καὶ γὰρ ἅμα τῇ πλάσει τοῦ ἀνθρώπου καὶ ἡ γνῶσις τῶν πρακτέων αὐτῷ ἐναπετέθη, ἵνα τὴν οἰκείαν εὐγνωμοσύνην ἐπι‐ δειξάμενος, καθάπερ ἐν παλαίστρᾳ τινὶ, τῷ παρόντι | |
40 | βίῳ ἐγγυμνασάμενος πρὸς τοὺς τῆς ἀρετῆς πόνους, τὰ ὑπὲρ τῆς ἀρετῆς βραβεῖα κομίσηται, καὶ ἐν βραχεῖ χρόνῳ πονήσας, ἐν διηνεκεῖ τῷ αἰῶνι τῶν στεφάνων ἀξιωθείη, καὶ ἐν τῷ ἐπικήρῳ τούτῳ αἰῶνι τὴν ἀρετὴν ἑλόμενος, ἐν τοῖς ἀπείροις καὶ ἀϊδίοις αἰῶσι τῶν | |
45 | ἀθανάτων ἀγαθῶν ἀπολαύῃ. Ὅπερ εἰδότες, ἀγαπη‐ τοὶ, μὴ προδῶμεν ἡμῶν τὴν εὐγένειαν, μὴ ἀγνώμονες περὶ τὴν τοσαύτην εὐεργεσίαν γενώμεθα, μηδὲ τὸ πρόσκαιρον τῆς δοκούσης ἡδονῆς μεταδιώξαντες, διηνεκῆ τὴν ὀδύνην ἑαυτοῖς κατασκευάσωμεν· ἀλλὰ | |
54.471(50) | τὸν ἀκοίμητον ὀφθαλμὸν τὸν τὰ ἀπόῤῥητα τῆς διανοίας ἐπιστάμενον διηνεκῶς προορώμενοι, οὕτως ἅπαντα τὰ καθ’ ἑαυτοὺς οἰκονομῶμεν, καὶ τοῖς ὅπλοις τοῦ Πνεύματος φραξάμενοι, καὶ τὴν οἰκείαν εὐγνωμοσύ‐ νην ἐπιδειξάμενοι, ἐπισπασώμεθα τὴν ἄνωθεν ῥοπὴν, | |
55 | ἵνα τῆς ἐκεῖθεν ἀπολαύοντες συμμαχίας, καὶ τοῦ ἐχθροῦ καὶ πολεμίου περιγενόμενοι, καὶ ἄκυρα αὐτοῦ καταστήσαντες τὰ μηχανήματα, τῶν ἀγαθῶν ἐκεί‐ νων ἀπολαῦσαι δυνηθῶμεν, ὧν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτὸν ὁ Κύριος. Μὴ τοίνυν πρὸς τὸν πόνον | |
60 | τις ὁράτω τῆς ἀρετῆς, ἀλλὰ τὸ ἐντεῦθεν κέρδος λο‐ γιζόμενος ἑτοίμως τοὺς ὑπὲρ ταύτης πόνους κατα‐ δεχέσθω. Εἰ γὰρ οἱ περὶ τὰ βιωτικὰ στρεφόμενοι, καὶ περὶ τὴν τῶν χρημάτων συλλογὴν μεμηνότες, | |
ἅπαντα προθύμως καταδέχονται, καὶ τοὺς κατὰ θά‐ | Column end | |
54.472 | λατταν κινδύνους, καὶ τὰ ναυάγια, καὶ τὰς τῶν πει‐ ρατῶν ἐφόδους προορῶντες, οὐδὲ οὕτως ὀκνηρότεροι γίνονται, καὶ ταῦτα οὐδὲ θαῤῥεῖν περὶ τοῦ τέλους δυ‐ νάμενοι· ποίαν ἡμεῖς ἕξομεν ἀπολογίαν, τῶν ἀθανά‐ | |
5 | των ἐκείνων ἕνεκεν πρὸς τοὺς τῆς ἀρετῆς ἀγῶνας μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἀποδυόμενοι; Τίνος ἕνεκεν οὕτως ἀγνώμονες περὶ τὸν εὐεργέτην γινόμε‐ θα, καὶ οὔτε τὰ ἤδη δωρηθέντα λογιζόμεθα, οὔτε τὰ ἐπαγγελθέντα ἐννοοῦμεν, ἀλλὰ πάντων, ὡς εἰπεῖν, | |
10 | λήθην ποιησάμενοι, ἁπλῶς καὶ εἰκῆ βοσκημάτων δί‐ κην βίον ἅπαντα παρατρέχομεν, τῆς μὲν ψυχῆς οὐδε‐ μίαν ἐπιμέλειαν ποιούμενοι, τὴν δὲ γαστέρα μόνην διαῤῥηγνύντες, καὶ πολλὴν διὰ ταύτης τῷ ταλαιπώρῳ τούτῳ σώματι τὴν λύμην κατασκευάζοντες, καὶ τοῦτο | |
15 | μὲν διὰ τῆς ἀμετρίας, καὶ τῆς πολλῆς ἀδηφαγίας μυρία πράγματα κατασκευάζειν ἡμῖν παρασκευάζο‐ μεν, τὴν δὲ ψυχὴν λιμῷ τήκεσθαι συγχωροῦμεν; καίτοι ψυχὴ σώματος κυριώτερον, καὶ ἐκείνης ἀπειρηκυίας νεκρὸν τοῦτο καταλείπεται. Δέον οὖν | |
20 | κἀκείνῃ τὴν κατάλληλον καὶ ἁρμόττουσαν παρέχειν τροφὴν ἡμᾶς, ἑκατέροις λυμαινόμεθα, ἀμετρίαν καὶ ἐνταῦθα κἀκεῖ πολλὴν ἐπιδεικνύμενοι, καὶ τὸ μὲν ὑπὲρ τὴν χρείαν πιαίνοντες, τὴν δὲ ὑπὸ λιμοῦ δια‐ φθείρεσθαι καταναγκάζοντες. Καὶ ὅπερ ὁ τῶν ὅλων | |
25 | Δεσπότης ἐν τάξει μεγίστης ἀγανακτήσεως ἠπείλησέ ποτε τῷ τῶν Ἰουδαίων δήμῳ, λέγων, Δώσω ὑμῖν οὐ λιμὸν ἄρτου, οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον Κυρίου, διδάσκων ἡμᾶς ὅτι ἐκεῖνος μὲν ὁ λιμὸς τὸ σῶμα κατατείνειν δύναται, οὗτος δὲ ὁ | |
30 | λιμὸς αὐτῆς καθικνεῖται τῆς ψυχῆς· τοῦτ’ αὐτὸ νῦν, ὅπερ ἀντὶ τιμωρίας ἐκείνοις ἐπάγειν τότε ἠπείλησεν ὁ Δεσπότης, ἡμεῖς ἑκόντες ἐπισπώμεθα, καὶ ταῦτα τοῦ Θεοῦ τοσαύτην περὶ ἡμᾶς κηδεμονίαν ἐπιδειξαμένου, καὶ οἰκονομήσαντος μετὰ τῆς ἀπὸ τῶν Γραφῶν ἀναγνώσεως, | |
35 | ἔχειν ἡμᾶς καὶ τὴν ἀπὸ τῶν διδασκάλων νουθεσίαν. Δι’ ὃ παρακαλῶ τὴν ὑμετέραν ἀγάπην, πᾶσαν ῥᾳθυμίαν ἀποτινάξασθαι καὶ διεγερθῆναι μικρὸν, καὶ πᾶσαν τὴν σπουδὴν μεταθεῖναι ἐπὶ τὴν τῆς ψυχῆς σωτηρίαν. Οὕτω γὰρ ἂν καὶ τὴν παρὰ τοῦ | |
40 | Θεοῦ εὔνοιαν μετὰ δαψιλείας ἐπισπάσησθε, καὶ ἡμεῖς προθυμότερον τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιησώ‐ μεθα, ὁρῶντες εἰς ἔργον ἡμῶν ἐκβαίνουσαν τὴν συμ‐ βουλήν. Ἐπεὶ καὶ γεωργὸς, ἐπειδὰν ἴδῃ τῆς γῆς τὴν ἐπιτηδειότητα πολλὴν παρέχουσαν αὐτῷ τῶν καρπῶν | |
45 | τὴν φορὰν, καὶ αὐτὸς μετὰ πλείονος τῆς σπουδῆς πρὸς τοὺς τῆς γεωργίας πόνους ἐπαποδύεται· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμεῖς ἂν θεασοίμεθα τὴν κατὰ Θεὸν ὑμῶν προκοπὴν, καὶ ὅτι τὰ παρ’ ἡμῶν λεγόμενα διὰ τῶν ἔργων ἐνδείκνυσθαι σπουδάζετε, πλείονα καὶ | |
54.472(50) | αὐτοὶ τὸν πόνον τὸν διδασκαλικὸν ἐπιδειξόμεθα· ἅτε εἰδότες ὅτι οὐ κατὰ πετρῶν σπείρομεν, ἀλλ’ εἰς λιπα‐ ρὰν καὶ βαθύγεων καταβάλλομεν τὰ σπέρματα. βʹ. Διὰ γὰρ τοῦτο καθ’ ἑκάστην ἡμέραν τὴν πρὸς ὑμᾶς διδασκαλίαν ποιούμεθα, ἵνα καὶ ὑμεῖς κερδάναντές τι | |
55 | χρήσιμον ἐντεῦθεν ἀπέλθητε, καὶ τὰ τῆς ἀρετῆς ὑμῖν αὐξάνηται, καὶ ἡμεῖς ὁρῶντες ὑμῶν τὴν προκοπὴν εὐφραινώμεθα. Μὴ γὰρ ἁπλῶς καὶ εἰκῆ λέγειν βουλό‐ μεθα, ὥστε τὸν παρ’ ὑμῶν ἔπαινον καρπώσασθαι, καὶ ἵνα κροτήσαντες ὑμεῖς ἀναχωρήσητε; Οὐ διὰ τοῦτο, | |
60 | μὴ γένοιτο, ἀλλὰ διὰ τὴν ὠφέλειαν τὴν ὑμετέραν. Ἐμοὶ μέγιστος ἔπαινος καὶ ἀρκετὸς, εἴ τις ἀπὸ τῆς κακίας ἐπὶ τὴν ἀρετὴν μεταβάλλοιτο, εἴ τις πρὸ τού‐ του ῥᾴθυμος ὢν, σπουδαῖος ἐκ τῆς παρ’ ἡμῶν ὑπο‐ μνήσεως γένηται· τοῦτο καὶ ἐμοὶ μέγιστον φέρει τὸν | |
65 | ἔπαινον καὶ τὴν παραμυθίαν, καὶ ὑμῖν πολὺ τὸ κέρδος | |
καὶ τὸν πλοῦτον τὸν πνευματικόν. Ἀλλὰ καὶ ὅτι μὲν | ||
54.473 | πολλὴν ἐπιδείξεσθε τὴν σπουδὴν, οὐκ ἀμφιβάλλω· οἶδα γὰρ ὅτι θεοδίδακτοί ἐστε, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. Διὰ τοῦτο ἐνταῦθα στήσας τὴν περὶ τού‐ του συμβουλὴν, τῆς συνήθους ἅψομαι διδασκαλίας ἐκ | |
5 | τῶν τοῦ μακαρίου Μωϋσέως ῥημάτων, μᾶλλον δὲ τῶν παρὰ τοῦ ἁγίου Πνεύματος δι’ αὐτοῦ ἡμῖν εἰρημένων, μικρά τινα εἰς τὸ μέσον προσθεὶς, ἐκεῖθεν ὑμῖν σή‐ μερον τὴν ἑστίασιν παραθήσομαι. Ἠκούσατε πρώην ὅπως κατὰ τὴν συμβουλὴν τῆς Ῥεβέκκας ἅπαντα | |
10 | διαπραξάμενος ὁ Ἰακὼβ, τὴν παρὰ τοῦ πατρὸς εὐλογίαν ἐπεσπάσατο, τὴν ἐπαινετὴν ἐκείνην κλοπὴν ἐπιδειξάμενος, δι’ ὃ καὶ τῆς παρὰ τοῦ Θεοῦ συνερ‐ γίας ἀπήλαυσε, καὶ εἰς ἔργον ἐξῆλθεν αὐτῷ τὸ σπου‐ δαζόμενον· ἀλλ’ ἐπειδὴ ἐντεῦθεν αὐτῷ πολὺς ὁ φθόνος | |
15 | ἐτίκτετο παρὰ τοῦ Ἡσαῦ, καὶ πρὸς φόνον λοιπὸν παρεσκευάζετο· τοιοῦτον γὰρ τουτὶ τὸ ὀλέθριον πά‐ θος· οὐ πρότερον ἵσταται, μέχρις ἂν τὸν ὑπὸ τοῦ πά‐ θους ἁλόντα κατὰ κρημνῶν ἐνεχθῆναι παρασκευάσῃ, καὶ πρὸς τὴν τοῦ φόνου παρανομίαν δραμεῖν. Ῥίζα | |
20 | γὰρ τοῦ φόνου ὁ φθόνος. Οὕτω καὶ ἐξ ἀρχῆς ἐπὶ τοῦ Κάϊν καὶ ἐπὶ τοῦ Ἄβελ γέγονεν. Οὐδὲν γὰρ ἔχων οὐδὲ ἐκεῖνος, οὐ μικρὸν, οὐ μέγα ἐγκαλέσαι τῷ ἀδελφῷ, ἐπειδὴ εἶδεν εὐδοκιμοῦντα παρὰ τῷ Δεσπότῃ τῶν ὅλων ἀπὸ τῆς προσκομιδῆς τῶν δώρων, καὶ ἑαυτὸν | |
25 | ἀπόβλητον γεγενημένον διὰ τὴν οἰκείαν ῥᾳθυμίαν, εἰς φθόνον εὐθὺς διηγείρετο, καὶ τὴν ῥίζαν τοῦ φόνου τε‐ κὼν ἐν τῇ διανοίᾳ, παραχρῆμα καὶ τὸν καρπὸν ἐκεῖνον τὸν ὀλέθριον ἐπεδείξατο, καὶ τὸν φόνον εἰς ἔργον ἤγα‐ γεν. Οὕτω δὴ καὶ νῦν ὁ Ἡσαῦ ἰδὼν τὸν ἀδελφὸν τὰς | |
30 | εὐλογίας παρὰ τοῦ πατρὸς δεξάμενον, καὶ ὑπὸ τοῦ θυμοῦ καὶ τῆς βασκανίας εἰς φόνον ἐξενεχθεὶς, ἐμε‐ λέτα τοῦ ἀδελφοῦ τὴν ἀναίρεσιν. Ἀλλ’ ἡ θαυμασία μήτηρ τοῦτο αἰσθομένη, πάλιν τὴν μητρικὴν φιλοστοργίαν περὶ τὸν παῖδα ἐπιδείκνυται καὶ | |
35 | συμβουλὴν εἰσάγει τὴν δυναμένην αὐτὸν ἐξαρπάσαι τῶν τοῦ ἀδελφοῦ χειρῶν. Καλέσασα γὰρ, φησὶ, τὸν υἱὸν αὐ‐ τῆς τὸν νεώτερον, εἶπεν αὐτῷ· Ἰδοὺ Ἡσαῦ ὁ ἀδελ‐ φός σου ἀπειλεῖ σοι ἀποκτεῖναί σε. Νῦν οὖν ἄκου‐ σόν μου τῆς φωνῆς. Ἡ πεῖρά σε διδασκέτω, φησὶν, | |
40 | ὅτι τὰ λυσιτελῆ σοι συμβουλεύω, καὶ καθάπερ ἤδη τῆς ἐμῆς φωνῆς ἀκούσας, τὰς μεγάλας ἐκείνας εὐλογίας ἐπεσπάσω παρὰ τοῦ πατρὸς, οὕτω δὴ καὶ νῦν ἄκουσόν μου τῆς φωνῆς, ἵνα διαφυγεῖν δυνηθῇς τοῦ ἀδελφοῦ τὰς χεῖρας. Οὕτω γὰρ ἑαυτὸν ἐλευθερώσεις τῶν κιν‐ | |
45 | δύνων, κἀμὲ τοῦ πένθους. Εἰκὸς γὰρ ἐκεῖνον, εἰ τοῦτο τολμήσειε, δίκην ἀπαιτηθῆναι, καὶ πανταχόθεν ἐμοὶ τῆς ὀδύνης τὴν ἐπίτασιν αὔξεσθαι. Ἄκουσον οὖν μου τῆς φωνῆς, καὶ ἀναστὰς ἀπόδραθι πρὸς τὸν ἀδελφόν μου Λάβαν εἰς Χαῤῥὰν, καὶ οἴκησον μετ’ | |
54.473(50) | αὐτοῦ ἡμέρας τινὰς, ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ, καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ· καὶ ἀποστεί‐ λασα μεταπέμψομαί σε ἐκεῖθεν, μήποτε ἀτε‐ κνωθῶ ἐκ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ. Ἄπιθι, | |
55 | φησὶ, πρὸς τὸν ἀδελφόν μου Λάβαν, καὶ οἴκει ἐκεῖ μετ’ αὐτοῦ. Εἰκὸς γὰρ καὶ τὸν χωρισμὸν καὶ τὸν ἐν μέσῳ χρόνον ἰσχῦσαί τι πλέον, καὶ παραμυθήσα‐ σθαι τὸ πάθος, καὶ τὴν βασκανίαν λωφῆσαι, καὶ λήθην αὐτῷ γενέσθαι τῶν ὑπὸ σοῦ γεγενημένων περὶ τὴν | |
60 | τῆς εὐλογίας κλοπήν. Καὶ ἐπιλάθηται, φησὶν, ἃ πεποίηκας αὐτῷ. Εἰκότως, φησὶν, ὀργίζεται· δι’ ὃ προσήκει ἐκκλῖναι αὐτοῦ τὴν ὁρμὴν, ὅπως ἀπὸ τοῦ χρόνου λήθης ἐγγενομένης αὐτῷ, μετὰ ἀσφαλείας | |
λοιπὸν δυνηθῇς τὴν ἐνταῦθα οἴκησιν ποιήσασθαι. Καὶ | Column end | |
54.474 | ἵνα μὴ δυσχεράνῃ ὁ παῖς ἐπὶ τὴν ἀλλοτρίαν ἀπιέναι καταναγκαζόμενος, ὅρα πῶς παραμυθεῖται τοῦ νέου τὴν ψυχὴν, πρῶτον μὲν εἰποῦσα· Ἄπιθι πρὸς Λάβαν τὸν ἀδελφόν μου. Μὴ γὰρ πρὸς ξένον | |
5 | τινὰ, φησὶ, κατεπείγω σε ἀπελθεῖν; Πρὸς τὸν ἀδελ‐ φὸν τὸν ἐμὸν, καὶ οἴκει μετ’ αὐτοῦ ἡμέρας τινάς. Βραχὺν, φησὶ, χρόνον, ὀλίγας ἡμέρας, ἕως τοῦ παύ‐ σασθαι τὴν ὀργήν. Νῦν γὰρ καὶ ἀκμάζει αὐτῷ, φη‐ σὶν, ὁ θυμὸς, καὶ οὔτε τοῦ πατρὸς αἰδώ τινα ποιεῖται, | |
10 | καθάπαξ τυραννούμενος ὑπὸ τοῦ πάθους, οὔτε τὴν ἀδελφικὴν στοργὴν ἐν διανοίᾳ λαμβάνει, ἀλλ’ ἑνὸς μόνου γίνεται, τοῦ τὸν θυμὸν ἀποπληρῶσαι. Καὶ ἀποστείλασα μεταπέμψομαί σε ταχέως, φησὶν, ἐκεῖθεν. Σὲ ἐπανάξω. Ἄπιθι τοίνυν θαῤῥῶν, ὅτι Ἀπο‐ | |
15 | στείλασα μεταπέμψομαί σε· περὶ γὰρ τοῦ παντός ἐστί μοι ὁ ἀγὼν, καὶ περὶ ἀμφοτέρων δέδοικα, μή‐ ποτε ἀποστερηθῶ ἀμφοτέρων. Ὅρα σύνεσιν μητρός· πῶς οἴκοθεν κινουμένη, μᾶλλον δὲ τῇ τοῦ Θεοῦ προῤ‐ ῥήσει καὶ νῦν ὑπηρετουμένη, ἐκεῖνα συμβουλεύει τῷ | |
20 | παιδὶ, ἅπερ ὁ Χριστὸς παρῄνει τοῖς μαθηταῖς, συμ‐ βουλεύων μὴ ὁμόσε χωρεῖν τοῖς κινδύνοις, ἀλλὰ διὰ τῆς ἀναχωρήσεως παραμυθεῖσθαι τοῦ πάθους τὴν μανίαν. Τοῦτο τοίνυν καὶ αὕτη εἰσηγουμένη τῷ παιδὶ, πρότερον αὐτῷ συμβουλεύσασα καὶ παραθαῤ‐ | |
25 | ῥύνασα αὐτοῦ τὸν λογισμὸν, ὥστε μὴ δυσχερᾶναι πρὸς τὸν χωρισμὸν, τότε λοιπὸν καὶ ἀφορμὴν εὔλογον τῇ ἀποδημίᾳ περιθεῖναι βούλεται, ὥστε μὴ προφανῶς δόξαι διὰ τὴν τοῦ ἀδελφοῦ βασκανίαν ἀναχωρεῖν, μηδὲ τὸν πατέρα γνῶναι τὴν ἀληθῆ τῆς ἀποδημίας | |
30 | αἰτίαν, μήτε τοῦ Ἡσαῦ τὴν κατὰ αὐτοῦ ἀγανάκτησιν. Καὶ εἰσελθοῦσα, φησὶ, πρὸς τὸν Ἰσαὰκ ἡ Ῥε‐ βέκκα εἶπε· Προσώχθισα τῇ ζωῇ μου διὰ τὰς θυ‐ γατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυ‐ ναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα τί | |
35 | μοι τὸ ζῇν; γʹ. Σκόπει πῶς εὐπρόσωπον εὗρε πρόφασιν. Ὅταν γὰρ ἡμῖν ἡ ἄνωθεν συμπράττῃ δεξιὰ, καὶ τὰ δυσχερῆ εὔκολα γίνεται, καὶ τὰ δύσκολα ῥᾴδια. Ἐπεὶ οὖν καὶ αὕτη εἶχε τὸν τῶν ὅλων Θεὸν συναινοῦντα αὐτῆς τῇ | |
40 | γνώμῃ, πάντα τὰ δυνάμενα συντελεῖν τῇ οἰκονομίᾳ τῇ μελλούσῃ, καὶ τοῦ παιδὸς τῇ σωτηρίᾳ, ὑπέβαλεν αὐτῆς τῇ διανοίᾳ. Προσώχθισα, φησὶν, τῇ ζωῇ διὰ τὰς θυγατέρας τῶν υἱῶν Χέτ. Εἰ λήψεται Ἰακὼβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης, ἵνα | |
45 | τί μοι τὸ ζῇν; Ἐνταῦθα αἰνίττεσθαί μοι δοκεῖ τῶν γυναικῶν τοῦ Ἡσαῦ τὸ δύστροπον, καὶ ὅτι πολλῆς ἀηδίας αὐτοῖς ὑπόθεσις γεγόνασι. Καὶ γὰρ ἀνωτέρω διηγήσατο ἡμῖν ἡ θεία Γραφὴ, ὅτι ἔλαβεν ἀπὸ τῶν Χετταίων καὶ ἀπὸ τῶν Εὐαίων γυναῖκας ὁ Ἡσαῦ, | |
54.474(50) | Καὶ ἦσαν ἐρίζουσαι τῷ Ἰσαὰκ καὶ τῇ Ῥεβέκκᾳ. Τοῦτο οὖν αὐτὸ ὑπομνῆσαι αὐτὸν βουλομένη, μονον‐ ουχὶ ταῦτά φησι πρὸς αὐτόν· Οἶδας ὅπως μοι τὴν ζωὴν πικρὰν πεποιήκασιν αἱ γαμεταὶ τοῦ Ἡσαῦ, καὶ ὅπως διὰ τὴν τούτων μοχθηρίαν λοιπὸν πρὸς | |
55 | πάσας ἀπεχθῶς ἔχω τὰς θυγατέρας τῶν υἱῶν Χὲτ, καὶ ἅπαν τὸ ἔθνος δι’ ἐκείνας μεμίσηκα. Εἰ τοίνυν συμβαίη καὶ τὸν Ἰακὼβ ἐκ τούτων ἀγαγέσθαι γυ‐ ναῖκα, ποία μοι λοιπὸν ἔσται σωτηρίας ἐλπίς; Ἵνα τί γάρ μοι τὸ ζῇν; Εἰ γὰρ ἐκείνας ἐνεγκεῖν οὐκ | |
60 | ἰσχύομεν, εἰ καὶ οὗτος φθάσει ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης λαβεῖν γυναῖκα, τὰ τῆς ζωῆς ἡμῖν οἴχεται. Ἀκούσας δὲ ταῦτα ὁ Ἰσαὰκ, καὶ εἰς ὑπό‐ μνησιν ἐλθὼν τῆς ἐκείνων κακίας, Προσκαλεσά‐ μενος τὸν Ἰακὼβ, εὐλόγησε, φησὶν, αὐτὸν, καὶ | |
65 | ἐνετείλατο αὐτῷ λέγων· Οὐ λήψῃ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων· ἀλλ’ ἀναστὰς πορεύου εἰς τὴν Μεσοποταμίαν, εἰς τὸν οἶκον τοῦ πατρὸς τῆς μητρός σου, καὶ λάβε σεαυτῷ ἐκεῖθεν γυναῖκα ἐκ τῶν θυγατέρων τοῦ ἀδελφοῦ τῆς μη‐ | |
70 | τρός σου. Καὶ οὐκ ἔστη μέχρι τούτου, ἀλλὰ βουλό‐ | |
54.475 | μενος προθυμότερον αὐτὸν ἐργάσασθαι περὶ τὴν ἀπο‐ δημίαν, καὶ τὰς παρ’ αὐτοῦ εὐλογίας πάλιν προτί‐ θησι, καί φησιν· Ὁ Θεός μου εὐλογήσει σε, καὶ αὐξήσει σε, καὶ πληθυνεῖ σε, καὶ ἔσῃ εἰς συν‐ | |
5 | αγωγὰς ἐθνῶν, καὶ δώσει σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου, σοὶ καὶ τῷ σπέρματί σου μετὰ σὲ, κληρονομῆσαι τὴν γῆν τῆς παροικήσεώς σου, ἣν ἔδωκεν ὁ Θεὸς τῷ Ἀβραάμ. Ὅρα τὸν δίκαιον τοῦτον, ὅπως προαναφωνεῖ αὐτῷ ἅπαντα, καὶ ἱκανὰ | |
10 | αὐτῷ ἐφόδια πρὸς παραμυθίαν δίδωσι, προμηνύων αὐτῷ καὶ τὴν ἐπάνοδον καὶ τῆς γῆς τὴν κληρονο‐ μίαν, καὶ ὅτι οὐ μόνον εἰς πλῆθος ἐπιδώσει, ἀλλὰ καὶ συναγωγὰς ἐθνῶν ἐκ τοῦ σπέρματος αὐτοῦ ἐξελεύσεσθαι. Ταῦτα ἀκούσας ὁ παῖς ἐπλήρου | |
15 | τὰ δόξαντα τῷ πατρὶ, καὶ ἐπορεύετο εἰς τὴν Με‐ σοποταμίαν πρὸς Λάβαν τὸν τῆς μητρὸς ἀδελφόν. Ἀλλὰ πάλιν ὁ Ἡσαῦ τοῦτο μαθὼν, καὶ ὅτι εὐλογηθεὶς παρὰ τοῦ πατρὸς ὁ Ἰακὼβ ἐντολὰς ἔλαβε, μὴ λαβεῖν γυναῖκα ἐκ τῶν θυγατέρων τῶν Χαναναίων, ἀλλ’ ὥρ‐ | |
20 | μησεν εἰς τὴν Μεσοποταμίαν, ὥσπερ διορθῶσαι βου‐ λόμενος τὸ οἰκεῖον πταῖσμα, καὶ ἐξευμενίσασθαι τὸν πατέρα, Προσθεὶς, φησὶν, ἔλαβε γυναῖκα πρὸς ταῖς γυναιξὶν αὐτοῦ, θυγατέρα Ἰσμαὴλ τοῦ υἱοῦ Ἀβραάμ. Εἶδες, ἀγαπητὲ, μεθ’ ὅσης συνέσεως ἡ φιλό‐ | |
25 | στοργος αὕτη μήτηρ ἐξήρπασε τῶν κινδύνων τὸν Ἰακὼβ πρέπον σχῆμα ἐπιθεῖσα τῇ ἀποδημίᾳ, καὶ οὔτε τοῦ Ἡσαῦ τὴν κακίαν ἐξέφηνεν, οὔτε τῷ πατρὶ τὴν αἰτίαν δήλην ἐποίησεν, ἀλλὰ καὶ πρὸς τὸν παῖδα κατάλληλον ἐποιήσατο τὴν συμβουλὴν, ἵνα προτρέψασθαι δυνηθῇ | |
30 | διὰ τοῦ φόβου καταδέξασθαι τὰ παρ’ αὐτῆς λεγόμενα, καὶ τῷ πατρὶ ἁρμόζουσαν γνώμην εἰσηγήσατο; Ὅθεν καὶ ἐπιδραμὼν ὁ δίκαιος τοῖς ῥηθεῖσι παρ’ αὐτῆς, ἐφοδιά‐ σας ταῖς παρ’ ἑαυτοῦ εὐλογίαις τὸν Ἰακὼβ ἐξέπεμψεν. Ἀλλ’ εἰ δοκεῖ, καὶ μὴ ἀπεκάμετε ἴδωμεν ὅπως | |
35 | τὴν ἀποδημίαν ποιεῖται ὁ Ἰακώβ. Οὐ μικρὰ γὰρ καὶ ἐντεῦθεν καρπώσασθαι δυνησόμεθα, ἐὰν προσ‐ έχωμεν. Καὶ γὰρ φιλοσοφίας ἁπάσης διδασκαλίαν πε‐ ριέχει τῶν δικαίων ἡ διαγωγή. Ὅρα γοῦν ἐνταῦθα τὸν νέον τοῦτον, τὸν ἐπὶ τῆς οἰκίας τραφέντα, τὸν οὐχ | |
40 | ὁδοιπορίας πεῖραν εἰληφότα ποτὲ, οὐ τῆς ἐν ξένῃ δια‐ τριβῆς, οὐχ ἑτέρας τινὸς κακουχίας, ὅπως ἅπτεται τῆς ὁδοιπορίας, καὶ μάνθανε τῆς φιλοσοφίας τὴν ὑπερβο‐ λήν. Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου, καὶ ἐπορεύθη εἰς Χαῤῥὰν, καὶ ἀπήντησε | |
45 | τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος· καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου, καὶ ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ. Εἶδες ἄφατον φιλοσοφίαν; εἶδες πῶς οἱ παλαιοὶ τὰς ὁδοιπο‐ ρίας ἐποιοῦντο; Ἀνὴρ ἐν οἰκίᾳ τραφεὶς (πάλιν | |
54.475(50) | γὰρ τὰ αὐτὰ ἐρῶ), τοσαύτης ἀπολαύσας θεραπείας (Ἄπλαστος γὰρ, φησὶν, οἰκῶν οἰκίαν), ἀποδημεῖν μέλλων οὐχ ὑποζυγίων ἐδεήθη, οὐκ ἀκολούθων, οὐκ ἐφοδίων· ἀλλ’ ἀποστολικὸν ἤδη μιμούμενος τρόπον, οὕτως ἥπτετο τῆς ὁδοῦ. Καὶ ἐπειδὴ ὁ ἥλιος, φησὶν, ἦν | |
55 | πρὸς δυσμὰς, ἔνθα κατελήφθη, ἐκεῖ ἐκάθευδε. Λαβὼν, φησὶ, λίθον ἔθηκε πρὸς κεφαλὴν αὐτοῦ. Ὅρα τοῦ παιδὸς τὴν ἀνδρείαν· τῷ λίθῳ ἀντὶ προσκεφαλαίου ἐχρήσατο, καὶ ἐπὶ τοῦ ἐδάφους ἐκάθευδε. Διὰ τοῦτο, ἐπειδὴ φιλόσοφον εἶχε ψυχὴν, καὶ φρόνημα ἀνδρεῖον, | |
60 | καὶ πάσης φαντασίας βιωτικῆς ἀπήλλακτο, καὶ τῆς ὄψεως ἐκείνης ἠξιώθη τῆς θαυμαστῆς. Τοιοῦτος γὰρ ὁ Δεσπότης ὁ ἡμέτερος· ἐπειδὰν ἴδῃ ψυχὴν εὐγνώ‐ μονα, καὶ τῶν παρόντων οὐ πολὺν ποιουμένην λόγον, πολλὴν περὶ αὐτὴν τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν. | |
65 | δʹ. Ὅρα τοίνυν τὸν δίκαιον τοῦτον ἐπὶ τοῦ ἐδάφους | |
κείμενον, καὶ ὀπτασίαν ὁρῶντα, μᾶλλον δὲ τῆς τοῦ | Column end | |
54.476 | Θεοῦ ὀπτασίας ἀξιούμενον. Ἐνυπνιάσθη γὰρ, φησὶ, καὶ ἰδοὺ κλῖμαξ ἦν ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ’ αὐτῆς. | |
5 | Ὁ δὲ Κύριος ἐστήρικτο ἐπ’ αὐτῆς, καὶ εἶπεν· Ἐγὼ ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ. Θέα μοι ἐνταῦθα τοῦ φιλανθρώ‐ που Θεοῦ τὴν ὑπερβάλλουσαν κηδεμονίαν. Ἐπειδὴ γὰρ ἑώρα κατὰ τὴν συμβουλὴν τῆς μητρὸς διὰ τὸν | |
10 | τοῦ ἀδελφοῦ φόβον τὴν ἀποδημίαν καταδεξάμενον, καὶ καθάπερ ἀλήτην τινὰ οὕτω τὴν ὁδὸν ποιούμενον, καὶ οὐδαμόθεν οὐδεμίαν ἔχοντα παραμυθίαν, ἀλλὰ τὸ πᾶν ἐπὶ τὴν ἄνωθεν συμμαχίαν ἐπιῤῥίψαντα, εὐθὺς ἐν προοιμίοις τῆς ὁδοῦ νευρῶσαι αὐτοῦ τὴν προθυμίαν | |
15 | βουλόμενος ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ τοῦ πατρός σου. Καὶ τὸν πατριάρχην καὶ τὸν πατέρα τὸν σὸν εἰς τοσαύτην αὐξηθῆναι περιφάνειαν πεποίηκα· μὴ τοί‐ νυν φοβοῦ, ἀλλὰ πίστευε ὅτι ἐγὼ, ὁ ἐκείνοις τὰς ὑπο‐ | |
20 | σχέσεις πληρώσας, καὶ σὲ τῆς ἐμῆς ἀξιώσω προνοίας. Μὴ οὖν φοβοῦ, ἀλλὰ θάρσει, καὶ πᾶσαν δειλίαν ἀπ‐ ωσάμενος πίστευε τοῖς παρ’ ἐμοῦ σοι λεγομένοις. Καὶ γὰρ τὴν γῆν, ἐφ’ ᾗ σὺ καθεύδεις, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου, καὶ ἔσται τὸ σπέρμα σου | |
25 | ὡς ἡ ἄμμος τῆς θαλάσσης. Μὴ νομίσῃς, φησὶν, ἐπειδὴ ἐπὶ τῆς ἀλλοτρίας νῦν πορεύῃ, ἀπεστερῆσθαι τῆς γῆς ταύτης, ἔνθα ἐτέχθης, ἔνθα ἐτράφης, ἔνθα ηὐξήθης. Καὶ γὰρ σοὶ αὐτὴν παρέξω, καὶ τῷ σπέρματί σου, ὅπερ ὡς τὴν ἄμμον τῆς θαλάσσης αὐξηθῆναι παρα‐ | |
30 | σκευάσω, Καὶ πλατυνθήσεται πρὸς θάλασσαν, καὶ λίβα, καὶ βοῤῥᾶν, καὶ ἀνατολάς· ἀντὶ τοῦ, παντα‐ χοῦ ἐκταθήσεται· Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Ὅρα πῶς ἤδη πάντα αὐτῷ τὰ μετὰ πολὺν | |
35 | ἐσόμενα χρόνον μηνύει. Οὕτω γὰρ ἔθος τῷ τῶν ὅλων Δεσπότῃ ἐφ’ ἑκάστου τῶν δικαίων τοῦτο ποιεῖν· ὑπισχνεῖσθαι μὲν, μὴ παραχρῆμα δὲ τὰς ὑποσχέσεις εἰς ἔργον ἄγειν, ἀλλὰ γυμνάζειν τῶν δι‐ καίων τὴν ὑπακοὴν καὶ τὴν πολλὴν ὑπομονὴν, | |
40 | καὶ οὕτω μετὰ πολλῆς τῆς δαψιλείας πληροῦν τὰ ἐπαγγελθέντα. Εἶτα ἐπειδὴ ὑπέσχετο αὐτῷ τὰ μέλ‐ λοντα μετὰ ταῦτα γενήσεσθαι, ἐδεῖτο δὲ ὁ δίκαιος οὐ τῆς τυχούσης παρακλήσεως καὶ ἐν τοῖς αὐτῷ μάλιστα προκειμένοις· ὅρα τὸν ἀγαθὸν Δεσπότην, πῶς καὶ τὰ | |
45 | μέλλοντα ὑπισχνεῖται, καὶ δι’ ὧν νῦν πρὸς αὐτὸν ἐπιδείκνυται, περὶ ἐκείνων θαῤῥεῖν παρασκευάζει. Μὴ γὰρ δὴ νομίσῃς, φησὶν, ὅτι ταῦτα μόνα σοι ὑπισχνοῦ‐ μαι, ἀλλὰ καὶ νῦν Μετὰ σοῦ εἰμι διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς. Μὴ τοίνυν νομί‐ | |
54.476(50) | σῃς μόνος τὴν ὁδοιπορίαν ποιεῖσθαι· ἐμὲ ἕξεις συν‐ οδοιπόρον, ἐμὲ ἕξεις φύλακα ἐν πάσῃ ὁδῷ, πάντα σοι τὰ δυσχερῆ ἐξευμαρίζοντα, καὶ τὰ δύσκολα εὔκολα κατασκευάζοντα. Εἶτα ἐπιτείνων αὐτῷ τὴν παραμυ‐ θίαν, ἤδη προμηνύει αὐτῷ καὶ τὴν εἰς τὰ οἰκεῖα ἐπ‐ | |
55 | άνοδον. Καὶ ἀποστρέψω σε, φησὶν, εἰς τὴν γῆν ταύ‐ την. Μὴ δείσῃς ὡς ἐπὶ τῆς ἀλλοτρίας λοιπὸν διάξων. Καὶ γὰρ ἐπανάξω σε εἰς ταύτην τὴν γῆν, καὶ οὐ μή σε ἐγκαταλίπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Οὐ περιόψομαί σε, φησὶν, | |
60 | ἀλλὰ ταῦτα πάντα, ἅπερ ὑπεσχόμην, εἰς ἔργον ἐλθεῖν παρασκευάσω. Πῶς ἄν τις κατ’ ἀξίαν ἐκπλα‐ γείη τὴν ἄφατον τοῦ Θεοῦ φιλανθρωπίαν, καὶ τὴν | |
ὑπερβάλλουσαν συγκατάβασιν; Ὅρα πόσον ὄγκον | ||
54.477 | ὑποσχέσεων ἐποιήσατο πρὸς τὸν δίκαιον, καὶ ὅπως αὐτοῦ τὸ φρόνημα διανέστησε. Καὶ ἐπειδὰν θαυμά‐ σῃς τοῦ Θεοῦ τὴν φιλανθρωπίαν, ἐννόει καὶ τοῦ δι‐ καίου τούτου τὴν εὐγνωμοσύνην, καὶ ὅτι μετὰ το‐ | |
5 | σαύτας ὑποσχέσεις εἴκοσιν ἐτῶν ἀριθμὸν ταλαιπωρη‐ θεὶς παρὰ τῷ Λάβαν, οὐκ ἐδυσχέρανεν, οὐκ ἐνάρ‐ κησε πρὸς τὸ μῆκος τοῦ χρόνου· ἀλλὰ πάντα γενναίως ἔφερεν, ἀναμένων τῶν ὑποσχέσεων τὸ τέλος, καὶ εἰδὼς ὡς οὐχ οἷόν τε τὰ παρὰ τοῦ Θεοῦ ῥηθέντα δια‐ | |
10 | πεσεῖν, καὶ μάλιστα ἐπειδὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν εἰσενεγκεῖν σπουδάζωμεν, τὴν πίστιν, τὴν ὑπομονὴν, τὸ τοῖς μήπω γεγονόσιν, ἐπειδὰν ὁ Δεσπότης ὑπό‐ σχηται, ὡς ἤδη εἰς ἔργον ἐξελθοῦσι θαῤῥεῖν. Τοῦτο γὰρ ἀληθῶς πίστις, τὸ μὴ τοῖς ὁρωμένοις προσέχειν, | |
15 | κἂν ἐναντία ᾖ τὰ γινόμενα τῇ ὑποσχέσει, ἀλλὰ θαῤ‐ ῥεῖν τῇ δυνάμει τοῦ ἐπαγγειλαμένου. Τέως δὲ ἴδωμεν τοῦ δικαίου τούτου τὴν εὐγνωμοσύνην. Καὶ ἐξηγέρθη, φησὶν, Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, ὅτι Ἐστὶ Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ | |
20 | ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τό‐ πος οὗτος. Οὐκ ἔστι τοῦτο, ἀλλ’ ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καταπλαγεὶς, φησὶν, ὁ δίκαιος, τὴν πολλὴν τοῦ Θεοῦ φιλανθρωπίαν ἐφοβήθη, καὶ εἶπεν· Οὐκ ἔστι τοῦτο ἀλλ’ ἢ οἶκος τοῦ Θεοῦ, | |
25 | καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Οὗτος ὁ τόπος λοιπὸν ἐμοὶ οἶκος τοῦ Θεοῦ νενόμισται. Τοσαύτης οὖν ἐπι‐ φανείας ἀξιωθεὶς, καὶ αὐτὴν, ὡς εἰπεῖν, τὴν πύλην τοῦ οὐρανοῦ θεασάμενος, δίκαιος ἂν εἴην τὴν ὀφει‐ λομένην εὐχαριστίαν ἀνενεγκεῖν ἐνταῦθα τῷ Δεσπό‐ | |
30 | τῃ. Καὶ ἀνέστη Ἰακὼβ, καὶ ἔλαβε τὸν λίθον, ὃν εἶχε πρὸς κεφαλὴν αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκεί‐ νου, Οἶκος Θεοῦ. Ἕτερον γὰρ ἦν ὄνομα τῷ τόπῳ | |
35 | τὸ πρότερον. Ἐπειδὴ μεγάλων ἠξιώθη διὰ τῆς ὀπτασίας, τῇ προσηγορίᾳ τὴν μνήμην ἐναποτίθεσθαι βούλεται τῷ τόπῳ, καὶ ἐπίσημον εἰς τὸ ἑξῆς ἐργάσα‐ σθαι. Καὶ τὸν λίθον ἀντὶ τῆς στήλης στήσας, καὶ τὸ ἔλαιον ἐπιχέας (τοῦτο γὰρ αὐτὸν μόνον εἰκὸς ἐπιφέ‐ | |
40 | ρεσθαι, ἅτε οὕτως ὁδοιποροῦντα), εὐχὴν προσάγει τῷ φιλανθρώπῳ Θεῷ πάσης γέμουσαν φιλοσοφίας. εʹ. Καὶ εἰ βούλεσθε, καὶ αὐτῶν ἐπακούσωμεν τῶν ῥημάτων. Ηὔξατο γὰρ, φησὶν, εὐχὴν, λέγων· Ἐὰν ᾖ Κύριος ὁ Θεὸς μετ’ ἐμοῦ, καὶ φυλάξῃ με ἐν τῇ | |
45 | ὁδῷ ταύτῃ, ᾗ ἐγὼ πορεύομαι. Ἐπειδὴ εἶπεν, ὅτι Ἐγώ εἰμι μετὰ σοῦ, καὶ διαφυλάξω σε ἐν τῇ ὁδῷ, ᾗ ἐὰν πορεύῃ· διὰ τοῦτο καὶ αὐτός φησιν· Εἰ ἐκεῖνά μοι ὑπάρξει, ἅπερ μοι ὑπέσχου. Εἶτα καὶ αἴτησιν οἴκοθεν προσφέρει, λέγων, Ἐὰν δῷ μοι Κύριος ἄρτον | |
54.477(50) | καὶ ἱμάτιον περιβαλέσθαι. Οὐ πλοῦτον, οὐ περιου‐ σίαν τινὰ ᾔτησεν, ἀλλ’ ἄρτον καὶ ἱμάτιον, τὸ μὲν εἰς τὴν τοῦ σώματος περιβολὴν, τὸ δὲ εἰς τροφὴν τῆς χρείας. Σκόπει πῶς ἀποστολικὸν χαρακτῆρα διὰ τῆς αἰτήσεως ἡμῖν ᾐνίξατο· οὕτω πολλῆς ἔγεμε τῆς φι‐ | |
55 | λοσοφίας τοῦ δικαίου τὸ φρόνημα. Ὅπερ γὰρ ὁ Χρι‐ στὸς ἔλεγε, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἀργύριον, μηδὲ δύο χιτῶνας, τοῦτο οὗτος οὐδέπω παρ’ οὐδε‐ νὸς διδαχθεὶς, ἀλλ’ οἴκοθεν καὶ ἐκ τοῦ ἐγκειμένου τῇ φύσει τῇ ἡμετέρᾳ διδασκάλου ταῦτα μαθὼν, ἐπεζήτει | |
60 | παρὰ τοῦ Δεσπότου αὐτῷ παρασχεθῆναι, ἄρτον φα‐ γεῖν καὶ ἱμάτιον περιβαλέσθαι. Ἐὰν ταῦτά μοι, φη‐ σὶν, ὑπάρξῃ ἐπὶ τῆς ἀλλοτρίας, Καὶ ἀποστρέψῃ με μετὰ σωτηρίας εἰς τὸν οἶκον τοῦ πατρός μου, καθάπερ ὑπέσχετο· Καὶ ἔσται Κύριος ἐμοὶ εἰς | |
65 | Θεὸν, καὶ ὁ λίθος οὗτος, ὃν ἔστησα στήλην, ἔσται μοι οἶκος Θεοῦ· καὶ πάντων ὧν ἄν μοι δῷς, | |
δεκάτην ἀποδεκατώσω αὐτά σοι. Ὅρα τοῦ δικαίου | Column end | |
54.478 | τὴν εὐγνωμοσύνην. Τὴν αἴτησιν μὲν αἰτούμενος, οὐδὲν πολυτελὲς αἰτῆσαι κατεδέξατο, ἀλλ’ ἄρτον καὶ ἱμάτιον· ὑπισχνούμενος δὲ τὰ παρ’ ἑαυτοῦ τῷ Δεσπό‐ τῃ, εἰδὼς αὐτοῦ τὸ φιλότιμον ἐν ταῖς δωρεαῖς, καὶ | |
5 | ὅτι ὑπερβαίνει ταῖς ἀντιδόσεσι τὰς ἐννοίας τὰς ἡμετέρας, φησί· Καὶ τὴν στήλην ταύτην εἰς οἶκον Θεοῦ ἕξω, καὶ πάντων τῶν παρὰ σοῦ μοι χορηγουμέ‐ νων τὰς δεκάτας ἀποδεκατώσω. Εἶδες γνώμην φιλό‐ θεον; Οὔπω οὐδὲν ἔλαβε, καὶ ὑπισχνεῖται τῶν μελλόν‐ | |
10 | των αὐτῷ δίδοσθαι τὰς δεκάτας τῷ Θεῷ προσοίσειν. Μὴ ἁπλῶς, ἀγαπητοὶ, παρατρέχωμεν τὰ εἰρημένα, ἀλλὰ ζηλώσωμεν ἅπαντες τοῦτον τὸν δίκαιον, οἱ ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μηδὲν βιωτικὸν αἰτῶ‐ μεν παρὰ τοῦ Δεσπότου. Οὐδὲ γὰρ περιμένει τὴν | |
15 | παρ’ ἡμῶν ὑπόμνησιν, ἀλλὰ κἂν μὴ αἰτῶμεν, ἡμῖν τὰ πρὸς τὴν χρείαν δωρεῖται. Ἀνατέλλει γὰρ τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δι‐ καίους καὶ ἀδίκους. Καὶ πειθώμεθα αὐτῷ παραι‐ νοῦντι καὶ λέγοντι· Ζητεῖτε πρῶτον τὴν βασιλείαν | |
20 | τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Ὁρᾷς ὅτι αὐτὸς ἐκεῖνα ἡμῖν ἡτοίμασε παρασχεῖν, καὶ ταῦτα ἐν προσθήκης μέρει δοῦναι ἐπαγγέλλεται; Μὴ τοίνυν ἅπερ ἐν προσθήκης μέρει λαμβάνειν μέλ‐ λεις, ταῦτα ὡς προηγούμενα αἴτει, μηδὲ ἀντιστρέψω‐ | |
25 | μεν τὴν τάξιν, ἀλλὰ ζητῶμεν ἐκεῖνα, καθὼς ἐπέτα‐ ξεν, ἵνα κἀκείνων καὶ τούτων ἐν ἀπολαύσει γενώμεθα. Διὰ γὰρ τοῦτο καὶ ἐν τοῖς τῆς εὐχῆς ῥήμασιν ὅρους ἡμῖν καὶ κανόνας τιθεὶς, μέχρι τίνος δεῖ τὴν περὶ τῶν βιωτικῶν αἴτησιν ποιεῖσθαι, τὰ ῥήματα ἐκεῖνα | |
30 | λέγειν ἡμᾶς ἐκέλευσε, τὰ πάσης φιλοσοφίας γέμοντα, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον, ἀντὶ τοῦ, τὴν τῆς ἡμέρας τροφήν· ὅπερ ὁ δίκαιος οὗτος, οὐδὲν τούτων ἀκηκοὼς, ηὔχετο λέγων· Ἐὰν δῷ μοι Κύριος ἄρτον φαγεῖν, καὶ ἱμάτιον περιβα‐ | |
35 | λέσθαι. Μὴ τοίνυν ἕτερόν τι τῶν βιωτικῶν αἰτῶμεν παρ’ αὐτοῦ. Ἀνάξιον γὰρ σφόδρα παρὰ τοῦ οὕτω φι‐ λοτίμου καὶ τοσαύτην δυνάμεως περιουσίαν κεκτημέ‐ νου ταῦτα αἰτεῖν, ἃ τῷ παρόντι συγκαταλύεται βίῳ, καὶ πολλὴν ἔχει τὴν μεταβολὴν καὶ τὴν μετάπτωσιν· | |
40 | τοιαῦτα γὰρ ἅπαντα τὰ ἀνθρώπινα, κἂν πλοῦτον εἴπῃς, κἂν δυναστείαν, κἂν δόξαν ἀνθρωπίνην· ἀλλ’ αἰτῶ‐ μεν τὰ ἀεὶ μένοντα, τὰ διαρκῆ, καὶ μεταβολὴν οὐκ ἐπιστάμενα. Καὶ εἰδότες τοῦ ἡμετέρου Δεσπότου τὴν ἀγαθότητα, μηδένα ποιώμεθα λόγον τῶν παρόντων, | |
45 | ἀλλὰ πᾶσαν ἡμῶν τὴν σπουδὴν εἰς τὸν τῶν ἐπουρανίων πόθον μεταστήσωμεν. Εἰ γὰρ Τὸν ἥλιον αὐτοῦ ἀνα‐ τέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους, πολλῷ μᾶλλον τοὺς ἀπεχομέ‐ νους τῆς πονηρίας καὶ τὴν ἀδικίαν φεύγοντας οὐ περι‐ | |
54.478(50) | όψεται, ἀλλὰ πολλῆς ἀξιώσει τῆς προνοίας, καὶ τὴν ἑαυτοῦ κηδεμονίαν ἐν ἅπασι παρέξει. Ὅπερ εἰδότες, ἀγαπητοὶ, μὴ ἀπιστῶμεν ταῖς τοῦ Θεοῦ ὑποσχέσεσι, μηδὲ ἐναντία ὧν ἐκέλευσε διαπραττώμεθα. Τὰ γὰρ νῦν παρ’ ἡμῶν γινόμενα οὐδὲν ἀπιστούντων διενήνο‐ | |
55 | χεν. Ὅταν γὰρ αὐτὸς μὲν ἐπαγγέλληται τὰ μέλλοντα, ἡμεῖς δὲ μὴ βουλώμεθα θαῤῥεῖν ἐκείνοις, ἀλλὰ τοῖς παροῦσιν ὦμεν προσηλωμένοι, ποῖον ἕτερον δεῖγμα ἀπιστίας λοιπόν τις ἐπιζητήσειε, τῶν πραγμάτων αὐτῶν λαμπρὰν ἀφιέντων φωνήν; Καὶ πάλιν, αὐτοῦ | |
60 | κελεύοντος μηδὲν ζητεῖν παρ’ αὐτοῦ τῶν ἐπικήρων τούτων καὶ βιωτικῶν, ἀλλ’ ἐκείνων μᾶλλον, ἡμεῖς ἀπ’ ἐναντίας αὐτῷ ἐρχόμενοι, ἅπερ εἶπε μὴ ζητεῖν, ἐκεῖνα ζητοῦμεν, καὶ ἅπερ εἶπε ζητεῖν, ἐκεῖνα οὐ ζητοῦμεν. Καὶ ταῦτα διαπραττόμενοι, καὶ οὕτω ῥᾳ‐ | |
65 | θύμως τὰ καθ’ ἑαυτοὺς διοικοῦντες, καὶ παροργί‐ ζοντες τὸν ἥμερον καὶ προσηνῆ Δεσπότην, ὥσπερ | |
ἐπιλαθόμενοι τῶν παρ’ ἡμῶν γινομένων, τὴν αἰτίαν | ||
54.479 | ζητοῦμεν τῆς καθ’ ἡμῶν ἀγανακτήσεως, καὶ τίνος ἕνεκεν ἡμᾶς πολλάκις περιορᾷ ποικίλοις πειρασμοῖς περιπίπτοντας, καὶ οὐκ ἐννοοῦμεν τὸ μέγεθος τῶν ἡμῖν ἡμαρτημένων, ἀλλ’ ἑκόντες ἑαυτοὺς παρα‐ | |
5 | λογιζόμεθα. Διὸ, παρακαλῶ, ταῦτα πάντα ἀποσει‐ σάμενοι, μηδὲν ἕτερον τῆς οἰκείας σωτηρίας προτι‐ μῶμεν. Τί γὰρ ὠφελεῖται ἄνθρωπος, ἐὰν μὲν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζη‐ μιωθῇ; Καὶ τὰ περιττὰ τῶν χρημάτων ἤδη κενώσω‐ | |
10 | μεν εἰς τοὺς δεομένους, καὶ πολλὴν ἐν ἅπασι τὴν φιλο‐ σοφίαν ἐπιδειξώμεθα τῆς ματαίας δόξης καταφρο‐ νοῦντες, τὸν ἀνθρώπινον τῦφον καταπατοῦντες, καὶ πολλὴν τὴν ἀγάπην πρὸς ἀλλήλους ἐπιδεικνύμενοι· ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἀγαθῶν ἀπολαῦ‐ | |
15 | σαι δυνηθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
19t | ΟΜΙΛΙΑ ΝΕʹ. | |
20n | Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Ὅτι γὰρ ἀδελφός | |
21n | μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγει‐ | |
22n | λόν μοι, τίς ὁ μισθός σου. | |
23 | αʹ. Ἱκανῶς ἡμᾶς χθὲς τὰ προοίμια τῆς ἀποδημίας τοῦ δικαίου τῆς φιλοσοφίας αὐτοῦ τὸ μέγεθος ἐπαί‐ | |
25 | δευσε, δι’ ἣν αἰτίαν τοσαύτης τῆς ὑποσχέσεως ἠξιώθη παρὰ τοῦ Θεοῦ. Θαρσήσας πάλιν, διὰ τῆς αἰτήσεως καὶ τῆς εὐχῆς, ἣν ἐποιήσατο πρὸς τὸν τῶν ὅλων Θεὸν, ἀρκοῦσαν ἡμῖν ἅπασι διδασκαλίαν παρεῖχεν, εἰ βου‐ ληθείημεν πρὸς μίμησιν διεγερθῆναι τῆς ἀρετῆς τοῦ | |
30 | δικαίου. Καὶ γὰρ θαυμάσαι ἄξιον, ὅπως καὶ τὴν δύ‐ ναμιν εἰδὼς τοῦ ὑποσχομένου, καὶ τῶν ἐπαγγελθέν‐ των αὐτῷ τὸ μέγεθος ἀκηκοὼς, οὐδὲ οὕτω μέγα τι καὶ ὑπέρογκον αἰτῆσαι κατεδέξατο· ἀλλ’ ἐκεῖνα μόνον αἰτήσας, ἅπερ χθὲς ἠκούσατε, ὅσα πρὸς τὴν ἐφήμε‐ | |
35 | ρον αὐτῷ τροφὴν ἀρκεῖν ἠδύνατο, καὶ τὴν τοῦ σώ‐ ματος περιβολὴν παρασχεῖν, ὑπισχνεῖται, εἰ τὴν ἐπ‐ άνοδον αὐτῷ τὴν εἰς τὰ οἰκεῖα χαρίσαιτο, καθάπερ ὑπέσχετο, πάντων αὐτῷ δεκάτας δώσειν, ὧν ἂν λάβοι παρ’ αὐτοῦ· διὰ πάντων δεικνὺς αὐτοῦ τὸ φιλόθεον, | |
40 | καὶ αὐτὸν ἐπιγραφόμενος τῶν ἁπάντων χορηγὸν, καὶ διδάσκων ἡμᾶς μόνῳ αὐτῷ πάντων εἰδέναι χάριν. ᾜδει γὰρ ὁ δίκαιος, εἰδὼς τῆς ἀφάτου αὐτοῦ φιλαν‐ θρωπίας τὴν ὑπερβολὴν, καὶ ἐννοῶν τοῦτο ἐξ ὧν εἰς τὸν αὐτοῦ πατέρα ἐπεδείξατο, ὅτι καὶ αὐτὸν ἐν πολλῇ | |
45 | καταστήσει τῇ περιουσίᾳ· καὶ τούτων μὲν αὐτὸς οὐ‐ δὲν αἰτεῖ παρὰ τοῦ Δεσπότου, οὐδὲ ἀνέχεται περὶ τούτων ἱκεσίαν προσαγαγεῖν, ἀλλὰ δι’ ὧν ὑπέσχετο τὰς δεκάτας δώσειν, ἔδειξεν ὅπως ἐν ἅπασι θαῤῥεῖ τῇ τοῦ ὑποσχομένου δυνάμει. Διὰ γὰρ τοῦτο καὶ αὐτὸς, | |
54.479(50) | ἡνίκα αὐτῷ διελέγετο, ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ τοῦ πατρός σου· μὴ φοβοῦ. Ἐννόησον, φησὶν, ὅτι καὶ ὁ πατριάρχης, καθάπερ ξένος καὶ ἄγνωστος εἰς τὴν γῆν ταύτην παραγεγονὼς, εἰς τοσαύτην ἦλθε περιφάνειαν, ὡς ἐν τοῖς ἁπάντων | |
55 | εἶναι στόμασι. Καὶ τὸν πατέρα δὲ τὸν σὸν λογίζου, ὅτι ἐν ἐσχάτῳ γήρᾳ τῷ πατρὶ τεχθεὶς, οὕτως ηὐξήθη, ὡς ἐπίφθονον γενέσθαι τοῖς ἐγχωρίοις αὐτόν. Ταῦτα οὖν καὶ αὐτὸς προσδοκῶν, πάντα φόβον καὶ ἀγωνίαν ἀπο‐ σεισάμενος, ἔχου τῆς ἀποδημίας. Ταῦτα ὁ δίκαιος | |
60 | λογισάμενος, καὶ οὐ πρὸς τὴν ἐν τῷ παρόντι κατά‐ | Column end |
54.480 | στασιν ἀπιδὼν (οὐδὲν γὰρ ὅλως ἐπεφέρετο· πῶς γὰρ, μόνος ὢν καὶ ὁδοιπορεῖν ἀναγκαζόμενος;), ἀλλ’ ἤδη τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὴν μετ’ οὐ πολὺ μέλ‐ λουσαν αὐτῷ ἔσεσθαι εὐπορίαν προορῶν, τὴν οἰκείαν | |
5 | εὐγνωμοσύνην ἐπιδείκνυται, καὶ μηδέπω λαβὼν ὑπ‐ ισχνεῖται, ἀξιοπιστοτέραν αὐτῆς τῆς πείρας τῶν πρα‐ γμάτων εἶναι νομίζων τὴν ἐπαγγελίαν τοῦ Δεσπότου. Οὐδὲ γὰρ οὕτω τοῖς ὁρωμένοις καὶ ἐν χερσὶ κρατου‐ μένοις θαῤῥεῖν ὀφείλομεν, ὡς ταῖς παρὰ τοῦ Θεοῦ | |
10 | ὑποσχέσεσι, κἂν μὴ παρ’ αὐτὸν τὸν καιρὸν εἰς ἔργον ἐκβῶσι. Θάρσος τοίνυν μέγιστον λαβὼν ἐκ τῶν παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντων ὁ δίκαιος, εἴχετο τῆς ἀποδημίας. Πῶς γὰρ οὐκ ἔμελλε θαῤῥεῖν, ἀκούσας, ὅτι Ἰδοὺ ἐγὼ μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν | |
15 | τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορεύσῃ, καὶ πληθυνῶ τὸ σπέρμα σου, καὶ ἀποστρέψω σε πάλιν εἰς τὴν γῆν ταύτην, καὶ οὐ μή σε ἐγκαταλίπω, ἕως οὗ πάντα εὐδοκήσω εἰς ἔργον ἀγαγεῖν τὰ ἐπαγγελθέντα; Ἀλλ’, ὅπερ χθὲς ἔλεγον, ἐννόει καὶ τοῦ Θεοῦ τὴν εὐμήχανον | |
20 | σοφίαν, καὶ τοῦ δικαίου τούτου τὴν πολλὴν ὑπομονὴν καὶ εὐγνωμοσύνην. Μετὰ γὰρ ταύτας τὰς ὑποσχέσεις ἀναστὰς, ὥρμησεν ἐπὶ τὴν Χαῤῥὰν, καὶ πάλιν ἀλήτου καὶ ξένου τρόπον ποιεῖται τὴν ἀποδημίαν, καὶ διὰ πάντων ἀπολαύει τῆς ἄνωθεν εὐνοίας, τοῦ φιλανθρώ‐ | |
25 | που Θεοῦ ἅπαντα αὐτῷ προοδοποιοῦντος, καὶ τὴν οἰκείαν ὑπόσχεσιν διὰ τῶν ἔργων ἐπιδεικνυμένου. Ὁ γὰρ εἰπὼν, ὅτι Μετὰ σοῦ εἰμι, διαφυλάττων σε ἐν τῇ ὁδῷ, οὗ ἐὰν πορεύσῃ, οὗτος ὡδήγησε καὶ ἤγαγε τὸν δίκαιον ἐπὶ τὸ φρέαρ τοῦ ὕδατος, ἔνθα ἐπότιζον τὰ | |
30 | ποίμνια οἱ ἐγχώριοι· παρ’ ὧν πυθόμενος τὰ περὶ τοῦ Λάβαν τοῦ ἀδελφοῦ τῆς μητρὸς αὐτοῦ, καὶ μαθὼν τὰ κατ’ αὐτὸν ἅπαντα, εἶτα καὶ τὴν τούτου θυγατέρα καὶ τὰ ποίμνια θεασάμενος, ὁρῶν τε τοὺς ἐγχωρίους οὐ δυναμένους αὐτοῖς ἀρκέσαι πρὸς τὸ μετακινῆσαι | |
35 | τὸν λίθον τοῦ φρέατος, καὶ ποτίσαι τὰ πρόβατα, ἐπι‐ δραμὼν οὗτος, ὅπερ ἐκεῖνοι ποιῆσαι οὐκ ἴσχυον, αὐτὸς ὑπὸ τῆς ἄνωθεν συμμαχίας δυναμούμενος, προ‐ φθάνει ταῖς εὐεργεσίαις τὸν Λάβαν, καὶ μετακινήσας τὸν λίθον, ποτίζει τὰ πρόβατα, ἅπερ ἔνεμεν ἡ Ῥαχήλ. | |
40 | Εἶτα ἀσπασάμενος τὴν κόρην, καὶ γνωρίσας τίς τε εἴη, καὶ πόθεν παραγέγονεν, ἔμενεν ἐφ’ ἑαυτοῦ. Ἀλλ’ ἐπειδὴ Θεὸς ἦν ὁ ἅπαντα τῷ δικαίῳ προοδοποιῶν, οὗτος καὶ τὴν κόρην διήγειρε μετὰ πολλοῦ τοῦ τάχους δραμεῖν καὶ ἀναγγεῖλαι ταῦτα τῷ πατρὶ, ὃς ἀδελφὸς | |
45 | ἐτύγχανε τῆς τούτου μητρὸς, καὶ διηγήσασθαι τήν τε εὐεργεσίαν τὴν παρ’ αὐτοῦ γενομένην εἴς τε αὐτὴν καὶ τὰ ποίμνια, καὶ ὅτι οὐ ξένος τίς ἐστιν οὐδὲ ἄγνω‐ στος, ἀλλὰ τῆς ἀδελφῆς υἱός. Σκόπει μοι, ἀγαπητὲ, τῆς θείας Γραφῆς τὴν ἀκρί‐ | |
54.480(50) | βειαν, ὅπως ἡμῖν ἅπαντα σαφῶς διηγεῖται, παι‐ δεύουσα ἡμᾶς τῶν παλαιῶν τοὺς τρόπους, καὶ ὅσην ἐπεδείκνυντο τὴν προθυμίαν περὶ τὴν φιλοξενίαν. Ἵνα γὰρ δείξῃ καὶ τῆς κόρης τὸ πρόθυμον, οὐχ ἁπλῶς εἶπεν, ὅτι Ἀπῆλθε, καὶ ἀπήγγειλε τὰ γεγενημένα, | |
55 | ἀλλὰ Δραμοῦσα, ἀντὶ τοῦ, μετὰ πολλῆς τῆς περιχα‐ ρείας. Εἶτα καὶ περὶ τοῦ Λάβαν, ὃς πατὴρ αὐτῆς ἐτύγχανε, φησὶν, ὅτι ταῦτα ἀκούσας παρὰ τῆς κό‐ ρης, ἔδραμε καὶ αὐτὸς εἰς συνάντησιν τοῦ Ἰακὼβ, καὶ ἀσπασάμενος αὐτὸν εἰσήγαγεν εἰς τὸν οἶκον | |
60 | αὐτοῦ. βʹ. Καὶ μαθὼν ὁ Λάβαν ἅπαντα παρ’ αὐτοῦ μετ’ ἀκριβείας, Εἶπε, φησὶν, αὐτῷ· Ἐκ τῶν ὀστέων μου | |
καὶ ἐκ τῶν σαρκῶν μου εἶ σύ. Τῆς ἀδελφῆς, φησὶ, | ||
54.481 | τῆς ἐμῆς τυγχάνων υἱὸς, οὐδὲν ἕτερον, ἢ σὰρξ ἡμῶν τυγχάνεις, καὶ ἀδελφὸς ἡμέτερος. Καὶ ἦν μετ’ αὐτοῦ, φησὶ, μῆνα ἡμερῶν. Λοιπὸν ὡς ἐν οἰκίᾳ ἰδίᾳ, οὕτω διῆγεν ὁ δίκαιος, ἐν ἀδείᾳ τυγχάνων καὶ πάσης ἀπηλ‐ | |
5 | λαγμένος φροντίδος. Ἀλλ’ ἐπειδὴ Θεὸς ἦν ὁ τὰ πάντα πρὸς τὸ συμφέρον οἰκονομῶν τῷ δικαίῳ τούτῳ, καὶ ἐν ἅπασιν αὐτῷ τὴν παρ’ ἑαυτοῦ συνεργίαν χαριζόμενος, οὗτος καὶ τοῦ Λάβαν τὴν προθυμίαν διήγειρε, καὶ ὁρῶν τοῦ ἀνδρὸς τὴν ἐπιείκειαν, φησὶ πρὸς αὐτόν· | |
10 | Ὅτι γὰρ ἀδελφός μου εἶ σὺ, οὐ δουλεύσεις μοι δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστίν. Ὅρα πῶς μὲν αὐτὸς ἐπεζήτησεν οὐδὲν, ὁ δὲ Λάβαν μόνον ἀφ’ ἑαυτοῦ τοῦτο προτίθησι τῷ δικαίῳ. Καὶ σκόπει μοι πῶς, ἐπειδὰν ὑπὸ τῆς ἄνωθεν χειρός | |
15 | τις βοηθῆται, πάντα αὐτῷ κατὰ ῥοῦν πρόεισιν. Οὐ δουλεύσεις μοι, φησὶ, δωρεάν· ἀπάγγειλόν μοι, τίς ὁ μισθός σου ἐστί. Καίτοι ἀγαπητῶς εἶχεν ὁ μακάριος οὗτος, καὶ τὸ ἁπλῶς τῆς ἐφημέρου τροφῆς ἀπολαύειν, καὶ πολλὴν καὶ ὑπὲρ τούτου ἤθελεν αὐτῷ | |
20 | χάριν ἔχειν· ἀλλ’ ἐπειδὴ αὐτὸς πολλὴν τὴν ἐπιείκειαν ἐπεδείξατο, προλαβὼν ὁ Λάβαν μισθὸν αὐτῷ τελέσειν ὑπισχνεῖται, ὃν ἂν αὐτὸς προθῇ. Τί οὖν ὁ δίκαιος; Ὅρα μοι καὶ ἐνταῦθα τῆς συνέσεως αὐτοῦ τὴν ὑπερ‐ βολὴν, καὶ πῶς οὐδεμίαν ἔχει περὶ χρημάτων συλλο‐ | |
25 | γὴν ἐπιθυμίαν, οὐδὲ καθάπερ μισθωτός τις ἀκριβο‐ λογεῖται πρὸς τὸν Λάβαν, καὶ ἕτερόν τι ἀπαιτεῖ, ἀλλὰ μεμνημένος τῆς μητρὸς καὶ τῶν ἐντολῶν τοῦ πατρὸς, καὶ τῆς οἰκείας σωφροσύνης δεικνὺς τὴν ὑπερβολὴν, φησὶ πρὸς τὸν Λάβαν· Δουλεύσω σοι ἑπτὰ ἔτη περὶ | |
30 | Ῥαχὴλ τῆς θυγατρός σου τῆς νεωτέρας. Ταύτην γὰρ ἐξ ἀρχῆς θεασάμενος ἐπὶ τοῦ φρέατος, ἠγάπησα. Καὶ ὅρα εὐγνωμοσύνην ἀνδρός. Ἑαυτῷ καὶ τὸν χρό‐ νον ὁρίζει, καὶ διὰ τοῦ χρόνου τῶν ἐτῶν ἱκανὴν βάσα‐ νον τῆς οἰκείας σωφροσύνης παρέχει. Καὶ τί θαυμά‐ | |
35 | ζεις, ἀγαπητὲ, ἀκούων ὅτι ἑπτὰ ἔτη δουλεύειν ὑπ‐ έσχετο ὑπὲρ τῆς ἀγαπωμένης κόρης; Ἵνα γὰρ δείξῃ ἡ θεία Γραφὴ, ὅπως ὁ πόθος ὁ πολὺς ἐπετέμετο καὶ τὸν κάματον αὐτῷ καὶ τοῦ χρόνου τὸ μῆκος, φησί· Καὶ ἐδούλευσεν Ἰακὼβ περὶ Ῥαχὴλ ἑπτὰ ἔτη, | |
40 | καὶ ἦσαν ἐναντίον αὐτοῦ ὡς ἡμέραι ὀλίγαι, παρὰ τὸ ἀγαπᾷν αὐτὸν αὐτήν. Ὁ τῶν ἑπτὰ, φησὶν, ἐτῶν ἀριθμὸς ὀλίγαι ἡμέραι ἐνομίζοντο διὰ τὴν ἀγάπην τὴν ὑπερβάλλουσαν τὴν περὶ τὴν κόρην. Ὅταν γὰρ τρωθῇ τις τῷ πόθῳ τῆς ἀγάπης, οὐδὲν ὁρᾷ τῶν δυσ‐ | |
45 | χερῶν, ἀλλ’ ἅπερ ἂν ᾖ κινδύνων μεστὰ, καὶ πολλῆς ἑτέρας ταλαιπωρίας, πάντα κούφως φέρει, πρὸς ἓν ὁρῶν μόνον, ὥστε τὸν οἰκεῖον ἀποπληρῶσαι πόθον. Ἀκούωμεν οἱ ῥᾴθυμοι καὶ ἀναπεπτωκότες, οἱ πολ‐ λὴν περὶ τὸν Δεσπότην ἀγνωμοσύνην ἐπιδεικνύμενοι. | |
54.481(50) | Εἰ γὰρ ὁ δίκαιος οὗτος διὰ τὸν τῆς κόρης πόθον ἑπτὰ ἐτῶν ἀριθμὸν δουλεῦσαι κατεδέξατο, καὶ τὴν ἀπὸ τῆς ποιμενικῆς ταλαιπωρίαν ὑπομεῖναι, καὶ οὐδὲ αἴσθη‐ σιν ἐλάμβανεν οὐ τῶν πόνων, οὐ τοῦ μήκους τοῦ χρό‐ νου, ἀλλὰ πάντα αὐτῷ κοῦφα καὶ ῥᾴδια ἐφαίνετο, καὶ | |
55 | τῇ προσδοκίᾳ τῆς ἀπολαύσεως τρεφόμενος, ὡς ἡμέρας ὀλίγας τὸν πολὺν ἐκεῖνον εἶναι χρόνον ἐνόμιζε· ποίαν ἡμεῖς ἕξομεν ἀπολογίαν μηδὲ τὸν ὅμοιον πόθον περὶ τὸν Δεσπότην τὸν ἡμέτερον, τὸν εὐεργέτην, τὸν κηδε‐ μόνα, τὸν πάντα ἡμῖν γινόμενον ἐπιδεικνύμενοι; | |
60 | Ἀλλ’ ἂν μὲν βιωτικὸν κέρδος πρόκειται, πάντα προ‐ θύμως ὑπομένειν αἱρούμεθα, κἂν κάματον ἔχῃ, κἂν ἄλλην τινὰ ταλαιπωρίαν, κἂν αἰσχύνην, κἂν κόλασιν τὴν ἐν τῷ παρόντι, τὴν ἐν τῷ μέλλοντι· διὰ δὲ τὴν ἡμετέραν σωτηρίαν, καὶ ὑπὲρ τοῦ τὴν ἄνωθεν ἐπι‐ | |
65 | σπάσασθαι ῥοπὴν, χαῦνοι καὶ ἀναπεπτωκότες καὶ δια‐ | Column end |
54.482 | λελυμένοι φαινόμεθα. Καὶ ποία ἡμῖν ἔσται συγγνώμη, τίς δὲ ἀπολογία οὕτω ῥᾳθύμως διακειμένοις, καὶ οὐδὲ ὅσον ὁ μακάριος οὗτος περὶ κόρην τὸν πόθον ἐπεδεί‐ ξατο, τοσαύτην ἀγάπην περὶ τὸν Θεὸν ἐπιδείξασθαι | |
5 | βουλομένοις, καὶ ταῦτα τοσαύτας ἔχοντες ἀριθμεῖν εὐεργεσίας εἰς ἡμᾶς γεγενημένας, καὶ καθ’ ἑκάστην ἡμέραν γινομένας; Ἀλλ’ εἰ καὶ ἡμεῖς οὕτως ἀγνώμονες, ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως, ὁ τοσοῦτον ζέων τῷ πνεύματι, καὶ πεπυρωμένος εἰς τὸν περὶ τὸν | |
10 | Θεὸν πόθον, ὡς ἐκεῖνα τὰ τῆς ψυχῆς αὐτοῦ ἄξια φθέγ‐ ξασθαι ῥήματα καὶ ἀναβοῆσαι, καὶ εἰπεῖν· Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; Ὅρα λέ‐ ξεως ἔμφασιν· ὅρα πόθου τυραννικοῦ μανίαν· ὅρα ἀγάπην πεπυρωμένην. Τίς ἡμᾶς χωρίσει; Τί, φησὶν, | |
15 | ἐστὶν, ὃ δύναται τῆς ἀγάπης ἡμᾶς ἀποστερῆσαι τῆς πρὸς τὸν Θεόν; τί τῶν ὁρωμένων, τί τῶν μὴ ὁρωμέ‐ νων; γʹ. Εἶτα βουλόμενος καὶ κατ’ εἶδος ἅπαντα ἀπαρι‐ θμήσασθαι, καὶ πᾶσιν ἡμῖν κατάδηλον ποιήσασθαι τὸν | |
20 | πόθον τὸν ἀκάθεκτον, ὃν περὶ τὸν Δεσπότην ἐκέκτητο, ἐπήγαγε λέγων· Θλίψις, ἢ στενοχωρία, ἢ λιμὸς, ἢ διωγμὸς, ἢ γυμνότης, ἢ κίνδυνος, ἢ μάχαιρα; Ὢ ψυχῆς μαινομένης μανίαν σωφροσύνης μητέρα! Τί, φησὶ, τῶν ἐπαγομένων ἡμῖν δυνήσεται ἡμᾶς ἀπο‐ | |
25 | στῆσαι τῆς πρὸς τὸν Θεὸν ἀγάπης; Αἱ θλίψεις αἱ καθημεριναί; Οὐδαμῶς. Ἀλλ’ αἱ στενοχωρίαι; Οὐδὲ αὗται. Ἀλλ’ οἱ διωγμοί; Οὐδ’ ὅλως. Ἀλλὰ τί; λιμός; Οὐδὲ τοῦτο. Ἀλλὰ κίνδυνοι; Καὶ τί λέγω λιμὸν καὶ γυμνότητα καὶ κινδύνους; ἀλλὰ μάχαιρα; Αὐτὸς, | |
30 | φησὶν, ὁ θάνατος ἐπαγόμενος τοῦτο ἰσχῦσαι οὐ δυνή‐ σεται· ἀμήχανον γὰρ καὶ πάντα ἀδύνατον. Οὐδεὶς ἕτερος οὕτως ἀγαπῆσαι κατηξιώθη τὸν Δεσπότην, ὡς ἡ μακαρία αὕτη ψυχή. Καθάπερ γὰρ ἀπαλλαγεὶς τοῦ σώματος, καὶ μετάρσιος, ὡς εἰπεῖν, γεγονὼς, καὶ οὐδὲ | |
35 | ἐπὶ τῆς γῆς βαδίζειν νομίζων, οὕτως ἅπαντα φθέγγε‐ ται. Ὁ γὰρ περὶ τὸν Θεὸν πόθος, καὶ ἡ πεπυρωμένη ἀγάπη μετέστησεν αὐτοῦ τὸν λογισμὸν ἀπὸ τῶν αἰσθη‐ τῶν ἐπὶ τὰ νοητὰ, καὶ ἀπὸ τῶν παρόντων ἐπὶ τὰ μέλλοντα, καὶ ἀπὸ τῶν βλεπομένων ἐπὶ τὰ μὴ ὁρώ‐ | |
40 | μενα. Τοιοῦτον γὰρ ἡ πίστις, καὶ ἡ περὶ τὸν Θεὸν ἀγάπη. Καὶ ἵνα μάθῃς αὐτοῦ τὴν πολλὴν εὐγνωμοσύ‐ νην, ὅρα τὸν οὕτως ἀγαπῶντα τὸν Δεσπότην, καὶ ἐκ‐ καιόμενον εἰς τὸν περὶ αὐτὸν πόθον, ἐλαυνόμενον, διωκόμενον, μαστιζόμενον, μυρία δεινὰ ὑπομένοντα, | |
45 | καὶ λέγοντα· Ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰου‐ δαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον· τρὶς ἐῤῥαβδίσθην· ἅπαξ ἐλιθάσθην· νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα, ὁδοιπορίαις πολλάκις, κιν‐ | |
54.482(50) | δύνοις ποταμῶν, κινδύνοις ἐν ψευδαδέλφοις, ἐν κόπῳ καὶ μόχθῳ· καὶ τοσαῦτα πάσχων ἔχαιρε καὶ ἠγαλλιᾶτο. ᾜδει γὰρ καὶ ἐπεπληροφόρητο, ὅτι οἱ πρὸς τὸ παρὸν πόνοι τῶν μεγίστων αὐτῷ βραβείων πρόξενοι γίνονται, καὶ οἱ κίνδυνοι στεφάνους ἔτικτον. | |
55 | Εἰ γὰρ ὁ Ἰακὼβ διὰ τὸν περὶ τὴν Ῥαχὴλ πόθον ὡς ἡμέρας ὀλίγας τῶν ἑπτὰ ἐτῶν τὸν ἀριθμὸν ἐνόμιζε, πολλῷ μᾶλλον ὁ μακάριος οὗτος οὐδὲν ἅπαντα ἡγεῖτο, πυρωθεὶς ἅπαξ τῷ περὶ τὸν Θεὸν πόθῳ, καὶ διὰ τὸν ἀγαπώμενον Χριστὸν ἅπαντα ὑπομένων. Σπουδάσω‐ | |
60 | μεν τοίνυν, παρακαλῶ, καὶ ἡμεῖς ἀγαπῆσαι τὸν Χρι‐ στόν. Οὐδὲν γὰρ ἕτερον, φησὶν, ὁ Χριστὸς ζητεῖ παρὰ | |
σοῦ, ἢ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης τῆς καρδίας, | ||
54.483 | καὶ ποιεῖν τὰς ἐντολὰς αὐτοῦ. Ὁ γὰρ ἀγαπῶν αὐτὸν καθ’ ὃν δεῖ τρόπον ἀγαπᾷν, δηλονότι καὶ τὰς αὐτοῦ ἐπείγεται ἐντολὰς ποιεῖν. Ὅταν γάρ τις περί τινα γνησίως διάκειται, πάντα πράττειν σπουδάζει, ἃ τὸν | |
5 | ἀγαπώμενον ἐφέλκεσθαι δύναται εἰς τὸν περὶ αὐτὸν πόθον. Καὶ ἡμεῖς τοίνυν, ἐὰν ἀγαπήσωμεν γνησίως τὸν Δεσπότην, καὶ τὰς ἐντολὰς αὐτοῦ πληρῶσαι δυ‐ νησόμεθα, καὶ μηδὲν πράττειν ἐκείνων τῶν παροξῦ‐ ναι δυναμένων τὸν ἀγαπώμενον. Τοῦτο ἡ βασιλεία | |
10 | τῶν οὐρανῶν, τοῦτο ἡ ἀπόλαυσις τῶν ἀγαθῶν, τοῦτο τὰ μυρία ἀγαθὰ, τὸ καταξιωθῆναι γνησίως καὶ καθ’ ὃν χρὴ δὴ τρόπον ἀγαπᾷν· ἀγαπήσομεν δὲ αὐτὸν γνη‐ σίως, ἐὰν διὰ τὴν περὶ αὐτὸν ἀγάπην, καὶ περὶ τοὺς ὁμοδούλους πολλὴν ἐπιδειξώμεθα τὴν ἀγάπην. Ἐν | |
15 | ταύταις γὰρ, φησὶ, ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος καὶ οἱ προφῆται κρέμανται, ἐν τῷ ἀγαπῆσαι Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ τὸν πλησίον σου ὡς σεαυτόν. Τοῦτο τῶν ἀρετῶν | |
20 | τὸ κεφάλαιον, τοῦτο πασῶν τῶν τοῦ Θεοῦ ἐντολῶν ὁ θεμέλιος. Τῇ γὰρ ἀγάπῃ τῇ περὶ τὸν Θεὸν συνεισέρ‐ χεται καὶ ἡ περὶ τὸν πλησίον ἀγάπη. Ὁ γὰρ ἀγαπῶν τὸν Θεὸν οὐ περιόψεται τὸν ἀδελφὸν, οὐδὲ τὰ χρή‐ ματα τοῦ οἰκείου μέλους προτιμήσει, ἀλλὰ πολλὴν | |
25 | περὶ αὐτὸν ἐπιδείξεται τὴν φιλοτιμίαν, μεμνημένος τοῦ εἰρηκότος, ὅτι Ὁ ποιήσας ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποίησε. Καὶ ἐννοῶν, ὅτι διὰ τῆς εἰς τὸν ὁμόδουλον θεραπείας αὐτός ἐστιν ὁ τὰ γινόμενα οἰκειούμενος ὁ τῶν ἁπάντων Δε‐ | |
30 | σπότης, μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα ἐργάσε‐ ται, καὶ πολλὴν τὴν δαψίλειαν περὶ τὴν ἐλεημοσύνην ἐπιδείξεται, οὐ πρὸς τὴν εὐτέλειαν ὁρῶν τοῦ φαινο‐ μένου, ἀλλὰ πρὸς τὸ μέγεθος τοῦ οἰκειοῦσθαι ἐπαγ‐ γειλαμένου τὰ εἰς τοὺς πένητας γινόμενα. Μὴ δὴ πα‐ | |
35 | ρατρέχωμεν ἁπλῶς, παρακαλῶ, τὸ κέρδος τῶν ἡμε‐ τέρων ψυχῶν, τὸ φάρμακον τῶν ἡμετέρων τραυμάτων. Τοῦτο γὰρ, τοῦτο μάλιστα τὸ φάρμακον τοσαύτην ἡμῖν παρέξει τὴν θεραπείαν, καὶ οὕτως ἀφανίσει τὰ ἕλκη τῶν ἡμετέρων ψυχῶν, ὡς μηδὲ ἴχνος μηδὲ | |
40 | οὐλὴν καταλειφθῆναι· ὅπερ ἐπὶ τῶν σωματικῶν τραυ‐ μάτων οὐχ οἷόν τε γενέσθαι. Κἂν γὰρ μυριάκις τις τὰ φάρμακα τῷ οἰκείῳ τραύματι ἐπιθῇ τὰ παρὰ τῶν ἰατρῶν κατασκευαζόμενα, ἀνάγκη τὴν οὐλὴν ἐν τῷ σώματι ἐναπομένειν· καὶ εἰκότως· σῶμα γάρ ἐστι τὸ | |
45 | θεραπευόμενον. Ἐνταῦθα δὲ ἐπειδὴ ψυχή ἐστιν ἡ θε‐ ραπευομένη, ἐπειδὰν τὴν οἰκείαν εὐγνωμοσύνην ἐπι‐ δείξηται, πολλὴν δέχεται τὴν ἐπὶ τὸ βέλτιον μεταβο‐ λὴν, καὶ οὕτως ἅπαντα φυγαδεύεται τὰ ἕλκη, ὡς ἂν κονιορτὸς, ἀνέμου σφοδροῦ διεγερθέντος. Καὶ τούτων | |
54.483(50) | ἁπάντων τῶν ὑποδειγμάτων ὑπερπλήρεις ἡμῖν αἱ Γραφαί. Οὕτως ὁ μακάριος Παῦλος ἀπόστολος γέγονεν ἀπὸ διώκτου, καὶ ὁ πρότερον πορθῶν τὴν Ἐκκλησίαν, ὕστερον αὐτὸς αὐτῆς γέγονε νυμφαγωγός. δʹ. Εἶδες ἄκραν τὴν μεταβολήν; εἶδες ἄφατον τὴν | |
55 | μετάστασιν; Οὕτω καὶ ὁ λῃστὴς μυρίους ἐργασάμενος φόνους, ἐν μιᾷ καιροῦ ῥοπῇ διὰ τῶν ὀλίγων ἐκείνων ῥημάτων οὕτως ἅπαντα ἀπενίψατο τὰ ἁμαρτήματα, ὡς ἀκοῦσαι παρὰ τοῦ Δεσπότου, ὅτι Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ. Οὕτω καὶ ὁ τελώ‐ | |
60 | νης, στῆθος πλήξας, καὶ τὰ οἰκεῖα ἁμαρτήματα ὁμο‐ λογήσας, κατῆλθε δεδικαιωμένος ὑπὲρ τὸν Φαρισαῖον. Ἀλλὰ τούτων μὲν ἕκαστος ψυχῆς εὐγνωμοσύνην ἐπι‐ δειξάμενος, καὶ τὰ πρότερα ὁμολογήσας πταίσματα. οὕτω τῆς συγχωρήσεως ἀπήλαυσεν. Ἴδωμεν δὲ ταύτης | |
65 | τῆς ἐντολῆς τὴν ἰσχὺν, καὶ ὅσην περιουσίας δύναμιν | |
κέκτηται ἡ δαψιλὴς ἐλεημοσύνη, ἵνα μαθόντες τὸ ἐξ | Column end | |
54.484 | αὐτῆς ἡμῖν ἐγγινόμενον κέρδος, προθύμως αὐτὴν μετέλθωμεν. Τάχα γὰρ τοσαύτη αὐτῆς ἡ περιουσία, ὡς μὴ μόνον ἁμαρτήματα ἐκκαθαίρειν, ἀλλὰ καὶ αὐ‐ τὸν τὸν θάνατον φυγαδεύειν. Καὶ λέγω τὸν τρόπον. | |
5 | Καὶ τίς, φησὶν, ἐλεημοσύνην ἐπιδειξάμενος, τοῦ θα‐ νάτου κρείττων γέγονε; Καὶ μὴν ἅπαντας ὁρῶμεν ὑπὸ τὴν τυραννίδα τοῦ θανάτου γινομένους. Μὴ θορυ‐ βηθῇς, ἀγαπητὲ, ἀλλὰ μάθε δι’ αὐτῶν τῶν πραγμά‐ των, ὅπως ἡ τῆς ἐλεημοσύνης δύναμις ἐνίκησε καὶ | |
10 | τούτου τὴν τυραννίδα. Ταβιθά τις ἐγένετο γυνὴ, ἥτις διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἔργον ἐποιεῖτο καθ’ ἑκάστην ἡμέραν τὴν ἀπὸ τῆς ἐλεημοσύνης εὐπο‐ ρίαν συλλέγειν ἑαυτῇ· καὶ ἐνεδίδυσκε, φησὶ, τὰς χή‐ ρας, καὶ τὴν ἄλλην ἅπασαν εὐπορίαν αὐταῖς παρεῖχεν. | |
15 | Ἐγένετο δὲ ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Ἀλλὰ βλέπε μοι ἐνταῦθα, ἀγαπητὲ, πῶς αἱ τῆς θεραπείας ἀπολαύουσαι, καὶ τὰ σώματα σκεπόμεναι ἀπ’ αὐτῆς, ἐν καιρῷ τὴν εὐεργέτιν ἀμειβόμεναι, περιεστῶσαι τὸν ἀπόστολον, ἐπεδείκνυον, φησὶ, τὰ ἱμάτια, καὶ ὅσα | |
20 | ἐποίει μετ’ αὐτῶν οὖσα ἡ Δορκὰς, καὶ τὴν τροφὸν ἐπεζήτουν, καὶ δάκρυα ἴσως προσέχεον, καὶ εἰς πολὺν οἶκτον τὸν Ἀπόστολον ἐφείλκοντο. Τί οὖν ὁ μακάριος Πέτρος; Τὰ γόνατα θεὶς, φησὶ, προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπε· Ταβιθὰ, ἀνά‐ | |
25 | στηθι. Ἡ δὲ ἤνοιξε τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισε. Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτὴν, καὶ φωνήσας τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν. Εἶδες δύναμιν τοῦ ἀποστόλου, μᾶλλον δὲ τοῦ ἐνεργοῦντος | |
30 | ἐν αὐτῷ Δεσπότου; εἶδες ὅση τῆς εἰς τὰς χήρας εὐ‐ ποιίας ἀμοιβὴ καὶ ἐν τῷ παρόντι καιρῷ γέγονε; Τί γὰρ τοσοῦτον, εἰπέ μοι, παρέσχεν αὕτη ταῖς χήραις, ὅσον αὗται αὐτὴν ἠμείψαντο; Ἱμάτια παρέσχε καὶ τροφὰς αὐταῖς, ἀλλ’ αὗται πρὸς ζωὴν αὐτὴν ἐπανήγα‐ | |
35 | γον, καὶ τὸν θάνατον ἐξ αὐτῆς δραπετεῦσαι ἐποίησαν· μᾶλλον δὲ οὐχ αὗται, ἀλλὰ διὰ τὴν εἰς ταύτας θερα‐ πείαν ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. Εἴδετε φαρμά‐ κου δύναμιν, ἀγαπητοί; Τοῦτο πάντες ἑαυτοῖς κατα‐ σκευάσωμεν· οὐδὲ γὰρ πολυτελές ἐστι, καίτοι γε | |
40 | τοσαύτην ἔχον τὴν δύναμιν, ἀλλὰ καὶ σφόδρα εὔωνον, καὶ οὔτε δαπάνης δεῖται πολλῆς. Τὸ γὰρ τῆς ἐλεημο‐ σύνης μέγεθος οὐκ ἐν τῷ πλήθει τῶν χρημάτων κρί‐ νεται, ἀλλ’ ἐν τῇ προθυμίᾳ τῶν διδόντων. Διὰ τοῦτο καὶ ὁ ποτήριον ψυχροῦ δοὺς ἀπόδεκτος γέγονε, καὶ ἡ | |
45 | τὰ δύο λεπτὰ καταβαλοῦσα, ἵνα μάθωμεν ὅτι παντα‐ χοῦ γνώμην ὀρθὴν ἐπιζητεῖ ὁ τῶν ἁπάντων Δεσπό‐ της. Ἔστι πολλάκις καὶ ὀλίγα ἔχοντα πολλὴν τὴν δαψίλειαν τῆς ἐλεημοσύνης ἐπιδείξασθαι, ὅταν ᾖ ἡ προθυμία ἐῤῥωμένη· καὶ πάλιν τὸ ἐναντίον, ἔστι | |
54.484(50) | καὶ πολλὰ κεκτημένον ἐλάττονα ὀφθῆναι τῶν ὀλίγα ἐχόντων διὰ τὴν τῆς ἰδίας γνώμης μικρολογίαν. Ἐκχέωμεν οὖν, παρακαλῶ, τὰ ὄντα εἰς τοὺς ἐν χρείᾳ ὄντας μετὰ δαψιλοῦς γνώμης, ἐξ ὧν ὁ Δεσπότης ἡμῖν κεχάρισται, καὶ αὐτὰ τὰ παρ’ αὐτοῦ ἡμῖν δο‐ | |
55 | θέντα αὐτῷ πάλιν ἡμεῖς δῶμεν, ἵνα οὕτω πάλιν μετὰ πολλῆς προσθήκης ἡμέτερα γένηται. Τοσαύτη γὰρ αὐτοῦ ἡ φιλοτιμία, ὅτι καὶ ἀφ’ ὧν ἔδωκε λαμβάνων, οὐχ ἡγεῖται τὰ ἴδια λαμβάνειν, ἀλλὰ μετὰ πολλῆς ἡμῖν αὐτὰ τῆς φιλοτιμίας ἀποδιδόναι ὑπισχνεῖται· | |
60 | μόνον ἐὰν ἡμεῖς τὰ παρ’ ἑαυτῶν ἐπιδείξασθαι βουλη‐ θῶμεν, καὶ καθάπερ τῇ τοῦ Θεοῦ χειρὶ ταῦτα παρα‐ κατατιθέμενοι, οὕτως αὐτὰ τοῖς πένησι χορηγῶμεν, εἰδότες ὅτι ἅπερ ἂν ἡ χεὶρ ἐκείνη δέξηται, οὐκ ἐκεῖνα μόνον ἀποδίδωσιν, ἀλλὰ καὶ πολυπλασίονα τὰ δοθέντα | |
65 | οὗτος ἡμῖν αὐτὰ πάλιν χαρίζεται, τὴν οἰκείαν φιλο‐ τιμίαν διὰ πάντων ἐπιδεικνύμενος. Καὶ τί λέγω, ὅτι | |
αὐτὰ πάλιν πολυπλασιάζει; Ἡ χεὶρ ἐκείνη δίδωσιν | ||
54.485 | οὐκ αὐτὰ μόνον, ἀλλὰ μετὰ τούτων καὶ τὴν βασιλείαν τῶν οὐρανῶν δωρεῖται, καὶ ἀνακηρύττει καὶ στεφανοῖ, καὶ τὰ μυρία ἀγαθὰ χαρίζεται, ἐὰν ἐκ τῶν παρ’ αὐτοῦ δοθέντων μικρόν τι εἰσενεγκεῖν βουληθῶμεν. | |
5 | Μὴ γὰρ βαρύ τι καὶ ἐπαχθὲς παρ’ ἡμῶν αἰτεῖ; Τὰ περιττὰ τῆς χρείας βούλεται ἀναγκαῖα ἡμᾶς ποιήσα‐ σθαι, καὶ ἅπερ εἰκῆ καὶ μάτην ἐν τοῖς ταμιείοις ἐν‐ απόκειται, ταῦτα βούλεται ὑφ’ ἡμῶν αὐτῶν καλῶς διανεμηθῆναι, ἵνα ἀφορμὴν λαβὼν ἐντεῦθεν, λαμπρῶς | |
10 | ἡμᾶς στεφανώσῃ. Σπεύδει γὰρ καὶ ἐπείγεται, καὶ πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε ἀξιῶσαι ἡμᾶς ὧν καὶ ἐπηγγείλατο. εʹ. Μὴ τοίνυν ἑαυτοὺς ἀποστερήσωμεν, παρακαλῶ, τῶν τοσούτων ἀγαθῶν. Εἰ γὰρ οἱ περὶ τὴν γῆν πο‐ | |
15 | νούμενοι καὶ ταλαιπωροῦντες, τὰς ἑαυτῶν ἀποθήκας κενοῦντες, εἰς τὴν γῆν καταβάλλουσι τὰ σπέρματα, καὶ τὰ πάλαι συνηγμένα σκορπίζουσι, καὶ μεθ’ ἡδο‐ νῆς τοῦτο ποιοῦσι, τῇ ἐλπίδι τοῦ πλείονος ἑαυτοὺς παραμυθούμενοι, καὶ ταῦτα εἰδότες ὡς καὶ ἀέρων | |
20 | ἀνωμαλίαι πολλάκις, καὶ γῆς ἀκαρπία, καὶ ἕτεραι πολλαὶ περιστάσεις, ἢ ἀκρίδων στρατόπεδον, ἢ ἐρυσίβης ἡ ἔφοδος τῆς προσδοκίας διαμαρτεῖν ἐποίησε, καὶ ὅμως ταῖς χρησταῖς ἐλπίσιν ἑαυτοὺς τρέφοντες, τὰ ἐν τοῖς ταμιείοις συνηγμένα τῇ γῇ παρακατατί‐ | |
25 | θενται· πολλῷ μᾶλλον ἡμᾶς τὰ ἁπλῶς ἀποκείμενα σκορπίζειν εἰς τὴν τῶν πενήτων διατροφὴν προσῆκεν, ἔνθα οὐκ ἔνι ποτὲ διαμαρτεῖν τοῦ τέλους, οὐδὲ δεῖσαι τὴν ἀποτυχίαν τὴν ἐπὶ τῆς γῆς γινομένην. Ἐσκόρ‐ πισε γὰρ, φησὶν, ἔδωκε τοῖς πένησιν. Ἀλλ’ ἄκουε | |
30 | καὶ τῶν ἑξῆς· Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὢ θαυμασίου σκορπισμοῦ! Ἐν βραχεῖ τῷ χρόνῳ τὴν διανομὴν ἐποιήσατο, καὶ ἐν διηνεκεῖ τῷ αἰῶνι ἡ δικαιοσύνη αὐτοῦ διαμένει. Τί τούτου μακαριστότερον γένοιτ’ ἄν ποτε; Διὰ τοῦτο, | |
35 | παρακαλῶ, τὴν διὰ τῆς ἐλεημοσύνης δικαιοσύνην ἑαυτοῖς ἐπισπασώμεθα, ἵν’ ᾖ καὶ περὶ ἡμῶν τοῦτο λέγεσθαι ἄξιον, ὅτι Ἐσκόρπισαν, ἔδωκαν τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτῶν μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐπειδὴ γὰρ εἶπεν, Ἐσκόρπισεν, ἔδωκεν, ἵνα μὴ | |
40 | νομίσῃς ὅτι τὰ σκορπισθέντα ἀπώλετο, διὰ τοῦτο ταχέως ἐπήγαγεν, Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐκείνων, φησὶ, τῶν σκορ‐ πισθέντων ἡ δικαιοσύνη ἀνάλωτος μένῃ, παντὶ τῷ αἰῶνι παρεκτεινομένη καὶ μηδέποτε πέρας λαμβά‐ | |
45 | νουσα. Καὶ μετὰ τῆς ἐλεημοσύνης καὶ τῆς ἄλλης ἀρετῆς πολλὴν τὴν ἐπιμέλειαν ποιησώμεθα, καὶ τὰ πάθη τῆς σαρκὸς καταστέλλωμεν, καὶ ἐξορίσωμεν ἐκ τῆς ἑαυτῶν ψυχῆς πᾶσαν ἐπιθυμίαν ἄτοπον, πάντα πονηρὸν λογισμὸν, ὀργὴν, θυμὸν, βασκανίαν, καὶ τὴν | |
54.485(50) | εὐμορφίαν τῆς ψυχῆς διὰ πάντων καλλωπίζωμεν, ἵνα φαιδρὸν αὐτῆς καὶ λαμπρὸν τὸ κάλλος κατασκευά‐ σαντες ἐπισπασώμεθα ἑαυτοῖς τὸν τῶν οὐρανῶν Δε‐ σπότην, καὶ μονὴν παρ’ ἡμῖν καταξιώσῃ ποιῆσαι. Ἔνθα γὰρ ἂν ἴδῃ ψυχῆς εὐμορφίαν, εὐθέως ἐκεῖ | |
55 | ἐφίπταται. Αὐτὸς γὰρ εἴρηκεν, ὅτι Ἐπὶ τίνα ἐπιβλέ‐ ψω, ἀλλ’ ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τα‐ πεινὸν, καὶ τρέμοντά μου τοὺς λόγους; Εἶδες πῶς ἡμᾶς ἐδίδαξεν ἅπαντα τὰ πνευματικὰ χρώματα τὰ δυνάμενα τῆς ψυχῆς τὴν εὐμορφίαν φαιδρὰν ἀπερ‐ | |
60 | γάσασθαι; Ἐπὶ τὸν πρᾶον, φησὶ, καὶ ἡσύχιον, καὶ ταπεινόν. Εἶτα τὸ πάντων κατασκευαστικὸν ἐπήγαγε, Καὶ τρέμοντά μου τοὺς λόγους. Τί ἐστι | |
τὸ, Καὶ τρέμοντά μου τοὺς λόγους; Τὴν ὑπακοὴν | Column end | |
54.486 | τῶν τοῦ Θεοῦ προσταγμάτων δι’ αὐτῶν τῶν ἔργων πληροῦντα, καθάπερ καὶ ἀλλαχοῦ φησι· Μακάριος ὃς καταπτήσσει πάντα δι’ εὐλάβειαν. Εἰ γὰρ ἡμεῖς, ἐπειδὰν ἴδωμεν οἰκέτην ἡμέτερον μετ’ ἐπι‐ | |
5 | μελείας πολλῆς τὰ ἐπιτάγματα πληροῦντα τὰ ἡμέ‐ τερα, καὶ πολλοῦ τοῦ φόβου καὶ τοῦ τρόμου, πλείονα τὴν παρ’ ἑαυτῶν εὔνοιαν καὶ συμπάθειαν εἰς αὐτὸν ἐπιδεικνύμεθα· πολλῷ μᾶλλον ἂν ὁ ἀγαθὸς Δεσπότης εἰς ἡμᾶς τοῦτο ἐπιδείξηται. Διὰ τοῦτο τοίνυν ἔλεγεν· | |
10 | Ἐπ’ ἐκεῖνον ἐπιβλέψω τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους. Τρέμωμεν τοίνυν, παρακαλῶ, καὶ μετὰ πολλοῦ φόβου πληρῶμεν αὐτοῦ τοὺς λόγους· αὐτοῦ γάρ εἰσι λόγοι τὰ παρ’ αὐτοῦ ἡμῖν δοθέντα προστάγματα· καὶ μαθόντες τίσιν | |
15 | ἀρέσκεται, καὶ τίνα προσίεται, ἐκεῖνα μετίωμεν, καὶ τοιοῦτοι γενέσθαι σπουδάζωμεν, ἡσυχίαν, πραό‐ τητα, ταπείνωσιν πολλὴν ἐπιδεικνύμενοι, καὶ πάντα τὰ παρ’ αὐτοῦ ἐπιτάγματα μετ’ εὐλαβείας πολλῆς μετερχόμενοι καὶ φόβου πολλοῦ, ἵνα τὴν διάθεσιν τῆς | |
20 | γνώμης τῆς ἡμετέρας ἀποδεξάμενος ὁ τῶν ἁπάντων Δεσπότης, καὶ ἀρκεσθεὶς ἡμῶν τῇ ὑπακοῇ, ἐπιβλέψαι ἐφ’ ἡμᾶς καταξιώσῃ. Ἐὰν γὰρ τοῦτο ποιῆσαι καταδέ‐ ξηται, ἐν πάσῃ ἀσφαλείᾳ ἡμᾶς καταστήσει· Ἐπιβλέψω γὰρ, φησὶν, ἀντὶ τοῦ, προνοίας ἀξιώσω, χεῖρα ὀρέξω, | |
25 | ἐν ἅπασιν ἀντιλήψομαι, τὰς παρ’ ἐμαυτοῦ φιλοτιμίας μετὰ δαψιλείας παρέξω. Ταῦτα οὖν ἅπαντα μετίω‐ μεν, παρακαλῶ, ἵνα ἐπιβλέψῃ καὶ ἐφ’ ἡμᾶς ὁ Δε‐ σπότης, καὶ δυνηθείημεν καὶ τὸν παρόντα βίον ἀλύπως διανύσαι, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χά‐ | |
30 | ριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
34t | ΟΜΙΛΙΑ Νϛʹ. | |
35n | Εἶπε δὲ Ἰακὼβ πρὸς Λάβαν· Ἀπόδος μοι τὴν | |
36n | γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι, | |
37n | ὅπως εἰσέλθω πρὸς αὐτήν. | |
38 | αʹ. Ἀπὸ τῆς ἀγάπης τοῦ Ἰακὼβ, ἣν περὶ τὴν Ῥα‐ χὴλ ἐπεδείξατο, εἰς τὴν Παύλου ἀγάπην μεταστάντες | |
40 | χθὲς, καὶ τὸ μέγεθος τοῦ περὶ τὸν Χριστὸν πόθου αὐτοῦ καταμαθόντες, καθάπερ ὑπὸ ῥύμης τινὸς σφο‐ δροτέρας ἐξελκυσθέντες, οὐκ ἔτι ἰσχύσαμεν ἐπὶ τὴν ἀκολουθίαν ἐπανελθεῖν τοῦ λόγου. Διόπερ, εἰ δοκεῖ, σήμερον τοῖς ἑξῆς ἐπεξελθόντες, τὰ λειφθέντα ἀνα‐ | |
45 | πληρώσωμεν, ἵνα καὶ ἐκ τῶν σήμερον λεγομένων ἀρκοῦσαν ὠφέλειαν καρπωσάμενοι, οὕτως οἴκαδε ἐπ‐ ανέλθωμεν. Ἐπειδὴ γὰρ ἐπληρώθη ὁ τῶν ἑπτὰ ἐτῶν ἀριθμὸς, Καὶ ἦσαν, φησὶν, ἐνώπιον Ἰακὼβ ὡς ἡμέραι ὀλίγαι ὁ τοσοῦτος χρόνος διὰ τὸ ἀγαπᾷν αὐτὸν | |
54.486(50) | αὐτὴν, εἶπε τῷ Λάβαν· Ἀπόδος μοι τὴν γυναῖκά μου· πεπλήρωνται γὰρ αἱ ἡμέραι μου, ὅπως εἰσ‐ έλθω πρὸς αὐτήν. Συνήγαγε δὲ Λάβαν πάντας τοὺς ἄνδρας τοῦ τόπου, καὶ ἐποίησε τὸν γάμον. Καὶ ἐγένετο ἑσπέρα, καὶ λαβὼν Λάβαν Λείαν τὴν | |
55 | θυγατέρα αὐτοῦ, εἰσήγαγεν αὐτὴν πρὸς Ἰακώβ. Εἶδες τὸ παλαιὸν μεθ’ ὅσης σεμνότητος τοὺς γάμους ἐπετέλουν; Ἀκούσατε, οἱ περὶ τὰς σατανικὰς πομπὰς ἐπτοημένοι, καὶ ἐξ αὐτῶν τῶν προοιμίων τὰ σεμνὰ τοῦ γάμου καταισχύνοντες. Μή που αὐλοί; μή που | |
60 | κύμβαλα; μή που χορεῖαι σατανικαί; Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, τοσαύτην λύμην εὐθέως ἐπεισάγεις εἰς τὴν οἰκίαν, καὶ τοὺς ἀπὸ τῆς σκηνῆς καὶ τῆς ὀρχήστρας καλεῖς, ἵνα μετὰ τῆς ἀκαίρου δαπάνης καὶ τὴν τῆς κόρης λυμήνῃ σωφροσύνην, καὶ τὸν νέον | |
65 | ἀναισχυντότερον ἐργάσῃ; Ἀγαπητὸν γὰρ, καὶ ἄνευ τούτων τῶν ὑπεκκαυμάτων, ἐκείνην τὴν ἡλικίαν δυνηθῆναι πράως ἐνεγκεῖν τὸν χειμῶνα τῶν παθῶν | |
ὅταν δὲ καὶ τοσαῦτα ᾖ τὰ διὰ τῆς ὄψεως καὶ διὰ τῆς | ||
54.487 | ἀκοῆς δαψιλεστέραν ἀνάπτοντα τὴν πυρὰν, καὶ τὴν κάμινον τῶν παθῶν φλογωδεστέραν ἐργαζόμενα, πῶς οὐχὶ ὑποβρύχιος ἡ τοῦ νέου ψυχὴ γενήσεται; Ἐντεῦ‐ θεν γὰρ ἅπαντα ἀπόλωλε καὶ διέφθαρται, ἀπὸ τοῦ | |
5 | τὴν σωφροσύνην ἐξ ἀρχῆς διορύττεσθαι τῶν μελλόν‐ των ἀλλήλοις συνιέναι· καὶ πολλάκις ἐκ πρώτης ἡμέρας καὶ ὁ νέος ἐδέξατο βέλος σατανικὸν ἐν τῇ ψυ‐ χῇ, ἀκολάστοις ἰδὼν ὀφθαλμοῖς, καὶ ἡ κόρη καὶ διὰ τῆς ἀκοῆς καὶ διὰ τῆς ὄψεως αἰχμάλωτος γέγονε, καὶ | |
10 | ταῦτα ἐξ ἐκείνης λοιπὸν τῆς ἡμέρας τὰ τραύματα αὐξανόμενα μεῖζον ἐργάζεται τὸ κακόν. Καὶ γὰρ πρῶτον μὲν τὴν πρὸς ἀλλήλους αὐτῶν ὁμόνοιαν δι‐ ορύττει, καὶ τὸν πόθον καταμαραίνει. Ὅταν γὰρ πρὸς ἑτέραν ἐκεῖνος προσχῇ τῇ διανοίᾳ, ὧδε κἀκεῖσε μερι‐ | |
15 | ζόμενος τὸν λογισμὸν, καὶ ὑπὸ τοῦ διαβόλου αὐτοῦ στρατηγούμενος, πολλῆς ἀηδίας πληρώσει τὴν οἰκίαν. Εἰ δὲ κἀκείνη εὑρεθείη τοιοῦτόν τι παθοῦσα, ἐξ αὐτῶν, ὡς εἰπεῖν, τῶν βάθρων ἅπαντα ἀνατρέπεται, καὶ λοι‐ πὸν ἀλλήλους κρύπτοντες, ὁ μὲν δι’ ὑποψίας ἔχει τὴν | |
20 | γαμετὴν, ἡ δὲ τὸν ἄνδρα. Καὶ ἔνθα ἐχρῆν ὁμόνοιαν εἶναι καὶ σύνδεσμον, καὶ οἱ ὀφείλοντες σὰρξ εἶναι μία (Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν), οὗτοι ἐν τοσαύτῃ διαιρέσει τυγχάνουσιν, ὡς εἰ καὶ κατατετμημένοι ἦσαν. Ἐπεισελθὼν γὰρ ὁ διάβο‐ | |
25 | λος τοσαύτην ἐν αὐτοῖς ἐργάζεται τὴν λύμην, ὡς πολέμους καὶ μάχας καθημερινὰς τίκτεσθαι, καὶ μη‐ δέποτε ἀνάπαυλαν ἔχειν τῶν κακῶν. Τί γὰρ ἄν τις εἴποι λοιπὸν τῶν οἰκετῶν τὰς καταφρονήσεις, τῶν πλησίον οἰκούντων τὸν γέλωτα, τὰς ἀσχημοσύνας; | |
30 | Καθάπερ γὰρ τῶν κυβερνητῶν στασιαζόντων, καὶ οἱ ἐμπλέοντες τῶν κινδύνων συναπολαύουσι, καὶ αὔταν‐ δρον ἀνάγκη τὴν ναῦν καταποντισθῆναι· οὕτω δὴ καὶ ἐνταῦθα, τοῦ ἀνδρὸς καὶ τῆς γυναικὸς πρὸς ἀλλήλους διαστασιαζόντων, καὶ τοὺς ἄλλους ἅπαντας συναπο‐ | |
35 | λαύειν τῶν κακῶν εἰκός. Διὰ τοῦτο παρακαλῶ, ταῦτα ἅπαντα προορωμένους, μὴ τῇ συνηθείᾳ κατακολουθεῖν. Οἶδα γὰρ ὅτι πολλοὶ ταύτην ἡμῖν προβαλλόμενοι οὐδὲ ἀνέχονται τῶν παρ’ ἡμῶν λεγομένων· ἀλλ’ ὅμως ἡμᾶς ἀνάγκη τὰ λυσιτελῆ καὶ τὰ τῆς μελλούσης | |
40 | κολάσεως ἐξαρπάζοντα λέγειν. Ὅπου γὰρ λύμη τοσ‐ αύτη ψυχῆς, τίνος ἕνεκέν μοι συνήθειαν βούλει προ‐ βάλλεσθαι; Ἰδοὺ κἀγὼ συνήθειάν σοι προβάλλομαι βελτίονα, ᾗ οἱ ἐξ ἀρχῆς ἐκέχρηντο, ὅτε οὐδέπω τοσ‐ αύτη γνῶσις ἦν τῆς εὐσεβείας. Καὶ μή μοι τὸν | |
45 | δίκαιον ἐνταῦθα λογίζου, τὸν Ἰακὼβ λέγω, ἀλλὰ τὸν Λάβαν ἐννόει, ἄνδρα ἔτι τοῖς εἰδώλοις προσανέχοντα, καὶ οὐδεμίαν γνῶσιν ἔχοντα τῆς εὐσεβείας, καὶ τοσ‐ αύτην φιλοσοφίαν ἐπιδεικνύμενον. Τοῦτο γὰρ οὐ τοῦ μέλλοντος ἦν ἄγεσθαι τὴν κόρην τὸ κατόρθωμα, ἀλλὰ | |
54.487(50) | τοῦ πατρὸς τοῦ τὴν κόρην ἐκδιδόντος. Δι’ ὃ καὶ τοῦ‐ τον ἐκίνησα τὸν λόγον, οὐχὶ πρὸς τοὺς νυμφίους τοσ‐ οῦτον ἀποτεινόμενος, ὅσον πρὸς τοὺς γεγεννηκότας, πρὸς τὸν πατέρα τοῦ νυμφίου, καὶ πρὸς τὸν τὴν κόρην ἐκδιδόντα φημί. Πῶς γὰρ οὐκ ἄτοπον ἡμᾶς | |
55 | τοὺς τοσαύτης ἀπολαύσαντας φιλανθρωπίας, καὶ τῶν φρικτῶν καὶ ἀποῤῥήτων μυστηρίων ἀξιωθέντας, ἐλάττους κατὰ τοῦτο γίνεσθαι τοῦ Λάβαν, τοῦ ἔτι εἴδωλα θεραπεύοντος; Ἢ οὐκ ἀκούεις Παύλου λέγον‐ τος, ὅτι μυστήριόν ἐστιν ὁ γάμος, καὶ εἰκών ἐστι τῆς | |
60 | ἀγάπης τοῦ Χριστοῦ, ἣν περὶ τὴν Ἐκκλησίαν ἐπ‐ εδείξατο; Μὴ τοίνυν καταισχύνωμεν ἑαυτοὺς, καὶ τὰ σεμνὰ τοῦ γάμου διαφθείρωμεν. Εἰ μὲν γὰρ καλόν ἐστι τὸ τῆς συμβουλῆς καὶ ἐπωφελὲς, κἂν μὴ συν‐ ήθεια ᾖ, γινέσθω· εἰ δὲ βλάβην ἔχον καὶ πολὺν τὸν | |
65 | ὄλεθρον τὸ νῦν παρ’ ὑμῶν ἐπιτελούμενον, κἂν συν‐ ήθεια ᾖ, ἐγκοπτέσθω, Ἐπεὶ εἰ τοῦτο συγχωρήσαιμεν, | |
καὶ ὁ κλέπτων, καὶ ὁ πορνεύων, καὶ ὁ τὴν ἄλλην | Column end | |
54.488 | ἅπασαν κακίαν ἐπιδεικνύμενος, τὴν συνήθειαν ἡμῖν προβαλεῖται· ἀλλ’ οὐδὲν ἀπὸ τούτου κέρδος αὐτῷ ἔσται, οὐδὲ συγγνώμη, ἀλλὰ καὶ πολλὴ ἡ κατηγορία, ὅτι οὐκ ἴσχυσε συνηθείας περιγενέσθαι πονηρᾶς. | |
5 | βʹ. Ἐὰν γὰρ βουλώμεθα νήφειν, καὶ πολλὴν τῆς ἑαυτῶν σωτηρίας ποιεῖσθαι τὴν φροντίδα, δυνησόμεθα καὶ τῆς κακῆς συνηθείας ἀποστῆναι, καὶ εἰς καλὴν συνήθειαν ἑαυτοὺς ἀγαγεῖν· καὶ οὕτω καὶ τοῖς μεθ’ ἡμᾶς οὐ μικρὰν παρέξομεν ἀφορμὴν τοῦ τὰ αὐτὰ | |
10 | ζηλοῦν, καὶ τῶν ὑπ’ ἐκείνων κατορθουμένων ἡμεῖς ληψόμεθα τὸν μισθόν. Ὁ γὰρ τὴν ἀρχὴν παρασχὼν τῆς καλῆς ὁδοῦ, οὗτος καὶ τῶν ὑφ’ ἑτέρων γινομένων αἴτιος ἔσται, καὶ διπλοῦν κομιεῖται τὸν μισθὸν, ὑπὲρ ὧν τε αὐτὸς κατορθοῖ, ὑπὲρ ὧν τε ἑτέρους ἐπάγει | |
15 | εἰς τὴν ἀρίστην ταύτην φιλοσοφίαν. Μή μοι τὰ ψυχρὰ ἐκεῖνα ῥήματα καὶ γέλωτος γέμοντα προβάλλεσθε, λέγοντες νόμιμά τινα εἶναι ταῦτα, καὶ διὰ τοῦτο πλη‐ ροῦσθαι χρή. Οὐ ταῦτα γὰρ νόμιμον ποιεῖ συνοικέσιον, ἀλλὰ τὸ κατὰ τοὺς τοῦ Θεοῦ νόμους μετὰ σωφρο‐ | |
20 | σύνης καὶ σεμνότητος τὴν συνέλευσιν γίνεσθαι, καὶ τῇ ὁμονοίᾳ συμπεπλέχθαι τοὺς ἀλλήλοις συνιόντας. Τοῦτο καὶ οἱ ἔξωθεν ἴσασι νόμοι, καὶ ἀκούσῃ τῶν περὶ ταῦτα ἐσχολακότων λεγόντων, ὅτι συνοικέσιον οὐδὲν ἕτερον συνίστησιν ἢ συνήθεια. Μὴ τοίνυν καὶ | |
25 | τοὺς τοῦ Θεοῦ νόμους παραβῶμεν μετὰ τῶν ἀνθρω‐ πίνων, καὶ προτιμῶμεν τοὺς διαβολικοὺς νόμους καὶ τὴν ὀλεθρίαν ταύτην συνήθειαν· ἐκείνου γάρ ἐστι νόμος ταῦτα, τοῦ χαίροντος ἀεὶ τῇ ἀπωλείᾳ τῇ ἡμε‐ τέρᾳ. Τί οὖν ἂν γένοιτο καταγελαστότερον τῆς συν‐ | |
30 | ηθείας ταύτης, ὅταν ὑπὸ οἰκετῶν καὶ τριωβολιμαίων ἀνθρώπων σκώμματα καὶ λοιδορίας ἀπείρους δέχων‐ ται καὶ ὁ ἀνὴρ καὶ ἡ γυνὴ, καὶ οὐδεὶς ᾖ ὁ ἐπιτιμῶν, ἀλλ’ ἔξεστι τῷ βουλομένῳ ἀδεῶς κατὰ τὴν ἑσπέραν ἅπαντα φθέγγεσθαι, καὶ βάλλειν τοῖς σκώμμασι καὶ | |
35 | τὸν νυμφίον καὶ τὴν νύμφην; Καὶ ἐν ἑτέρᾳ μὲν ἡμέρᾳ ἐάν τις ἐπιχειρήσῃ λοιδορήσασθαι, δικαστήρια αὐτῷ, καὶ ἀπαγωγαὶ, καὶ κίνδυνοι· τότε δὲ, ὅτε μάλιστα πολλὴν ἐχρῆν εἶναι τὴν αἰδὼ, πολλὴν τὴν κοσμιότητα, πολλὴν τὴν ἁγνείαν, τοσαύτης ἅπαντα | |
40 | πληροῦνται τῆς ἀσχημοσύνης ὡς εἰκὸς τὸν διάβολον στρατηγοῦντα ταῦτα ἅπαντα ἐπιδείκνυσθαι. Ἀλλὰ μὴ δυσχεραίνετε, παρακαλῶ· οὐδὲ γὰρ ἁπλῶς εἰς τοῦτον ἐξέβην τὸν λόγον, ἀλλὰ κηδόμενος ὑμῶν καὶ τῆς σωτηρίας καὶ τῆς εὐκοσμίας, καὶ βουλόμενος | |
45 | ὑμᾶς τὴν ἀρίστην ταύτην μεταβολὴν ἐπιδείξασθαι, καὶ τῆς καλῆς ταύτης συνηθείας ἀρχηγοὺς καταστῆ‐ ναι. Ἐὰν γὰρ μόνον ἀρχὴ καὶ ὁδὸς γένηται τοῦ πρά‐ γματος, κατὰ μικρὸν εἷς τὸν ἕνα ζηλοῦντες τὸν καλὸν τοῦτον καὶ ἐπαινετὸν ζῆλον, πάντας ἐπαινέτας ἕξετε, | |
54.488(50) | καὶ οὐ μόνον οἱ τὴν πόλιν οἰκοῦντες μιμήσονται τὴν καλλίστην ταύτην μεταβολὴν, ἀλλὰ καὶ τοὺς πόῤῥω‐ θεν οἰκοῦντας ἐπισπάσεσθε, καὶ ζηλωτὰς ὑμετέρους καταστήσετε, καὶ πολυπλασίονα τὸν παρὰ τοῦ Θεοῦ κομιεῖσθε στέφανον, ὅτι διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ | |
55 | τὴν παρ’ αὐτοῦ ἐντολὴν, τῆς σατανικῆς ταύτης περι‐ γεγόνατε συνηθείας. Ἀλλ’ ὅτι μὲν δέξεσθε μετὰ προθυμίας ταύτην ἡμῶν τὴν συμβουλὴν, καὶ εἰς ἔργον αὐτὴν ἄξετε, σφόδρα πέπεισμαι. Ὁρῶν γὰρ ὑμᾶς μετὰ τοσαύτης ἡδονῆς ἀκούοντας τῶν λεγομένων, ἀπὸ | |
60 | τοῦ κρότου καὶ τῶν ἐπαίνων στοχάζομαι, ὅτι καὶ πρὸς τὴν διὰ τῶν ἔργων κατόρθωσιν ἐπειχθήσεσθε. Διὸ ἀρκεσθεὶς τοῖς εἰρημένοις ἐπὶ τὴν ἀκολουθίαν τοῦ λό‐ γου ἐπανήξω. Καὶ ἐγένετο, φησὶν, ἑσπέρα, καὶ ἔλαβε Λάβαν τὴν Λείαν τὴν θυγατέρα αὐτοῦ, καὶ | |
65 | εἰσήγαγεν αὐτὴν πρὸς τὸν Ἰακώβ. Μὴ ἁπλῶς μηδὲ τοῦτο παραδράμωμεν· ἔστι γὰρ | |
καὶ ἐκ τούτου πολλὰ συνιδεῖν· ἓν μὲν τοῦ Ἰακὼβ τὸ | ||
54.489 | ἄπλαστον, καὶ ὅπως πάσης πονηρίας ἐκτὸς ὢν παρ‐ εκρούσθη· δεύτερον δὲ, ὅτι μετὰ τοσαύτης εὐ‐ κοσμίας ἅπαντα ἐγίνετο, καὶ οὐδαμοῦ λαμπάδες καὶ χορεῖαι καὶ φῶτα τὴν χρείαν ὑπερβαίνοντα, ὡς | |
5 | καὶ τὴν ἀπάτην τοῦ Λάβαν εἰς ἔργον ἐλθεῖν. Ἔστι δὲ καὶ τοῦ Λάβαν ἐντεῦθεν καταλαβεῖν τὴν περὶ τὸν Ἰακὼβ φιλοστοργίαν. Τοῦτο γὰρ ἐμηχανήσατο, βουλόμενος ἐπὶ πλεῖον κατέχειν παρ’ ἑαυτῷ τὸν δί‐ καιον. Ἐπειδὴ γὰρ ᾔδει ὅτι ἐκείνης περιεκαίετο, καὶ | |
10 | εἰ τοῦ σπουδαζομένου ἐπέτυχεν, οὐκ ἂν εἵλετο λοιπὸν τῆς Λείας ἕνεκεν τὴν δουλείαν ὑποστῆναι, οὐδὲ τὴν μετ’ αὐτοῦ συνοίκησιν· διὰ τοῦτο θεασάμενος ὁ Λάβαν τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ἐννοῶν ὡς οὐκ ἂν ἑτέρως αὐτοῦ περιγένοιτο καὶ πείσειε, τὴν ἀπάτην ταύτην | |
15 | εἰργάσατο, καὶ δίδωσιν αὐτῷ τὴν Λείαν μετὰ Ζελφᾶς τῆς παιδίσκης. Εἶτα ἐγκαλούμενος ὑπὸ τοῦ δικαίου, τίνος ἕνεκεν τὰ τῆς ἀπάτης εἰργάσατο, εὐπρόσωπον ἀπολογίαν ἐποιήσατο. Ἐπειδὴ γὰρ εἶπεν ὁ Ἰακώβ· Τίνος ἕνεκεν τοῦτό μοι ἐποίησας; οὐ περὶ τῆς Ῥα‐ | |
20 | χὴλ ἐδούλευσά σοι; καὶ ἵνα τί παρελογίσω με; τί φησιν ὁ Λάβαν; Οὐκ ἔστιν οὕτως ἐν τῷ τόπῳ τούτῳ δοῦναι τὴν νεωτέραν, πρὶν ἢ πρεσβυτέραν. Συντέ‐ λεσον οὖν καὶ ταύτης τὰ ἕβδομα, καὶ δώσω σοι καὶ ταύτην ἀντὶ τῆς ἐργασίας, ἧς ἐργάσῃ παρ’ ἐμοὶ ἔτι | |
25 | ἑπτὰ ἔτη. Ὁρᾷς ὅτι τοῦτο αὐτὸ μηχανώμενος ἅπαντα κατεσκεύασεν. Ἐπειδὴ γὰρ εἶδε τὸν ἔρωτα ὃν περὶ τὴν κόρην ἐκέκτητο, φησί· Μὴ νομίσῃς ἠδικῆσθαί σε. Ἐπειδὴ γὰρ οὗτος παρ’ ἡμῶν ὁ νόμος, ὥστε πρότερον τὴν πρεσβυτέραν ἐκδιδόναι ἀνδρί· διὰ τοῦτο μὲν τοῦτο | |
30 | γεγένηται· λήψῃ δὲ καὶ ταύτην ἣν ποθεῖς, ἐὰν τὰ ὅμοια ἔτη καὶ ὑπὲρ αὐτῆς δουλεύσῃς. Ταῦτα ἀκούσας ὁ δί‐ καιος, ἑτοίμως ἅπαντα κατεδέξατο, καὶ μετὰ ταῦτα ἕτερα ἑπτὰ ἔτη, Ἔδωκε, φησὶν, αὐτῷ τὴν θυγατέρα αὐτοῦ Ῥαχὴλ γυναῖκα. | |
35 | γʹ. Ὁρᾷς πάλιν ὅτι τὰ τῶν γάμων γίνεται μετὰ πάσης κοσμιότητος. Ἀλλ’ ἀκούων ὅτι ἔλαβε τὴν πρεσβυτέραν, καὶ πάλιν τὴν νεωτέραν, μὴ ταραχθῇς, μηδὲ πρὸς τὴν νῦν κατάστασιν τὰ τότε κρῖναι πράγματα. Τότε μὲν γὰρ, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, συνεχωρεῖτο καὶ | |
40 | δυσὶ καὶ τρισὶ γυναιξὶ καὶ πλείοσι μίγνυσθαι, ὥστε τὸ γένος ἐκταθῆναι· νυνὶ δὲ, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χά‐ ριν καὶ τὸ τῶν ἀνθρώπων γένος ἐπὶ πολὺ πλῆθος ἐκτέ‐ ταται, καὶ τὰ τῆς ἀρετῆς ἐπίδοσιν ἔσχε. Παραγενόμε‐ νος γὰρ ὁ Χριστὸς, καὶ τὴν ἀρετὴν καταφυτεύσας ἐν | |
45 | τοῖς ἀνθρώποις, καὶ ἀγγέλους, ὡς εἰπεῖν, ἐξ ἀνθρώπων αὐτοὺς ἐργασάμενος, ἅπασαν ταύτην τὴν παλαιὰν συν‐ ήθειαν ἐξέκοψεν. Ὁρᾷς πῶς οὐ δεῖ συνήθειαν προβάλ‐ λεσθαι, ἀλλὰ τὸ χρήσιμον πανταχοῦ ἐπιζητεῖν; Ἰδοὺ γὰρ, ἐπειδὴ κακὴ ἦν αὕτη ἡ συνήθεια, ὅρα πῶς ἐξεκό‐ | |
54.489(50) | πη, καὶ οὐκ ἔξεστι νῦν οὐδενὶ ταύτην προβάλλεσθαι τὴν συνήθειαν. Μηδαμοῦ τοίνυν, παρακαλῶ, συνήθειαν ἐπιζήτει, ἀλλὰ τὸ χρήσιμον ζήτει, καὶ μὴ τὸ ψυχοβλα‐ βές· καὶ εἴ τι τυγχάνει καλὸν, κἂν μὴ ᾖ συνήθεια, γι‐ νέσθω παρ’ ἡμῶν· ἂν δέ τι βλαβερὸν, κἂν ἐν συνηθείᾳ | |
55 | ᾖ, φεύγωμεν καὶ ἀποστρεφώμεθα. Καὶ ἔδωκε, φησὶν, Ἰακὼβ Ῥαχὴλ μετὰ Βάλλας τῆς παιδίσκης. Εἶδες πόση ἡ φιλοσοφία; Μήπου ἀνδραπόδων ἀγέλαι; μή που γραμματεῖα, καὶ συνθῆκαι, καὶ αἱρέσεις ἐκεῖναι αἱ καταγέλαστοι, Ἐὰν τόδε γένηται, καὶ ἐὰν τόδε συμβῇ; | |
60 | Καὶ εὐθέως, πρὶν ἢ συνελθεῖν, οἱ οὐκ εἰδότες οὐδ’ εἰ μέχρι τῆς ἑσπέρας διαμενοῦσι, τὰ μετὰ πολὺν | |
ἐσόμενα χρόνον ἐν τοῖς γραμματείοις συντιθέασιν· | Column end | |
54.490 | Ἐὰν ἄτεκνος, φησὶ, τελευτήσῃ, ἐὰν παιδία ἐσχηκὼς, καὶ ὅσα τοιαῦτα. Ἀλλ’ ἐνταῦθα οὐδὲν τοιοῦτον, ἀλλὰ παι‐ δίσκην μίαν ἑκάστῃ δοὺς ὁ πατὴρ, οὕτω τὰς θυγατέρας ἐξεδίδου. Ἠγάπησε δὲ, φησὶ, Ῥαχὴλ μᾶλλον ἢ | |
5 | Λείαν, καὶ ἐδούλευσεν αὐτῷ ἑπτὰ ἔτη ἕτερα. Ἐπειδὴ γὰρ ἐξ ἀρχῆς διὰ τὴν εὐμορφίαν ἠράσθη τῆς κόρης, μόλις δὲ τυχεῖν ποτε ἠδυνήθη τοῦ σπουδαζο‐ μένου, ἐκείνην, φησὶ, πλέον ἠγάπα, ἤπερ τὴν Λείαν. Καὶ γὰρ ἡ ταύτης εὐμορφία, φησὶν, ἐφείλκετο αὐτὸν | |
10 | εἰς τὸν περὶ αὐτὴν πόθον. Ἀλλ’ ὅρα μοι ἐνταῦθα λοιπὸν τοῦ Δεσπότου τὴν ἄφατον φιλανθρωπίαν, καὶ πῶς τὰ παρ’ αὐτοῦ ἐπαγγελθέντα κατὰ μικρὸν εἰς ἔργον ἄγει. Ὁ γὰρ εἰπὼν, ὅτι Ἔσομαι μετὰ σοῦ, διαφυλάσσων σε ἐν πάσῃ ὁδῷ, ᾗ ἐὰν πορευθῇς, καὶ ὅτι Αὐξανῶ | |
15 | σε καὶ πληθυνῶ, αὐτὸς καὶ νῦν ἅπαντα οἰκονομεῖ. Καὶ ἵνα μάθῃς. ἄκουε καὶ αὐτῆς τῆς θείας Γραφῆς τοῦτο σαφῶς λεγούσης· Ἰδὼν δὲ Κύριος ὁ Θεὸς, φη‐ σὶν, ὅτι μισεῖται Λεία, ἤνοιξε τὴν μήτραν αὐτῆς· Ῥαχὴλ δὲ ἦν στεῖρα. Καὶ συνέλαβε Λεία, καὶ | |
20 | ἔτεκεν υἱὸν τῷ Ἰακώβ. Ὅρα τοῦ εὐμηχάνου Θεοῦ τὴν σοφίαν. Ἐπειδὴ ἡ μὲν ἀπὸ τῆς εὐμορφίας τὴν εὔνοιαν ἐπεσπάσατο τοῦ ἀνδρὸς, ἡ δὲ ταύτης ἀπεστερημένη μισεῖσθαι ἐδόκει, ταύτην μὲν διεγείρει πρὸς γονὴν, ἐκείνης δὲ πηροῖ τὴν μήτραν, ἀμφότερα διὰ τὴν οἰκείαν | |
25 | φιλανθρωπίαν οἰκονομῶν, ἵνα καὶ αὕτη διὰ τὰ ἐξ αὐτῆς τικτόμενα σχῇ τινα παραμυθίαν, ἐφελκομένη εἰς τὸν περὶ αὐτὴν πόθον τὸν ἄνδρα, κἀκείνη μὴ διὰ τὸ κάλλος καὶ τὴν εὐμορφίαν κατεξανιστῆται τῆς ἀδελφῆς. Καὶ διήνοιξε, φησὶ, τὴν μήτραν αὐτῆς. Μάνθανε ἐντεῦ‐ | |
30 | θεν, ἀγαπητὲ, ὅτι ὁ τῶν ἁπάντων δημιουργός ἐστιν ὁ τὰ πάντα οἰκονομῶν, καὶ τὴν φύσιν αὐτὴν διεγείρων πρὸς γονὴν, καὶ ὅτι οὐδὲν τῆς συνουσίας ὄφελος, μὴ τῆς ἄνωθεν συμμαχίας γενομένης. Διὰ γὰρ τοῦτο εἶπεν, ὅτι Διήνοιξε τὴν μήτραν αὐτῆς, ἵνα γνῶμεν ὅτι αὐ‐ | |
35 | τὸς ὁ Δεσπότης ἠβουλήθη τὴν Λείαν πρὸς τεκνογονίαν διεγεῖραι, ὥστε αὐτῆς τὴν ἀθυμίαν παραμυθήσασθαι. Αὐτὸς γάρ ἐστιν ὁ καὶ ἐν τῇ μήτρᾳ διαπλάττων τὰ βρέφη καὶ ζωογονῶν, καθάπερ καὶ Δαυΐδ φησιν· Ἀντ‐ ελάβου μου ἐκ τῆς γαστρὸς μητρός μου. Καὶ ὅρα | |
40 | πῶς δείκνυσιν ἡμῖν ἡ θεία Γραφὴ τὸν τῆς φύσεως δη‐ μιουργὸν ἑκάτερα τῇ οἰκείᾳ δυνάμει ἐργαζόμενον, καὶ τῆς μὲν τὴν μήτραν διεγείροντα, τῆς δὲ Ῥαχὴλ ἐπ‐ έχοντα. Δεσπότης γὰρ ὢν τῆς φύσεως, μετ’ εὐκολίας ἅπαντα ἐργάζεται. Καὶ συνέλαβε, φησὶ, Λεία, καὶ | |
45 | ἔτεκεν υἱὸν τῷ Ἰακώβ· ἐκάλεσε δὲ τὸ ὄνομα αὐτοῦ Ῥουβὴν, λέγουσα· Ὅτι εἶδέ μου Κύριος τὴν τα‐ πείνωσιν, νῦν ἀγαπήσει με ὁ ἀνήρ μου. Ὅρα πῶς εὐγνώμων ἡ γυνή. Θεασάμενος, φησὶ, τὴν ταπείνωσίν μου ὁ Δεσπότης, παρέσχε μοι τὸν τόκον, ἵνα διὰ τούτου | |
54.490(50) | ἀγαπηθῆναι δυνηθῶ. Καὶ θέα μοι τοῦ φιλανθρώπου Θεοῦ τὴν φιλοτιμίαν, πῶς ἐπιδαψιλεύεται, ὁμοῦ καὶ τὸ τοῦ δικαίου σπέρμα αὐξῆσαι βουλόμενος, καὶ ταύτην νῦν ποθεινοτέραν καταστῆσαι τῷ Ἰακώβ. Καὶ συν‐ έλαβε, φησὶ, πάλιν, καὶ ἔτεκεν υἱὸν δεύτερον τῷ | |
55 | Ἰακὼβ, καὶ εἶπεν, ὅτι Ἤκουσε Κύριος ὅτι μισοῦ‐ μαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Συμεών. Σκόπει πῶς ἀφ’ ἑκάστου τῶν παίδων εὐχαριστεῖ τῷ Δεσπότῃ, καὶ εὐ‐ γνώμων γίνεται περὶ τὴν εὐεργεσίαν. Ἤκουσε γὰρ, | |
60 | φησὶ, ὁ Κύριος, ὅτι μισοῦμαι, καὶ προσέδωκέ μοι καὶ τοῦτον· καὶ διὰ τοῦτο Ἐκάλεσε τὸ ὄνομα αὐτοῦ | |
Συμεών. | ||
54.491 | δʹ. Εἶδες πῶς οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ τὰς ὀνο‐ μασίας τοῖς τικτομένοις ἐπετίθει; Ἐκάλεσε γὰρ αὐτὸν Συμεὼν, ἐπειδὴ ἤκουσε Κύριος. Τοῦτο γὰρ ἑρμηνεύε‐ ται τὸ ὄνομα τῇ Ἑβραϊκῇ διαλέκτῳ, ὅτι ἠκούσθη. Καὶ | |
5 | συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν, καὶ εἶπεν· Ἐν τῷ νῦν καιρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου· τέτοκα γὰρ αὐτῷ τρεῖς υἱούς· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῷ Λευΐ. Δοκεῖ μοι ἐνταῦθα αἰνίττεσθαι, ὅτι καὶ τῶν δύο τεχθέντων οὐδέπω ἴσχυσεν εἰς τὴν περὶ αὐτὴν διάθεσιν | |
10 | ἐφελκύσασθαι τὸν ἄνδρα, ἀλλ’ ἔτι ὅλως ἦν πρὸς τὴν Ῥαχὴλ νενευκώς· διὰ τοῦτό φησιν· Ἐν τῷ νῦν και‐ ρῷ πρὸς ἐμοῦ ἔσται ὁ ἀνήρ μου. Τάχα, φησὶ, κἂν ἡ προσθήκη τοῦ τρίτου παρασκευάσῃ τὸν ἄνδρα εὐνοϊκῶς περὶ ἐμὲ διατεθῆναι. Ἰδοὺ γὰρ αὐτῷ τέτοκα τρεῖς | |
15 | υἱούς. Καὶ συλλαβοῦσα ἔτι, ἔτεκεν υἱὸν, καὶ εἶπε· Νῦν ἔτι τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ· διὰ τοῦ‐ το ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰούδαν. Τί ἔστι· Τοῦτο ἐξομολογήσομαι τῷ Κυρίῳ; Τὸ Ἐξομολογήσομαι ἐνταῦθα, εὐχαριστήσω καὶ δοξάσω αὐτόν ἐστιν, ὅτι καὶ | |
20 | τέταρτον προσέθηκέ μοι υἱὸν, καὶ τοσαύτην μοι τὴν εὐ‐ πορίαν ἐχαρίσατο· καὶ ὅπερ ἀπὸ τῆς τοῦ σώματος ἀμορφίας εἰς τὴν παρὰ τοῦ ἀνδρὸς εὔνοιαν ἔμελλον κα‐ ταβλάπτεσθαι, τοῦτο ἡ τέκνων παρὰ τῆς τοῦ Θεοῦ φι‐ λανθρωπίας χαρισθέντων μοι γονὴ διωρθώσατο, καὶ | |
25 | τῆς ἀθυμίας τὴν ὑπερβολὴν διεσκέδασε, τὴν διὰ τὴν ἀμορφίαν μισουμένην παραμυθησάμενος, καὶ μετα‐ στήσας τὸ μῖσος εἰς τὴν ἀδελφὴν τὴν ἐμήν. Τεκοῦσα δὲ, φησὶ, τὸν Ἰούδαν, ἔστη τοῦ τίκτειν. Ἰδοῦσα δὲ Ῥαχὴλ, ὅτι οὐ τέτοκε τῷ Ἰακὼβ, ἐζήλωσε τὴν | |
30 | ἀδελφὴν αὐτῆς, καὶ εἶπε τῷ Ἰακώβ· Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Ἀπερίσκεπτος ἡ αἴτησις καὶ γυναικώδης, καὶ ψυχῆς ὑπὸ τῆς ζηλοτυπίας πολιορ‐ κουμένης· Δός μοι τέκνα. Οὐκ ἤκουσας ὅτι οὐχ ἡ τοῦ ἀνδρὸς συνουσία ἐκείνῃ τὸν τόκον παρέσχεν, ἀλλὰ Κύ‐ | |
35 | ριος ὁ Θεὸς, ὁ Ἰδὼν, φησὶν, ὅτι μισεῖται, ἤνοιξε τὴν μήτραν αὐτῆς; Τίνος οὖν ἕνεκεν τὰ ὑπὲρ τὴν φύσιν ἀπαιτεῖς παρὰ τοῦ ἀνδρὸς, καὶ καταλιποῦσα τὸν τῆς φύσεως Δεσπότην, τῷ ἀνδρὶ ἐγκαλεῖς τῷ μηδὲν πρὸς τοῦτο συμβάλλεσθαί σοι δυναμένῳ; Δός μοι τέκνα· εἰ | |
40 | δὲ μὴ, τελευτήσω ἐγώ. Δεινὸν ἡ ζηλοτυπία κακόν· καὶ γὰρ εἰς ἀφροσύνην ἐκπίπτει· ὃ δὴ καὶ αὕτη πέπον‐ θεν. Ὁρῶσα γὰρ τῶν τέκνων τῆς ἀδελφῆς τὸν χορὸν, καὶ τὴν οἰκείαν ἐρημίαν λογιζομένη, οὐκ ἔφερε τὴν ἐπήρειαν, οὐδὲ κατασχεῖν ἠδυνήθη τοῦ ταράττοντος | |
45 | αὐτὴν λογισμοῦ, ἀλλ’ ἐκεῖνα τὰ ἀνοίας ἀνάμεστα φθέγ‐ γεται ῥήματα, καί φησι· Δός μοι τέκνα· εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Ἴσως εἶδε τοῦ ἀνδρὸς τὸν περὶ αὐτὴν πόθον, καὶ νομίζουσα παρὰ τὴν ἐκείνου αἰτίαν κἀκεί‐ νην τοσούτους ἐσχηκέναι παῖδας, καὶ ἑαυτὴν μηδέπω | |
54.491(50) | τετοκέναι, φησί· Δός μοι τέκνα. Εἶτα φοβῆσαι βουλο‐ μένη τὸν ἄνδρα, ἐπάγει· Εἰ δὲ μὴ, τελευτήσω ἐγώ. Τί οὖν ὁ φιλόθεος Ἰακώβ; Ἐθυμώθη. φησὶ, πρὸς τὰ ῥηθέντα, καὶ εἶπεν αὐτῇ· Μὴ ἀντὶ Θεοῦ ἐγώ εἰμι, ὃς ἐστέρησέ σε καρπῶν κοιλίας; Τί, φη‐ | |
55 | σὶ, καταλιποῦσα τὸν Δεσπότην τῆς φύσεως, τὴν μέμψιν ἐμοὶ ἐπάγεις; Ἐκεῖνός ἐστιν ὁ ἀποστερήσας σε τοῦ καρποῦ τῆς κοιλίας. Διατί μὴ παρ’ ἐκείνου ζητεῖς, τοῦ δυναμένου διανοῖξαι τῆς φύσεως τὸ ἐργαστήριον, καὶ διεγεῖραι τὴν μήτραν πρὸς γονήν; Μάνθανε τοίνυν ὅτι | |
60 | ἐκεῖνος ὁ σὲ στερήσας τοῦ καρποῦ τῆς κοιλίας, καὶ τῇ ἀδελφῇ τῇ σῇ τὴν τοσαύτην εὐπορίαν ἐχαρίσατο. Μὴ τοίνυν παρ’ ἐμοῦ ζήτει, ἃ μὴ δύναμαι παρασχεῖν, καὶ ὧν οὐκ εἰμὶ κύριος. Εἰ γὰρ ἐπ’ ἐμοὶ τοῦτο ἦν, πάντως ἄν σε τῆς ἀδελφῆς προετίμησα, τὴν πλείονα εὔνοιαν | |
65 | περὶ σὲ κεκτημένος Ἐπειδὴ δὲ, κἂν μυριάκις ὦ εὐνοϊ‐ | |
κῶς περὶ σὲ διακείμενος, οὐδέν σοι πρὸς τοῦτο συμβάλ‐ | Column end | |
54.492 | λεσθαι δυνήσομαι, παρ’ ἐκείνου ζήτει τοῦ καὶ τὴν στεί‐ ρωσιν ἐπάγοντος, καὶ ταύτην λῦσαι δυναμένου. Ὅρα τοῦ δικαίου τὴν σύνεσιν, ὅπως καὶ εἰς θυμὸν ἐξενεχθεὶς ἐκ τῶν παρ’ αὐτῆς ῥηθέντων, μετὰ πολλῆς τῆς σοφίας | |
5 | τὴν πρὸς αὐτὴν ἀπόκρισιν ποιεῖται, μετὰ ἀκριβείας αὐτὴν πάντα διδάσκων, καὶ τὴν αἰτίαν αὐτῇ δήλην ποιῶν, ἵνα μὴ καταλιποῦσα τὸν Δεσπότην, παρ’ ἑτέρου ζητῇ, ἅπερ ἐκεῖνος μόνος παρασχεῖν δύναται. Μαθοῦσα τοίνυν ὅτι παρὰ τοῦ Θεοῦ τοῦ τίκτειν ἀπεστέρηται, καὶ | |
10 | ὁρῶσα τὴν ἀδελφὴν κομῶσαν τοῖς τέκνοις, μετρίαν γοῦν παραμυθίαν ποριζομένη, φησὶ τῷ Ἰακώβ· Ἐπειδὴ νῦν με ἐδίδαξας, ὅτι οὐ παρὰ τὴν σὴν αἰτίαν ἄτεκνος ἐγὼ τυγχάνω, κἂν τὴν παιδίσκην μου λαβὼν, τεκνο‐ ποίησον ἐξ αὐτῆς, ἵνα κἂν βραχεῖαν παραμυθίαν εὑρεῖν | |
15 | δυνηθῶ, τὰ παρ’ αὐτῆς τικτόμενα οἰκειουμένη. Καὶ ἔδωκεν αὐτῷ, φησὶ, Βάλλαν τὴν παιδίσκην αὐτῆς αὐτῷ γυναῖκα· καὶ εἰσῆλθε πρὸς αὐτήν· καὶ συν‐ έλαβε, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν· καὶ εἶπε Ῥαχήλ· Ἔκρινέ μοι ὁ Θεὸς, καὶ ὑπήκουσε τῆς φωνῆς | |
20 | μου, καὶ ἔδωκέ μοι υἱόν. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνο‐ μα αὐτοῦ Δᾶν. Βραχεῖαν γοῦν ἔσχε παράκλησιν τε‐ κούσης τῆς παιδίσκης. Διὸ καὶ αὐτὴ τὴν προσηγορίαν ἐπιτίθησι τῷ παιδὶ, καὶ εὐχαριστεῖ τῷ Δεσπότῃ ὑπὲρ τοῦ τεχθέντος. Καὶ συνέλαβε, φησὶν, ἔτι Βάλλα, καὶ | |
25 | ἔτεκε· καὶ εἶπε Ῥαχήλ· Συναντελάβετό μου ὁ Θεὸς, καὶ συνανεστράφην τῇ ἀδελφῇ μου, καὶ ἠδυνήθην. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Νεφθα‐ λείμ. Καὶ ἐμάνθανε λοιπὸν διὰ τῆς παιδίσκης σαφῶς, ὅτι οὐχ ὁ Ἰακὼβ αἴτιος αὐτῇ τῆς ἀτεκνίας ἐγένετο. Διὸ | |
30 | καὶ τοὺς τεχθέντας ὡς οἰκείους παῖδας ἀνατρέφει. καὶ τὰς προσηγορίας ἐπιτίθησι, μεγίστην ἑαυτῇ παραμυ‐ θίαν ἐντεῦθεν ἐπινοήσασα. Ἰδοῦσα δὲ, φησὶν, Λεία, ὅτι ἔστη τοῦ τίκτειν, καὶ αὐτὴ τὴν παιδίσκην τὴν Ζέλφαν ἔδωκε τῷ Ἰακὼβ εἰς γυναῖκα· καὶ συν‐ | |
35 | έλαβε καὶ ἔτεκε. Καὶ εἶπε Λεία· Τετύχηκα, ἀντὶ τοῦ, Ἐπέτυχον τοῦ σκοποῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Γάδ. Καὶ ἐπειδὴ εἰς ἔργον ἐξῆλθεν αὐτῇ τὸ σπουδασθὲν, ἐπωνόμασε τὸ ὄνομα αὐτοῦ Γάδ. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν ἕτερον· καὶ εἶπε Λεία· | |
40 | Μακαρία ἐγὼ, ὅτι μακαριοῦσί με αἱ γυναῖ‐ κες· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἀσήρ. εʹ. Εἶδες καὶ ταύτην τοὺς παρὰ τῆς παιδίσκης τεχθέν‐ τας πῶς ᾠκειώσατο, καὶ μακαρίαν ἑαυτὴν εἶναι λέγει καὶ μακαρισμοῦ ἀξίαν ἐπὶ τῷ τόκῳ τῶν παίδων; Ἀλλ’ | |
45 | ὅρα μοι πάλιν τὰ μετὰ ταῦτα, ἵνα μάθῃς ὅπως τὸ τῆς ζηλοτυπίας πάθος ἐντεῦθεν ἐκεῖ, κἀκεῖθεν ὧδε μετ‐ έβαινε, καὶ ποτὲ μὲν ἐκείνη τούτῳ ἐπολιορκεῖτο, ποτὲ δὲ αὕτη Ἐπορεύθη δὲ, φησὶ, Ῥουβὴν ἐν ἡμέραις θερισμοῦ πυρῶν, καὶ εὗρε μῆλα μανδραγορῶν ἐν | |
54.492(50) | τῷ ἀγρῷ, καὶ ἤνεγκεν αὐτὰ τῇ μητρὶ αὐτοῦ. Καὶ εἶπε Ῥαχὴλ τῇ Λείᾳ· Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Εἶπε δὲ Λεία· Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήψῃ; Ὁρᾷς πῶς τὸ πάθος τῆς ψυχῆς | |
55 | διὰ τῶν ῥημάτων κατάδηλον ποιεῖ; Οὐχ ἱκανόν σοι, φησὶν, ὅτι ἔλαβες τὸν ἄνδρα μου; μὴ καὶ τοὺς μαν‐ δραγόρας τοῦ υἱοῦ μου λήψῃ; Εἶπε δὲ Ῥαχήλ· Οὐχ οὕτω· κοιμηθήτω δὴ μετὰ σοῦ τὴν νύκτα ταύ‐ την ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. Δός μοι | |
60 | τῶν μανδραγορῶν, καὶ λάβε σήμερον μετὰ σοῦ τὸν ἄν‐ δρα. Ὁρᾷς πῶς δείκνυται ὅλως τῇ εὐνοίᾳ τῆς Ῥαχὴλ | |
προσκείμενος; Εἰ γὰρ καὶ τοσούτων παίδων χορὸν | ||
54.493 | τικτούσης τῆς Λείας, ἔτι πρὸς τὴν Ῥαχὴλ ἦν προσκεί‐ μενος τῇ εὐνοίᾳ, εἰ μὴ τοῦτο ἐγεγόνει, πῶς ἂν ἐνεγκεῖν ἡ Λεία ἠδυνήθη τὴν μετὰ τῆς ἀδελφῆς συνοίκησιν; Ὡς γὰρ ἐξουσίαν ἅπασαν ἔχουσα τοῦ ἀνδρὸς, οὕτω προΐε‐ | |
5 | ται τῶν μανδραγορῶν τὸν ἄνδρα, καί φησι· Κοιμη‐ θήτω σήμερον μετὰ σοῦ ἀντὶ τῶν μανδραγορῶν. Πλήρωσόν μου, φησὶ, τὴν ἐπιθυμίαν τὴν ἐπὶ τοῖς μαν‐ δραγόραις, καὶ δέχου τὸν ἄνδρα. Παραγενομένου δὲ τοῦ Ἰακὼβ, ἐξελθοῦσα εἰς συνάντησιν ἡ Λεία εἶπε· | |
10 | Πρὸς ἐμὲ εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε σήμερον ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. Καὶ ἐκοιμήθη, φησὶ, μετὰ αὐτῆς τὴν νύκτα ἐκείνην. Καὶ ἐπήκουσεν ὁ Θεὸς Λείας, καὶ συλλαβοῦσα ἔτεκε τὸν πέμπτον υἱόν. Καὶ εἶπε Λεία· Ἔδωκέ μοι ὁ Θεὸς | |
15 | τὸν μισθόν μου, ἀνθ’ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσα‐ χὰρ, ὅ ἐστι μισθός. Ἐπήκουσε, φησὶν, ὁ Θεὸς τῆς Λείας. Ἐπειδὴ ἑώρα κατώδυνον αὐτὴν οὖσαν καὶ παρ‐ ευδοκιμουμένην, ἐπήκουσεν αὐτῆς ὁ Θεὸς, καὶ ἔτεκε | |
20 | καὶ εἶπεν· Ἐκομισάμην μισθὸν ὑπὲρ ὧν ἔδωκα τὴν παι‐ δίσκην μου. Διὰ τοῦτο ἐκάλεσεν αὐτὸν Ἰσαχάρ. Καὶ συνέλαβεν ἔτι, καὶ ἔτεκεν υἱὸν ἕκτον. Καὶ εἶπε Λεία· Δεδώρηταί μοι ὁ Θεὸς δῶρον καλόν. Ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου· τέτοκα γὰρ αὐτῷ | |
25 | υἱοὺς ἕξ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. Λοιπὸν, φησὶν, ἐπέραστος ἔσομαι κἀγὼ ἀνδρί μου· ἔτεκον γὰρ ἓξ υἱούς. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαβουλών. Ἔτεκε δὲ καὶ θυγατέρα, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτῆς Δεῖνα. Ἐμνήσθη δὲ ὁ Θεὸς, φησὶ, τῆς | |
30 | Ῥαχὴλ, καὶ ἐπήκουσεν αὐτῆς, καὶ ἤνοιξεν αὐτῆς τὴν μήτραν. Καὶ συνέλαβε, καὶ ἔτεκε τῷ Ἰακὼβ υἱόν. Εἶπε δὲ Ῥαχήλ· Ἀφεῖλέ μου ὁ Θεὸς τὸ ὄνει‐ δος. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγου‐ σα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Ἀφεῖλέ μου, | |
35 | φησὶν, ὁ Θεὸς τὸ ὄνειδος· ἔλυσε τὴν στείρωσιν, κατηλλάγη, καὶ διήγειρέ μου πρὸς παιδοποιίαν τὴν μή‐ τραν, καὶ ἠλευθέρωσέ με τοῦ ὀνειδισμοῦ. Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰωσὴφ, λέγουσα· Προσέθετό μοι ὁ Θεὸς υἱὸν ἕτερον. Ὁρᾷς πῶς αἱ τοῦ Θεοῦ ὑποσχέ‐ | |
40 | σεις κατὰ μικρὸν εἰς ἔργον ἐξῄεσαν; Ἰδοὺ γὰρ ἀθρόον πόσων παίδων χορὸν ὁ δίκαιος ἔσχε διὰ τὴν τοῦ Θεοῦ περὶ αὐτὸν πρόνοιαν. Ἐπειδὴ γὰρ πολλὴν τὴν ὑπομο‐ νὴν ἐπεδείξατο ἐν δεκατέσσαρσιν ἔτεσι τὴν δουλείαν ἀσπαζόμενος, διὰ τοῦτο καὶ ὁ τῶν ὅλων Θεὸς ἀμειβόμε‐ | |
45 | νος τοῦ δικαίου τὸ φιλόθεον, εἰς τοσοῦτον αὐτὸν αὐξη‐ θῆναι παρεσκεύασεν, ὡς ἐπίφθονον γενέσθαι λοιπὸν, ὡς ἐκ τῶν ἑξῆς μαθησόμεθα, οἷς ἐβουλόμην ἐπεξελθεῖν. ϛʹ. Ἀλλ’ ἵνα μὴ εἰς πολὺ μῆκος τὸν λόγον ἐκτείνον‐ τες παρενοχλεῖν δόξωμεν τῇ ὑμετέρᾳ ἀγάπῃ, εἰ δοκεῖ, | |
54.493(50) | τὰ λειπόμενα εἰς τὴν ἑξῆς ταμιευσάμενοι, τὸν λόγον ἐνταῦθα καταπαύσωμεν, ἐκεῖνο παραινέσαντες ὑμῶν τῇ ἀγάπῃ, μεμνῆσθαι τῶν εἰρημένων, ζηλοῦν τῶν παλαιῶν τὴν ἀρετὴν, οὕτω τοὺς παῖδας ἑαυτῶν ἐκδι‐ δόναι, οὕτω τὰς θυγατέρας τοῖς νυμφίοις παραδιδόναι, | |
55 | οὕτω διὰ τῆς οἰκείας ἀρετῆς τὴν παρὰ τοῦ Θεοῦ εὔ‐ νοιαν ἐπισπάσασθαι. Ὅταν γὰρ ἐκεῖνος ἡμῖν εὐμενὴς ᾖ, κἂν ἐπ’ ἀλλοτρίας ὦμεν, κἂν πάντων ἔρημοι, κἂν μηδενὶ γνώριμοι, πάντων ἐσόμεθα περιφανέστεροι. Οὐδὲν γὰρ μακαριστότερον ἀνδρὸς ὑπὸ τῆς ἄνωθεν | |
60 | χειρὸς βοηθουμένου. Ἐκείνης γὰρ ἀπολαύων τῆς συμ‐ μαχίας καὶ ὁ μακάριος Ἰακὼβ ἐπὶ τοσαύτην κατὰ μικρὸν ηὐξήθη περιφάνειαν, ὡς καὶ αὐτοῖς τοῖς | |
ὑποδεξαμένοις ἐπίφθονος γενέσθαι. Τοῦτο τοίνυν καὶ | Column end | |
54.494 | ἡμεῖς σπουδάζωμεν, ὥστε τῆς ἐκεῖθεν ἀξιοῦσθαι βοη‐ θείας, καὶ μὴ πρὸς τὰς ἀνθρωπίνας καταφεύγωμεν δυναστείας, μηδὲ τὴν τούτων προστασίαν διώκωμεν· οὐδὲν γὰρ ταύτης ἐπισφαλέστερον· καὶ τοῦτο ἡ πεῖρα | |
5 | τῶν πραγμάτων ἡμᾶς ἱκανὴ διδάξαι. Καὶ γὰρ ὁρῶμεν καθ’ ἑκάστην ἡμέραν ὀξυῤῥόπους τὰς μεταβολὰς, καὶ εἰς τὸ ἐναντίον ἅπαντα περιτρεπόμενα, καὶ τὸν ἐν τῇ ἀνωτάτω εὐημερίᾳ πρὸ μικροῦ τυγχάνοντα, ἀθρόον εἰς ἐσχάτην δυσπραγίαν καταφερόμενον, καὶ τὰ τῶν | |
10 | καταδίκων πολλάκις ὑπομένοντα. Ποίας οὖν ἂν εἴη παρανοίας τούτων μεταδιώκειν τὴν προστασίαν τῶν ἐν τοσαύτῃ ἀδηλίᾳ τυγχανόντων, καὶ οὐδὲ τὰ καθ’ ἑαυτοὺς ἱκανῶν ὄντων μετὰ ἀσφαλείας διαθεῖναι; Διὸ πάσης μὲν ἀνθρωπίνης προστασίας ἑαυτοὺς ἀποστή‐ | |
15 | σωμεν, μεμνημένοι καὶ τοῦ προφήτου λέγοντος· Ἐπι‐ κατάρατος ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ’ ἄν‐ θρωπον. Ὁρᾷς ὅτι ὁ τοιοῦτος οὐ μόνον ἀνόητος, ἀλλὰ καὶ ἐπικατάρατος, ἅτε δὴ καταλιπὼν τὸν τῶν ἁπάν‐ των Δεσπότην, καὶ πρὸς τὸν ὁμόδουλον τρέχων, τὸν | |
20 | οὐδὲ ἑαυτῷ ἀρκέσαι δυνάμενον; Φεύγωμεν τοίνυν τὴν κατάραν ταύτην, παρακαλῶ, καὶ τὴν ἐλπίδα πᾶσαν ἐπὶ τὸν Θεὸν μεταστήσωμεν. Αὕτη γὰρ βεβαία καὶ ἀκίνητος καὶ μεταβολὴν οὐκ ἐπιδεχομένη, καθάπερ ἡ ἐπὶ τῶν ἀνθρώπων. Ἢ γὰρ θάνατος ἐνταῦθα διέκοψε | |
25 | τὴν προστασίαν, καὶ γυμνοὺς καὶ ἐρήμους γενέσθαι παρεσκεύασε τοὺς ἐπὶ τοῦτον καταφεύγοντας· ἢ καὶ πρὸ τοῦ θανάτου μεταβολὴ πραγμάτων ἐπελθοῦσα, ἅπαντα ἄκυρα ἀμφοῖν πεποίηκε. Καὶ τούτων τῶν παραδειγμάτων πᾶς γέμει ὁ βίος. Διὸ οὐδὲ συγγνώ‐ | |
30 | μης εἰσὶν ἄξιοι, οἱ μετὰ τὴν τοσαύτην πεῖραν ἔτι ἀνθρωπίνῃ προστασίᾳ προστετηκότες, καὶ πολλά‐ κις ὑπ’ αὐτῶν δοκούντων εἶναι προστατῶν τὰ μυρία δεινὰ ὑπομένοντες. Τοσαύτη γὰρ τῆς κακίας ἡ ὑπερ‐ βολὴ, ὡς καὶ τοὺς θεραπεύοντας τοῖς ἐναντίοις ἀμεί‐ | |
35 | βεσθαι. Ἐπὶ δὲ τοῦ τῶν ὅλων Θεοῦ ἅπαν τοὐναντίον· καὶ ἀγνωμονοῦντας ἡμᾶς ἑκάστοτε εὐεργετεῖ, καὶ τὴν οἰκείαν ἀπονέμει προστασίαν, οὐ πρὸς τὴν ἡμε‐ τέραν ὁρῶν ἀγνωμοσύνην, ἀλλὰ τὴν οἰκείαν ἐν ἅπασι φιλανθρωπίαν μιμούμενος· ἧς γένοιτο πάντας ἡμᾶς | |
40 | ἀπολαῦσαι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
44t | ΟΜΙΛΙΑ ΝΖʹ. | |
45n | Ἐγένετο δὲ, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, εἶπεν | |
46n | ὁ Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα ἀπέλθω | |
47n | εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. | |
48 | αʹ. Τὰ λειπόμενα τῶν χθὲς εἰρημένων ἀναγκαῖον ἀποδοῦναι σήμερον τῇ ὑμετέρᾳ ἀγάπῃ, ἵνα καὶ ἐκ τῶν | |
54.494(50) | νῦν λεγομένων καὶ τὴν τοῦ Θεοῦ κηδεμονίαν, ἣν περὶ τὸν Ἰακὼβ ἐπεδείκνυτο, καὶ τὸ τοῦ δικαίου φιλόθεον καταμαθόντες, ζηλώσωμεν τοῦ ἀνδρὸς τὴν ἀρετήν. Οὐδὲ γὰρ ἁπλῶς ἡμῖν τὰς ἱστορίας ταύτας ἀναγρά‐ πτους ἡ τοῦ Πνεύματος χάρις γενέσθαι παρεσκεύασεν, | |
55 | ἀλλ’ ἵνα πρὸς μίμησιν ἡμᾶς διεγείρῃ καὶ ζῆλον τῶν ἐναρέτων ἀνδρῶν. Ὅταν γὰρ ἀκούσωμεν τοῦ μὲν τὴν ὑπομονὴν, τοῦ δὲ τὴν σωφροσύνην, ἑτέρου τὸ περὶ τὴν φιλοξενίαν ἕτοιμον, καὶ ἑκάστου τὴν πολλὴν ἀρετὴν, καὶ ὅπως τούτων ἕκαστος διέλαμψε καὶ περιφανέστε‐ | |
60 | ρος γέγονεν, εἰς ὅμοιον διεγειρόμεθα ζῆλον. Φέρε οὖν καὶ τὰ λειπόμενα τῆς κατὰ τὸν δίκαιον τοῦτον ἱστο‐ ρίας σήμερον ἐπελθόντες, τέλος ἐπιθῶμεν τῷ λόγῳ. Ἐγένετο δὲ, φησὶν, ὡς ἔτεκε Ῥαχὴλ τὸν Ἰωσὴφ, | |
εἶπεν Ἰακὼβ τῷ Λάβαν· Ἀπόστειλόν με, ἵνα | ||
54.495 | ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία μου, περὶ ὧν δεδούλευκά σοι. Ὅρα τοῦ δικαίου τὴν πολλὴν εὐγνωμοσύνην, πῶς ὁρῶν ἐναργῆ τὴν παρὰ τοῦ Θεοῦ | |
5 | εὔνοιαν περὶ αὐτὸν, οὐδὲν μέγα ἐφρόνησε κατὰ τοῦ Λάβαν, ἀλλὰ μετὰ πολλῆς τῆς ἐπιεικείας φησίν· Ἀπό‐ στειλόν με, ἵνα ἀπέλθω. Ἀληθῶς οὐδὲν ἐπιεικείας ἰσχυρότερον, καὶ οὐδὲν ταύτης δυνατώτερον. Ὅρα γοῦν, ἐπειδὴ προλαβὼν τῇ ἐπιεικείᾳ ἐχρήσατο, ὅπως | |
10 | καὶ τὸν Λάβαν παρεσκεύασε μετὰ πολλῆς τῆς εὐγνω‐ μοσύνης τὴν πρὸς αὐτὸν ἀπόκρισιν ποιήσασθαι. Εἶπε γὰρ αὐτῷ, φησὶ, Λάβαν· Εἰ εὗρον χάριν ἐναντίον σου· οἰωνισάμην ἄν· εὐλόγησε γάρ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. Διάστειλον τὸν μισθόν σου | |
15 | πρός με, καὶ δώσω. Οὐκ ἀγνοῶ, φησὶν, ὅτι μετὰ τὴν σὴν παρουσίαν πλουσίως ἀπήλαυσα τῆς παρὰ τοῦ Θεοῦ εὐνοίας. Ἐπεὶ οὖν αἰσθάνομαι τῆς εὐεργεσίας, ἧς διὰ τὴν σὴν παρουσίαν ἔτυχον, ὃν βούλει μισθὸν πρότεινον, κἀγὼ ἑτοίμως παρέξω. Σκόπει πόσον ἐστὶν | |
20 | ἐπιείκεια, καὶ μὴ ἁπλῶς παραδράμωμεν τὸ εἰρημένον· ἀλλ’ ἐννόησον ὅτι οὐδὲ μνήμην ποιησαμένου τοῦ δικαίου, οὐδὲ ἐπιζητήσαντος τὸν μισθὸν τῶν καμάτων, ἀλλὰ τοῦτο μόνον εἰρηκότος, ὅτι Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ παιδία, ὑπὲρ ὧν δεδούλευκά σοι, | |
25 | ἵνα ἀπέλθω, ἐκεῖνος αἰδεσθεὶς τοῦ δικαίου τὴν πολλὴν ἐπιείκειαν, φησίν· Εἰπὲ τίνα βούλει μισθὸν παρ’ ἐμοῦ σοι δοθῆναι, καὶ τοῦτον προθύμως δώσω. Μὴ γὰρ οὐ σὺν αὐτῷ ἦσαν αἱ γυναῖκες καὶ τὰ παιδία; Τίνος οὖν ἕνεκεν ἔλεγεν· Ἀπόδος μοι τὰς γυναῖκας καὶ τὰ | |
30 | παιδία; Τὴν προσήκουσαν αὐτῷ τιμὴν ἀπονέμων, καὶ τὸν οἰκεῖον τρόπον διὰ πάντων ἐμφαίνων, καὶ μετ’ ἐλευθερίας τὴν ἀναχώρησιν ποιήσασθαι βουλόμενος. Ὅρα γοῦν ἐκ τῶν ῥημάτων τούτων ὅπως ἐφειλκύ‐ σατο τὸν Λάβαν, ὡς καὶ μισθὸν ἐπαγγείλασθαι προσ‐ | |
35 | θεῖναι, καὶ τούτῳ αὐτῷ ἐπιτρέψαι τὴν αἵρεσιν. Τί οὖν ὁ δίκαιος; Ὅρα πάλιν τῆς αὐτοῦ ἐπιεικείας τὴν ὑπερβολὴν, καὶ ὅπως οὐδὲ οὕτως ἐπαχθὴς γίνεται καὶ φορτικὸς τῷ Λάβαν. Ἀλλὰ τί; Πάλιν αὐτὸν μάρτυρα καλεῖ τῆς εὐγνωμοσύνης αὐτοῦ, καὶ τῆς ἐν τῷ χρόνῳ | |
40 | παντὶ γενομένης παρ’ αὐτῷ εὐνοίας περὶ τὴν δου‐ λείαν. Σὺ γινώσκεις, φησὶν, ἃ δεδούλευκά σοι, καὶ ὅσα ἦν κτήνη σου μετ’ ἐμοῦ. Μικρὰ γὰρ ἦν ὅσα σοι ἐναντίον ἐμοῦ, καὶ ηὐξήθη εἰς πλῆθος, καὶ εὐλόγησέ σε Κύριος ἐπὶ τῷ ποδί μου· νῦν οὖν | |
45 | πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Σὲ μάρτυρα, φησὶ, καλῶ τῶν καμάτων τῶν ἐμῶν. Οἶδας γὰρ πῶς μετ’ εὐνοίας τὰ παρ’ ἐμαυτοῦ ἅπαντα ἐπεδειξάμην, καὶ ὅπως εὐαρίθμητα λαβὼν τὰ θρέμματά σου, τῇ ἐπιμελείᾳ τῇ ἐμαυτοῦ καὶ τῇ ἀγρυπνίᾳ εἰς πλῆθος | |
54.495(50) | αὐτὰ ἐπιδοῦναι πεποίηκα. Εἶτα ἐπιδεικνὺς ἑαυτοῦ τὸ φιλόθεον, φησίν· Εὐλόγησε γάρ σε Κύριος ἐπὶ τῷ ποδί μου· νῦν οὖν πότε ποιήσω κἀγὼ ἐμαυτῷ οἶκον; Οἶδας καὶ αὐτὸς ὅτι μετὰ τὴν ἐμὴν παρουσίαν ἡ ἄνωθεν χάρις ηὔξησέ σου τὴν περιουσίαν. Νῦν οὖν, | |
55 | ἐπειδὴ κἀγὼ τὰ παρ’ ἐμαυτοῦ πάντα ἐπεδειξάμην μετὰ πάσης εὐνοίας, τὴν ὑπηρεσίαν ἀποπληρώσας, καὶ ἡ παρὰ τοῦ Θεοῦ ῥοπὴ δήλη γέγονε, δίκαιον κἀμὲ ἐμαυτῷ ποιῆσαι οἶκον. Τί δέ ἐστι, Ποιῆσαι ἐμαυτῷ οἶκον; Ἀντὶ τοῦ, Ἐν ἐλευθερίᾳ λοιπὸν διάγειν, καὶ | |
60 | οἰκίας φροντίδα ἰδίας ποιήσασθαι. Ταῦτα ἀκούσας ὁ Λάβαν, Εἶπεν αὐτῷ· Τί σοι δώσω; ἢ τί βούλει παρ’ ἐμοῦ σοι δοθῆναι; εἰπέ. Ὁμολογῶ γὰρ κἀγὼ, καὶ οὐκ ἀρνηθείην· οἶδα γὰρ ὅσα μοι ὑπῆρξε παρὰ τοῦ Θεοῦ, καὶ ὅτι εὐλόγησέ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ. | |
65 | Εἶπε δὲ, φησὶν, αὐτῷ Ἰακώβ· Οὐ δώσεις μοι οὐ‐ δέν. Ἐὰν δὲ ποιήσῃς μοι τὸ ῥῆμα τοῦτο, πάλιν ποιμανῶ τὰ πρόβατά σου. Οὐδὲν, φησὶ, βούλομαι παρὰ σοῦ μισθῶν ἕνεκα κομίσασθαι, ἀλλὰ τοῦτο μόνον | |
ὃ λέγω καταδέξασθαι, καὶ Πάλιν ποιμανῶ τὰ πρό‐ | Column end | |
54.496 | βατά σου. Ὃ δὲ βούλομαι, ἐστὶ τοῦτο. Ὅρα τὸν δί‐ καιον, ἐπειδὴ ἐπεποίθει τῇ περὶ αὐτὸν τοῦ Θεοῦ ῥοπῇ, οἵαν πρότασιν τῷ Λάβαν προτίθησι· Παρελθέτω, φησὶ, τὰ πρόβατά σου σήμερον, καὶ διαχώρισον | |
5 | ἐκεῖθεν πᾶν πρόβατον φαιὸν ἐν τοῖς ἄρνασι, καὶ πᾶν διάλευκον καὶ ῥαντὸν ἐν ταῖς αἰξὶν ἔσται μοι μισθός. Καὶ ἐπακούσεταί μου ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐν‐ ώπιόν σου· πᾶν ὃ ἂν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον | |
10 | ἐν ταῖς αἰξὶ, καὶ φαιὸν ἐν τοῖς ἄρνασι, κεκλεμ‐ μένον ἔσται μοι. βʹ. Σκόπει τοῦ δικαίου τὴν σύνεσιν. Ἐπειδὴ ᾔδει ὅσης ἀξιοῦται τῆς ἄνωθεν εὐνοίας, καὶ ἐδόκει κατὰ τὴν τῆς φύσεως ἀκολουθίαν τοῦτο ἢ δυσχερὲς εἶναι, | |
15 | ἢ καὶ πάντη ἀδύνατον (σπάνιον ἦν γάρ ποτε τοῦτο, ἐνηλλαγμένην εἶναι τὴν χροιὰν τῶν τικτομένων), ταῦτα αἰτεῖται παρ’ αὐτοῦ, ὅθεν καὶ ταχέως ἐπέδρα‐ μεν ὁ Λάβαν τῇ αἰτήσει, καί φησιν, Ἔστω κατὰ τὸ ῥῆμά σου. Καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ | |
20 | τοὺς τράγους τοὺς ῥαντοὺς καὶ διαλεύκους, καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους, καὶ πᾶν ὃ ἦν λευκὸν ἐπ’ αὐτοῖς, καὶ πᾶν ὃ ἦν φαιὸν ἐν τοῖς ἄρνασι, καὶ ἔδωκε διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ· καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν | |
25 | ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ἰακώβ. Χωρίσας, φησὶ, τὰ ποίμνια κατὰ τὴν τοῦ Ἰακὼβ πρότασιν, ἔδωκε τοῖς υἱοῖς αὐτοῦ. Ἰακὼβ δὲ ἐποίμανε τὰ πρό‐ βατα Λάβαν τὰ ὑπολειφθέντα. Ποῖα δὴ ταῦτα; Τὰ μηδεμίαν ἔχοντα ἐν τῇ χροιᾷ διαφοράν. Τοῦτο δὲ πᾶν | |
30 | ἐγένετο, ἵνα καὶ ὁ δίκαιος διὰ τῶν πραγμάτων μάθῃ τοῦ Θεοῦ τὴν πολλὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ ὁ Λάβαν ἴδῃ ὅσης ἀπολαύει τῆς ἄνωθεν ῥοπῆς ὁ Ἰα‐ κώβ. Ἔλαβε δὲ, φησὶν, ἑαυτῷ ὁ Ἰακὼβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυΐνην καὶ πλατά‐ | |
35 | νου, καὶ ἐλέπισεν αὐτὰς ὁ Ἰακὼβ λεπίσματα λευκὰ, περισύρας τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκὸν, ὃ ἐλέπισε, ποικίλον. Καὶ παρέθηκε τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν τοῖς λη‐ νοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα ὡς ἂν ἔλ‐ | |
40 | θωσι τὰ πρόβατα πιεῖν, ἐνώπιον τῶν ῥάβδων ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν, ἐγκισσήσωσι τὰ πρό‐ βατα εἰς τὰς ῥάβδους. Καὶ ἐνεκίσσων τὰ πρόβατα εἰς τὰς ῥάβδους, καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. Ταῦτα ὁ δί‐ | |
45 | καιος, οὐκ οἴκοθεν ὁρμώμενος, ἀλλὰ τῆς ἄνωθεν χά‐ ριτος ἐνηχούσης αὐτοῦ τῇ διανοίᾳ. Οὐδὲ γὰρ ἦν κατὰ φύσεως ἀκολουθίαν τὸ γινόμενον, ἀλλὰ πολὺ τὸ παρά‐ δοξον καὶ ὑπερβαῖνον τὴν φυσικὴν ἀκολουθίαν ἦν. Καὶ τοὺς ἀμνοὺς διέστειλε, καὶ ἔστησεν ἐναντίον τῶν | |
54.496(50) | προβάτων κριὸν διάλευκον, καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς, καὶ διεχώρισεν ἑαυτῷ ποίμνιον καθ’ ἑαυτὸν, καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λά‐ βαν. Ἐπειδὴ λοιπὸν τοσαῦτα ἦν τὰ τικτόμενα, ἅπαντα ὅσα προσέθηκε, διεχώρισεν αὐτὰ, φησὶ, καὶ ἐποίησεν | |
55 | ἑαυτῷ ποίμνιον κατὰ μόνας. Ἐγένετο δὲ ἐν τῷ καιρῷ, ἐν ᾧ ἐνεκίσσων τὰ πρόβατα ἐν γαστρὶ λαμ‐ βάνοντα, ἔθηκεν Ἰακὼβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων, τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥά‐ βδους. Ἡνίκα δ’ ἂν ἔτικτε τὰ πρόβατα, οὐκ ἐτίθη. | |
60 | Ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λάβαν, τὰ δὲ ἐπίσημα τοῦ Ἰακώβ· καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφοδρῶς. Τί βούλεται ὁ διπλασιασμός; Τὴν πολλὴν περιουσίαν ἐστὶν ἐμφαίνων, καὶ ὅτι οὐχ ἁπλῶς σφό‐ δρα ἐπλούτησεν, ἀλλὰ πολὺ σφόδρα. Ἐγένετο γὰρ | |
65 | αὐτῷ, φησὶ, κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ | |
παιδίσκαι. Ἀλλ’ ὅρα μοι πάλιν τὸν φθόνον τὸν ἐν‐ | ||
54.497 | τεῦθεν τικτόμενον τῷ δικαίῳ. Ἤκουσε γὰρ τὰ ῥή‐ ματα τῶν υἱῶν Λάβαν λεγόντων· Εἴληφεν Ἰακὼβ πάντα τὰ τοῦ πατρὸς ἡμῶν, καὶ ἐκ τῶν τοῦ πατρὸς ἡμῶν πεποίηκε πᾶσαν τὴν δόξαν ταύτην. | |
5 | Ὅρα πῶς ἡ βασκανία εἰς ἀγνωμοσύνην αὐτοὺς ἐν‐ ήγαγε, καὶ οὐκ αὐτοὺς μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν Λάβαν. Εἶδε γὰρ, φησὶν, Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν, ὡς χθὲς καὶ τρίτην ἡμέραν. Τὰ γὰρ ῥήματα τῶν παίδων διεσά‐ | |
10 | λευσεν αὐτοῦ τὴν διάνοιαν, καὶ ἐπιλαθέσθαι πεποίηκεν ὧν πρώην διαλεγόμενος τῷ Ἰακὼβ ἐφθέγξατο, εἰπὼν, Εὐλόγησέ με ὁ Θεὸς ἐπὶ τῇ σῇ εἰσόδῳ· καὶ ὁ εὐχα‐ ριστήσας τῷ Δεσπότῃ, ὅτι διὰ τὴν τοῦ δικαίου παρ‐ ουσίαν αὐξηθῆναι αὐτοῦ τὴν περιουσίαν πεποίηκε, | |
15 | νῦν παρατραπεὶς τὴν διάνοιαν ὑπὸ τῶν παίδων, καὶ εἰς βασκανίαν ἐξαφθεὶς, ἴσως ἐπειδὴ ἑώρα ἐν πολλῇ περιουσίᾳ τὸν δίκαιον τυγχάνοντα, οὐχ ὁμοίως αὐτῷ προσφέρεσθαι ἐβούλετο. Εἶδε γὰρ, φησὶν, Ἰακὼβ τὸ πρόσωπον Λάβαν, καὶ ἰδοὺ οὐκ ἦν πρὸς αὐτὸν ὡς | |
20 | χθὲς καὶ τρίτην ἡμέραν. Εἶδες τοῦ μὲν δικαίου τὴν πολλὴν ἐπιείκειαν, ἐκείνων δὲ τὴν ἀγνωμοσύνην· καὶ ὅπως οὐ φέροντες κατέχειν τὴν βασκανίαν, καὶ τοῦ πατρὸς τὴν γνώμην διεσάλευσαν; Ὅρα λοιπὸν τοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν, καὶ ὅσῃ συγκαταβάσει | |
25 | κέχρηται, ἐπειδὰν ἴδῃ τὰ παρ’ ἑαυτῶν εἰσφέροντας ἡμᾶς. Ὁρῶν γὰρ τὸν δίκαιον ὑπ’ αὐτῶν βασκαινό‐ μενον, φησὶ πρὸς τὸν Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀρκέσθητι, φησὶ, τῇ ἐπὶ τῆς | |
30 | ξένης διαγωγῇ. Ἅπερ ὑπεσχόμην σοι πρώην λέγων, Ἀποστρέψω σε εἰς τὴν γῆν σου, ταῦτα νῦν εἰς ἔργον ἀγαγεῖν βούλομαι. Ἐπάνιθι τοίνυν μηδὲν δε‐ δοικώς· Ἐγὼ γὰρ ἔσομαι μετὰ σοῦ. Ἵνα γὰρ μὴ ὀκνηρότερος γένηται ὁ δίκαιος περὶ τὴν ἀποδημίαν, | |
35 | ἀλλὰ μετὰ τοῦ θαῤῥεῖν ἅψηται τῆς ἐπανόδου, διὰ τοῦτό φησιν· Ἐγὼ ἔσομαι μετὰ σοῦ· ὁ μέχρι τοῦ παρόντος τὰ κατὰ σὲ οἰκονομήσας, καὶ αὐξηθῆναί σου τὸ σπέρμα ποιήσας, ἐγὼ καὶ εἰς τὸ ἑξῆς Ἔσο‐ μαι μετὰ σοῦ. Ταῦτα ἀκούσας ὁ δίκαιος παρὰ τοῦ | |
40 | Θεοῦ, οὐκ ἠμέλλησε, ἀλλ’ ἤδη πρὸς τοῦτο παρεσκευά‐ ζετο. Ἀποστείλας γὰρ, φησὶν, ἐκάλεσε Ῥαχὴλ καὶ Λείαν εἰς τὸ πεδίον, οὗ τὰ ποίμνια ἐποίμαινεν, καὶ εἶπεν αὐταῖς. Προθεῖναι βούλεται ταῖς γυναιξὶ τὴν περὶ τῆς ἀποδημίας διάσκεψιν, καὶ γνωρίσαι τό | |
45 | τε τοῦ Θεοῦ πρόσταγμα, τήν τε τοῦ πατρὸς περὶ αὐ‐ τὸν βασκανίαν. Εἶπε γὰρ, φησὶν, αὐταῖς· Ὁρῶ ἐγὼ τὸ πρόσωπον τοῦ πατρὸς ὑμῶν, ὅτι οὐκ ἔστι πρός με ὡς χθὲς καὶ τρίτην ἡμέραν. Ὁ δὲ Θεὸς τοῦ πατρός μου ἦν μετ’ ἐμοῦ. Αὐταὶ δὲ οἴδατε ὅτι ἐν | |
54.497(50) | πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. Ἐὰν γὰρ οὕτως εἴπῃ· Τὰ ποικίλα ἔσται σοι μισθός· καὶ τέξεται | |
55 | πάντα τὰ πρόβατα ποικίλα. Ἐὰν δὲ εἴπῃ· Τὰ λευκὰ ἔσται σοι μισθός· καὶ τέξεται πάντα τὰ πρόβατα λευκά· καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. γʹ. Ὅρα πῶς ἀμφότερα αὐτὰς διδάσκει, καὶ τοῦ πα‐ | |
60 | τρὸς τὴν ἀγνωμοσύνην τὴν περὶ αὐτὸν, καὶ τὴν οἰκείαν εὔνοιαν, ἣν περὶ τὴν δουλείαν ἐπεδείξατο. Οἴδατε γὰρ, φησὶν, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν. Καὶ τὴν παρὰ τοῦ Θεοῦ περὶ αὐτὸν ἐναργῆ κηδεμονίαν κατάδηλον ποιεῖ, δεικνὺς ὅτι ἡ | |
65 | ἄνωθεν συμμαχία ἦν ἡ τὸ πᾶν ἐργαζομένη, καὶ | |
τὴν περιουσίαν τοῦ Λάβαν εἰς αὐτὸν μεθιστῶσα. | Column end | |
54.498 | Ἀφείλετο γὰρ, φησὶν, ὁ Θεὸς τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ μοι αὐτά. Ἐγένετο δὲ ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, καὶ εἶδον τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι καὶ οἱ κριοὶ | |
5 | ἀναβαίνοντες ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς ῥαντοί. Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ’ ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπον· Τί ἐστι; Καὶ εἶπεν· Ἀνά‐ βλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους | |
10 | καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ πρόβατα καὶ τὰς αἶγας, διαλεύκους, ποικίλους καὶ σποδοει‐ δεῖς ῥαντούς. Ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ὁρᾷς ὅτι ἡ ἄνωθεν ἐνέργεια ἦν ἡ τὸ πᾶν ἐργα‐ ζομένη, καὶ τὸν δίκαιον τῶν καμάτων ἀμειβομένη; | |
15 | Ἐπειδὴ γὰρ ἐκεῖνος ἀγνώμων περὶ αὐτὸν ἐγίνετο, ὁ φιλότιμος Δεσπότης μετὰ δαψιλείας ἀμείβεται τὸν δίκαιον· Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ. Ἐντεῦθεν μανθάνομεν, ὅτι ἐπειδὰν ἀδικούμενοι παρ’ οὑτινοσοῦν ἐπιεικῶς καὶ πράως ἐνέγκωμεν, μείζονος | |
20 | καὶ δαψιλεστέρας ἀπολαύομεν τῆς ἄνωθεν συμμαχίας. Μὴ τοίνυν ἀντιτείνωμεν πρὸς τοὺς ἐπηρεάζειν βου‐ λομένους, ἀλλὰ φέρωμεν γενναίως, εἰδότες ὡς ὁ τῶν ἁπάντων Δεσπότης οὐ περιόψεται ἡμᾶς, μόνον ἐὰν ἡμεῖς τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδειξώμεθα. Ἐμοὶ | |
25 | γὰρ, φησὶν, ἐκδίκησις· ἐγὼ ἀνταποδώσω, λέγει Κύριος. Διὰ τοῦτο καὶ ὁ Ἰακὼβ ἔλεγεν· Οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς κακοποιῆσαί με. Ἐπειδὴ γὰρ αὐτὸς ἀποστερῆσαι, φησὶ, μὲ ἐβουλήθη τῶν ὑπὲρ τῶν καμάτων μισθῶν, ὁ Δεσπότης μετὰ τοσαύτης περιου‐ | |
30 | σίας τὴν εἰς ἡμᾶς κηδεμονίαν ἐπεδείξατο, ὡς πᾶσαν αὐτοῦ τὴν οὐσίαν μεταστῆσαι εἰς ἡμᾶς. Καὶ εἰδὼς ὡς ἐγὼ μὲν μετ’ εὐνοίας τὴν δουλείαν ἐποιησάμην, ἐκεῖνος δὲ οὐ προσηκόντως μοι προσηνέχθη, τοσαύ‐ την ἐποιήσατο ἡμῶν τὴν πρόνοιαν. Καὶ ὅτι οὐχ ἁπλῶς | |
35 | ταῦτα λέγω, οὐδὲ εἰκῆ καὶ μάτην κατηγορεῖν αὐτοῦ βουλόμενος, καὶ τὸν Θεὸν ἔχω μάρτυρα τοῖς παρὰ τοῦ πατρὸς ὑμῶν εἰς ἐμὲ γενομένοις. Ἑώρακα γὰρ, φησὶν, ὅσα σοι Λάβαν ποιεῖ· ὅτι οὐ τοῦ μισθοῦ σε μόνον ἀπεστέρησεν, ἀλλ’ ὅτι καὶ οὐχ ὁμοίως νῦν πρὸς | |
40 | σὲ διάκειται, ὡς καὶ πρότερον· ἀλλὰ διέφθαρται τὴν γνώμην. Ἐγώ εἰμι ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην. Εἰς ὑπόμνησιν αὐτὸν ἀγαγεῖν βούλεται, ὧν αὐτῷ τότε ὑπέσχετο, εἰπὼν, Εἰς πλῆθός σε αὐξηθῆναι ποιήσω, | |
45 | καὶ ὅτι Διαφυλάξω σε εἰς τὴν γῆν σου. Ἐγὼ οὖν ὁ τότε ὀφθείς σοι καὶ τὰς ὑποσχέσεις πρὸς σὲ ποιησά‐ μενος, ἐγὼ καὶ νῦν, ἐπειδὴ καιρὸς ἥκει, τὰ τότε παρ’ ἐμοῦ σοι ἐπαγγελθέντα εἰς ἔργον ἄγω, καὶ ἐπανελθεῖν σε κελεύω ἄνευ ἀγωνίας. Μετὰ σοῦ γὰρ ἔσομαι. | |
54.498(50) | Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ, οὗ ἤλειψάς μοι στήλην, καὶ ηὔξω μοι εὐχήν. Ὑπομιμνήσκει αὐτὸν τῆς εὐχῆς καὶ τῆς ἐπαγγελίας, ἧς ἐποιήσατο. Τίς δὲ ἦν ἡ εὐχή; Ὅτι Ὧν ἄν μοι δῷς, ἀποδεκατώσω αὐτά σοι. Ἐπειδὴ γὰρ τότε μηδὲν | |
55 | ὅλως ἐπιφερόμενος, ἀλλὰ καθάπερ φυγὰς τὴν ὁδοιπο‐ ρίαν ποιούμενος ταῦτα ηὔξατο, διὰ τοῦτό φησιν· Ἡνίκα σοι ὤφθην, ηὔξω εὐχὴν, λέγων, Ὧν ἄν μοι δῷς, δεκάτην ἀποδεκατώσω σοι· διὰ τῆς εὐχῆς καὶ τῆς ἐπαγγελίας τὴν δύναμιν τὴν ἐμὴν προμη‐ | |
60 | νύων, καὶ τοῖς τῆς πίστεως ὀφθαλμοῖς προορῶν τὴν μέλλουσαν εὐπορίαν ἔσεσθαί σοι· νῦν οὖν ὅτε εἰς ἔρ‐ γον τὰ παρ’ ἐμοῦ λεχθέντα δεῖ ἐλθεῖν, καὶ καιρὸς ἥκει καλῶν τὴν εὐχὴν τὴν σὴν πληρωθῆναι. Ἐπάνιθι | |
νῦν οὖν, φησὶν, ἀνάστηθι, καὶ ἔξελθε ἐκ τῆς γῆς | ||
54.499 | ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἐγώ σοι πανταχοῦ συνέσομαι, καὶ ἐγώ σοι τὴν ὁδοιπορίαν εὐμαρῆ καταστήσω, καὶ οὐδεμίαν παρ’ οὐδενὸς ὑποστήσῃ βλάβην, τῆς ἐμῆς | |
5 | δεξιᾶς ἀντὶ σκέπης πανταχοῦ γινομένης σοι. Ταῦτα ἀκούσασαι αἱ περὶ τὴν Ῥαχὴλ εἶπαν αὐτῷ· Μή ἐστιν ἡμῖν μερὶς, ἢ κληρονομία ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν; Οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; Πέπρακε γὰρ ἡμᾶς, καὶ κατέφαγε κατα‐ | |
10 | βρώσει τὸ ἀργύριον ἡμῶν. Καὶ πάντα τὸν πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, σοὶ ἔδωκε. Νῦν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει. Ὅρα καὶ ταύτας ἑπομένας τῇ τοῦ Θεοῦ γνώμῃ, καὶ λογισμὸν ἀναντίῤῥητον εἰσαγούσας. Μὴ γὰρ, | |
15 | φησὶν, ἔτι τι κοινὸν ἡμῖν πρὸς τὸν πατέρα ἡμῶν; Ἅπαξ γὰρ ἀπέδοτο ἡμᾶς. Τὸν μέντοι πλοῦτον καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, καὶ ἔδωκέ σοι, ἡμεῖς ἕξομεν, καὶ τὰ τέκνα ἡμῶν. Μὴ μέλλε οὖν, μηδὲ διαναβάλλου, ἀλλὰ ποίει τὰ παρὰ | |
20 | τοῦ Θεοῦ σοι ἐπιταχθέντα. Νῦν οὖν ὅσα εἴρηκέ σοι ὁ Θεός σου, ποίει. Ταῦτα ἀκούσας ὁ Ἰακὼβ, ἀναστὰς ἔλαβε τὰς γυναῖκας αὐτοῦ καὶ τὰ παιδία, καὶ ἀνεβίβασεν αὐτὰς ἐπὶ καμήλους, καὶ ἀπήγαγε πάντα τὰ ὑπάρχοντα αὐτοῦ, καὶ τὴν ἀποσκευὴν, | |
25 | ἢν περιεποιήσατο ἐν τῇ Μεσοποταμίᾳ, καὶ πάντα τὰ αὐτοῦ, ἀπελθεῖν πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ. δʹ. Σκόπει μοι τοῦ δικαίου τῆς ψυχῆς τὴν ἀνδρείαν, καὶ ὅπως πάντα φόβον καὶ ἀγωνίαν παρωσάμενος ἐπείθετο τῷ τοῦ Δεσπότου ἐπιτάγματι. Ἐπειδὴ γὰρ | |
30 | εἶδε τοῦ Λάβαν οὐχ ὑγιῆ τὴν γνώμην, οὐκ ἔτι καθά‐ περ πρότερον πυθέσθαι αὐτὸν κατεδέξατο, ἀλλὰ τὸ προσταχθὲν παρὰ τοῦ Δεσπότου, ἐπλήρου, καὶ λαβὼν τὰς γυναῖκας καὶ τὰ παιδία ἥπτετο τῆς ὁδοῦ. Λάβαν δὲ, φησὶν, ᾤχετο κεῖραι τὰ πρόβατα αὐτοῦ. Ἔκλεψε | |
35 | δὲ Ῥαχὴλ τὰ εἴδωλα τοῦ πατρὸς αὐτῆς. Οὐχ ἁπλῶς οὐδὲ τοῦτο πρόσκειται, ἀλλ’ ἵνα γνῶμεν, πῶς ἔτι τῆς πατρικῆς εἴχοντο συνηθείας, καὶ πολλὴν τὴν περὶ τὰ εἴδωλα θεραπείαν ἐπεδείκνυντο. Ἐννόησον γὰρ ὅσην αὕτη σπουδὴν ἐποιήσατο, ὡς μηδὲν ἕτερον ὑφελέσθαι | |
40 | τῶν τοῦ πατρὸς, ἀλλὰ τὰ εἴδωλα μόνα, καὶ τοῦτο ἐποίει καὶ τὸν ἄνδρα λανθάνουσα· οὐδὲ γὰρ ἂν ἐκεῖνος συνεχώρησε ταῦτα γενέσθαι. Ἔκρυψε δὲ, φησὶν, Ἰακὼβ Λάβαν τὸν Σύρον, τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, ὅτι ἀποδιδράσκει. Καὶ ἀπέδρα αὐτὸς, καὶ πάντα | |
45 | τὰ αὐτοῦ, καὶ διέβη τὸν ποταμὸν, καὶ ὥρμησεν εἰς τὸ ὄρος Γαλαάδ. Θέα μοι τὴν πολλὴν τοῦ Θεοῦ καὶ ἐνταῦθα πρόνοιαν, ὅπως, μέχρις ὅτε πόῤῥωθεν γέγονεν ὁ δίκαιος, οὐ συνεχώρησε τῷ Λάβαν εἰς γνῶσιν ἐλθεῖν τὴν ἀναχώρησιν τοῦ Ἰακώβ. Τριῶν γὰρ ἡμερῶν, | |
54.499(50) | φησὶ, παρελθουσῶν, τῷ Λάβαν ἐγνώσθη. Καὶ πα‐ ραλαβὼν πάντας τοὺς ἀδελφοὺς αὐτοῦ μεθ’ ἑαυ‐ τοῦ, ἐδίωξεν ὀπίσω αὐτοῦ ὁδὸν ἡμερῶν ἑπτά· καὶ κατέλαβεν αὐτὸν ἐν τῷ ὄρει Γαλαάδ. Σκόπει πάλιν τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν. Ὁ γὰρ εἰπὼν, | |
55 | Ἀπόστρεφε εἰς τὴν γῆν σου, καὶ ἔσομαι μετὰ σοῦ, οὗτος καὶ νῦν τὴν οἰκείαν ἐπιδείκνυται πρόνοιαν. Ἐπειδὴ γὰρ εἶδε τὸν Λάβαν μετὰ πολλῆς ἀγανακτή‐ σεως καταδιώκοντα τὸν δίκαιον, καὶ δίκην, ὡς εἰπεῖν, εἰσπράξασθαι βουλόμενον τῆς ἀναχωρήσεως, ἐπι‐ | |
60 | φαίνεται τῷ Λάβαν καθ’ ὕπνον τὴν νύκτα. Ἦλθε δὲ, φησὶν, ὁ Θεὸς πρὸς Λάβαν τὸν Σύρον τὴν νύκτα, καὶ εἶπεν αὐτῷ. Ὅρα Θεοῦ συγκατάβασιν, καὶ ὅπως διὰ τὴν περὶ τὸν δίκαιον κηδεμονίαν καὶ τῷ Λάβαν διαλέγεται, ἵνα κατασείσας αὐτοῦ τὴν διάνοιαν | |
65 | ἀποστήσῃ τῆς κατὰ τοῦ Ἰακὼβ ὁρμῆς. Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς μετὰ τοῦ Ἰακὼβ πο‐ νηρά. Πολλὴ τοῦ Δεσπότου ἡ ἀγαθότης. Ἐπειδὴ ἑώρα | |
αὐτὸν πρὸς μάχην ἐπειγόμενον, καὶ κατεξαναστῆναι | Column end | |
54.500 | τοῦ δικαίου βουλόμενον, μονονουχὶ διὰ ῥήματος καθέλ‐ κει αὐτοῦ τὸν λογισμὸν, καί φησι· Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς μετὰ Ἰακὼβ πονηρόν. Μηδὲ μέχρι ῥημάτων, φησὶν, ἐπιχειρήσῃς λυπῆσαι τὸν Ἰακὼβ, | |
5 | ἀλλὰ φύλαξαι σεαυτὸν, ἐπίσχες σου τὴν κακὴν ταύ‐ την ὁρμὴν, κατάστειλαι τὸν θυμὸν, ἀναχαίτισόν σου θυμουμένην τὴν διάνοιαν, καὶ μηδὲ μέχρι ῥήματος λυπῆσαι αὐτὸν ἀνάσχῃ. Καὶ σκόπει μοι Θεοῦ φιλαν‐ θρωπίαν. Οὐ προσέταξε τῷ Λάβαν εἰς τὰ οἰκεῖα | |
10 | ὑποστρέψαι, ἀλλὰ μόνον παρεκελεύσατο μηδὲν φορ‐ τικὸν, μηδὲ ἐπαχθὲς διαλεχθῆναι τῷ δικαίῳ. Τίνος ἕνεκεν, καὶ διὰ τί; Ἵνα μάθῃ καὶ διὰ τῶν ἔργων αὐ‐ τῶν ὁ δίκαιος καὶ διὰ τῶν πραγμάτων, ὅσης ἀξιοῦ‐ ται παρὰ τοῦ Θεοῦ τῆς κηδεμονίας. Εἰ γὰρ ὑπέστρε‐ | |
15 | ψεν ὁ Λάβαν, πόθεν ἂν τοῦτο ἔγνω ὁ Ἰακὼβ, ἢ αἱ τούτου γυναῖκες; Καὶ διὰ τοῦτο συγχωρεῖ αὐτὸν ἀπελθεῖν, καὶ διὰ τῆς οἰκείας γλώττης ὁμολογῆσαι τὰ παρὰ τοῦ Θεοῦ πρὸς αὐτὸν ῥηθέντα, ἵνα καὶ ὁ δίκαιος πλείονα τὴν προθυμίαν κτήσηται περὶ τὴν ἀποδημίαν, | |
20 | καὶ θάρσος προσλάβῃ, καὶ αἱ τούτου γυναῖκες μα‐ θοῦσαι ὅσης ἀξιοῦται ὁ Ἰακὼβ παρὰ τοῦ τῶν ὅλων Θεοῦ τῆς κηδεμονίας, ἀποσείσωνται τὴν πατρικὴν πλάνην καὶ ζηλώσωσι τὸν δίκαιον, καὶ θεογνωσίας ἐν‐ τεῦθεν ἀρκοῦσαν διδασκαλίαν δέξωνται. Οὐδὲ γὰρ | |
25 | οὕτως ἦν τὰ παρὰ τοῦ Ἰακὼβ ἀξιόπιστα, ὡς τὰ παρὰ τοῦ Λάβαν λεγόμενα, τοῦ ἔτι περὶ τὰ εἴδωλα ἐπτοη‐ μένου. Αἱ γὰρ παρὰ τῶν ἀπίστων μαρτυρίαι καὶ τῶν ἐχθρῶν τῆς εὐσεβείας ἀεὶ πολὺ τὸ ἀξιόπιστον ἔχουσι. Καὶ τοῦτο γὰρ τῆς εὐμηχάνου τοῦ Θεοῦ σοφίας, ὅταν | |
30 | καὶ τοὺς ἐχθροὺς τῆς ἀληθείας αὐτοὺς μάρτυρας ποιῇ γενέσθαι τῆς ἀληθείας, καὶ διὰ τῆς οἰκείας γλώττης τὰ αὐτὰ συναγωνίζωνται. Κατέλαβε δὲ Λάβαν τὸν Ἰακώβ. Ἰακὼβ δὲ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐν τῷ ὄρει· Λάβαν δὲ ἔστησε τοὺς ἀδελφοὺς αὐτοῦ ἐν | |
35 | τῷ ὄρει Γαλαάδ. Καὶ εἶπε Λάβαν τῷ Ἰακώβ· Τί τοῦτο ἐποίησας; Ὅρα πῶς τὸ παρὰ τοῦ Θεοῦ πρόσ‐ ταγμα τὴν πολλὴν αὐτοῦ φλεγμονὴν κατέστειλε, καὶ τὸν θυμὸν ἐχαλίνωσε. Διὰ τοῦτο μετὰ πολλῆς ἡμερό‐ τητος τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους, μονονουχὶ | |
40 | ἀπολογούμενος, καὶ πατρικὴν φιλοστοργίαν περὶ αὐ‐ τὸν ἐπιδεικνύμενος. Ὅταν γὰρ τῆς ἄνωθεν ἀπολαύωμεν προνοίας, οὐ μόνον τῶν ἀνθρώπων τῶν πονηρῶν διαφυγεῖν δυνάμεθα τὰς ἐπιβουλὰς, ἀλλὰ καὶ θηρίοις ἀνημέροις ἐὰν περιπέσωμεν, οὐδὲν ὑπο‐ | |
45 | στησόμεθα δεινόν. Ὁ γὰρ τῶν ἁπάντων Δεσπότης τῆς οἰκείας δυνάμεως τὴν περιουσίαν ἐπιδεικνύμενος, καὶ τῶν θηρίων μεταβάλλει τὴν φύσιν, καὶ εἰς προβάτων ἡμερότητα αὐτὰ μεθίστησιν, οὐχὶ τῆς θηριωδίας αὐτὰ μεθιστὰς, ἀλλ’ ἐν αὐτῇ τῇ φύσει καταλιμπάνων, τὰ | |
54.500(50) | τῶν προβάτων ἐπιδείκνυσθαι παρασκευάζει. Καὶ οὐκ ἐπὶ τῶν θηρίων μόνον τοῦτο ἴδοι τις ἂν, ἀλλὰ καὶ ἐπ’ αὐτῶν τῶν στοιχείων. Ὅταν γὰρ αὐτὸς βούληται, καὶ τὰ στοιχεῖα αὐτὰ τῆς οἰκείας ἐνεργείας ἐπιλαν‐ θάνεται, καὶ οὐδὲ πῦρ τὰ πυρὸς ἐπιδείκνυται. Καὶ | |
55 | τοῦτό τις καταμάθοι ἐπί τε τῶν τριῶν παίδων, ἐπί τε τοῦ Δανιήλ. Ὁ μὲν ὑπὸ λεόντων περιστατούμενος, ὡς ὑπὸ προβάτων κυκλούμενος, οὐδὲν ἔπασχεν ἀηδὲς, τῆς ἄνωθεν ῥοπῆς τὴν ἐκείνων ἀγριότητα ἀναχαιτι‐ ζούσης. Ὅτι γὰρ θῆρες ὄντες ἔμενον τὰ τῆς θηριω‐ | |
60 | δίας μὴ ἐπιδεικνύμενοι, δι’ αὐτῶν τῶν πραγμάτων ἔγνωσαν τῶν ἀλόγων θηρίων οἱ ἀγριώτεροι. εʹ. Καὶ τοῦτο δὲ ἐγίνετο πρὸς μείζονα κατηγορίαν ἐκείνων, ὅτι οἱ λόγῳ τετιμημένοι τὰ ἄλογα θηρία ὑπερ‐ ηκόντισαν τῇ ὠμότητι. Καὶ ἐμάνθανον διὰ τῶν πρα‐ | |
65 | γμάτων, ὅπως διὰ τὴν τοῦ Δεσπότου πρόνοιαν τὸν | |
μὲν δίκαιον καὶ τὰ θηρία ᾐδέσθη, καὶ οὐκ ἐτόλμησαν | ||
54.501 | ἐφάψασθαι τοῦ σώματος· αὐτοὶ δὲ τὰ τῶν θηρίων αὐτῷ χεῖρον διέθηκαν. Καὶ ἵνα μὴ νομίσωσι φαντα‐ σίαν τινὰ γεγενῆσθαι, διὰ τῶν μετὰ ταῦτα βληθέν‐ των εἰς τὸν λάκκον ἐπεγίνωσκον, ὅτι ἐπὶ μὲν τοῦ δι‐ | |
5 | καίου τῶν προβάτων ἐμιμοῦντο τὴν ἡμερότητα, καὶ τῆς φύσεως ἐπελανθάνοντο· ἐπὶ δὲ τῶν μετὰ ταῦτα βληθέντων τὰ τῆς θηριωδίας ἐπεδείκνυντο. Οὕτω καὶ ἐπὶ τῆς καμίνου τοῦ πυρὸς γέγονε. Τοὺς μὲν ἔνδον ὄντας καὶ ἐν μέσῳ τῷ πυρὶ τυγχάνοντας ᾐδεῖτο τὸ | |
10 | στοιχεῖον, καὶ οὐκ ἐνήργει τὰ τοῦ πυρός· ἀλλὰ καθά‐ περ πεδηθείσης τῆς ἐνεργείας, οὕτως ἀβλαβῆ τῶν παίδων τούτων διεφύλαττε τὰ σώματα, καὶ οὐδὲ αὐ‐ τῶν τῶν τριχῶν ἐφάψασθαι ἐτόλμησε, καθάπερ ὑπὸ προστάγματός τινος τὸ στοιχεῖον τὴν οἰκείαν ἐνέργειαν | |
15 | ἐπιδείξασθαι κωλυόμενον· τοὺς δὲ ἔξω τῆς καμίνου διάγοντας κατηνάλωσε, δι’ ἀμφοτέρων πολλὴν τῆς τοῦ Θεοῦ δυνάμεως τὴν περιουσίαν ἐμφαῖνον, καὶ δι’ ὧν τοὺς ἔσω τυγχάνοντας ἀβλαβεῖς διεφύλαττε, καὶ δι’ ὧν τούτους διέφθειρεν. Οὕτως ὅταν τῆς ἄνωθεν ἀπο‐ | |
20 | λαύωμεν ῥοπῆς, οὐ μόνον τῶν πρὸς ἡμᾶς πολεμίως ἐχόντων διαφεύγομεν τὰς ἐπιβουλὰς, ἀλλὰ κἂν αὐτοῖς τοῖς θηρίοις περιπέσωμεν, οὐδὲν πεισόμεθα δεινόν. Ἡ γὰρ τοῦ Θεοῦ χεὶρ ἡ πάντων δυνατωτέρα, αὕτη πολλὴν ἡμῖν πανταχόθεν περιτίθησι τὴν ἀσφάλειαν, | |
25 | καὶ ἀχειρώτους ἐργάζεται· ὅπερ καὶ ἐπὶ τοῦ δικαίου τούτου γέγονεν. Ὁ γὰρ μετὰ τοσαύτης ὁρμῆς κατα‐ λαβεῖν βουλόμενος τὸν Ἰακὼβ, καὶ δίκην ἀπαιτῆσαι τῆς πάντων ἀναχωρήσεως, οὐ μόνον οὐδὲν πρὸς αὐτὸν τραχὺ οὐδὲ ἐπαχθὲς φθέγγεται, ἀλλὰ καθάπερ πατὴρ | |
30 | διαλεγόμενος πρὸς παῖδα, οὕτω μετὰ πολλῆς τῆς ἐπιει‐ κείας πρὸς αὐτὸν ποιεῖται τὰ ῥήματα, καί φησι· Τί ἐποίησας τοῦτο; τί κρυφῆ ἀπέδρας; Ὅρα πόση ἡ μεταβολή· ὅρα πῶς ὁ καθάπερ θηρίον μεμηνὼς, προ‐ βάτων μιμεῖται ἡμερότητα. Ἵνα τί κρυφῆ ἀπέδρας, | |
35 | καὶ ἐκλοποφόρησάς με, καὶ ἀπήγαγες τὰς θυγατέ‐ ρας μου ὡς αἰχμαλώτιδας μαχαίρᾳ; Τίνος ἕνεκεν, φησὶ, τοῦτο πεποίηκας; τί σοι ἔδοξε; διὰ τί οὕτω λαν‐ θανόντως ἐποιήσω τὴν ἀποδημίαν; Εἰ γὰρ ἀνήγγει‐ λάς μοι, μετὰ πολλῆς τῆς πομπῆς καὶ τῆς εὐφρο‐ | |
40 | σύνης ἐξαπέστειλα ἄν σε. Καὶ γὰρ εἰ τοῦτο ἔγνων, φησὶ, Μετὰ μουσικῶν καὶ τυμπάνων καὶ κιθάρας προέπεμψα ἄν σε. Οὐκ ἠξιώθην φιλῆσαι τὰς θυ‐ γατέρας μου· νῦν δὲ ἀφρόνως ἔπραξας. Ὁρᾷς πῶς λοιπὸν ἑαυτὸν ἐλέγχει, καὶ διὰ τῆς οἰκείας γλώττης | |
45 | ὁμολογεῖ, ὅτι αὐτὸς μὲν κακῶς παρεσκευάζετο διαθεῖ‐ ναι τὸν δίκαιον, ἡ δὲ τοῦ Θεοῦ πρόνοια τῆς ὁρμῆς αὐτὸν ἐνέκοψεν. Ἰσχύει, φησὶν, ἡ χείρ μου κακοποιῆσαί σε· ὁ δὲ Θεὸς τοῦ πατρός σου ἐχθὲς εἶπε πρός με λέγων· Φύλαξαι σεαυτὸν, μήποτε λαλήσῃς πρὸς | |
54.501(50) | Ἰακὼβ πονηρά. Ἐννόει μοι πόσης τῷ δικαίῳ παρα‐ κλήσεως γέγονε ταυτὶ τὰ ῥήματα, καὶ σκόπει πῶς οὗτος καὶ τὰ βουλευθέντα αὐτῷ ἐξέφηνε, καὶ ἐπὶ ποίοις τὴν κατάληψιν ποιήσασθαι ἐβούλετο, καὶ ὅτι ὁ τοῦ Θεοῦ φόβος αὐτὸν ἐπέσχεν εἰς ἔργον ἀγαγεῖν τὰ κα‐ | |
55 | κῶς αὐτῷ βουλευθέντα. Ὁ δὲ Θεὸς τοῦ πατρός σου, φησίν. Ὅρα πῶς καὶ αὐτὸς ὁ Λάβαν οὐ μικρὰν ἐντεῦθεν ὠφέλειαν ἐκαρποῦτο, μεγίστην τῆς τοῦ Θεοῦ δυνάμεως ἀπόδειξιν λαμβάνων ἐκ τῶν πρὸς αὐτὸν λεχθέντων. Ἀλλ’ ἐπειδὴ καὶ σὺ, φησὶ, τοῦτο ἐβουλεύσω, καὶ ὁ | |
60 | Θεός ἐστιν ὁ τοσαύτην σου ποιούμενος κηδεμονίαν, Νῦν οὖν πεπόρευσαι· ἐπιθυμίᾳ γὰρ ἐπεθύμησας ἀπελ‐ θεῖν εἰς τὸν οἶκον τοῦ πατρός σου. Ἵνα τί ἔκλεψας τοὺς θεούς μου; Ἔστω, φησί· τοῦτό σοι δεδογμένον | |
ἦν, καὶ ἔκρινας ἐπανελθεῖν εἰς τὸν οἶκον τοῦ πατρός | Column end | |
54.502 | σου· ἵνα τί τοὺς θεούς μου ἔκλεψας; Ὢ ἀνοίας ὑπερ‐ βολὴ καὶ τοιοῦτοί εἰσιν οἱ θεοί σου, ὡς καὶ κλαπῆ‐ ναι; Οὐκ αἰσχύνῃ λέγων, Ἵνα τί ἔκλεψας τοὺς θεούς μου; Ὅρα πόση ἦν ἡ ὑπερβολὴ τῆς πλάνης, ὡς τοὺς | |
5 | λόγῳ τετιμημένους ξύλα καὶ λίθους θεραπεύειν. Καὶ οἱ μὲν θεοὶ οἱ σοὶ, ὦ Λάβαν, οὐδὲ κλέπτεσθαι μέλλοντες ἑαυτοῖς ἀμῦναι ἴσχυσαν. Πῶς γὰρ οἱ ἀπὸ λίθου ὄντες συγκείμενοι; Ὁ δὲ τοῦ δικαίου Θεὸς, καὶ ἀγνοοῦντος τοῦ δικαίου, τὴν σὴν ὁρμὴν ἐπέσχε. Καὶ οὐκ ἐννοεῖς τὸ | |
10 | μέγεθος τῆς πλάνης, ἀλλὰ καὶ τῷ δικαίῳ κλοπὴν ἐγκα‐ λεῖς; Τίνος γὰρ ἕνεκεν ὁ δίκαιος ἐκείνους ὑφελέσθαι ἂν κατεδέξατο, οὓς ἐβδελύττετο, μᾶλλον δὲ οὓς ᾔδει λί‐ θους ὄντας ἀναισθήτους; Ἀλλὰ ταῦτα ἀκούσας ὁ Ἰα‐ κὼβ μετὰ πολλῆς ἐπιεικείας, πρῶτον μὲν ἀπολογεῖται | |
15 | πρὸς τὰ προλαβόντα ἐγκλήματα, καὶ τότε περὶ τῶν θεῶν προτρέπεται ποιήσασθαι τὴν ἔρευναν. Εἶπα γὰρ, φησὶ, μήποτε ἀφέλῃ τὰς θυγατέρας σου ἀπ’ ἐμοῦ, καὶ πάντα τὰ ἐμά. Ἐπειδὴ, φησὶν, ἑώρων σε οὐχ ὑγιῶς πρός με διακείμενον, ἐναγώνιος γέγονα, | |
20 | μήποτε ἐπιχειρήσῃς ἀφελέσθαι τὰς θυγατέρας σου καὶ τὰ ὑπάρχοντά μου, καὶ ἀποστερῆσαί με τῶν ἐμῶν, καθάπερ ἤδη πεποίηκας. Αὕτη τοίνυν ἡ αἰτία καὶ ὁ φόβος παρεσκεύασέ με λανθανόντως τὴν ἀποδημίαν ποιήσασθαι. Παρ’ ᾧ οὖν ἂν εὕροις τοὺς θεούς σου, | |
25 | οὐ ζήσεται ἐναντίον τῶν ἀδελφῶν ἡμῶν. Ὁρᾷς ὅτι ἠγνόει ὁ Ἰακὼβ τὴν παρὰ τῆς Ῥαχὴλ κλοπὴν γεγενημένην; Ὅρα γὰρ μεθ’ ὅσης σφοδρότητος τὸ ἐπι‐ τίμιον ὁρίζει τῷ τὴν κλοπὴν ἐργασαμένῳ. Παρ’ ᾧ ἂν, φησὶν, εὑρεθῶσιν, οὐ ζήσεται ἐναντίον τῶν | |
30 | ἀδελφῶν ἡμῶν. Οὐκ ἐπειδὴ μόνον, φησὶν, ὑφείλετο, ἀλλ’ ὅτι διὰ τῆς κλοπῆς δεῖγμα ἐναργὲς ὁ τοιοῦτος ἐκφέρει τῆς οἰκείας πλάνης. Ἐπίγνωθι εἴ τί ἐστι τῶν σῶν παρ’ ἐμοὶ, καὶ λάβε. Ἐρεύνησον, φησὶν, εἴ τι τῶν μὴ προσηκόντων ἀφειλόμην. Οὐδὲν ἕτερόν μοι | |
35 | ἔχεις ἐγκαλέσαι, ἢ ὅτι λάθρα τὴν ἀποδημίαν ἐποιησά‐ μην· καὶ τοῦτο οὐχ ἑκὼν πέπονθα, ἀλλ’ ὑφορώμενος τὴν ἀδικίαν, καὶ δεδοικὼς μὴ βουληθῇς καὶ τὰς θυ‐ γατέρας σου ἀφελέσθαι, τοῦτο μαθὼν, καὶ τὴν ἄλλην μου περιουσίαν. Καὶ οὐκ ἐπέγνω, φησὶ, παρ’ αὐτῷ | |
40 | οὐδέν. Οὐκ ᾔδει δὲ Ἰακὼβ ὅτι Ῥαχὴλ ἡ γυνὴ αὐτοῦ ἔκλεψεν αὐτούς. Εἰσελθὼν δὲ Λάβαν ἠρεύνησε τὸν οἶκον Λείας, καὶ οὐχ εὗρεν. Εἰσῆλθε δὲ καὶ εἰς τὸν οἶκον Ῥαχήλ. Ῥαχὴλ δὲ ἔλαβε τὰ εἴδωλα, καὶ ἐν‐ έβαλεν αὐτὰ εἰς τὰ σάγματα τῶν καμήλων, καὶ ἐπ‐ | |
45 | εκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Μὴ βα‐ ρέως φέρε, κύριέ μου· οὐ δύναμαι ἀναστῆναι ἐν‐ ώπιόν σου, ὅτι τὰ κατ’ ἐθισμὸν τῶν γυναικῶν μοί ἐστιν. Ἠρεύνησε δὲ Λάβαν ἐν ὅλῳ τῷ οἴκῳ αὐτῆς, καὶ οὐχ εὗρε. | |
54.502(50) | ϛʹ. Πολλὴ τῆς Ῥαχὴλ ἡ σύνεσις, δι’ ἧς τὸν Λάβαν παρακρούσασθαι ἴσχυσεν. Ἀκουέτωσαν οἱ ἔτι τῇ πλάνῃ προστετηκότες, καὶ τῶν εἰδώλων τὴν θεραπείαν περὶ πολλοῦ ποιούμενοι. Ἔθηκεν αὐτοὺς, φησὶν, ὑπὸ τὰ σάγματα τῶν καμήλων, καὶ ἐπεκάθισεν αὐτοῖς. Τί | |
55 | τούτων καταγελαστότερον; Οἱ λόγῳ τετιμημένοι, καὶ τοσαύτης ἀξιωθέντες προεδρίας παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας, λίθους ἀναισθήτους θεραπεύειν καταδέχονται, καὶ οὐκ ἐγκαλύπτονται, οὐδὲ λαμβά‐ νουσιν ἔννοιάν τινα τῆς τοσαύτης ἀτοπίας, ἀλλὰ καθά‐ | |
60 | περ βοσκήματα, οὕτω τῇ συνηθείᾳ ἀπάγονται; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε γράφων· Οἴδατε ὅτι, ὅτε ἔθνη ἦτε, πρὸς τὰ εἴδωλα τὰ ἄφωνα ὡς ἂν ἤγεσθε ἀπαγό‐ μενοι. Καὶ καλῶς εἶπε, Τὰ ἄφωνα. Οἱ φωνὴν ἔχοντες, καὶ ἀκοῆς καὶ λόγου μετέχοντες, πρὸς τὰ μηδεμίαν | |
65 | αἴσθησιν ἔχοντα, ὡς ἄλογα ἀπάγεσθε. Καὶ ποίας ἂν οἱ τοιοῦτοι συγγνώμης τύχοιεν; Ἀλλ’ ἴδωμεν ὅπως ὁ δί‐ καιος λοιπὸν θαῤῥήσας ἔκ τε τῶν παρὰ τοῦ Λάβαν ὁμο‐ λογηθέντων, καὶ ἐξ ὧν οὐδεμίαν εὔλογον αἰτίαν εὗρε τῆς κατ’ αὐτοῦ μέμψεως, τί φησιν; Ὠργίσθη δὲ Ἰακὼβ | |
70 | καὶ ἐμαχέσατο τῷ Λάβαν, καὶ εἶπεν. Ὅρα πῶς καὶ | |
54.503 | διὰ τῆς μάχης τῆς οἰκείας ψυχῆς ἐκκαλύπτει τὴν ἀρε‐ τήν. Τί τὸ ἀδίκημά μου, φησίν; ἢ τί τὸ ἁμάρτημά μου, ὅτι κατεδίωξας ὀπίσω μου; Τίνος ἕνεκεν, φησὶ, μετὰ τοσαύτης ὁρμῆς κατεδίωξάς με; ποῖον ἀδίκημα | |
5 | ἐγκαλεῖν ἔχων; ποῖον ἁμάρτημα; Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ τοσαύτην ὕβριν ἡμῖν ἐπήγαγες, ὥστε καὶ ἐρευνῆσαι πάντα τὰ ἐν τῷ οἴκῳ μου. Τί εὗρες ἀπὸ πάντων σκευῶν τοῦ οἴκου σου; Θὲς ὧδε ἐναντίον τῶν ἀδελφῶν σου καὶ τῶν ἀδελφῶν μου, καὶ ἐλεγ‐ | |
10 | ξάτωσαν ἀνὰ μέσον τῶν δύο ἡμῶν. Τοσαύτην, φη‐ σὶν, ἔρευναν ποιησάμενος, ἆρα ἠδυνήθης τι εὑρεῖν τῶν μὴ προσηκόντων μοι; ἢ τῶν σοι διαφερόντων; Εἰ εὗρες, ἐν τῷ μέσῳ παράγαγε, ἵνα οἱ συνόντες μοι καὶ οἱ μετὰ σοῦ παραγενόμενοι τὴν διάκρισιν ποιήσωνται. | |
15 | Ἐπειδὴ εἶδεν ἀνεύθυνον ἑαυτὸν ἐν ἅπασι γεγενημένον, πολλὴν λοιπὸν παῤῥησίαν προσλαβὼν ἀπαριθμεῖται τὴν εὔνοιαν, ἢν περὶ αὐτὸν ἐν παντὶ τῷ χρόνῳ ἐπ‐ εδείξατο, καί φησι· Ταῦτά μοι εἴκοσιν ἔτη. Μετὰ τὸν κάματον τῶν τοσούτων ἐτῶν τούτων, ἤμην ἄξιος ταύ‐ | |
20 | της τῆς ὕβρεως; Ταῦτά μοι εἴκοσιν ἔτη. Σήμερον εἴκοσιν ἐτῶν ἀριθμὸν ἔχω ἐν τῷ οἴκῳ τῷ σῷ. Τὰ πρό‐ βατά σου καὶ αἱ αἶγές σου οὐκ ἠτεκνώθησαν· κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον· θηριάλωτον οὐκ ἐνήνοχά σοι. Ἐγὼ ἀπετίννυον παρ’ ἐμαυτοῦ, κλέμ‐ | |
25 | ματα ἡμέρας καὶ κλέμματα νυκτός. Ἐγενόμην τῆς ἡμέρας συγκαιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπὸ τῶν ὀφθαλ‐ μῶν μου. Ἐπελάθου, φησὶ, τῶν καμάτων τῶν ἐμῶν, ὧν ἐπεδειξάμην ποιμαίνων τὰ πρόβατά σου καὶ τὰς αἶ‐ | |
30 | γας; Μὴ ἔχεις ἐγκαλέσαι ὅτι ποτὲ τὰ πρόβατα, ἢ αἱ αἶ‐ γες ἠτεκνώθησαν; Ὅρα πόσην δείκνυσι τὴν παρὰ τοῦ Θεοῦ εὔνοιαν γεγενημένην εἰς τὸν οἶκον τοῦ Λάβαν διὰ τὴν αὐτοῦ παρουσίαν. Τοῦτο γάρ ἐστιν ὅπερ καὶ ἄνω ἔλεγεν· Εὐλογησέ σε ὁ Θεὸς ἐπὶ τῷ ποδί μου. Τοῦτο | |
35 | γὰρ οὐδεὶς ἂν παρὰ ποιμένος ἀπαιτήσειεν. Οὐδὲ γὰρ τῆς ποιμαντικῆς τοῦτο ἔργον· φύσεως γάρ ἐστι. Διὰ τοῦτο πρὸ πάντων τοῦτο προτίθησι, καὶ πολλὴν δείκνυσι τὴν ἄνωθεν γεγενημένην πρόνοιαν περὶ τὰ ποίμνια. Κριοὺς τῶν προβάτων σου οὐ κατέφαγον. Μὴ δύνασαι εἰπεῖν | |
40 | ὅτι ποτὲ κατέφαγον κριὸν ἐκ τῶν προβάτων σου, ὃ πολ‐ λοῖς τῶν ποιμένων ποιεῖν ἔθος; Θηριάλωτον οὐκ ἐν‐ ήνοχά σοι. Οὔτε αὐτὸς, φησὶ, ποτὲ κατέφαγον, οὔτε θηρίον ἴσχυσέ ποτε ἀφελέσθαι. Μὴ ἐνήνοχά σοι θηριά‐ λωτον; Ἢ οὐχὶ καθ’ ἑκάστην ἡμέραν τοὺς τὰ ποίμνια | |
45 | ἐγχειριζομένους ὁρᾷς θηριάλωτα τοῖς δεσπόταις προσ‐ άγοντας; Ἀλλὰ σὺ οὐδὲν τοιοῦτον ἐγκαλέσαι δυνήσῃ, ἢ δεῖξαι γεγενημένον ἐν τοῖς εἴκοσιν ἔτεσι. Καὶ τί λέγω θηριάλωτον; Ἀλλ’ οὐδὲ εἰ ἐκλάπη ποτὲ, οἷα συμβαίνειν εἰκὸς, εἰς τὴν σὴν γνῶσιν τοῦτο πεποίηκα, ἀλλ’ | |
54.503(50) | ἐγὼ καὶ κλέμματα κλεπτόμενα ἀπετίννυον, τά τε ἐν ἡμέρᾳ, τά τε ἐν νυκτὶ γινόμενα. Καὶ διηνεκῶς καὶ τὸν τοῦ καύματος καύσωνα ἔφερον γενναίως, καὶ τὸν κρυ‐ μὸν τὸν ἀπὸ τῆς νυκτὸς, ὑπὲρ τοῦ ἀβλαβῆ σοι τὰ ποί‐ μνια διασώσασθαι· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ αὐτὸς | |
55 | ὁ ὕπνος διὰ τὴν πολλὴν φροντίδα ἀφίστατο ἀπ’ ἐμοῦ. Εἶδες ποιμένος ἀγρυπνίαν; εἶδες σπουδὴν ἐπιτε‐ ταμένην; Ποίαν ἂν ἔχοιεν ἀπολογίαν οἱ τὰ λογικὰ ποίμνια ἐγκεχειρισμένοι, καὶ πολλὴν τὴν ῥᾳθυμίαν ἐπιδεικνύμενοι, καὶ καθ’ ἑκάστην ἡμέραν, κατὰ τὸν | |
60 | προφήτην, τὰ μὲν κατασφάττοντες, τὰ δὲ ὁρῶντες θηριόβρωτα γινόμενα, τὰ δὲ ὑφ’ ἑτέρων συλώμενα, καὶ οὐδεμίαν κηδεμονίαν αὐτῶν ποιεῖσθαι βουλόμενοι; καίτοι γε ἐνταῦθα ἐλάττων ὁ πόνος, καὶ εὔκολος ἡ ἐπιμέλεια. Ψυχὴ γάρ ἐστιν ἡ παιδευομένη· ἐκεῖ δὲ | |
65 | πολὺς καὶ τῷ σώματι καὶ τῇ ψυχῇ ὁ πόνος. | |
ζʹ. Ὅρα γὰρ τί φησιν· Ἐγενόμην τῆς ἡμέρας συγ‐ | Column end | |
54.504 | καιόμενος τῷ καύματι, καὶ τῷ παγετῷ τῆς νυκτὸς, καὶ ἀφίστατο ὁ ὕπνος ἀπ’ ἐμοῦ. Τίς ἂν τοῦτο νῦν δυνηθείη εἰπεῖν, ὅτι διὰ τὴν σωτηρίαν τῶν ὑπ’ αὐ‐ τοῦ ποιμαινομένων κινδύνους ἀνεδέξατο καὶ τα‐ | |
5 | λαιπωρίας; Τῶν μὲν νῦν οὐδεὶς ἂν τοῦτο εἰπεῖν τολμή‐ σειε. Παύλῳ δὲ μόνῳ ἔξεστι ταῦτα μετὰ παῤῥησίας λέ‐ γειν, καὶ τούτων μείζονα, τῷ διδασκάλῳ τῆς οἰκουμένης. Καὶ ποῦ, φησὶ, Παῦλος ταῦτα ὑπέμεινεν; Ἄκουε αὐτοῦ λέγοντος· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδα‐ | |
10 | λίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὢ ποιμένος φιλο‐ στοργία, Τὰ ἑτέρων, φησὶ, πτώματα ἐμοὶ ἐπιτείνει τὰς ἀλγηδόνας· τὰ ἑτέρων σκάνδαλα ἐμοὶ τὴν κάμινον τῆς ὀδύνης ἀνάπτει. Τοῦτον ἅπαντες ζηλούτωσαν οἱ τὴν τῶν λογικῶν προβάτων ἐγκεχειρισμένοι προστασίαν, καὶ | |
15 | μὴ χείρους γενέσθωσαν τοῦ περὶ τὴν τῶν ἀλόγων πρό‐ νοιαν τοσαύτην ἀγρυπνίαν ἐπιδειξαμένου, καὶ ἐπὶ τοσ‐ οῦτον ἐτῶν ἀριθμόν. Ἐκεῖ μὲν γὰρ κἂν ῥᾳθυμία τις γένηται, οὐδὲν τὸ βλάβος· ἐνταῦθα δὲ κἂν ἓν πρόβατον λογικὸν ἀπόληται, ἢ θηριάλωτον γένηται, πολλὴ ἡ ζη‐ | |
20 | μία, μεγίστη ἡ βλάβη, ἄφατος ἡ κόλασις. Εἰ γὰρ ὁ Δε‐ σπότης ὁ ἡμέτερος τὸ αἷμα τὸ ἴδιον ἐκχέαι ὑπὲρ αὐτοῦ οὐ παρῃτήσατο, ποίας ἂν εἴη ὁ τοιοῦτος συγγνώμης ἄξιος, ὁ τὸν οὕτω τιμηθέντα παρὰ τοῦ Δεσπότου παρ‐ ορᾷν ἀνεχόμενος, καὶ μὴ τὰ παρ’ ἑαυτοῦ πάντα πλη‐ | |
25 | ρῶν εἰς τὴν τοῦ προβάτου ἐπιμέλειαν; Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου ἐπανέλθωμεν. Ταῦτά μοι, φησὶν, εἴκοσιν ἔτη εἰμὶ ἐν τῇ οἰκίᾳ σου. Ἐδούλευσά σοι δεκατέσσαρα ἔτη ἀντὶ τῶν δύο θυγατέρων σου, καὶ ἓξ ἔτη ἐν τοῖς προβάτοις σου, καὶ παρελογίσω τὸν | |
30 | μισθόν μου δέκα ἀμνάδας. Εἰ μὴ ὁ Θεὸς τοῦ πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ ἦν μετ’ ἐμοῦ, νῦν ἄν με κενὸν ἐξαπέστειλας. Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου εἶδεν ὁ Θεὸς, καὶ ἤλεγξέ σε χθές. Ὅρα πῶς τὰ παρὰ τοῦ Λάβαν ὁμο‐ | |
35 | λογηθέντα παρεθάῤῥυνε τὸν δίκαιον, καὶ μετὰ παῤῥη‐ σίας τὸν ἔλεγχον ποιεῖται. Οἶδας, φησὶν, ὅπως τῶν εἴ‐ κοσιν ἐτῶν τὸν ἀριθμὸν ἐδούλευσά σοι, ὑπὲρ τῶν θυγα‐ τέρων σου τὰ δεκατέσσαρα ἔτη, ἐν δὲ τοῖς προβάτοις τὰ ὑπόλοιπα· καὶ ὅμως ἀποστερῆσαί με κατεδέξω τὸν | |
40 | μισθὸν, καὶ οὐδὲν ὑπὲρ τούτου ἐνεκάλεσα; Τοῦτο δὲ, ἐξ ὧν αὐτὸς ὡμολόγησας, οἶδα, ὅτι εἰ μὴ ὁ Θεὸς τοῦ Ἀβραὰμ καὶ τοῦ Ἰσαὰκ ἦν μοι βοηθὸς, νῦν ἄν με κε‐ νὸν ἐξαπέστειλας, ἔρημον, καὶ πάντα ἂν ἀφείλω ἀπ’ ἐμοῦ, καὶ τὴν ἀδικίαν, ἣν προέθου, εἰς ἔργον ἂν ἤγα‐ | |
45 | γες. Ἀλλ’ ὁ Θεὸς ὁ εἰδὼς Τὴν ταπείνωσίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου. Τί ἐστι, Τὴν ταπείνω‐ σίν μου καὶ τὸν κόπον τῶν χειρῶν μου; Ἐπειδὴ ᾔδει ὁ Θεὸς, ὅπως μὲν ἐγὼ μετὰ πολλῆς τῆς εὐνοίας τὴν δουλείαν ἐποιησάμην, καὶ τὸν κόπον ὅσον ὑπέμει‐ | |
54.504(50) | να ποιμαίνων τὰ πρόβατα, καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ φροντίζων διετέλουν, πρὸς ἐκεῖνα ἰδὼν ὁ φιλάνθρωπος Δεσπότης χθὲς ἤλεγξέ σε, ἐπέσχε τῆς κατ’ ἐμοῦ ἀδι‐ κίας καὶ τῆς ἀλογίστου ὁρμῆς. Ἱκανῶς ἐν τάξει ἀπο‐ λογίας καθίκετο τοῦ Λάβαν, καὶ μετὰ τὸ ἐλέγξαι τὴν | |
55 | εἰς αὐτὸν ἀδικίαν, καὶ τὰς παρ’ αὐτοῦ εἰς αὐτὸν εὐερ‐ γεσίας ἀπηριθμήσατο. Διὸ αἰδεσθεὶς ἐκεῖνος τὰ παρ’ αὐτοῦ εἰρημένα, λοιπὸν καὶ εἰς δειλίαν καθίσταται, καὶ συνθήκας ἀπαιτῆσαι βούλεται παρὰ τοῦ δικαίου. Ὅρα Θεοῦ κηδεμονίαν. Ὁ οὕτω παρεσκευασμένος, καὶ | |
60 | μετὰ τοσαύτης ὁρμῆς τὴν καταδίωξιν ποιησάμενος, εἰς τοσαύτην κατέστη δειλίαν, ὡς τὰς παρ’ αὐτοῦ συνθήκας ἐπιζητεῖν. Ἀποκριθεὶς γὰρ Λάβαν, φησὶν, εἶπε τῷ Ἰακώβ· Αἱ θυγατέρες σου, θυγατέρες μου, καὶ οἱ υἱοί σου, υἱοί μου, καὶ τὰ κτήνη σου, κτήνη μου, | |
65 | καὶ πάντα ὅσα σὺ ὁρᾷς, ἐμά ἐστι καὶ τῶν θυγατέ‐ | |
ρων μου· τί ποιήσω ταύταις σήμερον, ἢ τοῖς τέ‐ | ||
54.505 | κνοις αὐτῶν τοῖς τεχθεῖσιν; Οἶδα ὅτι καὶ αἱ θυγα‐ τέρες, φησὶν, ἐμαί εἰσι, καὶ πάντα ὅσα σοί ἐστιν, ἐκ τῆς ὑπάρξεως τῆς ἐμῆς προσεγένετό σοι. Τί οὖν ποιή‐ σω ταύταις σήμερον, ἢ τοῖς ὑπ’ αὐτῶν τεχθεῖσι; | |
5 | Νῦν δεῦρο, διαθώμεθα διαθήκην ἐγώ τε καὶ σὺ, καὶ ἔσται εἰς μαρτύριον ἀνὰ μέσον ἐμοῦ τε καὶ σοῦ. Συνθήκας, φησὶ, ποιησώμεθα, Καὶ ἔσται εἰς μαρτύ‐ ριον ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, εἰς ἔλεγχον, εἰς ἀπό‐ δειξιν. Εἶπε δὲ αὐτῷ· Εἴ τις παραβῆναι τὰ νῦν παρ’ | |
10 | ἡμῶν προταθέντα ἐπιχειρήσειεν, Ἰδοὺ οὐδεὶς μεθ’ ἡμῶν· ὁ δὲ Θεὸς μάρτυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. ηʹ. Σκόπει πῶς κατὰ μικρὸν ὁ Λάβαν καὶ εἰς θεογνω‐ σίαν ἐνάγεται. Ὁ γὰρ τὴν κλοπὴν πρὸ τούτου τῶν θεῶν αὐτοῦ ἐπιφέρων τῷ δικαίῳ, καὶ τοσαύτην ἔρευναν | |
15 | ποιησάμενος, νῦν φησιν· Ἐπειδὴ οὐδείς ἐστι μεταξὺ ἡμῶν ὁ δυνάμενος, εἴ τι μετὰ ταῦτα γένοιτο, μαρ‐ τυρῆσαι τοῖς νῦν παρ’ ἡμῶν γινομένοις, ὁ Θεὸς μάρ‐ τυς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Ἐκεῖνος πάρεστιν, ὁ τὰ πάντα ὁρῶν, ὃν οὐδὲν λαθεῖν δύναται, ὁ τὴν ἑκάστου | |
20 | γνώμην ἐπιστάμενος. Λαβὼν δὲ, φησὶν, Ἰακὼβ ἔστη‐ σε στήλην, καὶ ἐποίησε βουνὸν, καὶ ἔφαγον ἐπὶ τοῦ βουνοῦ. Εἶτα εἶπεν αὐτῷ Λάβαν· Ὁ βουνὸς οὗ‐ τος μαρτυρεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Τί ἐστιν, Ὁ βουνὸς οὗτος; Ἀντὶ τοῦ, τὰ ῥήματα τὰ ἐνταῦθα γινό‐ | |
25 | μενα ἐν τῷ βουνῷ τούτῳ ὑπόμνησις ἡμῖν ἔσται διηνε‐ κῶς. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου, Βουνὸς μαρτυρίου. Εἶτά φησιν· Ἐπίδοι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. Σκόπει πῶς πάλιν τὴν παρὰ τοῦ Θεοῦ δίκην ἐπικαλεῖται ὁ Λάβαν· Ἐπίδοι γὰρ, φησὶν, ὁ | |
30 | Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, ὅτι ἀποστησόμεθα ἕτερος τοῦ ἑτέρου. Νῦν, φησὶ, χωρισθησόμεθα, καὶ σὺ μὲν ἀπελεύσῃ εἰς τὴν οἰκείαν γῆν, ἐγὼ δὲ ἐπαν‐ ελεύσομαι εἰς τὸν οἶκον τὸν ἐμόν. Εἰ ταπεινώσεις τὰς θυγατέρας μου, εἰ λάβοις γυναῖκας πρὸς ταῖς | |
35 | θυγατράσι μου, ὅρα, οὐδεὶς μεθ’ ἡμῶν ἐστιν ὁ ὁρῶν· Θεὸς μάρτυς. Σκόπει πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ πολλάκις τὸν Θεὸν καλεῖ μάρτυρα. Καὶ γὰρ ἡ πρό‐ νοια ἡ περὶ τὸν Ἰακὼβ γεγενημένη ἐπαίδευσεν αὐτὸν, ὅση τοῦ Δεσπότου ἡ δύναμις, καὶ ὡς οὐχ οἷόν τέ τι | |
40 | λαθεῖν τὸν ἀκοίμητον ὀφθαλμόν. Διὰ τοῦτό φησι· Κἂν διαχωρισθῶμεν, κἂν μηδεὶς ἕτερος ὁ μαρτυρῆσαι δυ‐ νάμενος, αὐτὸς ἔσται μάρτυς ὁ πανταχοῦ παρών· δι’ ἑκάστου τῶν ῥημάτων ἐνέφηνεν, ὅτι τῆς πανταχοῦ γῆς ἐστι Δεσπότης. Καὶ εἶπεν Ἰακώβ· Ἰδοὺ ἡ στήλη | |
45 | αὕτη μαρτυρεῖ. Εἶτα πάλιν ὁ Λάβαν φησίν· Ἐάν τε γὰρ ἐγὼ μὴ διαβῶ πρὸς σὲ, μήτε σὺ διαβῇς πρὸς ἐμὲ τὸν βουνὸν τοῦτον καὶ τὴν στήλην ταύτην ἐπὶ κακίᾳ, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ναχὼρ κρίνοι ἀνὰ μέσον ἡμῶν. Θέα πῶς μετὰ τοῦ | |
54.505(50) | πατρὸς καὶ τὸν πάππον τὸν ἑαυτοῦ συνῆψεν, ἀδελφὸν μὲν τοῦ πατριάρχου τυγχάνοντα, ἑαυτοῦ δὲ πάππον. Ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ναχὼρ κρίνοι ἀνὰ μέσον ἡμῶν. Καὶ ὤμοσεν Ἰακὼβ κατὰ τοῦ φόβου τοῦ πατρὸς αὐτοῦ Ἰσαὰκ, καὶ ἔθυσε θυσίαν | |
55 | ἐν τῷ ὄρει, καὶ ἐκάλεσε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔφαγον καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. Ἔθυσε θυσίαν ἐν τῷ ὄρει· ηὐχαρίστησε, φησὶ, τῷ Θεῷ ἐπὶ τοῖς γεγονόσι· Καὶ ἔφαγον, καὶ ἔπιον, καὶ ἐκοιμήθησαν ἐν τῷ ὄρει. Ἀναστὰς δὲ Λάβαν | |
60 | τῷ πρωῒ κατεφίλησε τοὺς υἱοὺς αὐτοῦ, καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς. Καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν οἶκον αὐ‐ τοῦ. Εἶδες, ἀγαπητὲ, πόση τοῦ Θεοῦ ἡ σοφία, ὅπως | |
κατὰ ταὐτὸν καὶ τὴν περὶ τὸν δίκαιον πρόνοιαν ἐπ‐ | Column end | |
54.506 | εδείξατο, κἀκεῖνον ἀπέστησε τῆς κατ’ αὐτοῦ ἀδικίας, καὶ δι’ ὧν αὐτῷ παρεγγύησε μὴ λαλῆσαι πονηρὰ κατὰ τοῦ Ἰακὼβ, εἰς τὴν τῆς θεογνωσίας ὁδὸν κατὰ μικρὸν αὐτὸν ἐνήγαγε, καὶ ὁ καθάπερ θηρίον ἐπιτρέχων, καὶ | |
5 | φθάσαι βουλόμενος καὶ ἀνελεῖν, ἀπολογησάμενος καὶ καταφιλήσας καὶ τὰς θυγατέρας καὶ τοὺς υἱοὺς αὐ‐ τῶν, οὕτως οἴκαδε ὑπέστρεψε; Τάχα εἰς πολὺ μῆκος τὸν λόγον ἐξετείναμεν, ἀλλὰ τῆς ἱστορίας εἰς τὴν ἀνάγκην ἡμᾶς ταύτην καταστησάσης. | |
10 | Διόπερ ἐνταῦθα στήσαντες τὸν λόγον, ἐκεῖνο παρα‐ καλέσωμεν ὑμῶν τὴν ἀγάπην, ὥστε πάντα ποιεῖν καὶ πραγματεύεσθαι, ἵνα τὴν ἄνωθεν εὔνοιαν ἐπισπασώ‐ μεθα. Ἐὰν γὰρ ἐκεῖνον ἔχωμεν εὐμενῆ, πάντα ἡμῖν ῥᾴδια ἔσται καὶ εὔκολα, καὶ οὐδὲν ἡμᾶς τῶν ἐν τῷ | |
15 | παρόντι βίῳ λυπῆσαι δυνήσεται, κἂν λυπηρὸν εἶναι δοκῇ. Τοσαύτη γὰρ τῆς αὐτοῦ δυνάμεως ἡ ὑπερβολὴ, ὡς καὶ αὐτὰ τὰ λυπηρὰ εἰς τὸ ἐναντίον περιτρέπειν, ὅταν βούληται. Οὕτω καὶ Παῦλος ἐν θλίψεσιν ὢν ἔχαιρε καὶ ἠγάλλετο τῇ προσδοκίᾳ τῶν ἀποκειμένων | |
20 | ἀμοιβῶν πτερούμενος. Διὰ τοῦτο καὶ ὁ Προφήτης ἔλε‐ γεν, Ἐν θλίψει ἐπλάτυνάς μοι, διδάσκων ἡμᾶς, ὅτι ἐν αὐτῇ τῇ θλίψει τυγχάνοντα ἀδείας καὶ ἀνέσεως αὐτὸν ἀπολαύειν παρεσκεύαζεν ὁ Θεός. Τοιοῦτον τοί‐ νυν ἔχοντες Δεσπότην, οὕτω δυνατὸν, οὕτως εὐμήχα‐ | |
25 | νον καὶ σοφὸν, οὕτω φιλάνθρωπον, τὰ παρ’ ἑαυτῶν εἰσφέρωμεν, καὶ τῆς ἀρετῆς πολὺν ποιώμεθα λόγον, ἵνα καὶ τῶν ἐνταῦθα καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα καὶ τὸ | |
30 | κράτος, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
32t | ΟΜΙΛΙΑ ΝΗʹ. | |
33n | Καὶ ἀναβλέψας Ἰακὼβ εἶδε παρεμβολὴν Θεοῦ | |
34n | παρεμβεβληκυῖαν, καὶ συνήντησαν αὐτῷ οἱ | |
35n | ἄγγελοι τοῦ Θεοῦ. Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν | |
36n | αὐτούς· Παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε | |
37n | τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί. | |
38 | αʹ. Οἶδα ὅτι κεκμήκατε χθὲς, εἰς πολὺ μῆκος τοῦ λό‐ γου προελθόντος ἡμῖν· ἀλλὰ καὶ θαρσεῖτε· ὁ κόπος | |
40 | ὑμῶν οὐκ ἔστι κενός· ἐν Κυρίῳ γάρ ἐστι γινόμενος, δι’ ὃν καὶ ὁ πρὸς βραχὺ πόνος μεγάλων μισθῶν πρόξενος γίνεται. Εἰ γὰρ καὶ τὸ σῶμα κέκμηκεν, ἀλλ’ ἡ ψυχὴ πλέον ἐῤῥώννυτο. Διὸ καὶ αὐτὸς ὁρῶν ὑμῶν ἀκμά‐ ζοντα τὸν πόθον, καὶ τὴν ἐπιθυμίαν διεγηγερμένην, | |
45 | βουλόμενος συστεῖλαι τὴν διδασκαλίαν, οὐκ ἠβουλή‐ θην πρὸ τοῦ τέλους εἰς σιγὴν καταλῦσαι τὸν λόγον, εἰδὼς ὡς ταύτῃ μᾶλλον ὑμῖν χαριοῦμαι. Τὸ γὰρ πλῆθος τῶν εἰρημένων μάλιστα ἐδείκνυ τῆς ὑμετέρας φιληκοΐας τὴν πολλὴν σπουδὴν καὶ τὸν ἀκό‐ | |
54.506(50) | ρεστον πόθον· διὰ τοῦτο καὶ αὐτὸς μετὰ πλείονος προθυμίας τῆς πρὸς ὑμᾶς ἅπτομαι διδασκαλίας, ὁρῶν ὑμῶν καθ’ ἑκάστην ἡμέραν τὴν ὄρεξιν ἐπιτεινομένην. Φέρε οὖν καὶ σήμερον τὰ ἑξῆς τῶν χθὲς εἰρημένων κατὰ δύναμιν ἐπελθόντες, τὴν συνήθη ἑστίασιν παρα‐ | |
55 | θῶμεν ὑμῶν τῇ ἀγάπῃ, καὶ ἴδωμεν, μετὰ τὴν τοῦ Λάβαν ἀναχώρησιν ὅπως ὁ δίκαιος τῆς ὁδοιπορίας ἅπτεται. Οὐδὲν γὰρ ἀργὸν τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων ἐστὶν, ἀλλὰ πάντα τὰ ὑπὸ τῶν δικαίων γι‐ νόμενα μεγίστης γέμει τῆς ὠφελείας. Ἐπειδὴ γὰρ | |
60 | τὸν τῶν ὅλων Δεσπότην εἶχον διηνεκῶς αὐτοῖς συμ‐ παρόντα, καὶ τοὺς κατὰ τὴν ὁδοιπορίαν πόνους ἐπι‐ | |
κουφίζοντα, πολλὴν καὶ ἀπὸ τῆς ψιλῆς αὐτῶν ὁδοι‐ | ||
54.507 | πορίας ἔστι τὴν ὠφέλειαν καρπώσασθαι. Ἀπελθόντος, φησὶ, τοῦ Λάβαν εἰς τὸν οἶκον αὐτοῦ, Καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ἑαυτοῦ ὁδὸν, καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν, καὶ | |
5 | συνήντησαν αὐτῷ οἱ ἄγγελοι τοῦ Θεοῦ. Ἐπειδὴ γὰρ, παυσαμένου τοῦ φόβου τοῦ Λάβαν καὶ τέλος εἰληφότος, διεδέχετο λοιπὸν ὁ φόβος τοῦ ἀδελφοῦ, διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης παραθαῤῥῦναι τὸν δίκαιον βουλόμενος, καὶ πᾶσαν αὐτοῦ τὴν δειλίαν | |
10 | ἀποσκεδάσαι, παρεσκεύασεν αὐτὸν τῶν ἀγγέλων τὴν παρεμβολὴν ἰδεῖν. Συνήντησαν γὰρ αὐτῷ, φησὶν, οἱ ἄγγελοι τοῦ Θεοῦ. Καὶ εἶπεν Ἰακώβ· Παρεμβολὴ Θεοῦ αὕτη. Καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαὶ, ὥστε ἐκ τῆς προσηγορίας | |
15 | διηνεκῆ τὴν ὑπόμνησιν εἶναι τῆς γεγενημένης αὐτῷ ἐκεῖσε ὀπτασίας. Εἶτα μετὰ τὴν ὀπτασίαν ταύτην, Ἀπέστειλε, φησὶν, ἔμπροσθεν αὐτοῦ ἀγγέλους πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἐνετείλατο λέγων· Οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ. Ὅρα | |
20 | καὶ μετὰ τὴν ὄψιν πόσος ἔτι ὁ φόβος ἐπέκειτο τῷ δι‐ καίῳ. Ἐδεδοίκει γὰρ τοῦ ἀδελφοῦ τὴν ὁρμὴν, καὶ ἠγωνία, μὴ ἡ μνήμη τῶν πρὶν ὑπ’ αὐτοῦ γεγενημέ‐ νων εἰς τὴν κατ’ αὐτοῦ ἔφοδον παρορμήσῃ. Εἴπατε, φησὶ, τῷ κυρίῳ μου Ἡσαῦ· Οὕτω λέγει ὁ παῖς σου | |
25 | Ἰακώβ· Μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν, καὶ ἐγένοντό μοι βόες καὶ ὄνοι καὶ πρόβατα καὶ παῖδες καὶ παιδίσκαι, καὶ ἀπέστειλα τῷ κυρίῳ μου, ἵνα εὕρῃ ὁ παῖς σου ἐναντίον σου χάριν. Σκόπει πῶς δέδοικε τὸν ἀδελφὸν, καὶ διὰ τοῦτο ἐξευμενίσα‐ | |
30 | σθαι αὐτὸν βουλόμενος, προαποστέλλει μηνύων αὐτῷ τήν τε οἰκείαν ἐπάνοδον, τήν τε γεγενημένην αὐτῷ περιουσίαν, καὶ ὅπου τὸν ἅπαντα διετέλεσε χρόνον, ἵνα μαλάξας αὐτοῦ τὸν θυμὸν, ἥμερον αὐτὸν κατα‐ στῆσαι δυνηθῇ· ὃ δὴ καὶ γεγένηται, τοῦ Θεοῦ κατ‐ | |
35 | ευνάσαντος αὐτοῦ τὴν καρδίαν, καὶ σβέσαντος τὴν ὀργὴν αὐτοῦ, καὶ ἥμερον αὐτὸν καταστήσαντος. Εἰ γὰρ τὸν Λάβαν τὸν μετὰ τοσαύτης ὁρμῆς καταδιώ‐ ξαντα, ἐν τοσούτῳ φόβῳ γενέσθαι παρεσκεύασε δι’ ὧν πρὸς αὐτὸν εἶπε, πολλῷ μᾶλλον τὸν ἀδελφὸν ἡμερώ‐ | |
40 | τερον ἂν γενέσθαι παρεσκεύασε περὶ τὸν δίκαιον. Ἀνέστρεψαν δὲ, φησὶ, λέγοντες· Ἀπήλθομεν πρὸς τὸν ἀδελφόν σου, καὶ ἔρχεται εἰς συνάντη‐ σίν σου, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ. Ὅρα πῶς καὶ αὐτὸ τοῦτο ἐπέτεινε τῷ δικαίῳ τὸν | |
45 | φόβον. Οὐδὲ γὰρ ᾔδει τὸν σκοπὸν τοῦ ἀδελφοῦ μετὰ ἀκριβείας, ἀλλὰ μαθὼν τὸ πλῆθος τῶν συνόντων αὐτῷ ἐδεδοίκει, ὑφορώμενος μὴ ὡς πρὸς πόλεμον παρα‐ σκευασάμενος, οὕτω τὴν ὑπάντησιν ποιήσασθαι βού‐ ληται. Ἐφοβήθη γὰρ, φησὶν, Ἰακὼβ, καὶ διηπο‐ | |
54.507(50) | ρεῖτο. Ὁ φόβος αὐτοῦ τὴν διάνοιαν διετάρασσε, καὶ οὐκ ᾔδει τὸ τί πράξει, ἀλλ’ ἐν ἀπορίᾳ ἐγεγόνει· διὸ ὡς περὶ τοῦ παντὸς δεδοικὼς, καὶ τὸν θάνατον πρὸ ὀφθαλμῶν ἔχων, Διαιρεῖ εἰς δύο παρεμβολὰς πάντα τὸν λαὸν τὸν μετ’ αὐτοῦ. Εἶπε γὰρ, φησίν· Ἐὰν | |
55 | ἔλθῃ εἰς παρεμβολὴν μίαν καὶ κόψῃ αὐτὴν, ἡ δευτέρα ἔσται εἰς τὸ σώζεσθαι. Ταῦτα μὲν ὁ φόβος ὑπηγόρευσε καὶ ἡ πολλὴ δειλία. Ὁρῶν δὲ ἑαυτὸν ὡς ἐν δικτύοις ἀπειλημμένον, ἐπὶ τὸν ἄμαχον Δεσπότην καταφεύγει, καὶ τὰς ὑποσχέσεις τὰς εἰς αὐτὸν γεγε‐ | |
60 | νημένας ἀπαιτεῖ παρὰ τοῦ τῶν ὅλων Θεοῦ, μονονουχὶ λέγων πρὸς αὐτόν· Νῦν ἥκει καιρὸς, ἐν ᾧ καὶ διὰ τὴν τῶν προγόνων ἀρετὴν, καὶ διὰ τὴν παρὰ σοῦ γεγε‐ νημένην ὑπόσχεσιν δίκαιος ἂν εἴην ἁπάσης ἀπολαῦσαι | |
συμμαχίας. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Ὁ Θεὸς τοῦ | Column end | |
54.508 | πατρός μου Ἀβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, σὺ, φησὶν, ὁ Θεὸς, ὁ εἰπών μοι· Ἀπό‐ τρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου· ὁ ἀναστήσας με, φησὶν, ἀπὸ τῆς ξένης, καὶ προστάξας ἐπανελθεῖν | |
5 | πρὸς τὸν πατέρα τὸν ἴδιον καὶ εἰς τὴν γῆν τῆς γενέ‐ σεως· Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου. Ἀρκεί‐ σθω, φησὶ, πρὸς τὴν ἐπὶ τοῦ παρόντος καιροῦ συμ‐ μαχίαν. Ὁ γὰρ μέχρι τοῦ παρόντος τοσαύτην ἐπι‐ | |
10 | δειξάμενος περὶ ἐμὲ κηδεμονίαν, δυνατὸς εἶ καὶ νῦν ἐξαρπάσαι με τῶν ἐπικειμένων μοι κινδύνων. Οὐδὲ γὰρ ἀγνοῶ, ὅτι Ἐν τῇ ῥάβδῳ μου ταύτῃ διῆλθον τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ διὰ τὴν σὴν περὶ ἐμὲ πρόνοιαν, ὁ τὴν βακτηρίαν μόνην ἐπιφερόμενος, | |
15 | ἡνίκα εἰς τὴν ἀλλοτρίαν ἀπῄειν, Νῦν μετὰ δύο παρ‐ εμβολῶν παραγέγονα. Σὺ οὖν, Δέσποτα, ὁ ταύτην μοι τὴν εὐπορίαν χαρισάμενος, ὁ εἰς τοσοῦτόν με αὐ‐ ξηθῆναι παρασκευάσας, σὺ νῦν Ἐξελοῦ με ἐκ χει‐ ρὸς τοῦ ἀδελφοῦ μου Ἡσαῦ, ὅτι φοβοῦμαι ἐγὼ | |
20 | αὐτὸν, μήποτε πατάξῃ με, καὶ μητέρα ἐπὶ τέ‐ κνοις. Σὺ εἶπας· Εὖ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους. βʹ. Ὅρα τοῦ δικαίου τὸ φιλόθεον καὶ τὴν πολλὴν | |
25 | εὐγνωμοσύνην, πῶς οὐδὲν ἕτερον ἀξιοῖ τὸν Δεσπότην, ἢ τὰς οἰκείας ὑποσχέσεις πληρῶσαι. Καὶ ἐπὶ τοῖς προλαβοῦσιν εὐχαριστίαν ἐπιδειξάμενος, καὶ ὁμολο‐ γήσας ὅτι γυμνὸν ὄντα καὶ ἀπεῤῥιμμένον εἰς τοσ‐ αύτην περιουσίαν κατέστησεν, ἱκετεύει τοῦ κινδύνου | |
30 | αὐτὸν ἐξαρπάσαι. Εἶπας γὰρ, φησὶν, ὅτι Θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἐξαριθμηθήσεται. Ποιησάμενος δὲ τὴν πρὸς τὸν Δε‐ σπότην παράκλησιν, καὶ τὴν ἱκετηρίαν τῆς προσευχῆς ἀνενέγκας τῷ Δεσπότῃ, καὶ τὰ παρ’ ἑαυτοῦ προσ‐ | |
35 | τίθησι. Καὶ λαβὼν, φησὶ, δῶρα, ἐξ ὧν ἐπεφέρετο, ἀπέστειλε τῷ ἀδελφῷ, διελὼν τὰ ἀποσταλέντα, καὶ ἐντολὰς δεδωκὼς, ὥστε καὶ διὰ τῶν λόγων ἐξευμε‐ νίσασθαι, καὶ μηνῦσαι τὴν ἑαυτοῦ παρουσίαν. Εἴπατε γὰρ, φησὶν, ὅτι Ἰδοὺ ὁ παῖς σου παραγί‐ | |
40 | νεται ὀπίσω ἡμῶν· ὥστε πρότερον ἐξευμενίσασθαι, καὶ τότε τὴν κατὰ πρόσωπον αὐτοῦ γενέσθαι συντυ‐ χίαν. Μετὰ τοῦτο γὰρ, φησὶν, ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ, φησὶ, προσδέξεται τὸ πρόσ‐ ωπόν μου. Καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσ‐ | |
45 | ωπον αὐτοῦ. Ἀλλ’ ὅρα μοι ἐνταῦθα πάλιν τοῦ Θεοῦ τὴν ἄφατον φιλανθρωπίαν, καὶ ὅπως ἀεὶ καταλλήλως τὴν οἰκείαν πρόνοιαν ἐνδείκνυται. Ἐπὶ μὲν γὰρ τοῦ Λάβαν, ἐπειδὴ ὁ δίκαιος οὐδὲν τοιοῦτον ὑπώπτευεν, οὐδὲ ᾔδει ὅτι πάντως αὐτὸν καταλήψεται ὁ Λάβαν | |
54.508(50) | μετὰ πολλῆς τῆς ὁρμῆς ἐπὶ τὸ ἀμύνασθαι τὸν δίκαιον τῆς λάθρα γενομένης ἀναχωρήσεως ἕνεκα, τῷ Λάβαν ἐπιφανεὶς καταστέλλει αὐτοῦ τὴν ὁρμὴν, καὶ ἐντέλ‐ λεται μηδὲν τῷ Ἰακὼβ μηδὲ ἐν ῥήμασι λυπηρὸν ἀπο‐ κρίνασθαι· Μὴ λαλήσῃς γὰρ, φησὶ, μετὰ Ἰακὼβ | |
55 | πονηρόν· καὶ τοῦτο ᾠκονόμει διὰ τῆς ἐκείνου γλώτ‐ της γνώριμον γενέσθαι τῷ δικαίῳ, ἵνα μαθὼν τὴν περὶ αὐτὸν γεγενημένην οἰκονομίαν θαρσαλεώτερον καταστῇ. Νυνὶ δὲ, ἐπειδὴ ὁ ἀδελφὸς μὲν ὑπὸ τοῦ χρόνου λωφήσας ἦν, καὶ τὸν θυμὸν καὶ τὴν ἀγανά‐ | |
60 | κτησιν παύσας τὴν κατὰ τοῦ Ἰακὼβ, οὗτος δὲ ἐναγώ‐ νιος ἦν, δεδοικὼς καὶ τρέμων τοῦ ἀδελφοῦ τὴν συν‐ τυχίαν, ὁ ἀγαθὸς Δεσπότης οὐκ ἔτι τῷ Ἡσαῦ ἐντέλ‐ λεται· οὐδὲ γὰρ ἐβουλεύετό τι κατὰ τοῦ ἀδελφοῦ· ἀλλὰ τὸν δίκαιον παραμυθεῖται. Μετὰ γὰρ τὸ ἀποστεῖλαι, | |
65 | φησὶ, τοὺς τὰ δῶρα ἀποκομίζοντας, καθευδήσας, | |
φησὶ, καὶ Ἀναστὰς ἐν τῇ νυκτὶ ἐκείνῃ, διήγαγε | ||
54.509 | τὰς δύο γυναῖκας καὶ τὰ παιδία τὴν διάβασιν τοῦ Ἰαβώχ· καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν ἄνθρωπος μετ’ αὐτοῦ. Μεγάλη ἡ τοῦ | |
5 | Δεσπότου φιλανθρωπία. Ἐπειδὴ γὰρ ἔμελλε τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιήσασθαι, ἵνα μάθῃ διὰ τῶν πραγμάτων, ὅτι οὐδὲν ἀηδὲς ὑποστήσεται, ἐν σχή‐ ματι ἀνθρώπου παλαίειν μετὰ τοῦ δικαίου καταδέ‐ χεται. Εἶτα ὁρῶν ἑαυτὸν ἡττώμενον ὁ Ἰακὼβ, | |
10 | Ἐκράτησε, φησὶ, τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ. Ὅλον δὲ τοῦτο συγκαταβάσεως ἕνεκεν ἐγίγνετο, ἵνα τὴν δειλίαν ἐξέληται τῆς τοῦ δικαίου ψυχῆς, καὶ πεί‐ σῃ ἐκτὸς πάσης ἀγωνίας τὴν πρὸς τὸν ἀδελφὸν συν‐ τυχίαν ποιήσασθαι. Κρατήσαντος γὰρ, φησὶν, τοῦ | |
15 | Ἰακὼβ τὸ πλάτος τοῦ μηροῦ, Ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ’ αὐτοῦ. Εἶτα ἵνα μάθῃ ὁ Ἰακὼβ τὴν δύναμιν τοῦ πρὸς αὐτὸν παλαίειν νομιζομένου, φησὶ πρὸς αὐτόν· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Αἰσθόμενος | |
20 | τοίνυν ὁ δίκαιος τὸ μέγεθος τῆς δυνάμεως τοῦ ταῦτα εἰρηκότος, φησί· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Μεγάλων ἠξιώθην, φησὶ, καὶ ὑπὲρ τὴν ἀξίαν τὴν ἐμαυτοῦ. Οὐ πρότερον τοίνυν σε ἐάσω, μέχρις ἂν τῆς εὐλογίας ἀπολαύσω τῆς παρὰ σοῦ. | |
25 | Εἶτά φησι, Τί τὸ ὄνομά σου ἐστίν; Ὅρα πάλιν συγκατάβασιν. Εἰ γὰρ μὴ ἠρώτησεν, οὐκ ᾔδει τοῦ δικαίου τὴν προσηγορίαν; ᾜδει πάντως, ἀλλὰ βού‐ λεται αὐτὸν πιστώσασθαι διὰ τῆς ἐρωτήσεως, καὶ διδάξαι, τίς ἐστιν ὁ πρὸς αὐτὸν διαλεγόμενος. | |
30 | Καὶ ἐπειδὴ εἶπεν, Ἰακὼβ, φησίν· Οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Εἶδες πῶς ἔδειξε τὴν αἰτίαν ἅπασαν, δι’ ἣν τὴν τοσαύτην συγκατάβασιν ἐπεδεί‐ | |
35 | ξατο, καὶ ὁμοῦ διδάσκει τὸν δίκαιον διὰ τῆς ἐπιτε‐ θείσης αὐτῷ προσηγορίας, τίς ἐστιν ὃν εἶδε καὶ κατα‐ σχεῖν κατηξιώθη. Οὐκ ἔτι γὰρ κληθήσεται, φησὶν, Ἰακὼβ τὸ ὄνομά σου, ἀλλ’ Ἰσραήλ. Ἰσραὴλ δὲ ἑρμηνεύεται, Ὁρῶν Θεόν. Ἐπειδὴ, ὡς ἰδεῖν ἀνθρώ‐ | |
40 | πῳ δυνατὸν, ἰδεῖν κατηξιώθης Θεὸν, διὰ τοῦτο καὶ τὴν προσηγορίαν σοι ταύτην ἐπιτίθημι, ἵνα πᾶσι τοῖς ἑξῆς κατάδηλον γένηται, οἵας ἠξιώθης ὀπτασίας. Καὶ ἐπήγαγεν, Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Μηδὲ λοιπὸν δέδιθι, μηδὲ | |
45 | βλάβην τινὰ προσδοκήσῃ παρά τινος ὑπομένειν. Ὁ γὰρ τοσαύτην ἰσχὺν προσλαβὼν, ὡς καὶ μετὰ Θεοῦ δυνηθῆναι παλαῖσαί σε, πολλῷ μᾶλλον τῶν ἀνθρώπων περιέσῃ, καὶ ἀχείρωτος ἅπασι γενήσῃ. γʹ. Ταῦτα ἀκούων ὁ δίκαιος, καὶ καταπλαγεὶς τοῦ πρὸς | |
54.509(50) | αὐτὸν διαλεγομένου τὸ μέγεθος, φησίν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί ἐρωτᾷς τὸ ὄνομά μου; Καὶ εὐλόγησεν αὐτόν. Ἔσω, φησὶ, τῶν οἰκείων ὅρων μένε, καὶ μὴ ὑπέρβαινέ σου τὰ μέτρα. Εὐλογίας βούλει ἀπολαῦσαι τῆς παρ’ ἐμοῦ; | |
55 | Ἰδοὺ, ταύτην σοι δωροῦμαι. Εὐλόγησε γὰρ, φησὶν, αὐτόν. Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή. Ὁρᾷς πόσον αὐτῷ θάρσος γέγονεν ἀπὸ τῆς ὀπτασίας τῆς | |
60 | γεγενημένης; Ἐσώθη γάρ μου, φησὶν, ἡ ψυχὴ, ἡ | Column end |
54.510 | σχεδὸν ἀποτεθνηκυῖα ὑπὸ τοῦ δέους. Ἐπειδὴ ἰδεῖν κατηξιώθην πρόσωπον πρὸς πρόσωπον τὸν Θεὸν, Ἐσώθη μου ἡ ψυχή. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. Εἶδες πῶς τῇ | |
5 | ἀσθενείᾳ τῇ ἀνθρωπίνῃ συγκαταβαίνων ὁ Δεσπότης πάντα ποιεῖ καὶ πραγματεύεται, ὥστε τὴν οἰκείαν φιλανθρωπίαν ἐπιδείξασθαι; Καὶ μὴ ξενισθῇς, ἀγα‐ πητὲ, πρὸς τὸ τῆς συγκαταβάσεως μέγεθος, ἀλλ’ ἐν‐ νόησον ὅτι καὶ ἐπὶ τοῦ πατριάρχου, ἡνίκα παρὰ τὴν | |
10 | δρῦν ἐκαθέζετο, ἐν ἀνθρώπου σχήματι μετὰ τῶν ἀγ‐ γέλων ἐπεξενώθη τῷ δικαίῳ, προμηνύων ἡμῖν ἄνωθεν καὶ ἐξ ἀρχῆς, ὅτι μέλλει ἀνθρωπίνην μορφὴν λαμ‐ βάνων, οὕτω πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ἐκ τῆς τοῦ διαβόλου τυραννίδος ἐλευθεροῦν, καὶ πρὸς τὴν σω‐ | |
15 | τηρίαν ἐπανάγειν. Ἀλλὰ τότε μὲν, ἐπειδὴ ἀρχὴ καὶ προοίμια ἦν, ἐν σχήματι φαντασίας ἑκάστῳ αὐτῶν ἐφαίνετο, καθάπερ καὶ αὐτὸς διὰ τοῦ προφήτου φησίν· Ἐγὼ ὁράσεις ἐπλήθυνα, καὶ ἐν χερσὶ προφητῶν ὡμοιώ‐ | |
20 | θην· ὅτε δὲ κατηξίωσε τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν, καὶ τὴν ἀπαρχὴν τὴν ἡμετέραν ἀναδέξα‐ σθαι, οὐ φαντασίᾳ, οὐδὲ δοκήσει τὴν σάρκα ὑπέδυ, ἀλλ’ ἀληθείᾳ. Καὶ διὰ τοῦτο διὰ πάντων τῶν ἡμετέ‐ ρων ἐλθεῖν κατεδέξατο, καὶ ἐκ γυναικὸς τεχθῆναι, | |
25 | καὶ βρέφος γενέσθαι, καὶ σπαργανωθῆναι, καὶ γαλακτοτροφηθῆναι, καὶ πάντα τὰ ἄλλα ὑποστῆναι, ἵνα πιστώσηται τῆς οἰκονομίας τὴν ἀλήθειαν, καὶ ἀποῤ‐ ῥάψῃ τῶν αἱρετικῶν τὰ στόματα. Διὰ τοῦτο καὶ καθ‐ εύδει ἐπὶ τοῦ πλοίου, καὶ ὁδοιπορεῖ, καὶ κοπιᾷ, καὶ | |
30 | πάντα τὰ ἀνθρώπινα ὑπομένει ἵνα διὰ τῶν πραγμά‐ των πάντας πληροφορῆσαι δυνηθῇ. Διὰ τοῦτο καὶ δικαστηρίῳ παρίσταται, καὶ σταυροῦται, καὶ θάνα‐ τον ὑπομένει τὸν ἐπονείδιστον, καὶ ἐν μνημείῳ τίθε‐ ται, ἵνα τὰ τῆς οἰκονομίας διὰ πάντων κατάδηλα γέ‐ | |
35 | νηται. Εἰ γὰρ μὴ κατὰ ἀλήθειαν τὴν σάρκα τὴν ἡμετέραν ἀνέλαβεν, οὐδὲ ἐσταυρώθη, οὐδὲ ἀπέθανεν, οὐδὲ ἐτάφη, οὐδὲ ἀνέστη. Εἰ δὲ μὴ ἀνέστη, πᾶς ὁ τῆς οἰκονομίας λόγος ἀνατέτραπται. Ὁρᾷς εἰς ὅσην ἀτοπίαν ἐκπίπτουσιν οἱ μὴ βουλόμενοι τῷ τῆς θείας | |
40 | Γραφῆς κατακολουθεῖν κανόνι, ἀλλὰ τοῖς οἰκείοις λο‐ γισμοῖς ἅπαντα ἐπιτρέποντες; Ἀλλ’ ὥσπερ ἐνταῦθα ἀλήθειά ἐστι προφανὴς, οὕτως ἐπὶ τοῦ δικαίου τούτου φαντασία τις ἦν, δι’ ἧς ἐχρῆν πληροφορηθῆναι τὸν δίκαιον, ὅσης ἀπολαύει τῆς παρ’ αὐτοῦ προνοίας, καὶ | |
45 | ὅτι ἀχείρωτος ἔσται πᾶσι τοῖς ἐπιβουλεύειν ἐπιχειροῦ‐ σιν. Εἶτα ἵνα μηδένα τῶν εἰς τὸ ἑξῆς λάθῃ ἡ γεγενη‐ μένη αὐτῷ ὀπτασία, Ἐπέσκαζε, φησὶ, τῷ μηρῷ αὐ‐ τοῦ. Ἕνεκα τούτου οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους | |
54.510(50) | τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ, ὃ καὶ ἐνάρκησεν. Ἐπειδὴ γὰρ ὁ μὲν δίκαιος ἔμελλε πληρώσας τῆς ζωῆς αὐτοῦ τοὺς χρόνους μεθίστασθαι τοῦ βίου, ἐχρῆν δὲ τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην εἰς αὐτὸν κηδε‐ | |
55 | μονίαν, καὶ τὴν τοσαύτην συγκατάβασιν παντὶ τῷ γένει τῶν ἀνθρώπων γνώριμον γενέσθαι, διὰ τοῦτό φησιν· Οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον τοῦ πλά‐ τους τοῦ μηροῦ, ὃ ἐνάρκησεν. Εἰδὼς αὐτῶν τὴν πολλὴν ἀγνωμοσύνην, καὶ ὅπως ἐπιλανθάνονται τῶν | |
60 | παρὰ τοῦ Θεοῦ εὐεργεσιῶν, διὰ τοῦτο σοφιζόμενος δι‐ ηνεκῆ αὐτοὺς ἔχειν τὴν μνήμην τῶν παρ’ αὐτοῦ γεγενη‐ μένων εὐεργεσιῶν, τὰ ὑπομνήματα φυλάττεσθαι αὐ‐ τοὺς ἐμηχανήσατο διὰ τῶν τοιούτων παρατηρήσεων· καὶ τοῦτο διὰ πάσης τῆς Γραφῆς ἔστιν εὑρεῖν. Αὕτη γὰρ | |
65 | μάλιστά ἐστιν ἡ αἰτία τῶν πλειόνων παρατηρήσεων, | |
54.511 | τὸ βούλεσθαι αὐτὸν ἀδιαλείπτως τὰς ἑξῆς γενεὰς με‐ λετᾷν τοῦ Θεοῦ τὰς εὐεργεσίας, καὶ μὴ λήθην τούτων ποιησαμένους ἐπὶ τὴν οἰκείαν πλάνην πάλιν ἀνατρέ‐ χειν· μάλιστα γὰρ τοῦτο ἔθος τῷ τῶν Ἰουδαίων γένει. | |
5 | Οἱ γὰρ καὶ παρ’ αὐτὰς τὰς εὐεργεσίας πολλάκις τὴν οἰκείαν ἀγνωμοσύνην ἐπιδεικνύμενοι, πολλῷ μᾶλλον εἰ μὴ τοῦτο ἐγίνετο, πάντα ἂν τὰ παρὰ τοῦ Θεοῦ εἰς αὐτοὺς γεγενημένα ἐξέβαλον τῆς οἰκείας διανοίας. Ἀλλ’ ἴδωμεν λοιπὸν, πῶς τὰ τῆς συντυχίας γίνεται τῷ | |
10 | Ἰακὼβ πρὸς τὸν ἀδελφόν. Ἐπειδὴ γὰρ ἀρκοῦσαν ἔλαβε παράκλησιν ἐκ τῶν γεγενημένων καὶ ὑπόσχε‐ σιν ἐδέξατο ὅτι ἰσχυρὸς ἔσται, καὶ μετὰ ἀνθρώπων δυνατὸς, Ἀναβλέψας, φησὶν, εἶδε, καὶ ἰδοὺ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ, καὶ τετρακόσιοι ἄνδρες μετ’ αὐτοῦ. | |
15 | Καὶ διεῖλεν Ἰακὼβ τὰ παιδία ἐπὶ Λείαν καὶ Ῥα‐ χὴλ καὶ τὰς δύο παιδίσκας. Καὶ ἔθετο τὰς δύο παι‐ δίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις, καὶ Λείαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω, καὶ Ῥαχὴλ καὶ τὸν Ἰωσὴφ ἐν ἐσχάτοις. Αὐτὸς δὲ προῆλθεν ἔμ‐ | |
20 | προσθεν αὐτῶν, καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως ἤγγικε τῷ ἀδελφῷ αὐτοῦ. Ὅρα πῶς τὴν διαίρεσιν ποιησάμενος, αὐτὸς πρὸ πάντων τὴν συντυ‐ χίαν ποιεῖται. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὴν γῆν ἑπτάκις, ἕως οὗ ἤγγικε τῷ ἀδελφῷ αὐτοῦ· ἐφελ‐ | |
25 | κόμενος καὶ διὰ τοῦ σχήματος καὶ διὰ τῆς προσκυνή‐ σεως τὸν ἀδελφὸν εἰς τὴν περὶ αὐτὸν εὔνοιαν· ὃ δὴ καὶ γέγονε. Προσδραμὼν γὰρ, φησὶν, Ἡσαῦ, καὶ περι‐ λαβὼν αὐτὸν ἐφίλησε, καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ· καὶ ἔκλαυσαν ἀμφότεροι. | |
30 | δʹ. Ὅρα Θεοῦ οἰκονομίαν· ὅπερ γὰρ χθὲς ἔλεγον, τοῦτο καὶ νῦν ἐρῶ· ὅτι ὅταν βούληται ὁ τῶν ὅλων Δεσπότης τὴν περὶ ἡμᾶς κηδεμονίαν ἐπιδείξασθαι, καὶ τοὺς ἀνημέρως πρὸς ἡμᾶς διακειμένους προβάτων ἡμερω‐ τέρους ἐργάζεται. Σκόπει τοίνυν, ὅσην μεταβολὴν | |
35 | ἐπιδείκνυται ὁ Ἡσαῦ. Προσέδραμε γὰρ, φησὶν, εἰς συνάντησιν αὐτοῦ, καὶ περιλαβὼν ἐφίλησε· καὶ ἔκλαυσαν ἀμφότεροι. Μόλις ποτὲ ὁ δίκαιος ἀνέ‐ πνευσε, καὶ τὸν φόβον ἀπεσείσατο, καὶ τῆς δειλίας ἐλευθερωθεὶς, θαρσαλεώτερος γέγονεν. Ἀναβλέψας | |
40 | δὲ, φησὶν, Ἡσαῦ εἶδε τὰς γυναῖκας καὶ τὰ παιδία, καὶ εἶπε· Τί ταῦτά σοί ἐστιν; Ὁρῶν γὰρ τοῦ ἀδελ‐ φοῦ τὴν περιουσίαν, ἐξενίζετο καὶ ἐθαύμαζε· διὸ καὶ ἐρωτᾷν ἐβούλετο. Τί οὖν ὁ δίκαιος; Τὰ παιδία, φη‐ σὶν, οἷς ἠλέησεν ὁ Θεὸς τὸν παῖδά σου. Ὅρα πόση | |
45 | τῆς ἐπιεικείας ἡ ἰσχὺς, καὶ ὅπως διὰ τῆς τῶν ῥημά‐ των ταπεινοφροσύνης ἐκείνου τὸν θυμὸν κατεπράϋνε. Καὶ προσήγγισαν, φησὶν, αἱ παιδίσκαι καὶ τὰ τέ‐ κνα, καὶ προσεκύνησαν ἡ Λεία καὶ ἡ Ῥαχήλ. Καὶ εἶπε· Τί ταῦτά σοί ἐστι, πᾶσαι αἱ παρεμβολαὶ | |
54.511(50) | αὗται, αἷς ἀπήντηκα; Ὁ δὲ εἶπεν· Ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου. Θέα μοι πῶς τῇ ὑπερβολῇ τῆς ταπεινοφροσύνης κατ‐ εδουλώσατο τὸν ἀδελφὸν καὶ ὃν ἐνόμιζεν ἀγρίως πρὸς αὐτὸν διακεῖσθαι, οὕτως εὗρεν ἥμερον, ὡς βούλεσθαι | |
55 | πρὸς θεραπείαν αὐτοῦ πάντα τὰ παρ’ ἑαυτοῦ ἐπιδεί‐ ξασθαι. Εἶπε γὰρ, φησὶν, ἔστι μοι πολλὰ, ἀδελφὲ, ἔστω σοι τὰ σά. Ἀλλ’ οὐδὲ οὕτως ἠνέσχετο ὁ Ἰακὼβ, ἀλλὰ δεικνὺς ὅσην ποιεῖται σπουδὴν τοῦ εὐμενῆ αὐτὸν ἔχειν, φησίν· Εἰ εὕρηκα χάριν ἐναντίον σου, δέξαι | |
60 | τὰ δῶρα ἐκ τῶν χειρῶν μου. Ἕνεκεν γὰρ τούτου εἶδον τὸ πρόσωπόν σου, ὡς ἄν τις ἴδοι πρόσωπον Θεοῦ. Δέξαι, φησὶ, τὰ παρ’ ἐμοῦ σοι δῶρα προσαγό‐ μενα. Μετὰ τοσαύτης γὰρ περιχαρείας εἶδόν σου τὸ πρόσωπον, μεθ’ ὅσης ἄν τις ἴδοι Θεοῦ πρόσωπον. | |
65 | Τοῦτο θεραπείας πολλῆς ἕνεκα ἐῤῥέθη παρὰ τοῦ δι‐ | |
καίου, ὥστε αὐτὸν καταμαλάξαι, καὶ πρὸς τὴν ἀδελ‐ | Column end | |
54.512 | φικὴν εὔνοιαν ἀγαγεῖν. Καὶ εὐδοκήσεις με, ἀντὶ τοῦ, Τὸ ἀρέσκον μοι ποιήσεις. Λάβε τοίνυν τὰς εὐλογίας, ἃς ἐνήνοχά σοι, ὅτι ἠλέησέ με ὁ Θεὸς, καὶ ἔστι μοι πάντα. Μὴ παραιτήσῃ, φησὶ, λαβεῖν. Ταῦτα γὰρ | |
5 | πάντα παρὰ τοῦ Θεοῦ μοι δεδώρηται, καὶ αὐτός μοι τούτων ἁπάντων χορηγὸς γεγένηται. Διὰ τούτων ἠρέμα κἀκεῖνον ἐδίδασκεν, ὅσης ἀξιοῦται τῆς παρὰ τοῦ Θεοῦ προνοίας, καὶ παρεσκεύαζε πολλὴν τὴν περὶ αὐτὸν αἰδῶ ἐπιδείκνυσθαι. Καὶ παρεβιάσατο αὐτὸν, | |
10 | καὶ ἔλαβεν. Ὅρα λοιπὸν τὴν μεταβολήν. Καὶ εἶπεν Ἡσαῦ· Ἀπάραντες πορευσώμεθα ἐπ’ εὐθεῖαν, ἀντὶ τοῦ, Λοιπὸν κοινῇ ποιησώμεθα τὴν ὁδοιπορίαν. Ὁ δὲ αἰτεῖ, πρόφασιν εὔλογον εὑρηκώς· Ὁ κύριός μου, φησὶ, γινώσκει, ὅτι τὰ παιδία ἁπαλώτερα, | |
15 | καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται· ἐὰν οὖν καταδιώξω αὐτὰ ἡμέραν μίαν, ἀποθανοῦνται. Οὐ δύναμαι, φησὶ, συντομώτερον ποιήσασθαι τὴν ἀποδη‐ μίαν, ἀλλ’ ἠρέμα καὶ κατὰ μικρὸν ἀναγκάζομαι ὁδοι‐ πορεῖν διά τε τὰ παιδία καὶ τὰ ποίμνια, ὥστε μὴ | |
20 | διαφθαρῆναι τῷ πλείστῳ καμάτῳ. Πορεύου οὖν, φη‐ σὶν, αὐτὸς, ἐγὼ δὲ κατὰ μέρος ὑποτεμνόμενος τῶν παιδίων τὸν κάματον καὶ τῶν ποιμνίων, οὕτω κατα‐ λήψομαί σε εἰς τὴν Σηείρ. Ταῦτα ἀκούσας ὁ ἀδελφὸς, Εἰ βούλει, φησὶ, καταλείπω τινὰς τῶν σὺν ἐμοὶ | |
25 | μετὰ σοῦ, πολλῆς τιμῆς καὶ θεραπείας καὶ τοῦτο δεῖγμα ποιούμενος. Ὁ δὲ οὐδὲ τοῦτο καταδέχεται· Ἀρκεῖ μοι, φησὶν, ὅτι ὅλως εὗρον χάριν ἐναντίον σου. Τοῦτό μοι ἦν περισπούδαστον, τὸ εὐμενῆ σε εὑρεῖν. Ἐπεὶ οὖν τούτου ἐπέτυχον, οὐδενὸς ἑτέρου | |
30 | δέομαι. Καὶ ἀπάρας, φησὶν, Ἰακὼβ ἐποίησεν ἑαυτῷ σκηνὰς καὶ τοῖς κτήνεσιν αὐτοῦ· διὰ τοῦτο ἐκά‐ λεσε τὸν τόπον, Σκηναί. εʹ. Ταῦτα δὲ ἀκούοντες μιμώμεθα τὸν δίκαιον τοῦτον, καὶ τοσαύτην ἐπιδεικνυώμεθα ταπεινοφροσύνην· καὶ | |
35 | ἐπειδὰν ὦσί τινες πρὸς ἡμᾶς ἀηδῶς διακείμενοι, μὴ ἐπὶ πλέον ἐξάπτωμεν τὸν θυμὸν, ἀλλὰ τῇ πολλῇ ἐπι‐ εικείᾳ καὶ τῇ ταπεινοφροσύνῃ, τῇ διὰ ῥημάτων, τῇ διὰ πραγμάτων καταστέλλωμεν αὐτῶν τὴν ἔχθραν, καὶ ἰατρεύωμεν αὐτῶν τὴν ψυχὴν κεκακωμένην. Ὅρα | |
40 | γὰρ τὴν σοφίαν τούτου τοῦ δικαίου, ὅπως τῇ πολλῇ εὐτονίᾳ τῶν ῥημάτων οὕτω τὸν Ἡσαῦ κατεμάλαξεν, ὡς καὶ πρὸς θεραπείαν αὐτοῦ ἐπείγεσθαι, καὶ πάντα πρὸς τὴν τούτου τιμὴν βούλεσθαι ποιεῖν. Τοῦτο ἀλη‐ θῶς μεγίστης ἐστὶν ἀρετῆς, οὐχ ὅταν τοὺς γνησίως | |
45 | πρὸς ἡμᾶς διακειμένους ἀγαπᾷν σπουδάζωμεν, καὶ θεραπεύωμεν παντὶ τῷ τρόπῳ, ἀλλὰ καὶ ὅταν τοὺς ἐπηρεάζειν ἡμῖν βουλομένους διὰ τῆς πολλῆς προσ‐ ηνείας ἐπισπώμεθα. Οὐδὲν γὰρ ἐπιεικείας σφοδρότε‐ ρον. Ὥσπερ γὰρ τὴν πυρὰν σφοδρῶς πολλάκις ἐκκαιο‐ | |
54.512(50) | μένην ὕδωρ ἐπιβληθὲν κατέσβεσεν, οὕτω καὶ τὸν θυ‐ μὸν καμίνου σφοδρότερον ἐξαπτόμενον λόγος μετ’ ἐπιεικείας προϊὼν κατασβέννυσι, καὶ διπλοῦν ἡμῖν τὸ κέρδος γίνεται, ὑπὲρ ὧν τε αὐτοὶ τὴν ἐπιείκειαν ἐπι‐ δεικνύμεθα, καὶ ὑπὲρ ὧν τοῦ ἀδελφοῦ τὸν θυμὸν κα‐ | |
55 | ταπαύσαντες, τὸν λογισμὸν αὐτοῦ ταραχῆς ἐλευθε‐ ροῦμεν. Τί γὰρ, εἰπέ μοι; Οὐχὶ μέμφῃ καὶ κατ‐ ηγορεῖς τοῦ ἀδελφοῦ θυμουμένου, καὶ ἐχθρῶς πρὸς σὲ διακειμένου; Τίνος οὖν ἕνεκεν οὐχὶ διὰ τῶν ἐναντίων αὐτὸς ἔρχεσθαι σπουδάζεις, ἀλλὰ θυμοῦσθαι καὶ αὐ‐ | |
60 | τὸς ἐπὶ πλεῖον βούλει; Μὴ γὰρ δυνατὸν πῦρ πυρὶ σβέννυσθαι; Οὐκ ἔχει φύσιν τὸ γεγενημένον. Οὕτως οὐδὲ θυμὸν ἑτέρῳ θυμῷ καταπραΰνεσθαι δυνατὸν ἂν γένοιτό ποτε· ὅπερ γάρ ἐστι τῷ πυρὶ τὸ ὕδωρ, τοῦτο τῷ θυμῷ ἐπιείκεια καὶ πραΰτης. Διὰ τοῦτο καὶ ὁ | |
65 | Χριστὸς ἔλεγε τοῖς μαθηταῖς, Ἐὰν τοὺς ἀγαπῶν‐ | |
54.513 | τας ὑμᾶς ἀγαπᾶτε, τίνα μισθὸν ἔχετε; Εἶτα ἐντρέ‐ ψαι βουλόμενος τῇ ἐπαγωγῇ, καὶ καθικέσθαι τῶν ῥᾳ‐ θυμεῖν βουλομένων, φησίν· Οὐχὶ καὶ οἱ τελῶναι τὸ αὐτὸ ποιοῦσιν; Ὅντινα γὰρ ἂν λάβῃς τῶν ῥᾳθύμων, | |
5 | οὐχὶ τοῦτο διαπράττεται; καὶ αὐτοὶ οἱ τελῶναι οὐχὶ τοῦτο διὰ σπουδῆς ἔχουσι; Τί γὰρ τελώνου χεῖ‐ ρον; Καὶ ὅμως τοῦτο παντὶ τρόπῳ εὑρήσεις παρ’ αὐ‐ τοῖς πληρούμενον, καὶ οὐχ οἷόν τε τὸν ἀγαπώμενον μὴ καὶ ἀγαπᾷν. Ἐγὼ δὲ, ἐπειδὴ καὶ ὑψηλοτέρους | |
10 | ὑμᾶς εἶναι βούλομαι, καὶ ἔχειν τι τούτων πλέον, οὐ τοῦτο παραινῶ, ἀλλὰ καὶ τοὺς ἐχθροὺς ἀγαπᾷν. Ὅπερ ὁ μακάριος οὗτος πρὸ τοῦ νόμου, πρὸ τῆς διδασκα‐ λίας τῆς παρ’ ἑτέρων, οἴκοθεν κινούμενος, διὰ τῆς ὑπερβαλλούσης ἐπιεικείας πρότερον μὲν τοῦ Λάβαν | |
15 | περιγέγονε, νυνὶ δὲ καὶ τοῦ ἀδελφοῦ. Εἰ γὰρ καὶ τῆς ἄνωθεν συμμαχίας ἀπήλαυσεν, ἀλλ’ ὅμως καὶ τὰ παρ’ ἑαυτοῦ προεπεδείκνυτο. Οὕτω δὴ καὶ ἡμεῖς πείσωμεν ἑαυτοὺς, ὅτι κἂν μυριάκις σπουδάζωμεν, οὐδὲν οὐ‐ δέποτε κατορθῶσαι δυνησόμεθα, εἰ μὴ καὶ τῆς ἄνωθεν | |
20 | ῥοπῆς ἀπολαύσαιμεν. Ὥσπερ γὰρ, εἰ μὴ τῆς ἐκεῖθεν συμμαχίας ἀπολαύσωμεν, οὐδὲν ἰσχύομέν ποτε τῶν δεόντων κατορθῶσαι· οὕτω πάλιν εἰ μὴ τὰ παρ’ ἑαυ‐ τῶν εἰσενέγκωμεν, οὐ δυνησόμεθα τῆς ἄνωθεν ἀξιοῦ‐ σθαι ῥοπῆς. Διὸ σπουδάζωμεν καὶ τὰ παρ’ ἑαυτῶν | |
25 | εἰσφέρειν, καὶ τὴν ἄνωθεν κηδεμονίαν ἐφέλκεσθαι, ἵνα καὶ ἐκ τῆς ἡμετέρας σπουδῆς, καὶ ἐκ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τὰ τῆς ἀρετῆς ἡμῖν καθ’ ἑκάστην ἡμέραν ἐπιτείνηται, καὶ πολλῆς ἀπολαύσωμεν τῆς ἄνωθεν χάριτος· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, | |
30 | χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
34t | ΟΜΙΛΙΑ ΝΘʹ. | |
35n | Καὶ ἦλθεν Ἰακὼβ εἰς Σαλὴμ πόλιν Σηκίμων, | |
36n | καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ | |
37n | Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν, καὶ | |
38n | ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο | |
39n | τὸν Θεὸν τοῦ Ἰσραήλ. | |
40 | αʹ. Εἴδετε χθὲς καὶ τοῦ κοινοῦ τῶν ἁπάντων Δεσπότου τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, καὶ τῶν μαθητῶν τὴν φιλοσοφίαν, καὶ τῶν Ἰουδαίων τὴν ἀγνωμοσύνην. Εἴδετε μεθ’ ὅσης ἀνεξικακίας ἐπεστόμισεν αὐτῶν τὴν ἀναίσχυντον τόλμαν, τὴν ὑπὲρ τῶν μαθητῶν ἀπολο‐ | |
45 | γίαν ποιούμενος, καὶ δεικνὺς ὅτι αὐτοὶ οἱ τὸν νόμον ἐκδικεῖν ἐθέλοντες, ἀγνοοῦσι τοῦ νόμου τὸ βούλημα, καὶ ὅτι τῆς ἀληθείας φανείσης ἔτι τῇ σκιᾷ παρακαθῆ‐ σθαι ἤθελον. Εἴδετε πῶς ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰς παρατηρήσεις νομικὰς ἀνελεῖν ἐσπούδαζε, διδάσκων | |
54.513(50) | αὐτοὺς ὅτι τοῦ ἡλίου τῆς δικαιοσύνης φανέντος οὐκ ἔτι δυνατὸν τὸ λυχνιαῖον ἐνεργεῖν φῶς· ἡ γὰρ αὐγὴ τοῦ φωτὸς τοῦ ἡλιακοῦ προσβάλλουσα ἀποκρύπτει τούτου τὴν χρείαν. Ἐμάθετε πῶς δυνατὸν ἀεὶ ἑορτά‐ ζειν, καὶ ἀπηλλάχθαι τῆς τῶν καιρῶν παρατηρήσεως. | |
55 | Διὰ γὰρ τοῦτο παρεγένετο ὁ Δεσπότης ὁ ἡμέτερος, ἵνα ἡμᾶς ἐλευθερώσῃ τῆς τῶν καιρῶν ἀνάγκης, καὶ παρασκευάσῃ ὑψηλότερα πέτεσθαι, καὶ ἐν οὐρανῷ λοιπὸν ἔχειν τὸ πολίτευμα, καὶ ἀνθρώπους ὄντας τὴν τῶν ἀγγέλων μιμεῖσθαι πολιτείαν, καὶ καταγε‐ | |
60 | λᾷν πάντων τῶν ἀνθρωπίνων πραγμάτων. Φέρε δὴ | |
σήμερον, εἰ δοκεῖ, ἐπὶ τὴν ἀκολουθίαν τῶν πρώην | Column end | |
54.514 | ἡμῖν εἰρημένων ἐκ τῶν τοῦ μακαρίου Μωϋσέως ῥη‐ μάτων ἐπανελθόντες, ἐκεῖθεν ὑμῖν παραθῶμεν ἑστία‐ σιν. Ἴστε γὰρ ὅτι ἐπανελθόντος ἐκ Μεσοποταμίας τοῦ Ἰακὼβ, καὶ τὴν πρὸς τὸν ἀδελφὸν συντυχίαν ποιησα‐ | |
5 | μένου, καὶ μετὰ τοῦτο διαχωρισθέντος, καὶ ἐκείνου μὲν εἰς τὴν Σηεὶρ ὁρμήσαντος, τοῦ δὲ Ἰακὼβ τὰς σκηνὰς πηξαμένου, καὶ τὸν τόπον ἀπὸ τοῦ συμβάντος ὀνομάσαντος Σκηνὰς, ἐνταῦθα τὸν λόγον κατελύσα‐ μεν· διὸ χρὴ τὰ ἑξῆς ἐπελθόντες κατὰ δύναμιν τὴν | |
10 | ἡμετέραν τὴν διδασκαλίαν ὑμῖν παραθεῖναι τὴν πνευ‐ ματικήν. Ἐν ἀδείᾳ γὰρ λοιπὸν γεγονὼς ὁ δίκαιος, καὶ ἐλευθερωθεὶς πάσης ἀγωνίας, Ἦλθε, φησὶν, εἰς πό‐ λιν Σηκίμων, καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχὲμ ἑκατὸν ἀμνῶν· | |
15 | καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ. Μὴ ἁπλῶς παρατρέχωμεν τὰ ἐν ταῖς θείαις Γραφαῖς κείμενα. Εἰ γὰρ οἱ τὰ ψή‐ γματα τοῦ χρυσίου ἐκ τῆς γῆς ἀνορύττοντες, πάντα πόνον ὑπομένουσι, καὶ πάντων ἀνέχονται τῶν δυσχε‐ | |
20 | ρῶν, ὥστε δυνηθῆναι τῆς γῆς χωρίσαι τὸ χρυσίον· πολλῷ μᾶλλον ἡμᾶς δίκαιον ἂν εἴη τὰ λόγια τοῦ Πνεύματος διερευνᾶσθαι, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν καρπωσαμένους, οὕτως ἐντεῦθεν ἐξιέναι. Ἐννόει μοι τοίνυν τοῦ θαυμαστοῦ τούτου ἀνδρὸς τὴν φιλοσοφίαν, | |
25 | ὅπως τοσαύτης ἀπολαύων τῆς ἄνωθεν ῥοπῆς, καὶ ὁρῶν ἑαυτοῦ τὴν περιουσίαν αὐξομένην, τὴν τῶν θρεμμάτων λέγω, καὶ τοσούτων παίδων χορὸν αὐτῷ περιεστῶτα, οὐ περὶ οἰκοδομὰς λαμπρὰς ἑαυτὸν ἐξ‐ έδωκεν, οὐδὲ ἀγροὺς καὶ κώμας ὠνήσασθαι ἐσπούδασε | |
30 | δυναμένους ἀρκέσαι πρὸς τὴν διανομὴν τῶν παίδων. Ταῦτα γὰρ καὶ τὰ τοιαῦτα οἱ νῦν ἡμῖν προβάλλονται, καὶ ἕνα πολλάκις τις ἐσχηκὼς υἱὸν μυρία τὰ τάλαντα χρυσίου συλλέγειν σπουδάζει, καὶ ἀγροὺς ὠνήσασθαι καὶ οἰκοδομὰς περιφανεῖς κατασκευάζειν. Καὶ εἴθε | |
35 | ἐκ δικαίων πόνων, καὶ ἄνευ ἀδικίας τούτων τὴν πε‐ ριουσίαν συνέλεγεν· ἀλλὰ τὸ βαρὺ καὶ πάντων δεινό‐ τερον, ὅτι ἑτέρους ἁρπάζων, καὶ πλεονεκτῶν, καὶ πράγματα συῤῥάπτων, οὕτω τὰς ἑτέρων οὐσίας εἰς ἑαυτὸν μεθίστησι. Καὶ ἐάν τις ἔρηται· Τίνος ἕνεκεν | |
40 | ἡ τοσαύτη τῶν χρημάτων μανία; εὐθέως τὸν παῖδα προβάλλεται, καὶ διὰ τὴν περὶ ἐκεῖνον εὔνοιαν ταῦτά φησι διαπράττεσθαι. Καὶ οὗτος μὲν κἂν παῖδα προ‐ βαλλόμενος ταῦτα ἀφοσιοῦται, εἰκῆ καὶ μάτην. Εἰσὶ δὲ οἳ μηδὲ παῖδας ἔχοντες μεμήνασι περὶ τὴν τῶν | |
45 | χρημάτων συλλογὴν, καὶ μυριάκις ἂν ἕλοιντο τὰ ἀν‐ ήκεστα ὑπομεῖναι, ἢ ἕνα ὀβολὸν προέσθαι τινὶ τῶν δεομένων. Ἀλλ’ ὁ δίκαιος οὗτος οὐδὲν τοιοῦτον ἐβου‐ λεύσατο, οὐδὲ ἐνενόησεν, ἀλλὰ καὶ ἡνίκα ἔδει βραχὺν ἀγρὸν ὠνήσασθαι, ἑκατὸν ἀμνοὺς δοὺς, οὕτω τοῦ | |
54.514(50) | ἀγροῦ τὴν μερίδα ὠνήσατο παρὰ Ἐμὼρ τοῦ πατρὸς Συχέμ. Καὶ ὅρα τοῦ ἀνδρὸς τὸ φιλόθεον, καὶ τίνος ἕνεκεν ἀγρὸν λαβεῖν ἐσπούδασε. Καὶ ἔστησεν ἐκεῖ, φησὶ, θυσιαστήριον, καὶ ἐπεκαλέσατο τὸν Θεὸν τοῦ Ἰσραήλ· καὶ τοῦ ἀγροῦ τὴν μερίδα δι’ οὐδὲν | |
55 | ἕτερον ὠνήσατο, ἢ ἵνα τὰς εὐχαριστίας ἀν‐ ενέγκῃ τῷ κοινῷ πάντων Δεσπότῃ. Τοῦτον ἅπαντας ἐχρῆν ζηλοῦν τοὺς ἐν τῇ χάριτι τὸν πρὸ τοῦ νόμου, καὶ μὴ οὕτω μαίνεσθαι περὶ τὴν τῶν χρημάτων συλ‐ λογήν. Τίνος γὰρ ἕνεκεν, εἰπέ μοι, καὶ ἑαυτῷ τοσαῦτα | |
60 | φορτία ἀκανθῶν συνάγεις, καὶ τοῖς παιδίοις τοῖς σοῖς ὕλην κακίας καὶ ὑπόθεσιν καταλιμπάνων οὐκ αἰσθάνῃ· | |
Οὐκ οἶδας ὅτι σοῦ μᾶλλον κήδεται τοῦ σοῦ παιδὸς, σὺ | ||
54.515 | δὲ ὡς πλείονα τὴν περὶ αὐτὸν ἐπιδεικνύμενος πρό‐ νοιαν, ἀφορμὰς αὐτῷ καταλιπεῖν σπουδάζεις τὰς δυ‐ ναμένας ὑποβρύχιον αὐτοῦ τὴν ψυχὴν ἐργάσασθαι; Ἢ οὐκ οἶσθα ὅτι ἡ νεότης καὶ καθ’ ἑαυτὴν μὲν | |
5 | εὐόλισθόν ἐστι πρᾶγμα καὶ ὀξύῤῥοπον πρὸς κακίαν; Ὅταν δὲ καὶ χρημάτων περιουσίαν προσλάβῃ, πολλῷ μᾶλλον ἐπιῤῥεπέστερον τὸ κακὸν γίνεται. Καθάπερ γὰρ πῦρ ὕλην προσλαβὸν, σφοδροτέραν ἀνάπτει τὴν φλόγα· οὕτω καὶ ἡ νεότης καθάπερ πυρὰν τὴν ὕλην | |
10 | τῶν χρημάτων δεξαμένη, τοσαύτην ἀνάπτει τὴν κά‐ μινον, ὡς ὁλόκληρον ἐμπρῆσαι τοῦ νέου τὴν ψυχήν. Πότε γὰρ ὁ τοιοῦτος δυνήσεται σωφροσύνης ἐπιμελή‐ σασθαι, καὶ ἀκολασίαν φυγεῖν, καὶ τοὺς ὑπὲρ τῆς ἀρετῆς πόνους ἀναδέξασθαι, ἤ τι ἕτερον πνευματικόν; | |
15 | βʹ. Ἢ οὐκ ἀκούεις τοῦ Χριστοῦ, ὅτι Ἡ μέριμνα τοῦ αἰῶνος τούτου καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνί‐ γει τὸν λογισμὸν, καὶ ἄκαρπος γίνεται· ἃς καὶ ἀκάνθας ὠνόμασεν; Εἰπὼν γὰρ τὸ ἓν μὲν τοῦ σπόρου εἰς τὰς ἀκάνθας ἐμπεπτωκέναι, εἶτα ἑρμηνεύων τοῖς | |
20 | μαθηταῖς τίνες εἰσὶν αἱ ἄκανθαι, φησίν· Ἡ μέριμνα τοῦ αἰῶνος τούτου, καὶ ἡ ἀπάτη τοῦ πλούτου συμπνίγει τὸν λογισμὸν, καὶ ἄκαρπος γίνε‐ ται. Καὶ καλῶς ἀκάνθαις παρείκασε τὴν μέριμναν τοῦ αἰῶνος τούτου. Καθάπερ γὰρ αἱ ἄκανθαι οὐκ ἐῶσι προ‐ | |
25 | κύψαι τὸν σπόρον, ἀλλὰ τῇ πυκνότητι συμπνίγουσι τὸ καταβληθέν· οὕτω καὶ αἱ μέριμναι αἱ βιωτικαὶ τὸν σπόρον τὸν πνευματικὸν, ἐπειδὰν εἰς τὴν ψυχὴν καταβληθῇ, οὐκ ἀφιᾶσι καρπὸν ἐνεγκεῖν, ἀλλὰ συγ‐ καίουσαι καὶ συμπνίγουσαι, καθάπερ αἱ ἄκανθαι, οὐκ | |
30 | ἐῶσι προκύψαι τὸν σπόρον τὸν πνευματικόν. Καὶ ἡ ἀπάτη, φησὶ, τοῦ πλούτου. Καλῶς εἶπεν ἀπάτην τοῦ πλούτου· καὶ γὰρ ὄντως ἀπάτη ἐστί. Τί γὰρ ὄφελος τῶν τοσούτων ταλάντων, καὶ τῆς τοσαύτης τῶν χρημάτων περιβολῆς; Ναὶ, φησί· πολλὴν τὴν | |
35 | εὐφροσύνην παρέχει τὸ κεκτῆσθαι. Ποίαν εὐφροσύνην; Καὶ τί λέγω εὐφροσύνην; Οὐχὶ τοῦτο μάλιστα τὰς ἀκαίρους ἀθυμίας, τὰς πολλὰς ἀηδίας τίκτεσθαι πα‐ ρασκευάζει; Καὶ οὔπω λέγω τὴν διὰ ταῦτα κόλασιν ἐπηρτημένην, ἀλλ’ ἁπλῶς τὰ ἐν τῷ παρόντι βίῳ, ὅτι | |
40 | οὐδὲ ἡδονὴν τὸ πρᾶγμα ἔχειν δύναται, ἀλλὰ καθημε‐ ρινὰς ταραχὰς καὶ ἀηδίας. Καὶ οὐχ οὕτω τὴν θάλατ‐ ταν ἔστιν ἰδεῖν πρὸς τὰ κύματα κορυφουμένην, ὡς τὴν τοιαύτην ψυχὴν ὑπὸ τῶν λογισμῶν καὶ τῶν παθῶν πολιορκουμένην, καὶ πρὸς ἅπαντας καὶ οἰκείους καὶ | |
45 | ἀλλοτρίους ἀηδῶς διακειμένην. Καὶ ἐάν ποτε κἂν μέ‐ ρος τι τούτων ὑφέληταί τις (πολλὰ γὰρ τὰ συμπί‐ πτοντα, καὶ πολλοὶ οἱ ἐφεδρεύοντες, καὶ οἰκετῶν κακουργίαι, καὶ δυναστευόντων ἐπήρειαι), τότε δὴ, τότε εὑρήσεις τοὺς τοιούτους ἀβίωτον τὸν βίον ἡγου‐ | |
54.515(50) | μένους. Ποίων οὖν οὐκ ἂν εἶεν θρήνων οἱ τοιοῦ‐ τοι ἄξιοι, οἱ καθ’ ἑαυτῶν ἅπαντα πράττειν σπουδά‐ ζοντες, καὶ ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς ταῦτα συλ‐ λέγειν βουλόμενοι; Ἀλλ’, εἰ δοκεῖ, τούτους καταλι‐ πόντες, ἐπὶ τὴν κατὰ τὸν δίκαιον ἱστορίαν ἐπανέλθω‐ | |
55 | μεν, καὶ ἴδωμεν τῶν ἑξῆς τὴν ἀκολουθίαν. Ἔστησε, φησὶ, θυσιαστήριον ἐν τῇ μερίδι τοῦ ἀγροῦ, καὶ ἐπεκαλέσατο τὸν Θεὸν Ἰσραὴλ, καὶ λοιπὸν ἐν Ση‐ κίμοις τὴν οἴκησιν ἐβουλεύσατο ποιήσασθαι. Ἀλλ’ ὅρα πάλιν ὅπως ὁ δίκαιος καὶ ἐνταῦθα τὴν οἰκείαν | |
60 | ἐπιείκειαν ἐπιδείκνυται. Τί γάρ; Ἐξῆλθε, φησὶ, Δεῖνα ἡ θυγάτηρ Λείας, ἰδεῖν τὰς θυγατέρας τῶν ἐγχωρίων. Καὶ ἰδὼν αὐτὴν Συχὲμ ὁ υἱὸς Ἐμὼρ, ἐκοιμήθη μετ’ αὐτῆς, καὶ ἠγάπησε, φησὶ, τὴν παρ‐ θένον, καὶ ἐλάλησεν αὐτῇ κατὰ τὴν διάνοιαν τῆς | |
65 | παρθένου. Εἶδες ὅσον ἐστὶν ἡ νεότης κακὸν, ἐπει‐ | Column end |
54.516 | δὰν μὴ ἔχῃ χαλινὸν, τὸν εὐσεβῆ λογισμόν; Εἶδε γὰρ, φησὶ, τὴν κόρην, καὶ ὅλος ὑπὸ τῆς ὄψεως ἔρω‐ τος γεγονὼς, τὴν ἐπιθυμίαν εἰς ἔργον ἐξήγαγε, Καὶ ἐλάλησεν αὐτῇ κατὰ τὴν διάνοιαν τῆς παρθένου. | |
5 | Τί ἐστι, Κατὰ τὴν διάνοιαν τῆς παρθένου; Ἐπειδὴ νέα ἦν ἡ κόρη, ἐκεῖνα, φησὶν, αὐτῇ διελέχθη, ἃ ἦν ἱκανὰ ἐπισπάσασθαι καὶ ἑλεῖν αὐτήν. Καί φησι πρὸς τὸν πατέρα· Λάβε μοι τὴν παιδίσκην ταύ‐ την εἰς γυναῖκα. Ἤκουσε δὲ ὁ Ἰακὼβ τὸ γεγονὸς, | |
10 | καὶ τέως πράως ἔφερεν, ἀναμένων τῶν ἀδελφῶν αὐ‐ τῆς τὴν παρουσίαν. Ἦσαν γὰρ ἐν τοῖς ποιμνίοις. Καὶ παρεσιώπησε, φησὶν, Ἰακὼβ ἕως τοῦ ἐλθεῖν αὐτούς. Παραγενομένου δὲ τοῦ Ἐμὼρ πρὸς τὸν Ἰακὼβ, ἦλθον καὶ οἱ ἀδελφοὶ τῆς Δείνας· καὶ | |
15 | ἀκούσαντες τὰ γεγενημένα εἰς τὴν ἀδελφὴν αὐ‐ τῶν, κατενύγησαν. Τί ἐστι, Κατενύγησαν; Ἐλυπή‐ θησαν, οὐκ ἀνεκτὸν αὐτοῖς ὤφθη, ἀλλὰ καὶ πάνυ χα‐ λεπὸν, καὶ λύπης αὐτοῖς ὑπόθεσις γέγονε. Λυπηρὸν γὰρ, φησὶν, ἦν αὐτοῖς σφόδρα, ὅτι ἄσχημον ἐποίη‐ | |
20 | σεν ἐν Ἰσραὴλ Συχὲμ, κοιμηθεὶς μετὰ τῆς θυγα‐ τρὸς Ἰακώβ. Ὁρᾷς τῶν παίδων τὴν σωφροσύνην; Μεγίστην ὕβριν τὸ πρᾶγμα ἐλογίσαντο. Εἶδες πῶς μὲν ὁ δίκαιος τοὺς ἑαυτοῦ παῖδας ἐπαίδευσεν εἰς τὴν ἀρετήν; πῶς δὲ ὁ τοῦ Ἐμὼρ υἱὸς εἰς ἔργον ἀγαγὼν | |
25 | αὐτοῦ τὴν ἐπιθυμίαν, τῷ πατρὶ καὶ πάσῃ τῇ πόλει ὀλέθρου ὑπόθεσις γίνεται; Ἀλλὰ πρότερον ἀκούσω‐ μεν τὰ παρὰ τοῦ Ἐμὼρ πρὸς αὐτοὺς λεγόμενα, καὶ μετὰ ταῦτα εἴσεσθε τῶν ἀδελφῶν τῆς Δείνας τὴν παν‐ ουργίαν, καὶ ὅπως ἐκδικῆσαι τὰ εἰς τὴν ἀδελφὴν | |
30 | γεγενημένα σπουδὴν ἐποιήσαντο. Καὶ ἐλάλησε, φη‐ σὶν, αὐτοῖς Ἐμὼρ λέγων· Συχὲμ ὁ υἱός μου προείλετο τῇ ψυχῇ τὴν θυγατέρα ὑμῶν. Ὅρα πῶς ἤδη τὸν μέλλοντα καταλήψεσθαι αὐτὸν ὄλεθρον μη‐ νύει. Προείλετο, φησὶ, τῇ ψυχῇ, ἀντὶ τοῦ, Τὴν ψυ‐ | |
35 | χὴν αὐτοῦ ἐξέδωκεν ὑπὲρ τῆς θυγατρὸς ὑμῶν. Ἐκεῖ‐ νος μὲν ἔλεγε, τὴν ἐπιθυμίαν αὐτοῦ τὴν ἐπὶ τὴν κό‐ ρην δηλῶν· μετὰ βραχὺ δὲ ἐμάνθανεν, ὅτι τῆς ἀπ‐ ωλείας καὶ ἑαυτοῦ καὶ πάντων τῶν αὐτόθι τοῦτο ἔσται ὑπόθεσις. Ἐπεὶ οὖν, φησὶν, οὕτως ἐκκαίεται τῆς | |
40 | κόρης, Δότε αὐτὴν αὐτῷ γυναῖκα, καὶ ἐπιγαμ‐ βρεύσατε ἡμῖν. Τὰς θυγατέρας ὑμῶν δότε ἡμῖν· καὶ τὰς θυγατέρας ἡμῶν λάβετε τοῖς υἱοῖς ὑμῶν, καὶ ἐν ἡμῖν κατοικεῖτε. Καὶ ἰδοὺ ἡ γῆ πλατεῖα ἐναντίον ὑμῶν, κατοικεῖτε καὶ ἐμπορεύεσθε ἐπ’ | |
45 | αὐτῆς, καὶ κτήσασθε ἐν αὐτῇ. Ὅρα τὸν πατέρα διὰ τὴν περὶ τὸν παῖδα φιλοστοργίαν ὅσην ποιεῖται πρὸς τοὺς ξένους τὴν φιλοφροσύνην, καὶ ὅπως αὐτοὺς ἐφελκύσασθαι βούλεται, πάσης αὐτοῖς τῆς χώρας τὴν ἐξουσίαν διδούς. Καὶ ταῦτα μὲν ὁ πατήρ· | |
54.516(50) | ὁ δὲ παῖς θεασάμενος τοῦ πατρὸς τὴν περὶ αὐτὸν κη‐ δεμονίαν, καὶ ὅπως πάντα ποιεῖν ἕτοιμος ἦν, ὥστε αὐτῷ εἰς ἔργον ἀγαγεῖν τὸ σπουδασθὲν, προστίθησι καὶ παρ’ ἑαυτοῦ, καί φησι τῷ Ἰακὼβ καὶ πρὸς τοὺς ἀδελφοὺς τῆς κόρης· Εὕροιμι χάριν ἐναντίον ὑμῶν, | |
55 | καὶ ὃ ἐὰν εἴπητε, δώσομεν. Πληθύνατε τὴν φερ‐ νὴν, καὶ δώσω, καθ’ ὅ τι ἂν εἴπητέ μοι, καὶ δώ‐ σετέ μοι τὴν παῖδα ταύτην εἰς γυναῖκα. Εἶδες καὶ τὸν πατέρα διὰ τὴν περὶ τὸν παῖδα κηδεμονίαν πολλὴν τὴν παράκλησιν ποιούμενον, καὶ τὸν νέον ἑτοίμως | |
60 | ἅπαντα προϊέμενον ὑπὲρ τοῦ τῆς κόρης ἐπιτυχεῖν· γʹ. Τοῦτο γὰρ, τοῦτο τὸ ὀλέθριον πάθος πάντα πείθει τὸν ἁλόντα καταδέξασθαι, μέχρις ἂν αὐτὸν εἰς αὐτὸν ἀγάγῃ τοῦ ᾅδου τὸν πυθμένα. Καὶ θέα μοι· ὁ μὲν πρεσβύτης Ἰακὼβ ταῦτα ἀκούων σιγᾷ, καὶ τὴν οἰ‐ | |
65 | κείαν ἐπιείκειαν μιμούμενος οὐδὲν φθέγγεται, ἀλλὰ πράως φέρει τὴν εἰς τὴν θυγατέρα γεγενημένην ἐπή‐ ρειαν. Οἱ δὲ υἱοὶ Ἰακὼβ εἶπαν, φησὶ, τῷ Συχὲμ καὶ | |
Ἐμὼρ τῷ πατρὶ αὐτοῦ μετὰ δόλου, καὶ ἐλάλησαν | ||
54.517 | αὐτοῖς, ὅτι ἐμόλυναν τὴν ἀδελφὴν αὐτῶν. Σκόπει μοι διὰ τὴν τοῦ ἑνὸς λαγνείαν πῶς ἅπαντες οἱ τὴν πόλιν οἰκοῦντες συναπολαύουσι τῶν κακῶν. Καθάπερ γὰρ πυρᾶς ἀναφθείσης καὶ οἱ πλησίον οἰκοῦντες τοῦ | |
5 | κινδύνου μετέχουσι, τοῦ πυρὸς ἅπαντα ἐπινεμομένου· τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν ἡ τοῦ νέου ἀκολασία οὐ μόνον τὸν πατέρα, ἀλλὰ καὶ πάντας τοὺς τῆς πόλεως ἄρδην ἠφάνισε. Τί οὖν οἱ παῖδες τοῦ Ἰακώβ; Μετὰ δόλου πρὸς αὐτοὺς ἀποκρίνονται. Ἄξιον ἀκοῦσαι, ἵνα | |
10 | μάθητε ὅπως ὑπερήλγησαν τῆς ἀδελφῆς. Εἶπαν γὰρ, φησὶ, Συμεὼν καὶ Λευὶ ἀδελφοὶ Δείνας, υἱοὶ δὲ Λείας· Οὐ δυνησόμεθα ποιῆσαι τὸ ῥῆμα τοῦτο, δοῦναι τὴν ἀδελφὴν ἡμῶν ἀνθρώπῳ, ὃς ἔχει ἀκροβυστίαν. Ἐὰν οὖν περιτέμνησθε τὴν σάρκα | |
15 | τῆς ἀκροβυστίας ὑμῶν, δώσομεν τὰς θυγατέρας ἡμῶν ὑμῖν, καὶ ἀπὸ τῶν θυγατέρων ὑμῶν ληψό‐ μεθα, καὶ ἐσόμεθα ὡς γένος ἕν. Τὰ μὲν τῆς προτά‐ σεως εὔλογα καὶ ἀκόλουθα· ἀλλὰ μετὰ δόλου, φησὶ, διελέχθησαν. Καὶ ἐὰν μὴ βούλησθε, φησὶ, τοῦτο | |
20 | ποιῆσαι, λαβόντες τὴν θυγατέρα ἡμῶν ἀπελευ‐ σόμεθα. Ταῦτα μὲν οἱ περὶ τὸν Συμεῶνα καὶ τὸν Λευὶ τὸν κατὰ πάντων φόνον μελετῶντες προέτειναν. Ἐκεῖ‐ νοι δὲ πρὸς τὸ σπουδαζόμενον ὁρῶντες, καὶ τὴν κόρην λαβεῖν ἐπιθυμοῦντες, κατεδέξαντο τὰ εἰρημένα. καὶ | |
25 | ἠρέσθησαν τοῖς προταθεῖσιν. Ἤρεσε γὰρ, φησὶν, ὁ λόγος ἐναντίον αὐτῶν, καὶ οὐκ ἠμέλλησε τοῦ πληρῶσαι τὰ ῥηθέντα ὁ νεανίσκος. Ἐνέκειτο γὰρ τῇ θυγατρὶ Ἰακώβ. Ὅλος, φησὶν, ἦν τῇ ἐπι‐ θυμίᾳ τῆς κόρης ἐκδεδομένος. Καὶ ἐλθόντες αὐτός | |
30 | τε καὶ ὁ πατὴρ πρὸς τὴν πύλην, φησὶ, διελέχθη‐ σαν πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι, καὶ συνεβουλεύ‐ σαντο τὴν περιτομὴν καταδέξασθαι κατὰ τὴν ἐκείνων πρότασιν, καὶ δέξασθαι αὐτοὺς πρὸς τὴν συνοίκησιν. Καὶ ἐπλήρουν ἐκεῖνοι παραχρῆμα τὰ παρὰ τοῦ Ἐμὼρ | |
35 | καὶ τοῦ Συχὲμ λεχθέντα· καὶ πάντες ἀθρόον τὸ ση‐ μεῖον τῆς περιτομῆς ἐπὶ τὸ σῶμα ἐδέχοντο. Ἀλλὰ τοῦτο μαθόντες οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ εἰς ἔργον ἀγαγεῖν ἐπείγονται τὰ ἤδη βουλευ‐ θέντα αὐτοῖς· Καὶ λαβόντες ἕκαστος τὴν μάχαιραν | |
40 | αὐτοῦ εἰσῆλθον εἰς τὴν πόλιν ἀσφαλῶς. Τί ἐστιν, Εἰς τὴν πόλιν ἀσφαλῶς; Καίτοι δύο μόνοι ὄντες, πρὸς τοσοῦτον πλῆθος παρετάττοντο· ἀλλὰ πολ‐ λὴν αὐτοῖς τὴν ἀσφάλειαν προεξένει τὸ πάντας ἐκεί‐ νους καθάπερ τραυματίας κεῖσθαι. Ἵνα γὰρ τοῦτο | |
45 | ἡμῖν δῆλον ποιήσῃ ἡ θεία Γραφὴ, φησίν· Ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, ὅτε ἦσαν ἐν τῷ πόνῳ. Τοῦτο ἐκείνοις τὴν ἀσφάλειαν κατεσκεύαζε, καὶ τοὺς δύο ἰσχυροτέρους τῶν πολλῶν εἰργάζετο. Καὶ ἀπ‐ έκτειναν, φησὶ, πᾶν ἀρσενικὸν, ἀντὶ τοῦ, πάντας | |
54.517(50) | τοὺς ἄνδρας τοὺς διὰ τὸ περιτετμῆσθαι κειμένους, ὡς εἰπεῖν, πρὸς τὴν σφαγὴν ἑτοίμους ὄντας· καὶ μετὰ τῶν ἄλλων καὶ τὸν νέον, τὸν εἰς τὴν ἀδελφὴν αὐτῶν ὑβρίσαντα, ἐπεξῆλθον. Καὶ οὐκ ἀρκεσθέντες τῇ τοσ‐ αύτῃ τιμωρίᾳ, καὶ τὰ πρόβατα, φησὶν, αὐτῶν καὶ | |
55 | πάντα τὰ κτήνη, καὶ πάντα τὰ σώματα αἰχμαλωτί‐ σαντες, οὕτως ἐπανῆλθον, καὶ αὔτανδρον ἀνεῖλον τὴν πόλιν. Εἶδες, ἀγαπητὲ, ὅσον εἰργάσατο κακὸν ἑνὸς νέου προπέτεια; εἶδες ὅσον ἤνεγκεν ὄλεθρον πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι; Ταῦτα δὴ μανθάνοντες ἀνα‐ | |
60 | χαιτίζωμεν τῶν ἡμετέρων παίδων τὰς ὁρμὰς, καὶ πολὺν τῇ νεότητι τὸν χαλινὸν κατασκευάζωμεν, τὸν ἀπὸ τοῦ φόβου, τὸν ἀπὸ τῆς νουθεσίας· καὶ ἐπιμελώ‐ μεθα τῆς αὐτῶν σωφροσύνης, καὶ πάντα ποιῶμεν καὶ πραγματευώμεθα, ὥστε τὴν ἡλικίαν τῆς νεότητος | |
65 | δυνηθῆναι διαφυγεῖν τὰς ἀτόπους ἐπιθυμίας. Διὰ γὰρ τοῦτο καὶ ὁ κοινὸς ἡμῶν Δεσπότης ἰδὼν τῆς ἀνθρω‐ πίνης φύσεως τὴν ἀσθένειαν, τὸν γάμον ἐνομοθέτη‐ σεν, ὥστε τῆς παρανόμου ἡμᾶς μίξεως ἀπαγαγεῖν. | |
Μὴ τοίνυν ἀμελῶμεν τῶν νέων, ἀλλ’ ἰδόντες τῆς | Column end | |
54.518 | καμίνου τὴν πυρὰν, πρὶν ἢ εἰς ἀσέλγειαν ἐγκυλι‐ σθῆναι, σπουδάζωμεν κατὰ τὸν τοῦ Θεοῦ νόμον αὐ‐ τοὺς συνάπτειν πρὸς γάμον, ἵνα καὶ τὰ τῆς σωφρο‐ σύνης αὐτοῖς διατηρῆται, καὶ μηδεμίαν λύμην δέξων‐ | |
5 | ται ἐξ ἀκολασίας, ἔχοντες ἀρκοῦσαν παραμυθίαν, καὶ δυνάμενοι τῆς σαρκὸς τὰ σκιρτήματα καταστέλλειν, καὶ κολάσεως ἐκτὸς εἶναι. Ἀλλ’ ἴδωμεν ὅπως τὰ παρὰ τῶν παίδων γεγενημένα διέθηκε τὸν πρεσβύτην. Εἶπε γὰρ, φησὶν, Ἰακώβ· Συμεὼν καὶ Λευὶ, μισητόν | |
10 | με πεποιήκατε, ὥστε πονηρόν με εἶναι τοῖς κατοι‐ κοῦσι τὴν γῆν. Τίνος ἕνεκεν, φησὶ, τοσαύτην ἐπεδεί‐ ξασθε τὴν ἄμυναν; Τὰ γὰρ παρ’ ὑμῶν γεγενημένα μῖσος ἐμοὶ μέγιστον προξενήσει παρὰ πάντων τῶν κατοικούντων τὴν γῆν. Εἶτα δεικνὺς τὴν δειλίαν, ἐν | |
15 | ᾗ κατέστη, φησὶν, Ἐγὼ δέ εἰμι ὀλιγοστὸς, καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ ἐκτρι‐ βήσομαι· μονονουχὶ λέγων· Οὐκ ἴστε ὅτι ὀλίγοι ὄντες εὐκόλως τὰ αὐτὰ καὶ ἡμεῖς πεισόμεθα, ὥσπερ ὑμεῖς τούτους διαθεῖναι ἠβουλήθητε. Καὶ καθάπερ ὁ Συχὲμ | |
20 | τῷ πατρὶ καὶ πᾶσι τοῖς τὴν πόλιν οἰκοῦσι τούτου τοῦ ὀλέθρου γέγονεν αἴτιος, οὕτω καὶ ὑμεῖς ἐμοί. Διὰ γὰρ ὑμᾶς καὶ αὐτὸς μισητὸς ἔσομαι, καὶ οὐδὲν τὸ κωλύον ἐκτριβῆναί με διὰ τὴν ὑμετέραν τόλμαν. Οἱ δὲ, φη‐ σὶν, εἶπαν· Ἀλλ’ ὡσεὶ πόρνῃ χρήσονται τῇ ἀδελφῇ | |
25 | ἡμῶν; Ὅρα τοὺς παῖδας σωφροσύνης ἕνεκεν τὴν ἄμυναν ἐπιδειξαμένους· ἀπολογοῦνται γὰρ τῷ πατρὶ, καί φασι· Κατῄσχυναν ἡμᾶς, ὡς εἰπεῖν, ὡσεὶ πόρνῃ ἐχρήσαντο τῇ ἀδελφῇ ἡμῶν· καὶ διὰ τοῦτο τοῦτο ποιῆσαι κατηναγκάσθημεν, ἵνα καὶ τοῖς εἰς τὸ | |
30 | ἑξῆς διδασκαλία γένηται, μὴ τοιαῦτα τολμᾷν. δʹ. Ἀλλ’ ὅρα μοι λοιπὸν ἐνταῦθα τὴν ἄφατον τοῦ Θεοῦ κηδεμονίαν τὴν περὶ τὸν δίκαιον. Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν δεδοικότα διὰ τὰ ὑπὸ τῶν παίδων γεγενημένα τὴν αὐτόθι οἴκησιν, Εἶπε, φησὶν, ὁ Θεός· Ἀναστὰς | |
35 | ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ. Ἐπειδὴ δέδοικας τοὺς ἐνταῦθα, ἀναχώρει, φησὶν, ἐν‐ τεῦθεν, καὶ οἴκει εἰς τὴν Βαιθὴλ, Καὶ ποίησον ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ τῷ ὀφθέντι σοι ἐν τῷ σε ἀποδιδράσκειν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελ‐ | |
40 | φοῦ σου. Καὶ εἶπεν Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ’ αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς ἀλ‐ λοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσθητε, καὶ ἀλλάξασθε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθὴλ, καὶ ποιήσωμεν ἐκεῖ θυσια‐ | |
45 | στήριον τῷ Κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ’ ἐμοῦ, καὶ διέσωσέ με ἐν τῇ ὁδῷ, ᾗ ἐπορεύθην. Σκόπει τοῦ δικαίου πάλιν τὴν ὑπακοὴν καὶ τὸ φιλόθεον. Ἐπειδὴ ἤκουσεν, Ἀνάβηθι εἰς Βαιθὴλ, καὶ ποίησον θυσιαστήριον, καλέσας | |
54.518(50) | πάντας τοὺς αὐτοῦ εἶπεν· Ἄρατε τοὺς θεούς. Ποίους, ἄν τις εἴποι, θεούς; Οὐδαμοῦ γὰρ ἔστιν ἰδεῖν θεοὺς αὐτὸν ἐσχηκότα· ἄνωθεν γὰρ καὶ ἐξ ἀρχῆς φιλόθεος ἦν ὁ δίκαιος. Ἀλλ’ αἰνιττόμενος ἴσως τοὺς θεοὺς τοὺς τοῦ Λάβαν, οὓς ἡ Ῥαχὴλ ἦν ὑφελομένη, διὰ τοῦτό | |
55 | φησιν· Ἐπειδὴ μέλλομεν τῷ ἀληθινῷ Θεῷ, τῷ ἀεί μοι τὴν παρ’ αὐτοῦ προστασίαν νείμαντι, τὰς εὐχαριστίας ἀναφέρειν, ἐξάρατε, εἴ τινά ἐστιν ὑμῖν εἴδωλα, Καὶ καθαρίσασθε, καὶ ἀλλάξασθε τὰς στολὰς ὑμῶν, καὶ οὕτως ἐπὶ τὴν πόλιν ὁρμήσομεν, καὶ ἔξωθεν καὶ | |
60 | ἔσωθεν ἑαυτοὺς καθάραντες, οὕτω συνέλθετε. Μὴ μό‐ νον τῇ τῶν ἱματίων φαιδρότητι τὴν καθαρότητα δει‐ κνύντες, ἀλλὰ καὶ τῇ τῶν εἰδώλων ἀφαιρέσει τοὺς λογισμοὺς τῆς διανοίας ἐκκαθάραντες, οὕτως ἀνέλ‐ θωμεν ἐπὶ τὴν Βαιθήλ. Καὶ ἔδωκαν, φησὶ, τῷ Ἰα‐ | |
65 | κὼβ τοὺς θεοὺς τοὺς ἀλλοτρίους (οὐ γὰρ ἦσαν αὐ‐ τῶν), καὶ τὰ ἐνώτια τὰ ἐν τοῖς ὠσὶν αὐτῶν. Ἴσως γὰρ καὶ ταῦτα σύμβολά τινα ἦν τῶν εἰδώλων ἐκεί‐ | |
νων, διὸ καὶ αὐτὰ μετὰ τῶν θεῶν προσφέρουσι τῷ | ||
54.519 | Ἰακώβ. Καὶ ἔκρυψεν αὐτὰ, φησὶν, ὑπὸ τὴν τερέ‐ βινθον τὴν ἐν Σηκίμοις, καὶ ἀπώλεσεν αὐτὰ ἕως τῆς σήμερον ἡμέρας. Ἔκρυψε, φησὶν, αὐτὰ καὶ ἀπώλεσεν, ὥστε καὶ αὐτοὺς τοὺς τῆς πλάνης δούλους | |
5 | τὴν πλάνην διαφυγεῖν, καὶ μηδένα ἕτερον τὴν ἐξ αὐ‐ τῶν λύμην δέξασθαι. Καὶ ταῦτα ἅπαντα διαπραξά‐ μενος ὁ δίκαιος, Ἐξῆρε, φησὶν, ἐκ Σηκίμων, καὶ ἐποιεῖτο τὴν ὁρμὴν εἰς τὴν Βαιθήλ. Ἀλλ’ ὅρα μοι πά‐ λιν τοῦ Θεοῦ τὴν περὶ αὐτὸν κηδεμονίαν, καὶ πῶς | |
10 | ἡμᾶς διδάσκει ἡ Γραφὴ ἅπαντα σαφῶς. Ἐξελθόντος γὰρ, φησὶ, τοῦ δικαίου ἐκ Σηκίμων, Ἐγένετο φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν, καὶ οὐ κατεδίωξαν ὀπίσω τῶν υἱῶν Ἰσραήλ. Εἶδες πόση ἡ πρόνοια, καὶ πῶς ἐναργὴς ἡ παρ’ αὐτοῦ ἀντίλη‐ | |
15 | ψις ἐγένετο; Ἐπέπεσε γὰρ ἐπ’ αὐτοὺς φόβος, καὶ οὐ κατεδίωξαν ὀπίσω αὐτῶν. Ἐπειδὴ γὰρ τοῦτο ἐδεδοί‐ κει ὁ δίκαιος, καὶ ἔλεγεν· Ὀλιγοστός εἰμι, καὶ ἐκτριβήσομαι· διὰ τοῦτό φησιν, Φόβου αὐτοῖς ἐπιπεσόντος οὐ κατεδίωξαν ὀπίσω αὐτῶν. Ὅταν γὰρ | |
20 | αὐτὸς βούληται τὴν ῥοπὴν τὴν παρ’ ἑαυτοῦ εἰσενεγ‐ κεῖν, καὶ τοὺς ἀσθενεῖς ἰσχυροτέρους τῶν δυνατῶν ἀπεργάζεται, τοὺς ὀλίγους τῶν πλειόνων δυνατωτέ‐ ρους, καὶ οὐδὲν ἂν γένοιτο μακαριστότερον τοῦ τὴν ἄνωθεν ἐπισπασαμένου ῥοπήν. Καὶ ἀπῆλθε, φησὶν, | |
25 | Ἰακὼβ εἰς Λούζαν, ἥ ἐστιν ἐν γῇ Χαναὰν, ἥ ἐστι Βαιθὴλ, καὶ πᾶς ὁ λαὸς ὁ μετ’ αὐτοῦ. Καὶ ᾠκο‐ δόμησεν ἐκεῖ θυσιαστήριον, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ | |
30 | τοῦ ἀδελφοῦ αὐτοῦ. Παραγενόμενος, φησὶν, εἰς τὴν Βαιθὴλ, ἐποίησε τὸ προσταχθὲν, καὶ τὸ θυσιαστήριον οἰκοδομήσας ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαιθήλ. Ἀπέθανε δὲ, φησὶ, Δεβόῤῥα ἡ τροφὸς Ῥεβέκκας, καὶ ἐτάφη κατώτερον Βαιθὴλ ὑπὸ τὴν βάλανον· | |
35 | καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα αὐτῆς, βάλανος πένθους. Ὁρᾷς πῶς ἀεὶ ἀπὸ τῶν συμβαινόντων τοὺς τόπους ὠνόμαζεν, ὥστε διηνεκῆ διασώζεσθαι τὴν μνήμην; Καὶ πῶς, ἄν τις εἴποι, ἡ τροφὸς τῆς Ῥε‐ βέκκας συνῆν τῷ Ἰακὼβ πρόσφατον ἀπὸ τῆς Μεσο‐ | |
40 | ποταμίας παραγενομένῳ, καὶ μηδέπω τὴν πρὸς τὸν πατέρα συντυχίαν ποιησαμένῳ; Ἢ τάχα τοῦτο ἂν εἴποιμεν, ὅτι, ἡνίκα ἀπὸ τοῦ Λάβαν ἐπανῄει, συνανελ‐ θεῖν τῷ Ἰακὼβ ἐπεθύμησεν, ὥστε διὰ μακροῦ τοῦ χρόνου τὴν Ῥεβέκκαν θεάσασθαι· καὶ πρὶν ἢ τὰ τῆς | |
45 | συντυχίας γενέσθαι, ἐκεῖ τὸν βίον κατέλυσεν. εʹ. Ἀλλ’, εἰ βούλεσθε, καὶ ἡμεῖς ἐνταῦθα στήσωμεν τὸν λόγον ἀρκεσθέντες τοῖς εἰρημένοις, ἐκεῖνο παρα‐ καλέσαντες ὑμῶν τὴν ἀγάπην, ὥστε καὶ αὐτοὺς πολ‐ λὴν τῆς ἀρετῆς ποιεῖσθαι τὴν ἐπιμέλειαν, καὶ τῆς | |
54.519(50) | τῶν νέων σωφροσύνης ἐπιμελεῖσθαι. Ἐντεῦθεν γὰρ, ὡς εἰπεῖν, ἅπαντα τίκτεται τὰ κακά. Ἡ γὰρ συνήθεια τῆς πονηρίας τῷ χρόνῳ προϊοῦσα τοσαύτην ἐργάζεται τὴν λύμην, ὡς μηδεμίαν λοιπὸν παραίνεσιν δύνασθαι περιγενέσθαι τῶν ἅπαξ ὑπὸ τῆς πονηρίας προδιδομέ‐ | |
55 | νων, καὶ καθάπερ αἰχμαλώτων ἀγομένων, ᾗπερ ἂν ὁ διάβολος κελεύῃ. Ἐκεῖνος γάρ ἐστι λοιπὸν ὁ ἐπιτάτ‐ των, καὶ τὰ ὀλέθρια ἐκεῖνα κελεύων ἐπιτάγματα, ἅπερ μεθ’ ἡδονῆς πληροῦσιν οἱ νέοι, τὸ παρὸν μόνον ἡδὺ ὁρῶντες, καὶ τὴν μετὰ ταῦτα ὀδύνην οὐ λογιζό‐ | |
60 | μενοι. Διὸ παρακαλῶ χεῖρα ὀρέγειν τοῖς παισὶ τοῖς ἡμετέροις, ἵνα μὴ καὶ τῶν ὑπ’ ἐκείνων πραττομένων αὐτοὶ τὰς εὐθύνας ὑποστῶμεν. Ἢ οὐκ ἴστε, τί ὁ πρε‐ σβύτης Ἠλεὶ πέπονθεν, οὐ προσηκόντως διορθούμε‐ νος τῶν παίδων τὰ ἐλαττώματα; Ὅταν γὰρ ᾖ πάθος | |
65 | τομῆς δεόμενον, εἰ μέλλοι ὁ ἰατρὸς τοῦτο καταιονήσει | Column end |
54.520 | θεραπεύειν, ταχέως ἀνίατον ἐργάζεται τὸ πάθος, οὐ τὴν ἁρμόττουσαν ἐπάγων ἰατρείαν· τὸν αὐτὸν δὴ τρό‐ πον καὶ ὁ πρεσβύτης ἐκεῖνος ὀφείλων ἄξια τῶν πλημ‐ μελημάτων εἰσπράξασθαι τοὺς ἑαυτοῦ παῖδας, πολλῇ | |
5 | τῇ ἐπιεικείᾳ χρησάμενος, τῆς τιμωρίας αὐτοῖς καὶ αὐτὸς ἐκοινώνησε. Φοβηθέντες οὖν, παρακαλῶ, τὸ ὑπόδειγμα, καὶ οἱ παῖδας ἔχοντες προνοῶμεν τῆς τού‐ των ἀνατροφῆς, καὶ ἁπλῶς ἕκαστος τῶν συνοικούν‐ των τὴν ἐπιμέλειαν ποιείσθω, καὶ κέρδος μέγι‐ | |
10 | στον κρινέτω τὴν τοῦ πλησίον ὠφέλειαν, ἵνα τὰ πρὸς ἀρετὴν ἕκαστος πεπαιδευμένος, καὶ τῆς κακίας τὴν πεῖραν διαφυγεῖν δυνηθῇ, καὶ τὴν ἀρετὴν ἑλόμενος πολλὴν ἐπισπάσηται τὴν ἄνωθεν ῥοπήν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ | |
15 | Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
18t | ΟΜΙΛΙΑ Ξʹ. | |
19n | Καὶ οἰκοδομήσας θυσιαστήριον ἐκάλεσε τὸ ὄνομα | |
20n | τοῦ τόπου Βαιθήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ | |
21n | Θεὸς ἐν τῷ ἀποδιδράσκειν αὐτὸν ἀπὸ προσώπου | |
22n | Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ. | |
23 | αʹ. Φέρε καὶ σήμερον, εἰ βούλεσθε, τὴν ἀκολουθίαν τῶν πρώην ἡμῖν εἰρημένων ἀναλαβόντες, οὕτω πάλιν | |
25 | ἐκ τῶν ἑξῆς τὴν διδασκαλίαν πρὸς ὑμᾶς ποιησώμεθα. Ἔτι γὰρ ἡμᾶς ἡ κατὰ τὸν Ἰακὼβ ἱστορία καὶ σήμε‐ ρον ἱκανὴ παιδεῦσαι τὴν πολλὴν περὶ αὐτὸν τοῦ Θεοῦ πρόνοιαν, καὶ ὅπως ταῖς οἰκείαις αὐτὸν ὑποσχέσεσι πάλιν ἐπέῤῥωσεν ἀμειβόμενος αὐτοῦ τὴν εὐγνωμοσύ‐ | |
30 | νην. Ἐπειδὴ γὰρ ἐν τοῖς προλαβοῦσι διηγήσατο ἡμῖν, ὅπως κατὰ τὸ τοῦ Θεοῦ πρόσταγμα καταλιπὼν τὴν Σήκιμα διὰ τὰ ὑπὸ τῶν παίδων αὐτοῦ γεγενημένα, εἰς τὴν Λούζαν ἠπείγετο· Καὶ οἰκοδομήσας, φησὶ, θυσιαστήριον, ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Βαι‐ | |
35 | θήλ· ἐκεῖ γὰρ ἐπεφάνη αὐτῷ ὁ Θεὸς ἐν τῷ ἀποδι‐ δράσκειν αὐτὸν ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελ‐ φοῦ αὐτοῦ. Καὶ τοῦτο προστάξας τῷ δικαίῳ, καὶ ἀπαλλάξας αὐτὸν τοῦ φόβου, οὗ κατείχετο διὰ τὴν τῶν Σηκιμιτῶν ἀναίρεσιν, τοῖς τὰς πόλεις ἐκείνας | |
40 | οἰκοῦσιν ἐπέβαλε, φησὶ, φόβον, ὥστε μὴ καταδιῶξαι ὀπίσω αὐτοῦ. Ὅρα τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ὅσῃ κέχρηται κηδεμονίᾳ περὶ τὸν Ἰακώβ. Κατέσεισε, φησὶ, τῷ φόβῳ τὰς ψυχὰς τῶν τὰς πόλεις ἐκείνας οἰκούντων, ὥστε μὴ καταδιῶξαι ὀπίσω αὐτοῦ· ἐβού‐ | |
45 | λοντο γὰρ ἴσως ἐπαμῦναι τοῖς Σηκιμίταις. Ἀλλ’ ἐπειδὴ καὶ παρὰ γνώμην τοῦ δικαίου γέγονε τὰ γε‐ γενημένα, καὶ οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευὶ τῆς ἀδελφῆς τὴν σωφροσύνην ἐκδικοῦντες ἐκεῖνα εἰργάσαντο, οὐ μόνον αὐτὸν καὶ τοὺς αὐτοῦ παῖδας | |
54.520(50) | τῆς ἀγωνίας τοῦ φόβου ἀπαλλάττει, ἀλλὰ κἀκεί‐ νοις δειλίαν ἐνθεὶς ἀπέστησε τῆς κατ’ αὐτῶν ὁρμῆς. Εἴδετε πόσον ἐστὶν ἀπολαύειν τῆς ἄνωθεν ῥοπῆς; Ὅταν γὰρ αὐτὸς ᾖ εὐνοϊκῶς περὶ ἡμᾶς διακεί‐ μενος, πάντα ἐκποδὼν γίνεται τὰ λυπηρά. Ὥσπερ | |
55 | γὰρ τῷ δικαίῳ θάρσος ἐνέθηκεν, οὕτως ἐκείνοις φόβον ἐπέσεισε. Δεσπότης γὰρ ὢν πάντα πρὸς ὃ βούλεται μετασκευάζει, καὶ τὴν εὐμήχανον αὐτοῦ σοφίαν διὰ πάντων ἐπιδείκνυται. Καὶ οὐδὲν ἰσχυρότερον ἂν γέ‐ νοιτό ποτε τοῦ τὴν ἄνωθεν συμμαχίαν ἐπισπωμένου, | |
60 | ὥσπερ οὖν οὐδὲν ἀσθενέστερον τοῦ ταύτης ἠρημωμέ‐ νου. Ἰδοὺ γοῦν οὗτος ὁ δίκαιος εὐαρίθμητος ὢν καὶ σφόδρα ὀλιγοστὸς, ἐπειδὴ ὑπὸ τῆς τοῦ Θεοῦ δεξιᾶς ἐφρουρεῖτο, καὶ θάρσος ἐλάμβανε, καὶ τὴν ἐπιβουλὴν διέφυγεν· ἐκεῖνοι δὲ καὶ εἰς πλῆθος πολὺ συντείνοντες, | |
65 | καὶ κατὰ ταὐτὸν τὴν συμφωνίαν ἐπιδεικνύμενοι οὐδὲ οὕτως ἴσχυόν τι τῶν βουλευθέντων εἰς ἔργον ἀγαγεῖν. Ἐγένετο γὰρ, φησὶ, φόβος Θεοῦ ἐπὶ τὰς πόλεις τὰς κύκλῳ αὐτῶν. Ἐπειδὴ τοίνυν ἀπηλλάγη τοῦ φόβου καὶ τῶν ἐγχωρίων ὁ δίκαιος, ὅρα πάλιν | |
70 | τοῦ Θεοῦ τὴν ὑπερβάλλουσαν φιλανθρωπίαν, ἣν περὶ | |
54.521 | αὐτὸν ἐπιδείκνυται. Ὤφθη γὰρ αὐτῷ, φησὶν, ὁ Θεὸς ἔτι ὄντι ἐν Λούζᾳ. Τίνος ἕνεκεν πρόσκειται τὸ, Ἔτι, Οὐχ ἁπλῶς, ἀλλ’ ἵνα μάθῃς ὅτι καὶ ἤδη ἐν τῷ τόπῳ τούτῳ ὤφθη αὐτῷ πρότερον, ἡνίκα φεύγων τὸν ἀδελ‐ | |
5 | φὸν ἐπὶ τὴν Μεσοποταμίαν ἐποιεῖτο τὴν ὁρμήν. Καὶ νῦν οὖν φησι· Καθάπερ τότε ὤφθη αὐτῷ ἀπιόντι, οὕτω καὶ νῦν ἐπανερχομένῳ ἐν τῷ αὐτῷ τόπῳ ἐπιφαίνεται, καὶ βεβαιοῖ τὰς ὑποσχέσεις, ἃς ἡνίκα ἀπῄει πρὸς αὐ‐ τὸν ἐποιήσατο, παρασκευάζων τὸν δίκαιον θαῤῥῆσαι | |
10 | τοῖς ἐπηγγελμένοις, καὶ μὴ διὰ τὸν ἐν μέσῳ χρόνον ἐνδυάσαι. Καὶ εὐλόγησεν αὐτὸν, καὶ εἶπεν αὐτῷ· Τὸ ὄνομά σου οὐ κληθήσεται ἔτι Ἰακὼβ, ἀλλ’ Ἰσ‐ ραὴλ ἔσται τὸ ὄνομά σου. Καίτοι καὶ ἤδη τὴν προσ‐ ηγορίαν αὐτῷ ἦν ἐπιθεὶς, ἡνίκα τὴν διάβασιν ἐποιή‐ | |
15 | σατο τοῦ Ἰαβὼχ, ἀλλὰ πλείονα πληροφορίαν ἐνθεῖναι τῷ δικαίῳ βουλόμενος, καὶ νῦν τὴν αὐτὴν ποιεῖται πρὸς αὐτὸν εὐλογίαν, καί φησιν· Ἰσραὴλ κληθήσε‐ ται τὸ ὄνομά σου· καὶ αὐξάνου, καὶ πληθύνου· καὶ ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἔσονται ἐκ σοῦ, καὶ | |
20 | βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. Ὅρα μέγεθος εὐλογίας. Οὐ μόνον εἰς πλῆθος αὐτὸν ἐκτα‐ θήσεσθαί φησιν, ἀλλὰ καὶ ἐπίδοξον γενήσεσθαι τὸ ἐξ αὐτοῦ σπέρμα. Βασιλεῖς γὰρ ἐκ τῆς ὀσφύος σου ἐξ‐ ελεύσονται· προμηνύων αὐτῷ ἐντεῦθεν ἤδη τῶν ἐξ αὐ‐ | |
25 | τοῦ τικτομένων τὴν περιφάνειαν. Καὶ τὴν γῆν, φησὶν, ἣν τῷ Ἀβραὰμ καὶ Ἰσαὰκ δέδωκα, σοὶ δέδωκα αὐτὴν, καὶ τῷ σπέρματί σου μετὰ σὲ δώσω τὴν γῆν ταύτην. Ἐπειδὴ διὰ τὰ γεγενημένα ἐν Σηκίμοις ὑπὸ τοῦ Συ‐ μεὼν καὶ Λευὶ ἔλεγεν· Ὀλιγοστός εἰμι ἐν ἀριθμῷ, | |
30 | καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ ἐκτρι‐ βήσομαι ἐγώ τε καὶ ὁ οἶκός μου· καὶ διὰ πάντων ἐδείκνυ καὶ τὴν ὀλιγοψυχίαν, καὶ τὴν πολλὴν δειλίαν, ἐν ᾗ κατείχετο· διὰ τοῦτο ὁ φιλάνθρωπος Δεσπότης νῦν φησι πρὸς αὐτόν· Ἐπειδὴ εἶπες, Ὀλιγοστός εἰμι, | |
35 | μάνθανε ὅτι καὶ αὐξηθήσῃ, καὶ πληθυνθήσεταί σου τὸ σπέρμα, καὶ οὕτως ἔσται ἐπίδοξον, ὡς συναγωγὰς ἐθνῶν καὶ βασιλεῖς ἐξ αὐτῶν γενέσθαι· καὶ οὐ μόνον οὐκ ἐκτριβήσῃ, ἀλλὰ σὺ καὶ τὸ σπέρμα τὸ σὸν πᾶσαν τὴν γῆν ταύτην κληρονομήσει. Καὶ ταύτας πρὸς αὐτὸν τὰς | |
40 | ὑποσχέσεις ποιησάμενος, Ἀνέβη ὁ Θεὸς ἀπ’ αὐτοῦ, φησὶν, ἐκ τοῦ τόπου, οὗ ἐλάλησε μετ’ αὐτοῦ. Ὅρα πόση ἡ συγκατάβασις τῶν λέξεων τῆς θείας Γραφῆς. Ἀνέβη, φησὶν, ὁ Θεὸς ἀπ’ αὐτοῦ· οὐχ ἵνα καὶ ἐν τόπῳ νομίσωμεν περικεκλεῖσθαι τὸ Θεῖον, ἀλλ’ | |
45 | ἵνα καὶ διὰ τούτου μάθωμεν αὐτοῦ τὴν ἄφατον φιλαν‐ θρωπίαν, ὅτι τῇ ἀνθρωπίνῃ ἀσθενείᾳ συγκαταβαίνουσα ἡ τοῦ Πνεύματος χάρις, οὕτως ἅπαντα διηγεῖται. Τὸ γὰρ, ἀνέβη καὶ κατέβη, ἀνάξιον Θεοῦ· ἀλλ’ ἐπειδὴ τοῦτο μάλιστα τεκμήριον τῆς ἀφάτου αὐτοῦ φιλανθρω‐ | |
54.521(50) | πίας, τὸ διὰ τὴν ἡμετέραν διδασκαλίαν καὶ τῆς πα‐ χύτητος τῶν τοιούτων ῥημάτων ἀνέχεσθαι, διὰ τοῦτο ἀνθρωπίναις λέξεσι κέχρηται, ἐπειδὴ οὐδὲ δυνατὸν ἦν ἑτέρως τὴν ἀκοὴν τὴν ἀνθρωπίνην ἐνεγκεῖν τῶν λεγομένων τὸ ὕψος, εἰ πρὸς τὴν ἀξίαν τοῦ Δεσπό‐ | |
55 | του ἡμῖν διελέγετο. βʹ. Ὅπερ ἐννοοῦντες, μηδέποτε τῇ ταπεινότητι τῶν λέξεων ἐναπομένωμεν, ἀλλὰ καὶ διὰ τοῦτο θαυμάζωμεν αὐτοῦ τὴν ἄφατον ἀγαθότητα, ὅτι τοσαύτῃ συγκατα‐ βάσει κεχρῆσθαι οὐ παραιτεῖται διὰ τὸ ἀσθενὲς τῆς | |
60 | φύσεως ἡμετέρας. Ἀλλ’ ὅρα πάλιν τὸν δίκαιον τοῦτον τὴν οἰκείαν εὐγνωμοσύνην ἐπιδεικνύμενον. Ἔστησε γὰρ, φησὶν, Ἰακὼβ στήλην λιθίνην ἐν τῷ τόπῳ, ᾧ ἐλάλησε μετ’ αὐτοῦ ὁ Θεὸς, καὶ ἔσπεισεν ἐπ’ αὐτὴν σπονδὴν, καὶ ἐπέχεεν ἔλαιον, καὶ ἐκάλεσε | |
65 | τὸ ὄνομα τοῦ τόπου, ἐν ᾧ ἐλάλησε μετ’ αὐτοῦ, Βαιθήλ. Σκόπει πῶς ἀεὶ ταῖς προσηγορίαις τῶν τό‐ | |
πων ἄληστον ὁ δίκαιος οὗτος τὴν μνήμην ἐναποτίθε‐ | Column end | |
54.522 | ται, ὥστε καὶ ταῖς μετὰ ταῦτα γενεαῖς κατάδηλον γίνεσθαι τὴν αὐτόθι γεγενημένην ὀπτασίαν τῷ δικαίῳ. Καὶ ἀπάρας, φησὶν, Ἰακὼβ ἔπηξε τὴν σκηνὴν αὐτοῦ ἐπέκεινα τοῦ πύργου Γαδήρ. Προσωτέρω | |
5 | πάλιν ἀναχωρεῖ ὁ δίκαιος, ἐπειγόμενος κατὰ μικρὸν φθάσαι τὸν τόπον, ἔνθα κατῴκει ὁ Ἰσαάκ. Εἶτα φη‐ σίν· Ὅτε ἤγγισε τοῦ εἰσελθεῖν εἰς Ἐφραθᾶ ἡ Ῥαχὴλ ἐδυστόκησεν ἐν τῷ τόκῳ. Καὶ ἐγένετο ἐν τῷ σκληρῶς αὐτὴν τίκτειν, εἶπεν αὐτῇ ἡ μαῖα· | |
10 | Θάρσει· καὶ γὰρ οὗτός σοί ἐστιν υἱός. Μὴ ἀγωνία, φησί· τέξῃ γὰρ υἱόν. Εἰ γὰρ καὶ διακόπτουσί σε αἱ ὠδῖνες, ἀλλ’ ὅμως ἕξεις υἱόν. Ἐγένετο δὲ ἐν τῷ ἀφιέναι αὐτὴν τὴν ψυχὴν, ἀπέθνησκε γὰρ, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ, Υἱὸς ὀδύνης | |
15 | μου· ὁ δὲ πατὴρ αὐτοῦ ἐκάλεσεν αὐτὸν Βενια‐ μίν. Ἐκείνη μὲν ἐκ τοῦ συμβεβηκότος αὐτῇ τὴν προσηγορίαν ἐπιτίθησι τῷ παιδὶ, ὁ δὲ πατὴρ Βεν‐ ιαμὶν αὐτὸν ἐκάλεσε. Καὶ μετὰ τὸ τεκεῖν, φησὶν, Ἀπέθανε, καὶ ἐτάφη ἐν τῇ ὁδῷ Ἐφραθᾶ· αὕτη | |
20 | ἐστὶ Βηθλεέμ. Καὶ ἔστησεν Ἰακὼβ στήλην ἐπὶ τοῦ μνημείου. Τὴν ἀθυμίαν τὴν ἐπὶ τῇ τελευτῇ τῆς Ῥαχὴλ παρεμυθεῖτο ὁ τεχθεὶς, καὶ παρεσκεύαζε πράως φέρειν τὸν δίκαιον τὴν ἀποβολὴν τῆς Ῥαχήλ. Ἐντεῦθεν λοιπὸν διαδέχεται τοῦ Ῥουβὴν ἡ προπέ‐ | |
25 | τεια. Πορευθεὶς γὰρ, φησὶν, ἐκοιμήθη μετὰ Βάλλας τῆς παλλακῆς τοῦ πατρὸς αὐτοῦ· καὶ ἤκουσεν Ἰσραὴλ, καὶ πονηρὸν ἐφάνη ἐναντίον αὐτοῦ. Καὶ γὰρ ἦν παράνομον σφόδρα τὸ γεγονός. Διὰ τοῦτο καὶ μετὰ ταῦτα νομοθετῶν Μωϋσῆς ἀπηγόρευεν υἱὸν | |
30 | καὶ πατέρα τῇ αὐτῇ ἐπιμίγνυσθαι. Ἵνα γὰρ μὴ ὁδῷ προβαίνοντες συνήθειαν τὸ πρᾶγμα ἐργάσωνται, ὁ νομοθέτης προαναστέλλει, τιμωρίᾳ ὑπεύθυνον εἶναι τὸν τοιοῦτον διαγορεύων. Ἀλλ’ ὅμως καὶ οὕτω νῦν μὲν πράως ἔφερεν ὁ Ἰακὼβ τῇ φυσικῇ φιλοστοργίᾳ | |
35 | νικώμενος. Μετὰ δὲ ταῦτα μέλλων ἐξιέναι τοῦ βίου, στηλιτεύει τὸν παῖδα, ἀνάγραπτον αὐτοῦ τὴν παρα‐ νομίαν ποιούμενος, καὶ ἀρώμενος αὐτῷ, ἵνα διὰ τῶν εἰς ἐκεῖνον γεγενημένων καὶ οἱ εἰς τὸ ἑξῆς σωφρο‐ νίζωνται. Ἐντεῦθεν ἡμῖν λοιπὸν ἀπαριθμεῖται τοὺς | |
40 | παῖδας τοῦ Ἰακὼβ ὁ μακάριος Μωϋσῆς, καὶ διδάσκει ἡμᾶς, ἐξ ὧν διηγεῖται, τοῦ δικαίου τὴν ἀρετήν. Ἵνα γὰρ μὴ νομίσῃς ἁπλῶς καὶ ὡς ἔτυχεν αὐτὸν τὴν συνουσίαν ποιήσασθαι τὴν πρὸς τὴν Ῥαχὴλ καὶ τὴν Λείαν καὶ τὰς δύο παιδίσκας, δεικνὺς ὅτι οἰκονομίᾳ | |
45 | τινὶ ὑπηρετούμενος τῆς πρὸς αὐτὰς ὁμιλίας ἠνέσχετο, καὶ ὥστε τὰς δώδεκα φυλὰς ἐξ αὐτοῦ τε‐ χθῆναι· διά τοι τοῦτο οὐκ ἔτι μνημονεύει ἡ Γραφὴ ὡς ἑτέρου γενομένου αὐτῷ παιδὸς, ἵνα μάθῃς ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο γεγένηται. Ἦσαν δὲ, φησὶν, | |
54.522(50) | υἱοὶ τοῦ Ἰακὼβ δώδεκα. Καὶ διαιρεῖ λοιπὸν τοὺς τῆς Λείας καὶ Ῥαχὴλ, καὶ τότε καὶ τοὺς τῶν παι‐ δισκῶν ἀπαριθμεῖται, καί φησιν· Οὗτοι υἱοὶ Ἰα‐ κὼβ, οἳ ἐγένοντο αὐτῷ ἐν τῇ Μεσοποταμίᾳ. Καὶ μὴν ὁ Βενιαμὶν νῦν ἐτέχθη, ἡνίκα περὶ τὴν Βηθλεὲμ | |
55 | ἔφθασε. Τίνος οὖν ἕνεκεν οὕτως εἶπεν ἡ Γραφὴ, Οἳ ἐγένοντο αὐτῷ ἐν τῇ Μεσοποταμίᾳ; Ἴσως πρὸ τῆς ἐκεῖθεν ἐξόδου ἡ Ῥαχὴλ αὐτὸν συλλαβοῦσα ἐτύγ‐ χανε. Καὶ ἦλθε, φησὶν, Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ. Σκόπει μοι πάλιν ἐνταῦθα, πῶς ἐν | |
60 | ἅπασι πληροφορεῖν ἐβούλετο τοὺς δικαίους ὁ φιλάν‐ θρωπος Θεός. Ἐπειδὴ γὰρ παρεγένετο μετὰ τοσού‐ των ἐτῶν ἀριθμὸν ὁ Ἰακὼβ πρὸς τὸν πατέρα, καὶ μεγίστη γέγονεν ἑκατέροις ἡ παράκλησις, καὶ τῷ παιδὶ ἐκ τῆς τοῦ πατρὸς θέας, καὶ τῷ πατρὶ θεασα‐ | |
65 | μένῳ τοῦ παιδὸς τὴν περιουσίαν, καὶ τὸν χορὸν τῶν | |
54.523 | ὑπ’ αὐτοῦ τεχθέντων. Τότε, φησὶν, ἐτελεύτησεν ὁ Ἰσαὰκ πρεσβύτης, καὶ πλήρης ἡμερῶν. Εἰ γὰρ ἡνίκα τῆς εὐλογίας τὴν κλοπὴν ἐποιεῖτο ὁ Ἰακὼβ, ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ, φησὶν, ὅθεν καὶ τὰ | |
5 | τῆς ἀπάτης αὐτῷ προεχώρησεν, ἐννόησον μετὰ τοσού‐ των ἐτῶν ἀριθμὸν ὅπως ἦν γεγηρακώς. Καὶ ἔθαψαν αὐτὸν, φησὶν, Ἡσαῦ καὶ Ἰακώβ. Ἀλλὰ λοιπὸν τῆς τελευτῆς τοῦ πατρὸς γενομένης, Λαβὼν, φησὶ, τὰς γυναῖκας αὐτοῦ Ἡσαῦ, καὶ τοὺς υἱοὺς, καὶ πάν‐ | |
10 | τας τοὺς αὐτοῦ, καὶ πάντα ὅσα ἐκτήσατο ἐν γῇ Χαναὰν, ἐπορεύθη. Οὐκ ἠδύνατο γὰρ, φησὶν, ἡ γῆ τῆς παροικήσεως φέρειν αὐτοὺς ἀπὸ τοῦ πλή‐ θους τῶν ὑπαρχόντων. Καὶ ᾤκησε λοιπὸν ἐν τῷ ὄρει Σηείρ. Καὶ διηγησαμένη ἡμῖν ἡ θεία Γραφὴ | |
15 | τοὺς ἐκ τοῦ Ἡσαῦ τεχθέντας καὶ τὰ ἔθνη τὰ ὑπ’ αὐτοῦ γεγενημένα, φησί· Παρῴκησε δὲ Ἰακὼβ ἐν τῇ γῇ, οὗ παρῴκησεν ὁ πατὴρ αὐτοῦ, ἐν γῇ Χα‐ ναάν. Ἀλλ’ ἐντεῦθεν λοιπὸν πάλιν διαδέχεται ἡμᾶς ἑτέρα πραγματεία ἡ κατὰ τὸν θαυμάσιον Ἰωσήφ. | |
20 | γʹ. Ἀλλ’ εἰ βούλεσθε, ἐνταῦθα στήσαντες τὸν λόγον εἰς ἑτέραν ἀρχὴν ταμιευσόμεθα τὴν κατὰ τὸν παῖδα τοῦ Ἰακὼβ ἱστορίαν, ἐκεῖνο παραινέσαντες ὑμῶν τῇ ἀγάπῃ, μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ ἐξ ἑκάστου τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων με‐ | |
25 | γίστην καρποῦσθαι τὴν ὠφέλειαν, καὶ μηδὲν ἁπλῶς παρατρέχειν. Θησαυρὸς γάρ ἐστι πνευματικὸς τὰ θεῖα λόγια· καὶ καθάπερ ἀπὸ τοῦ αἰσθητοῦ θησαυ‐ ροῦ καὶ λίθον ἕνα πολλάκις ὑφελόμενός τις, πολὺν ἑαυτῷ ἐργάζεται τὸν πλοῦτον· οὕτω καὶ ἐνταῦθα αἱ | |
30 | τῶν δικαίων ἀρεταὶ, εἰ προσέχειν βουλοίμεθα, τοσαύ‐ την ἡμῖν τὴν ὠφέλειαν παρέχειν δυνήσονται, ὡς καὶ πρὸς τὸν ὅμοιον αὐτῶν διεγερθῆναι ζῆλον. Οὕτω γὰρ δυνησόμεθα καὶ ἡμεῖς τῆς αὐτῆς τοῖς δικαίοις ἀπο‐ λαῦσαι παρὰ τοῦ Θεοῦ εὐνοίας. Οὐδὲ γὰρ προσωπο‐ | |
35 | λήπτης ἐστὶν ὁ Θεὸς, ἀλλ’ ἐν παντὶ ἔθνει ὁ φο‐ βούμενος αὐτὸν καὶ ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστιν· ὥστε, εἰ βουλοίμεθα, οὐδὲν τὸ κωλύον τοσαύτης ἢ καὶ πλείονος ἡμᾶς ἀπολαῦσαι τῆς ἄνωθεν ῥοπῆς. Ἐὰν γὰρ μόνον ἡμᾶς ἴδῃ τὰ | |
40 | παρ’ ἑαυτῶν εἰσφέροντας, καὶ τὰ αὐτῷ δοκοῦντα προτιμῶντας τῶν ἀνθρωπίνων, τοσαύτην καὶ αὐτὸς ἐπιδείξεται τὴν κηδεμονίαν, ὡς ἐν ἅπασιν ἀχειρώ‐ τους ἡμᾶς ἐργάσασθαι. Καὶ γὰρ πολέμιον ἔχομεν διηνεκῆ καὶ ἄσπονδον τὴν πρὸς ἡμᾶς ἔχθραν κεκτη‐ | |
45 | μένον. Διὸ πολλῆς ἡμῖν δεῖ τῆς ἀγρυπνίας, ὥστε περι‐ γενέσθαι αὐτοῦ δυνηθῆναι τῆς μηχανῆς, καὶ ἀνωτέ‐ ρους καταστῆναι τῶν τούτου βελῶν. Οὐχ ἑτέρως δὲ περιεσόμεθα, ἢ διὰ τῆς ἀρίστης πολιτείας ἐπισπά‐ σασθαι δυνηθέντες τὴν ἄνωθεν συμμαχίαν. Ἀρίστη δέ | |
54.523(50) | ἐστι πολιτεία βίος καθαρός. Τοῦτο γὰρ ὁ θεμέλιος καὶ ἡ κρηπὶς τῆς ἀρετῆς· ὁ γὰρ τοῦτον ἀσφαλῶς καταβαλλόμενος εὐκολώτερον τῶν ἄλλων ἁπάντων περιέσεται· οὔτε γὰρ χρημάτων ἐπιθυμία τοῦ τοιού‐ του περιγενήσεται, οὔτε δόξης ἔρως, οὔτε βασκανία, | |
55 | οὔτε ἕτερόν τι τῶν παθῶν. Καὶ πῶς, ἐγὼ λέγω. Ὅταν γάρ τις καθαρὸν ἔχῃ τὸ συνειδὸς, καὶ παντὸς ῥύπου ἀπηλλαγμένον, δυνήσεται καὶ τὸν ἁπάντων Δεσπότην ἔνοικον ἔχειν. Μακάριοι γὰρ οἱ καθαροὶ, φησὶ, τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Ὅταν δὲ ἐκεῖ‐ | |
60 | νον ἔνοικον ἔχειν καταξιωθῇ, ὡς ἁπλῶς καὶ εἰκῆ τὸ σῶμα περικείμενος, οὕτω λοιπὸν διακείσεται, καὶ πάντων τῶν ἀνθρωπίνων πολλὴν ἐπιδείξεται τὴν ὑπερ‐ οψίαν. Ἅπαντα γὰρ τὰ ὁρώμενα σκιὰ καὶ ὄναρ τῷ τοιούτῳ φανεῖται, καὶ καθάπερ ἐν τῷ οὐρανῷ τὸ πο‐ | |
65 | λίτευμα ἔχων, οὕτως οὐδενὸς τῶν παρόντων ἐπιθυ‐ | Column end |
54.524 | μήσει. Τοιοῦτος ἦν Παῦλος ὁ τῆς οἰκουμένης διδάσκα‐ λος· διὸ καὶ ἐβόα λέγων· Ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Καὶ πάλιν· Ζῶ δὲ, οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Καὶ πάλιν· Ὃ δὲ | |
5 | νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. Εἶδες ἄνδρα σῶμα περικείμενον, καὶ ὡς ἐν ἀσωμάτῳ λήξει αὐτὸν τυγ‐ χάνοντα, οὕτω πάντα φθεγγόμενον; δʹ. Τοῦτον ἅπαντες ζηλώσωμεν, καὶ νεκρώσωμεν ἡμῶν τὰ μέλη τῆς σαρκὸς, καὶ πρὸς τὴν ἁμαρτίαν | |
10 | ἀνενέργητα αὐτὰ ἐργασώμεθα· οὕτω γὰρ μάλιστα αὐτὰ δυνησόμεθα παραστῆσαι τῷ Θεῷ θυσίαν εὐάρεστον. Εἶδες τὸ καινὸν καὶ παράδοξον τῆς θυσίας ταύτης; Ὅταν νεκρὰ γένηται τὰ μέλη, τότε μᾶλλον εὐπρόσ‐ δεκτα τῇ θυσίᾳ γίνεται. Τίνος ἕνεκεν καὶ διὰ τί; | |
15 | Ἐπειδὴ πνευματική ἐστιν ἡ θυσία, καὶ οὐδὲν αἰσθη‐ τὸν ἔχει. Ἐπὶ μὲν γὰρ τῆς θυσίας τῆς αἰσθητῆς οὐ μόνον τὸ νεκρόν ἐστιν ἀπόβλητον, ἀλλὰ καὶ τὸ ζῶν, εἰ λώβην τινὰ ἔχοι, οὐδὲ τοῦτο εἰς θυσίαν δεκτὸν ἂν γένοιτό ποτε. Καὶ τοῦτο ἐξ ἀρχῆς ἐνομοθετεῖτο οὐχ | |
20 | ἁπλῶς, ἀλλ’ ἵνα διὰ τῆς τῶν ἀλόγων παρατηρήσεως κατὰ μικρὸν ἐναχθῶμεν μετὰ τῆς τοσαύτης φυλακῆς τὴν πνευματικὴν ταύτην καὶ λογικὴν θυσίαν προσ‐ άγειν. Ὃ γάρ ἐστιν ἐκεῖ λώβη, καὶ τὸ ὠτότμητον καὶ κολοβόκερκον, τοῦτο ἐνταῦθα πονηρία, ἐπιθυμία, | |
25 | ἀσέλγεια, χρημάτων ἔρως καὶ πᾶσα ἁμαρτία· καὶ ὅπερ ἐστὶν ἐκεῖ τὸ ὑγιὲς, καὶ τὸ πάντῃ μώμου ἀπηλ‐ λαγμένον, τοῦτο ἐνταῦθα τὸ νεκρὸν τῷ κόσμῳ πάντῃ γεγονότα οὕτω πρὸς τὴν θυσίαν τὴν πνευματικὴν ἐπι‐ τήδειον ἑαυτὸν καταστῆσαι. Ταῦτα μὴ ἁπλῶς παρα‐ | |
30 | τρέχωμεν, ἀλλ’ ἐμπηγνύντες αὐτὰ τῇ ἑαυτῶν διανοίᾳ, σπουδάσωμεν μὴ ἐλάττους ὀφθῆναι τῶν Ἰουδαίων τῶν ἐν τῇ σκιᾷ τοσαύτην ἐπιδεικνυμένων παρατήρησιν. Ὥσπερ γὰρ ἐκεῖνοι ἔτι τῷ λύχνῳ παρακαθήμενοι τοσ‐ αύτην ἐποιοῦντο τὴν φυλακὴν, οὕτως ἡμεῖς, ἐπειδὴ | |
35 | ὑπὸ τοῦ ἡλίου τῆς δικαιοσύνης καταυγασθῆναι κατ‐ ηξιώθημεν, καὶ τὴν σκιὰν καταλιπόντες πρὸς τὴν ἀλήθειαν ἐχειραγωγήθημεν, τὴν ὁμοίαν φυλακὴν ἐπι‐ δειξώμεθα περὶ τὴν πνευματικὴν ταύτην θυσίαν. Καὶ μηδὲ τὰ μικρὰ ἁμαρτήματα νομιζόμενα ἁπλῶς πα‐ | |
40 | ρατρέχωμεν, ἀλλὰ καθ’ ἑκάστην ἡμέραν ἑαυτοὺς εὐ‐ θύνας ἀπαιτῶμεν καὶ ῥημάτων καὶ βλεμμάτων, καὶ δίκας ἑαυτοὺς εἰσπραττώμεθα, ἵνα τῆς ἐκεῖθεν κολά‐ σεως ἑαυτοὺς ἐλευθερώσωμεν. Διὰ γὰρ τοῦτο καὶ Παῦλός φησιν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν | |
45 | ἐκρινόμεθα. Ὥστε, ἐὰν ἑαυτοὺς ἐνταῦθα κατακρί‐ νωμεν ἐπὶ τοῖς καθ’ ἑκάστην ἡμέραν ὑφ’ ἡμῶν ἁμαρ‐ τανομένοις, ὑποτεμνόμεθα τῆς ἐκεῖ κρίσεως τὴν σφο‐ δρότητα. Εἰ δὲ ῥᾳθυμήσαιμεν, Κρινόμενοι, φησὶν, ὑπὸ Κυρίου παιδευόμεθα. Προλαβόντες τοίνυν ἑαυτοὺς | |
54.524(50) | καταδικάσωμεν μετὰ πολλῆς τῆς εὐγνωμοσύνης, καὶ μηδενὸς εἰδότος τὸ δικαστήριον τοῦ συνειδότος καθ‐ ίσαντες, οὕτω βασανίσωμεν ἑαυτῶν τοὺς λογισμοὺς, καὶ ὀρθὴν τὴν κρίσιν ἐκφέρωμεν, ἵνα τὸν ἐπηρτημέ‐ νον φόβον δεδοικὼς ὁ λογισμὸς μηκέτι ἀνέχηται ὑπο‐ | |
55 | σύρεσθαι, ἀλλὰ τὴν ὁρμὴν ἀναχαιτίζῃ, καὶ τὸν ἀκοί‐ μητον ἐκεῖνον ὀφθαλμὸν προορώμενος ἀποτειχίζῃ τῷ διαβόλῳ τὴν εἴσοδον. Ὅτι γὰρ ἀπὸ ῥᾳθυμίας ἅπαντα ὑπομένομεν, αὐτὴ βοᾷ τῶν πραγμάτων ἡ πεῖρα. Ὥσπερ γὰρ ἐὰν μικρὸν διεγερθῆναι βουληθῶμεν, κα‐ | |
60 | θάπερ κονιορτὸν οὕτω τούτου τὰς ἐπιβουλὰς ἀποτι‐ ναξόμεθα· οὕτως ἐπειδάν ποτε ὑποσκελισθῶμεν, οὐ παρὰ τὴν ἐκείνου τυραννίδα τοῦτο ὑπομένομεν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέραν. Οὐδὲ γὰρ βίᾳ | |
ἡμῶν περιγίνεται καὶ ἀνάγκῃ, ἀλλ’ ἀπάτῃ μόνον. | ||
54.525 | Τοῦ δὲ μὴ ἀπατηθῆναι, εἰ θελήσομεν μικρὸν διεγερ‐ θῆναι καὶ νῆψαι, ἡμεῖς κύριοι· οὐκ ἐπειδὴ καθ’ ἑαυ‐ τοὺς τοσαύτην ἔχομεν τὴν ἰσχὺν, ἀλλ’ ἐπειδὴ τότε καὶ τῆς ἄνωθεν ἀξιούμεθα ῥοπῆς. Ὅταν γὰρ τὰ παρ’ | |
5 | ἑαυτῶν ἐπιδειξώμεθα καὶ τὰ παρὰ τοῦ Δεσπότου πάντως ἕπεται. Νήψωμεν οὖν, παρακαλῶ, καὶ εἰδό‐ τες τοῦ πονηροῦ τὰς μηχανὰς, διηνεκῶς γρηγορῶμεν, καὶ τὸν Θεὸν παρακαλῶμεν συνεφάψασθαι ἡμῖν τῆς πρὸς αὐτὸν πάλης. Οὕτω γὰρ καὶ ἡμεῖς ἀχείρωτοι | |
10 | γενησόμεθα, καὶ τὰς ἐκείνου διαφευξόμεθα μηχανὰς, καὶ τῆς παρὰ τοῦ Θεοῦ ῥοπῆς ἀπολαύσομεν, καὶ τῶν αἰωνίων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ | |
15 | ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
17t | ΟΜΙΛΙΑ ΞΑʹ. | |
18n | Αὕται δὲ αἱ γενέσεις Ἰακώβ· Ἰωσὴφ δεκαεπτὰ | |
19n | ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ | |
20n | τὰ πρόβατα. | |
21 | αʹ. Πάλιν ἐπὶ τὴν συνήθη τράπεζαν ὑμᾶς ἀγαγεῖν βούλομαι, καὶ τῆς ἀκολουθίας τῶν πρώην ἡμῖν εἰρη‐ μένων λαβόμενος, ἐκ τῶν πρόσφατον ἀναγνωσθέντων τὴν ἑστίασιν ὑμῖν παραθεῖναι ταύτην τὴν πνευματι‐ | |
25 | κήν. Ἱκανὰ γὰρ τὰ σήμερον ἀναγνωσθέντα διδάξαι πάντας ἡμᾶς, ὅση τῆς βασκανίας ἐστὶν ἡ λύμη, καὶ ὅπως τὸ ὀλέθριον τοῦτο πάθος τὸ τοῦ φθόνου καὶ μέχρι τῆς συγγενείας αὐτῆς ἐκταθὲν τὴν οἰκείαν ἰσχὺν ἐπεδείξατο. Ἀλλ’ ἵνα δόξῃ κατὰ ἀκολουθίαν ὁ λόγος | |
30 | προϊέναι, ἀναγκαῖον αὐτῆς ἅψασθαι τῆς ἀρχῆς τοῦ ἀναγνώσματος. Αὗται δὲ, φησὶν, αἱ γενέσεις Ἰα‐ κώβ. Ὅρα τὸν θαυμαστὸν τοῦτον προφήτην, ὅπως ἐπαγγειλάμενος ἡμῖν διηγεῖσθαι τοῦ Ἰακὼβ τὴν γε‐ νεαλογίαν, εὐθέως ἐπὶ τὴν ἱστορίαν τοῦ παιδὸς ἀν‐ | |
35 | έδραμε· καὶ εἰπὼν, Αὗται αἱ γενέσεις Ἰακὼβ, καὶ καταλιπὼν διηγεῖσθαι ἡμῖν ἀκολούθως τούς τε ἐξ αὐτοῦ τεχθέντας, τούς τε ἐξ ἐκείνων πάλιν γεννωμέ‐ νους (καθάπερ καὶ ἐπὶ τοῦ Ἡσαῦ τοῦτο πεποίηκεν), ἐπὶ τὸν Ἰωσὴφ εὐθέως ἔσπευσε, τὸν νέον, τὸν πάν‐ | |
40 | των τῶν ἀδελφῶν, ὡς εἰπεῖν, ἔσχατον, καί φησιν· Ἰωσὴφ δεκαεπτὰ ἐτῶν ἦν ποιμαίνων μετὰ τῶν ἀδελφῶν αὐτοῦ τὰ πρόβατα. Τίνος ἕνεκεν καὶ τῶν ἐτῶν τὸν ἀριθμὸν ἡμῖν σημαίνει; Ἵνα μάθῃς ὡς οὐ‐ δὲν ἡ νεότης κώλυμα γίνεται πρὸς ἀρετὴν, καὶ ἵνα | |
45 | ἐκ περιουσίας γνῷς καὶ τοῦ νέου τὴν πρὸς τὸν πα‐ τέρα ὑπακοὴν, καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ὁμόνοιαν, κἀκείνων τὸ ἀνήμερον· καὶ πῶς οὐδὲ πρὸς τὸν οὕτω περὶ αὐτοὺς διακείμενον, καὶ ἀπὸ τῆς ἡλικίας αὐτῆς εἰς συμπάθειαν αὐτοὺς ἐφελκύσασθαι δυνάμενον πα‐ | |
54.525(50) | ραφυλάξασθαι τὴν ἀγάπην ἠβουλήθησαν, ἀλλ’ ἐξ αὐ‐ τῶν τῶν προοιμίων ὁρῶντες καὶ τοῦ παιδὸς τὸ πρὸς τὴν ἀρετὴν ἐπιῤῥεπὲς, καὶ τοῦ πατρὸς τὴν περὶ αὐτὸν εὔνοιαν, εἰς τὴν κατ’ αὐτοῦ βασκανίαν δι‐ ηγείροντο. Κατήνεγκαν γὰρ Ἰωσὴφ ψόγον πονη‐ | |
55 | ρὸν πρὸς Ἰσραὴλ τὸν πατέρα αὐτῶν. Ὅρα κακίας ὑπερβολήν· καὶ τὴν τοῦ πατρὸς ἀγάπην διασαλεῦσαι ἐπεχείρουν, καὶ τὰ μὴ ὄντα πλάττονται κατὰ τοῦ ἀδελφοῦ, τοσοῦτο μόνον ἀνύοντες, ὅσον τὸν | |
οἰκεῖον φθόνον κατάδηλον ποιῆσαι. Καὶ ἵνα μάθῃς, | Column end | |
54.526 | ὅτι τοῦτο μόνον ἐκέρδαινον, τὸ φανερὰν ἑαυτῶν ποιῆ‐ σαι τὴν λανθάνουσαν γνώμην, ὅρα τὸν πατέρα καὶ μετὰ τὴν παρ’ αὐτῶν διαβολὴν ἐξεχόμενον τοῦ παιδὸς, καὶ πάντων αὐτὸν προκρίνοντα. Ἰακὼβ δὲ, φησὶν, | |
5 | ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐ‐ τοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ. Ἐποίησε δὲ αὐτῷ χιτῶνα ποικίλον. Τί ἐστιν, Ἠγάπα τὸν Ἰωσὴφ παρὰ πάντας τοὺς υἱοὺς αὐτοῦ, ὅτι υἱὸς γήρως ἦν αὐτῷ; Ἐπειδὴ πρὸς τῷ τέλει, φησὶ, καὶ ἐν αὐτῷ | |
10 | τῷ γήρᾳ ἦν τεχθεὶς, διὰ τοῦτο μᾶλλον ἁπάντων αὐτὸν ἠγάπα. Καὶ γὰρ ποθεινά πως εἶναι δοκεῖ τὰ παιδία τὰ πρὸς αὐτῷ τῷ γήρᾳ τικτόμενα, καὶ μᾶλλον ἐπισπάσα‐ σθαι δύνανται τὴν πατρικὴν εὔνοιαν. Ἀλλ’ ἵνα μά‐ θωμεν ὅτι οὐ τοῦτο μόνον ἦν τὸ τὸν πατέρα ἐπισπώ‐ | |
15 | μενον προτιμᾷν τε αὐτὸν τῶν ἀδελφῶν παρασκευάζον, διδάσκει ἡμᾶς ἡ θεία Γραφὴ, ὅτι καὶ μετὰ τοῦτον ἕτερος ἐτέχθη· καὶ εἰ κατὰ τὴν φυσικὴν ἀκολουθίαν τὰ τῆς ἀγάπης ἐγίνετο, ἐκεῖνος ἂν μᾶλλον ἠγαπήθη, ἅτε δὴ ἀληθῶς υἱὸς γήρως ὢν, καὶ τότε τεχθεὶς, | |
20 | ἡνίκα πρὸς ἔσχατον γῆρας ἤλασεν ὁ δίκαιος. Τί οὖν ἔστιν εἰπεῖν; Ὅτι χάρις τις ἦν ἄνωθεν ἡ τὸν νέον ἐπέραστον ποιοῦσα, καὶ διὰ τὴν τῆς ψυχῆς ἀρετὴν πάντων αὐτὸν προτιμότερον ἐργαζομένη· ταύτην δὲ προσκεῖσθαι τὴν αἰτίαν ἐν τῇ Γραφῇ, ὅτι ἐπειδὴ | |
25 | υἱὸς γήρως ἦν αὐτῷ, διὰ τοῦτο αὐτὸν ἠγάπα πλέον, ἵνα μὴ φανερῶς αὐξήσῃ τῶν ἀδελφῶν τὸν φθόνον. Δεινὸν γὰρ τουτὶ τὸ πάθος, καὶ ἐπειδὰν ἐπιλάβηται ψυχῆς, οὐ πρότερον αὐτὴν ἀνίησι, μέχρις ἂν εἰς ἐσχάτην αὐτὴν ἀτοπίαν ἀγάγῃ, καὶ λυμαινόμενον τὴν | |
30 | τεκοῦσαν αὐτὸ ψυχὴν, τὸ ἐναντίον ἢ βούλεται τὸν φθο‐ νούμενον διατίθησι, λαμπρότερον, ἐνδοξότερον, περι‐ φανέστερον, ὅπερ πάλιν ἑτέρα πληγὴ βαρυτέρα τῷ βασκάνῳ γίνεται. Σκόπει γοῦν ἐνταῦθα, πῶς ὁ μὲν θαυμάσιος οὗτος οὐδὲν τῶν γινομένων εἰδὼς, ἅτε δὴ | |
35 | καθάπερ ἀδελφοῖς καὶ τὰς αὐτὰς ὠδῖνας αὐτῷ λύσα‐ σιν οὕτω προσφέρεται, θαῤῥῶν ἅπαντα καὶ διαλεγό‐ μενος μετὰ πολλῆς τῆς ἁπλότητος· ἐκεῖνοι δὲ ὑπὸ τοῦ τῆς βασκανίας πάθους ἁλόντες, μισεῖν αὐτὸν παρ‐ εσκευάζοντο. Ἰδόντες γὰρ, φησὶν, οἱ ἀδελφοὶ, ὅτι | |
40 | αὐτὸν ὁ πατὴρ φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ, ἐμίσησαν αὐτὸν, καὶ οὐκ ἠδύναντο λαλεῖν αὐτῷ οὐδὲν εἰρηνικόν. Ὅρα πῶς τὸν οὐδὲν ἠδικηκότα μισεῖν ἐπεχείρουν. Καὶ οὐδὲν, φησὶν, ἠδύναντο λα‐ λεῖν αὐτῷ εἰρηνικόν. Τί ἐστιν, Οὐδὲν ἠδύναντο | |
45 | λαλεῖν αὐτῷ εἰρηνικόν; Ἐπειδὴ γὰρ ἐκυρίευσεν αὐτῶν τὸ πάθος, καὶ τὸ μῖσος ηὔξετο καθ’ ἑκάστην ἡμέραν, καθάπερ αἰχμάλωτοι γενόμενοι καὶ τυραν‐ νούμενοι ὑπὸ τοῦ πάθους, μετὰ δόλου προσεφέροντο, οὐδὲν εἰρηνικὸν αὐτῷ λαλεῖν δυνάμενοι. Καὶ σκόπει πῶς | |
54.526(50) | τὴν αἰτίαν ταύτην ἐσήμανε τοῦ μίσους, ὅτι ἀπὸ τοῦ φθόνου τὴν ἀρχὴν ἐλάμβανεν. Ἰδόντες γὰρ οἱ ἀδελφοὶ αὐτοῦ, φησὶν, ὅτι ὁ πατὴρ αὐτὸν φιλεῖ ἐκ πάντων τῶν υἱῶν αὐτοῦ. Τὸ φίλτρον τοῦ πατρὸς τὸν φθόνον αὐτῷ ἔτεκεν, ἀλλὰ τὴν τοῦ πατρὸς εὔνοιαν ἡ ἀρετὴ τοῦ | |
55 | παιδὸς ἐπεσπάσατο. Δέον τοίνυν ἐκείνους μιμήσασθαι | |
τὸν ἀδελφὸν καὶ ζηλῶσαι τὸν τρόπον, ἵν’ οὕτω καὶ | ||
54.527 | αὐτοὶ τὸν πατέρα ἐπισπάσωνται, τοῦτο μὲν οὐδὲ εἰς ἔννοιαν λαμβάνουσιν, ἀλλὰ κοινὸν μῖσος περὶ τὸν ὑπὸ τοῦ πατρὸς ἀγαπώμενον ἐπεδείκνυντο. Καὶ ἐκεῖνοι μὲν, καθάπερ ἐκπολεμούμενοι, οὕτω λανθάνουσαν | |
5 | ἔσωθεν τὴν πονηρίαν τίκτοντες, οὐδὲν εἰρηνικὸν αὐτῷ διελέγοντο, ἀλλὰ μετὰ δόλου προσεφέροντο· ὁ δὲ θαυ‐ μάσιος οὗτος τὴν ἀδελφικὴν εὔνοιαν πρὸς αὐτοὺς ἀποσώζων, καὶ οὐδὲν ὑπιδόμενος, ἅτε δὴ ὡς ἀδελφοῖς ἐθάῤῥει, καὶ τὰ καθ’ ἑαυτὸν ἅπαντα ἀνετίθετο. | |
10 | βʹ. Τοῦτο τὸ πάθος καὶ ἐξ ἀρχῆς τὸν Κάϊν εἰς τὸν κατὰ τοῦ ἀδελφοῦ φόνον ὁρμῆσαι παρεσκεύασε. Καὶ καθάπερ οὗτοι διὰ τὴν εὔνοιαν τοῦ πατρὸς, ἣν περὶ τὸν παῖδα ἐπεδείκνυτο, μισεῖν αὐτὸν παρεσκευάζοντο, καὶ πολεμεῖν ἐπεχείρουν, καὶ καθ’ ἑκάστην ἡμέραν ὤδι‐ | |
15 | νον τὴν κατ’ αὐτοῦ σφαγήν· τὸν αὐτὸν δὴ τρόπον κἀ‐ κεῖνος θεασάμενος ὅτι τὰ παρὰ τοῦ ἀδελφοῦ δῶρα μᾶλλον δεκτὰ γέγονεν, εἰς τὸν κατὰ τοῦ ἀδελφοῦ φό‐ νον ἐκινήθη, καί φησιν, Ἐξέλθωμεν εἰς τὸ πεδίον. Ὁρᾷς καὶ τοῦτον μηδὲν ὑφορώμενον, ἀλλ’ οἷα | |
20 | δὴ ἀδελφῷ πειθόμενον, κατεξιόντα καὶ πάρεργον γι‐ νόμενον τῆς μιαρᾶς ἐκείνης δεξιᾶς; Οὕτω δὴ καὶ ὁ θαυμάσιος Ἰωσὴφ, οὐκ εἰδὼς τὴν κακὴν τῶν ἀδελ‐ φῶν ὁμόνοιαν, ὡς ἀδελφοῖς προσεφέρετο, καὶ τὰ ἐν‐ ύπνια, ἅπερ αὐτῷ ὁ Θεὸς ἀπεκάλυπτε, προμηνύων | |
25 | αὐτῷ τὴν περιφάνειαν ἐν ᾗ γίνεσθαι ἔμελλε, καὶ τῶν ἀδελφῶν τὴν ὑποταγὴν εἰς μέσον προετίθει. Ἐν‐ υπνιασθεὶς γὰρ, φησὶν, ἐνύπνιον ἀπήγγειλε τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Ἀκούσατέ μου τοῦ ἐνυπνίου τούτου. ᾬμην ἡμᾶς δεσμεύειν δρά‐ | |
30 | γματα ἐν μέσῳ τῷ πεδίῳ, καὶ ἀνέστη τὸ ἐμὸν δράγμα καὶ ἀνωρθώθη, περιστραφέντα δὲ τὰ ὑμέ‐ τερα δράγματα προσεκύνησαν τὸ ἐμὸν δράγμα. Εἶπαν δὲ αὐτῷ οἱ ἀδελφοί· Μὴ βασιλεύων βασιλεύ‐ σεις ἐφ’ ἡμᾶς, ἢ κυριεύων κυριεύσεις ἡμῶν; Καὶ | |
35 | προσέθεντο ἔτι μισεῖν αὐτὸν ἕνεκεν τῶν ἐνυπνίων αὐτοῦ καὶ τῶν ῥημάτων αὐτοῦ. Διὰ τοῦτο καὶ προ‐ έλαβε καὶ ἐδίδασκεν ἡμᾶς, ὅτι ἄνωθεν τὸ μῖσος τὸ πρὸς αὐτὸν ἐπεδείκνυντο, ἵνα μὴ νομίσωμεν ἐντεῦθεν ἀρ‐ χὴν αὐτοὺς εἰληφέναι τοῦ κατ’ αὐτὸν πολέμου. Προσ‐ | |
40 | έθεντο γὰρ ἔτι μισεῖν αὐτὸν, ἀντὶ τοῦ, Πολλῷ πλέον ηὔξανον τὸ μῖσος καὶ τὴν ἔχθραν τὴν κατ’ αὐτοῦ. Καὶ ὅρα τῆς πηρώσεως τὴν ὑπερβολήν· αὐτοὶ τὸ ὄναρ διακρίνουσιν. Οὐδὲ γὰρ ἔστιν εἰπεῖν, ὅτι δι’ ἄγνοιαν τῶν μελλόντων ἔσεσθαι ἐφθόνουν κατ’ αὐτοῦ· ἀλλὰ | |
45 | μαθόντες ἐκ τῶν ὀνειράτων τὰ ἐσόμενα, προσθήκην τοῦ μίσους εἰργάζοντο. Ὢ ἀνοίας ὑπερβολή. Δέον τοῦτο γνόντας μᾶλλον εὔνοιαν περὶ αὐτὸν ἐπιδείξα‐ σθαι, καὶ ἐκποδὼν ποιῆσαι τοῦ μίσους τὴν αἰτίαν, καὶ τῆς βασκανίας τὸ πάθος ἐξορίσαι, σκοτωθέντες | |
54.527(50) | τὸν λογισμὸν, καὶ οὐ συνορῶντες ὅτι καθ’ ἑαυτῶν ἅπαντα διαπράττονται, ἐπὶ πλέον ηὔξανον τὸ κατ’ αὐ‐ τοῦ μῖσος. Τίνος ἕνεκεν, ὦ ἄθλιοι καὶ ταλαίπωροι, τοσαύτην ἐπιδείκνυσθε τὴν βασκανίαν, οὐκ ἀγνοοῦντες οὔτε τὴν ἀδελφικὴν σχέσιν, οὔτε ὅτι ἡ τῶν ἐνυπνίων | |
55 | ἀποκάλυψις φανερὰν δείκνυσι τοῦ Θεοῦ τὴν περὶ αὐτὸν εὔνοιαν; Μὴ γὰρ δὴ νομίσητε λοιπὸν τὰ παρὰ τοῦ Θεοῦ μηνυθέντα αὐτῷ δυνατὸν εἶναι ἀνατραπῆναι. Καθάπερ γὰρ τοῦ ὀνείρου τὴν διάκρισιν ἐποιήσασθε, οὕτως ἔσται μετ’ οὐ πολὺ, κἂν μυρία ἐπινοῆσαι βου‐ | |
60 | ληθῆτε. Εὐμήχανος γὰρ ὢν καὶ σοφὸς ὁ τῶν ἁπάντων Δεσπότης, καὶ τῆς οἰκείας δυνάμεως δεικνὺς τὴν πε‐ ριουσίαν, πολλὰ πολλάκις ἀφίησιν ἐν τῷ μεταξὺ | |
κωλύματα γενέσθαι, ἵν’ οὕτω τὰ πάλαι αὐτῷ δόξαντα | Column end | |
54.528 | εἰς ἔργον ἀγαγὼν, μεγίστην ἀποφήνῃ τῆς δυνάμεως αὐτοῦ τὴν ὑπερβολήν. Ἀλλὰ τοιοῦτον ἡ βασκανίας οὐδὲν τούτων λογίζεσθαι δύναται, ἀλλ’ ὅλως, ὡς εἰ‐ πεῖν, αἰχμάλωτος γεγονὼς κατὰ τῆς οἰκείας σωτηρίας | |
5 | ἅπαντα διαπράττεται. Καὶ οὗτοι μὲν προσθήκην μί‐ σους εἰργάζοντο διὰ τὴν ἐνυπνίου διήγησιν· ὁ δὲ θαυ‐ μάσιος Ἰωσὴφ καὶ ἕτερον ἐνύπνιον θεασάμενος οὐκ αὐτοῖς μόνον, ἀλλὰ καὶ τῷ πατρὶ διηγεῖται, καί φη‐ σιν· Ὥσπερ ὁ ἥλιος καὶ ἡ σελήνη καὶ ἕνδεκα | |
10 | ἀστέρες προσεκύνουν με. Καὶ ἐπετίμησεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, καὶ εἶπεν αὐτῷ· Τί τὸ ἐνύπνιον τοῦτο ὃ ἐνυπνιάσθης; Ἆρά γε ἐλθόντες ἐλευσό‐ μεθα ἐγώ τε καὶ ἡ μήτηρ σου καὶ οἱ ἀδελ‐ φοί σου προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; Ἐζήλω‐ | |
15 | σαν δὲ οἱ ἀδελφοὶ αὐτοῦ, ὁ δὲ πατὴρ διετήρησε τὸ ῥῆμα. Εἰδὼς τὸν τικτόμενον αὐτῷ φθόνον παρὰ τῶν ἀδελφῶν ὁ πατὴρ, διὰ τοῦτο ἐπετίμησε τῷ παιδὶ, καὶ διακρίνει καὶ αὐτὸς τὸ ὄναρ, καὶ στοχαζόμενος παρὰ τοῦ Θεοῦ τὴν ἀποκάλυψιν αὐτῷ γεγενῆσθαι, | |
20 | διετήρει τὸ ῥῆμα. Ἀλλ’ οὐχ οἱ ἀδελφοὶ οὕτως. Ἀλλὰ τί; Πάλιν πολλῷ πλέον ἐζήλωσαν. Τί μεμήνατε; τί ἐξεστηκότων πράγματα διαπράττεσθε; Οὐχ ὁρᾶτε ὅτι ἡ τῶν ἐνυπνίων δευτέρωσις οὐχ ἁπλῶς οὐδὲ εἰκῆ γε‐ γένηται, ἀλλ’ ἵνα μαθόντες ὅτι πάντως ἔσται τὰ προ‐ | |
25 | μηνυθέντα, παύσησθε τῆς φονικῆς ὁρμῆς, ἐννοή‐ σαντες ὅτι ἀδυνάτοις ἐπιχειρεῖτε; Ἐχρῆν μὲν οὖν τὴν ἀδελφικὴν σχέσιν καὶ διάνοιαν ἀναλαβόντας, καὶ οἰ‐ κείαν κρίνειν εὐδοκίμησιν τὴν τοῦ ἀδελφοῦ μέλλουσαν ἔσεσθαι περιφάνειαν. Ἐπειδὴ δὲ ταύτης ὑμῖν οὐδεὶς | |
30 | λόγος, κἂν ἐκεῖνο λογίσασθαι ἦν ἀκόλουθον, ὅτι οὐ πρὸς αὐτὸν ὑμῖν ὁ πόλεμος, ἀλλὰ πρὸς τὸν ἁπάντων Δεσπότην τὸν ταῦτα αὐτῷ ἤδη ἐκκαλύψαντα. Ἀλλ’ οὗτοι μὲν, καθάπερ ἔφθην εἰπὼν, οὐδὲ τὴν φύσιν αὐτὴν αἰδούμενοι, οὔτε τὴν ἄνωθεν γινομένην περὶ | |
35 | αὐτὸν εὔνοιαν ἐν νῷ λαβόντες, τὸ μῖσος καθ’ ἑκάστην ἡμέραν ἐπέτεινον, καὶ λανθανόντως τὴν πυρὰν παρ’ ἑαυτοῖς ἀνῆπτον, οὐδὲν οὔτε τοῦ πατρὸς, οὔτε τοῦ νέου τοιοῦτόν τι ὑποπτεύοντος, οὐδ’ ὅτι πρὸς τοσαύτην μανίαν ἐλαύνειν ἔμελλον. Διὸ καὶ πο‐ | |
40 | ρευθέντων τῶν ἀδελφῶν εἰς τὰ ποίμνια, Εἶπεν ὁ πατὴρ τῷ Ἰωσήφ· Οὐχ οἱ ἀδελφοί σου ποιμαίνου‐ σιν εἰς Συχέμ; Δεῦρο, ἀποστείλω σε πρὸς αὐ‐ τούς. Εἶπε δὲ αὐτῷ, Ἰδοὺ ἐγώ. Εἶδες πατρὸς πρὸς παῖδας φιλοστοργίαν; εἶδες παιδὸς ὑπακοήν; Εἶπε | |
45 | δὲ αὐτῷ· Πορευθεὶς ἴδε εἰ ὑγιαίνουσιν οἱ ἀδελφοί σου, καὶ τὰ πρόβατα, καὶ ἀνάγγειλόν μοι. γʹ. Ταῦτα δὲ πάντα ἐγίνετο, ἵνα καὶ τοῦ Ἰωσὴφ δει‐ χθῇ ἡ περὶ τοὺς ἀδελφοὺς εὔνοια, κἀκείνων κατάδηλος γένηται ἡ φονικὴ γνώμη. Ἐγίνετο δὲ καὶ τύπος τῶν | |
54.528(50) | ἔσεσθαι μελλόντων, καὶ ἐν τῇ σκιᾷ προδιεγράφετο τὰ τῆς ἀληθείας πράγματα. Καὶ ὥσπερ ὁ Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς ἀπῄει ἐπισκεψόμενος αὐτοὺς, κἀκεῖνοι οὐκ αἰδεσθέντες οὔτε τὴν ἀδελφότητα, οὔτε τὴν αἰτίαν τῆς παρουσίας, πρότερον μὲν ἀνελεῖν ἐβουλεύοντο, | |
55 | ἔπειτα δὲ καὶ ἐπίπρασκον τοῖς βαρβάροις· οὕτω καὶ ὁ Δεσπότης ὁ ἡμέτερος τὴν οἰκείαν φιλανθρωπίαν μι‐ μούμενος, παραγέγονεν ἐπισκεψόμενος τὸ τῶν ἀνθρώ‐ πων γένος, καὶ τὴν ὁμογενῆ ἡμῖν σάρκα ἀναλαβὼν, καὶ ἀδελφὸς ἡμῶν γενέσθαι καταξιώσας οὕτω παρα‐ | |
60 | γέγονε. Καὶ βοᾷ Παῦλος λέγων· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Ἀλλ’ οἱ ἀγνώμονες Ἰουδαῖοι τὸν τῶν σωμάτων καὶ | |
τὸν τῶν ψυχῶν ἰατρὸν, τὸν μυρία θαύματα καθ’ ἑκά‐ | ||
54.529 | στην ἡμέραν ἐργαζόμενον ἀνελεῖν ἐπεχείρουν, καὶ εἰς ἔργον ἤγαγον τὴν φονικὴν αὐτῶν γνώμην, καὶ ἐσταύ‐ ρωσαν τὸν διὰ τὴν ἡμετέραν σωτηρίαν τὴν τοῦ δούλου μορφὴν ἀναλαβεῖν καταδεξάμενον. Ἀλλ’ οὗτοι μὲν | |
5 | καὶ ἐπεχείρησαν, καὶ σταυρῷ παραδόντες ἀνεῖλον· ἐκεῖνοι δὲ ἐβουλεύσαντο μὲν, οὐκ ἤγαγον δὲ εἰς ἔργον τὰ βουλευθέντα. Ἔδει δὲ τὸν τύπον ἔλαττον ἔχειν τῆς ἀληθείας, ἐπεὶ οὐκ ἂν εἴη ἐκεῖνα τύπος τῶν μετὰ ταῦτα ἐσομένων. Διὰ τοῦτο ἐκεῖ μὲν ὥσπερ | |
10 | ἐν σκιᾷ προεγράφη. Καὶ ἐννόησον τὸ θαῦμα. Οὐκ ἀν‐ εῖλον, ἀλλὰ πεπράκασι, καὶ τὸν χιτῶνα τῷ αἵματι τοῦ ἐρίφου μολύναντες ἤγαγον τῷ πατρὶ, πεῖσαι βου‐ λόμενοι ὅτι ἀνῃρέθη ὁ παῖς. Ὁρᾷς ὅτι ἅπαντα ταῦτα ἐγίνετο, ἵνα καθάπερ ἐν σκιᾷ, οὕτως ἡ εἰκὼν μόνη τῶν | |
15 | πραγμάτων γένηται, καὶ ἡ ἀλήθεια φυλάττηται; Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου τὸ λοιπὸν ἐπανέλθωμεν. Ἀπέστειλεν αὐτὸν, φησὶν, ὁ πατὴρ αὐτοῦ, καὶ ἦλθεν εἰς Συχέμ. Καὶ εὗρεν αὐτὸν ἄνθρωπος πλανώμενον ἐν τῷ πεδίῳ. Ἠρώτησε δὲ αὐτὸν ὁ | |
20 | ἄνθρωπος, λέγων· Τί ζητεῖς; Ὁ δὲ εἶπε· Τοὺς ἀδελφούς μου ζητῶ. Ἀνάγγειλόν μοι, ποῦ βό‐ σκουσι. Σκόπει πῶς οὗτος μὲν μετὰ σπουδῆς ποιεῖ‐ ται τῶν ἀδελφῶν τὴν ἐπιζήτησιν, καὶ περιεργάζεται καὶ πολυπραγμονεῖ, καὶ πάντα ποιεῖ ὥστε αὐτοὺς | |
25 | ἰδεῖν. Εἶπε δὲ αὐτῷ, φησὶν, Ἤκουσα αὐτῶν λεγόν‐ των· Πορευθῶμεν εἰς Δωθαείμ. Καὶ ἐπορεύθη Ἰω‐ σὴφ, καὶ εὗρεν αὐτούς. Προεῖδον δὲ αὐτὸν μακρό‐ θεν πρὸ τοῦ ἐγγίσαι αὐτὸν, καὶ ἐπονηρεύοντο τοῦ ἀποκτεῖναι αὐτόν. Ἐννόει μοι ἐνταῦθα τοῦ Θεοῦ | |
30 | τὴν εὐμήχανον σοφίαν, ὅπως οὗτοι μὲν εἰς τὸν κατ’ αὐτοῦ φόνον εἶχον τὴν ὁρμήν· ὁ δὲ τὰ πάντα ποιῶν καὶ μετασκευάζων συγχωρεῖ τὰ ἐν μέσῳ πάντα κω‐ λύματα γενέσθαι, ἵνα τὸν οἰκεῖον ἀθλητὴν λαμπρότε‐ ρον ἀποδείξας, ὕστερον ἐπαγάγῃ τῶν ὀνειράτων τὴν | |
35 | ἔκβασιν. Προεῖδον, φησὶν, αὐτὸν, καὶ ἐπονηρεύον‐ το τοῦ ἀποκτεῖναι αὐτόν. Εἶπε δὲ ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ἰδοὺ ὁ ἐνυπνιαστὴς ἐκεῖνος ἔρχεται· νῦν οὖν δεῦτε, ἀποκτείνωμεν αὐτὸν, καὶ ῥίψωμεν αὐτὸν εἰς ἕνα τῶν λάκκων, καὶ ἐροῦμεν, | |
40 | Θηρίον πονηρὸν κατέφαγεν αὐτὸν, καὶ ὀψόμεθα τί ἔσται τὰ ἐνύπνια αὐτοῦ. Εἶδες ὅτι τῶν ἐνυπνίων τὴν ἔκβασιν προσδοκῶντες, ἀνελεῖν αὐτὸν ἐπεχείρουν; Ἀλλ’ ἵνα μάθωσιν ὅτι οὐχ οἷόν τε τὰ παρὰ τοῦ Θεοῦ προαγορευθέντα μὴ εἰς ἔργον | |
45 | ἐλθεῖν, καὶ βουλεύονται καὶ ἐπιχειροῦσι καὶ τὰ τῆς οἰκείας πονηρίας ἐπιδείκνυνται· καὶ ὁ σοφὸς καὶ εὐ‐ μήχανος Θεὸς αὐτοὺς ἐπιβουλεύοντας ὑπηρετήσασθαι καὶ ἄκοντας παρασκευάζει πρὸς τὴν οἰκονομίαν τῶν μελλόντων ἔσεσθαι. Ἐπειδὴ γὰρ συνεφώνησαν πρὸς | |
54.529(50) | τὸν κατ’ αὐτοῦ φόνον, καὶ τῇ γνώμῃ τὴν σφαγὴν ἤδη ἐπεδείξαντο, Ἀκούσας, φησὶ, Ῥουβὴν ἐξείλετο αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ εἶπεν· Οὐ πατάξωμεν αὐτὸν εἰς ψυχήν· μὴ ἐκχέητε αἷμα· ἐμβάλλετε αὐτὸν εἰς τὸν λάκκον τοῦτον τὸν ἐν | |
55 | τῇ ἐρήμῳ, χεῖρα δὲ μὴ ἐπενέγκητε αὐτῷ· ὅπως ἐξέληται αὐτὸν ἐκ τῶν χειρῶν αὐτῶν, καὶ ἀποδῷ αὐτὸν τῷ πατρὶ αὐτοῦ. Ὅρα καὶ τοῦτον πῶς οὐ τολμᾷ φανερῶς ἐξελέσθαι τὸν ἀδελφὸν, ἀλλὰ τέως τὴν φονικὴν αὐτῶν ὁρμὴν ἀναχαιτίσαι βουλόμενός | |
60 | φησι, Μὴ ἐκχέητε αἷμα, ἀλλ’ ἐμβάλλετε αὐτὸν εἰς τὸν λάκκον, Καὶ διδάξαι ἡμᾶς βουλομένη ἡ θεία Γραφὴ τὸν σκοπὸν τοῦ Ῥουβὴν, φησί· Ταῦτα δὲ ἐποίει, Ὅπως ἐξέληται αὐτὸν, καὶ ἀποδῷ πατρὶ αὐτοῦ. Καὶ τούτων ταῦτα βουλευομένων οὐδέπω ὁ | |
65 | Ἰωσὴφ ἦν παραγεγονὼς, ἀλλὰ μετὰ τὸ πληρωθῆναι ταύτην αὐτῶν τὴν διάλεξιν, Ἦλθε, φησὶν, Ἰωσὴφ | |
πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ. Δέον τοίνυν | Column end | |
54.530 | ἐκείνους προσδραμεῖν τῷ ἀδελφῷ, καὶ περιπτύξασθαι, καὶ μαθεῖν τὰ παρὰ τοῦ πατρὸς αὐτοῖς δηλωθέντα, οἱ δὲ καθάπερ τινὲς ἄγριοι θῆρες ἀρνίον θεασάμενοι ἐπιπηδῶσι, καὶ Ἐξέδυσαν, φησὶ, τὸν Ἰωσὴφ τὸν | |
5 | χιτῶνα τὸν ποικίλον, καὶ λαβόντες αὐτὸν ἔῤῥιψαν εἰς τὸν λάκκον. Ὁ δὲ λάκκος ἦν κενὸς, ὕδωρ οὐκ ἔχων. Καθάπερ συνεβούλευσεν ὁ Ῥουβὴν, οὕτως ἐποίησαν· καὶ ῥίψαντες αὐτὸν, Ἐκάθισαν τοῦ φα‐ γεῖν ἄρτον. Ὢ τῆς ὠμότητος, ὢ τῆς ἀπανθρωπίας. | |
10 | Ἐκεῖνος μὲν τοσαύτην ὁδὸν διήνυσε, καὶ μετὰ τοσαύ‐ της σπουδῆς τὴν ἐπιζήτησιν αὐτῶν ἐποιήσατο, ὥστε καὶ ἰδεῖν καὶ ἀπαγγεῖλαι τῷ πατρὶ τὰ κατ’ αὐτούς· ἐκεῖνοι δὲ καθάπερ βάρβαροί τινες καὶ ἀνήμεροι, ἐπειδὴ συνεβουλεύθησαν ὑπὸ τοῦ Ῥουβὴν μὴ ἐκχέειν | |
15 | τοῦ ἀδελφοῦ τὸ αἷμα, τὸν διὰ τοῦ λιμοῦ θάνατον αὐτῷ κατεσκεύαζον. Ἀλλ’ ὁ φιλάνθρωπος Θεὸς ταχέως αὐ‐ τὸν ἐῤῥύσατο τῆς τῶν ἀδελφῶν μανίας. Καθίσαντες γὰρ, φησὶ, φαγεῖν ἄρτον, εἶδον ὁδοιπόρους Ἰσμα‐ ηλίτας ἐρχομένους, καὶ ἐπὶ τὴν Αἴγυπτον τὴν ὁρ‐ | |
20 | μὴν ἔχοντας. Καὶ εἶπεν Ἰούδας· Τί χρήσιμον, ἐὰν ἀποκτείνωμεν τὸν ἀδελφὸν ἡμῶν, καὶ κρύψωμεν τὸ αἷμα αὐτοῦ; Δεῦτε, ἀποδώμεθα αὐτὸν τοῖς Ἰσμαη‐ λίταις τούτοις· αἱ δὲ χεῖρες ἡμῶν μὴ ἔστωσαν ἐπ’ αὐτὸν, ὅτι ὁ ἀδελφὸς ἡμῶν καὶ σὰρξ ἡμῶν ἐστιν. | |
25 | δʹ. Ὅρα πῶς καὶ πρότερον ὁ Ῥουβὴν ἐλάττονι κακῷ τὸ μεῖζον ἐκώλυσε· καὶ νῦν πάλιν ὁ Ἰούδας πραθῆναι συμβουλεύει τὸν ἀδελφὸν, ὥστε τῆς σφαγῆς αὐτὸν ἐξαρπάσαι. Τοῦτο δὲ ὅλον ἐγένετο, ἵνα πληρωθῇ καὶ ἀκόντων αὐτῶν τὰ παρὰ τοῦ Θεοῦ προῤῥηθέντα, καὶ | |
30 | ὑπηρετοῦνται τῇ οἰκονομίᾳ. Καὶ δεξάμενοι, φησὶ, τὴν συμβουλὴν τοῦ Ἰούδα, ἀναβιβάσαντες αὐτὸν ἀπὸ τοῦ λάκκου, ἀπέδοντο αὐτὸν τοῖς Ἰσμαηλί‐ ταις εἴκοσι χρυσῶν. Ὢ συναλλάγματος παρανόμου, ὢ κέρδους ὀλεθρίου, ὢ πράσεως ἀδικωτάτης. Τὸν τὰς | |
35 | αὐτὰς ὑμῖν ὠδῖνας λύσαντα, τὸν οὕτω τῷ πατρὶ περι‐ πόθητον, τὸν εἰς ἐπίσκεψιν ὑμετέραν παραγενόμενον, τὸν οὐ μικρὸν, οὐ μέγα ποτὲ ὑμᾶς ἀδικήσαντα πι‐ πράσκειν ἐπιχειρεῖτε, καὶ πιπράσκειν βαρβάροις ἀν‐ θρώποις καὶ εἰς τὴν Αἴγυπτον κατιοῦσι; Τίς ἡ τοσαύ‐ | |
40 | τη μανία; τίς ὁ φθόνος; τίς ἡ βασκανία; Εἰ μὲν γὰρ τὰ ὀνείρατα δεδοικότες τοῦτο ποιεῖτε, ὡς πεπεισμέ‐ νοι ὅτι δὴ πάντως ἔσται, τίνος ἕνεκεν ἀδυνάτοις ἐπι‐ χειρεῖτε, καὶ διὰ τῶν παρ’ ὑμῶν γινομένων τὸν πρὸς τὸν Θεὸν πόλεμον ἐπιδείκνυσθε, τὸν ταῦτα αὐτῷ προ‐ | |
45 | αγορεύσαντα; Εἰ δὲ οὐδὲν ἡγεῖσθε τὰ ὀνείρατα, ἀλλὰ λῆρον αὐτὰ εἶναι νομίζετε, διὰ τί ταῦτα διαπράττε‐ σθε, ἃ διηνεκῆ ὑμῖν τὴν κηλῖδα προξενήσει, καὶ πέν‐ θος ἀδιάλειπτον ἀπεργάσεται τῷ πατρί; Ἀλλ’ ὢ τῆς ὑπερβολῆς τοῦ πάθους, μᾶλλον δὲ τῆς μιαιφόνου | |
54.530(50) | γνώμης. Ὅταν γάρ τις ἐκδῷ ἑαυτὸν κατά τινα ἄτοπον πρᾶξιν, καὶ ὑποβρύχιος γένηται ὑπὸ τῆς τῶν λο‐ γισμῶν ἀτοπίας, οὐ τὸν ἀκοίμητον λαμβάνει πρὸ ὀφθαλμῶν ὀφθαλμὸν, οὐ τὴν φύσιν αὐτὴν αἰδεῖται, οὐχ ἕτερόν τι τῶν δυναμένων αὐτὸν εἰς συμπά‐ | |
55 | θειαν ἀγαγεῖν, ὅπερ καὶ οὗτοι πεπόνθασιν· οὐχ ὅτι ἀδελφὸς ἦν, οὐχ ὅτι νέος, οὐχ ὅτι περιπόθητος τῷ πατρὶ, οὐχ ὅτι ἄπειρος ὢν τῆς ἐν ξένῃ διαγωγῆς, καὶ τῆς ἐν ἀλλοτρίᾳ διατριβῆς, τοσαύτην μέλλει χώραν διαβαίνειν, καὶ βαρβάροις συνοικεῖν· ἀλλὰ | |
60 | πάντα σώφρονα λογισμὸν ἀπωσάμενοι, ἑνὸς μόνου ἐγίνοντο, τοῦ τὸν οἰκεῖον φθόνον, ὡς ἐνόμιζον, τέως εἰς ἔργον ἀγαγεῖν. Καὶ ἐκεῖνοι μὲν τῇ γνώμῃ ἀδελφο‐ κτόνοι γεγόνασιν· ὁ δὲ ταῦτα παθὼν ὑπ’ αὐτῶν ἅπαντα γενναίως ὑπέμενεν. | |
65 | Ἡ γὰρ ἄνωθεν χεὶρ ἦν αὐτὸν ἡ φρουροῦσα, καὶ | |
πάντα τὰ δυσχερῆ ῥᾴδια καὶ εὔκολα ἐργαζομένη. | ||
54.531 | Ὅταν γὰρ τῆς ἄνωθεν εὐνοίας ἀπολαύωμεν, κἂν ἐν μέσῳ βαρβάρων ὦμεν, κἂν ἐπ’ ἀλλοτρίας, τῶν οἴκοι διατριβόντων καὶ πάσης ἀπολαυόντων θεραπείας ἄμεινον διάγειν δυνάμεθα· ὥσπερ κἂν ἐπὶ τῆς οἰκίας | |
5 | διατρίβωμεν, κἂν πάσης ἀνέσεως ἀπολαύειν δοκῶμεν, ἔρημοι δὲ ὦμεν τῆς ἄνωθεν βοηθείας, πάντων ἐσμὲν ἐλεεινότεροι. Πολλὴ γὰρ καὶ τῆς ἀρετῆς ἡ ἰσχὺς, καὶ τῆς κακίας ἡ ἀσθένεια· καὶ τοῦτο μάλιστα δείκνυσιν ἡμῖν αὕτη ἡ ἐν χερσὶν ἱστορία. Τίνας γὰρ, εἰπέ μοι, | |
10 | ἐλεεινοὺς καὶ μυρίων δακρύων ἀξίους κρίνεις, τοὺς τοσαῦτα κακὰ ἐργασαμένους τὸν ἀδελφὸν, ἢ τὸν ὑπὸ τῇ δουλείᾳ τῶν βαρβάρων γεγενημένον; Δηλονότι τούτους. Ἐννόει γάρ μοι λοιπὸν τὸν θαυμάσιον ἐκεῖ‐ νον, τὸν μετὰ τοσαύτης δορυφορίας ἀνατραφέντα, καὶ | |
15 | ὑπὸ ταῖς ἀγκάλαις ταῖς πατρικαῖς διηνεκῶς γεγενη‐ μένον, ἀθρόον ἀναγκαζόμενον δουλείαν χαλεπὴν ὑφ‐ ίστασθαι, καὶ δουλείαν παρὰ βαρβάροις ἀνδράσι, καὶ θηρίων οὐδὲν ἄμεινον διακειμένοις. Ἀλλ’ ὁ τῶν ἁπάν‐ των Δεσπότης ἦν ὁ καὶ ἐκείνους ἡμέρους ἐργαζόμε‐ | |
20 | νος, κἀκείνῳ πολλὴν διδοὺς τὴν ὑπομονήν. Καὶ ἀπο‐ δόμενοι τὸν ἀδελφὸν, ὡς εἰς τέλος ἀγαγόντες τὸν οἰκεῖον σκοπὸν, οὕτω λοιπὸν διέκειντο, ἐκποδὼν ποιη‐ σάμενοι τὸν ὑπ’ αὐτῶν φθονούμενον. Ἀνέστρεψε δὲ, φησὶ, Ῥουβὴν ἐπὶ τὸν λάκκον, καὶ οὐχ ὁρᾷ τὸν | |
25 | Ἰωσήφ· καὶ διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀν‐ έστρεψε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Ἐπειδὴ γὰρ ἐδίδαξεν ἀνωτέρω ἡ θεία Γραφὴ, ὅτι διὰ τοῦτο συνεβούλευσε Ῥουβὴν εἰς τὸν λάκκον τὸν αὐτοῦ | |
30 | ἀδελφὸν ἐμβληθῆναι, ὥστε καὶ τῶν χειρῶν αὐτὸν ἐξ‐ ελέσθαι τῶν φονικῶν, καὶ ἀποδοῦναι τῷ πατρί· νῦν, φησὶν, ἰδὼν, ὅτι διήμαρτε τοῦ σκοποῦ, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπε· Τὸ παιδάριον οὐκ ἔστιν, ἐγὼ δὲ ποῦ πορεύσομαι ἔτι; Ποίαν, φησὶν, ἕξομεν | |
35 | ἀπολογίαν, καὶ μάλιστα ὁ δοκῶν ὑμῶν πρωτεύειν ἐγώ; Ἐνόμιζε γὰρ αὐτὸν ἀνῃρῆσθαι. Ἀλλ’ ἐπειδὴ τὸ σπουδαζόμενον αὐτοῖς ἐγεγόνει, καὶ τὸν μισούμενον εἰς τὴν ἀλλοτρίαν ἐξέπεμψαν γῆν, καὶ τὸν φθόνον τὸν οἰκεῖον οὕτως ἠδυνήθησαν παραμυθήσασθαι, λοι‐ | |
40 | πὸν πᾶσαν μηχανὴν ἐπιδείκνυνται, ὥστε παρακρού‐ σασθαι τὸν πατέρα, καὶ μὴ κατάδηλον αὐτῷ γενέσθαι τὴν κακὴν συμφωνίαν. Καὶ σφάξαντες, φησὶν, ἔρι‐ φον αἰγῶν, καὶ μολύναντες τὸν χιτῶνα τῷ αἵματι, εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, καὶ εἶπον. Ἐπίγνωθι | |
45 | εἰ χιτὼν τοῦ υἱοῦ σού ἐστιν, ἢ οὔ. Τί ἀπατᾶτε ἑαυτοὺς, ὦ ἀνόητοι; Κἂν γὰρ τὸν πατέρα δυνηθῆτε παρακρούσασθαι, ἀλλὰ τὸν ἀκοίμητον ὀφθαλμὸν οὐ λήσεσθε, ὃν μάλιστα πάντων δεδοικέναι ἐχρῆν. Ἀλλὰ τοιοῦτον ἡ ἀνθρωπίνη φύσις, μᾶλλον δὲ τοιοῦτον ἡ | |
54.531(50) | ῥᾳθυμία τῶν πολλῶν· τὸν παρὰ τῶν ἀνθρώπων φόβον καὶ τὴν τούτων αἰσχύνην τὴν πρὸς τὸ παρὸν μόνον περὶ πολλοῦ ποιούμενοι, οὐ λαμβάνουσιν ἔν‐ νοιαν τοῦ δικαστηρίου ἐκείνου τοῦ φοβεροῦ, καὶ τῆς κολάσεως τῆς ἀφορήτου, ἀλλ’ ἑνὸς μόνου γίνονται, πῶς | |
55 | τὴν παρὰ τῶν ἀνθρώπων μέμψιν διαφυγεῖν δυνηθῶ‐ σιν· ὃ δὴ καὶ οὗτοι πεπόνθασι, καὶ τὸν πατέρα ἀπατᾷν ἐπιχειροῦσιν. Ἐπέγνω γὰρ, φησὶ, τὸν χιτῶνα ὁ πατὴρ, καὶ εἶπε· Χιτὼν τοῦ υἱοῦ μού ἐστι· θηρίον πονηρὸν κατέφαγεν αὐτὸν, θηρίον ἥρπασε τὸν | |
60 | Ἰωσήφ. Καὶ γὰρ ἀληθῶς, καθάπερ θηρίοις περιπε‐ σὼν, οὕτως ἀνηλεῶς ἅπαντα ὑπέμεινε. Διέῤῥηξε δὲ τὰ ἱμάτια αὐτοῦ, καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. Πόσων ἂν εἶεν οὗτοι δακρύων ἄξιοι, οὐχ ὅτι | |
65 | τὸν ἀδελφὸν τοῖς βαρβάροις πεπράκασι μόνον, ἀλλ’ ὅτι | Column end |
54.532 | καὶ τὸν πατέρα ἐν ἐσχάτῳ γήρᾳ λοιπὸν ὄντα τοσούτῳ πένθει περιέβαλον; Συνήχθησαν δὲ, φησὶν, υἱοὶ αὐ‐ τοῦ καὶ αἱ θυγατέρες παρακαλέσαι αὐτὸν, καὶ οὐκ ἤθελε, λέγων ὅτι· Καταβήσομαι πρὸς τὸν | |
5 | υἱόν μου πενθῶν εἰς ᾅδου. εʹ. Οἶμαι καὶ τοῦτο πληγὴν ἑτέραν ἐκείνοις γεγε‐ νῆσθαι. Ἑώρων γὰρ ὅτι καὶ πρὸς τὸν μὴ παρόντα, μᾶλλον δὲ καὶ νομιζόμενον ὑπὸ θηρίων ἀνῃρῆσθαι, οὕτως ἀκμάζοντα τὸν πόθον ἐπιδείκνυται, καὶ πλέον | |
10 | ὑπὸ τοῦ φθόνου κατετήκοντο. Ἀλλ’ οὗτοι μὲν καὶ πρὸς τὸν ἀδελφὸν καὶ πρὸς τὸν πατέρα ὠμοὶ γεγονότες οὐδεμιᾶς ἂν εἶεν συγγνώμης ἄξιοι· οἱ δὲ Μαδιηναῖοι καὶ αὐτοὶ πάλιν ὑπηρετοῦσι τῇ τοῦ Θεοῦ οἰκονομίᾳ, καὶ πάλιν ἀποδίδονται τὸν Ἰωσὴφ Πετεφρῇ τῷ ἀρ‐ | |
15 | χιμαγείρῳ τοῦ Φαραώ. Εἶδες πῶς ὁδῷ κατὰ μικρὸν πρόεισι, καὶ διὰ πάντων τὴν οἰκείαν ἀρετὴν καὶ τὴν ὑπομονὴν ἐπιδείκνυται, ἵν’ οὕτω καθάπερ ἀθλητὴς γενναίως ἀγωνισάμενος, ἀναδήσηται τῆς βασιλείας τὸν στέφανον, καὶ τῶν ὀνειράτων ἡ ἔκβασις εἰς ἔργον | |
20 | ἐξελθοῦσα, δι’ αὐτῆς τῆς πείρας διδάξῃ τοὺς πεπρακό‐ τας, ὡς οὐδὲν αὐτοῖς ὄφελος γέγονε τῆς τοσαύτης μηχανῆς; Τοσαύτην γὰρ ἡ ἀρετὴ ἔχει τὴν ἰσχὺν, ὡς καὶ πολεμουμένην αὐτὴν συμβαίνειν ἐπὶ πλέον περι‐ φανεστέραν γίνεσθαι. Οὐδὲν γὰρ ταύτης ἰσχυρότερον, | |
25 | οὐδὲν αὐτῆς δυνατώτερον· οὐκ ἐπειδὴ αὐτὴ καθ’ ἑαυ‐ τὴν τοσαύτην ἔχει τὴν ἰσχὺν, ἀλλ’ ἐπειδὴ ὁ ταύτην κεκτημένος καὶ τῆς ἄνωθεν ἀπολαύει ῥοπῆς· τῆς δὲ ἄνωθεν ἀπολαύων ῥοπῆς, καὶ τῆς ἐκεῖθεν ἀξιούμενος συμμαχίας, πάντων ἂν εἴη δυνατώτερος, καὶ ἀχείρω‐ | |
30 | τος, καὶ ἀνάλωτος οὐκ ἀνθρώπων μόνον ἐπιβουλαῖς, ἀλλὰ καὶ ταῖς τῶν δαιμόνων μηχαναῖς. Ὅπερ εἰδότες μὴ φεύγωμεν τὸ κακῶς πάσχειν, ἀλλὰ τὸ κακῶς ποιεῖν· τοῦτο γάρ ἐστι τὸ κακῶς πάσχειν. Ὁ γὰρ τὸν πλησίον κακῶς διαθεῖναι ἐπιχειρῶν, ἐκεῖνον μὲν οὐδὲ | |
35 | ὅλως κατέβλαψεν· εἰ γὰρ καὶ πρὸς ὀλίγον κατέβλαψεν, ἐν τῷ παρόντι αἰῶνι τοῦτο πεποίηκεν· ἑαυτῷ δὲ τὰς ἀθανάτους κολάσεις ταμιεύεται, καὶ τὰς τιμωρίας τὰς ἀφορήτους, ἃς οὐκ ἂν ἑτέρως διαφυγεῖν δυνηθείημεν, εἰ μὴ παρασκευάσαιμεν ἑαυτοὺς ἑτοίμους πρὸς τὸ | |
40 | πάσχειν κακῶς, καὶ, κατὰ τὴν διδαχὴν τοῦ Δεσπότου, εὐχώμεθα ὑπὲρ τῶν ταῦτα ἡμῖν διατιθέντων. Τοῦτο γὰρ ἡμῖν πολὺν προξενήσει τὸν μισθὸν, καὶ παρα‐ σκευάσει τῆς τῶν οὐρανῶν βασιλείας ἀξιωθῆναι· ἧς γέ‐ νοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ | |
45 | θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν, | |
48t | ΟΜΙΛΙΑ ΞΒʹ. | |
49n | Καὶ εἶδεν Ἰούδας θυγατέρα ἀνθρώπου Χαναναίου, | |
50n | ᾖ ὄνομα Σαύα, καὶ ἔλαβεν αὐτὴν, καὶ εἰσῆλθε | |
51n | πρὸς αὐτὴν, καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν, καὶ | |
52n | ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἤρ. | |
53 | αʹ. Ἱκανῶς ἡμᾶς πρώην ἡ κατὰ τὸν Ἰωσὴφ ἱστορία ἐδίδαξε τοῦ φθόνου τὴν λύμην, καὶ ὅπως τὸ ὀλέθριον | |
55 | τοῦτο πάθος τὴν τίκτουσαν αὐτὸ ψυχὴν πρότερον διαφθείρει. Καὶ εἴδετε ὅπως ὑπὸ τούτου τοῦ πάθους συσχεθέντες οἱ ἀδελφοὶ τοῦ Ἰωσὴφ καὶ τῆς συγγενείας ἐπελάθοντο, καὶ θηρίων ἀγρίων ὠμότητα πρὸς τὸν οὐδὲν ἠδικηκότα ἐπεδείξαντο, τὴν μὲν ἑαυτῶν κακίαν | |
60 | ἔκδηλον πεποιηκότες, τὸν δὲ ἀδελφὸν οὐδὲν τοσοῦτον καταβλάψαντες, ὅσον ἑαυτοὺς αἰσχύνῃ περιέβαλλον. Εἰ γὰρ καὶ βαρβάροις αὐτὸν πεπράκασι, κἀκεῖνοι πάλιν ἀπέδοντο τῷ τοῦ Φαραὼ ἀρχιμαγείρῳ, ἀλλ’ ὅμως ἐπειδὴ εἶχε τὴν ἄνωθεν αὐτῷ ῥοπὴν ἐν ἅπασιν | |
65 | ἐπαρκοῦσαν, πάντα κοῦφα καὶ ῥᾴδια αὐτῷ ἐφαίνετο. Καὶ ἐβουλόμην μὲν καὶ σήμερον τῆς αὐτῆς ἱστορίας | |
ἅψασθαι, καὶ ἐντεῦθεν ὑμῖν ὑφᾶναι τὴν διδασκαλίαν· | ||
54.533 | ἀλλ’ ἐν μέσῳ ἑτέρα τις διήγησις παρέγκειται, ἣν οὐκ ἄξιον παραδραμεῖν, ἀλλὰ καὶ αὐτὴν, ὡς οἷόν τε, δι‐ ερευνησαμένους, τότε πάλιν ἐπὶ τὴν κατὰ τὸν Ἰωσὴφ ὑπόθεσιν ἐλθεῖν. Τί οὖν ἐστιν ἡ ἐν μέσῳ κειμένη | |
5 | διήγησις; Ἡ κατὰ τὸν Ἰούδαν. Οὗτος γὰρ θυγατέρα Χαναναίου λαβὼν γυναῖκα τὴν Σαύαν, καὶ ἐσχηκὼς ἐξ αὐτῆς τρεῖς παῖδας, ἔλαβε, φησὶ, τῷ πρωτοτόκῳ Ἢρ τὴν Θάμαρ γυναῖκα. Ἐπειδὴ δὲ πονηρὸς ἐφάνη ἐναντίον Κυρίου, ἀπέκτεινεν αὐτὸν ὁ Θεός. Καὶ ἐπ‐ | |
10 | έτρεψε τῷ Αὐνὰν λαβόντι τὴν τοῦ ἀδελφοῦ γυναῖκα ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ. Τοῦτο γὰρ ὁ νόμος ἐκέλευεν, ἀτέκνου ἀποθανόντος ἀδελφοῦ τὸν ἀδελφὸν λαβόντα τὴν γυναῖκα, ἀνιστᾷν τῷ ἀδελφῷ σπέρμα. Ἀλλὰ καὶ τοῦτον πονηρὸν φανέντα ἐθανάτωσεν ὁ | |
15 | Θεός. Τοῦτο τὸν Ἰούδαν εἰς φόβον κατέστησε, τῶν δύο παίδων τὴν ἀναίρεσιν οὕτω ταχεῖαν θεασάμενον· καὶ βουλόμενος τὴν Θάμαρ παραμυθήσασθαι, ὑπ‐ έσχετο καὶ τὸν ἕτερον υἱὸν δώσειν αὐτῇ, καὶ οὐκ ἐπλή‐ ρου τὰ ἐπαγγελθέντα, δεδιὼς μὴ καὶ αὐτὸς ὁμοίως | |
20 | τοῖς ἀδελφοῖς τὴν τιμωρίαν δέξηται. Ταύταις οὖν ταῖς ὑποσχέσεσι τρεφομένη ἡ Θάμαρ ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς, φησὶν, ἐκαθέζετο, ἀναμένουσα εἰς ἔρ‐ γον ἐλθεῖν τοῦ πενθεροῦ τὴν ὑπόσχεσιν· καὶ ὁρῶσα τὸν Ἰούδαν οὐ βουλόμενον τὰ ἐπαγγελθέντα πληροῦν, | |
25 | τέως πράως ἔφερεν, οὐκ ἀνεχομένη τὴν πρὸς ἕτερον συνουσίαν, ἀλλὰ στέργουσα τὴν χηρείαν, καὶ καιρὸν ἐπιτήδειον ἀναμένουσα· ἔσπευδε γὰρ ἐκ τοῦ πενθε‐ ροῦ τεκνοποιῆσαι. Καὶ ἐπειδὴ εἶδε τὴν πενθερὰν τελευτήσασαν, καὶ τὸν Ἰούδαν εἰς Θάμνα παραγινό‐ | |
30 | μενον, ὥστε κεῖραι τὰ ποίμνια, κλέψαι βουλομένη τὴν συνουσίαν τοῦ πενθεροῦ, καὶ ἐξ ἐκείνου ἐπιθυμοῦσα τεκνοποιῆσαι, οὐ δι’ ἀσέλγειαν, μὴ γέ‐ νοιτο, ἀλλὰ διὰ τὸ μὴ δόξαι ἀνώνυμός τις εἶναι· ἄλ‐ λως δὲ καὶ οἰκονομία ἦν τὸ γινόμενον, ὅθεν καὶ εἰς | |
35 | ἔργον ἐξελθεῖν τὰ βουλευθέντα αὐτῇ ἐγένετο. Περι‐ ελομένη γὰρ, φησὶ, τὰ ἱματία χηρεύσεως αὐτῆς, καὶ περιβαλλομένη θέριστρον, καὶ καλλωπισα‐ μένη, ἐκάθισε πρὸς ταῖς πύλαις. Εἶτα ὥσπερ ἀπο‐ λογουμένη ὑπὲρ αὐτῆς ἡ θεία Γραφή φησιν, Εἶδε | |
40 | γὰρ ὅτι μέγας γέγονε Σηλώμ· αὐτὸς δὲ οὐκ ἔδωκεν αὐτὴν αὐτῷ γυναῖκα· καὶ διὰ τοῦτο ἐπὶ ταύτην ὥρμησε τὴν ἀπάτην. Ὁ μέντοι Ἰούδας νομίσας αὐτὴν πόρνην εἶναι (κατεκαλύψατο γὰρ ἐκείνη τὸ πρόσωπον, ὥστε μὴ κατάδηλος γενέσθαι), | |
45 | Ἐξέκλινε πρὸς αὐτήν. Ἡ δὲ εἶπε· Τί μοι δώσεις; Ὁ δὲ ὑπέσχετο ἔριφον αἰγῶν ἀποστέλλειν. Ἡ δὲ εἶπεν· Ἐὰν δῷς ἀῤῥαβῶνα, ἕως τοῦ ἀποστεῖλαί σε. Καὶ ἔδωκε τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐν γα‐ | |
54.533(50) | στρὶ ἔλαβεν ἐξ αὐτοῦ. Ἀλλὰ μηδεὶς ταῦτα ἀκούων καταγινωσκέτω τῆς Θάμαρ· ὡς γὰρ ἔφθην εἰπὼν, καὶ οἰκονομίᾳ ὑπηρετεῖτο, καὶ διὰ τοῦτο οὔτε αὕτη μέμψιν τινὰ ὑπέμεινεν, οὔτε ὁ Ἰούδας ἐγκλήμασιν ὑπεύθυνος γέ‐ | |
55 | γονε. Καὶ γὰρ ἐντεῦθεν ὁδῷ προβαίνων εὑρήσεις ἐκ τῶν παίδων τῶν τούτῳ τεχθέντων τὸν Χριστὸν κατ‐ άγοντα τὸ γένος· ἄλλως δὲ καὶ τὰ δύο παιδία κατ’ αὐτὸν τικτόμενα τῶν δύο λαῶν ἦν τύπος, καὶ προ‐ αναφώνησις τῆς πολιτείας τῆς Ἰουδαϊκῆς καὶ τῆς | |
60 | πνευματικῆς. Ἀλλὰ τέως ἴδωμεν μετὰ τὴν ἀναχώρη‐ σιν τοῦ Ἰούδα, ὅπως χρόνου μικροῦ παραδραμόντος, καὶ τοῦ πράγματος εἰς φανερὸν ἐλθόντος, ὁ Ἰούδας ἑαυτῷ δικάζει, ἐκείνην ἀπαλλάττων ἐγκλημάτων. Ἐπειδὴ τοίνυν ἐπλήρωσεν ὅπερ ἐβούλετο ἡ Θάμαρ, | |
65 | πάλιν ἀμείψασα τὸ σχῆμα, φησὶν, ἐκεῖθεν μὲν ἀν‐ | |
εχώρησεν, ἀπῆλθε δὲ εἰς τὸν οἶκον αὐτῆς. Ὁ μέντοι | Column end | |
54.534 | Ἰούδας τούτων οὐδὲν ἐπιστάμενος, τὴν ὑπόσχεσιν ἐπλήρου, καὶ τὸν ἔριφον ἀπέστειλεν, ἵνα τὸν ἀῤῥα‐ βῶνα τὸν παρ’ αὐτοῦ δοθέντα ἀναλάβῃ· ἀλλ’ οὐδα‐ μοῦ τῆς γυναικὸς εὑρεθείσης, ἐπανῆλθεν ὁ παῖς μη‐ | |
5 | νύων τῷ Ἰούδᾳ, ὡς οὐδαμοῦ ἐπιστῆναι τῇ γυναικὶ δεδύνηται. Ταῦτα μαθὼν ὁ Ἰούδας εἶπε, φησὶ, Μή ποτε καταγνωσθῶμεν, ὡς ἀγνώμονες νομισθέντες· οὐδὲ γὰρ ᾔδει τὸ γεγενημένον. Ἀλλὰ τριῶν μηνῶν διελθόντων, καὶ τοῦ ὄγκου τῆς γαστρὸς μηνύοντος τὸν | |
10 | τόκον, καὶ οὐδενὸς ἑτέρου ἐπισταμένου τὴν κλοπὴν τῆς συνουσίας, Ἀπηγγέλη, φησὶ, τῷ Ἰούδᾳ, ὅτι ἐν γαστρὶ ἔχει ἐκ πορνείας. Καὶ μαθὼν εἶπεν· Ἐξ‐ αγάγετε αὐτὴν καὶ κατακαυθήτω. Μεγάλη ἡ ἀγα‐ νάκτησις, ἀφόρητος ἡ τιμωρία, ἐπειδὴ καὶ τὸ ἁμάρ‐ | |
15 | τημα μέγα εἶναι ἐδόκει. Τί οὖν ἡ Θάμαρ; Ἐξαπο‐ στείλασα ἅπερ ἀῤῥαβῶνος ἕνεκεν εἰλήφει, φησίν· Οὗτινος ταῦτά ἐστι, παρ’ ἐκείνου τῆς γαστρὸς τὸν ὄγκον ἐδεξάμην. βʹ. Σκόπει πῶς σιγῶσα ἀξιοπίστους μάρτυρας ἐπάγε‐ | |
20 | ται φωνὴν ἀφιέντας, καὶ ἱκανοὺς ἀθῷον ταύτην ἀπο‐ δεῖξαι τοῦ ἐγκλήματος. Ἐπειδὴ γὰρ τριῶν ἔδει μαρ‐ τύρων περὶ τῆς τοιαύτης ὑποθέσεως ἐγκαλουμένῃ, διὰ τοῦτο καὶ αὕτη ὡσανεὶ λαμπρὰν φωνὴν ἀφιέντα οὕτω διαπέμπεται τὰ τρία εἴδη τοῦ ἀῤῥαβῶνος, τὸν | |
25 | δακτύλιον, τὸν ὁρμίσκον, τὴν ῥάβδον, καὶ οἴκοι καθημένη καὶ σιγῶσα τὴν νίκην ἤρατο. Ἐπιγνοὺς γὰρ ὁ Ἰούδας εἶπε· Δεδικαίωται αὕτη, ἢ ἐγὼ, οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Τί ἐστι, Δεδικαίωται αὕτη, ἢ ἐγώ; Τοῦτ’ ἔστιν· Ἐκείνη | |
30 | μὲν ἀνεύθυνος, ἐγὼ δὲ ἑαυτὸν καταδικάζω, καὶ μη‐ δενὸς ἐλέγχοντος ἐμαυτὸν ἐκκαλύπτω· μᾶλλον δὲ ἀρ‐ κοῦντα ἔλεγχον ἔχω, τὸν ἀῤῥαβῶνα τὸν παρ’ ἐμοῦ δοθέντα. Εἶτα ἀπολογίαν πάλιν ὑπὲρ τῆς αὐτῆς Θά‐ μαρ συντιθείς φησιν· Οὗ εἵνεκεν οὐκ ἔδωκα αὐτὴν | |
35 | Σηλὼμ τῷ υἱῷ μου. Τάχα δὲ τοῦτο γέγονε καὶ δι’ ἢν μέλλω ἐρεῖν αἰτίαν. Ἐπειδὴ γὰρ ἐνόμιζεν ὁ Ἰού‐ δας παρὰ τὴν ἐκείνης αἰτίαν τὸν θάνατον ἐπενηνέ‐ χθαι τῷ Ἢρ καὶ τῷ Αὐνὰν, καὶ τοῦτο δεδοικὼς, τὸν Σηλὼμ αὐτῇ οὐ δέδωκε, καὶ ταῦτα ὑποσχόμενος, ἵνα | |
40 | γνῷ δι’ αὐτῶν τῶν πραγμάτων ὡς οὐκ ἐκείνη αἰτία τοῦ θανάτου ἐκείνοις γεγένηται, ἀλλὰ διὰ τὴν οἰκείαν πονηρίαν τὰς τιμωρίας ἐδέχοντο (Ἀπέκτεινε γὰρ αὐτὸν, φησὶν, ὁ Θεός· καὶ πάλιν, Ἐθανάτωσεν αὐτὸν, περὶ τοῦ δευτέρου), διὰ τοῦτο αὐτὸς μίγνυ‐ | |
45 | ται ἀγνοῶν τῇ οἰκείᾳ νύμφῃ, καὶ μανθάνει διὰ τῶν ἔργων ὅτι οὐχ ἡ ταύτης αἰτία, ἀλλ’ ἡ ἐκείνων κακία ὑπευθύνους αὐτοὺς τῇ τιμωρίᾳ γενέσθαι πεποίηκε, καὶ ἐξομολογησάμενος τὸ οἰκεῖον ἁμάρτημα κἀκείνην τῆς τιμωρίας ἀπαλλάξας, Οὐ προσέθετο, φησὶν, ἔτι | |
54.534(50) | τοῦ γνῶναι αὐτήν· δεικνὺς ὅτι οὐδ’ ἂν τὸ πρότερον αὐτῇ συνεγένετο, εἰ μὴ ἀγνοίᾳ τὴν μίξιν εἰργάσατο. Εἶτα ἐπειδὴ διηγήσατο ἡμῖν ἡ θεία Γραφὴ μετὰ ἀκριβείας τὴν γεγενημένην ἀπάτην ὑπὸ τῆς Θάμαρ, λοιπὸν διδάσκει ἡμᾶς, καὶ τίνα ἐστὶ τὰ παρ’ αὐτῆς | |
55 | τικτόμενα παιδία. Ἐγένετο γὰρ, φησὶν, ἡνίκα ἔτικτε, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς. Ἐγέ‐ νετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα· Αὐτὸς ἐξελεύ‐ | |
60 | σεται πρῶτος. Ὅρα μοι ἐνταῦθα μυστήριον καὶ προαναφώνησιν τῶν μελλόντων ἔσεσθαι. Μετὰ γὰρ τὸ δῆσαι τὴν μαῖαν εἰς τὴν χεῖρα τὸ κόκκινον, ὥστε κατάδηλον αὐτὸν γενέσθαι, τότε Ἐπισυνήγαγε τὴν χεῖρα, καὶ ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ. Παρεχώ‐ | |
65 | ρησε, φησὶ, τῷ ἀδελφῷ τὴν πρόοδον, καὶ ὁ τελευ‐ ταῖος νομιζόμενος πρῶτος ἐξῄει, καὶ ὁ πρῶτος νομι‐ ζόμενος μετ’ ἐκεῖνον προῄει. Καὶ εἶπεν ἡ μαῖα· Τί διεκόπη διὰ σὲ φραγμός; Καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές. Διακοπὴ γὰρ ἑρμηνεύεται τὸ ὄνομα, | |
70 | καὶ μερισμὸς, ὡς ἂν εἴποι τις. Καὶ μετὰ τοῦτον | |
54.535 | ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ τὸ σημεῖον ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς δεξάμενος, καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρᾶ, ὃ ἑρμηνεύεται ἀνατολή. Καὶ ὅτι οὐχ ἁπλῶς ταῦτα γεγένηται, ἀλλὰ τύπος | |
5 | ἦν τῶν μελλόντων ἔσεσθαι, αὐτὰ δηλοῖ τὰ πράγματα. Οὐδὲ γὰρ κατὰ φύσεως ἀκολουθίαν ἦν τὸ γεγονός. Πῶς γὰρ ἦν δυνατὸν, μετὰ τὸ δεθῆναι τὴν χεῖρα τῷ κοκκίνῳ, πάλιν συσταλῆναι, καὶ δοῦναι πάροδον τῷ μετὰ ταῦτα, εἰ μὴ θεία τις ἦν δύναμις ἡ ταῦτα | |
10 | προοικονομοῦσα, καὶ καθάπερ ἐν σκιᾷ τινι προδιετυ‐ ποῦτο, ὅτι ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων ὁ Ζαρᾶ, ὅπερ ἐστὶν ἀνατολὴ (οὗτος γὰρ ὁ τύπος τῆς Ἐκκλησίας), ἤρξατο προκύπτειν, καὶ μικρὸν προελθόντος αὐτοῦ καὶ ὑποχωρήσαντος, ἡ νομικὴ παρατήρησις ἡ διὰ | |
15 | τοῦ Φαρὲς μηνυομένη ἐπεισῆλθε. καὶ χρόνῳ πολλῷ κρατοῦσα, πάλιν τοῦ πρότερον ὑποχωρήσαντος, τοῦ Ζαρᾶ λέγω, προελθόντος, παρεχώρησε πάλιν τῇ Ἐκκλησίᾳ πᾶσα ἡ Ἰουδαϊκὴ πολιτεία; Ἀλλὰ τάχα νῦν ἀναγκαῖον συντομώτερον πάλιν αὐτὸ καὶ σαφέστερον | |
20 | εἰπεῖν. Ἤρξαντο, καθάπερ ὁ Ζαρᾶ τὴν χεῖρα προ‐ εξήνεγκεν, ὁ Νῶε καὶ ὁ Ἀβραὰμ, μᾶλλον δὲ πρὸ τοῦ Νῶε ὁ Ἄβελ καὶ ὁ Ἐνὼχ τῆς πρὸς τὸν Θεὸν εὐαρε‐ στήσεως πολὺν ποιεῖσθαι λόγον. Εἶτα ἐπειδὴ εἰς πλῆθος ἐκταθέντες πολλὰ φορτία ἁμαρτημάτων συν‐ | |
25 | ελέξαντο, ἔδει δὲ μικρᾶς τινος αὐτοὺς παραμυθίας ἀπολαύειν, ὡς σκιά τις ὁ νόμος ἐδόθη, οὐχ ὅτι ἁμαρ‐ τήματα ἀναιρῶν, ἀλλὰ ταῦτα ἀποδεικνὺς καὶ φανερὰ αὐτοῖς ἐργαζόμενος, ἵνα καθάπερ τὰ ἀτελῆ παιδία γάλακτι τρεφόμενα εἰς ἀκμὴν ἡλικίας ἐλθεῖν δυνη‐ | |
30 | θῶσιν. Ἀλλ’ ἐπειδὴ οὐδὲ οὕτως ἀπώναντό τι, ἀλλὰ, καίτοι ὑποδεικνύοντος τοῦ νόμου τῶν ἁμαρτημάτων τὸ μέγεθος, οὗτοι πάλιν τούτοις ἀνεφύροντο, παρα‐ γενόμενος ὁ κοινὸς Δεσπότης τὴν πνευματικὴν ταύ‐ την καὶ ἐνάρετον πολιτείαν τῷ τῶν ἀνθρώπων ἐχα‐ | |
35 | ρίσατο γένει, ἧς τύπον ὁ Ζαρᾶ ἐπλήρου. Διὰ τοῦτο καὶ ὁ εὐαγγελιστὴς μέμνηται καὶ τῆς Θάμαρ καὶ τῶν ἐξ αὐτῆς τεχθέντων, καί φησιν· Ἰούδας δὲ ἐγέννησε τὸν Φαρὲς καὶ τὸν Ζαρᾶ ἐκ τῆς Θάμαρ. γʹ. Μὴ τοίνυν ἁπλῶς παρατρέχωμεν τὰ ἐν ταῖς θείαις | |
40 | Γραφαῖς κείμενα, μηδὲ ἐξεπιπολῆς τοῖς λεγομένοις προσέχωμεν, ἀλλ’ εἰς τὸ βάθος ἑαυτοὺς καθέντες, καὶ τὸν ἐναποκείμενον πλοῦτον καταμαθόντες, δοξάζωμεν τὸν ἡμέτερον Δεσπότην, τὸν μετὰ τοσαύτης σοφίας ἅπαντα οἰκονομοῦντα. Εἰ γὰρ μὴ τὸν σκοπὸν καὶ τὴν | |
45 | αἰτίαν ἑκάστου τῶν γινομένων ἐξετάζειν βουλοί‐ μεθα, οὐ μόνον ταύτης κατηγορήσομεν, ὡς τῷ πεν‐ θερῷ αὐτῆς μιγείσης, ἀλλὰ καὶ τὸν Ἀβραὰμ αἰτια‐ σόμεθα, ὡς παιδοκτόνον τῇ γνώμῃ γεγενημένον, καὶ τὸν Φινεὲς, ὡς κατ’ αὐτὸν δύο φόνους ἐργασάμενον. | |
54.535(50) | Ἐὰν δὲ ἑκάστου τὴν αἰτίαν ἀκριβῶς καταμάθωμεν, κἀκείνους μέμψεως ἀπαλλάξομεν, καὶ αὐτοὶ πολλὴν ἐκεῖθεν τὴν ὠφέλειαν καρπωσόμεθα. Ἀλλὰ τὰ μὲν κατὰ τὴν ἱστορίαν ταύτην, ὡς ἡμῖν οἷόν τε ἦν, διεξ‐ εληλύθαμεν ἐπὶ τῆς ὑμετέρας ἀγάπης. | |
55 | Εἰ δὲ μὴ ἀπεκάμετε, καὶ βούλεσθε, καὶ τῶν ἑξῆς ἐφαψόμεθα, καὶ πάλιν ἐπὶ τὴν κατὰ τὸν θαυμαστὸν Ἰωσὴφ διήγησιν ἥξομεν, ἵνα μάθητε καὶ ἐκ τῶν σήμερον λεγομένων, ὅσα ὁ γενναῖος οὗτος ἀθλητὴς μετὰ τὰ ὀνείρατα ἐκεῖνα, τὰ τὴν βασιλείαν αὐτῷ | |
60 | μηνύοντα καὶ τὴν κατὰ τῶν ἀδελφῶν ἀρχὴν, ὑπ‐ έμεινε, καὶ ὅπως ἀπὸ ἀγώνων ἀγῶνες αὐτὸν διεδέ‐ χοντο, καὶ πειρασμοῖς πειρασμοὶ συνήπτοντο, καὶ ἐπάλληλα ἦν τὰ ναυάγια, καὶ ὁ κυβερνήτης οὐ κατ‐ | |
εποντίζετο, καὶ σφοδροτέρου τοῦ χειμῶνος ἐπαν‐ | Column end | |
54.536 | ισταμένου, καθάπερ ἐπὶ τῶν οἰάκων καθήμενος, οὕτω τὴν ναῦν ἴθυνεν. Ἄξιον δὲ ἀκοῦσαι καὶ αὐ‐ τῶν τῶν ῥημάτων, ἵνα πάντα μετὰ ἀκριβείας μα‐ θεῖν δυνηθῶμεν. Ἰωσὴφ δὲ, φησὶ, κατήχθη εἰς | |
5 | Αἴγυπτον, καὶ ἐκτήσατο αὐτὸν ὁ ἀρχιμάγειρος Φαραὼ ἐκ χειρὸς Ἰσμαηλιτῶν. Εἶτα ἐπειδὴ καὶ οἱ παρὰ τῶν ἀδελφῶν αὐτὸν ὠνησάμενοι βάρβαροί τινες καὶ ἀλλόκοτοι ἦσαν τὸ ἦθος, καὶ πάλιν αὐτοὶ τῷ Αἰγυ‐ πτίῳ τῷ ἀρχιμαγείρῳ τοῦ Φαραὼ αὐτὸν ἀπέδοντο, | |
10 | καὶ διαφόρους ἤμειβε δεσπότας ὁ ἐν ταῖς ἀγκάλαις τοῦ πατρὸς ἀνατραφείς· ἵνα μὴ ξενιζώμεθα πῶς ἤνεγκε τὴν μοχθηρὰν ἐκείνην δουλείαν νέος ὢν, καὶ πάσης τοιαύτης σκληραγωγίας ἄπειρος, καὶ ἐν οἰκίᾳ μετὰ πολλῆς τῆς πατρικῆς φιλοστοργίας ἀνα‐ | |
15 | τραφεὶς, ἐπήγαγεν ἡ Γραφὴ λέγουσα· Καὶ ἦν Κύ‐ ριος μετὰ Ἰωσὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων. Τί ἐστι, Καὶ ἦν Κύριος μετὰ Ἰωσήφ; Συμπαρῆν αὐτῷ, φησὶν, ἡ ἄνωθεν χάρις, καὶ αὐτὴ αὐτῷ πάντα τὰ δυσχερῆ ἐξευμάριζεν. Αὕτη πάντα τὰ κατ’ αὐτὸν | |
20 | ᾠκονόμει· αὕτη καὶ τοὺς ἐμπόρους ἐκείνους ἡμερω‐ τέρους αὐτῷ κατέστησε, καὶ ἀποδόσθαι τῷ ἀρχιμα‐ γείρῳ κατηνάγκασεν, ἵνα ὁδῷ προβαίνων οὕτω κατὰ μικρὸν, καὶ διὰ τῶν πειρασμῶν τούτων ὁδεύων ἐπὶ τὸν τῆς βασιλείας θρόνον ἀνελθεῖν δυνηθῇ. Ἀλλὰ σὺ, | |
25 | ἀγαπητὲ, ἀκούων ὅτι ὑπέμεινε τὴν δουλείαν τὴν παρὰ τοῖς ἐμπόροις, εἶτα διεδέξατο ἡ δουλεία τοῦ ἀρχιμαγείρου, λογίζου, πῶς οὐκ ἐταράττετο, οὐδὲ διελογίζετο καθ’ ἑαυτὸν καὶ ἠπόρει καὶ ἔλεγε· Τίς ἡ τῶν ὀνειράτων ἐκείνων ἀπάτη ἡ τοσαύτην τὴν περι‐ | |
30 | φάνειάν μοι μηνύουσα; Ἰδοὺ γὰρ μετὰ τὰ ὀνείρατα ἐκεῖνα δουλεία, καὶ δουλεία χαλεπὴ, καὶ δεσπότας ἀμείβω, ἀπὸ τούτου πρὸς ἐκεῖνον, καὶ ἀπ’ ἐκείνου πρὸς τοῦτον, καὶ ἀναγκάζομαι ἔθεσιν ἀλλοκότοις συναναμίγνυσθαι. Ἆρα μὴ ἐγκατελείφθημεν; ἆρα | |
35 | μὴ παρώφθημεν παρὰ τῆς ἄνωθεν ῥοπῆς; Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν, ἀλλ’ ἔφερε πάντα πράως καὶ γενναίως. Ἦν γὰρ Κύριος μετὰ Ἰω‐ σὴφ, καὶ ἦν ἀνὴρ ἐπιτυγχάνων Τί ἐστιν, Ἐπι‐ τυγχάνων. Πάντα αὐτῷ κατευώδου, πανταχοῦ προ‐ | |
40 | ωδοποίει αὐτῷ ἡ ἄνωθεν χάρις, καὶ οὕτω φανερὰ ἦν ἡ ἐπανθοῦσα αὐτῷ χάρις, ὡς καὶ τῷ δεσπότῃ αὐτοῦ τῷ ἀρχιμαγείρῳ κατάδηλον τοῦτο γενέσθαι. ᾜδει γὰρ, φησὶν, ὁ κύριος αὐτοῦ, ὅτι Κύριος ἦν μετ’ αὐτοῦ, καὶ πάντα ὅσα ἂν ποιῇ, Κύριος εὐοδοῖ ἐν | |
45 | ταῖς χερσὶν αὐτοῦ. Εὗρε δὲ Ἰωσὴφ χάριν ἐναν‐ τίον τοῦ κυρίου αὐτοῦ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τοῦ οἴκου αὐτοῦ, καὶ πάντα ὅσα ἦν αὐτῷ ἔδωκε διὰ χειρὸς Ἰωσήφ. Εἶδες ὅσον ἐστὶν ὑπὸ τῆς ἄνωθεν βοηθεῖσθαι δεξιᾶς; Ἰδοὺ γὰρ καὶ νέος καὶ | |
54.536(50) | ξένος καὶ αἰχμάλωτος καὶ δοῦλος, καὶ πᾶσαν ἐγχει‐ ρίζεται παρὰ τοῦ δεσπότου τὴν οἰκίαν. Καὶ πάντα διὰ χειρὸς αὐτοῦ δέδωκε, φησί. Διὰ τί; Ἐπειδὴ μετὰ τῆς ἄνωθεν συνεργίας καὶ τὸν οἰκεῖον τρόπον εἰσήνεγκεν. Εὐηρέστει γὰρ αὐτῷ, φησὶν, ἀντὶ τοῦ, | |
55 | Μετὰ πολλῆς εὐνοίας ἅπαντα διεπράττετο. Εἶτα βου‐ λόμενος αὐτὸν ὁ φιλάνθρωπος Θεὸς ἐν πλείονι κατα‐ στῆσαι ἀδείᾳ, οὐκ ἀπήλλαξε τῆς δουλείας, οὐδὲ ἐν ἐλευθερίᾳ παρεσκεύασεν εἶναι. Τοῦτο γὰρ αὐτῷ ἔθος ἀεὶ, τοὺς ἐναρέτους ἄνδρας οὐκ ἀπαλλάττειν τῶν | |
60 | κινδύνων, οὐδὲ ἐλευθεροῦν τῶν πειρασμῶν, ἀλλ’ ἐν αὐτοῖς τοῖς πειρασμοῖς τοσαύτην ἐπιδείκνυσθαι τὴν οἰκείαν ῥοπὴν, ὡς αὐτοὺς τοὺς πειρασμοὺς ὑπόθεσιν αὐτοῖς ἑορτῆς γίνεσθαι. Διὰ τοῦτο καὶ ὁ μακάριος Δαυῒδ ἔλεγεν· Ἐν θλίψει ἐπλάτυνάς με. Οὐχὶ τὴν | |
65 | θλίψιν ἀπήλασας, φησὶν, οὐδὲ ταύτης ἀπαλλάξας ἐν ἀνέσει με εἶναι πεποίηκας, ἀλλ’ ὅπερ ἐστὶ θαυμαστὸν | |
καὶ παράδοξον, ἐν μέσῳ τῶν θλίψεων τυγχάνοντα ἐν | ||
54.537 | ἀδείᾳ εἶναι παρεσκεύασας. Τοῦτο δὴ καὶ ἐνταῦθα ποιεῖ ὁ φιλάνθρωπος Δεσπότης. Εὐλόγησε γὰρ τὸν οἶκον τοῦ Αἰγυπτίου διὰ τὸν Ἰωσήφ. Καὶ ἐμάνθανε λοιπὸν καὶ ὁ βάρβαρος, ὅτι τῶν ᾠκειωμέ‐ | |
5 | νων ἐστὶ τῷ Θεῷ ὁ νομιζόμενος οἰκέτης, Καὶ ἐπ‐ έτρεψε, φησὶν, ἅπαντα ὅσα ἦν αὐτῷ διὰ χειρὸς Ἰωσήφ· καὶ οὐκ ᾔδει οὐδὲν, πλὴν τοῦ ἄρτου οὗ ἤσθιε. Μονονουχὶ δεσπότην αὐτὸν κατέστησε πάσης τῆς ἑαυτοῦ οἰκίας. Καὶ ἦν ὁ δοῦλος, ὁ αἰχμάλωτος | |
10 | ὑπὸ τὴν ἑαυτοῦ χεῖρα ἔχων πάντα τὰ τοῦ δεσπότου. Τοσοῦτόν ἐστιν ἀρετή· ὅπου γὰρ ἐὰν αὕτη φανῇ, πάντων περιγίνεται καὶ κρατεῖ. Ὥσπερ γὰρ τοῦ φω‐ τὸς ἀνατείλαντος ἀπελαύνεται τὸ σκότος, οὕτω καὶ νῦν τῆς ἀρετῆς φανείσης ἐκποδὼν πᾶσα κακία γί‐ | |
15 | νεται. δʹ. Ἀλλὰ τὸ πονηρὸν θηρίον ὁ διάβολος, θεασάμενος τοῦ δικαίου τὴν εὐδοκίμησιν, καὶ ὅτι δι’ αὐτῶν τῶν νομιζομένων λυπηρῶν περιφανέστερος ἐγίνετο, τρί‐ ζων τοὺς ὀδόντας καὶ μεμηνὼς, καὶ οὐδὲ φέρων ὁρᾷν | |
20 | τὸν δίκαιον οὕτω καθ’ ἑκάστην ἡμέραν λαμπρότερον γινόμενον, βόθρον αὐτῷ ἀνορύττει βαθὺν, καὶ κρη‐ μνὸν, ὡς ἐνόμιζε, μέγιστον αὐτῷ τίκτοντα τὸν ὄλε‐ θρον, καὶ χειμῶνα κατασκευάζει, σφοδρὸν αὐτῷ τὸ ναυάγιον ἐργάσασθαι δυνάμενον· ἀλλ’ ἐμάνθανεν οὐκ | |
25 | εἰς μακρὰν, ὅτι πρὸς κέντρα λακτίζει, καὶ κατὰ τῆς οἰκείας κεφαλῆς ἅπαντα διαπράττεται. Καὶ ἦν Ἰω‐ σὴφ, φησὶ, καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει. Τίνος ἕνεκεν ἡμῖν τὴν εὐμορφίαν τοῦ σώματος δι‐ ηγεῖται; Ἵνα μάθωμεν ὅτι οὐ μόνον τῇ κατὰ ψυχὴν | |
30 | εὐμορφίᾳ ἦν καλὸς, ἀλλὰ καὶ τῷ σώματι. Ἐν αὐτῷ γὰρ τῷ ἄνθει τῆς ἡλικίας νέος ἦν, καὶ Καλὸς τῷ εἴ‐ δει, καὶ ὡραῖος τῇ ὄψει. Ταῦτα δὲ προλαβοῦσα δι‐ ηγεῖται περὶ αὐτοῦ ἡ θεία Γραφὴ, ἵνα διδάξῃ ἡμᾶς ὡς ἁλοῦσα τῷ κάλλει τοῦ νεανίσκου ἡ Αἰγυπτία πρὸς | |
35 | τὴν παράνομον ἐκείνην μίξιν αὐτὸν ἐκάλει. Καὶ ἐγένετο, φησὶ, μετὰ ταῦτα. Τί ἐστι, Μετὰ ταῦτα; Μετὰ τὸ πάσης τῆς οἰκίας τὴν ἐξουσίαν αὐτὸν ἐμπι‐ στευθῆναι, καὶ μετὰ τὸ ἐν τοσαύτῃ εἶναι τιμῇ ἀξιω‐ θῆναι παρὰ τοῦ δεσπότου, Ἐπέβαλεν ἡ γυνὴ τοῦ | |
40 | κυρίου αὐτοῦ τοὺς ὀφθαλμοὺς αὐτῆς ἐπὶ τὸν Ἰωσήφ. Ὅρα τὴν ἀναίδειαν τῆς ἀκολάστου γυναικός. Οὐχ ὅτι δέσποινα εἶναι ἐνομίζετο ἐν διανοίᾳ ἔλαβεν, οὐχ ὅτι οἰκέτης ἦν ἐκεῖνος, ἀλλ’ ὑπὸ τῆς εὐμορφίας ἁλοῦσα, καὶ τὸν ἐμπρησμὸν τὸν σατανικὸν δεξαμένη, | |
45 | ἐπιπηδᾷν ἐπεχείρει λοιπὸν τῷ νεανίσκῳ, καὶ τὸν πονηρὸν τοῦτον λογισμὸν ἐν τῇ διανοίᾳ συνέχουσα, καιρὸν ἐπεζήτει καὶ ἐρημίαν τὴν δυναμένην αὐτῇ συμπρᾶξαι πρὸς τὴν παράνομον ταύτην ἐπιχείρησιν. Ὁ δὲ, φησὶν, οὐκ ἤθελεν· οὐκ ἐπείθετο, οὐδὲ κατεδέ‐ | |
54.537(50) | χετο τὰ παρ’ ἐκείνης ῥήματα. ᾜδει γὰρ πολὺν αὐτῷ φέροντα τὸν ὄλεθρον· καὶ οὐ μόνον τὰ καθ’ ἑαυτὸν ἐσκόπει, ἀλλὰ σπουδὴν ἐποιεῖτο κἀκείνην, καθ’ ὅσον οἷόν τε ἦν, ἀπαλλάξαι τῆς μανίας καὶ τῆς ἀτόπου ταύτης ἐπιθυμίας. Καὶ συμβουλὴν αὐτῇ εἰσάγει ἱκα‐ | |
55 | νὴν αὐτὴν καταιδέσαι, καὶ ποιῆσαι τὸ συμφέρον ἐπι‐ γνῶναι. Εἶπε γὰρ, φησὶ, τῇ γυναικὶ τοῦ κυρίου αὐτοῦ (ἡ δέσποινα παρὰ τοῦ δούλου συμβουλὴν δέ‐ χεται)· Εἰ ὁ κύριός μου οὐ γινώσκει δι’ ἐμὲ οὐδὲν τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, ἀλλὰ πάντα ὅσα ἐστὶν | |
60 | αὐτῷ, δέδωκεν εἰς τὰς χεῖράς μου. Ὢ εὐγνωμοσύ‐ νης ἀνδρός. Ὅρα πῶς ἀπαριθμεῖται τοῦ δεσπότου τὰς εὐεργεσίας, ἵνα δείξῃ ὅσῃ τῇ ἀγνωμοσύνῃ ἐκείνη κέ‐ χρηται πρὸς τὸν ὁμόζυγον. Εἰ γὰρ ἐγὼ, φησὶν, ὁ οἰκέτης, ὁ ξένος, ὁ αἰχμάλωτος, τοσαύτης ἀπήλαυσα | |
65 | παρ’ αὐτοῦ ἀδείας, ὡς ἅπαντα ὑπὸ τὴν χεῖρα εἶναι | Column end |
54.538 | τὴν ἐμὴν, καὶ οὐδέν ἐστιν ὃ ὑπεξαιρεῖται τῆς χειρός μου, πλὴν σοῦ, ἀλλὰ πᾶσι μὲν αὐτὸς ἐπίκειμαι, μόνῃ δὲ σοὶ ὑποτέταγμαι, καὶ ἔξω τυγχάνεις τῆς ἐμῆς ἐξουσίας. Εἶτα ἵνα καιρίαν δῷ τὴν πληγὴν, καὶ ὑπο‐ | |
5 | μνήσῃ τῆς εὐνοίας τοῦ ἀνδρὸς, καὶ πείσῃ αὐτὴν μὴ ἀγνώμονα περὶ τὸν σύνοικον γενέσθαι, φησί· Καὶ σὺ διὰ τοῦτο ἔξω τῆς ἐξουσίας τῆς ἐμῆς τυγχάνεις, Διὰ τὸ σὲ γυναῖκα αὐτοῦ εἶναι. Εἰ τοίνυν γυνὴ αὐτοῦ τυγχάνεις, πῶς οὖν ποιήσω τὸ ῥῆμα τὸ πονηρὸν | |
10 | τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Ἐπει‐ δὴ γὰρ ἐκείνη τὴν ἐρημίαν ἐζήτει, καὶ καιρὸν ἀν‐ έμενε, λαθεῖν σπουδάζουσα τὸν ἄνδρα, καὶ τοὺς οἰκέ‐ τας τοὺς ἐπὶ τῆς οἰκίας ἅπαντας, φησὶν οὗτος· Πῶς δυνήσομαι ποιῆσαι τὸ πονηρὸν τοῦτο, καὶ | |
15 | ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Τί γὰρ νομίζεις; Κἂν πάντας λαθεῖν δυνηθῶμεν, τὸν ἀκοίμητον ὀφθαλ‐ μὸν οὐ δυνάμεθα λαθεῖν. Ἐκεῖνον μόνον δεδοικέναι δεῖ, καὶ ἀγωνιᾷν καὶ τρέμειν, ὥστε μὴ ὑπὸ τοῖς ἐκείνου ὀφθαλμοῖς παράνομόν τι διαπράξασθαι. Καὶ | |
20 | ἵνα μάθωμεν τὴν ὑπερβάλλουσαν τοῦ δικαίου ἀρετὴν, καὶ ὅτι οὐχ ἅπαξ οὐδὲ δὶς, ἀλλὰ καὶ πολλάκις τὸν ἀγῶνα τοῦτον ὑπέμεινε, καὶ τῆς λέξεως ταύτης ἠν‐ έσχετο, καὶ συμβουλεύων οὐκ ἐπαύσατο, φησὶν ἡ Γραφή· Ἡνίκα δὲ ἐλάλει ἡμέραν ἐξ ἡμέρας, καὶ | |
25 | οὐχ ὑπήκουσεν αὐτῆς· ἐπιτηρήσασα τὰ ἐπὶ τῆς οἰκίας διαπραττόμενα, ἐπιπηδᾷ τῷ νεανίσκῳ, καθά‐ περ θηρίον θῆγον τοὺς ὀδόντας, καὶ ἐπισπασαμένη τῶν ἱματίων κατεῖχε. Μὴ ἁπλῶς τοῦτο παραδράμω‐ μεν, ἀλλ’ ἐννοήσωμεν ὅσον ὑπέμεινε τὸν ἀγῶνα ὁ | |
30 | δίκαιος ἐκεῖνος. Οὐ γὰρ οὕτω θαυμαστὸν ἦν, ὡς ἔμοιγε δοκεῖ, ἐν μέσῃ τῇ Βαβυλωνίᾳ καμίνῳ τοὺς τρεῖς παῖδας ὄντας ἀβλαβεῖς διαμεῖναι, καὶ μηδὲν ὑπὸ τοῦ πυρὸς παθεῖν, ὡς θαυμαστὸν ἐγένετο καὶ παράδοξον τὸν θαυμαστὸν τοῦτον νεανίσκον κατασχεθέντα τῶν | |
35 | ἱματίων ὑπὸ τῆς μιαρᾶς ταύτης καὶ ἀκολάστου μὴ ἐνδοῦναι, ἀλλὰ καὶ τὰ ἱμάτια ἀφέντα ἐν ταῖς ἐκείνης χερσὶν οὕτως ἀποπηδῆσαι. Ὥσπερ γὰρ οἱ τρεῖς παῖ‐ δες ἐκεῖνοι διὰ τὴν οἰκείαν ἀρετὴν τῆς ἄνωθεν ἀπο‐ λαύσαντες ῥοπῆς, τοῦ πυρὸς κρείττους ὤφθησαν· | |
40 | οὕτω καὶ οὗτος, ἐπειδὴ τὰ παρ’ ἑαυτοῦ εἰσέφερε, καὶ τῆς σωφροσύνης τοὺς ἀγῶνας μετὰ πολλοῦ τοῦ τόνου ἐπεδείκνυτο, πολλῆς καὶ τῆς ἄνωθεν συμμαχίας ἀπ‐ ήλαυσε, τῆς τοῦ Θεοῦ δεξιᾶς συμπραττούσης αὐτῷ τοσοῦτον ἆθλον νικῆσαι, καὶ ἔξω τῶν δικτύων τῆς | |
45 | ἀσελγοῦς ἐκείνης καταστῆναι. Καὶ ἦν ἰδεῖν λοιπὸν τότε τὸν θαυμάσιον τοῦτον γυμνὸν μὲν ἐξιόντα ἱμα‐ τίων, ἐνδεδυμένον δὲ τῆς σωφροσύνης τὸ ἔνδυμα, καὶ καθάπερ ἀπό τινος πυρᾶς καὶ καμίνου ἀβλαβῆ δια‐ φυγεῖν, καὶ οὐ μόνον οὐ κατακαυθέντα, ἀλλὰ καὶ | |
54.538(50) | λαμπρότερον καὶ φαιδρότερον γεγενημένον. εʹ. Ἀλλ’ ὅρα μετὰ τοσαύτην νίκην, μετὰ τοσαύτην ἀνδρείαν, ὑπὲρ ὧν ἐχρῆν αὐτὸν στεφανωθῆναι, ὑπὲρ ὧν ἐχρῆν αὐτὸν ἀνακηρυχθῆναι, πάλιν ὡσανεὶ ὑπεύ‐ θυνον τὰ μυρία ὑπομένοντα δεινά. Ἡ γὰρ Αἰ‐ | |
55 | γυπτία ἐκείνη οὐ φέρουσα λοιπὸν τὴν αἰσχύνην καὶ τὸ ὄνειδος, ᾗ περιέβαλλεν ἑαυτὴν ἀδυνάτοις ἐπιχει‐ ρήσασα, πρότερον μὲν τοὺς ἐπὶ τῆς οἰκίας συγκαλε‐ σαμένη κατηγορεῖ τοῦ νεανίσκου, καὶ τὰ παρ’ αὐτῆς μανικῶς προταθέντα, ὡς παρ’ ἐκείνου εἰρημένα φή‐ | |
60 | σασα, οὕτως ἀπατᾷν ἅπαντας ἐπεχείρει. Τοιοῦτον γὰρ ἔθος τῇ κακίᾳ, ἀεὶ πρὸς τὴν ἀρετὴν ἀγωνιζο‐ μένην τὰ ἑαυτῆς ἐλαττώματα ἐκείνῃ ἐπιχειρεῖν προσ‐ τρίβεσθαι· ὃ δὴ καὶ αὕτη τότε ἐποίει, τὸν νεανίσκον ὡς ἀκόλαστον διαβάλλουσα καὶ ἑαυτῇ προσωπεῖον | |
65 | σωφροσύνης περιθεῖσα, καὶ λέγουσα διὰ τοῦτο κἀκεῖ‐ νον τὰ ἱμάτια καταλελοιπέναι, καὶ ταύτην ταῦτα | |
κατεσχηκέναι. Καὶ ὁ φιλάνθρωπος Θεὸς ἐμακροθύμει | ||
54.539 | καὶ ἠνείχετο, ἵνα διὰ πάντων τὸν ἑαυτοῦ οἰκέτην λαμπρότερον ἀποφήνῃ. Ταῦτα γὰρ ἅπαντα ἐλθόντι τῷ ἀνδρὶ μετὰ πολλῆς τῆς κακουργίας εἰποῦσα καὶ κατηγορήσασα τοῦ νεανίσκου ἔλεγεν· Εἰσῆλθε πρός | |
5 | με ὁ παῖς ὁ Ἑβραῖος, ὃν εἰσήγαγες πρὸς ἡμᾶς, ἐμπαῖξαί μοι. Ἀθλία καὶ ταλαίπωρε. Οὐκ αὐτὸς εἰσήγαγεν ὥστε ἐμπαῖξαί σοι, ἀλλ’ ὁ διάβολός σε εἰσ‐ ήγαγεν, ὥστε μὴ μόνον μοιχαλίδα γενέσθαι, ἀλλὰ, τὸ ἧκον εἰς σὲ, καὶ φόνον ἐργάσασθαι. Καὶ ἐδείκνυ | |
10 | λοιπὸν εἰς ἀπόδειξιν τῶν παρ’ αὐτῆς λεγομένων τὰ ἱμάτια τοῦ νεανίσκου. Ἐννόει μοι ἐνταῦθα τοῦ κοινοῦ πάντων ἀνθρώπων Δεσπότου τὴν φιλανθρωπίαν. Ὥσπερ γὰρ τῶν ἀδελ‐ φῶν αὐτὸν ἐξείλετο βουλομένων αὐτὸν ἀνελεῖν, καὶ | |
15 | παρεσκεύασε πρότερον μὲν κατὰ τὴν συμβουλὴν τοῦ Ῥουβὴν εἰς τὸν λάκκον ἐμβληθῆναι, καὶ μετὰ ταῦτα πάλιν κατὰ τὴν συμβουλὴν τοῦ Ἰούδα τοῖς ἐμπόροις διαπραθῆναι, ἵνα τῶν ὀνειράτων ἡ ἔκβασις εἰς ἔργον ἐλθοῦσα πείσῃ τὸν δίκαιον, ὡς οὐ μάτην οὐδὲ εἰκῆ | |
20 | ἐκεῖνα αὐτῷ προεμηνύετο· οὕτω καὶ νῦν ἡ ἄνωθεν χεὶρ ἦν ἡ τὸν βάρβαρον ἐκεῖνον κατέχουσα, καὶ μὴ συγχωρήσασα εὐθέως ἐπὶ τὴν σφαγὴν ὁρμῆσαι τοῦ νεανίσκου. Τί γὰρ ἦν τὸ κωλύον, μαθόντα ὡς εἰς αὐ‐ τὴν τὴν εὐνὴν ἀδικῆσαι αὐτὸν ἐπεχείρησε, μὴ τοῦτο | |
25 | ποιῆσαι; Ἀλλ’ ὁ εὐμήχανος Θεὸς τοσαύτην παρ‐ εσκεύασεν αὐτὸν ἐπιδείξασθαι τὴν πραΰτητα, ἵνα ἐμ‐ βληθεὶς τῷ δεσμωτηρίῳ, καὶ πάλιν ἐκεῖ τὴν οἰκείαν ἐπιδειξάμενος ἀρετὴν, οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς βα‐ σιλείας παραγένηται. Ἐθυμώθη γὰρ, φησὶν, ὁ κύ‐ | |
30 | ριος αὐτοῦ, καὶ ἐνέβαλεν αὐτὸν εἰς τὸ ὀχύρωμα, ὅπου οἱ δεσμῶται τοῦ βασιλέως κατέχονται. Εἰ μὲν γὰρ μὴ ἐπίστευσε, οὐκ ἐχρῆν αὐτὸν ἐμβαλεῖν ἐν τῷ δεσμωτηρίῳ· εἰ δὲ ἐπίστευσε πάλιν ἀληθὲς εἶναι τὸ παρὰ τῆς Αἰγυπτίας λεγόμενον, οὐδὲ οὕτω δεσμω‐ | |
35 | τηρίου ἄξιος ἦν, ἀλλὰ ἀποτμηθῆναι καὶ δίκην δοῦναι τὴν ἐσχάτην. Ἀλλ’ ὅταν ἡ ἄνωθεν δεξιὰ τὴν ἑαυτῆς πρόνοιαν ἐπιδείκνυται, πάντα εὔκολα καὶ ῥᾴδια γί‐ νεται, καὶ οἱ ἄγριοι ἡμερώτεροι καθίστανται. Τότε δὲ καὶ ἡ ἄνωθεν ῥοπὴ μετὰ δαψιλείας ἡμῖν παραγίνε‐ | |
40 | ται, ὅταν πολλὴν καὶ ἡμεῖς τὴν ἀρετὴν ἐπιδειξώμεθα. Ἐπειδὴ γὰρ μεγάλως οὗτος ἠγωνίσατο, διὰ τοῦτο καὶ μεγάλων ἀπολαύει τῶν ἀμοιβῶν. Καὶ μετὰ τὴν τοσ‐ αύτην ἀνδρείαν ἀπήγετο εἰς τὸ δεσμωτήριον, καὶ σιγῇ πάντα ὑπέμενεν. Ἴστε γὰρ ὅπως οἱ μηδὲν ἑαυ‐ | |
45 | τοῖς συνειδότες πονηρὸν, ἐπειδὰν ὡς ὑπεύθυνοι κατα‐ δικάζωνται, πόσῃ κέχρηνται πολλάκις τῇ παῤῥησίᾳ καὶ τῇ ἐλευθεροστομίᾳ, κατεξανιστάμενοι καὶ μεγαλοφρονοῦντες κατὰ τῶν τὴν δίκην αὐτοῖς ἀνευ‐ θύνοις οὖσιν ἐπαγόντων. Ἀλλ’ οὗτος οὐχ οὕτως, ἀλλὰ | |
54.539(50) | καὶ σιγᾷ, καὶ πάντα πράως δέχεται, καὶ ἀνέμενε μετὰ πολλῆς τῆς ὑπομονῆς τὴν τοῦ Θεοῦ ῥοπήν. Ὅρα γὰρ πῶς καὶ ἐν τῷ δεσμωτηρίῳ ὢν πάλιν τὴν ἀρχὴν ἅπασαν αὐτὸς ἐδέχετο παρὰ τοῦ δεσμοφύλακος· εἰ‐ κότως· Ἦν γὰρ, φησὶ, Κύριος μετὰ Ἰωσὴφ, καὶ | |
55 | κατέχεεν αὐτοῦ ἔλεος. Τί ἐστι τὸ, Κατέχεεν αὐτοῦ ἔλεος; Πρὸς οἶκτον ἐπέκαμψε τὸν ἀρχιδεσμοφύλακα, καὶ πολλὴν περὶ αὐτὸν τὴν εὔνοιαν ἐπιδείξασθαι πα‐ ρεσκεύασεν· Ἔδωκε γὰρ αὐτῷ χάριν ἐναντίον αὐ‐ τοῦ. Ἀληθῶς οὐδὲν μακαριστότερον τοῦ τῆς ἄνωθεν | |
60 | εὐνοίας ἀπολαύοντος. Ἔδωκε γὰρ, φησὶν, ὁ ἀρχι‐ δεσμοφύλαξ τὸ δεσμωτήριον διὰ χειρὸς τῷ Ἰω‐ σήφ. Ὅρα πῶς ὑπεξίσταται ὁ δεσμοφύλαξ, καὶ πα‐ ραχωρεῖ, καὶ αὐτῷ τὴν αὐθεντίαν ἐπιτρέπει, καὶ πάντας τοὺς ἐν τῷ δεσμωτηρίῳ ὑπὸ τὴν ἐκείνου ἐξ‐ | |
65 | ουσίαν εἶναι ἐκέλευσε. Καὶ οὐκ ἦν ὁ ἀρχιδεσμοφύ‐ | |
λαξ γινώσκων οὐδέν· πάντα γὰρ ἦν διὰ χειρὸς | Column end | |
54.540 | Ἰωσὴφ, διὰ τὸ τὸν Κύριον μετ’ αὐτοῦ εἶναι, καὶ ὅσα αὐτὸς ἐποίει, Κύριος εὐώδου ἐν ταῖς χερσὶν αὐτοῦ. Σκόπει πῶς συμπαρῆν αὐτῷ διηνεκῶς ἡ χά‐ ρις ἡ ἄνωθεν, καὶ πάντα ἅπερ ἔπραττε χάριτος ἦν | |
5 | πεπληρωμένα. Τοῦτο τοίνυν καὶ ἡμεῖς σπουδάσωμεν, ἵνα μεθ’ ἑαυτῶν ἔχωμεν ἀεὶ τὸν Κύριον, καὶ ἵνα τὰ παρ’ ἡμῶν γινόμενα ὑπ’ ἐκείνου κατευοδῶται. Ὁ γὰρ ταύτης ἀξιωθεὶς τῆς ῥοπῆς, κἂν μέσοις τοῖς δεινοῖς ὢν τυγ‐ | |
10 | χάνῃ, καταγελάσεται πάντων, καὶ οὐδὲν αὐτὰ ἡγή‐ σεται, τοῦ Δεσπότου τῶν ὅλων, τοῦ πάντα ποιοῦντος καὶ μετασκευάζοντος, κατευοδοῦντος αὐτῷ ἅπαντα καὶ τὰ δυσχερῆ ῥᾴδια ἀπεργαζομένου. Πῶς δὲ δυ‐ νησόμεθα μεθ’ ἑαυτῶν ἔχειν τὸν Κύριον, καὶ ὑπ’ αὐ‐ | |
15 | τοῦ κατευοδοῦσθαι ἐν ἅπασιν; Ἐὰν νήφοντες ὦμεν καὶ ἐγρηγορότες, καὶ μιμησώμεθα τοῦ νέου τούτου τὴν σωφροσύνην, καὶ τὴν ἄλλην ἀρετὴν, καὶ τὸ φρό‐ νημα τὸ γενναῖον, καὶ ἴδωμεν ὅτι οὕτω χρὴ μετὰ ἀκριβείας ἅπαντα διαπράττεσθαι, ὡς μηδέποτε ὑπὸ | |
20 | τοῦ Δεσπότου καταγνωσθῆναι, ἀλλ’ ὅτι οὐχ οἷόν τέ τινα λαθεῖν ἐκεῖνον τὸν ἀκοίμητον ὀφθαλμὸν εἰδέναι, ἀλλ’ ἀνάγκη πάντως τὸν ἁμαρτόντα ταῖς τιμωρίαις ὑπεύθυνον γενέσθαι. Καὶ μὴ προτιμότερον ἡγώμεθα τὸν τῶν ἀνθρώπων φόβον τῆς τοῦ Θεοῦ ἀγανακτήσεως, | |
25 | ἀλλὰ μνημονεύωμεν διὰ παντὸς τῶν ῥημάτων τοῦ Ἰωσὴφ λέγοντος· Πῶς ποιήσω τὸ ῥῆμα τὸ πονη‐ ρὸν τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ Θεοῦ; Ὅταν τις οὖν λογισμὸς ἡμᾶς διαταράττῃ, τοῦτο ἐν τῇ διανοίᾳ στρέφωμεν τὸ ῥῆμα, καὶ παραχρῆμα φυγα‐ | |
30 | δεύεται πᾶσα ἄτοπος ἐπιθυμία. Εἴτε οὖν σωμάτων ἐπιθυμίᾳ τις ἁλῷ, εἴτε χρημάτων ἔρωτι, εἴτε ἄλλῃ τινὶ ἀτόπῳ ἡδονῇ, εὐθέως τοῦτο λογιζέσθω, ὅτι ἐκεῖ‐ νος ἡμῖν ἐστιν ὁ δικάζων, ὃν οὐχ οἷόν τε λαθεῖν οὐδὲ τὰ ἐν τῇ διανοίᾳ βουλευόμενα· καὶ πάντως διαφευ‐ | |
35 | ξόμεθα καὶ τὰς τοῦ διαβόλου μηχανὰς, καὶ ἀπολαύ‐ σομεν πολλῆς τῆς ἄνωθεν συμμαχίας· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πα‐ τρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν | |
40 | καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
41t | ΟΜΙΛΙΑ ΞΓʹ. | |
42n | Καὶ οὐκ ἦν γινώσκων οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ | |
43n | διὰ Ἰωσήφ. | |
44 | αʹ. Τὰ λείψανα τῶν χθὲς ἡμῖν εἰρημένων βουλόμεθα | |
45 | σήμερον ἀποδοῦναι τῇ ὑμετέρᾳ ἀγάπῃ, καὶ τῆς κατὰ τὸν Ἰωσὴφ πάλιν ἱστορίας ἅψασθαι. Ἴστε γὰρ ὅτι χθὲς εἰς μῆκος ἡμῖν ἐκταθέντος τοῦ λόγου οὐκ ἰσχύσα‐ μεν περαιτέρω προελθεῖν, ἀλλὰ μέχρις ἐκείνου τὸν λόγον ἐστήσαμεν, ἡνίκα διὰ τὴν τῆς Αἰγυπτίας συκο‐ | |
54.540(50) | φαντίαν ὑπὸ τοῦ ἀρχιμαγείρου εἰς τὸ δεσμωτήριον ἐνεβλήθη. Διὸ σήμερον ἀναγκαῖον διδάξαι τὴν ὑμετέ‐ ραν ἀγάπην τὰ κατὰ τὸ δεσμωτήριον αὐτῷ συμβεβη‐ κότα. Ἐπειδὴ γὰρ ἐνεβλήθη εἰς τὸ ὀχύρωμα, καὶ παρ‐ εδόθη τῷ ἀρχιδεσμοφύλακι, κἀκεῖ τοσαύτη γέγονεν | |
55 | εἰς αὐτὸν ἡ παρὰ τοῦ Θεοῦ ῥοπὴ, ὡς πᾶσαν τὴν ἀρχὴν τοῦ δεσμωτηρίου αὐτὸν ἐμπιστευθῆναι παρὰ τοῦ ἀρχι‐ δεσμοφύλακος. Καὶ οὐκ ἦν γινώσκων, φησὶν, οὐδὲν ὁ ἀρχιδεσμοφύλαξ διὰ Ἰωσήφ. Εἶδες πῶς ἐν αὐ‐ ταῖς ταῖς θλίψεσι γενόμενος οὐδεμίαν αἴσθησιν ἐλάμ‐ | |
60 | βανε τῶν λυπηρῶν, ἀλλ’ ἡ εὐμήχανος τοῦ Θεοῦ σοφία πάντα μετέβαλλε τὰ λυπηρά. Καὶ καθάπερ τὸν μαργα‐ ρίτην κἂν ἐν βορβόρῳ τις καταχώσειε, τὸ οἰκεῖον κάλ‐ | |
λος ἐπιδείκνυται· οὕτω καὶ ἡ ἀρετὴ, ὅπου δ’ ἂν αὐτὴν | ||
54.541 | ἐμβάλῃς, τὴν οἰκείαν δύναμιν ἐπιδείκνυται, κἂν ἐν δουλείᾳ, κἂν ἐν δεσμωτηρίῳ, κἂν ἐν θλίψει, κἂν ἐν ἀνέσει. Ἐπεὶ οὖν καὶ ἐν τῷ δεσμωτηρίῳ ἐμβληθεὶς εἷλε τὸν ἀρχιδεσμοφύλακα, καὶ πάντων τῶν αὐτόθι | |
5 | τὴν ἐξουσίαν ἐδέξατο παρ’ αὐτοῦ, ἴδωμεν ἐνταῦθα ὅπως τῆς προσούσης αὐτῷ χάριτος ἐκκαλύπτει τὴν ἰσχύν. Ἐγένετο γὰρ, φησὶ, μετὰ τὰ ῥήματα ταῦτα. Ποῖα; Ἅπερ διηγήσατο μετὰ τὸ συκοφαντηθῆναι, μετὰ τὸ καταδικασθῆναι τὸ δεσμωτήριον οἰκεῖν· καὶ οὐ τοῦτο | |
10 | μόνον, ἀλλὰ καὶ μετὰ τὸ γνωρίσαι ἡμῖν, ὅτι Κύριος ἦν μετ’ αὐτοῦ, καὶ ὅτι ὁ ἀρχιδεσμοφύλαξ διὰ χειρὸς αὐτοῦ πάντα τὰ αὐτόθι ἐπέτρεψεν οἰκονομεῖσθαι. Ἐγένετο οὖν μετὰ τὰ ῥήματα ταῦτα, μετὰ τὸ βλη‐ θῆναι αὐτὸν ἐν τῷ δεσμωτηρίῳ, ἁμαρτόντα τὸν | |
15 | ἀρχιοινοχόον καὶ τὸν ἀρχισιτοποιὸν καταδικασθῆ‐ ναι ὑπὸ τοῦ βασιλέως τὸ δεσμωτήριον οἰκεῖν· καὶ δεξάμενος αὐτοὺς ὁ ἀρχιδεσμοφύλαξ συνέστησεν αὐτοὺς τῷ Ἰωσήφ. Οὐδὲ γὰρ ὡς δεσμώτῃ λοιπὸν αὐτῷ ἐκέχρητο, ἀλλ’ ὡς κοινωνῷ τῆς φροντίδος, μᾶλ‐ | |
20 | λον δὲ καὶ ὡς ἱκανῷ ἐπικουφίζειν τὰς συμφορὰς τοῖς αὐτόθι καθειργμένοις. Καὶ παρέστη αὐτοῖς, φησί. Τί ἐστι τὸ, Παρέστη αὐτοῖς; Ἀντὶ τοῦ, παρεμυ‐ θεῖτο, ἐνεύρου αὐτῶν τὸν λογισμὸν, διήγειρεν αὐτῶν τὴν διάνοιαν, οὐ συνεχώρει καταποθῆναι ὑπὸ τῆς | |
25 | ἀθυμίας. Ἦσαν δὲ ἡμέρας πολλὰς ἐν τῇ φυλακῇ, καὶ εἶδον ἀμφότεροι ἐνύπνιον ἐν μιᾷ νυκτὶ ὅ τε ἀρχιοινοχόος καὶ ὁ ἀρχισιτοποιός. Ἀλλ’ ὁ θαυμάσιος οὗτος ἔργον ποιούμενος τὴν τούτων παράκλησιν, ἰδὼν αὐτοὺς ὑπὸ τῆς ὄψεως τῶν ὀνειράτων τεταραγμένους | |
30 | καὶ συγκεχυμένους τὴν διάνοιαν, φησί· Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον; Ἐδείκνυ γὰρ ἡ τοῦ προσώπου κατάστασις τὴν ἔνδον ταραχήν. Διὰ τοῦτο καὶ σοφός τις ἔλεγε· Καρδίας εὐφραινο‐ μένης θάλλει πρόσωπον· ἐν δὲ λύπαις οὔσης σκυ‐ | |
35 | θρωπάζει. Ἐπεὶ οὖν εἶδεν αὐτοὺς ἐν κατηφείᾳ τυγ‐ χάνοντας διὰ τὴν τῶν ὀνειράτων ὄψιν, ἐπυνθάνετο τὴν αἰτίαν μαθεῖν βουλόμενος. Ὅρα πῶς καὶ ἐν δε‐ σμωτηρίῳ τυγχάνων τὴν οἰκείαν ἀρετὴν ἐπεδείκνυτο, καὶ τὰς ἀθυμίας ἑτέροις ἐπικουφίζειν ἐσπούδαζε. Τί | |
40 | οὖν ἐκεῖνοι; Ἐνύπνιον εἴδομεν, καὶ ὁ συγκρίνων οὐκ ἔστιν αὐτό. Ἠγνόουν τοῦ πρὸς αὐτοὺς διαλεγο‐ μένου τὴν σοφίαν· ὡς ἑνὶ τῶν πολλῶν αὐτῷ προσεῖ‐ χον, διὰ τοῦτο οὐδὲ τὸ ἐνύπνιον λέγουσιν, ἀλλ’ ὅτι μόνον εἶδον, καί φασιν· Οὐδείς ἐστιν ὁ συγκρίνων | |
45 | αὐτό. Ἀλλ’ ὁ θαυμάσιος ἀνήρ φησι πρὸς αὐτούς· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν ἐστι; Δι‐ ηγήσασθε οὖν μοι. Μὴ γὰρ οἴκοθεν ἐπαγγέλλομαί τι ὑμῖν ἐρεῖν; Θεός ἐστιν ὁ ἀποκαλύπτων. Διηγήσασθε οὖν μοι. Ὅρα σύνεσιν καὶ ταπεινοφροσύνης ὑπερβο‐ | |
54.541(50) | λήν. Οὐκ εἶπεν, ὅτι Ἐγὼ ὑμῖν διακρίνω, ἐγὼ ὑμῖν λέγω τῶν ὀνειράτων τὴν ἔκβασιν, ἀλλὰ τί; Διηγή‐ σασθε οὖν μοι. Θεὸς γάρ ἐστι μόνος ὁ τὰ τοιαῦτα ἀποκαλύπτων. Καὶ διηγήσατο ὁ ἀρχιοινοχόος. Καὶ ἀκούσας ὁ Ἰωσήφ φησι· Τοῦτο ἡ σύγκρισις αὐ‐ | |
55 | τοῦ. Οἱ τρεῖς πυθμένες, τρεῖς ἡμέραι εἰσίν· ἔτι τρεῖς ἡμέραι, καὶ μνησθήσεται Φαραὼ τῆς ἀρχιοι‐ νοχοΐας σου, καὶ ἀποκαταστήσει σε, καὶ δώσεις τὸ ποτήριον Φαραὼ εἰς τὴν χεῖρα αὐτοῦ κατὰ τὴν ἀρχήν σου τὴν προτέραν, ὡς ἦσθα οἰνοχοῶν. | |
60 | Ἀλλὰ ἀναμνήσθητί μου διὰ σεαυτοῦ, ὅταν εὖ σοι γένηται, καὶ ποιήσεις ἐπ’ ἐμὲ ἔλεος, καὶ μνήσθητι περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις με ἐκ τοῦ ὀχυρώματος τούτου, ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, καὶ ἐνέβα‐ | |
65 | λόν με εἰς τὸν λάκκον τοῦτον. Ἐπειδὴ προεμήνυ‐ σεν αὐτῷ τὰ μέλλοντα αὐτῷ χρηστὰ συμβήσεσθαι, | |
καὶ τὴν καταλλαγὴν τοῦ βασιλέως, φησὶ, Μνήσθητί | Column end | |
54.542 | μου διὰ σεαυτοῦ, ὅταν ἀπολάβῃς σου τὴν εὐημερίαν· μνήμην ποίησαι τοῦ σοι ταῦτα προμηνύσαντος, καὶ ποιήσεις ἐπ’ ἐμὲ ἔλεος. βʹ. Τοῦτο ἀκούων, ἀγαπητὲ, μὴ μικροψυχίαν κατα‐ | |
5 | γνῷς τοῦ δικαίου, ἀλλὰ ταύτῃ μάλιστα ἐκπλάγηθι, ὅτι τοσούτων δυσχερῶν ὄντων, τὴν αὐτόθι οἴκησιν γεν‐ ναίως καὶ εὐχαρίστως ἔφερεν. Εἰ γὰρ καὶ πολλάκις τὴν παρὰ τοῦ ἀρχιδεσμοφύλακος ἐξουσίαν εἰλήφει, ἀλλ’ ὅμως ἐβαρύνετο τὸ κατακεκλεῖσθαι, καὶ μετὰ τῶν | |
10 | αὐχμώντων καὶ ῥυπώντων εἶναι. Ὅρα γὰρ αὐτοῦ καὶ ἐκ τούτου τὴν φιλόσοφον γνώμην· ὅπως μετὰ ἀνδρείας ἔφερεν ἅπαντα, διὰ πάντων πολλὴν τὴν ταπεινοφρο‐ σύνην ἐπιδεικνύμενος. Καὶ ποιήσεις ἐπ’ ἐμὲ ἔλεος, καὶ μνησθήσῃ περὶ ἐμοῦ πρὸς Φαραὼ, καὶ ἐξάξεις | |
15 | με ἐκ τοῦ ὀχυρώματος τούτου. Ἐννόει μοι ἐνταῦθα, πῶς οὐδὲν λέγει κατὰ τῆς μιαρᾶς ἐκείνης μοιχαλίδος, οὐδὲ αἰτιᾶται τὸν δεσπότην, οὐδὲ τὴν τῶν ἀδελφῶν περὶ αὐτὸν ἀπανθρωπίαν διηγεῖται, ἀλλὰ συγκαλύψας πάντα, φησί· Μνήσθητί μου, καὶ ποίησον ἐξενεχθῆναί | |
20 | με ἐκ τοῦ ὀχυρώματος τούτου· Ὅτι κλοπῇ ἐκλάπην ἐκ γῆς Ἑβραίων, καὶ ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ’ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. Μὴ ἁπλῶς τοῦτο παραδράμωμεν, ἀλλ’ ἐννοήσωμεν τῆς ψυχῆς αὐτοῦ τὴν φιλοσοφίαν, καὶ ὅπως καιρὸν εὑρη‐ | |
25 | κὼς τοιοῦτον, καὶ εἰδὼς ὅτι δυνήσεται ἅπαντα ὁ ἀρ‐ χιοινοχόος ἐν εὐημερίᾳ γεγονὼς γνωρίσαι τῷ βασιλεῖ τὰ κατ’ αὐτὸν, οὐ τὴν Αἰγυπτίαν διαβάλλει (πάλιν γὰρ τὰ αὐτὰ ἐρῶ), οὐ τὸν δεσπότην ἄγει εἰς μέσον, οὐδὲ τοὺς ἀδελφούς· οὐ λέγει τὴν αἰτίαν, δι’ ἣν τὸ | |
30 | δεσμωτήριον οἰκεῖν κατεδικάσθη, οὐδὲ σπουδάζει δεῖ‐ ξαι τὴν παρανομίαν τὴν εἰς αὐτὸν γεγενημένην· ἀλλ’ ἑνὸς μόνου γίνεται, οὐ τοῦ ἐκείνων δηλαδὴ κατηγορῆ‐ σαι, ἀλλὰ τοῦ ὑπὲρ ἑαυτοῦ μόνον εἰπεῖν. Καὶ τὰ μὲν παρὰ τῶν ἀδελφῶν συνεσκίασεν εἰπὼν, Ἐκλάπην | |
35 | ἐκ γῆς Ἑβραίων· τὰ δὲ παρὰ τῆς Αἰγυπτίας ἐκείνης τῆς ἀκολάστου οὐδὲ εἰς μέσον ἄγει, οὐδὲ τὴν παρὰ τοῦ δεσπότου ἄδικον κατ’ αὐτοῦ ἀγανάκτησιν. Ἀλλὰ τί φησιν; Ὧδε οὐκ ἐποίησα οὐδὲν, ἀλλ’ ἐνέβαλόν με εἰς τὸν λάκκον τοῦτον. Ταῦτα ἀκούοντες παι‐ | |
40 | δευώμεθα, ἐπειδάν τισι τοιούτοις περιπέσωμεν, μὴ ἐκείνους σπουδάζειν περιβάλλειν λοιδορίαις, καὶ τὴν γλῶσσαν ἀκονᾷν κατὰ τῆς ἑτέρων κατηγορίας, ἀλλὰ μόνον πράως καὶ ἡμέρως ἑαυτοὺς ἀνευθύνους δεικνύ‐ ναι, καὶ μιμεῖσθαι τὸν θαυμάσιον τοῦτον, ὅτι οὐδὲ ἐν | |
45 | συμφορᾷ ὢν κατεδέξατο κἂν μέχρι ῥημάτων ἐκπομ‐ πεῦσαι τῆς Αἰγυπτίας τὴν ἀσέλγειαν. Ἴστε γὰρ ὅτι πολλοὶ πολλάκις καὶ ὑπεύθυνοι ὄντες ἐγκλήμασι, πολλῇ τῇ ἀναισχυντίᾳ κεχρημένοι τὰ ἑαυτῶν πλημμε‐ λήματα ἑτέροις περιάπτειν ἐπιχειροῦσιν· οὗτος δὲ | |
54.542(50) | τοῦ ἡλίου φανότερος τυγχάνων, καὶ δυνάμενος ἅπαντα μετὰ ἀληθείας εἰπεῖν, κἀκείνης τὴν μανίαν κατάδηλον ποιῆσαι, καὶ ἑαυτὸν περιφανέστερον ἀπο‐ δεῖξαι, οὐδὲν ἐκείνων εἰς μέσον ἄγει. Οὐδὲ γὰρ τὴν παρὰ τῶν ἀνθρώπων ἐθηρᾶτο δόξαν, ἀλλ’ ἠρκεῖτο τῇ | |
55 | ἄνωθεν εὐνοίᾳ, καὶ τὸν ἀκοίμητον ἐκεῖνον μόνον ὀφθαλ‐ μὸν ἐβούλετο ἐπαινέτην ἔχειν τῶν γινομένων. Διὸ καὶ σιγῶντος αὐτοῦ, καὶ πάντα κρύπτειν ἐπιχειροῦν‐ τος, ὁ φιλάνθρωπος Δεσπότης εἰς τοσαύτην αὐτὸν πε‐ ριφάνειαν ἤγαγεν, ὅτε καλῶς εἶδε τὸν ἀθλητὴν ἀγω‐ | |
60 | νισάμενον. Τέως δὲ μάθωμεν καὶ ἐκ τῶν μετὰ ταῦτα γινομένων τὴν ὑπομονὴν τοῦ ἀνδρὸς, καὶ ὅπως πρὸς τὴν μέλλησιν οὐκ ἐδυσχέρανεν, οὐδὲ ἀπεδυσπέτησεν· ἀλλὰ μετὰ πολλῆς τῆς προθυμίας ἅπαντα φέρων ηὐ‐ χαρίστει τῷ ταῦτα συγχωροῦντι γίνεσθαι Δεσπότῃ. | |
65 | Ταῦτα ἀκούσας ὁ ἀρχισιτοποιὸς, καὶ νομίσας καὶ τὸ | |
54.543 | αὐτοῦ ὄναρ χρηστόν τι αὐτῷ προμηνύειν, διηγεῖται αὐτῷ τὴν τοῦ ὀνείρου ὄψιν. Ἀλλ’ ἀκούσας ὁ Ἰωσὴφ, καὶ ἐκ τῆς ἄνωθεν ἀποκαλύψεως καὶ τὴν τούτου σύγκρισιν δεξάμενος, προμηνύει αὐτῷ τὸν μέλλοντα | |
5 | αὐτὸν καταλήψεσθαι ὄλεθρον, καί φησιν· Ἔτι τρεῖς ἡμέραι, καὶ ἀφελεῖ Φαραὼ τὴν κεφαλήν σου ἀπὸ σοῦ, καὶ κρεμάσει σε ἐπὶ ξύλου, καὶ φάγεται τὰ ὄρνεα τοῦ οὐρανοῦ τὰς σάρκας σου ἀπὸ σοῦ. Διὰ τοῦτο προλαβὼν εἶπον, φησὶν, ὅτι οὐκ ἀπ’ ἐμαυτοῦ | |
10 | ταῦτα ὑμῖν προμηνύω, ἀλλ’ ἅπερ ἂν ὁ Θεὸς ἀποκα‐ λύψῃ, ἵνα κἂν χρηστόν τι ὑποφαίνῃ τῶν ὀνειράτων ἡ ὄψις, κἂν τὸ ἐναντίον, μὴ ἐμοὶ λογίσησθε. Οὐ γὰρ οἴκοθεν ταῦτα φθέγγομαι, ἀλλ’ ἐκεῖνα ὑμῖν διασαφῶ, ἅπερ ἂν ἡ ἄνωθεν χάρις κατάδηλα ποιήσῃ. Ἀλλὰ | |
15 | τῆς προθεσμίας ἐπιστάσης, εἰς ἔργον ἐξῄει τὰ παρὰ τοῦ Ἰωσὴφ εἰρημένα, καὶ καθὰ αὐτὸς συνέκρινεν, οὕτω γέγονεν ἀμφοτέροις, καὶ ὃς μὲν εἰς τὴν προτέ‐ ραν ἐπανῆλθεν εὐημερίαν, ὃς δὲ τὴν τιμωρίαν ἐδέ‐ ξατο. Ἀλλ’ ὁ ἀρχιοινοχόος, ὁ τοσαῦτα παρακλη‐ | |
20 | θεὶς, οὐκ ἐμνήσθη, φησὶ, τοῦ Ἰωσὴφ, ἀλλ’ ἐπελά‐ θετο αὐτοῦ. Ὅρα πάλιν τὸν δίκαιον καθάπερ ἐν γυ‐ μνασίᾳ τινὶ καὶ παλαίστρᾳ ἀγωνιζόμενον, καὶ τῆς οἰκείας ἀρετῆς ἀπόδειξιν παρεχόμενον, καὶ οὐδεμίαν ταραχὴν ὑπομένοντα, οὐδὲ θορυβούμενον καὶ δυσ‐ | |
25 | ανασχετοῦντα. Εἶπε γὰρ ἂν ἄλλος πρὸς ἑαυτὸν ἴσως, εἰ τῶν πολλῶν τις ἦν· Τί τοῦτο; ὁ μὲν ἀρχιοινοχόος, καθὰ συνέκρινα αὐτῷ τοῦ ὀνείρου τὴν ὄψιν, ἀπέλαβε μετὰ τοσαύτης ταχύτητος τὴν προτέραν εὐημερίαν, καὶ οὐδὲ μνήμην ἐποιήσατο ἐμοῦ τοῦ προμηνύσαντος. | |
30 | Ἀλλ’ ἐκεῖνος μέν ἐστιν ἐν ἀνέσει τοσαύτῃ· ἐγὼ δὲ ὁ μηδὲν χαλεπὸν ἐργασάμενος, ἐνταῦθα κατακέκλεισμαι μετὰ ἀνδροφόνων, μετὰ τυμβωρύχων, μετὰ λῃστῶν, μετὰ τῶν μυρία ἐργασαμένων κακά. Οὐδὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ᾔδει γὰρ ὅτι καὶ τὰ σκάμ‐ | |
35 | ματα αὐτῷ μακρότερα ἐγίνετο, ἵνα νομίμως ἀγωνισά‐ μενος λαμπρὸν ἀναδήσηται τὸν στέφανον. γʹ. Σκόπει γάρ μοι, μετὰ τὴν ἀποκατάστασιν ἐκείνου, φησὶ, δύο ἔτη παρῆλθον ἡμερῶν. Ἔδει γὰρ ἀναμεῖναι τὸν καιρὸν τὸν ἐπιτήδειον, ὥστε μετὰ περιφανείας | |
40 | αὐτῷ γενέσθαι τὴν ἐκεῖθεν ἔξοδον. Εἰ μὲν γὰρ πρὸ τῶν ὀνειράτων τοῦ Φαραὼ ὑπομνησθεὶς ὁ ἀρχιοινοχόος διὰ τῆς οἰκείας προστασίας αὐτὸν ἠλευθέρωσε τοῦ δεσμωτηρίου, ἴσως οὐδὲ κατάδηλος ἔμελλεν αὐτοῦ γίνεσθαι τοῖς πολλοῖς ἡ ἀρετή. Νυνὶ δὲ εἰδὼς ὁ εὐμή‐ | |
45 | χανος καὶ σοφὸς Δεσπότης, καθάπερ τεχνίτης ἄριστος ὅσον προσήκει χρόνον τὸ χρυσίον ὁμιλῆσαι τῷ πυρὶ, καὶ πότε αὐτὸ χρὴ ἐκεῖθεν ἀνελέσθαι, συγχωρεῖ τὸν χρόνον τῶν δύο ἐτῶν λήθην ἐγγενέσθαι τῷ ἀρχιοινο‐ χόῳ, ἵνα καὶ ὁ καιρὸς τῶν ὀνειράτων τοῦ Φαραὼ | |
54.543(50) | φθάσῃ, καὶ τῆς ἀνάγκης αὐτῆς συνελαυνούσης πάσῃ τῇ βασιλείᾳ τοῦ Φαραὼ γνώριμος γένηται ὁ δίκαιος. Μετὰ γὰρ τὰ δύο ἔτη εἶδε, φησὶ, τὰ ὀνείρατα ὁ Φα‐ ραώ. Καὶ ἐγένετο πρωῒ, καὶ ἐταράχθη ἡ ψυχὴ αὐ‐ τοῦ, καὶ ἀποστείλας ἐκάλεσε πάντας τοὺς ἐξηγη‐ | |
55 | τὰς τῆς Αἰγύπτου, καὶ πάντας τοὺς σοφοὺς αὐ‐ τῆς, καὶ διηγήσατο αὐτοῖς Φαραὼ τὸ ἐνύπνιον, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων αὐτὸ τῷ Φαραώ. Ὅρα τὴν πολλὴν τοῦ Θεοῦ οἰκονομίαν. Πρότερον συγχωρεῖ πάντων τῶν αὐτόθι νομιζομένων σοφῶν πεῖραν αὐτὸν | |
60 | λαβεῖν, ἵνα ὅταν δειχθῇ ἡ ἐκείνων ἄγνοια, τότε οὗτος ὁ δεσμώτης, ὁ αἰχμάλωτος, ὁ δοῦλος, ὁ Ἑβραῖος εἰς μέσον ἀχθεὶς, καὶ τὰ τοὺς πολλοὺς λανθάνοντα γνώ‐ | |
ριμα καταστήσας, πρόδηλον ἅπασι κατασκευάσῃ γε‐ | Column end | |
54.544 | νέσθαι τὴν ἄνωθεν αὐτῷ ἐπανθοῦσαν χάριν. Ὅτε οὖν ἅπαντες οἱ σοφοὶ παραγενόμενοι οὐδὲν εἰπεῖν ἠδυνήθησαν, οὐδὲ διᾶραι τὸ στόμα ἴσχυσαν, τότε ὁ ἀρχιοινοχόος εἰς μνήμην ἐλθὼν ὑπομιμνήσκει τὸν | |
5 | Φαραὼ τῶν εἰς αὐτὸν συμβεβηκότων, καί φησι· Τὴν ἁμαρτίαν μου ἀναμιμνήσκω σήμερον. Καὶ διηγεῖ‐ ται αὐτίκα ὅπως, ἡνίκα εἰς τὸ δεσμωτήριον ἐνεβλήθη αὐτὸς καὶ ὁ ἀρχισιτοποιὸς, καὶ ἐθεάσαντο τὰ ὀνεί‐ ρατα, καὶ τὴν σύγκρισιν ἐδέξαντο παρὰ τοῦ Ἰωσὴφ, | |
10 | ὅτι κατὰ τὴν ἐκείνου προαγόρευσιν ἅπαντα αὐ‐ τοῖς εἰς ἔργον ἐξῆλθε. Ταῦτα ἀκούσας ὁ βασιλεὺς, μετεπέμψατο τὸν Ἰωσὴφ, καὶ ἐξήγαγεν αὐτὸν ἐκ τοῦ ὀχυρώματος καὶ ἐξύρησαν αὐτὸν, καὶ ἤλλα‐ ξαν τὴν στολὴν αὐτοῦ, καὶ εἰσῆλθε πρὸς Φαραώ. | |
15 | Ὅρα εὐθέως καὶ ἐκ προοιμίων λοιπὸν πόση ἡ τιμή. Ἐπειδὴ ἐκαθαρίσθη καλῶς διὰ τῆς ὑπομονῆς, καὶ καθάπερ χρυσίον φαιδρυνόμενον ἐξῄει ἐκ τοῦ δεσμω‐ τηρίου, καὶ ἤγετο πρὸς Φαραώ. Εἶδες πόσον ἐστὶ τὸ ὑπὸ τῆς ἄνωθεν βοηθεῖσθαι ῥοπῆς; Ὅρα πόσα ᾠκονο‐ | |
20 | μήθη, ἵνα τὰ κατὰ τὸν Ἰωσὴφ εἰς ἔργον ἐξέλθῃ. Ἐπειδὴ γὰρ τὸν μέγιστον ἐκεῖνον ἆθλον ἠγωνίσατο τῆς μιαρᾶς ἐκείνης Αἰγυπτίας τὰ δίκτυα διαφυγὼν, καὶ εἰς τὸ δεσμωτήριον ἐνεβλήθη, συνεχωρήθη τὸν ἀρχιοινοχόον καὶ τὸν ἀρχισιτοποιὸν τοῦ Φαραὼ κατ’ | |
25 | ἐκεῖνον τὸν καιρὸν ἐκεῖ ἐμβληθῆναι, καὶ διὰ τῆς συγ‐ κρίσεως τῶν ὀνειράτων μαθεῖν τοῦ ἀνδρὸς τὴν σο‐ φίαν, ἵνα νῦν ἐν καιρῷ μνήμην αὐτοῦ ποιησάμενος εἰς μέσον αὐτὸν ἀγάγῃ. Εἶπε δὲ, φησὶ, Φαραὼ πρὸς τὸν Ἰωσήφ· Ἐνύπνιον ἑώρακα, καὶ ὁ συγκρίνων | |
30 | οὐκ ἔστιν αὐτό· ἐγὼ δὲ ἀκήκοα περὶ σοῦ λεγόν‐ των, ἀκούσαντά σε ἐνύπνια, συγκρίνειν αὐτά. Ὅρα πῶς αἰσχυνόμενος ὁ Φαραὼ οὐ λέγει φανερῶς, ὅτι Οὐδεὶς τῶν παρ’ ἐμοὶ σοφῶν ἴσχυσε διακρῖναι τὰ ὀνείρατα· ἀλλὰ τί; Ἐνύπνιον ἑώρακα, καὶ ὁ συγ‐ | |
35 | κρίνων οὐκ ἔστιν αὐτό· ἀκήκοα δὲ περὶ σοῦ λε‐ γόντων, ἀκούσαντά σε ἐνύπνια, συγκρίνειν αὐτά. Σκόπει μοι καὶ ἐνταῦθα τοῦ Ἰωσὴφ τὴν σύνεσιν καὶ τὴν πολλὴν εὐλάβειαν, ὅπως ἀποκρίνεται τῷ Φαραώ. Μὴ ὑποπτεύσῃς, φησὶν, ἐμέ τι οἴκοθεν φθέγγεσθαι, | |
40 | ἢ ἀπὸ ἀνθρωπίνης σοφίας ταῦτα διακρίνειν. Οὐδὲ γὰρ οἷόν τε ἄνευ τῆς ἄνωθεν ἀποκαλύψεως τὴν γνῶσιν τούτων καταλαβεῖν. Ἴσθι τοίνυν, ὅτι ἄνευ τοῦ Θεοῦ οὐχ οἷόν τέ με ἀποκριθῆναί σοι. Ἄνευ γὰρ, φησὶ, τοῦ Θεοῦ οὐκ ἀποκριθήσεται τὸ σωτήριον τοῦ Φαραώ. | |
45 | Μαθὼν τοίνυν ὡς ὁ τῶν ἁπάντων Δεσπότης ἐστὶν ὁ ταῦτα ἀποκαλύπτων, μὴ παρὰ ἀνθρώπων ζήτει ταῦτα, ἃ μόνου, φησὶ, τοῦ Θεοῦ ἐστιν εἰς φανερὸν ἄγειν. Ὅρα πῶς διὰ τῆς ἀποκρίσεως παιδεύει τὸν Φαραὼ εἰδέναι καὶ τῶν παρ’ αὐτοῦ σοφῶν τὴν ἀσθένειαν, καὶ | |
54.544(50) | τοῦ Δεσπότου τὴν δύναμιν. Ἐπεὶ οὖν ἔγνως παρ’ ἐμοῦ, ὅτι οὐκ ἀπὸ σοφίας ἀνθρωπίνης ταῦτα φθέγγομαι, οὐδὲ ἐξ οἰκείων λογισμῶν, λέγε τὰ παρὰ τοῦ Θεοῦ σοι μηνυθέντα. Ταῦτα ἀκούσας ὁ Φαραὼ διηγεῖται τὰ ἐνύπνια, καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον, καί φησιν· | |
55 | Εἶπα τοῖς ἐξηγηταῖς, καὶ οὐκ ἦν ὁ ἀπαγγέλλων μοι. Οὐκ ἤκουσας, φησὶ, καὶ παρ’ ἐμοῦ, ὅτι οὐκ ἔστι τὸ ταῦτα γνωρίζειν τῆς ἀνθρωπίνης σοφίας; Μὴ τοίνυν ἐκείνοις καταμέμφου· οὐδὲ γὰρ ἂν ἴσχυσάν ποτε ταῦτα καταλαβεῖν, ἃ τῆς ἄνωθεν δεῖται ἀποκαλύψεως. | |
60 | Καὶ εἶπε, φησὶν, Ἰωσήφ· Τὸ ἐνύπνιον Φαραὼ ἔν ἐστι. Ἵνα δὲ πιστεύσῃς ὅτι ἀληθὲς ἔσται τὸ παρὰ τοῦ Θεοῦ σοι μηνυθὲν, δεύτερον ἀνηνέχθη τὸ αὐτό σε θεάσασθαι, καὶ ὅτι ταχυνεῖ ὁ Θεὸς τοῦ ποιῆσαι αὐτό. Ἡ δευτέρωσις, φησὶ, βεβαίωσίς ἐστι τῶν φα‐ | |
65 | νέντων, καὶ πληροφορία ὅτι πάντως ταῦτα γενήσε‐ ται. Καὶ ἐπειδὴ διέκρινε τὸν ἀριθμὸν τῶν ἑπτὰ βοῶν καὶ τῶν ἑπτὰ σταχύων, εἰπὼν εὐθηνίαν μεγάλην | |
ἔσεσθαι, καὶ ταύτην λιμὸν διαδέξεσθαι χαλεπὸν, λοι‐ | ||
54.545 | πὸν καὶ συμβουλὴν εἰσάγει ἀρίστην, καί φησι· Κα‐ τάστησον ἄνδρα ἐπὶ τῆς Αἰγύπτου, ὃς δυνήσεται τῶν ἑπτὰ ἐτῶν τῆς εὐθηνίας τὰ γεννήματα συναγαγὼν οὕτως οἰκονομῆσαι, ὡς δυνηθῆναι ἐν τῷ καιρῷ τοῦ | |
5 | λιμοῦ παραμυθίαν εὑρέσθαι, καὶ μὴ παντελῆ γενέ‐ σθαι τὸν ἀφανισμόν. Ἤρεσε ταῦτα τῷ Φαραὼ καὶ πᾶσι τοῖς παισὶν αὐτοῦ. Καὶ λοιπὸν ὑπηρετεῖ ὁ Φα‐ ραὼ τῇ ἐκβάσει τῶν ὀνειράτων τοῦ Ἰωσὴφ, ὧν ἐθεά‐ σατο ἡνίκα παρὰ τῷ πατρὶ διῆγε. Καὶ αὐτὸς μὲν τὰ | |
10 | ὀνείρατα τοῦ Φαραὼ διέκρινεν· ὁ δὲ Φαραὼ εἰς τέλος ἦγε τῶν ὀνειράτων τὴν ἔκβασιν ἀγνοῶν. Ἀκούσας γὰρ ταῦτα, φησὶν, Εἶπε τοῖς παισὶν αὐτοῦ· Μὴ εὑ‐ ρήσομεν ἄνθρωπον τοιοῦτον, ὃς ἔχει πνεῦμα Θεοῦ ἐν ἑαυτῷ; | |
15 | δʹ. Εἶδες πῶς ἔγνω καὶ αὐτὸς ὅτι ἐκ τῆς ἄνωθεν ἀπο‐ καλύψεως αὐτῷ ταῦτα κατάδηλα γέγονε; Τίνα γὰρ, φησὶν, εὑρήσομεν, ὃς τοιαύτης ἠξίωται χάριτος, ὡς πνεῦμα Θεοῦ ἔχειν ἐν ἑαυτῷ; Καὶ εἶπε τῷ Ἰωσήφ· Ἐπειδὴ ἔδειξέ σοι ὁ Θεὸς πάντα ταῦτα, οὐκ ἔστιν | |
20 | ἄνθρωπος φρονιμώτερός σου. Σκόπει ἐνταῦθα πῶς, ὅταν βούληται ὁ εὐμήχανος Θεὸς εἰς ἔργον ἀγαγεῖν τὰ αὐτῷ δόξαντα, οὐδὲν τῶν ἐν τῷ μέσῳ συμβαινόντων κώλυμα γενέσθαι δύναται. Ἰδοὺ γὰρ, καὶ σφαγὴ σχεδὸν, ὡς εἰπεῖν, ὑπὸ τῶν | |
25 | ἀδελφῶν γέγονε, καὶ πρᾶσις, καὶ κατηγορία περὶ αὐτὸν ἔσχατον ἐπάγουσα κίνδυνον, καὶ δεσμωτήριον ἐπὶ τοσοῦτον χρόνον, καὶ μετὰ ταῦτα ἅπαντα εἰς αὐ‐ τὸν ἀνηνέχθη, σχεδὸν εἰπεῖν, τὸν θρόνον τὸν βασιλι‐ κόν. Ἐπειδὴ ἔδειξέ σοι ὁ Θεὸς πάντα ταῦτα, οὐκ | |
30 | ἔστιν ἄνθρωπος φρονιμώτερός σου καὶ συνετώτε‐ ρος. Σὺ οὖν ἔσῃ ἐπὶ τῷ οἴκῳ μου, καὶ ἐπὶ τῷ στό‐ ματί σου ἐπακούσεται πᾶς ὁ λαὸς, πλὴν τὸν θρόνον ὑπερέξω σου ἐγώ. Ὅρα πῶς ἀθρόον ὁ δε‐ σμώτης βασιλεὺς καθίσταται πάσης τῆς Αἰγύπτου, καὶ | |
35 | ὁ ὑπὸ τοῦ ἀρχιμαγείρου εἰς τὸ δεσμωτήριον εἰσ‐ αχθεὶς, ὑπὸ τοῦ βασιλέως εἰς αὐτὴν ἀνάγεται τὴν ἀνω‐ τάτω τιμήν· καὶ ὁ γενόμενος αὐτοῦ δεσπότης ἐξαί‐ φνης ἑώρα, ὃν ὡς μοιχὸν εἰς τὸ δεσμωτήριον ἐμβε‐ βλήκει, τὴν ἀρχὴν πάσης Αἰγύπτου δεξάμενον. Εἶδες | |
40 | πόσον ἐστὶ τὸ φέρειν εὐχαρίστως τοὺς πειρασμούς; Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν· Ἡ θλίψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Ὅρα οὖν· τὰς θλίψεις μεθ’ ὑπομονῆς ἤνεγκεν· ἡ ὑπομονὴ δό‐ | |
45 | κιμον αὐτὸν ἀπειργάσατο· δόκιμος γενόμενος ἐλπίζων διετέλει· ἡ ἐλπὶς οὐ κατῄσχυνεν. Εἶπε δὲ πρὸς αὐ‐ τόν· Ἰδοὺ καθίστημί σε σήμερον ἐπὶ πᾶσαν γῆν Αἰγύπτου. Καὶ περιελόμενος Φαραὼ τὸν δακτύλιον ἀπὸ τῆς χειρὸς αὐτοῦ, περιέθηκεν αὐτὸν ἐπὶ τὴν | |
54.545(50) | χεῖρα Ἰωσὴφ, καὶ ἐνέδυσεν αὐτὸν στολὴν βυσ‐ σίνην, καὶ περιέθηκε κλοιὸν χρυσοῦν περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἐνεβίβασεν αὐτὸν ἐπὶ τὸ ἅρμα τὸ δεύτερον αὐτοῦ, καὶ ἐκήρυξεν ἔμπροσ‐ θεν αὐτοῦ κήρυξ, καὶ κατέστησεν αὐτὸν ἐφ’ ὅλης | |
55 | τῆς Αἰγύπτου. Ἐπειδὴ γὰρ τὸν Θεὸν εἶχε μεθ’ ἑαυ‐ τοῦ, οὗτος αὐτῷ ταῦτα πάντα προηυτρέπισε, καὶ εἰς τὴν περιφάνειαν αὐτὸν ταύτην ἀνήγαγεν. Εἶπε δὲ Φαραώ· Ἄνευ σοῦ οὐδεὶς ἐξάρῃ τὴν χεῖρα αὐτοῦ ἐπὶ πάσῃ γῇ Αἰγύπτου. Καὶ ἐκάλεσε Φαραὼ | |
60 | τὸ ὄνομα Ἰωσὴφ, Ψομθομφανήχ· διὰ τῆς προσ‐ ηγορίας τοῦ ὀνόματος διηνεκῆ τὴν μνήμην βουλόμενος ἐναποθέσθαι τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας. Τοῦτο | |
γὰρ ἑρμηνεύει, Τῶν κρυπτῶν γνώστης· ἐπειδὴ γὰρ | Column end | |
54.546 | τὰ πᾶσιν ἄγνωστα εἰς φανερὸν ἤγαγε, σημαίνων τοῦτο αὐτὸ ὁ Φαραὼ τὴν προσηγορίαν αὐτῷ ἐπιτίθησι. Καὶ ἐπιδαψιλευόμενος τῇ τιμῇ, δίδωσιν αὐτῷ καὶ τὴν θυγατέρα Πετεφρῆ εἰς γυναῖκα. Εἶτα ἐπειδὴ ὁμώνυ‐ | |
5 | μος ἦν οὗτος τῷ γενομένῳ αὐτοῦ δεσπότῃ, φησὶ, Τοῦ ἱερέως Ἡλιουπόλεως. Καὶ ἵνα μάθωμεν λοιπὸν οἵαν ἄγων τὴν ἡλικίαν ὁ θαυμάσιος οὗτος τοσαύτης ἠξιοῦτο τῆς ἀμοιβῆς καὶ τοσούτους ἐπεδείξατο τοὺς ἄθλους, φησίν· Ἰωσὴφ δὲ ἦν τριάκοντα ἐτῶν, ὅτε | |
10 | ἔστη ἐναντίον Φαραώ. Μὴ ἁπλῶς νομίσωμεν τῶν ἐτῶν τὸν χρόνον ἐγκεῖσθαι, ἀλλ’ ἵνα μάθωμεν, ὅτι οὐκ ἔστιν οὐδενὶ ἀμελοῦντι τῆς ἀρετῆς ἀπολογία, οὐδὲ ἔξεστί τινι προβαλέσθαι νεότητα, ἔνθα ἀρετὴν ἐπιδείξασθαι δεῖ. Ἰδοὺ γὰρ οὗτος οὐ μόνον νέος ἦν, | |
15 | ἀλλὰ καὶ καλὸς τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει. Ἔστι γὰρ καὶ νέον ὄντα μὴ κεκτῆσθαι τὴν τοῦ σώματος εὐμορφίαν. Οὗτος δὲ μετὰ τῆς νεότητος καὶ καλὸς ἦν τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει, καὶ σχεδὸν ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει τυγχάνων, δοῦλος καὶ αἰχμάλω‐ | |
20 | τος ἐγένετο. Δεκαεπτὰ ἐτῶν γὰρ ἦν, φησὶν, ἡνίκα κατήχθη εἰς Αἴγυπτον. Εἶτα ἐν αὐτῇ τῇ καμίνῳ τῆς νεότητος γεγενημένῳ ἐπιτίθεται ἡ ἀκόλαστος Αἰ‐ γυπτία, ἡ δέσποινα αὐτοῦ γεγενημένη, καὶ οὐδὲ οὕτω περιεγένετο τῆς ἀνδρείας τοῦ δικαίου· εἶτα τὸ δεσμω‐ | |
25 | τήριον, καὶ ἡ ἐπὶ τοσοῦτον χρόνον ἐκεῖ ταλαιπωρία· καὶ ἔμενε καθάπερ ἀδάμας, οὐ μόνον οὐ γινόμενος ἀσθενέστερος, ἀλλὰ καὶ πλείονα ἰσχὺν προσλαμβάνων. Εἶχε γὰρ νευροῦσαν αὐτὸν τὴν ἄνωθεν χάριν. Καὶ ἐπειδὴ προλαβὼν τὰ παρ’ ἑαυτοῦ πάντα ἐπεδείξατο, | |
30 | διὰ τοῦτο ἀπὸ τοῦ δεσμωτηρίου ἐπὶ τὴν ἀρχὴν πάσης ἐκαλεῖτο τῆς Αἰγύπτου. εʹ. Ταῦτα ἀκούοντες μηδέποτε ἐν ταῖς θλίψεσιν ἀπ‐ αγορεύωμεν, μηδὲ τοῖς οἰκείοις λογισμοῖς κατακολου‐ θοῦντες δυσανασχετῶμεν· ἀλλὰ πολλὴν τὴν ὑπομονὴν | |
35 | ἐπιδεικνύμενοι τῇ ἐλπίδι τρεφώμεθα, εἰδότες τοῦ Δε‐ σπότου ἡμῶν τὸ εὐμήχανον, καὶ ὅτι οὐ περιορῶν ἡμᾶς καταλιμπάνει πεῖραν λαβεῖν τῶν λυπηρῶν, ἀλλὰ βουλόμενος ἡμᾶς ἀγωνισαμένους λαμπρὸν ἀναδήσα‐ σθαι τὸν στέφανον. Οὕτω πάντες οἱ ἅγιοι εὐδοκίμησαν. | |
40 | Διὰ τοῦτο καὶ οἱ ἀπόστολοι ἔλεγον· Διὰ πολλῶν θλί‐ ψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Καὶ αὐτὸς ὁ Χριστὸς ἔλεγε τοῖς μαθηταῖς· Ἐν τῷ κόσμῳ θλίψιν ἕξετε. Μὴ τοίνυν ἀσχάλλωμεν πρὸς τὰς θλίψεις, ἀλλ’ ἀκούωμεν Παύλου λέγοντος, ὅτι Οἱ | |
45 | θέλοντες ζῇν εὐσεβῶς ἐν Χριστῷ Ἰησοῦ, διωχθή‐ σονται. Καὶ μὴ ξενιζώμεθα, μηδὲ δυσχεραίνωμεν, ἀλλὰ μετὰ πάσης ἀνδρείας καὶ ὑπομονῆς τὰ ἐπαγό‐ μενα φέρωμεν, μὴ πρὸς τὰς θλίψεις ἀφορῶντες, ἀλλὰ πρὸς τὸ κέρδος τὸ ἡμῖν ἐντεῦθεν συλλεγόμενον· ἐμπο‐ | |
54.546(50) | ρία γάρ ἐστιν αὕτη πνευματική. Καὶ καθάπερ οἱ τὰ χρήματα συλλέγειν βουλόμενοι, καὶ τὴν ἐμπορίαν ταύ‐ την τὴν βιωτικὴν μετιόντες, οὐκ ἂν ἑτέρως δυνηθεῖεν αὐξῆσαι τὴν οἰκείαν περιουσίαν, εἰ μὴ πολλοὺς κινδύ‐ νους ὑπομένοιεν κατὰ γῆν καὶ κατὰ θάλασσαν (καὶ γὰρ | |
55 | λῃστῶν ἐφόδους, καὶ πειρατῶν ἐπιβουλὰς ἀνάγκη ὑπο‐ στῆναι), καὶ ὅμως πάντα μετὰ πολλῆς τῆς προθυ‐ μίας καταδέχεσθαι ἑτοιμάζονται, τῇ προσδοκίᾳ τοῦ κέρδους οὐδεμίαν τῶν λυπηρῶν αἴσθησιν λαμβάνοντες· τὸν αὐτὸν δὴ τρόπον καὶ ἡμᾶς ἐννοοῦντας τὸν ἐντεῦθεν | |
60 | ἡμῖν συλλεγόμενον πλοῦτον καὶ τὴν πνευματικὴν ἐμ‐ πορίαν, προσήκει χαίρειν καὶ ἀγάλλεσθαι, καὶ μὴ σκοπεῖν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα, καθά‐ περ ὁ Παῦλος παραινεῖ λέγων· Μὴ σκοπούντων | |
ἡμῶν τὰ βλεπόμενα. Τοῦτο γὰρ πίστις, ὅταν μὴ | ||
54.547 | τοῖς σωματικοῖς ὀφθαλμοῖς ἀρκώμεθα μόνον, ἀλλὰ τοῖς τῆς διανοίας ὄμμασι φανταζώμεθα τὰ μὴ ὁρώμενα. Ἐκεῖνα γὰρ μάλιστα τῶν διὰ τῶν σωματικῶν ὀφθαλ‐ μῶν ὁρωμένων ἀξιοπιστότερα ἡμᾶς ἡγεῖσθαι δεῖ. Οὕ‐ | |
5 | τως ὁ πατριάρχης εὐδοκίμησε, πιστεύσας τῇ τοῦ Θεοῦ ὑποσχέσει, καὶ ἀνώτερος τῆς φύσεως γεγονὼς καὶ τῶν ἀνθρωπίνων λογισμῶν· διὸ Καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Ἐννόησον ὅτι δικαιοσύνη ἐστὶ τὸ πιστεύειν τοῖς παρὰ τοῦ Θεοῦ λεγομένοις. | |
10 | Ὅταν γὰρ ἐκεῖνος ὑπόσχηταί τι, μή μοι κατὰ ἀνθρω‐ πίνην ἀκολουθίαν ἀπαίτει τὰ πράγματα, ἀλλ’ ἀνώτε‐ ρος τῶν τοιούτων γινόμενος λογισμῶν θάρσει τῇ τοῦ ὑποσχομένου δυνάμει. Οὕτως ἕκαστος τῶν δικαίων εὐδοκίμησεν, οὕτω καὶ ὁ θαυμάσιος οὗτος Ἰωσὴφ, τοσ‐ | |
15 | ούτων μετὰ τὰ ὀνείρατα ἐν μέσῳ κωλυμάτων γενο‐ μένων, οὐκ ἐταράχθη τὸν λογισμὸν, οὐκ ἐθορυβήθη, ἀλλ’ ἐῤῥωμένῳ τῷ φρονήματι πάντα γενναίως ἔφερεν, εἰδὼς ὡς οὐχ οἷόν τε διαπεσεῖν τὰ τῷ Θεῷ δόξαντα. Διὸ καὶ μετὰ δουλείαν, καὶ μετὰ δεσμωτήριον καὶ | |
20 | συκοφαντίαν τοσαύτην, τὴν ἀρχὴν ἐδέχετο πάσης τῆς Αἰγύπτου. Ταῦτα δὴ πάντα λογιζόμενοι ἀντέχωμεν γενναίως πρὸς τὰ ἐπαγόμενα, εὐχαριστοῦντες ὑπὲρ πάντων τῷ φιλανθρώπῳ Θεῷ, καὶ τὴν παρ’ αὐτοῦ ἀνα‐ μένοντες ἀντίληψιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυ‐ | |
25 | χεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰη‐ σοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
29t | ΟΜΙΛΙΑ ΞΔʹ. | |
30n | Ἐξῆλθε δὲ Ἰωσὴφ ἀπὸ προσώπου Φαραὼ, καὶ | |
31n | διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίησεν ἡ γῆ | |
32n | ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δράγματα καὶ | |
33n | συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θαλάσσης. | |
34 | αʹ. Βούλεσθε καὶ σήμερον τὴν κατὰ τὸν Ἰωσὴφ ἱστο‐ | |
35 | ρίαν ἐπεξέλθωμεν, καὶ ἴδωμεν πῶς τὴν ἀρχὴν τῆς Αἰγύπτου πάσης δεξάμενος ὁ θαυμάσιος οὗτος, διὰ τῆς προσούσης αὐτῷ συνέσεως ἅπαντας παρεμυ‐ θήσατο; Ἐξῆλθε γὰρ, φησὶν, ἀπὸ προσώπου Φα‐ ραὼ, καὶ διῆλθε πᾶσαν γῆν Αἰγύπτου· καὶ ἐποίη‐ | |
40 | σεν ἡ γῆ ἐν τοῖς ἑπτὰ ἔτεσι τῆς εὐθηνίας δρά‐ γματα καὶ συνήγαγε σῖτον ὡς τὴν ἄμμον τῆς θα‐ λάσσης. Παραλαβὼν παρὰ τοῦ βασιλέως τὴν ἐξου‐ σίαν ἅπασαν, συνήγαγε, φησὶ, τὰ γεννήματα, καὶ ἐν ταῖς πόλεσιν ἀπετίθετο, προπαρασκευάζων ἱκανὴν | |
45 | παραμυθίαν τῇ μελλούσῃ γίνεσθαι ἐνδείᾳ. Εἶδες οἵας ἀμοιβὰς τῆς καρτερίας καὶ τῆς ὑπομονῆς καὶ τῆς ἄλλης ἀρετῆς καὶ ἐνταῦθα ἐδέξατο ὁ δίκαιος, ἀπὸ δεσμωτηρίου εἰς τὰ βασίλεια ἀνελθών; Ἐγένοντο δὲ αὐτῷ, φησὶ, δύο υἱοὶ, πρὶν ἢ παραγενέσθαι τὰ | |
54.547(50) | ἔτη τῆς ἐνδείας· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ πρώ‐ του, Μανασσῆ· ὅτι ἐπιλαθέσθαι με, φησὶν, ἐποίη‐ σεν ὁ Θεὸς πάντων τῶν πόνων μου, καὶ τῶν τοῦ πατρός μου. Σκόπει τοῦ ἀνδρὸς τὸ φιλόθεον, ὅπως τῇ προσηγορίᾳ τοῦ παιδὸς ἐναποτίθεται τὴν μνήμην | |
55 | ἁπάντων, ὥστε διηνεκῆ αὐτὸν ποιεῖσθαι τὴν εὐχαρι‐ στίαν, ἵνα καὶ ὁ ἐξ αὐτοῦ γεννηθεὶς διὰ τῆς οἰκείας προσηγορίας εἰδέναι ἔχῃ τοὺς πειρασμοὺς καὶ τὴν ὑπομονὴν, ἣν ἐπιδειξάμενος ὁ δίκαιος εἰς τοσαύτην ἀνῆλθε περιφάνειαν. Ὅτι ἐπιλαθέσθαι με ἐποίησε | |
60 | πάντων τῶν πόνων μου, καὶ τῶν τοῦ πατρός μου. Τί ἐστι, Πάντων τῶν πόνων μου; Ἐνταῦθα αἰνίτ‐ τεσθαί μοι δοκεῖ τήν τε προτέραν δουλείαν καὶ τὴν δευτέραν, καὶ τὴν ἐν τῷ δεσμωτηρίῳ ταλαιπωρίαν. | |
Καὶ πάντων τῶν τοῦ πατρός μου· τὸν χωρισμὸν, | Column end | |
54.548 | ὃν ὑπέμεινεν ἔξω τῶν ἀγκαλῶν γενόμενος τῶν πατρι‐ κῶν, ὅτι ἐν ἀώρῳ ἡλικίᾳ μετὰ τοσαύτης ἀνατραφεὶς ἐπιμελείας, δουλείαν ἀντὶ τῆς ἐλευθερίας ἠλλάξατο. Καὶ τὸ ὄνομα τοῦ δευτέρου ἐκάλεσεν Ἐφραῒμ, Ὅτι | |
5 | ηὔξησέ με, φησὶν, ὁ Θεὸς ἐν γῇ ταπεινώσεώς μου Ὅρα καὶ τὴν τούτου προσηγορίαν εὐχαριστίας πε‐ πληρωμένην. Οὐ μόνον γὰρ, φησὶ, τῶν λυπηρῶν λή‐ θην ἐποιησάμην, ἀλλὰ καὶ ηὐξήθην ἐν τῇ γῇ, ἐν ᾗ τοσαύτην ὑπέμεινα τὴν ταπείνωσιν, ὡς ἐν τοῖς ἐσχά‐ | |
10 | τοις γενέσθαι, καὶ τὸν περὶ τοῦ ζῇν ἐπικρεμασθῆναί μοι κίνδυνον. Ἀλλὰ λοιπὸν ἄξιον ἀκοῦσαι τῶν ἑπομέ‐ νων. Μετὰ γὰρ τὴν εὐθηνίαν τῶν ἑπτὰ ἐτῶν, ἔφθασε καὶ τὰ ἔτη τοῦ λιμοῦ κατὰ τὴν προαγόρευσιν τοῦ Ἰω‐ σήφ. Ἡ γὰρ τῶν πραγμάτων ἔκβασις λοιπὸν ἅπαν‐ | |
15 | τας ἐπαίδευσε τὴν προσοῦσαν τῷ ἀνδρὶ σοφίαν, καὶ πάντας ὑποκύπτειν αὐτῷ παρεσκεύαζε. Καὶ λιμοῦ σφοδροῦ γενομένου, τέως ἐν προοιμίοις οὐδεμίαν αὐ‐ τοὺς αἴσθησιν λαβεῖν τῆς ἐνδείας παρεχώρησεν. Ἐν πάσῃ γὰρ, φησὶ, τῇ Αἰγύπτῳ ἦσαν ἄρτοι. Ἀλλὰ | |
20 | τῆς στενοχωρίας ἐπιταθείσης ἔκραξεν ὁ λαὸς πρὸς Φαραὼ, οὐ φέροντες τὴν ἔνδειαν τὴν πολλήν· ὑπὸ τοῦ λιμοῦ καταναγκαζόμενοι ἐπὶ τὸν βασιλέα ἔτρεχον. Ἀλλ’ ὅρα τούτου τὴν εὐγνωμοσύνην. Εἶπε δὲ Φαραὼ τοῖς Αἰγυπτίοις· Πορεύεσθε πρὸς τὸν Ἰωσήφ· καὶ | |
25 | ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιήσατε· μονονουχὶ λέγων· Τί πρὸς ἐμὲ κεχήνατε; Οὐχ ὁρᾶτε ὅτι ἐγὼ μὲν ἁπλῶς τὸ σχῆμα περίκειμαι, ἐκεῖνος δέ ἐστιν ὁ τῆς σωτηρίας ἅπασιν ἡμῖν αἴτιος γενόμενος; Μὴ τοίνυν ἐκεῖνον καταλιμπάνοντες ἐπ’ ἐμὲ τρέχετε, ἀλλ’ ἄπιτε πρὸς | |
30 | ἐκεῖνον· Καὶ ὃ ἐὰν εἴπῃ ὑμῖν, ποιεῖτε. Ἀνέῳξε δὲ Ἰωσὴφ τοὺς σιτοβολῶνας, καὶ ἐπώλει τοῖς Αἰγυ‐ πτίοις. Καὶ ἐπειδὴ πάντας ἐπενέμετο τοῦ λιμοῦ ἡ ἀνά‐ γκη, Πᾶσαι, φησὶν, αἱ χῶραι ἦλθον εἰς Αἴγυπτον ἀγοράζειν σῖτον· ἐπεκράτει γὰρ ὁ λιμὸς ἐν πάσῃ | |
35 | τῇ γῇ. Ὅρα μοι κατὰ μικρὸν ἀρχὴν λαμβάνουσαν τῶν ὀνειράτων τοῦ Ἰωσὴφ τὴν ἔκβασιν. Ἐπικρατή‐ σαντος γὰρ τοῦ λιμοῦ, καὶ καταλαβόντος καὶ τὴν Χα‐ ναὰν, ἔνθα κατῴκει ὁ Ἰακὼβ ὁ τούτου πατὴρ, Μα‐ θὼν ὅτι ἔστι πρᾶσις σίτου ἐν Αἰγύπτῳ, εἶπε, | |
40 | φησὶ, τοῖς παισὶν αὐτοῦ· Ἵνα τί ῥᾳθυμεῖτε; Ἰδοὺ ἀκήκοα ὅτι ἔστι σῖτος ἐν Αἰγύπτῳ. Κατάβητε πρίασθαι ἡμῖν μικρὰ βρώματα, ἵνα ζῶμεν, καὶ μὴ ἀποθάνωμεν. Τί, φησὶν, ἐνταῦθα κάθησθε; Ἄπιτε εἰς τὴν Αἴγυπτον, καὶ τὰ πρὸς διατροφὴν ἡμῖν κομί‐ | |
45 | ζετε. Ταῦτα δὲ ἅπαντα ἐγίνετο, ἵνα τῇ ὄψει παραβάλλωσιν ἅπαντα οἱ τοῦ Ἰωσὴφ ἀδελφοὶ, καὶ τὴν σύγκρισιν τοῦ ἐνυπνίου, ἣν αὐτοὶ[ς] συνέκριναν, ἡνίκα ἤκουσαν τοῦ Ἰωσὴφ τὸ ὅραμα διηγουμένου, εἰς ἔργον ἀγάγωσι. Κατέβησαν γὰρ, φησὶν, οἱ δέκα | |
54.548(50) | ἀδελφοὶ, καὶ τὸν Βενιαμὶν οὐκ ἔλαβον, ὃς ἦν ἀδελ‐ φὸς τοῦ Ἰωσὴφ ὁμομήτριος. Εἶπε γὰρ ὁ πατὴρ αὐ‐ τοῦ· Μή ποτε συμβῇ αὐτῷ μαλακία· διὰ τὸ ἄωρον τῆς ἡλικίας ἐφείσατο τοῦ παιδός. Ἐλθόντες δὲ, καθά‐ περ ἄρχοντα τῆς Αἰγύπτου προσεκύνησαν τὸν | |
55 | Ἰωσὴφ ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν. Καὶ νῦν μὲν τέως ἀγνοοῦντες ἅπαντα ταῦτα ποιοῦσιν. Ἐπειδὴ γὰρ οὐκ ὀλίγος γέγονεν ὁ μεταξὺ χρόνος, οὐκέτι τὸν χαρακτῆρα τοῦ ἀδελφοῦ ἐπεγίνωσκον. Εἰκὸς γὰρ ἐν ἡλικίᾳ αὐτὸν γενόμενον ἐναλλαγήν τινα τοῦ χαρακτῆ‐ | |
60 | ρος ἐργάσασθαι. Τὸ δὲ ὅλον οἶμαι καὶ οἰκονομίας εἶναι τοῦ τῶν ἁπάντων Θεοῦ, ὥστε μὴ δυνηθῆναι αὐτοὺς μήτε ἐκ τῆς διαλέξεως, μήτε ἐκ τῆς θέας ἐπιγνῶναι τὸν ἀδελφόν. Πόθεν γὰρ ἄν ποτε καὶ εἰς νοῦν τοῦτο ἐβά[λ]λοντο; Καὶ γὰρ ἐνόμιζον αὐτὸν παρὰ τοῖς Ἰσμαη‐ | |
65 | λίταις οἰκέτην γενόμενον λοιπὸν τὴν παρὰ τοῖς | |
βαρβάροις δουλείαν ὑπομένειν. Καὶ αὐτοὶ μὲν οὐδὲν | ||
54.549 | τοιοῦτον οὐδὲ εἰς διάνοιαν λαβεῖν δυνηθέντες οὐκ ἐπεγίνωσκον τὸν Ἰωσήφ. Αὐτὸς δὲ παραχρῆμα θεα‐ σάμενος αὐτοὺς ἐπέγνω, καὶ λανθάνειν ἐσπούδαζε, καὶ ὡς ἀλλοτρίοις αὐτοῖς προσφέρεσθαι ἐβούλετο. | |
5 | Ἠλλοτριοῦτο γὰρ, φησὶν, ἀπ’ αὐτῶν, καὶ ἐλάλη‐ σεν αὐτοῖς σκληρά· καὶ εἶπε· Πόθεν ἥκατε; Προσ‐ ποιεῖται παντελῆ ἄγνοιαν, ἵνα πάντα μετὰ ἀκριβείας παρ’ αὐτῶν μαθεῖν δυνηθῇ. Ἐπεθύμει γὰρ γνῶναι τὰ κατὰ τὸν πατέρα καὶ τὰ κατὰ τὸν ἀδελφόν. | |
10 | βʹ. Καὶ τέως μὲν πυνθάνεται ἐκ ποίας χώρας τυγ‐ χάνουσι, καί φασιν ἐκ τῆς Χαναὰν ἐλθεῖν ἀγοράσαι βρώματα. Ἡ τοῦ λιμοῦ, φασὶν, ἀνάγκη τῆς ὁδοιπο‐ ρίας ἡμᾶς ταύτης ἀνασχέσθαι πεποίηκε, καὶ διὰ τοῦτο καταλιπόντες τὰ οἰκεῖα ἐνταῦθα παραγεγόναμεν. Καὶ | |
15 | ἐμνήσθη, φησὶν, Ἰωσὴφ τῶν ἐνυπνίων, ὧν εἶδεν αὐτός. Εἰς ἔννοιαν ἐλθὼν τῶν ὀνειράτων, καὶ εὑρὼν τὴν ἔκβασιν εἰς ἔργον ἐληλυθυῖαν, ἐβούλετο μετὰ ἀκριβείας ἅπαντα μαθεῖν. Διὸ καὶ μετὰ πολλῆς αὐ‐ τοῖς τῆς σφοδρότητος εὐθέως ἀποκρίνεται, καί φησι· | |
20 | Κατάσκοποί ἐστε, καὶ κατανοῆσαι τὰ ἴχνη τῆς γῆς ἥκατε. Οὐχ ὑγιεῖ, φησὶ, γνώμῃ παραγεγόνατε. Ἐοίκατε τέχνῃ τινὶ καὶ κακουργίᾳ τὴν ἐνταῦθα ἄφ‐ ιξιν πεποιηκέναι. Οἱ δὲ ἐναγώνιοι γενόμενοι, φασίν· Οὐχὶ, κύριε. Καὶ ὅπερ μαθεῖν ἐσπούδαζεν ὁ Ἰωσὴφ, | |
25 | τοῦτο οἴκοθεν αὐτὸν διδάσκουσι, καί φασιν· Οἱ παῖδές σου ἤλθομεν πρίασθαι βρώματα. Πάντες ἐσμὲν υἱοὶ ἑνὸς ἀνθρώπου, εἰρηνικοί ἐσμεν, οὐκ εἰσὶν οἱ παῖδές σου κατάσκοποι. Ἔτι περὶ ἑαυτῶν μόνον ἀπολογούμενοι, καὶ ὑπὸ τοῦ φόβου κατασεισθέντες τὴν | |
30 | διάνοιαν, οὐδέπω τὰ τῷ Ἰωσὴφ σπουδαζόμενα εἰρή‐ κασι. Διὸ ἐπέμενε λέγων· Οὐχὶ, ἀλλὰ τὰ ἴχνη τῆς γῆς ἤλθετε ἰδεῖν. Περιττῶς, φησὶ, ταῦτά μοι λέγετε· καὶ γὰρ αὐτὸ τὸ σχῆμα τῆς παρουσίας ὑμῶν δείκνυσιν, ὅτι κακουργίᾳ τινὶ χρώμενοι ἐνταῦθα πα‐ | |
35 | ραγεγόνατε. Οἱ δὲ ὑπὸ τῆς ἀνάγκης αὐτῆς συνελαυνό‐ μενοι, καὶ βουλόμενοι εἰς οἶκτον αὐτὸν ἐπικάμψαι, φασί· Δώδεκά ἐσμεν οἱ παῖδές σου ἀδελφοί. Ὢ τῆς τῶν ῥημάτων ἀπάτης! Καὶ τὸν τοῖς ἐμπόροις παρ’ αὐτῶν διαπραθέντα τῷ ἀριθμῷ συνῆψαν· καὶ οὐ λέ‐ | |
40 | γουσι, Δώδεκα ἦμεν, ἀλλὰ, Δώδεκά ἐσμεν ἀδελφοί· καὶ ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν. Τοῦτο γὰρ ἦν αὐτῷ τὸ σπουδαζόμενον γνῶναι, εἰ μὴ καὶ τὸν ἀδελφὸν τὰ αὐτὰ διατεθείκασιν. Ἰδοὺ ὁ νεώτερος μετὰ τοῦ πατρὸς ἡμῶν· ὁ δὲ ἕτερος οὐχ ὑπάρχει. | |
45 | Καὶ οὐ λέγουσι τὴν αἰτίαν σαφῶς, ἀλλ’ ἁπλῶς, Οὐχ ὑπάρχει. Ἐκ τούτου εἰς ὑποψίαν ἐλθὼν, μήποτε καὶ εἰς τὸν Βενιαμὶν τὰ ὅμοια εἰργάσαντο, φησί· Τοῦτό ἐστιν ὃ εἴρηκα ὑμῖν, ὅτι κατάσκοποί ἐστε. Οὐ γὰρ μὴ ἐξέλθητε ἐντεῦθεν, ἕως οὗ ὁ ἀδελφὸς ὑμῶν ὁ | |
54.549(50) | νεώτερος ἔλθῃ ὧδε. Ἐκεῖνον ἰδεῖν βούλομαι· ἐπιθυμῶ θεάσασθαι τὸν τὰς αὐτάς μοι λύσαντα ὠδῖνας· ὑφορῶ‐ μαι γὰρ ὑμῶν ἐκ τῶν κατ’ ἐμὲ γενομένων τὴν μισάδελ‐ φον γνώμην. Εἰ τοίνυν βούλεσθε, Ἀποστείλατε ἕνα ἐξ ὑμῶν, καὶ ἀγάγετε αὐτόν· ὑμεῖς δὲ οἰκεῖτε τὸ δεσμω‐ | |
55 | τήριον, ἕως ἂν ἐκεῖνος παραγένηται. Ἐκεῖνος γὰρ παραγεγονὼς διδάξει, εἰ ἀληθῆ τὰ παρ’ ὑμῶν λεγό‐ μενα, καὶ ἐλευθερώσει ὑμᾶς πάσης ὑποψίας. Εἰ γὰρ μὴ τοῦτο γένοιτο, δῆλον ἔσται ὅτι κατάσκοποί ἐστε, καὶ διὰ τοῦτο ἐνταῦθα παραγεγόνατε. Καὶ ταῦτα | |
60 | εἰρηκὼς, Ἔθετο αὐτοὺς ἐν τῇ φυλακῇ. Ὅρα πῶς αὐτῶν βασανίζει τὰς γνώμας, καὶ δι’ ὧν εἰς τούτους ἐπιδείκνυται, τὴν φιλοστοργίαν δείκνυσι τὴν πρὸς τὸν ἀδελφόν. Μετὰ δὲ τρεῖς ἡμέρας καλέσας αὐτοὺς εἶπε· Τοῦτο ποιήσατε, καὶ ζήσεσθε· τὸν γὰρ Θεὸν | |
65 | ἐγὼ φοβοῦμαι. Εἰ εἰρηνικοί ἐστε, ἀδελφὸς ὑμῶν | |
εἷς κατασχεθήτω ἐν τῇ φυλακῇ· αὐτοὶ δὲ βαδί‐ | Column end | |
54.550 | σατε καὶ ἀπ[αγ]άγετε τὸν ἀγορασμὸν τῆς σιτοδο‐ σίας ὑμῶν, καὶ τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτερον ἀγάγετε πρός με, καὶ πιστευθήσεται τὰ ῥήματα ὑμῶν· εἰ δὲ μὴ, ἀποθανεῖσθε. | |
5 | Σκόπει σύνεσιν· Βουλόμενος καὶ τὴν περὶ τούτους εὔνοιαν ἐπιδείξασθαι, καὶ τοῦ πατρὸς τὴν ἔνδειαν παραμυθήσασθαι, καὶ περὶ τοῦ ἀδελφοῦ μαθεῖν τὸ ἀληθὲς, ἕνα κατασχεθῆναι προστάξας, τοὺς ἄλλους ἀπελθεῖν ἐκέλευσεν. Ἀλλ’ ὅρα μοι λοιπὸν ἐνταῦθα τὸν | |
10 | ἀδέκαστον δικαστὴν, τὸ συνειδὸς αὐτῶν κατεξανιστά‐ μενον, καὶ οὐδενὸς ἐλέγχοντος, οὐδὲ εἰς μέσον ἄγον‐ τος, αὐτοὺς ἑαυτῶν κατηγόρους γινομένους· Εἶπε γὰρ, φησὶν, ἕκαστος πρὸς τὸν ἀδελφὸν αὐτοῦ· Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ | |
15 | ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο ἡμῶν, καὶ οὐκ εἰσηκούσα‐ μεν αὐτοῦ· ἕνεκεν οὖν τούτου ἐπῆλθεν ἡμῖν πᾶσα ἡ θλίψις αὕτη. Τοιοῦτον γὰρ ἡ ἁμαρτία· ἐπειδὰν τελεσθῇ καὶ εἰς ἔργον ἔλθῃ, τότε τῆς οἰκείας | |
20 | ἀτοπίας δείκνυσι τὴν ὑπερβολήν. Καὶ καθάπερ ὁ μεθύων, ὅταν μὲν πολὺν τὸν ἄκρατον ἐγχέῃ, οὐδεμίαν αἴσθησιν λαμβάνει τῆς ἐκ τοῦ οἴνου γινομένης λύμης, μετὰ δὲ ταῦτα διὰ τῆς πείρας αὐτῆς μανθάνει τῆς βλάβης τὸ μέγεθος· οὕτω καὶ ἡ ἁμαρτία· μέχρι μὲν | |
25 | ἂν τελεσθῇ, σκοτοῖ τὸν λογισμὸν, καὶ καθάπερ νε‐ φέλη πυκνὴ, οὕτω πηροῖ τὴν διάνοιαν· ὕστερον δὲ τὸ συνειδὸς κατεξανιστάμενον παντὸς κατηγόρου σφοδρότερον καταξαίνει τὴν διάνοιαν, καὶ δείκνυσι τῶν γεγενημένων τὴν ἀτοπίαν. Ὅρα γὰρ καὶ τούτους | |
30 | νῦν εἰς αἴσθησιν ἐρχομένους, καὶ ὅτε περὶ τοῦ παν‐ τὸς εἶδον ἑαυτοῖς ἐπικρεμάμενον τὸν κίνδυνον, τότε ἐξομολογουμένους τὰ ὑπ’ αὐτῶν γεγενημένα, καὶ λέ‐ γοντας· Ναί· ἐν ἁμαρτίαις γάρ ἐσμεν περὶ τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς | |
35 | ψυχῆς αὐτοῦ. Οὐχ ἁπλῶς οὐδὲ μάτην, φησὶ, ταῦτα ὑπομένομεν, ἀλλὰ δικαίως, καὶ σφόδρα δικαίως· δίκας γὰρ δίδομεν τῆς ἀπανθρωπίας καὶ τῆς ὠμότητος, ἧς περὶ τὸν ἀδελφὸν ἐπεδειξάμεθα· Ὅτι ὑπερείδομεν τὴν θλίψιν τῆς ψυχῆς αὐτοῦ, ὅτε κατεδέετο | |
40 | ἡμῶν, καὶ οὐκ εἰσηκούσαμεν αὐτοῦ. Ἐπειδὴ, φησὶν, ἀσυμπαθεῖς γεγόναμεν, καὶ πολλὴν ἐπεδειξά‐ μεθα τὴν ὠμότητα, διὰ τοῦτο καὶ ἡμεῖς νῦν τῶν αὐτῶν πειρώμεθα· Ἕνεκεν γὰρ τούτου ἐπῆλθεν ἐφ’ ἡμᾶς ἡ θλίψις αὕτη. | |
45 | γʹ. Καὶ ταῦτα μὲν πρὸς ἀλλήλους διελέγοντο, νομί‐ ζοντες μηδενὸς τούτων ἐπακούειν τὸν Ἰωσήφ. Ὡς γὰρ ἀγνοῶν καὶ οὐκ εἰδὼς αὐτῶν τὴν γλῶτταν, παρεσκεύα‐ σεν ἑρμηνέα μεταξὺ ἀμφοτέρων ἑστάναι, καὶ τὰ παρ’ αὐτοῦ διασαφεῖν ἐκείνοις, καὶ τὰ παρ’ ἐκείνων αὐτῷ | |
54.550(50) | ἑρμηνεύειν. Ταῦτα δὲ ἀκούων ὁ Ῥουβὴν εἶπε πρὸς αὐτούς· Οὐκ ἐλάλησα ὑμῖν, λέγων, Μὴ ἀδικήσητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; Καὶ ἰδοὺ τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Οὐ συν‐ εβούλευσα, φησὶ, τότε, οὐ παρεκάλεσα, ὥστε μηδε‐ | |
55 | μίαν ἀδικίαν περὶ αὐτὸν ἐπιδείξασθαι; Διὰ τοῦτο νῦν Τὸ αἷμα αὐτοῦ ἐκζητεῖται. Τῇ γὰρ γνώμῃ αὐ‐ τὸν ἀνείλετε· εἰ γὰρ καὶ μὴ διὰ τοῦ λαιμοῦ τὸ ξίφος ὤσατε, ἀλλὰ βαρβάροις ἀνδράσιν αὐτὸν πεπράκατε, καὶ χαλεπωτέραν θανάτου δουλείαν αὐτῷ ἐπενοήσατε· | |
60 | διὰ τοῦτο, Τὸ αἷμα αὐτοῦ ἐκζητεῖται νῦν. Ἐννόησον ὅσον ἐστὶν ὑπὸ τοῦ συνειδότος κατηγορεῖσθαι, καὶ τοῦτον τὸν κατήγορον διηνεκῶς ἔχειν ἐπικείμενον, καταβοῶντα καὶ τὴν παρανομίαν ὑπομιμνήσκοντα. | |
Καὶ ταῦτα ἤκουε μὲν Ἰωσήφ· αὐτοὶ δὲ οὐκ | ||
54.551 | ᾔδεισαν, διὰ τὸ τὸν ἑρμηνέα μεταξὺ ἑστάναι· ἀλλ’ οὐκ ἔτι λοιπὸν φέρειν ἠδύνατο, τῆς φύσεως τῆς ἀδελφικῆς καὶ τῆς συμπαθείας αὐτὸν ἐλεγχούσης. Καὶ ἀποστραφεὶς, φησὶν, ἀπ’ αὐτῶν, ἔκλαυσεν, | |
5 | ὥστε μὴ κατάδηλος αὐτοῖς γενέσθαι. Καὶ πάλιν προσῆλθε πρὸς αὐτοὺς, καὶ εἶπεν αὐτοῖς. Καὶ ἔλαβε τὸν Συμεῶνα, καὶ ἔδησεν αὐτὸν ἐναντίον αὐτῶν. Ὅρα πῶς πάντα ποιεῖ, ὥστε εἰς φόβον αὐτοὺς ἐμβα‐ λεῖν, ἵνα ὁρῶντες τὰ δεσμὰ τοῦ Συμεὼν, δήλους | |
10 | ἑαυτοὺς ποιήσωσιν, εἴ τινα περὶ τὸν ἀδελφὸν συμπά‐ θειαν ἐπιδείκνυνται. Πάντα γὰρ ταῦτα ποιεῖ βασα‐ νίζων αὐτῶν τὴν γνώμην, καὶ γνῶναι βουλόμενος, εἰ μὴ καὶ πρὸς τὸν Βενιαμὶν τοιοῦτοι γεγόνασι. Διὰ τοῦτο καὶ τὸν Συμεῶνα ἐναντίον αὐτῶν δεσμεῖσθαι | |
15 | κελεύει, ἵνα βασανίσῃ αὐτοὺς μετὰ ἀκριβείας, καὶ ἴδῃ εἴ τινα φιλοστοργίαν περὶ αὐτὸν ἐνδείκνυνται. Ἡ γὰρ περὶ τοῦτον φειδὼ παρεσκεύαζεν ἐπιταχῦναι τὴν τοῦ Βενιαμὶν παρουσίαν, ὅπερ ἐβούλετο γενέσθαι, ὥστε πληροφορίαν λαβεῖν ἐκ τῆς τοῦ ἀδελφοῦ παρου‐ | |
20 | σίας. Καὶ ἐνετείλατο, φησὶν, ἐμπλῆσαι τὰ ἀγγεῖα αὐτῶν σίτου, καὶ ἀποδοῦναι τὸ ἀργύριον ἑκάστῳ εἰς τὸν σάκκον αὐτοῦ, καὶ δοῦναι αὐτοῖς ἐπισιτισμὸν εἰς τὴν ὁδόν. Καὶ ἐπιθέντες τοῖς ὄνοις αὐτῶν ἀπῆλθον. Ὅρα πόσην φιλοτιμίαν ἐπι‐ | |
25 | δείκνυται· καὶ ἄκοντας αὐτοὺς εὐεργετεῖ, οὐ τὸν σῖτον μόνον δεδωκὼς, ἀλλὰ καὶ τὰ ἀργύρια. Λύσας δὲ εἷς ἐξ αὐτῶν τὸν μάρσιππον αὐτοῦ, ὥστε δοῦναι χορτάσματα τοῖς ὄνοις, ὁρᾷ τὸ ἀργύριον, καὶ εἶπε τοῖς ἀδελφοῖς αὐτοῦ. Ἐπὶ τούτῳ ἐξέστη | |
30 | ἡ καρδία αὐτῶν, καὶ ἐταράχθησαν εἰς ἀλλήλους λέγοντες· Τί τοῦτο ἐποίησεν ἡμῖν ὁ Θεός; Ἐν‐ αγώνιοι πάλιν γεγόνασιν, ὑφορώμενοι μὴ καὶ τοῦτο προσθήκη ἐγκλημάτων αὐτοῖς γένηται, καὶ τὴν ἀπὸ τοῦ συνειδότος ἔχοντες κατηγορίαν, πάντα ἐπέγραφον | |
35 | τῇ ἁμαρτίᾳ τῇ εἰς τὸν Ἰωσὴφ ὑπ’ αὐτῶν γεγενημένῃ. Παραγενόμενοι δὲ πρὸς τὸν πατέρα, καὶ ἅπαντα μετὰ ἀκριβείας αὐτῷ ἀπαγγείλαντες, διηγήσαντο τὴν ἀγανάκτησιν τὴν κατ’ αὐτῶν γεγενημένην παρὰ τοῦ ἄρχοντος τῆς Αἰγύπτου, καὶ ὅτι ἔθετο αὐτοὺς ἐν | |
40 | φυλακῇ, ὡς κατασκόπους. Εἴπαμεν δὲ αὐτῷ, φασὶν, ὅτι εἰρηνικοί ἐσμεν, καὶ ὅτι δώδεκά ἐσμεν ἀδελ‐ φοί· καὶ ὁ μὲν εἷς οὐχ ὑπάρχει, ὁ δὲ μικρότερος μετὰ τοῦ πατρὸς ἡμῶν. Εἶπε δὲ ἡμῖν· Ἐν τούτῳ φανεῖσθε, ὅτι εἰρηνικοί ἐστε· ἀδελφὸν ἕνα ἄφετε | |
45 | ὧδε, καὶ ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν τὸν νεώτε‐ ρον, καὶ γνώσομαι ὅτι οὐκ ἐστὲ κατάσκοποι. Ταῦτα πάλιν ἀνέξαινε τοῦ δικαίου τὰς ἀθυμίας. Μετὰ γὰρ τῆς διηγήσεως ταύτης τῆς λυπηρᾶς καὶ τοὺς ἑαυτῶν μαρσίππους κενώσαντες, ηὕρισκεν ἕκαστος | |
54.551(50) | τὸ ἀργύριον, καὶ ἐφοβήθησαν αὐτοί τε καὶ ὁ πατὴρ αὐτῶν. Ἀλλ’ ὅρα μοι πάλιν ἐνταῦθα τὸν πρεσβύτην ἀποδυρόμενον. Τί γάρ φησι πρὸς αὐτούς; Ἐμὲ ἠτεκνώσατε· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε; Ἐπ’ ἐμὲ ἐγένοντο | |
55 | ταῦτα πάντα. Οὐκ ἤρκει μοι, φησὶ, τὸ πένθος τοῦ Ἰωσὴφ, ἀλλὰ προσεθήκατε τούτῳ καὶ τὸν Συμεών· καὶ οὐδὲ μέχρι τούτου ἵσταταί μοι τὰ δεινὰ, ἀλλὰ καὶ τὸν Βενιαμὶν λαβεῖν βούλεσθε. Ἐπ’ ἐμὲ ἐγένοντο ταῦτα πάντα. Ἱκανὰ τὰ ῥήματα δεῖξαι τοῦ πατρὸς | |
60 | διακοπτόμενα τὰ σπλάγχνα. Καὶ γὰρ ὥσπερ τὰ κατὰ τὸν Ἰωσὴφ αὐτῷ ἀπηγόρευτο (ἐνόμιζε γὰρ θηρῶν κατάβρωμα γεγενῆσθαι), οὕτω καὶ τὰ κατὰ τὸν Συ‐ μεῶνα ἀπηγόρευσε· λοιπὸν δὲ καὶ περὶ τοῦ Βενιαμὶν ἐδεδοίκει. Ἀλλ’ ὅμως ἀντεῖχεν ἔτι, καὶ οὐκ ἐδίδου | |
65 | τὸν παῖδα. Εἶπε δὲ αὐτῷ Ῥουβὴν ὁ πρωτότοκος αὐτοῦ· Τοὺς δύο υἱούς μου ἀπόκτεινον, ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς σέ. Δὸς αὐτὸν εἰς τὰς χεῖράς μου, κἀγὼ ἄξω αὐτὸν πρὸς σέ. Ἐμοὶ αὐτὸν, φησὶ, πίστευσον, ἐμοὶ παράδος· ἐγώ σοι αὐτὸν ἐπανάξω. | |
70 | δʹ. Τοῦτο δὲ ἐποίει Ῥουβὴν, ἐννοῶν ὡς οὐχ οἷόν | Column end |
54.552 | τε, μὴ τοῦ παιδὸς συγκατιόντος αὐτοῖς, πάλιν εἰς τὴν Αἴγυπτον ἀπελθεῖν, καὶ τὰ πρὸς διατροφὴν ὠνήσα‐ σθαι. Ἀλλ’ οὐκ ἐνδίδωσιν ὁ πατὴρ, ἀλλά φησιν· Οὐ καταβήσεται ὁ υἱός μου μεθ’ ὑμῶν. Εἶτα καὶ τὴν | |
5 | αἰτίαν λέγει, ὥσπερ ἀπολογούμενος τοῖς παισίν. Ὅτι ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καὶ αὐτὸς μόνος κατα‐ λέλειπται. Καὶ συμβήσεται ὡς νέον κομιδῆ μαλα‐ κισθῆναι ἐν τῇ ὁδῷ, καὶ κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Δέδοικα, φησὶ, τὸ νέον | |
10 | αὐτοῦ τῆς ἡλικίας, καὶ ὑφορῶμαι μὴ καὶ τῆς τούτου παραμυθίας ἀποστερηθεὶς μετ’ ὀδύνης τὸν βίον κατα‐ λύσω. Μέχρι γὰρ ὅτε οὗτος σύνεστί μοι, δοκῶ μικράν τινα ἔχειν παραμυθίαν, καὶ ἡ τούτου συνουσία ὑποτέ‐ μνεται τὴν ἐπὶ τῷ ἀδελφῷ αὐτοῦ ἀθυμίαν. Ἀλλ’ ὁ μὲν | |
15 | πόθος ὁ περὶ τὸν Βενιαμὶν οὐ συνεχώρει τῷ πατρὶ τοῦτον προέσθαι· Ὁ δὲ λιμὸς σφοδρότερος ἐγίνετο, καὶ ἐπέλιπεν αὐτοῖς τὰ βρώματα. Καί φησιν ὁ πατήρ· Ἀπελθόντες πάλιν κομίσατε μικρὰ βρώ‐ ματα. Εἶπε δὲ αὐτῷ Ἰούδας· Διαμαρτυρίᾳ διεμαρ‐ | |
20 | τύρατο ἡμᾶς ὁ ἄνθρωπος, λέγων· Οὐκ ὄψεσθε τὸ πρόσωπόν μου, ἐὰν μὴ ὁ νεώτερος ὑμῶν ἀδελφὸς μεθ’ ὑμῶν ᾖ. Εἰ μὲν οὖν ἀποστέλλεις τὸν ἀδελφὸν ἡμῶν, καταβησόμεθα, καὶ ἀγοράσομέν σοι βρώ‐ ματα· εἰ δὲ μὴ ἀποστέλλεις, οὐ πορευσόμεθα, | |
25 | Ὁ γὰρ ἄνθρωπος εἶπεν ἡμῖν, ὅτι Οὐκ ὄψεσθέ μου τὸ πρόσωπον, ἐὰν μὴ ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος ᾖ μεθ’ ὑμῶν. Μὴ νομίσῃς, φησὶν, ἡμᾶς δύνασθαι ἄνευ τοῦ ἀδελφοῦ ἐκεῖ καταβῆναι. Εἰ γὰρ βούλει καὶ ἄπρακτον ἡμῶν γενέσθαι τὴν κάθοδον, καὶ πάντας | |
30 | ἡμᾶς κινδύνῳ περιβληθῆναι, ἀπίωμεν. Ἴσθι δὲ ὅτι διεμαρτύρατο ἡμᾶς, ὡς οὐκ ὀψόμεθα αὐτοῦ τὸ πρόσ‐ ωπον, εἰ μὴ ὁ ἀδελφὸς ἡμῶν μεθ’ ἡμῶν παραγένηται. Στενὰ πάντοθεν ἦν τῷ Ἰακώβ· διὸ καὶ ἀποδυρόμενος, φησὶ πρὸς αὐτούς· Τί ἐκακοποιήσατέ με, ἀπαγγεί‐ | |
35 | λαντες τῷ ἀνθρώπῳ, ὅτι ἔστιν ὑμῖν ἀδελφός; — Τί ἐκακοποιήσατέ με; Διὰ τί, φησὶν, ἐμοὶ τούτων τῶν κακῶν αἴτιοι γεγένησθε; Εἰ γὰρ μὴ τοῦτο ἐγνω‐ ρίσατε, οὐκ ἂν τοῦ Συμεὼν ἀπεστερήθην, οὐκ ἂν τοῦτον ἐπεζήτησεν. Οἱ δὲ εἶπαν· Ἐπηρώτησεν ἡμᾶς | |
40 | ὁ ἄνθρωπος· Εἰ ἔτι ὁ πατὴρ ὑμῶν ζῇ, καὶ εἰ ἔστιν ὑμῖν ἀδελφὸς, καὶ ἀπηγγείλαμεν αὐτῷ. Μὴ ᾔδει‐ μεν, ὅτι ἐρεῖ ἡμῖν, Ἀγάγετε τὸν ἀδελφὸν ὑμῶν; Μὴ νομίσῃς, φησὶν, ἡμᾶς ἑκόντας ὡμολογηκέναι τῷ ἀνδρὶ τὰ καθ’ ἡμᾶς. Ἐπειδὴ γὰρ ὡς κατασκόπους | |
45 | ἡμᾶς ὑποπτεύσας κατεῖχεν, ἐπηρώτα δὲ μετὰ ἀκρι‐ βείας τὰ καθ’ ἡμᾶς, διὰ τοῦτο βουλόμενοι μετὰ ἀληθείας πάντα αὐτὸν διδάξαι, ταῦτα εἰρήκαμεν. Εἶπε δὲ πάλιν Ἰούδας πρὸς τὸν πατέρα αὐτοῦ Ἀπόστειλον τὸ παιδάριον μετ’ ἐμοῦ, καὶ ἀνα‐ | |
54.552(50) | στάντες πορευσόμεθα, ἵνα ζῶμεν, καὶ μὴ ἀποθά‐ νωμεν. Ἐμοὶ, φησὶν, αὐτὸν ἐμπίστευσον, ἵνα ἤδη ἁψώμεθα τῆς ὁδοῦ. Οὐδὲ γὰρ ἔτι ἔσται ἡμῖν σωτηρίας ἐλπὶς, τῶν βρωμάτων ἀναλωθέντων, καὶ οὐδαμόθεν ἑτέρωθεν εὑρισκόντων παραμυθίαν. Ἐγὼ δὲ δέχομαι | |
55 | αὐτὸν παρὰ σοῦ· ἐὰν μὴ ἀγάγω αὐτὸν, καὶ στήσω ἐναντίον σου, ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας. Εἰ μὴ γὰρ ἐβραδύναμεν, ἤδη ἂν ὑπεστρέψαμεν δίς. Ἡ περὶ τὸν παῖδα, φησὶ, συμ‐ πάθεια πᾶσιν ἡμῖν τὸν ὄλεθρον μέλλει προξενεῖν. | |
60 | Φθάνομεν γὰρ ὑπὸ τοῦ λιμοῦ καταναλωθῆναι, εἰ μὴ βουληθῇς ἀπολύσας αὐτὸν ἐκπέμψαι ἡμᾶς. Βλέπε λοιπὸν ἐνταῦθα, ἀγαπητὲ, πῶς ἡ τοῦ λιμοῦ ἀνάγκη ἐνίκησε τὴν φιλοστοργίαν τοῦ πατρός. Ὁρῶν γὰρ οὐδεμίαν αὐτοὺς εὑρίσκοντας παραμυθίαν ἑτέραν, | |
65 | καὶ τὸν λιμὸν ἐπιτεινόμενον, φησίν· Εἰ οὕτως ἐστὶ, καὶ τοῦτο δεῖ πάντως γενέσθαι, καὶ οὐχ οἷόν τε ὑμᾶς κατελθεῖν, εἰ μὴ καὶ τοῦτον λάβοιτε, ὀφείλετε καὶ δῶρα ἀποκομίσαι τῷ ἀνδρί. Καὶ τὸ ἀργύριον δὲ, | |
ὅπερ ἐν τοῖς μαρσίπποις ὑμῶν εὑρήκατε, ἀπαγάγετε, | ||
54.553 | καὶ ἕτερον ἀργύριον, ὥστε πρίασθαι. Καὶ τὸν ἀδελφὸν ὑμῶν λάβετε, καὶ ἀναστάντες κατάβητε πρὸς τὸν ἄνθρωπον. Ὁ δὲ Θεός μου δῴ[η] ὑμῖν χάριν ἐναντίον τοῦ ἀνθρώπου, καὶ ἀποστείλαι | |
5 | τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν. Ἐγὼ γὰρ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι. Ὅρα πῶς τὴν ἄφατον αὐτοῦ φιλοστοργίαν ἐπιδείκνυται, ἣν περὶ τὸν Ἰωσὴφ ἐκέκτητο. Ἵνα γὰρ μή τις νομίσῃ περὶ τοῦ Βενιαμὶν, ἢ περὶ τοῦ Συμεὼν εἰρῆσθαι τὸ, Ἐγὼ | |
10 | γὰρ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι, διὰ τοῦτο προλα‐ βών φησιν· Ὁ δὲ Θεός μου δῷ ὑμῖν χάριν, καὶ ἀποστείλαι τὸν ἀδελφὸν ὑμῶν τὸν ἕνα καὶ τὸν Βενιαμίν. Εἰ καὶ ὅτι, φησὶ, κἂν οὗτοι διασωθῶσιν, ἀλλ’ Ἐγὼ καθὰ ἠτέκνωμαι, ἠτέκνωμαι. Ἐννόει πῶς | |
15 | ὅλως τῇ εὐνοίᾳ τῷ Ἰωσὴφ ἦν προσκείμενος Ὁρῶν γὰρ τοσούτων χορὸν παίδων αὐτοῦ περιεστῶτα, ἄτεκνον ἑαυτὸν εἶναι ἐνόμιζεν, ἐπειδὴ ἐκείνου ἀπ‐ εστερεῖτο. Λαβόντες δὲ, φησὶν, οἱ ἄνδρες τὰ δῶρα, καὶ τὸ ἀργύριον διπλοῦν, καὶ τὸν Βενιαμὶν, κατ‐ | |
20 | έβησαν εἰς Αἴγυπτον, καὶ ἔστησαν ἐναντίον Ἰωσήφ. Εἶδε δὲ αὐτοὺς ὁ Ἰωσὴφ, καὶ τὸν Βε‐ νιαμὶν τὸν ἀδελφὸν αὐτοῦ. Ὅπερ ἐπεθύμει, ἐθεά‐ σατο τὸν αὐτῷ περιπόθητον. Εἶδεν εἰς ἔργον ἐξελ‐ θοῦσαν αὐτῷ τὴν σπουδήν. Καὶ εἶπε, φησὶ, τῷ ἐπὶ | |
25 | τῆς οἰκίας αὐτοῦ· Εἰσάγαγε τοὺς ἀνθρώπους εἰς τὴν οἰκίαν, καὶ σφάξον θύματα· μετ’ ἐμοῦ γὰρ φάγονται οἱ ἄνθρωποι. Ἰδόντες δὲ ὅτι εἰσήχθησαν εἰς τὸν οἶκον τοῦ Ἰωσὴφ, εἶπαν· Διὰ τὸ ἀργύριον τὸ ἀποστραφὲν ἐν τοῖς μαρσίπποις ἡμῶν τὴν | |
30 | ἀρχὴν, ἡμεῖς εἰσαγόμεθα, τοῦ συκοφαντῆσαι ἡμᾶς καὶ ἐπιθέσθαι ἡμῖν, τοῦ λαβεῖν ἡμᾶς εἰς παῖδας, ἡμᾶς τε καὶ τοὺς ὄνους ἡμῶν. Ὁ μὲν Ἰωσὴφ τὴν περὶ αὐτοὺς φιλοφροσύνην ἐπιδεικνύμε‐ νος ἅπαντα διετάττετο· ἐκεῖνοι δὲ καὶ οὕτως ἐναγώ‐ | |
35 | νιοι γίνονται, ὑφορώμενοι μὴ τῶν ἀργυρίων ἕνεκα δίκας εἰσπραχθῶσιν, ὡς καὶ ἐν τούτῳ κακουργήσαν‐ τες. Καὶ διὰ τοῦτο προσελθόντες τὴν αἰτίαν τοῦ ἀγῶνος κατάδηλον ποιοῦσι τῷ ἐπὶ τῆς οἰκίας, καὶ διηγοῦνται ὅπως τὰ ἀργύρια ἐν τοῖς μαρσίπποις εὗ‐ | |
40 | ρον, καί φασιν, ὅτι Διὰ τοῦτο διπλοῦν νῦν ἐκομί‐ σαμεν μεθ’ ἑαυτῶν τὸ ἀργύριον, ὡς καὶ τὰ πρό‐ τερα ἀποδοῦναι, καὶ πρίασθαι βρώματα. εʹ. Ὅρα πῶς αἱ συμφοραὶ κατελέαναν αὐτῶν τὸν λο‐ γισμὸν, καὶ ἐποίησαν αὐτοὺς ἐπιεικεστέρους. Εἶπε δὲ | |
45 | αὐτοῖς· Ἵλεως ὑμῖν, μὴ φοβεῖσθε· ὁ Θεὸς ὑμῶν, καὶ ὁ Θεὸς τοῦ πατρὸς ὑμῶν ἔδωκεν ὑμῖν θησαυ‐ ροὺς ἐν τοῖς μαρσίπποις ὑμῶν· τὸ γὰρ ἀργύριον ὑμῶν εὐδοκιμοῦν ἀπέχω. Μὴ δειλιᾶτε, φησὶ, μηδὲ τούτου ἕνεκεν ἀγωνιᾶτε. Οὐδεὶς ὑμῖν ταύτης ἕνεκεν | |
54.553(50) | τῆς αἰτίας ἔγκλημα περιάψει· καὶ γὰρ τὸ ἀργύριον πεπληρώμεθα· τοῦ δὲ Θεοῦ ἡγεῖσθε καὶ τοῦτο γεγε‐ νῆσθαι, καὶ θησαυροὺς ὑμῖν δεῖξαι ἐν τοῖς μαρσίπ‐ ποις ὑμῶν. Καὶ ταῦτα εἰρηκὼς ἐξήγαγε τὸν Συ‐ μεῶνα, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐ‐ | |
55 | τῶν, καὶ χορτάσματα ἔδωκε τοῖς ὄνοις αὐτῶν. Ὅρα πῶς ἡ εὐχὴ τοῦ πατρὸς πάντα αὐτοῖς κατευ‐ ώδου· καὶ καθάπερ ἐκεῖνος αὐτοῖς ἐπηύξατο εἰπὼν, Ὁ Θεὸς τοῦ πατρός μου χάριν ὑμῖν δῷ, οὕτως ἅπαντα ἐγίνετο· καὶ πᾶσαν φιλοφροσύνην περὶ αὐ‐ | |
60 | τοὺς ἐπεδείκνυτο καὶ πρὸ τῆς παρουσίας τοῦ Ἰωσὴφ ὁ τὴν οἰκίαν πεπιστευμένος. Ἡτοίμασαν δὲ τὰ δῶρα Ἰωσήφ. Καὶ εἰσελθόντι αὐτῷ προσ‐ ήνεγκαν, καὶ προσεκύνησαν αὐτῷ ἐπὶ τὴν γῆν. Καὶ πάλιν πυνθάνεται αὐτῶν· Εἰ ὑγιαίνει ὁ | |
65 | πατὴρ ὑμῶν, ὁ πρεσβύτης, ὃν εἴπατε; ἔτι ζῇ; Οἱ | |
δὲ εἶπον· Ὑγιαίνει ὁ παῖς σου ὁ πατὴρ ἡμῶν. Καὶ | Column end | |
54.554 | εἶπεν· Εὐλογητὸς ὁ ἄνθρωπος ἐκεῖνος τῷ Θεῷ. Καὶ κύψαντες προσεκύνησαν. Εἶδε δὲ τὸν ἀδελ‐ φὸν αὐτοῦ τὸν ὁμομήτριον, καὶ εἶπεν· Οὗτος ὁ ἀδελφὸς ὑμῶν ὁ νεώτερος, ὃν εἴπατε πρός με | |
5 | ἀγαγεῖν; Καὶ εἶπεν· Ὁ Θεὸς ἐλεήσαι σε, τέκνον. Σκόπει πόσην καρτερίαν ἐπιδείκνυται, καὶ ἔτι ἄγνοιαν προσποιεῖται, ἵνα διὰ τῶν ἑξῆς γενομένων δοκιμὴν αὐτῶν τῆς γνώμης λαβεῖν δυνηθῇ, ὅπως πρὸς τὸν Βενιαμὶν διάκεινται. Καὶ ἐπειδὴ ὑπὸ τῆς | |
10 | φύσεως αὐτῆς ἐνικᾶτο, Συνεστρέφετο αὐτοῦ, φησὶ, τὰ σπλάγχνα, καὶ ἐζήτει κλαῦσαι. Εἰσελθὼν δὲ εἰς τὸ ταμιεῖον, ἔκλαυσεν ἐκεῖ. Καὶ νιψάμενος τὸ πρόσωπον ἐξῆλθε· καὶ λοιπὸν τὴν παρ’ ἑαυτοῦ ἐπιδείκνυται φιλοφροσύνην, καί φησι· Παράθετε | |
15 | ἄρτους. Καὶ παρέθηκαν αὐτῷ μόνῳ, ἅτε δὴ ὡς βασι‐ λεῖ καὶ ἄρχοντι πάσης Αἰγύπτου, Κἀκείνοις καθ’ ἑαυ‐ τοὺς, καὶ τοῖς Αἰγυπτίοις τοῖς συνδειπνοῦσι μετ’ αὐτοῦ καθ’ ἑαυτούς. Οὐδὲ γὰρ ἐδύναντο οἱ Αἰγύ‐ πτιοι συνεσθίειν μετὰ τῶν Ἑβραίων· βδέλυγμα γάρ | |
20 | ἐστι τοῖς Αἰγυπτίοις. Ἐκάθισε δὲ ἐναντίον αὐτοῦ ὁ πρῶτος κατὰ τὰ πρεσβεῖα αὐτοῦ, καὶ ὁ νεώτερος κατὰ τὴν νεότητα αὐτοῦ. Τοῦτο ἐκείνους εἰς ἔκπλη‐ ξιν ἦγε, καὶ ἐν ἀπορίᾳ καθίσταντο, πόθεν αὐτῷ ἡ γνῶσις ἐγένετο τῆς διαφορᾶς τῶν ἡλικιῶν. Καὶ πᾶσι | |
25 | δοὺς μερίδας, τῷ Βενιαμὶν πενταπλάσιον δίδωσι. Καὶ οὐδὲ οὕτως αἰσθάνονται τῶν γινομένων, ἀλλ’ ἐνόμισαν ἁπλῶς συντυχίᾳ τινὶ γίνεσθαι ταῦτα παρ’ αὐτοῦ, ὡς ἅτε δὴ πρὸς νέον. Καὶ τέλος λαβούσης τῆς ἑστιάσεως, Καλέσας, φησὶν, ὁ Ἰωσὴφ τὸν ἐπὶ τῆς οἰκίας αὐ‐ | |
30 | τοῦ, ἐνετείλατο αὐτῷ, λέγων· Πλῆσον τοὺς μαρ‐ σίππους τῶν ἀνθρώπων βρωμάτων, ὅσα ἂν δύναν‐ ται ἆραι, καὶ τὸ ἀργύριον ὡσαύτως ἑκάστου εἰς τὸν μάρσιππον αὐτοῦ, καὶ τὸ κόνδυ τὸ ἀργυροῦν ἔμ‐ βαλε εἰς τὸν μάρσιππον τοῦ νεωτέρου. Ὅρα πάλιν | |
35 | οἵαν μηχανὴν ἐξευρίσκει, ὥστε δοκιμὴν ἀκριβεστάτην λαβεῖν τῆς τῶν ἀδελφῶν γνώμης, ἣν περὶ τὸν Βενιαμὶν ἐπεδείκνυντο. Καὶ τούτων γενομένων, ἀπέλυσεν αὐ‐ τούς. Καὶ ἐπειδὴ ἥψαντο τῆς ὁδοῦ, Εἶπε, φησὶ, τῷ ἐπὶ τῆς οἰκίας αὐτοῦ· Ἀναστὰς ἐπιδίωξον ὀπίσω αὐ‐ | |
40 | τῶν, καὶ ἐρεῖς· Τί ὅτι ἀνταπεδώκατε πονηρὰ ἀντὶ καλῶν; Ἵνα τί ἐκλέψατέ μου τὸ κόνδυ τὸ ἀργυ‐ ροῦν; Οὐ τοῦτό ἐστιν, ἐν ᾧ πίνει ὁ κύριός μου, Αὐτὸς δὲ οἰωνίζεται ἐν αὐτῷ. Πονηρὰ συντετέλε‐ σται, ἃ πεποιήκατε. Εὑρὼν δὲ αὐτοὺς, φησὶν, εἶπεν | |
45 | αὐτοῖς· Τί τοῖς ἐναντίοις τὸν εὐεργέτην ἠμείψασθε; διὰ τί τὴν οἰκείαν πονηρίαν καὶ μέχρι τοῦ τοσαύτην περὶ ὑμᾶς τὴν φιλοφροσύνην ἐπιδειξαμένου ἐξετείνατε; διὰ τί οὐκ ᾐδέσθητε τοῦ ἀνδρὸς τὴν περὶ ὑμᾶς μεγαλο‐ ψυχίαν; Τίς ἡ τοσαύτη κακουργία; τίς ἡ μανία, ἣν | |
54.554(50) | ἐμάνητε; Οὐκ ἴστε ὅτι τοῦτό ἐστι τὸ σκεῦος, ἐν ᾧ ὁ κύριός μου οἰωνίζεται; Πονηρὰ ὑμῶν ἡ πρᾶξις, ὀλε‐ θρία ἡ γνώμη, ἀσύγγνωστος ἡ ἐπιχείρησις, μεγάλη ἡ τόλμα, πᾶσαν πονηρίαν ὑπερακοντίζουσα. Οἱ δὲ εἶπαν αὐτῷ· Ἵνα τί λαλεῖ ὁ κύριος κατὰ τὰ ῥήματα | |
55 | ταῦτα; Τίνος ἕνεκεν, φησὶν, ἐπιφέρεις ἡμῖν ἔγκλημα, οὗ πάντη ἐσμὲν ἀνεύθυνοι; Μὴ γένοιτο τοῖς παισί σου ποιῆσαι κατὰ τὸ ῥῆμα τοῦτο· μὴ ἡμῖν ποτε τοῦ‐ το γένοιτο διαπράξασθαι. Οἱ γὰρ τὸ ἀργύριον διπλοῦν ἀπενεγκάμενοι, πῶς ἂν ὑφειλόμεθα ἀργύριον, ἢ χρυ‐ | |
60 | σίον; Εἰ δὲ τοῦτο νομίζεις, Παρ’ ᾧ ἂν εὑρεθῇ τὸ σκεῦος, ὅπερ ἐπιζητεῖς, αὐτὸς μὲν ἀποθνησκέτω, ὡς τοσοῦτον δράσας τολμηρόν· ἡμεῖς δὲ δοῦλοι ἐσό‐ μεθα. Ἡ γὰρ ἀπὸ τοῦ συνειδότος παῤῥησία παρεσκεύα‐ ζεν αὐτοὺς μετὰ τοῦ θαῤῥεῖν ταῦτα διαλέγεσθαι. Ὁ δὲ, | |
65 | φησὶν, εἶπε· Καὶ νῦν, ὡς λέγετε, οὕτως ἔσται. Παρ’ | |
ᾧ ἂν εὑρεθῇ τὸ κόνδυ, οὗτος ἔσται μου παῖς μόνος· | ||
54.555 | ὑμεῖς δὲ ἀπολυθήσεσθε. Καὶ ταῦτα εἰπόντες ἐπέτρε‐ πον αὐτῷ τὴν ἔρευναν ποιήσασθαι. Καὶ ἠρεύνα ἀπὸ τοῦ πρεσβυτέρου ἀρξάμενος, ἕως ἦλθεν εἰς τὸν Βενιαμίν. Καὶ τὸν ἐκείνου μάρσιππον ἀνοίξας | |
5 | εὑρίσκει τὸ κόνδυ. Τοῦτο ἐσκότωσεν αὐτῶν τὸν λογι‐ σμόν. Καὶ διέῤῥηξαν, φησὶ, τὰ ἱμάτια αὐτῶν, καὶ ἐπέθηκαν πάλιν τοὺς μαρσίππους αὐτῶν, καὶ ἐπέστρεψαν εἰς τὴν πόλιν. Καὶ εἰσελθὼν ὁ Ἰούδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πρὸς τὸν Ἰωσὴφ, ἔπεσον | |
10 | ἐναντίον αὐτοῦ ἐπὶ τὴν γῆν. Ὅρα ποσάκις τὴν προσ‐ κύνησιν ποιοῦνται. Εἶπε δὲ αὐτοῖς Ἰωσήφ· Τί τοῦτο πεποιήκατε; Οὐκ οἴδατε ὅτι οἰωνισμῷ οἰωνίζομαι ἐν αὐτῷ; Εἶπε δὲ, φησὶν, Ἰούδας· Τί ἀντεροῦμεν, ἢ τί λαλήσομεν τῷ κυρίῳ, ἢ τί δικαιωθῶμεν; Ὁ δὲ | |
15 | Θεὸς εὗρε τὴν ἀδικίαν τῶν παίδων σου. Πάλιν ἑαυ‐ τοὺς ἀναμιμνήσκουσι τῶν ἤδη εἰς αὐτὸν ὑπ’ αὐτῶν γε‐ γενημένων. Ἰδού ἐσμεν οἰκέται τῷ κυρίῳ ἡμῶν καὶ ἡμεῖς, καὶ παρ’ ᾧ εὑρέθη τὸ κόνδυ. Τέως πολλὴν ἐπι‐ δείκνυνται τὴν εὐγνωμοσύνην, καὶ ἑαυτοὺς ἅμα τῷ | |
20 | ἀδελφῷ τῇ δουλείᾳ ὑποτάττουσιν. Εἶπε δὲ, φησὶν, Ἰω‐ σήφ· Μή μοι γένοιτο ποιῆσαι τοῦτο. Ὁ ἄνθρωπος, παρ’ ᾧ εὑρέθη τὸ κόνδυ, αὐτὸς ἔσται μου παῖς· ὑμεῖς δὲ ἀνάβητε μετὰ σωτηρίας πρὸς τὸν πατέρα ὑμῶν. | |
25 | ϛʹ. Ὅρα πῶς, ὅπερ ἐδεδοίκει ὁ πατὴρ, τοῦτο αὐτοῖς συμβέβηκε· καὶ θόρυβον ὑπομένουσι καὶ ταραχὴν, οὐκ εἰδότες ὅ τι καὶ πράξωσιν. Ἐγγίσας δὲ, φησὶν, Ἰούδας εἶπεν. Ἐπειδὴ γὰρ καὶ αὐτὸς ἦν ὁ παρὰ τοῦ πατρὸς αὐ‐ τὸν δεξάμενος καὶ εἰπών· Ἐὰν μὴ ἀγάγω αὐτὸν πρὸς | |
30 | σὲ, ἔσομαι ἡμαρτηκὼς ἐναντίον σου πάσας τὰς ἡμέρας· διὰ τοῦτο πλησίον γεγονὼς διηγεῖται ἅπαντα μετὰ ἀκριβείας αὐτῷ, ἵνα εἰς συμπάθειαν αὐτὸν ἐφελ‐ κυσάμενος παρασκευάσῃ ἀφεῖναι τὸν παῖδα. Ἐγγίσας γὰρ αὐτῷ Ἰούδας εἶπε· Δέομαι, κύριε, λαλησάτω ὁ | |
35 | παῖς σου. Σκόπει πῶς δι’ ὅλου ὡς δεσπότῃ δοῦλος δια‐ λέγεται· καὶ μνημόνευέ μοι τῶν ὀνειράτων τῶν δρα‐ γμάτων, ἐξ ὧν καὶ μείζονα τὸν κατ’ αὐτοῦ φθόνον ἠκό‐ νησαν, καὶ ἐκπλήττου τὴν εὐμήχανον τοῦ Θεοῦ σοφίαν, ὅπως τοσούτων κωλυμάτων ἐν μέσῳ γενομένων εἰς ἔρ‐ | |
40 | γον ἅπαντα ἐξῄει. Λαλησάτω, φησὶν, ὁ παῖς σου ἐναν‐ τίον σου, καὶ μὴ θυμωθῇς τῷ παιδί σου, κύριε. Σὺ ἠρώτησας τοὺς παῖδάς σου, λέγων· Εἰ ἔχετε πατέ‐ ρα, ἢ ἀδελφόν; Καὶ εἴπαμεν τῷ κυρίῳ· Ἔστιν ἡμῖν πατὴρ πρεσβύτερος καὶ παιδίον γήρως νεώτερον | |
45 | αὐτῷ, καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν. Ἐννόει μοι ἐνταῦθα, τίς ἦν ταῦτα ἀκούων ὁ Ἰωσήφ. Αὐτὸς δὲ μόνος ὑπολέλειπται τῇ μητρὶ αὐτοῦ· ὁ δὲ πατὴρ αὐτὸν ἠγάπησε. Τίνος ἕνεκεν καὶ ἐνταῦθα ψεύδεται οὕτω λέγων, ὅτι Ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανε, καίτοι | |
54.555(50) | τοῖς ἐμπόροις αὐτὸν ἀπέδοντο; Ἀλλ’ ἐπειδὴ οὕτω τὸν πατέρα διέθηκαν, ὡς ἀναιρεθέντος αὐτοῦ καὶ ὑπὸ θη‐ ρίων βρωθέντος, ἄλλως δὲ καὶ ἐνόμισαν οὐ φέροντα τὴν δουλείαν τὴν παρὰ τοῖς βαρβάροις ἤδη τεθνηκέναι· διὰ τοῦτό φησι· Καὶ ὁ ἀδελφὸς αὐτοῦ ἀπέθανεν. | |
55 | Εἶπας δὲ τοῖς παισί σου· Καταγάγετε αὐτὸν πρός με, καὶ ἐπιμελοῦμαι αὐτοῦ. Καὶ εἶπας· Ἐὰν μὴ καταβῇ ὁ ἀδελφὸς ὑμῶν μεθ’ ὑμῶν, οὐ προσθήσε‐ σθε ἰδεῖν τὸ πρόσωπόν μου. Ἐγένετο δὲ ἡνίκα ἀνέβημεν πρὸς τὸν παῖδά σου, πατέρα δὲ ἡμῶν, | |
60 | ἀπηγγείλαμεν αὐτῷ τὰ ῥήματα τοῦ κυρίου. Εἶπε δὲ ὁ πατὴρ ἡμῶν ἡμῖν· Βαδίσατε πάλιν, ἀγορά‐ σατε ἡμῖν μικρὰ βρώματα. Ἡμεῖς δὲ εἴπαμεν αὐτῷ· Οὐ δυνησόμεθα καταβῆναι, ἐὰν μὴ ὁ ἀδελφὸς ἡμῶν καταβῇ μεθ’ ἡμῶν. Εἶπε δὲ ὁ παῖς σου ὁ πατὴρ | |
65 | ἡμῶν· Ὑμεῖς γινώσκετε, ὅτι δύο ἔτεκέ μοι ἡ γυνὴ, | |
καὶ ἐξῆλθεν ὁ εἷς ἀπ’ ἐμοῦ, καὶ εἴπατε ὅτι θηριό‐ | Column end | |
54.556 | βρωτος γέγονε. Σκόπει πῶς διὰ τῆς ἀπολογίας τοῦ Ἰούδα πάντα μετὰ ἀκριβείας μανθάνει ὁ Ἰωσὴφ τὰ μετὰ τὴν αὐτοῦ πρᾶσιν ἐν τῇ οἰκίᾳ γεγονότα, καὶ ὅπως τὸν πατέρα διέθηκαν, καὶ τίνα περὶ αὐτοῦ εἰρήκασι. | |
5 | Νῦν οὖν, ἐὰν καὶ τοῦτον λάβητε, καὶ συμβῇ αὐτῷ μαλακία ἐν τῇ ὁδῷ, κατάξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Οὕτω τοίνυν τοῦ πατρὸς ἡμῶν δια‐ κειμένου πρὸς τὸ παιδάριον, πῶς δυνησόμεθα ἰδεῖν αὐτοῦ τὸ πρόσωπον, τοῦ παιδαρίου μὴ ὄντος μεθ’ ἡμῶν; | |
10 | Ἐκκρέμαται γὰρ αὐτοῦ ἡ ψυχὴ ἐκ τῆς τούτου ψυ‐ χῆς. Καὶ κατάξουσιν οἱ παῖδές σου τὸ γῆρας τοῦ παιδός σου πατρὸς ἡμῶν μετὰ λύπης εἰς ᾅδου. Ὁ γὰρ παῖς σου ἐκδέδεκται τὸ παιδάριον παρὰ τοῦ πατρὸς, λέγων· Ἐὰν μὴ ἀγάγω αὐτὸ πρὸς σὲ, | |
15 | ἡμαρτηκὼς ἔσομαι ἐναντίον σου πάσας τὰς ἡμέ‐ ρας. Ταύτας τὰς ὑποσχέσεις ἐποιησάμην πρὸς τὸν πατέρα ὑπὲρ τοῦ καὶ τὸν παῖδα δυνηθῆναι ἀγαγεῖν, καὶ πληρῶσαι τά σοι δόξαντα, καὶ δεῖξαι ὡς ἀληθῶς εἰρή‐ καμεν, καὶ οὐδὲν ψεῦδος τῶν παρ’ ἡμῶν λεχθέντων. | |
20 | Νῦν οὖν παραμενῶ παῖς ἀντὶ τοῦ παιδὸς, οἰκέτης τοῦ κυρίου· τὸ δὲ παιδάριον, ἀναβήτω μετὰ τῶν ἀδελφῶν. Πῶς γὰρ ἀναβήσομεν πρὸς τὸν πατέρα, τοῦ παιδαρίου μὴ ὄντος μεθ’ ἡμῶν; Ἵνα μὴ ἴδω τὰ κακὰ, ἃ εὑρήσει τὸν πατέρα μου. Συνέχεε ταῦτα τὸν | |
25 | Ἰωσὴφ, καὶ ἱκανὴν αὐτῷ παρέσχεν ἀπόδειξιν καὶ τῆς εἰς τὸν πατέρα τιμῆς, καὶ τῆς περὶ τὸν ἀδελφὸν φιλο‐ στοργίας. Καὶ οὐκέτι ἠδύνατο φέρειν, οὐδὲ ἀνέχε‐ σθαι τῶν παρεστηκότων αὐτῷ, ἀλλὰ πάντας ἀπ‐ ωσάμενος, καὶ μόνος μεταξὺ αὐτῶν ἀπολειφθεὶς, | |
30 | ἀφεὶς φωνὴν μετὰ κλαυθμοῦ ἀναγνωρίζεται τοῖς ἀδελφοῖς. Καὶ τοῦτο γνωστὸν ἐγένετο ἐν πάσῃ τῇ βασιλείᾳ, καὶ εἰς τὸν οἶκον Φαραώ. Καί φησι πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἐγώ εἰμι Ἰωσήφ. Ἔτι ὁ πατήρ μου ζῇ; Θαυμάσαι μοι ἔπεισιν ἐνταῦθα καὶ τοῦ | |
35 | μακαρίου τούτου τὴν τοσαύτην εὐτονίαν, καὶ ὅτι ἤνεγκε μέχρι τούτου σχηματίσασθαι, καὶ μὴ γνωρίσαι τὰ καθ’ ἑαυτὸν, κἀκείνους μάλιστα ἐκπλαγῆναι, ὅπως ἠδυνήθησαν στῆναι καὶ διᾶραι λοιπὸν τὸ στόμα, πῶς οὐκ ἀπέπτη ἀπ’ αὐτῶν ἡ ψυχὴ, πῶς οὐκ ἐξέστη | |
40 | αὐτῶν ἡ διάνοια, πῶς οὐ κατέδυσαν εἰς τὴν γῆν. Οὐκ ἠδύναντο, φησὶν, οἱ ἀδελφοὶ αὐτοῦ ἀποκριθῆναι αὐτῷ· ἐταράχθησαν γάρ. Εἰκότως· ἐννοοῦντες τίνα μὲν αὐτὸν αὐτοὶ διέθηκαν, οἷος δὲ αὐτὸς περὶ αὐτοὺς γέγονε, καὶ λογιζόμενοι τὴν περιφάνειαν ἐν ᾗ καθει‐ | |
45 | στήκει, περὶ αὐτῆς, ὡς εἰπεῖν, τῆς σωτηρίας ἠγωνίων. Διὰ τοῦτο βουλόμενος αὐτοὺς παραθαῤῥῦναι, φησίν· Ἐγγίσατε πρός με. Μὴ μακρύνητε ἑαυτούς· μὴ νομί‐ ζετε, φησὶν, οἰκείᾳ γνώμῃ τὰ κατ’ ἐμὲ ὑμᾶς πεπρᾶ‐ χθαι. Οὐ τοσοῦτον τῆς ὑμετέρας ἐγένετο περὶ ἐμὲ πο‐ | |
54.556(50) | νηρίας, ὅσον τῆς τοῦ Θεοῦ σοφίας, καὶ τῆς ἀφάτου φι‐ λανθρωπίας, ἵνα ἐνταῦθα παραγενόμενος, νῦν ἐν καιρῷ καὶ ὑμῖν τὰ πρὸς διατροφὴν χορηγῆσαι δυνηθῶ, καὶ πάσῃ τῇ χώρᾳ. Καὶ εἶπε, φησὶν, Ἐγώ εἰμι Ἰωσὴφ ὁ ἀδελφὸς ὑμῶν, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον. Νῦν | |
55 | οὖν μὴ λυπεῖσθε. Μὴ ὑμᾶς, φησὶ, τοῦτο ταραττέτω, μηδὲ σκληρὸν ὑμῖν λογισθῇ τὸ γεγενημένον. Θεοῦ γὰρ οἰκονομία τὰ γινόμενα. Εἰς γὰρ ζωὴν ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Τοῦτο γὰρ δεύτερον ἔτος λιμὸς ἐπὶ τῆς γῆς, καὶ ἔτι λοιπὸν πέντε ἔτη, ἐν οἷς | |
60 | οὐκ ἔσται ἀροτρίασις, οὐδὲ ἀμητός. Ἀπέστειλε γάρ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς. Νῦν οὖν οὐχ ὑμεῖς με ἀπεστάλκατε ὧδε, ἀλλ’ ὁ Θεός. ζʹ. Ὅρα πῶς καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον πα‐ | |
65 | ραμυθεῖται αὐτοὺς, λέγων μὴ αὐτοῖς αὐτὸν ἐπιγράφειν | |
54.557 | τὴν αἰτίαν, καὶ τὴν εἰς Αἴγυπτον αὐτοῦ κάθοδον, ἀλλὰ τὸν Θεὸν τοῦτο πεποιηκέναι, ὥστε εἰς ταύτην αὐτὸν ἐλθεῖν τὴν περιφάνειαν. Ὁ Θεὸς, φησὶν, ἀπέστειλέ με, καὶ ἐποίησέ με ὡς πατέρα Φαραὼ, καὶ κύριον | |
5 | παντὸς τοῦ οἴκου αὐτοῦ, καὶ ἄρχοντα πάσης τῆς Αἰγύπτου. Ἐκείνη, φησὶν, ἡ δουλεία ταύτην μοι τὴν ἀρχὴν προεξένησεν, ἐκείνη ἡ πρᾶσις εἰς ταύτην με τὴν περιφάνειαν ἤγαγεν, ἐκείνη ἡ θλίψις ταύτης μοι τῆς εὐδοκιμήσεως ὑπόθεσις γέγονεν, ἐκεῖνος ὁ φθόνος ταύ‐ | |
10 | την μοι τὴν δόξαν ἔτεκε. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀλλὰ καὶ μιμώμεθα, καὶ οὕτω τοὺς κακῶς ἡμᾶς διατι‐ θέντας παραμυθώμεθα, ἀλλοτριοῦντες ἀπ’ αὐτῶν τὰ καθ’ ἡμῶν γινόμενα, καὶ μετὰ πολλῆς εὐγνωμοσύνης ἅπαντα φέροντες, καθάπερ ὁ θαυμάσιος οὗτος. Ἐπεὶ | |
15 | οὖν, φησὶν, ἐπείσθητε παρ’ ἐμοῦ, ὅτι οὐχ ὑμῖν ἐπιγρά‐ φω τὰ εἰς ἐμὲ παρ’ ὑμῶν γεγενημένα, ἀλλ’ ὑμᾶς μὲν ἀπαλλάττω τῶν ἐγκλημάτων, τῷ δὲ Θεῷ τὸ πᾶν λογίζο‐ μαι, τῷ ἐκεῖνα πάντα οἰκονομήσαντι, ἵνα μοι τὸ τῆς παρούσης δόξης προσγένηται· Σπεύσαντες οὖν | |
20 | ἀνάβητε πρὸς τὸν πατέρα μου, καὶ εἴπατε αὐτῷ· Τάδε λέγει ὁ υἱός σου Ἰωσήφ· Ἐποίησέ με ὁ Θεὸς κύριον πάσης γῆς Αἰγύπτου. Κατάβηθι οὖν πρός με, καὶ μὴ ἀναμείνῃς· καὶ κατοικήσεις ἐν γῇ Γε‐ σὲμ, καὶ ἔσῃ ἐγγύς μου σὺ, καὶ οἱ υἱοί σου, καὶ οἱ | |
25 | υἱοὶ τῶν υἱῶν σου, καὶ τὰ πρόβατα, καὶ οἱ βόες, καὶ ὅσα σοί ἐστι, καὶ ἐκθρέψω σε (ἔτι γὰρ πέντε ἔτη λιμὸς), ἵνα μὴ ἐκτριβῇς σὺ, καὶ οἱ υἱοί σου, καὶ πάντα τὰ ὑπάρχοντά σου. Ἰδοὺ οἱ ὀφθαλμοὶ ὑμῶν βλέπουσι, καὶ οἱ ὀφθαλμοὶ Βενιαμὶν τοῦ ἀδελφοῦ | |
30 | μου, ὅτι τὸ στόμα μου τὸ λαλοῦν πρὸς ὑμᾶς. Ἀπαγγείλατε τῷ πατρί μου πᾶσαν τὴν δόξαν μου τὴν ἐν Αἰγύπτῳ, καὶ ὅσα εἴδετε, καὶ ταχύναντες καταγάγετε αὐτόν. Ταῦτα ἅπαντα διαλεχθεὶς, καὶ ἀρ‐ κούντως αὐτοὺς παραμυθησάμενος, καὶ ἐντειλάμενος | |
35 | εἰπεῖν τὰ παρ’ αὐτοῦ τῷ πατρὶ, καὶ ταχέως αὐτὸν ἐπ‐ αναγαγεῖν, Ἐπιπεσὼν ἐπὶ τὸν τράχηλον τοῦ Βενια‐ μὶν ἔκλαυσεν (ἐκεῖνος γὰρ ἦν αὐτῷ ὁμομήτριος), κἀ‐ κεῖνος πάλιν ἔκλαυσεν ἐπ’ αὐτῷ· καὶ κατεφίλησε πάντας τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἔκλαυσεν ἐπ’ | |
40 | αὐτοῖς. Καὶ τότε μετὰ τὴν τοσαύτην διάλεξιν καὶ τὰ δάκρυα καὶ τὴν συμβουλὴν, ἣν πρὸς αὐτοὺς ἐποιήσατο, μόλις ἠδυνήθησαν λαλῆσαι πρὸς αὐτόν. Μετὰ ταῦτα γὰρ, φησὶν, ἐλάλησαν πρὸς αὐτόν. Ταῦτα δὲ δι‐ εβοήθη εἰς τὸν οἶκον Φαραὼ, καὶ ἐχάρη, καὶ πάντες | |
45 | οἱ ἐν τῷ οἴκῳ. Ἐχαροποίησε, φησὶ, πάντας ὁ ἀναγνω‐ ρισμὸς τῶν ἀδελφῶν τοῦ Ἰωσήφ. Καὶ εἶπε, φησὶν, ὁ βασιλεὺς τῷ Ἰωσήφ· Εἰπὸν τοῖς ἀδελφοῖς σου· Τοῦτο ποιήσατε· γεμίσατε τὰ φορεῖα ὑμῶν σίτου, καὶ ἀπέλθετε. Καὶ ἀναλαβόντες τὸν πατέρα ὑμῶν | |
54.557(50) | ἥκατε πρός με, καὶ δώσω ὑμῖν πάντων τῶν ἀγαθῶν Αἰγύπτου· σὺ δὲ ἔντειλαι ταῦτα, λαβεῖν αὐτοὺς ἀμάξας τοῖς παιδίοις καὶ ταῖς γυναιξίν. Ὅρα καὶ τὸν βασιλέα, πῶς ἤδη φροντίζει περὶ τῆς τοῦ Ἰακὼβ ἐπανόδου. Καὶ ἀναλαβόντες, φησὶ, τὸν πατέρα ὑμῶν | |
55 | παραγίνεσθε, καὶ μὴ φείσησθε τοῖς ὀφθαλμοῖς τῶν σκευῶν ὑμῶν. Πάντα γὰρ τὰ ἀγαθὰ Αἰγύπτου ὑμῖν ἔσται. Ἐποίησαν δὲ οὕτως οἱ υἱοὶ Ἰσραήλ. Ἔδωκε δὲ Ἰωσὴφ αὐτοῖς ἁμάξας κατὰ τὰς ἐντολὰς τοῦ βασιλέως· καὶ πᾶσι μὲν ἔδωκε δισσὰς στολὰς, τῷ | |
60 | δὲ Βενιαμὶν ἔδωκε τριακοσίους χρυσοῦς, καὶ πέντε ἐξαλλασσούσας στολὰς, καὶ τῷ πατρὶ αὐ‐ τοῦ ἀπέστειλεν ὁμοίως, καὶ δέκα ὄνους αἴροντας | |
ἀπὸ τῶν ἀγαθῶν Αἰγύπτου, καὶ δέκα ἡμιόνους αἴ‐ | Column end | |
54.558 | ροντας ἄρτους τῷ πατρὶ αὐτοῦ εἰς τὴν ὁδόν. Καὶ ταῦτα ἅπαντα δοὺς ἐξαπέστειλε τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ ἐπορεύθησαν· καὶ εἶπεν αὐτοῖς· Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ. Ὅρα γνώμην φιλόσοφον. Οὐ μό‐ | |
5 | νον αὐτὸς πᾶσαν αὐτοῖς ἀφῆκε τὴν ὀργὴν, καὶ τῶν ἐγ‐ κλημάτων αὐτοὺς ἀπήλλαξεν, ἀλλὰ καὶ αὐτοῖς παραι‐ νεῖ, μὴ ὀργίζεσθαι κατὰ τὴν ὁδὸν, μηδὲ ὑπὲρ τῶν γεγε‐ νημένων ἀλλήλοις ἐγκαλεῖν. Εἰ γὰρ ἡνίκα εἱστήκεισαν πρώην ἐπὶ τοῦ Ἰωσὴφ, ἔλεγον πρὸς ἑαυτούς· Ναὶ, ἐν | |
10 | ἁμαρτίαις ἐσμὲν περὶ τοῦ Ἰωσὴφ, τοῦ ἀδελφοῦ ἡμῶν, ὅτι ὑπερείδομεν αὐτοῦ τὴν θλίψιν· καὶ ἐπι‐ στὰς ὁ Ῥουβὴν ἔλεγεν· Οὐκ εἶπον ὑμῖν· Μὴ ἀδική‐ σητε τὸ παιδάριον, καὶ οὐκ εἰσηκούσατέ μου; πολ‐ λῷ μᾶλλον εἰκὸς ἦν αὐτὸν κατεξανίστασθαι αὐτῶν. Καὶ | |
15 | διὰ τοῦτο καταστέλλων αὐτῶν τὸν θυμὸν, καὶ τὴν πρὸς ἀλλήλους φιλονεικίαν, φησί· Μὴ ὀργίζεσθε ἐν τῇ ὁδῷ· ἀλλ’ ἐννοήσαντες ὅτι οὐδεμίαν ὑμῖν αἰτίαν ἐπήγαγον ὑπὲρ τῶν εἰς ἐμὲ γεγενημένων, καὶ αὐτοὶ πρὸς ἀλλή‐ λους εὐνοϊκῶς διατέθητε. | |
20 | Τίς ἂν κατ’ ἀξίαν τὴν ἀρετὴν τοῦ δικαίου τούτου θαυ‐ μάσειεν, ὃς τὴν ἐν τῇ Καινῇ φιλοσοφίαν μετὰ πολλῆς τῆς δαψιλείας ἀπεπλήρωσε· καὶ ὅπερ ὁ Χριστὸς παρ‐ αινεῖ λέγων τοῖς ἀποστόλοις· Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς, τοῦ‐ | |
25 | το οὗτος καὶ πολλῷ πλέον ἐποίησεν; Οὐδὲ γὰρ μόνον τοσαύτην ἀγάπην ἐπεδείξατο περὶ τοὺς ἀνελόν‐ τας αὐτὸν, τό γε εἰς αὐτοὺς ἧκον, ἀλλὰ πάντα ποιεῖ, ὥστε διδάξαι αὐτοὺς, ὅτι οὐδὲ ἥμαρτόν τι εἰς αὐτόν. Ὢ φιλοσοφίας ὑπερβολή! ὢ εὐγνωμοσύνης ἐπίτασις, καὶ | |
30 | τῆς πρὸς Θεὸν ἀγάπης δαψίλεια! Μὴ γὰρ ὑμεῖς, φησὶν, εἰς ἐμὲ ταῦτα διεπράξασθε; Ἡ τοῦ Θεοῦ περὶ ἐμὲ κη‐ δεμονία ταῦτα γενέσθαι συνεχώρησεν, ἵνα καὶ ἐμοὶ τῶν ὀνειράτων τὴν ἔκβασιν παράσχηται, καὶ ὑμῖν ἀρ‐ κοῦσα σωτηρίας ὑπόθεσις γένωμαι. Τὸ ἐν θλίψεσιν οὖν, | |
35 | ἢ πειρασμοῖς γενέσθαι, πολλῆς τῆς περὶ ἡμᾶς τοῦ φιλανθρώπου Θεοῦ κηδεμονίας καὶ προνοίας ἐστὶ τε‐ κμήριον. Μὴ τοίνυν ἐκ παντὸς τρόπου τὴν ἄνεσιν καὶ τὴν ἄδειαν ἐπιζητῶμεν, ἀλλὰ καὶ ἐν ἀνέσει τυγχάνον‐ τες, καὶ ἐν θλίψεσι γινόμενοι, ὁμοίως τὴν εὐχαριστίαν | |
40 | ἀναπέμπωμεν τῷ Δεσπότῃ, ἵνα τὴν εὐγνωμοσύνην θεασάμενος, δαψιλεστέραν τὴν περὶ ἡμᾶς ἐπιδείξηται κηδεμονίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κρά‐ | |
45 | τος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
47t | ΟΜΙΛΙΑ ΞΕʹ. | |
48n | Καὶ ἀνέβησαν, φησὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον | |
49n | εἰς τὴν Χαναναίαν πρὸς Ἰακὼβ τὸν πατέρα αὐ‐ | |
50n | τῶν, καὶ ἀνήγγειλαν αὐτῷ, λέγοντες, ὅτι Ὁ | |
51n | υἱός σου Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρχει πάσης γῆς | |
52n | Αἰγύπτου. Καὶ ἐξέστη Ἰακὼβ τῇ διανοίᾳ· οὐ | |
53n | γὰρ ἐπίστευσεν αὐτοῖς. | |
54 | αʹ. Εἴδετε ἐκ τῶν χθὲς ἡμῖν εἰρημένων τοῦ Ἰωσὴφ | |
55 | τὴν φιλοσοφίαν καὶ τὴν ἄφατον ἀνεξικακίαν ἣν περὶ τοὺς ἑαυτοῦ ἀδελφοὺς ἐπεδείξατο, οὐ μόνον οὐδεμίαν μνήμην τῶν εἰς αὐτὸν γεγενημένων ποιησάμενος, ἀλλὰ καὶ αὐτοῖς μέλλουσιν ἐπανιέναι πρὸς τὸν πατέρα, τοῦτο αὐτὸ παραινέσας καὶ συμβουλὴν εἰσαγαγὼν, | |
60 | ὥστε μὴ ἀλλήλους αἰτιᾶσθαι ὑπὲρ τῶν εἰς αὐτὸν αὐ‐ τοῖς εἰργασμένων, ἀλλὰ πᾶσαν ὀργὴν ἀπελάσαντας μετὰ ὁμονοίας τὴν ὁδοιπορίαν ποιεῖσθαι. Ἀναγκαῖον δὲ λοιπὸν σήμερον τὰ ἑξῆς ἀποπληρῶσαι, ἵνα ἴδωμεν καὶ τὴν τούτων ἐπάνοδον τὴν πρὸς τὸν πατέρα, καὶ τοῦ | |
65 | Ἰακὼβ τὴν εἰς Αἴγυπτον κάθοδον· καὶ ὅπως αὐτὸν | |
54.559 | ἀναθῆλαι πεποίηκε τὰ κατὰ τὸν Ἰωσὴφ γνωρισθέντα αὐτῷ, καὶ σχεδὸν εἰπεῖν, νέον ἐκ γέροντος αὐτὸν εἰρ‐ γάσατο. Τίς γὰρ ἂν δυνηθείη τῷ λόγῳ παραστῆσαι τὴν ἡδονὴν, ἐν ᾗ τότε γέγονε, πυθόμενος ζῇν τὸν Ἰω‐ | |
5 | σὴφ, καὶ ἐν τοσαύτῃ περιφανείᾳ τυγχάνειν; Ἴστε γὰρ μάλιστα, ὅτι τὰ ἀπροσδόκητα τῶν ἀγαθῶν πολλὴν ἐπίτασιν τῆς ἡδονῆς ἐνεργάζεσθαι πέφυκεν. Ὃν γὰρ ἐνόμιζε πρὸ τοσούτων ἐτῶν κατάβρωμα τῶν θηρίων γεγενῆσθαι, καὶ μαθὼν πάλιν τὴν ἀρχὴν τῆς Αἰγύ‐ | |
10 | πτου πᾶσαν κατέχειν αὐτὸν, πῶς οὐκ ἂν ὑπὸ τοῦ μεγέθους τῆς ἡδονῆς ἐξέστη τῇ διανοίᾳ; Ὅπερ γὰρ ὑπερβάλλουσα ἀθυμία ἐργάζεται, τοῦτο πολλάκις καὶ ἐπιτεταμένη χαρά. Καὶ ἔστιν ἰδεῖν πολλοὺς καὶ δά‐ κρυα προχέοντας ἀπὸ χαρᾶς ὑπερβαλλούσης, ἑτέρους | |
15 | δὲ πολλάκις καὶ ἀποπλήκτους γινομένους, ὅταν ἃ μηδὲ προσεδόκησαν ἴδωσι γεγενημένα, καὶ οὓς τεθνη‐ κέναι νενομίκασιν, ἐξαίφνης ζῶντας θεάσωνται. Ἀλλ’ ἵνα σαφέστερος ἡμῖν ὁ λόγος γένηται, αὐτῶν ἐπακούσωμεν τῶν ἀναγνωσθέντων. Καὶ ἀνέβησαν, φη‐ | |
20 | σὶν, ἐξ Αἰγύπτου, καὶ ἦλθον εἰς γῆν Χαναὰν πρὸς Ἰακὼβ τὸν πατέρα αὐτῶν, καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες, ὅτι Υἱός σου ὁ Ἰωσὴφ ζῇ, καὶ αὐτὸς ἄρ‐ χει πάσης γῆς Αἰγύπτου. Καὶ ἐξέστη τῇ διανοίᾳ Ἰακώβ· οὐ γὰρ ἐπίστευσεν αὐτοῖς. Ὁρᾷς, ὅπερ | |
25 | ἔλεγον, ὅτι ἄπιστον αὐτῷ ἔδοξεν εἶναι τὸ περὶ τοῦ Ἰω‐ σὴφ, ὡς καὶ τὴν διάνοιαν αὐτοῦ παρασαλευθῆναι, καὶ ἐνόμιζεν ἀπάτην εἶναι τὰ παρὰ τῶν ἀδελφῶν λεγόμενα; Οἱ γὰρ τότε τὸν χιτῶνα εἰσαγαγόντες τῷ αἵματι τοῦ ἐρίφου μολυνθέντα, καὶ εἰς πίστιν ἀγαγόντες τὸν πα‐ | |
30 | τέρα, ὅτι κατάβρωμα θηρίων γέγονε, νῦν φασιν ὅτι ζῇ, καὶ ἄρχει πάσης τῆς Αἰγύπτου. Καὶ ταραττόμενος τὴν διάνοιαν ἐλογίζετο πρὸς ἑαυτὸν, πῶς ἂν ἔχοι τοῦτο λό‐ γον· εἰ γὰρ τὸ πρότερον ἀληθὲς, τοῦτο οὐχ οἷόν τε εἶναι πιστόν· εἰ δὲ τοῦτο πιστὸν καὶ ἀληθὲς, ἐκεῖνο ψεῦδος ἂν | |
35 | εἴη. Ἐτάραττε δὲ αὐτὸν μάλιστα τὸ παρὰ τῶν υἱῶν τὰ πρότερα ἀκηκοέναι, καὶ ἕτερα νῦν παρὰ τῶν αὐτῶν μανθάνειν. Ὁρῶντες τοίνυν τοῦ πατρὸς τὴν ταραχὴν, καὶ βουλόμενοι αὐτὸν εἰς πίστιν ἀγαγεῖν καὶ πληροφο‐ ρίαν, ὅτι ἀληθῆ τὰ παρ’ αὐτῶν λεγόμενα τυγχάνει, | |
40 | Ἐλάλησαν αὐτῷ πάντα τὰ ῥηθέντα παρὰ τοῦ Ἰω‐ σὴφ, καὶ ὅσα εἶπεν αὐτοῖς. Καὶ μετὰ τῶν ῥημάτων καὶ τὰ ἀποσταλέντα προσενέγκαντες, τὰς ἁμάξας καὶ τὰ δῶρα τὰ παρὰ τοῦ Ἰωσὴφ πεμφθέντα, μόλις ἔδο‐ ξαν πείθειν τὸν πατέρα, ὅτι οὐκ ἔστι ψεῦδος τὰ παρ’ | |
45 | αὐτῶν λεγόμενα. Ὁρῶν γὰρ τὰς ἁμάξας τὰς ἀποστα‐ λείσας, ὥστε καταβῆναι αὐτὸν εἰς Αἴγυπτον, Ἀνεζω‐ πύρησε, φησίν. Ὁ γέρων, ὁ πρεσβύτης, ὁ συγκεκυ‐ φὼς, ἀθρόον ἐνέαζε τῇ προθυμίᾳ. Ἀνεζωπύρησε γὰρ, φησί. Τί ἐστιν, Ἀνεζωπύρησε; Καθάπερ τὸ | |
54.559(50) | λυχνιαῖον πῦρ, ἐπειδὰν ἐπιλίπῃ ἡ τοῦ ἐλαίου τροφὴ, καὶ μέλλῃ σβέννυσθαι, εἰ μικρόν τις ἐπιστάξειεν αὐτῷ ἔλαιον, ἀθρόον τὸ σβέννυσθαι μέλλον λαμπρότερον δείκνυσι τὸ φῶς· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ πρεσβύ‐ της οὗτος, μονονουχὶ σβέννυσθαι μέλλων ὑπὸ τῆς ἀθυ‐ | |
55 | μίας (Οὐκ ἠθέλησε γὰρ, φησὶ, παρακληθῆναι, λέ‐ γων, ὅτι Καταβήσομαι πενθῶν εἰς ᾅδου), μαθὼν πά‐ λιν, ὅτι ζῇ καὶ ὅτι ἄρχει τῆς Αἰγύπτου, καὶ ὁρῶν τὰς ἁμάξας, Ἀνεζωπύρησε, φησὶ, νέος ἐκ γέροντος γέγο‐ νεν, ἀπέθετο τῆς ἀθυμίας τὸ νέφος, τὴν ζάλην τῶν | |
60 | λογισμῶν ἀποκρουσάμενος, ἐν γαλήνῃ λοιπὸν ἐτύγ‐ χανε, τοῦ Θεοῦ ταῦτα ἅπαντα οἰκονομοῦντος, ὥστε τῶν τοσούτων πόνων τὴν παραμυθίαν εὕρασθαι τὸν δίκαιον, καὶ κοινωνῆσαι τῷ παιδὶ τῆς εὐημερίας· ἄλ‐ λως δὲ, ἵνα καὶ τὸ ὄναρ πληρωθῇ, ὅπερ αὐτὸς διέκρι‐ | |
65 | νεν, εἰπών· Ἆρά γε ἐλευσόμεθα ἐγώ τε καὶ ἡ μήτηρ | |
σου, καὶ οἱ ἀδελφοὶ, προσκυνῆσαί σοι ἐπὶ τὴν γῆν; | Column end | |
54.560 | Καὶ πιστεύσας τοῖς εἰρημένοις καὶ τοῖς ὁρωμένοις, Εἶπε, φησὶ, Μεγάλα μοι ἐστὶν, εἰ ἔτι Ἰωσὴφ ὁ υἱός μου ζῇ· πορευθεὶς ὄψομαι αὐτὸν πρὸ τοῦ ἀποθα‐ νεῖν με. Μεγάλα μοι ἐστὶ, καὶ ὑπερβαίνει πάντα λο‐ | |
5 | γισμὸν, καὶ ἀποκρύπτει πᾶσαν ἐν ἀνθρώποις εὐφροσύ‐ νην, Εἰ ἔτι ὁ υἱός μου ζῇ· πορευθεὶς οὖν ὄψομαι αὐ‐ τόν. Ἐπειχθῶμεν τοίνυν λοιπὸν, ὥστε καὶ τὰ τῆς συν‐ τυχίας μοι ὑπάρξαι, πρὶν ἢ ἀποθανεῖν με. Νῦν μὲν γὰρ ἡ ἀκοὴ διανέστησέ μου τὴν διάνοιαν, καὶ τὴν τοῦ γή‐ | |
10 | ρως ἀσθένειαν ἐφυγάδευσε, καὶ ἀνέῤῥωσέ μου τὸν λο‐ γισμόν. Εἰ δὲ συντυχία μοι γένοιτο, τελείας ἀπολαύ‐ σας τῆς εὐφροσύνης, οὕτω καταλύσω τὸν βίον. Καὶ μηδὲν μελλήσας ὁ δίκαιος ἥπτετο τῆς ὁδοιπορίας, σπεύδων καὶ ἐπειγόμενος τὸν αὐτῷ περιπόθητον ἰδεῖν, | |
15 | καὶ τὸν πρὸ τοσούτων ἐτῶν τεθνηκότα καὶ θηρίων κατάβρωμα γενόμενον, ὡς ἐνόμιζε, θεάσασθαι νῦν βασιλέα τῆς Αἰγύπτου γεγενημένον. Καὶ γενόμενος ἐπὶ τὸ Φρέαρ τοῦ ὅρκου, εὐχαριστηρίους εὐχὰς ἀνα‐ πέμψας τῷ Δεσπότῃ, ἔθυσε, φησὶ, θυσίαν τῷ Θεῷ | |
20 | τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ. βʹ. Ταῦτα ἀκούοντες παιδευώμεθα, ὅπερ ἂν μέλλοι‐ μεν διαπράττεσθαι, κἂν πράγματί τινι ἐγχειρήσω‐ μεν, κἂν ἀποδημίας ἁπτώμεθα, πρότερον τὴν διὰ τῆς εὐχῆς θυσίαν ἀναφέρειν τῷ Δεσπότῃ, καὶ τὴν ἐκείνου | |
25 | συμμαχίαν καλοῦντας, οὕτως ἅπτεσθαι τῶν προκει‐ μένων, καὶ μιμεῖσθαι τῶν δικαίων τούτων τὸ φιλό‐ θεον. Ἔθυσε, φησὶ, θυσίαν τῷ Θεῷ τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ· ἵνα μάθῃς ὅτι κατ’ ἴχνος τοῦ πατρὸς ἐπορεύετο, καὶ οὕτω τὴν περὶ τὸ Θεῖον θεραπείαν | |
30 | ἐπεδείκνυτο, καθάπερ ὁ Ἰσαάκ. Καὶ ἐπειδὴ τὴν οἰ‐ κείαν εὐγνωμοσύνην προλαβὼν διὰ τῆς εὐχαριστίας ἐπεδείξατο, εὐθέως ἐπηκολούθησε καὶ τὰ παρὰ τῆς ἄνωθεν ῥοπῆς. Ἐπειδὴ γὰρ καὶ τὸ διάστημα τῆς ὁδοῦ προορῶν, καὶ πρὸς τὸ γῆρας ἀποβλέπων ἐδεδοίκει, | |
35 | μὴ καὶ πρὸ τῆς συντυχίας ἐπιστὰς ὁ θάνατος ἀποστε‐ ρήσῃ τῆς τοῦ παιδὸς ὄψεως, εὐχὰς ποιεῖται πρὸς τὸν Δεσπότην ἐπιμετρῆσαι αὐτῷ ζωὴν, ὥστε τελείας ἀπο‐ λαῦσαι τῆς ἡδονῆς. Ἀλλ’ ὅρα πῶς ὁ ἀγαθὸς Θεὸς πληροφορεῖ τὸν δίκαιον. Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς τῷ | |
40 | Ἰσραὴλ ἐν ὁράματι τῆς νυκτός· Ἰακὼβ, Ἰακώβ· ἐγώ εἰμι ὁ Θεὸς τῶν πατέρων σου· μὴ φοβοῦ κα‐ ταβῆναι εἰς Αἴγυπτον. Εἰς γὰρ ἔθνος μέγα ποιή‐ σω σε ἐκεῖ. Ἐγὼ καταβήσομαι μετὰ σοῦ, κἀγὼ ἀναβιβάσω σε εἰς τέλος, καὶ Ἰωσὴφ ἐπιβαλεῖ τὰς | |
45 | χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου. Ὅρα πῶς ἅπερ ὁ δίκαιος ἐπεθύμει, ταῦτα αὐτῷ ὁ Δεσπότης ὑπισχνεῖ‐ ται, μᾶλλον δὲ καὶ πολλῷ πλείονα. Φιλότιμος γὰρ ὢν ὑπερβαίνει τὰς ἡμετέρας αἰτήσεις, τὴν οἰκείαν φιλ‐ ανθρωπίαν μιμούμενος. Μὴ φοβοῦ, φησὶ, καταβῆναι | |
54.560(50) | εἰς Αἴγυπτον. Ἐπειδὴ ἠγωνία πρὸς τὸ μῆκος τῆς ὁδοῦ, διὰ τοῦτό φησι· Μὴ πρὸς τὴν τοῦ γήρως ἀσθέ‐ νειαν ἀπίδῃς· Εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ· καὶ καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον. Ἐγώ σοι συνέσομαι, καὶ πάντα σοι εὐμαρῆ καταστήσω. Σκό‐ | |
55 | πει συγκατάβασιν ῥημάτων· Καταβήσομαι μετὰ σοῦ εἰς Αἴγυπτον. Τί τούτου μακαριστότερον γέ‐ νοιτ’ ἂν, τοῦ τὸν Θεὸν ἔχειν συνοδοιπόρον; Εἶτα ἡ παραμυθία, ἧς μάλιστα ἐδεῖτο ὁ πρεσβύτης· Καὶ Ἰω‐ σὴφ ἐπιβαλεῖ τὰς χεῖρας αὐτοῦ ἐπὶ τοὺς ὀφθαλ‐ | |
60 | μούς σου. Ἐκεῖνος ὁ περιπόθητος αὐτός σε περιστε‐ λεῖ, καὶ τὰς χεῖρας ἐπιβαλεῖ τοῖς ὀφθαλμοῖς σου. Χαί‐ ρων οὖν καὶ πάσης ἀγωνίας ἐκτὸς γεγονὼς, οὕτως ἔχου τῆς ὁδοῦ. Ἐννόει μοι λοιπὸν τὸν δίκαιον μεθ’ ὅσης εὐθυμίας ποιεῖται τὴν ὁδοιπορίαν, τοσαύτην ἐκ | |
65 | τῆς τοῦ Θεοῦ ὑποσχέσεως λαβὼν τὴν πληροφορίαν. Ἀνέστη γὰρ, φησὶν, Ἰακὼβ, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ ἔλαβον πᾶσαν τὴν κτῆσιν αὐτῶν, καὶ ἦλθον | |
εἰς Αἴγυπτον. Ἐν ἑξήκοντα ἓξ ψυχαῖς κατ‐ | ||
54.561 | έβη Ἰακὼβ εἰς Αἴγυπτον· καὶ Ἰωσὴφ μετὰ τῶν υἱῶν αὐτοῦ τῶν γενομένων αὐτῷ ἔννατος ἐτύγ‐ χανεν ὤν· ὡς εἶναι μετὰ τοῦ Ἰωσὴφ τὰς πάσας ψυχὰς ἑβδομήκοντα πέντε. Τίνος ἕνεκεν τὸν ἀριθμὸν | |
5 | ἡμῖν μετὰ ἀκριβείας ἐπεσημήνατο ἡ θεία Γραφή; Ἵνα εἰδέναι ἔχωμεν, ὅπως εἰς ἔργον ἔξεισιν ἡ τοῦ Θεοῦ πρόῤῥησις ἡ λέγουσα, ὅτι Εἰς ἔθνος μέγα ποιήσω σε ἐκεῖ. Ἀπὸ γὰρ τούτων τῶν ἑβδομήκοντα πέντε ψυχῶν εἰς ἑξακοσίας χιλιάδας ἐξετάθη τὸ γένος | |
10 | τοῦ Ἰσραήλ. Εἶδες πῶς οὐ μάτην, οὐδὲ εἰκῆ τὸν ἀρι‐ θμὸν τῶν κατελθόντων εἰς τὴν Αἴγυπτον ἐδίδαξεν ἡμᾶς, ἀλλ’ ἵνα εἰδέναι ἔχωμεν ἐξ ὅσων πόσοι γεγό‐ νασι, καὶ μὴ διαπιστῶμεν ταῖς τοῦ Θεοῦ ἐπαγγελίαις. Ὅταν γὰρ ἐννοήσῃς, ὅτι μετὰ τὴν τοῦ Ἰακὼβ τελευ‐ | |
15 | τὴν καὶ τοῦ Ἰωσὴφ, τοσαύτῃ μηχανῇ χρησάμενος ὁ τῶν Αἰγυπτίων βασιλεὺς, ὥστε εἰς εὐαριθμήτους αὐτοὺς περιστῆσαι καὶ μὴ ἐκταθῆναι αὐτῶν τὸ πλῆ‐ θος, οὐδὲ οὕτως ἴσχυσεν, ἀλλὰ ταύτῃ μᾶλλον ἐπεδίδου καὶ ηὔξετο, θαύμαζε καὶ ἐκπλήττου τοῦ Θεοῦ τὴν πρό‐ | |
20 | νοιαν, καὶ ὅτι οὐχ οἷόν τέ ποτε διαπεσεῖν τὰ αὐτῷ δόξαντα, κἂν μυρία ἕτεροι μηχανῶνται. Ἀλλ’ ἴδωμεν τὴν ἀκολουθίαν ἅπασαν, ἵνα μάθωμεν ὅπως τὰ τῆς συντυχίας γέγονε τῷ Ἰακώβ. Ἡνίκα, φησὶν, ἤγγικε τῇ Αἰγύπτῳ, ἀπέστειλε τὸν Ἰούδαν ἔμπροσθεν | |
25 | αὐτοῦ πρὸς τὸν Ἰωσὴφ, ὥστε μηνῦσαι αὐτῷ τοῦ πατρὸς τὴν παρουσίαν. Μαθὼν τοίνυν ὁ Ἰωσὴφ, καὶ ζεύξας τὰ ἅρματα, ἀνέβη εἰς συνάντησιν τῷ πατρὶ αὐτοῦ, καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔκλαυσε κλαυθμῷ πλείονι. | |
30 | Τοῦτο ἦν ὅπερ ἐν προοιμίοις ἔλεγον, ὅτι πολλάκις καὶ ἡδονὴ ὑπερβάλλουσα δάκρυα προχέειν παρασκευάζει. Ἐπιπεσὼν, φησὶν, ἐπὶ τὸν τράχηλον αὐτοῦ ἔκλαυσεν· οὐχ ἁπλῶς, ἀλλὰ, Κλαυθμῷ πλείονι. Εὐθέως γὰρ εἰς ἔννοιαν ἐλθὼν, ὧν πέπονθεν αὐτὸς, | |
35 | ὧν ὑπέμεινεν ὁ πατὴρ δι’ αὐτὸν, καὶ τοῦ χρόνου τὸ μῆκος λογισάμενος τοῦ μεταξὺ γενομένου, καὶ ὅτι παρὰ πᾶσαν προσδοκίαν καὶ αὐτὸς τὸν πατέρα ἑώρα, καὶ ὁ πατὴρ τὸν παῖδα ἐθεάσατο, πηγὰς ἠφίει δα‐ κρύων, ὁμοῦ καὶ τὴν ὑπερβάλλουσαν ἡδονὴν δεικνύ‐ | |
40 | μενος, καὶ εὐχαριστῶν τῷ Δεσπότῃ ὑπὲρ τῶν γεγενη‐ μένων. Καὶ εἶπε, φησὶ, πρὸς Ἰωσὴφ, Ἀποθανοῦ‐ μαι ἀπὸ τοῦ νῦν, ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου. Ἔτι γὰρ σὺ ζῇς. Ἀπήλαυσα, φησὶν, ὧν ἐπεθύμουν· ἐπέτυχον, οὗ οὐδέποτε προσεδόκησα· ὑπῆρξέ μοι τὰ | |
45 | μηδέποτε ἐλπισθέντα· τὸ λοιπὸν ἀρκοῦμαι τῇ ζωῇ. Εἶδον γὰρ ὃν ἐπεπόθουν, καὶ ἀρκεῖ μοι πρὸς πᾶσαν εὐφροσύνην τὸ θεάσασθαι, ὅτι ἔτι σὺ ζῇς, ὁ πάλαι νομισθεὶς τεθνηκέναι καὶ θηρίων κατάβρωμα γεγε‐ νῆσθαι. Πατρικὴ ἡ φωνὴ, καὶ φιλοστοργίας γέμουσα, | |
54.561(50) | καὶ ἱκανὴ τὴν διάθεσιν τὴν ἐναποκειμένην τῇ ψυχῇ κατάδηλον ποιῆσαι. Εἶπε δὲ, φησὶν, Ἰωσὴφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ· Ἀναβὰς ἀπαγγελῶ τῷ Φα‐ ραὼ, καὶ ἐρῶ αὐτῷ· Οἱ ἀδελφοί μου ἥκασιν· οἱ δὲ ἄνδρες εἰσὶ ποιμένες. Ἄνδρες κτηνοτρόφοι | |
55 | εἰσὶ, καὶ τὰ κτήνη καὶ τοὺς βόας αὐτῶν ἀγηόχα‐ σιν. Ἐὰν οὖν καλέσῃ ὑμᾶς Φαραὼ, καὶ εἴπῃ, Τί τὸ ἔργον ὑμῶν; εἴπατε, ὅτι Κτηνοτρόφοι ἐσμέν. Βδέλυγμα γάρ ἐστι τοῖς Αἰγυπτίοις πᾶς ποιμὴν προβάτων. | |
60 | γʹ. Ὅρα σύνεσιν, οἵαν συμβουλὴν πρὸς αὐτοὺς ποιεῖται, οὐχ ἁπλῶς οὐδὲ ὡς ἔτυχε ταῦτα εἰσηγούμε‐ νος, ἀλλ’ ὁμοῦ βουλόμενος καὶ ἐν πλείονι ἀδείᾳ αὐτοὺς καταστῆσαι, καὶ μὴ συγχωρεῖν συναναμίγνυσθαι τοῖς Αἰγυπτίοις. Ἐπειδὴ γὰρ ἐκεῖνοι ἐβδελύττοντο καὶ | |
65 | ἐξευτέλιζον τοὺς τὴν ποιμαντικὴν ἠσκηκότας, ἅτε | Column end |
54.562 | δὴ αὐτοὶ περὶ τὴν σοφίαν τὴν Αἰγυπτιακὴν ἐσχολακό‐ τες, διὰ τοῦτο παραινεῖ τὸ ἐπιτήδευμα αὐτῶν προβα‐ λέσθαι, ἵνα μετὰ προφάσεως εὐλόγου τὴν καλλιστεύου‐ σαν αὐτοῖς γῆν ἀφορίσας παρασκευάσῃ μετὰ πολλῆς | |
5 | διάγειν τῆς ἀδείας. Καὶ παραλαβὼν πέντε τῶν ἀδελφῶν αὐτοῦ εἰσήγαγεν αὐτοὺς πρὸς Φαραώ. Καὶ ἐπηρώτησεν αὐτούς· Τί τὸ ἔργον ὑμῶν; Καὶ εἶπαν· Κτηνοτρόφοι ἐσμέν. Νῦν οὖν κατοικήσο‐ μεν ἐν γῇ Γεσέμ. Εἶπε δὲ Φαραώ· Κατοικείτωσαν. | |
10 | Εἰ δὲ ἐπίστῃ, ὅτι εἰσὶν ἐν αὐτοῖς ἄνδρες δυνατοὶ, κατάστησον αὐτοὺς ἄρχοντας τῶν ἐμῶν κτηνῶν. Καθάπερ συνεβούλευσεν ὁ Ἰωσὴφ, τὴν ἀπόκρισιν ποιησάμενοι οἱ ἀδελφοὶ τῷ Φαραὼ, ἐπετράπησαν κατοικεῖν τὴν Γεσέμ. Ἀλλὰ τὴν περὶ τὸν Ἰωσὴφ δει‐ | |
15 | κνὺς ὁ Φαραὼ εὔνοιαν, φησίν· Εἰ οἶδάς τινας ἐν αὐτοῖς δυνατοὺς, καὶ τῶν ἐμῶν κτηνῶν ἄρχοντας κατάστη‐ σον. Εἰσήγαγε δὲ καὶ τὸν πατέρα πρὸς τὸν Φαραώ. Καὶ εἶπε Φαραὼ τῷ Ἰακώβ· Πόσα ἔτη τῶν ἡμερῶν τῆς ζωῆς σου; Ἐπειδὴ εἶδε τὸν πρεσβύτην ἐν βαθυ‐ | |
20 | τάτῃ πολιᾷ τυγχάνοντα, πυνθάνεται τῶν ἐτῶν τὸν ἀριθμόν. Καί φησιν ὁ Ἰακώβ· Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ. Ὅρα πῶς ἕκαστος τῶν δικαίων, ὡς ἐν ξένῃ διάγων, ἐν τῷ βίῳ τούτῳ, οὕτω διέκειτο Ἀκούσῃ γὰρ καὶ τοῦ Δαυῒδ μετὰ ταῦτα λέ‐ | |
25 | γοντος· Ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρ‐ επίδημος· καὶ οὗτός φησιν· Αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε περὶ τῶν δικαίων τούτων, ὅτι ὡμολόγουν, ὅτι ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Αἱ ἡμέραι, φησὶ, | |
30 | τῶν ἐτῶν τῆς ζωῆς μου, ἃς παροικῶ, ἑκατὸν τριά‐ κοντα ἔτη, μικραὶ καὶ πονηραὶ γεγόνασι, καὶ οὐκ ἀφίκοντο εἰς τὰς ἡμέρας τῶν ἐτῶν τῆς ζωῆς τῶν πατέρων μου. Ἃς ἡμέρας παρῴκησα, φησὶ, μικραὶ καὶ πονηραὶ γεγόνασιν. Αἰνίττεται ἐνταῦθα τὰ ἔτη | |
35 | τῆς δουλείας, ἧς ὑπέμεινε παρὰ τῷ Λάβαν, διὰ τὴν φυγὴν, ἣν διὰ τὸν ἀδελφὸν ἐποιήσατο· εἶτα μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον τὸ πένθος τὸ ἐν τοσούτῳ χρόνῳ, ὃ ἔσχε διά τε τὸν τοῦ Ἰωσὴφ θάνατον, καὶ τὰς ἄλλας τὰς ἐν τῷ μέσῳ ταλαιπωρίας. Πόσον γὰρ οἴει τὸν φό‐ | |
40 | βον αὐτὸν ἐσχηκέναι, ἡνίκα διὰ τὴν ἀδελφὴν οἱ περὶ τὸν Συμεὼν καὶ τὸν Λευῒ αὔτανδρον πόλιν ἀνεῖλον, καὶ πάντας τοὺς ἐν Σηκίμοις αἰχμαλώτους ἔλαβον; Ἔλεγε γὰρ καὶ τότε, δεικνὺς τὴν ἀγωνίαν ἐν ᾗ κατ‐ έστη· Μισητόν με πεποιήκατε, ὥστε πονηρόν με | |
45 | εἶναι ἐν τοῖς κατοικοῦσι τὴν γῆν. Ἐγὼ δὲ ὀλιγο‐ στός εἰμι ἐν ἀριθμῷ. Καὶ συναχθέντες ἐπ’ ἐμὲ συγκόψουσί με, καὶ ἐκτριβήσομαι ἐγώ τε καὶ ὁ οἶκός μου. Διὰ τοῦτό φησι· Μικραὶ καὶ πονηραὶ αἱ ἡμέραι τῶν ἐτῶν τῆς ζωῆς μου. Καὶ κατῴκισεν | |
54.562(50) | Ἰωσὴφ τὸν πατέρα αὐτοῦ καὶ τοὺς ἀδελφοὺς αὐ‐ τοῦ, καὶ ἔδωκεν αὐτοῖς κατάσχεσιν ἐν γῇ Αἰγύ‐ πτου, ἐν τῇ βελτίστῃ γῇ, ἐν γῇ Ῥαμεσσῆ, καθὰ προσέταξε Φαραώ. Καὶ ἐσιτομέτρει Ἰωσὴφ τῷ πατρὶ καὶ τοῖς ἀδελφοῖς αὐτοῦ καὶ παντὶ τῷ | |
55 | οἴκῳ τοῦ πατρὸς αὐτοῦ σῖτον κατὰ σῶμα. Τοῦτο ἦν ὅπερ ἔλεγε τοῖς ἀδελφοῖς, ὅτι Ἀπέστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν, ὥστε ὑπολείπεσθαι ὑμῖν κατάλειμμα ἐπὶ τῆς γῆς· καὶ, ὅτι Εἰς ζωὴν ἐξαπ‐ έστειλέ με ὁ Θεὸς ἔμπροσθεν ὑμῶν. Ἐσιτομέτρει, | |
60 | φησὶν, αὐτοῖς κατὰ σῶμα. Τί ἐστι, Κατὰ σῶμα; Τὸ ἀρκοῦν ἑκάστῳ. Ἔθος γὰρ τῇ Γραφῇ ποτὲ μὲν ἀπὸ τῆς ψυχῆς τὸν πάντα ἄνθρωπον καλεῖν, ποτὲ δὲ ἀπὸ τοῦ σώματος. Καὶ καθάπερ ἀνωτέρω ἔλεγεν, Ἐν ἑβδομήκοντα πέντε | |
65 | ψυχαῖς κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, ἵνα εἴπῃ ἑβδο‐ μήκοντα πέντε ἄνδρας καὶ γυναῖκας· οὕτω καὶ ἐν‐ | |
ταῦθα, Κατὰ σῶμα, ἀντὶ τοῦ, καθ’ ἕκαστον ἄνθρω‐ | ||
54.563 | πον. Καὶ πάσης τῆς Αἰγύπτου καὶ Χαναὰν λιμῷ δια‐ φθειρομένης, οὗτοι ἐν εὐετηρίᾳ ἐτύγχανον, καθάπερ ἐκ πηγῶν ἔχοντες ἐπιῤῥέοντα τὸν σῖτον. Σῖτος γὰρ, φησὶν, οὐκ ἦν ἐν πάσῃ τῇ γῇ. Ἐνίσχυσε γὰρ ὁ | |
5 | λιμὸς σφόδρα. Ἐξέλιπε δὲ ἡ γῆ Αἰγύπτου καὶ ἡ γῆ Χαναὰν ἀπὸ τοῦ λιμοῦ. δʹ. Ὅρα τοῦ Θεοῦ τὴν ἄφατον κηδεμονίαν, ὅπως πρὸ τῆς ἐπιτάσεως τοῦ λιμοῦ τὸν δίκαιον εἰς τὴν Αἴγυ‐ πτον κατήγαγεν, ἵνα μηδεμίαν αἴσθησιν λάβῃ τῆς | |
10 | στενοχωρίας τῆς μελλούσης καταλαμβάνειν τὴν Χα‐ ναάν. Καὶ πάντων ἐκεῖ κατατρεχόντων, Συνήγαγε, φησὶν, Ἰωσὴφ ἅπαν τὸ ἀργύριον τῶν τε ἐν Αἰγύ‐ πτῳ καὶ τῶν ἐν τῇ Χαναὰν, καὶ οὕτω τὸν σῖτον αὐτοῖς ἐχορήγει. Καὶ ἐξέλιπε λοιπὸν τὸ ἀργύριον. | |
15 | Εἰσήγαγε γὰρ ἅπαν εἰς τὸν οἶκον Φαραώ. Ἐλθόν‐ τες δὲ πάντες οἱ Αἰγύπτιοι ἔλεγον· Δὸς ἡμῖν ἄρτους· καὶ ἵνα τί ἀποθνήσκομεν ἐναντίον σου; Ἐξέλιπε γὰρ τὸ ἀργύριον. Οὐκ ἔτι. φησὶν, ἔχομεν ἀργύρια, ὥστε ὠνήσασθαι, καὶ διὰ τοῦτο ὑπὸ τοῦ | |
20 | λιμοῦ ἀπολλύμεθα. Μὴ τοίνυν περιίδῃς ἡμᾶς ὑπὸ τοῦ θανάτου πολιορκουμένους, ἀλλὰ παράσχου ἡμῖν ἄρ‐ τους, ἵνα ζῶμεν καὶ μὴ ἀποθάνωμεν. Εἶπε δὲ αὐ‐ τοῖς Ἰωσήφ· Φέρετε τὰ κτήνη ὑμῶν, καὶ δώσω ὑμῖν ἄρτους. Εἰ γὰρ μὴ εὐπορεῖτε, φησὶν, ἀργυρίου, | |
25 | δέχομαι τὰ κτήνη. Εἰ ἐξέλιπε τὸ ἀργύριον, τὰ θρέμ‐ ματα ὑμῶν κομίσατε, καὶ λήψεσθε ἄρτους. Ἤγαγον δὲ τὰ κτήνη, καὶ ἔδωκεν αὐτοῖς ἀντὶ τῶν ἵπ‐ πων, καὶ ἀντὶ τῶν προβάτων, καὶ ἀντὶ τῶν βοῶν καὶ τῶν ὄνων, καὶ ἐξέθρεψεν αὐτοὺς ἀντὶ τῶν | |
30 | κτηνῶν αὐτῶν. Ἦλθον δὲ πρὸς αὐτὸν καὶ τῷ ἔτει τῷ δευτέρῳ, καὶ εἶπον αὐτῷ· Μήποτε ἐκτριβῶμεν, μήτε ἀργυρίου εὐποροῦντες, μήτε κτηνῶν· πάντα γὰρ πρὸς σὲ τὸν κύριον ἡμῶν ἐστιν. Οὐδὲν οὖν ἡμῖν ἕτερον ὑπολέλειπται, ἢ τὸ ἴδιον σῶμα, | |
35 | καὶ ἡ γῆ ἡμῶν. Ἵνα οὖν μὴ ἀποθάνωμεν, κτῆσαι ἡμᾶς καὶ τὴν γῆν ἡμῶν ἀντὶ τῶν ἄρτων, καὶ ἐσόμεθα καὶ ἡμεῖς καὶ ἡ γῆ ἡμῶν παῖδες τῷ Φα‐ ραώ. Δὸς σπέρμα, ἵνα σπείρωμεν καὶ ζῶμεν, καὶ μὴ ἀποθάνωμεν, καὶ ἡ γῆ οὐκ ἐρημωθήσεται. | |
40 | Ἑαυτοὺς κατεδουλώσαντο, καὶ τὴν γῆν ἀπέδοντο, ὥστε δυνηθῆναι διατραφῆναι· τοσαύτη τοῦ λιμοῦ γέ‐ γονεν ἡ ἀνάγκη. Καὶ ἐκτήσατο Ἰωσὴφ τὴν γῆν τῶν Αἰγυπτίων τῷ Φαραώ. Ἀπέδοντο γὰρ αὐτὴν διὰ τὴν ἀνάγκην τοῦ λιμοῦ. Καὶ ἐγένετο ἡ γῆ τῷ | |
45 | Φαραώ. Καὶ τὸν λαὸν κατεδουλώσατο αὐτῷ εἰς παῖδας ἀπ’ ἄκρων ὁρίων Αἰγύπτου ἕως ἄκρων, χωρὶς τῆς γῆς τῶν ἱερέων. Ἐκείνοις γὰρ ἔδωκε Φαραὼ βρώματα, καὶ ἤσθιον· διὰ τοῦτο οὐκ ἀπέδοντο τὴν γῆν αὐτῶν. Ὅρα πόση ἡ σύνεσις | |
54.563(50) | καὶ σοφία τοῦ Ἰωσὴφ γέγονεν. Οὔτε τοῦ λιμοῦ συν‐ εχώρησεν αἴσθησιν αὐτοῖς γενέσθαι, καὶ πᾶσαν τὴν γῆν τῷ Φαραὼ προσεκτήσατο μετὰ τοῦ καὶ τοὺς Αἰ‐ γυπτίους ἅπαντας καταδουλώσασθαι. Ἀλλὰ σκόπει μοι ἐνταῦθα πάλιν τὴν ὑπερβάλλουσαν αὐτοῦ κηδεμο‐ | |
55 | νίαν, ἣν περὶ αὐτοὺς ἐπιδείκνυται. Εἶπε γὰρ τοῖς Αἰγυπτίοις· Ἰδοὺ κέκτημαι ὑμᾶς καὶ τὴν γῆν ὑμῶν σήμερον τῷ Φαραώ. Λάβετε οὖν ἑαυτοῖς σπέρματα, καὶ σπείρατε τὴν γῆν· καὶ ἐὰν ἔσται τὰ γεννήματα αὐτῆς, δώσετε τὸ πέμπτον μέρος | |
60 | τῷ Φαραώ· τὰ δὲ τέσσαρα μέρη ἔσται ὑμῖν αὐτοῖς εἰς σπέρμα τῇ γῇ, καὶ εἰς βρῶσιν ὑμῖν καὶ πᾶσι τοῖς οἴκοις ὑμῶν. Πολλὴ ἡ φιλοτιμία, πολλὴ ἡ πρό‐ νοια, ἄφατος ἡ κηδεμονία. Διὸ κἀκεῖνοι αἴσθησιν λα‐ βόντες τῆς εὐεργεσίας, φασί· Σέσωκας ἡμᾶς, εὕρο‐ | |
65 | μεν χάριν ἐναντίον τοῦ κυρίου ἡμῶν· καὶ ἐσό‐ | Column end |
54.564 | μεθα παῖδες τῷ Φαραώ. Εἶδες φιλοτιμίαν, Ἐπειδὴ ἑώρα αὐτοὺς κατειργασμένους ὑπὸ τῆς ἐνδείας, λογι‐ ζόμενος ὅσον μέλλουσιν ὑπομένειν κάματον γεωρ‐ γοῦντες καὶ ταλαιπωρούμενοι, φησί· Τὸ μὲν σπέρμα | |
5 | ὑμῖν ἐγὼ χορηγήσω, ὑμεῖς δὲ τὴν ἐπιμέλειαν τὴν ἄλλην ἅπασαν ἐπιδείκνυσθε. Καὶ ἐὰν γένηται τὰ γεν‐ νήματα, δώσετε μέρος ἕν· τὰ δὲ τέσσαρα ὑμῖν ἔσται, καὶ μισθὸς τῶν πόνων, καὶ πρὸς διατροφὴν αὐτάρ‐ κεια. Καὶ τοῦτο δὲ ἔθετο αὐτοῖς τὸ πρόσταγμα | |
10 | Ἰωσὴφ, ὥστε ἀποπεμπτοῦν τῷ Φαραὼ, χωρὶς τῆς γῆς τῶν ἱερέων μόνης. Ἀκουέτωσαν οἱ νῦν, ὅσην τοῖς ἱερεῦσι τῶν εἰδώ‐ λων προνομίαν παρεῖχον τὸ παλαιόν· καὶ παιδευέσθω‐ σαν κἂν γοῦν τὴν ἴσην παρέχειν τιμὴν τοῖς τοῦ τῶν | |
15 | ὅλων Θεοῦ τὴν λειτουργίαν ἐγκεχειρισμένοις. Εἰ γὰρ ἐκεῖνοι πλανώμενοι, καὶ τὴν περὶ τὰ εἴδωλα θερα‐ πείαν ἐπιδεικνύμενοι, ὅτι ἐνόμιζον διὰ τούτου μάλι‐ στα πλείονα τὴν ἀμοιβὴν ἀπονέμειν τοῖς εἰδώλοις, τοσαύτης ἠξίουν τιμῆς τοὺς τούτων θεραπευτὰς, πό‐ | |
20 | σης οὐκ ἂν εἶεν καταγνώσεως ἄξιοι οἱ νῦν τὴν εἰς τούτους θεραπείαν παρατεμνόμενοι; Ἢ οὐκ ἴστε, ὅτι εἰς τὸν τῶν ὅλων Δεσπότην ἡ τιμὴ διαβαίνει; Μὴ τοίνυν πρὸς τὸν τὴν τιμὴν δεχόμενον ἀφόρα. Οὐ γὰρ διὰ τοῦτον ὀφείλεις ποιεῖν τὰ παρὰ σαυτοῦ, ἀλλὰ δι’ | |
25 | ἐκεῖνον, ᾧ ἱερᾶται, ἵνα καὶ παρ’ ἐκείνου τὰς ἀμοιβὰς μετὰ δαψιλείας κομίσῃ. Διὰ τοῦτο καὶ ἔλεγεν, Ὁ ποιήσας ἑνὶ τούτων, ἐμοὶ ἐποίησε· καὶ, Ὁ δεχό‐ μενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Μὴ γὰρ ἀπὸ τῆς ἀξίας, ἢ ἀπὸ | |
30 | τῆς εὐτελείας τῶν θεραπευομένων τὰς ἀμοιβάς σοι παρέχει ὁ Δεσπότης; Ἀπὸ τῆς προθυμίας τῆς σῆς ἢ στεφανοῖ, ἢ κατακρίνει. Καὶ ὥσπερ ἡ τιμὴ ἡ δι’ αὐτῶν γινομένη πολλὴν προξενεῖ τὴν παῤῥησίαν (οἰ‐ κειοῦται γὰρ τὰ εἰς τοὺς αὐτοῦ θεράποντας γινό‐ | |
35 | μενα), οὕτω καὶ ἡ ὑπεροψία ἡ εἰς τούτους πολλὴν οἴσει τὴν ἄνωθεν δίκην. Ὥσπερ γὰρ τὰ τῆς τιμῆς οἰκειοῦται, οὕτω καὶ τὰ τῆς καταφρονήσεως· ὅπερ εἰδότες, μηδέποτε ἀμελῶμεν τῆς θεραπείας τῶν τοῦ Θεοῦ ἱερέων. Καὶ ταῦτα λέγω, οὐχὶ ἐκείνων τοσοῦτον | |
40 | ἀντεχόμενος, ὅσον τῆς ὑμετέρας ἀγάπης, καὶ βουλό‐ μενος ὑμᾶς διὰ πάντων κερδαίνειν. Τί γὰρ τοσοῦτον δίδως, ὅσον λαμβάνεις παρὰ τοῦ Δεσπότου; πόσην θεραπείαν εἰσάγεις; Ἀλλ’ ὅμως καὶ ὑπὲρ ἐκεί‐ νης τῆς εὐτελοῦς καὶ ἐν τῷ παρόντι βίῳ συγκατα‐ | |
45 | λυομένης ἀθανάτους κομίσῃ ἀμοιβὰς, καὶ τὰ ἀπόῤ‐ ῥητα ἀγαθά. εʹ. Ἅπερ λογιζόμενοι, ἐπιτρέχωμεν ταῖς τοιαύταις διακονίαις, μὴ τὴν δαπάνην λογιζόμενοι, ἀλλὰ τὸ κέρδος καὶ τὴν πρόσοδον τὴν ἐντεῦθεν τικτομένην. Εἰ | |
54.564(50) | γὰρ ἀνθρώπῳ τινὶ τῶν ὑπερεχόντων ἐν ἀξιώμασι βιωτικοῖς οἰκειούμενόν τινα θεασοίμεθα, πᾶσαν θερα‐ πείαν εἰς αὐτὸν ἐπιδείκνυσθαι σπουδάζομεν, ἐννοοῦν‐ τες ὅτι τὰ εἰς ἐκεῖνον γινόμενα εἰς τὸν προστάτην διαβήσεται τὸν αὐτοῦ, καὶ ὅτι ἐκεῖνος γνωρίσας | |
55 | ἐκείνῳ, ὃν προστάτην ἐπιγράφεται, πλείονος ἡμῖν ἀπολαῦσαι παρασκευάσει τῆς παρ’ αὐτοῦ εὐνοίας· πολλῷ μᾶλλον ἐπὶ τοῦ Δεσπότου τῶν ὅλων τοῦτο ἔσται. Εἰ γὰρ, καὶ ἐπὶ τῶν τυχόντων καὶ ἐπὶ τῆς ἀγορᾶς ἐῤῥιμμένων εἰ ἐπεδείξατό τίς τινα φιλοφροσύ‐ | |
60 | νην καὶ συμπάθειαν, οἰκειούμενος τὰ γενόμενα ὁ Δε‐ σπότης ἐπαγγέλλεται εἰς τὴν βασιλείαν εἰσάγειν τοὺς ἀγαθόν τι εἰς ἐκείνους εἰργασμένους, καὶ ἐρεῖν· Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, ὅτι ἐπείνασα, καὶ | |
ἐδώκατέ μοι φαγεῖν· πολλῷ μᾶλλον τοὺς διὰ τὸν | ||
54.565 | Θεὸν θλιβομένους, καὶ ἱερωσύνῃ τετιμημένους εἰ θεραπεύσειέ τις, οὐ τῆς τοσαύτης ἀπολαύσεται τῆς ἀμοιβῆς, ἀλλὰ πολυπλασίονος, τοῦ φιλανθρώπου Θεοῦ ἐκ πολλοῦ τοῦ περιόντος νικῶντος ἀεὶ τὰ παρ’ | |
5 | ἡμῶν γινόμενα. Μὴ τοίνυν γινώμεθα χείρους τῶν ἀπίστων, τῶν διὰ τὴν περὶ τὰ εἴδωλα πλάνην ἔτι καὶ τοσαύτην θεραπείαν ἐπιδεικνυμένων περὶ τοὺς τού‐ των θεραπευτάς· ἀλλ’ ὅση ἡ διαφορὰ τῆς πλάνης πρὸς τὴν ἀλήθειαν, καὶ τῶν ἐκείνων ἱερέων πρὸς τοὺς | |
10 | τοῦ Θεοῦ ἱερεῖς, τοσαύτην διαφορὰν καὶ περὶ τὴν τιμὴν ἐπιδειξώμεθα, ἵνα πολυπλασίους τὰς ἄνωθεν ἀμοιβὰς κομίσασθαι δυνηθῶμεν. Κατῴκησε δὲ, φη‐ σὶν, Ἰακὼβ ἐν Αἰγύπτῳ, καὶ ηὐξήθησαν καὶ ἐπλη‐ θύνθησαν σφόδρα. Αὕτη γὰρ ἦν καὶ τοῦ Θεοῦ ἡ | |
15 | ὑπόσχεσις πρὸς αὐτὸν γεγενημένη, ὅτι Ποιήσω σε εἰς ἔθνος μέγα. Καὶ ἐπέζησεν Ἰακὼβ δεκαεπτὰ ἔτη. Καὶ ἐγένοντο αἱ ἡμέραι Ἰακὼβ ἑκατὸν τεσ‐ σαράκοντα ἑπτὰ ἔτη. Διὰ τοῦτο τῆς ζωῆς αὐτῷ τὸν χρόνον τοῦτον ἐπεμέτρησεν ὁ Θεὸς, ἵνα τῆς ταλαι‐ | |
20 | πωρίας, ἧς ἐν παντὶ τῷ χρόνῳ τῆς ζωῆς ὑπέμεινεν, ἀρκοῦσαν παραμυθίαν κομισάμενος, οὕτω τὸν βίον καταλύσῃ. Ἀλλ’ εἰ βούλεσθε, ἵνα μὴ τῷ πλήθει τῶν εἰρημένων καταχώσωμεν ὑμῶν τὴν μνήμην, τὰ λειπόμενα εἰς | |
25 | τὴν ἑξῆς ταμιευσάμενοι, ἐνταῦθα καταπαύσομεν τὸν λόγον, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, ὥστε μετὰ ἀκριβείας προσέχειν τοῖς λεγομένοις, καὶ τὴν μνήμην διηνεκῆ τούτων κεκτῆσθαι, καὶ ταῦτα διηνεκῶς στρέφειν ἐπὶ τῆς διανοίας, καὶ λογίζεσθαι | |
30 | τὴν ὑπομονὴν, ἣν οἱ δίκαιοι οὗτοι ὑπέμενον, τὴν μα‐ κροθυμίαν, τὴν πίστιν, ἣν ἐπεδείκνυντο περὶ τὰς τοῦ Θεοῦ ὑποσχέσεις, οὐ παρασαλευόμενοι τὸν λογισμὸν διὰ τὰ μετὰ τὴν ὑπόσχεσιν συμπίπτοντα· ἀλλὰ θαῤ‐ ῥοῦντες τῇ τοῦ ἐπαγγειλαμένου δυνάμει, οὕτως | |
35 | ἅπαντα πράως ἔφερον, καὶ διὰ τούτων εὐδοκίμουν. Ἰδοὺ γὰρ καὶ ὁ δίκαιος οὗτος μετὰ τὸ ἐν ἔτεσι το‐ σούτοις πενθῆσαι τὸν Ἰωσὴφ ὡς ἀποτεθνηκότα, εἶδεν αὐτὸν τὴν βασιλείαν τῆς Αἰγύπτου κατέχοντα· καὶ ὁ θαυμάσιος Ἰωσὴφ μετὰ τὴν δουλείαν, μετὰ τὸ | |
40 | δεσμωτήριον, μετὰ τὰ ἄλλα πάντα, ἅπερ ὑπέμεινε, τὴν ἀρχὴν ἅπασαν ἐδέχετο τῆς χώρας. Καὶ εἰ βου‐ λοίμεθα ἐπιέναι πάσας τὰς ἐν τῇ Γραφῇ κειμένας ἱστορίας, εὑρήσομεν τοὺς ἐπ’ ἀρετῇ ἅπαντας διὰ πει‐ ρασμῶν ὁδεύσαντας, καὶ οὕτω δυνηθέντας πολλὴν | |
45 | τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπήν. Εἰ τοίνυν βουλό‐ μεθα καὶ ἡμεῖς τῆς εὐνοίας ἀξιωθῆναι τῆς παρὰ τοῦ Θεοῦ, μὴ ἀσχάλλωμεν ἐν τοῖς πειρασμοῖς, μηδὲ δυσχεραίνωμεν πρὸς τὰ ἐπιόντα· ἀλλὰ μᾶλλον χαί‐ ρωμεν καὶ εὐφραινώμεθα τῇ πίστει νευρούμενοι, εἰ‐ | |
54.565(50) | δότες ὅτι ταύτῃ μάλιστα πολλῆς ἀπολαυσόμεθα τῆς προνοίας, εἰ μετ’ εὐχαριστίας ἅπαντα φέρειν μελε‐ τήσωμεν. Γένοιτο δὲ πάντας ἡμᾶς καὶ τὸν παρόντα βίον ἐν ἀρετῇ διάγοντας τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν | |
55 | Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
58t | ΟΜΙΛΙΑ Ξϛʹ. | |
59n | Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀπο‐ | |
60n | θανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, | |
61n | καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, | |
62n | ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ | |
63n | ποιήσεις ἐπ’ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, | |
64n | τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμη‐ | |
65n | θήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με | |
66n | ἐξ Αἰγύπτου, καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. | |
67n | Ὁ δὲ εἶπεν· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου. | Column end |
54.566(1n) | Εἶπε δέ· Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ | |
2n | προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου | |
3n | αὐτοῦ. | |
4 | αʹ. Φέρε καὶ σήμερον τὸ τέλος ἐπιθῶμεν τῇ κατὰ τὸν | |
5 | Ἰακὼβ διηγήσει, καὶ ἴδωμεν τίνα ἐστὶν, ἃ μέλλων καταλύειν τὸν βίον διατάττεται. Ἀλλὰ μηδεὶς πρὸς τὴν νῦν τῶν πραγμάτων κατάστασιν ἀφορῶν ταῦτα ἀπαιτείτω παρὰ τῶν τότε δικαίων, ἅπερ νῦν τοὺς πιστοὺς φιλοσοφεῖν προσῆκεν· ἀλλὰ πρὸς τοὺς και‐ | |
10 | ροὺς καὶ τὰ πράγματα κρινέτω. Ταῦτα δὲ ἐπίτηδες ἐπροοιμιασάμην διὰ τὰ μέλλοντα ὑπὸ τοῦ πατριάρ‐ χου τῷ Ἰωσὴφ λέγεσθαι. Τίνα δέ ἐστιν, ἀκούσωμεν· Ἤγγισαν δὲ, φησὶν, αἱ ἡμέραι Ἰσραὴλ τοῦ ἀπο‐ θανεῖν, καὶ ἐκάλεσε τὸν υἱὸν αὐτοῦ τὸν Ἰωσὴφ, | |
15 | καὶ εἶπεν αὐτῷ· Εἰ εὕρηκα χάριν ἐναντίον σου, ὑπόθες τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ποιήσεις ἐπ’ ἐμὲ ἐλεημοσύνην καὶ ἀλήθειαν, τοῦ μή με θάψαι ἐν Αἰγύπτῳ· ἀλλὰ κοιμηθήσομαι μετὰ τῶν πατέρων μου· καὶ ἀρεῖς με ἐξ Αἰγύπτου, | |
20 | καὶ θάψεις με ἐν τῷ τάφῳ αὐτῶν. Ὁ δὲ εἶπε· Ποιήσω κατὰ τὸ ῥῆμά σου. Εἶπε δέ· Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Πολλοὶ τῶν μικροψύχων, ἐπειδὰν παραινῶμεν αὐ‐ | |
25 | τοῖς μὴ πολὺν ποιεῖσθαι λόγον περὶ ταφῆς, μηδὲ περισπούδαστον πρᾶγμα ἡγεῖσθαι τὸ ἀπὸ τῆς ἀλλο‐ τρίας ἐπὶ τὴν οἰκείαν πατρίδα τῶν τετελευτηκότων τὰ λείψανα ἐπανάγειν, ταύτην ἡμῖν προβάλλονται τὴν ἱστορίαν, φάσκοντες, καὶ τὸν πατριάρχην | |
30 | τοσαύτην ὑπὲρ τούτου πεποιῆσθαι τὴν φροντίδα. Ἀλλὰ πρῶτον μὲν, ὅπερ ἔφθην εἰπὼν, τοῦτο δεῖ λογίζεσθαι, ὅτι οὐ τοσαύτην τότε τὴν φιλοσοφίαν ἀπῃτοῦντος, ὅσην οἱ νῦν· ἔπειτα ὅτι καὶ τοῦτο αὐτὸ οὐχ ἁπλῶς ὁ δίκαιος ἐβουλήθη γενέσθαι, ἀλλ’ ἐλπίδας αὐτοῖς | |
35 | χρηστὰς ὑποφαίνων, ὡς καὶ αὐτοὶ ὀψέ ποτε ἐπαν‐ ήξουσιν εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Καὶ ὅτι ταύτης ἕνεκεν τῆς αἰτίας τοῦτο διετάξατο, φανερώτερον ἡμᾶς διδάσκει ὁ τούτου παῖς φάσκων. Ἐπισκοπῇ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ | |
40 | ὀστᾶ μου ἐντεῦθεν. Ὅτι γὰρ τοῖς τῆς πίστεως ὀφθαλμοῖς τὰ μέλλοντα ἐφαντάζοντο, ἄκουε αὐτοῦ ἤδη κοίμησιν τὸν θάνατον λέγοντος· φησὶ γάρ· Κοι‐ μηθήσομαι μετὰ τῶν πατέρων μου. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες | |
45 | μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι. Πῶς; Τοῖς τῆς πίστεως ὀφθαλμοῖς. Μηδεὶς τοίνυν νομιζέτω μικρο‐ ψυχίας εἶναι τὴν διάταξιν, ἀλλὰ καὶ ἀπὸ τοῦ καιροῦ καὶ ἀπὸ τοῦ προορᾷν τὴν μέλλουσαν αὐτῶν ἔσεσθαι | |
54.566(50) | ἐπάνοδον, πάσης αἰτίας ἀπολυέτω τὸν δίκαιον. Νῦν μὲν γὰρ, ἐπειδὴ τὰ τῆς φιλοσοφίας ἐπετάθη μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν, εἰκότως ἄν τις μέμψαιτο τῷ τὰ τοιαῦτα ἐπισκήπτοντι. Καὶ μὴ ταλανιζέτω τὸν ἐπ’ ἀλλοτρίας τὸν βίον | |
55 | καταλύσαντα, μηδὲ τὸν ἐπ’ ἐρημίας τῆς παρούσης ζωῆς μεθιστάμενον. Οὐδὲ γὰρ ὁ τοιοῦτος ταλανισμοῦ ἄξιος, ἀλλ’ ὁ ἐν ἁμαρτίαις τεθνηκὼς, κἂν ἐπὶ τῆς κλί‐ νης, κἂν ἐπὶ τῆς οἰκίας, κἂν τῶν ἐπιτηδείων παρόντων τὸν βίον καταλύσῃ. Καὶ μή μοι τὰ ψυχρὰ ἐκεῖνα | |
60 | ῥήματα καὶ γέλωτος γέμοντα καὶ ἀνοίας μεστὰ λεγέτω τις· Ὁ δεῖνα κυνὸς ἀτιμότερον τετελεύτηκεν, οὐδενὸς τῶν γνωρίμων αὐτῷ παρόντος, οὐδὲ τὰ τῆς ταφῆς αὐτῷ παρασχεῖν δυνηθέντος, ἀλλ’ ἐξ ἐράνου καὶ πολ‐ λῶν τινων συνεισενεγκόντων, οὕτω τὰ πρὸς τὴν κη‐ | |
65 | δείαν αὐτῷ παρεσχέθη. Οὐ τοῦτό ἐστιν, ἄνθρωπε, | |
κυνὸς ἀτιμότερον τετελευτηκέναι. Τί γὰρ ὁ τοιοῦτος | ||
54.567 | παρεβλάβη; Μόνον εἰ τὸ τῆς ἀρετῆς ἔνδυμα μὴ εἶχε περιστέλλον αὐτόν. Ὅτι γὰρ οὐδὲν τοῦτο λυμαίνεται τὸν ἐνάρετον, μάνθανε ὅτι οἱ πλείους τῶν δικαίων, τῶν προφητῶν λέγω καὶ τῶν ἀποστόλων, πλὴν ὀλί‐ | |
5 | γων, οὐδὲ ἴσμεν ὅπου κατετέθησαν. Οἱ μὲν γὰρ τὴν κεφαλὴν ἀπετμήθησαν, οἱ δὲ καταλευσθέντες οὕτω τοῦ βίου μετέστησαν, καὶ ἕτεροι μυρίαις καὶ διαφό‐ ροις τιμωρίαις αὑτοὺς ἐκδόντες διὰ τὴν εὐσέβειαν, πάντες ὑπὲρ Χριστοῦ ἐμαρτύρησαν· καὶ οὐδεὶς ἂν | |
10 | τολμήσειε περὶ τῶν τοιούτων εἰπεῖν, ὅτι ἄτιμος αὐ‐ τῶν γέγονεν ὁ θάνατος, ἀλλὰ ἀκολουθήσει τῇ θείᾳ Γραφῇ λεγούσῃ, Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Καὶ ὥσπερ τὸν τῶν ὁσίων θάνα‐ τον τίμιον ἐκάλεσεν, οὕτως ἄκουε καὶ τὸν τῶν ἁμαρ‐ | |
15 | τωλῶν πονηρὸν καλοῦντος τὸν θάνατον. Θάνατος γὰρ, φησὶν, ἁμαρτωλῶν πονηρός. Ὥστε κἂν ἐπὶ τῆς οἰκίας τις καταλύσῃ τὸν βίον, καὶ γυναικὸς καὶ παι‐ δίων παρόντων, καὶ ἐπιτηδείων καὶ γνωρίμων παρ‐ εστώτων, ἀρετῆς δὲ ἔρημος τυγχάνῃ, πονηρὸς ἂν εἴη | |
20 | ὁ τούτου θάνατος. Οὕτω κἂν ἐπ’ ἀλλοτρίας, κἂν ἐπὶ τοῦ ἐδάφους κείμενος· καὶ τί λέγω ἐπ’ ἀλλοτρίας, καὶ τοῦ ἐδάφους; κἂν λῃσταῖς περιπέσῃ, κἂν θηρίων κατάβρωμα γένηται ὁ τὴν ἀρετὴν κεκτημένος, τίμιος ἂν εἴη ὁ θάνατος τούτου. Εἰπὲ γάρ μοι, ὁ τοῦ | |
25 | Ζαχαρίου παῖς οὐ τὴν κεφαλὴν ἀπετμήθη; Στέφανος δὲ ὁ πρῶτος τοῦ μαρτυρίου τὸν στέφανον ἀναδησάμε‐ νος, οὐχὶ καταλευσθεὶς οὕτω τὸν βίον κατέλυσε; Παῦλος δὲ καὶ Πέτρος οὐχὶ ὃς μὲν ἀποτμηθεὶς, ὃς δὲ ἀπ’ ἐναντίας τῷ Δεσπότῃ τοῦ σταυροῦ τὴν | |
30 | τιμωρίαν δεξάμενος, οὕτω μετέστη τῆς παρούσης ζωῆς; Οὐχὶ διὰ τοῦτο μάλιστα πανταχοῦ τῆς οἰκου‐ μένης ᾄδονται καὶ ἀνακηρύττονται; βʹ. Ταῦτα δὲ ἅπαντα ἀναλογιζόμενοι, μήτε τοὺς ἐπὶ τῆς ξένης τελευτῶντας ταλανίζωμεν, μήτε τοὺς ἐπὶ | |
35 | τῆς οἰκίας καταλύοντας τὸν βίον μακαρίζωμεν· ἀλλὰ τῷ τῆς θείας Γραφῆς κανόνι κατακολουθοῦντες. καὶ τοὺς ἐν ἀρετῇ βεβιωκότας, καὶ οὕτω μεθισταμένους, μακαρίζωμεν, καὶ τοὺς ἐν ἁμαρτίαις τελευτῶντας ταλανίζωμεν. Ὥσπερ γὰρ ὁ ἐνάρετος εἰς βελτίονα | |
40 | ζωὴν μεθίσταται τῶν πόνων τὰς ἀμοιβὰς κομιζόμε‐ νος· οὕτως ὁ ταύτης ἔρημος ὢν, ἀρχὰς καὶ προοίμια τῶν τιμωριῶν ἤδη δεχόμενος, καὶ τὰς εὐθύνας τῶν πεπραγμένων ἀπαιτούμενος, ἀνηκέστοις περιβάλλε‐ ται κακοῖς. | |
45 | Διὸ χρὴ ταῦτα ἐννοοῦντας ἀρετῆς ἐπιμελεῖσθαι, καὶ καθάπερ ἐν παλαίστρᾳ ἐπὶ τοῦ παρόντος βίου ἀγωνίζεσθαι, ἵνα μετὰ τὸ λυθῆναι τὸ θέατρον, λαμπρὸν ἀναδήσασθαι δυνηθῶμεν τὸν στέφανον, καὶ μὴ ἀνόνητα μεταμελώμεθα. Ἕως γὰρ ὅτου ἐνέστηκεν | |
54.567(50) | ὁ ἀγὼν, δυνατόν ἐστιν, εἰ βουληθείημεν, καὶ τὴν ῥᾳθυμίαν ἀποτινάξασθαι, καὶ τῆς ἀρετῆς ἀντέχεσθαι, ἵνα καὶ τῶν ἀποκειμένων στεφάνων ἐπιτυχεῖν δυ‐ νηθῶμεν. Ἀλλ’ εἰ δοκεῖ, λοιπὸν ἐπανέλθωμεν ἐπὶ τὴν ἀκολουθίαν τοῦ λόγου. Ἐπειδὴ γὰρ ἐπέσκηψε τῷ | |
55 | παιδὶ περὶ τῆς ταφῆς, καὶ εἶπεν ὁ Ἰωσήφ· Ἐγὼ ποιήσω κατὰ τὸ ῥῆμά σου, φησὶν, Ὄμοσόν μοι. Καὶ ὤμοσεν αὐτῷ. Καὶ προσεκύνησεν Ἰσραὴλ ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ὅρα τὸν γέροντα, τὸν πρεσβύτην, τὸν πατριάρχην διὰ τῆς προσκυνήσεως | |
60 | τὴν εἰς τὸν Ἰωσὴφ τιμὴν ἐπιδεικνύμενον, καὶ διὰ τῶν ἔργων αὐτῶν πληροῦντα νῦν τοῦ ὁράματος τὴν ἔκβασιν. Ἡνίκα γὰρ διηγήσατο αὐτῷ ὁ Ἰωσὴφ τὸ ὅραμα, Εἶπε, φησὶν, Ἆρά γε ἐλθόντες ἐγώ τε καὶ ἡ μήτηρ σου προσκυνήσομέν σοι ἐπὶ τὴν γῆν; Ἀλλ’ | |
65 | ἴσως εἴποι τις ἄν· Καὶ πῶς ἐξῆλθε τὸ ὄναρ τῆς μη‐ τρὸς προαπελθούσης, καὶ μὴ προσκυνησάσης τὸν παῖδα; Ἔθος ἀεὶ τῇ Γραφῇ ἀπὸ τοῦ κυριωτέρου τὸ | |
πᾶν δηλοῦν. Ἐπεὶ οὖν Κεφαλὴ τῆς γυναικὸς ὁ ἀνὴρ, | Column end | |
54.568 | Καὶ ἔσονται, φησὶν, οἱ δύο εἰς σάρκα μίαν· τῆς κεφαλῆς προσκυνησάσης, δηλονότι καὶ τὸ σῶμα ἅπαν ταύτῃ εἵπετο. Εἰ γὰρ ὁ πατὴρ τοῦτο πεποίηκε, πολλῷ μᾶλλον κἀκείνη, εἰ μὴ τῆς ζωῆς προεξηρπάσθη, | |
5 | τοῦτο πεποίηκεν ἄν. Καὶ προσεκύνησε, φησὶν, ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Διὰ τοῦτο καὶ ὁ Παῦλος ἔλεγε· Πίστει Ἰακὼβ ἀποθνήσκων ἕκαστον τῶν υἱῶν Ἰωσὴφ εὐλόγησε, καὶ προσεκύνησεν ἐπὶ τὸ ἄκρον τῆς ῥάβδου αὐτοῦ. Ὁρᾷς ὅτι καὶ τοῦτο αὐτὸ | |
10 | πίστει ἐποίει, προορῶν ὅτι βασιλικοῦ γένους γενή‐ σεται ὁ ἐκ τοῦ σπέρματος αὐτοῦ τεχθείς; Ἐπεὶ οὖν ἐπέταξεν, ἅπερ ἐβούλετο, τῷ παιδὶ, μετ’ οὐ πολὺ, φησὶ, μαθὼν Ἰωσὴφ, ὅτι ἐνοχλεῖται ὁ πατὴρ αὐτοῦ, ὅτι ἐπὶ θύραις ἐστὶ τοῦ θανάτου, ὅτι ἤγγισαν τῆς | |
15 | τελευτῆς αἱ ἡμέραι, Λαβὼν τοὺς δύο υἱοὺς αὐτοῦ, ἦλθε πρὸς Ἰακώβ. Ἀπηγγέλη δὲ τοῦτο τῷ Ἰακὼβ, καὶ ἐνισχύσας Ἰσραὴλ ἐκάθισεν ἐπὶ τὴν κλίνην. Ὅρα πῶς ἡ περὶ τὸν παῖδα φιλοστοργία τὸν πρεσβύτην ἐνεύρου, καὶ ἡ προθυμία ἐνίκα τὴν | |
20 | ἀσθένειαν. Ἀκούσας γὰρ αὐτοῦ τὴν παρουσίαν, φησὶν, Ἐκάθισεν ἐπὶ τὴν κλίνην. Καὶ ἰδὼν αὐτὸν, τὴν πατρικὴν φιλοστοργίαν περὶ αὐτὸν ἐπιδείκνυται, καὶ ἐπειδὴ ἔμελλε τελευτᾷν, τῇ εὐλογίᾳ τῇ αὐτοῦ τειχίζει τοὺς παῖδας, μεγίστην αὐτοῖς ταύτην πε‐ | |
25 | ριουσίαν καταλιμπάνων, καὶ πλοῦτον μηδέποτε δα‐ πανηθῆναι δυνάμενον. Καὶ ὅρα πῶς ἄρχεται· Πρῶτον διηγεῖται τὴν παρὰ τοῦ Θεοῦ γεγενημένην εἰς αὐτὸν εὔνοιαν, καὶ τότε τὰς εἰς τοὺς παῖδας εὐλογίας ποιεῖ‐ ται, καί φησιν· Ὁ Θεός μου ὤφθη μοι ἐν Λουζᾷ | |
30 | ἐν γῇ Χαναὰν, καὶ εὐλόγησέ με, καὶ εἶπέ μοι· Ἐγὼ αὐξανῶ σε, καὶ πληθυνῶ σε, καὶ ποιήσω σε εἰς συναγωγὰς ἐθνῶν, καὶ δώσω σοι τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου μετὰ σὲ εἰς κατά‐ σχεσιν αἰώνιον. Ἐπήγγελταί μοι, φησὶν, ὁ Θεὸς, | |
35 | ἡνίκα ἐν Λουζᾷ ὤφθη μοι, τοσοῦτον πληθῦναί μοι τὸ σπέρμα, ὡς συναγωγὰς ἐθνῶν γενέσθαι ἐξ αὐτοῦ, καὶ τὴν γῆν δὲ ταύτην ἐμοὶ καὶ τῷ σπέρματί μου δώσειν ὑπέσχετο. Νῦν οὗτοι οἱ δύο υἱοί σου, οἱ γενόμε‐ νοί σοι ἐν Αἰγύπτῳ, ἐμοί εἰσιν· Ἐφραῒμ καὶ | |
40 | Μανασσῆς, ὡς Ῥουβὴν καὶ Συμεὼν, ἔσονταί μοι. Τούτους, φησὶν, οὓς ἔσχες πρὸ τῆς παρουσίας τῆς ἐμῆς, ἐγὼ εἰς τὸν τῶν ἐμῶν τέκνων ἀριθμὸν εἰσ‐ ποιοῦμαι, καὶ ὁμοίως τοῖς ἐξ ἐμοῦ τεχθεῖσι τῆς παρ’ ἐμοῦ εὐλογίας ἀπολαύσουσι. Τὰ δὲ εἰς τὸ ἑξῆς | |
45 | ἔκγονα, ὅσα ἂν γεννήσῃς μετὰ ταῦτα, σοὶ ἔσον‐ ται· ἐπὶ τῷ ὀνόματι τῶν ἀδελφῶν αὐτῶν κλη‐ θήσονται ἐν τοῖς ἐκείνων κλήροις. Ἴσθι δὲ ὅτι καὶ ἡ μήτηρ σου Ῥαχὴλ, ἡνίκα ἤγγισα εἰς τὴν Βηθλεὲμ, ἀπέθανε, καὶ κατώρυξα αὐτὴν ἐν τῇ | |
54.568(50) | ὁδῷ τοῦ Ἱπποδρόμου. Καὶ ἰδὼν τοὺς υἱοὺς Ἰωσὴφ, εἶπε· Τίνες σοι οὗτοι; Καὶ εἶπεν· Υἱοί μου, οὓς ἔδωκέ μοι ὁ Θεός. Καὶ εἶπεν Ἰακώβ· Προσάγαγέ μοι αὐτοὺς, ἵνα εὐλογήσω αὐτούς. Καὶ ἤγγισεν αὐτοὺς πρὸς αὐτόν. Καὶ ἐφίλησεν αὐτοὺς, καὶ | |
55 | περιέλαβεν αὐτούς. Ὅρα μοι τὸν πρεσβύτην, ὅπως σπεύδει καὶ ἐπείγεται εὐλογῆσαι τοὺς παῖδας τοῦ Ἰωσήφ· Καὶ ἤγγισεν αὐτοὺς, φησὶ, πρὸς αὐτόν. Καὶ ἐφίλησεν αὐτοὺς, καὶ περιέλαβεν αὐτοὺς, καὶ εἶπε πρὸς Ἰωσήφ· Ἰδοὺ τοῦ προσώπου σου | |
60 | οὐκ ἐστερήθην, καὶ ἰδοὺ ἔδειξέ μοι ὁ Θεὸς καὶ τὸ σπέρμα σου. Μεγάλα μοι, φησὶ, παρέσχεν ἡ τοῦ Θεοῦ φιλανθρωπία, καὶ πλέον ἢ προσεδόκησα· μᾶλλον δὲ ἅπερ οὐδέποτε προσεδόκησα. Οὐ γὰρ μόνον τοῦ προσώπου σου οὐκ ἐστερήθην, ἀλλ’ ἰδοὺ καὶ τοὺς ἐκ | |
65 | σοῦ τεχθέντας ἐθεασάμην. Καὶ ἐξήγαγεν αὐτοὺς, φησὶν, Ἰωσὴφ ἀπὸ τῶν γονάτων αὐτοῦ, καὶ προσ‐ εκύνησαν αὐτῷ ἐπὶ πρόσωπον ἐπὶ τῆς γῆς. Ὅρα | |
καὶ τοὺς παῖδας πῶς ἐξ ἀρχῆς καὶ ἐκ προοιμίων | ||
54.569 | ἐπαίδευσε τὴν ὀφειλομένην τιμὴν ἀπονέμειν τῷ πρεσβύτῃ. Καὶ λαβὼν, φησὶν, Ἰωσὴφ κατὰ τὴν τῶν πρωτοτόκων προεδρίαν προσήγαγε τὸν Μανασσῆ, καὶ τότε τὸν Ἐφραΐμ. | |
5 | γʹ. Ἐνταῦθά μοι ὅρα τὸν δίκαιον τοὺς μὲν τοῦ σώ‐ ματος ὀφθαλμοὺς ἤδη ὑπὸ τοῦ γήρως λοιπὸν ἀσθενεῖς κεκτημένον (Ἐβαρυώπησαν γὰρ οἱ ὀφθαλμοὶ αὐ‐ τοῦ ἀπὸ τοῦ γήρως, καὶ οὐκ ἠδύνατο βλέπειν), τοὺς δὲ τῆς διανοίας ὀφθαλμοὺς ἐῤῥωμένους ἔχοντα, | |
10 | καὶ τῇ πίστει τὰ μέλλοντα ἤδη προορῶντα. Οὐδὲ γὰρ ἀνασχόμενος τοῦ Ἰωσὴφ, ἀλλὰ ἐναλλάξας τὰς χεῖρας εὐλογῶν, τὴν προεδρίαν εἰς τὸν νέον ἐποιή‐ σατο, προτάξας τὸν Ἐφραῒμ τοῦ Μανασσῆ. Καί φησιν· Ὁ Θεὸς, ᾧ εὐηρέστησαν οἱ πατέρες μου. | |
15 | Σκόπει ταπεινοφροσύνην τοῦ πατριάρχου, ὅρα ψυχὴν φιλόθεον. Οὐκ ἐτόλμησεν εἰπεῖν, Ὁ Θεὸς ᾧ εὐηρέστη‐ σα· ἀλλὰ τί; ᾯ εὐηρέστησαν οἱ πατέρες μου. Εἶδες εὐγνώμονα ψυχήν; καίτοι πρὸ μικροῦ διηγού‐ μενος ἔλεγεν, ὅτι Ἐν Λουζᾷ ὤφθη μοι, καὶ ὑπ‐ | |
20 | έσχετο δώσειν ἐμοὶ καὶ τῷ σπέρματί μου πᾶσαν τὴν γῆν, καὶ εἰς συναγωγὰς ἐθνῶν ποιήσειν τὸ σπέρμα μου. Καὶ οὕτως ἐναργῆ ἔχων τὰ δείγματα τῆς περὶ αὐτὸν τοῦ Θεοῦ εὐνοίας, ἔτι κατεσταλμένην εἶχε τὴν διάνοιαν, καί φησιν· Ὁ Θεὸς ᾧ εὐηρέστησαν | |
25 | οἱ πατέρες μου ἐνώπιον αὐτοῦ, Ἀβραὰμ καὶ Ἰσαάκ. Εἶτα πάλιν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου. Σκόπει καὶ διὰ τούτου πάλιν τῆς εὐγνωμοσύνης αὐ‐ τοῦ τὴν ὑπερβολήν. Οὐ λέγει τὴν οἰκείαν ἀρετὴν, ἀλλὰ τὰ παρὰ τοῦ Θεοῦ εἰς αὐτὸν γεγενημένα δι‐ | |
30 | ηγεῖται, καί φησιν· Ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης. Αὐτὸς γάρ ἐστιν ὁ ἐξ ἀρ‐ χῆς μέχρι τοῦ παρόντος τὰ κατ’ ἐμὲ οἰκονομήσας. Οὕτω καὶ πρώην ἔλεγεν· Ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην, καὶ ἰδοὺ νῦν γέγονα | |
35 | εἰς δύο παρεμβολάς. Καὶ νῦν τὸ αὐτὸ πάλιν ἑτέροις ῥήμασί φησιν· Ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης, ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν. Εὐχαρίστου γνώμης τὰ ῥή‐ ματα, φιλοθέου ψυχῆς καὶ ἐχούσης ἐναύλους τὰς τοῦ | |
40 | Θεοῦ εὐεργεσίας τῇ μνήμῃ. Ἐκεῖνος, φησὶν, ᾧ οἱ πατέρες μου εὐηρέστησαν, ὁ ἐμὲ διαθρέψας ἐκ νεό‐ τητος ἕως τοῦ παρόντος, ὁ ἐξ ἀρχῆς πάντων με τῶν κακῶν ῥυσάμενος, ὁ τοσαύτην περὶ ἐμὲ κηδεμονίαν ἐπιδειξάμενος, αὐτὸς Εὐλογήσει τὰ παιδία ταῦτα· | |
45 | καὶ ἐπικληθήσεται ἐν αὐτοῖς τὸ ὄνομά μου, καὶ τὸ ὄνομα τῶν πατέρων μου Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ πληθυνθείησαν εἰς πλῆθος πολὺ ἐπὶ τῆς γῆς. Εἶδες ὁμοῦ καὶ σύνεσιν καὶ ταπεινοφροσύνην; Σύνεσιν μὲν, ὅτι τοῖς τῆς πίστεως ὀφθαλμοῖς προ‐ | |
54.569(50) | ορῶν τὸν Ἐφραῒμ προέταξε τοῦ Μανασσῆ· ταπεινο‐ φροσύνην δὲ, ὅτι οὐδαμοῦ τῆς οἰκείας ἀρετῆς μνή‐ μην ἐποιήσατο, ἀλλ’ ἀπὸ τῆς τῶν πατέρων εὐαρε‐ στήσεως, καὶ ἀπὸ τῶν εἰς αὐτὸν γεγενημένων εὐερ‐ γεσιῶν τὴν εὐχὴν καὶ τὴν εὐλογίαν αὐτοῖ, ἐπηύξατο. | |
55 | Ἀλλ’ ὁ μὲν Ἰακὼβ προορῶν τὰ μέλλοντα, οὕτως εἰς αὐτοὺς εὐλογίαν πεποίηται. Ὁ δὲ Ἰωσὴφ ὁρῶν τὸν νεώτερον προκριθέντα τοῦ πρωτοτόκου, καὶ βαρὺ αὐτὸ λογισάμενος, εἶπε, φησὶν, Οὗτος ὁ πρωτό‐ τοκος· ἐπίθες τὴν δεξιάν σου ἐπὶ τὴν κεφαλὴν | |
60 | αὐτοῦ. Καὶ οὐκ ἠθέλησεν, ἀλλ’ εἶπεν· Οἶδα, τέ‐ κνον, οἶδα. Καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. Μὴ νομίσῃς με, φησὶν, ἁπλῶς | |
65 | συντυχίᾳ τινὶ τοῦτο πεποιηκέναι, μηδὲ δι’ ἄγνοιαν. Οἶδα γὰρ, καὶ προορῶν τὰ ὕστερον ἐσόμενα, οὕτω τὴν εἰς αὐτὸν εὐλογίαν ἐποιησάμην. Εἰ γὰρ καὶ ἀπὸ τῆς φύσεως ἔχει τὴν προεδρίαν ὁ Μανασσῆς, ἀλλ’ Ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ σπέρμα | |
70 | αὐτοῦ εἰς πλῆθος ἐθνῶν. Τοῦτο δὲ ὅλον ἐγίνετο | Column end |
54.570 | ἐπειδὴ ἐντεῦθεν ἔμελλεν ἡ βασιλεία ἀναδείκνυσθαι. Διὰ τοῦτο ἤδη προαναφωνῶν τὰ μέλλοντα, οὕτω τὴν εἰς αὐτὸν εὐλογίαν ἐποιήσατο. Καὶ εὐλό‐ γησεν αὐτοὺς λέγων· Ἐν ὑμῖν εὐλογηθήσεται | |
5 | Ἰσραὴλ, λέγοντες· Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ καὶ Μανασσῆ. Καὶ ἔθηκε τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Οὕτως ἔσονται, φησὶ, περιφανεῖς ἀμφότεροι, ὡς πάντας εὐχῆς ἔργον ποιεῖσθαι εἰς τὴν τούτων ἐλθεῖν περιφάνειαν· ὅμως ὁ Ἐφραῒμ πρότε‐ | |
10 | ρος ἔσται τοῦ Μανασσῆ. Ὁρᾷς πῶς ἡ τοῦ Θεοῦ χάρις προεμήνυεν αὐτῷ, καὶ προφητικῷ κινούμενος πνεύ‐ ματι, οὕτω τοὺς παῖδας τοῦ Ἰωσὴφ εὐλόγει, τὰ μετὰ τοσοῦτον ἐσόμενα χρόνον, ὡς ἤδη παρόντα, καὶ ὑπὸ τοῖς ἀδελφοῖς ὁρώμενα, οὕτω προβλέπων; Τοιοῦτον | |
15 | γὰρ ἡ προφητεία. Καὶ καθάπερ οἱ τοῦ σώματος ὀφθαλμοὶ οὐδὲν πλέον τῶν ὁρωμένων φαντασθῆναι δύνανται, οὕτω καὶ οἱ τῆς πίστεως οὐ τὰ ὁρώμενα βλέπουσιν, ἀλλ’ ἐκεῖνα φαντάζονται, ἃ μετὰ πολλὰς ὕστερον γενεὰς ἔσεσθαι | |
20 | μέλλει. Καὶ τοῦτο ἀκριβέστερον εἴσεσθε ἐκ τῶν εὐ‐ λογιῶν, ὧν εἰς τοὺς οἰκείους ποιεῖται παῖδας. Ἀλλ’ ἵνα μὴ μακρὸν ποιῶμεν τὸν λόγον, καὶ πολὺν ὑμῖν τὸν κόπον παρέχωμεν, ἀρκεσθέντες τοῖς εἰρημένοις εἰς τὴν ἑξῆς τὴν πρὸς τοὺς παῖδας εὐλογίαν ταμιευ‐ | |
25 | σόμεθα, ἐκεῖνο παρακαλέσαντες ὑμῶν τὴν ἀγάπην, ζηλοῦν τὸν δίκαιον τοῦτον, καὶ τοιαύτας κληρονο‐ μίας τοῖς παισὶ καταλιμπάνειν τοῖς ἑαυτῶν, αἳ μη‐ δέποτε παρά τινος βλάβην δέξασθαι δύνανται. Αἱ γὰρ τῶν χρημάτων πολλάκις καὶ ὄλεθρον ἔτεκον τοῖς | |
30 | διαδεξαμένοις, καὶ ἐπιβουλὰς, καὶ πολὺν τὸν κίνδυ‐ νον· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστιν ὑποπτεῦσαί ποτε. Θησαυρὸς γάρ ἐστι δαπανηθῆναι μὴ δυνάμε‐ νος, θησαυρός ἐστιν ἀνάλωτος, θησαυρός ἐστιν οὐκ ἀνθρώπων ἐπιβουλαῖς, οὐ λῃστῶν ἐφόδῳ, οὐκ οἰκε‐ | |
35 | τῶν κακουργίᾳ, οὐκ ἄλλῳ τοιούτῳ τινὶ ἐλαττωθῆναι δυνάμενος, ἀλλὰ διηνεκῶς μένει· πνευματικὸς γάρ ἐστι, καὶ οὐκ εἴκων ταῖς ἀνθρωπίναις ἐπιβουλαῖς· ἀλλ’ ἐὰν οἱ δεξάμενοι νήφειν βούλωνται, καὶ εἰς τὴν μέλλουσαν συναποδημεῖ ζωὴν, καὶ τὰς αἰωνίους προ‐ | |
40 | ευτρεπίζει σκηνάς. δʹ. Μὴ τοίνυν χρήματα συλλέγειν σπουδάζωμεν, καὶ ταῦτα τοῖς παισὶ καταλιμπάνειν· ἀλλ’ ἀρετὴν αὐ‐ τοὺς παιδεύωμεν, καὶ τὴν παρὰ τοῦ Θεοῦ εὐλογίαν αὐτοῖς ἐπευχώμεθα. Αὕτη γὰρ, αὕτη ἡ μεγίστη πε‐ | |
45 | ριουσία, οὗτος ὁ ἄφατος πλοῦτος, ὁ ἀδαπάνητος, ὁ καθ’ ἑκάστην ἡμέραν τὴν περιουσίαν πλείονα ἐργαζόμενος. Οὐδὲν γὰρ ἀρετῆς ἴσον, οὐδὲν ταύτης ἰσχυρότερον· κἂν αὐτήν μοι τὴν βασιλείαν εἴποις, καὶ τὸν τὸ διά‐ δημα περικείμενον, εἰ μὴ ταύτην ἔχοι, παντὸς πέ‐ | |
54.570(50) | νητος ῥάκια περιβεβλημένου ἀθλιώτερος ἔσται. Τί γὰρ αὐτὸν τὸ διάδημα δυνήσεται ὠφελῆσαι, ἢ ἡ πορφυρὶς, ὑπὸ τῆς οἰκείας ῥᾳθυμίας προδεδομένον; Μὴ γὰρ ἀξιωμάτων τῶν ἔξωθεν οἶδε διαφορὰν ὁ Δε‐ σπότης; μὴ γὰρ προσώπων δυσωπεῖται περιφανείᾳ; | |
55 | Ἕν ἐστιν ἐκεῖ τὸ ζητούμενον, ἀπὸ τῆς ἐργασίας τῆς ἀρετῆς τὰς θύρας ἔστιν εὑρεῖν ἠνεῳγμένας τῆς πρὸς αὐτὸν παῤῥησίας· ὡς ὁ μὴ ἐντεῦθεν τὴν παῤῥησίαν κτησάμενος, ἐν τοῖς ἠτιμωμένοις καὶ ἀπαῤῥησιά‐ στοις γενήσεται. | |
60 | Τοῦτο οὖν ἅπαντες σκοπῶμεν, καὶ τοὺς ἡμετέρους παῖδας διδάσκωμεν ταύτην πάντων προτιμᾷν, καὶ μηδὲν ἡγεῖσθαι τὴν τῶν χρημάτων περιουσίαν. Αὕτη γὰρ, αὕτη πολλάκις καὶ κώλυμα πρὸς τὴν ἀρετὴν γίνεται, ὅταν μὴ εἰδῇ τοῖς χρήμασιν ὁ νέος | |
65 | εἰς δέον κεχρῆσθαι. Καὶ καθάπερ τὰ παιδία τὰ μι‐ κρὰ, ἐπειδὰν μαχαίρας ἐπιλάβηται ἢ ξίφους, διὰ τὸ μὴ εἰδέναι δεόντως κεχρῆσθαι, πολλάκις εἰς προὖ‐ | |
πτον ἑαυτὰ κίνδυνον ἐμβάλλει, ὅθεν οὐδὲ ἀφιᾶσιν | ||
54.571 | αἱ μητέρες ἀδεῶς τῶν τοιούτων ἐφάπτεσθαι· οὕτω δὴ καὶ οἱ νέοι, ἐπειδὰν χρημάτων περιουσίαν διαδέ‐ ξωνται, διὰ τὸ μὴ θέλειν αὐτοῖς δεόντως κεχρῆσθαι, εἰς προφανῆ κίνδυνον ἑαυτοὺς περιπείρουσι, τὸν | |
5 | φόρτον τῶν ἁμαρτημάτων ἐντεῦθεν ἑαυτοῖς συλλέ‐ γοντες. Αἱ γὰρ τρυφαὶ, καὶ αἱ ἄτοποι ἡδοναὶ, καὶ τὰ μυρία κακὰ ἐντεῦθεν τίκτεται· οὐχ ἁπλῶς ἀπὸ χρη‐ μάτων λέγω, ἀλλ’ ἀπὸ τοῦ μὴ εἰδέναι προσηκόντως αὐτοῖς κεχρῆσθαι τοὺς ταῦτα διαδεξαμένους. Διὰ | |
10 | τοῦτο καὶ σοφός τις ἔλεγεν· Ἀγαθὸς ὁ πλοῦτος, ᾧ μὴ ἔστιν ἁμαρτία. Ἐπεὶ καὶ ὁ Ἀβραὰμ πλούσιος ἦν, καὶ ὁ Ἰὼβ πλούσιος ἦν, καὶ οὐ μόνον οὐδὲν ἀπὸ τοῦ πλούτου παρεβλάβησαν, ἀλλὰ καὶ μειζόνως εὐ‐ δοκίμησαν. Τίνος ἕνεκεν καὶ διὰ τί; Ὅτι οὐκ εἰς | |
15 | οἰκείαν ἀπόλαυσιν μόνον τούτῳ ἐκέχρηντο, ἀλλὰ πρὸς τὴν τῶν ἄλλων παραμυθίαν, καὶ τὰς τῶν δεομένων διορθούμενοι πενίας, καὶ ἡ οἰκία αὐτῶν παντὶ ξένῳ ἦν ἀνεῳγμένη. Ἄκουε γὰρ ἑνὸς αὐτῶν λέγοντος· Εἰ δὲ καὶ ἐξῆλθέ τις ἐκ τοῦ οἴκου μου κόλπῳ κενῷ, | |
20 | καὶ ἀδύνατοι δὲ, εἴ ποτε εἶχον χρείαν, οὐκ ἀπ‐ έτυχον. Καὶ οὐ μόνον τὴν διὰ χρημάτων ἐπικουρίαν εἰς τοὺς δεομένους ἐπεδείκνυντο, ἀλλὰ καὶ τὴν διὰ τῆς προστασίας πρόνοιαν. Ἐγὼ γὰρ ἤμην, φησὶ, ποὺς χωλῶν, ὀφθαλμὸς δὲ τυφλῶν, καὶ ἐκ μέ‐ | |
25 | σου ὀδόντων ἐξέσπασα ἅρπαγμα. Ὁρᾷς αὐτὸν καὶ προνοοῦντα τῶν ἀδικουμένων, καὶ ἀντὶ τῶν πε‐ πηρωμένων μελῶν ἅπασι γινόμενον; Τοῦτον ἅπαν‐ τας ἐχρῆν ζηλοῦν, τὸν πρὸ τοῦ νόμου, τὸν πρὸ τῆς χάριτος τοσαύτην φιλοσοφίαν ἐπιδειξάμενον, καὶ | |
30 | ταῦτα οὐδὲ διδάσκαλον ἐσχηκότα, οὔτε προγόνους ἐναρέτους, ἀλλὰ οἴκοθεν καὶ ἀπὸ γνώμης ὀρθῆς ἐπὶ τὴν χρηστὴν ταύτην πολιτείαν ἐλθόντα. Καὶ γὰρ ἕκαστος ἡμῶν ἐν αὐτῇ τῇ φύσει ἐναποκειμένην ἔχει τὴν γνῶσιν τῆς ἀρετῆς· καὶ εἰ μή τις βουληθῇ ἀπὸ | |
35 | ῥᾳθυμίας τὴν οἰκείαν προδοῦναι εὐγένειαν, οὐκ ἄν ποτε ταύτης ἀμοιρήσειε. Γένοιτο δὲ πάντας ἡμᾶς ταύτην ἑλομένους, καὶ μετὰ ἀκριβείας ταύτην κατ‐ ορθώσαντας, καὶ τῶν ἐν ἐπαγγελίαις κειμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ | |
40 | φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα. κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | |
43t | ΟΜΙΛΙΑ ΞΖʹ. | |
44n | Εἶπε δὲ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ | |
45n | ἀποθνήσκω, καὶ ἔσται ὁ Θεὸς μεθ’ ὑμῶν, καὶ | |
46n | ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς | |
47n | τὴν γῆν τῶν πατέρων ὑμῶν. Ἐγὼ δὲ δίδωμί σοι | |
48n | Σήκιμα ἐξαίρετον παρὰ τοὺς ἀδελφούς σου, ἣν | |
49n | ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. | |
54.571(50) | αʹ. Πρώην ἐπαγγειλάμενος τέλος ἐπιθεῖναι τῇ κατὰ τὸν Ἰακὼβ ὑποθέσει, εἰς μῆκος ἡμῖν ἐκταθέντος τοῦ λόγου, τὴν ὑπόσχεσιν πᾶσαν εἰς πέρας ἀγαγεῖν οὐκ ἰσχύσαμεν. Διὸ βούλομαι σήμερον τὰ πρώην ἡμῖν ἐκεῖθεν ἀπολειφθέντα εἰς μέσον προθεῖναι, ἵνα οὕτω | |
55 | καὶ νῦν, Θεοῦ διδόντος, τὸ τέλος ἐπιθῶμεν. Ἀναγ‐ καῖον δὲ πρότερον ὑπομνῆσαι τὴν ὑμετέραν ἀγά‐ πην, καὶ δεῖξαι μέχρι τίνος τότε τὸν λόγον στήσαντες, οὕτω τὴν διδασκαλίαν κατελύσαμεν. Ἴστε δήπου καὶ μέμνησθε, ὅτι ἡνίκα τοὺς τοῦ Ἰωσὴφ παῖδας μέλλων | |
60 | ὁ δίκαιος εὐλογεῖν, τὸν Ἐφραῒμ τοῦ Μανασσῆ προ‐ έθηκε, καὶ ταῦτα τοῦ πατρὸς δυσχεράναντος, πρὸς ὂν καὶ εἶπεν, Οἶδα, τέκνον· καὶ οὗτος ἔσται εἰς λαὸν, καὶ οὗτος ὑψωθήσεται· ἀλλ’ ὁ ἀδελφὸς αὐτοῦ ὁ νεώτερος μείζων αὐτοῦ ἔσται, καὶ τὸ | |
65 | σπέρμα αὐτοῦ ἔσται εἰς πλῆθος ἐθνῶν. Καὶ εὐ‐ λόγησεν αὐτοὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, λέγων· Ἐν ὑμῖν εὐλογηθήσεται Ἰσραὴλ, λέγοντες· Ποιήσαι σε ὁ Θεὸς ὡς Ἐφραῒμ καὶ Μανασσῆ· καὶ ἔθηκε | |
τὸν Ἐφραῒμ ἔμπροσθεν τοῦ Μανασσῆ. Μέχρι | Column end | |
54.572 | τούτου γενόμενοι, ὥστε μὴ τῷ πλήθει καταχῶσαι ὑμῶν τὴν μνήμην, ἐπαυσάμεθα τῆς διδασκαλίας· ἀλλ’ εἰ δοκεῖ, σήμερον ἴδωμεν τὰ ἑξῆς. Εἶπε γὰρ, φησὶν, Ἰσραὴλ τῷ Ἰωσήφ· Ἰδοὺ ἐγὼ ἀποθνήσκω, | |
5 | καὶ ἔσται ὁ Θεὸς μεθ’ ὑμῶν, καὶ ἀποστρέψει ὑμᾶς ὁ Θεὸς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν τῶν πατέρων μου. Ἐγὼ δὲ δίδωμί σοι Σήκιμα ἐξ‐ αίρετον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Ἐπειδὴ τοὺς υἱοὺς εὐλό‐ | |
10 | γησε, καὶ τὰ μέλλοντα προορῶν προέθηκε τὸν νεώ‐ τερον τοῦ πρεσβυτέρου, βουλόμενος πεῖσαι τὸν Ἰω‐ σὴφ, ὅτι οὐχ ἁπλῶς οὐδὲ εἰκῆ τοῦτο πεποίηκεν, ἀλλὰ προφητεύων τὰ μέλλοντα ἔσεσθαι, προλέγει αὐτῷ καὶ τὴν οἰκείαν τελευτὴν, καὶ ὅτι ἐπανήξουσιν ἐκ | |
15 | τῆς ἀλλοτρίας εἰς τὴν Χαναὰν, εἰς τὴν γῆν τῶν πα‐ τέρων αὐτῶν, καὶ χρηστὰς αὐτοῖς ἐλπίδας ὑποτείνει. ὥστε τῇ προσδοκίᾳ κουφίζεσθαι. Ἡ γὰρ τῶν χρη‐ στῶν ἐλπὶς ὑποτέμνεται ἀεὶ τοὺς ἐν τῷ παρόντι βίῳ πόνους. Καὶ δεικνὺς λοιπὸν καὶ ἐν τῷ τῆς τελευτῆς | |
20 | καιρῷ τὴν φιλοστοργίαν, ἣν περὶ τὸν Ἰωσὴφ ἐκέ‐ κτητο, φησὶ πρὸς αὐτόν· Ἐγὼ δὲ δίδωμί σοι Σή‐ κιμα ἐξαίρετον ὑπὲρ τοὺς ἀδελφούς σου· μονον‐ ουχὶ διὰ τούτου δηλῶν, ὅτι Οὕτω πάντως ἔσται τοῦτο, καὶ κατὰ τὴν ἐμὴν πρόῤῥησιν ἐπανελεύσεσθε, καὶ | |
25 | κληρονομήσετε τὴν γῆν τῶν πατέρων ὑμῶν, ὅτι καὶ τὴν Σηκίμων πόλιν σοι δίδωμι κληρονομίαν Ἐξαίρε‐ τον ὑπὲρ τοὺς ἀδελφούς σου, ἣν ἔλαβον ἐκ χειρὸς Ἀμοῤῥαίων ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Τί δὴ τοῦτό ἐστι; Τὰ παρὰ τοῦ Συμεὼν καὶ Λευῒ γεγενημένα εἰς | |
30 | τοὺς ἐν Σηκίμοις οἰκειοῦται, καὶ διὰ τοῦτο λέγει· Ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Ἀλλ’ ἐνταῦθα εὐκαίρως ζητήσειεν ἄν τις, τίνος ἕνεκεν οἰκειωσάμε‐ νος τὸ γεγενημένον, ὁ μετὰ ταῦτα μέλλων δια‐ τάττεσθαι, ἀνάγραπτον τὴν κατ’ αὐτῶν ποιεῖται κατ‐ | |
35 | ηγορίαν; Οὐχ ἑαυτῷ ἐναντιούμενος ὁ δίκαιος, ἀλλὰ δεικνὺς τὸ ἥμερον αὐτοῦ τῆς γνώμης, καὶ ὅτι παρὰ τὴν αὐτοῦ γνώμην τοῦτο διεπράττετο· οὐ γὰρ μόνον οὐκ ἠρέσθη τοῖς γινομένοις, ἀλλὰ καὶ ἐμέμψατο, ἐπειδὴ γέγονε. Διὰ τοῦτο θέλων δεῖξαι τὴν περὶ τὸν | |
40 | Ἰωσὴφ φιλοστοργίαν, αὐτῷ παραχωρεῖ τὰ Σήκιμα, καί φησιν· Ἣν ἔλαβον ἐν μαχαίρᾳ μου καὶ τόξῳ. Εἰ γὰρ καὶ ἐκείνων τὸ ἔργον γέγονεν, ἀλλ’ ἐν τῇ ἐμῇ κεῖται ἐξουσίᾳ. Εἰ γὰ τῶν παίδων δεσπότης ὁ πα‐ τὴρ, πολλῷ μᾶλλον τῶν ὑπ’ αὐτῶν κτηθέντων κύριος | |
45 | ἂν εἴη· εἰ δὲ κύριος, καὶ ὃ βούλεται διανέμειν ἂν δύ‐ ναιτο. Ἐπεὶ οὖν ἐβούλετο δεῖξαι τὴν περὶ τὸν Ἰωσὴφ εὔνοιαν, οὐ μόνον διὰ τῆς τοῦ Ἐφραῒμ καὶ τοῦ Μα‐ νασσῆ εὐλογίας τοῦτο πεποίηκεν, ἀλλὰ καὶ διὰ τοῦ τὴν Σήκιμα ἐξαίρετον κληρονομίαν καταλιπεῖν τῷ | |
54.572(50) | παιδί. Καὶ ἐκάλεσε, φησὶ, τοὺς υἱοὺς αὐτοῦ Ἰακὼβ, καὶ εἶπε· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ’ ἐσχάτων τῶν ἡμερῶν. Ἀθροίσθητε, καὶ ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. Ὅρα τοῦ δικαίου τὴν σύνεσιν. Ἐπειδὴ προῄδει | |
55 | τῆς τελευτῆς τὸν καιρὸν, καλεῖ τοὺς παῖδας πρὸς ἑαυ‐ τὸν, καί φησι· Συνάχθητε, ἵνα ὑμῖν ἤδη προαναφω‐ νήσω τί ὑμῖν ἀπαντήσεται ἐπ’ ἐσχάτων τῶν ἡμε‐ ρῶν. Ἀθροίσθητε, καὶ ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ὑμῶν. Δεῦτε, φησὶ, καὶ μάθετε παρ’ ἐμοῦ, οὐ τὰ παρ‐ | |
60 | όντα, οὐ τὰ μετὰ βραχὺν ἐσόμενα χρόνον, ἀλλὰ τὰ ἐν ἐσχάταις ἡμέραις γενησόμενα. Καὶ ταῦτα ὑμῖν οὐκ ἀπ’ ἐμαυτοῦ μηνύω, ἀλλ’ ὑπὸ τοῦ Πνεύματος ἐνηχούμε‐ νος· διὰ τοῦτο καὶ τὰ μετὰ πολλὰς ὕστερον ἐσόμενα γενεὰς ἤδη προαναφωνῶ. Καὶ γὰρ μέλλων τὴν ζωὴν | |
65 | ταύτην καταλύειν, βούλομαι ἑκάστῳ ὑμῶν, ὥσπερ ἐν στήλῃ χαλκῇ. ἐναποθέσθαι τὴν μνήμην. Σκόπει δὲ τὸν δίκαιον, πῶς συναχθέντων τῶν παίδων, τῇ τάξει | |
χρησάμενος τῆς ἔξω γενέσεως, οὕτω τὴν ἁρμόττουσαν | ||
54.573 | πρὸς ἕκαστον ποιεῖται ἢ κατάραν, ἢ εὐλογίαν, κἀν τούτῳ δεικνὺς τῆς οἰκείας ἀρετῆς τὴν ὑπερβολήν. Καὶ ἄρχεται ἀπὸ τοῦ πρώτου. Ῥουβὴν, φησὶν, ὁ πρωτότοκος, ἰσχύς μου, καὶ ἀρχὴ τέκνων μου· σκληρὸς φέρεσθαι, | |
5 | καὶ σκληρὸς αὐθάδης. Ὅρα πόση ἡ σοφία τοῦ δι‐ καίου. Μείζονα γὰρ τὴν κατ’ αὐτοῦ κατηγορίαν αὐξῆ‐ σαι βουλόμενος, πρότερον εἶπε τὰ ἀπὸ τῆς φύσεως αὐτῷ ἐνυπάρχοντα προτερήματα, καὶ τὴν προεδρίαν, ἧς ἀπήλαυσεν αὐτὸς, ἀρχὴ τέκνων γενόμενος, καὶ τῆς | |
10 | ἀξίας τῆς τοῦ πρωτοτόκου ἀπολαύων· καὶ τότε τὰ ἀπὸ τῆς προαιρέσεως ἁμαρτήματα ὥσπερ ἐν στήλῃ χαλκῇ ἐναποτίθεται, δεικνὺς ὅτι οὐδὲν ὄφελος τῶν φυσικῶς ἡμῖν ἐνυπαρχόντων, μὴ τῶν ἀπὸ τῆς προαι‐ ρέσεως κατορθωμάτων ἑπομένων· ταῦτα γάρ ἐστι τὰ | |
15 | καὶ ἔπαινον φέροντα καὶ ψόγον προστριβόμενα. Σκλη‐ ρὸς, φησὶ, φέρεσθαι, καὶ σκληρὸς αὐθάδης. Τὴν ἀπὸ τῆς φύσεως ἀξίαν σοι, φησὶ, δεδομένην προὔδω‐ κας διὰ τῆς οἰκείας προπετείας. Εἶτα καὶ αὐτὸ τὸ εἶδος τοῦ ἁμαρτήματος ἀνάγραπτον καταλιμπάνει, | |
20 | ὥστε καὶ τοῖς ἑξῆς διδασκαλίαν εἶναι μεγίστην πρὸς τὸ μὴ τοῖς αὐτοῖς ἐπιχειρεῖν, τὴν κατ’ αὐτοῦ κατ‐ ηγορίαν γεγενημένην. Ἐξύβρισας, ὡς ὕδωρ μὴ ἐκζέσῃς. Ἀνέβης γὰρ, φησὶν, ἐπὶ τὴν κοίτην τοῦ πατρός σου· τότε ἐμίανας τὴν στρωμνὴν, οὗ | |
25 | ἀνέβης. Τὴν μετὰ τῆς Βάλλας γεγενημένην αὐτῷ συνουσίαν αἰνίττεται. βʹ. Ὅρα πῶς διὰ τῆς συνέσεως τῆς ὑπὸ τοῦ Πνεύμα‐ τος αὐτῷ χαρισθείσης προλαβὼν, ὅπερ ἔμελλε Μωϋ‐ σῆς νομοθετεῖν, ὥστε μὴ ἐξεῖναι τῇ αὐτῇ μίγνυσθαι | |
30 | γυναικὶ πατέρα καὶ παιδίον, τοῦτο αὐτὸς ἤδη, δι’ ὧν ἐπετίμησε τῷ παιδὶ, ἀπαγορεύει, καί φησιν· Ἐμία‐ νας τὴν στρωμνὴν, ἀνελθὼν ἐπὶ τὴν κοίτην τοῦ πα‐ τρός σου. Πρᾶγμα παράνομον εἰργάσω, φησί. Διὰ τοῦτο ἐπειδὴ οὕτως Ἐξύβρισας, ὡς ὕδωρ μὴ | |
35 | ἐκζέσῃς. Ἀνόνητός σοι, φησὶν, ἔσται ἡ τοιαύτη ἐπι‐ χείρησις, ὅτι οὐδὲ τοῦ πατρὸς αἰδώ τινα λαβὼν, μιᾶ‐ ναι αὐτοῦ τὴν κοίτην ἐτόλμησας. Ἵνα οὖν ἤδη ἐν ταῖς ἑξῆς γενεαῖς τὴν τοιαύτην μίμησιν φυγεῖν ἔχωσι, διὰ τοῦτο ἐναποθέσθαι τοῖς γράμμασι τὸ Πνεῦμα τὸ ἅγιον | |
40 | τὴν κατηγορίαν ταύτην ᾠκονόμησεν, ὥστε πάντας ἀκούοντας παιδεύεσθαι καὶ εἰδέναι σαφῶς, ὡς οὐδὲν αὐτοῖς ὄφελος τῆς ἀπὸ τῆς φύσεως προεδρίας κεχα‐ ρισμένης, εἰ μὴ καὶ τὰ τῆς προαιρέσεως ἕπηται. Εἶτα ἐπειδὴ ἀρκούντως τούτου ἐστηλίτευσε τὴν μια‐ | |
45 | ρὰν ταύτην πρᾶξιν, ἔρχεται ἐπὶ τὸν Συμεὼν καὶ Λευΐ. Συμεὼν καὶ Λευῒ συνετέλεσαν ἀδικίαν ἐξαιρέ‐ σεως αὐτῶν. Ἡ φιλονεικία αὐτῶν, φησὶν, ἣν ὑπὲρ τῆς ἀδελφῆς ἐπεδείξαντο, εἰς τὴν ἀδικίαν ἐκείνην αὐτοὺς παρώρμησεν. Εἶτα δηλῶν ὅτι λαθόντες αὐτὸν | |
54.573(50) | τὴν ἑαυτῶν γνώμην εἰς ἔργον ἤγαγον, φησίν· Εἰς βουλὴν αὐτῶν μὴ ἔλθοι ἡ ψυχή μου, καὶ ἐπὶ τῇ συστάσει αὐτῶν μὴ ἐρείσῃ τὰ ἥπατά μου. Μὴ γένοιτό μοι, φησὶ, κοινωνῆσαι αὐτοῖς τῆς γνώμης, ἢ συγκαταθέσθαι τοῖς ὑπ’ αὐτῶν ἀδίκως γεγενημένοις. | |
55 | Ὅτι ἐν τῷ θυμῷ αὐτῶν ἀπέκτειναν ἀνθρώπους. Ἀλόγιστος αὐτῶν, φησὶ, γέγονεν ὁ θυμός. Εἰ γὰρ καὶ ἥμαρτε Συχὲμ, ἀλλὰ κατὰ πάντων οὐκ ἐχρῆν τοσαύ‐ την ἐπιδείξασθαι μιαιφονίαν. Καὶ ἐν τῇ ἐπιθυμίᾳ αὐτῶν ἐνευροκόπησαν ταῦρον. Τὸν υἱὸν τοῦ Ἐμ‐ | |
60 | μὼρ ἐνταῦθα αἰνίττεται, διὰ τὸ ἀκμάζον τῆς ἡλι‐ κίας ταῦρον αὐτὸν ὀνομάσας. Εἶτα εἰπὼν τὰ εἰργα‐ σμένα αὐτοῖς, καὶ ἀρὰν προστίθησι, καί φησι· Ἐπι‐ κατάρατος ὁ θυμὸς αὐτῶν, ὅτι αὐθάδης· καὶ ἡ μῆνις αὐτῶν, ὅτι ἐσκληρύνθη. Τὸν δόλον αἰνίττεται. | |
65 | ὃν πρὸς αὐτοὺς ἐποιήσαντο ἀπατήσαντες αὐτοὺς, καὶ μετὰ δόλου αὐτοῖς ἐπιθέμενοι. Αὐθάδης γὰρ, φησὶν, ὁ θυμὸς αὐτῶν, προπετὴς, ἀλόγιστος. Καὶ ἡ μῆνις | |
αὐτῶν, ὅτι ἐσκληρύνθη. Ὅτε γὰρ ἐνόμισαν οἱ Ση‐ | Column end | |
54.574 | κιμῖται πολλὴν τὴν περὶ αὐτοὺς εὔνοιαν ἐκδεδεῖχθαι, τότε βαρεῖαν τὴν μῆνιν ἐπιδειξάμενοι, τὰ τῶν πολε‐ μίων αὐτοὺς διέθηκαν. Καὶ εἰπὼν τὸ γεγενημένον αὐτοῖς ἁμάρτημα, προμηνύει καὶ τὴν ὑπὲρ τούτου | |
5 | διαδεξομένην αὐτοὺς τιμωρίαν· Διαμεριῶ αὐτοὺς ἐν Ἰακὼβ, καὶ διασπερῶ αὐτοὺς ἐν Ἰσραήλ. Παντα‐ χοῦ, φησὶ, διεσπαρμένοι ἔσονται, ἵνα τοῦτο αὐτὸ πᾶσι κατάδηλον γένηται, ὅτι διὰ τὸ τόλμημα τὸ γε‐ γενημένον τοῦτο οὗτοι ὑπομεμενήκασιν. Ἰούδα, σὲ | |
10 | αἰνέσαιεν οἱ ἀδελφοί σου. Ἡ εἰς τὸν Ἰούδαν γε‐ γενημένη εὐλογία μυστική τίς ἐστι, προμηνύουσα ἡμῖν τὰ κατὰ τὸν Χριστὸν ἅπαντα. Ἰούδα γὰρ, φησὶ, σὲ αἰνέσαιεν οἱ ἀδελφοί σου. Ἐπειδὴ γὰρ ἐντεῦ‐ θεν ἔμελλεν ἐκ τῆς τούτου φυλῆς ἀναφαίνεσθαι κατὰ | |
15 | τὸν τῆς οἰκονομίας λόγον, διὰ τοῦτο ὑπὸ τοῦ Πνεύμα‐ τος τοῦ ἁγίου ἤδη κινούμενος, προμηνύει διὰ τῶν εἰς τὸν Ἰούδαν λεγομένων οὐ μόνον τὴν εἰς ἀνθρώ‐ πους κάθοδον τοῦ Δεσπότου, ἀλλὰ καὶ τὸ μυστήριον, καὶ τὸν σταυρὸν, καὶ τὴν ταφὴν, καὶ τὴν ἀνάστασιν, | |
20 | καὶ πάντα ἁπαξαπλῶς. Ἰούδα γὰρ, φησὶ, σὲ αἰνέ‐ σαιεν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου· τὴν ὑποταγὴν δηλῶν, ἣν μέλλου‐ σιν ὑποτάττεσθαι. Σκύμνος λέοντος Ἰούδα. Ἐκ | |
25 | βλαστοῦ, υἱέ μου, ἀνέβης. Τὴν βασιλείαν αὐτοῦ προλέγει. Ἔθος γὰρ ἀεὶ τῇ Γραφῇ διὰ τῆς εἰκόνος τούτου τοῦ ζώου τὴν βασιλικὴν αὐθεντίαν αἰνίττεσθαι. Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; Τὸν σταυρὸν καὶ τὴν ταφὴν ἐνταῦθα | |
30 | αἰνίττεται. Τίς ἐγερεῖ αὐτόν; Καθάπερ γὰρ τὸν λέοντα ἢ τὸν σκύμνον καθεύδοντα οὐδεὶς ἂν τολμή‐ σειεν ἐξαναστῆσαι, οὕτω, φησὶν, Ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; Αὐτὸς γάρ ἐστιν ὁ λέγων· Ἐξουσίαν ἔχω θεῖναι τὴν | |
35 | ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐ‐ τήν. Εἶτα καὶ τὸν καιρὸν σαφῶς μηνύει, καθ’ ὃν ἐπιστήσεσθαι ἔμελλεν ὁ Χριστὸς κατὰ τὸν τῆς οἰκο‐ νομίας λόγον. Οὐκ ἐκλείψει, φησὶν, ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, | |
40 | ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται· καὶ αὐτὸς προσδοκία ἐθνῶν. Μέχρι τότε διαρκέσει, φησὶ, τὰ Ἰουδαϊκὰ, καὶ οἱ ἄρχοντες οἱ ἐξ Ἰουδαίων, ἕως ἂν ἐκεῖνος πα‐ ραγένηται. Καὶ καλῶς εἶπεν, Ἕως ἂν ἔλθῃ, ᾧ ἀπό‐ κειται· ἐκείνῳ φησὶν, ᾧ προητοιμασμένη ἡ βασιλεία· | |
45 | διότι Αὐτός ἐστιν ἡ προσδοκία τῶν ἐθνῶν. Ὅρα πῶς ἤδη λέγει καὶ τὴν μέλλουσαν τῶν ἐθνῶν ἔσεσθαι σω‐ τηρίαν. Καὶ αὐτὸς ἔσται, φησὶ, προσδοκία τῶν ἐθνῶν. Τὴν τούτου παρουσίαν τὰ ἔθνη προσδοκᾷ. Δεσμεύων, φησὶ, πρὸς ἄμπελον τὸν πῶλον αὐ‐ | |
54.574(50) | τοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ· διὰ τοῦ πώλου πάλιν τὴν τῶν ἐθνῶν προμηνύων προσ‐ αγωγήν. Ἐπειδὴ γὰρ ἀκάθαρτον ζῶον ὁ ὄνος, διὰ τοῦτό φησιν· Ἐκεῖνα τὰ ἀκάθαρτα ἔθνη μετὰ τοσ‐ αύτης εὐκολίας ἐνάξει, ὡς ἄν τις τῇ ἕλικι τῆς ἀμπέ‐ | |
55 | λου τὸν πῶλον προσδήσῃ, τῆς ἐξουσίας τὴν ὑπερβολὴν αἰνιττόμενος, καὶ τῶν ἐθνῶν τὴν πολλὴν ὑπακοήν. Πολ‐ λῆς γάρ ἐστι τῆς ἡμερότητος τοῦ ὄνου τὸ ἀνέχεσθαι τῇ ἕλικι τῆς ἀμπέλου προσδεθῆναι. Τῇ ἀμπέλῳ δὲ παρεί‐ κασε τὴν οἰκείαν διδασκαλίαν· Ἐγὼ γάρ εἰμι, φησὶν, | |
60 | ἡ ἄμπελος ἡ ἀληθινὴ, καὶ ὁ Πατήρ μου ὁ γεωρ‐ γός ἐστιν. Ἕλικας δὲ ἐκάλεσε τὸ ἁπαλὸν τῶν προσ‐ ταγμάτων καὶ τῶν νομοθεσιῶν τὸ εὔκολον· ἵνα ἤδη προμηνύσῃ, ὅτι τὰ ἔθνη εὐπειθέστερα τούτων γε‐ νήσεται. Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ | |
65 | ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. | |
γʹ. Ὅρα πῶς ἅπαν ἡμῖν τὸ μυστήριον ἐνταῦθα ᾐνί‐ | ||
54.575 | ξατο. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον· Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ· στολὴν, οἶμαι, τὸ σῶμα λέγων, ὃ διὰ τὴν οἰκονομίαν φορέσαι κατηξίω‐ σεν. Εἶτα ἵνα μάθῃς ἀκριβῶς οἶνον τί προσηγόρευσεν, | |
5 | ἐπήγαγε· Καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Ὅρα πῶς τῷ τοῦ αἵματος ὀνόματι τὴν σφα‐ γὴν ἡμῖν καὶ τὸν σταυρὸν ᾐνίξατο, καὶ πᾶσαν τῶν μυστηρίων τὴν οἰκονομίαν. Χαροποὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐ‐ | |
10 | τοῦ ἢ γάλα. Ἐνταῦθα τὸ φαιδρὸν ἡμῖν ἐνδείξασθαι βούλεται διὰ τῆς μεταφορᾶς τοῦ οἴνου καὶ τῶν ὀφθαλ‐ μῶν. Καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα· τὸ δί‐ καιον καὶ τὸ λαμπρὸν τοῦ κριτοῦ. Διὰ γὰρ τῶν ὀδόν‐ των καὶ τοῦ γάλακτος οὐδὲν ἕτερον ἡμῖν σημαίνειν | |
15 | ἠβουλήθη, ἢ ὅτι οὕτως ἔσται λευκὸν καὶ περιφανὲς τὸ κριτήριον, καθάπερ ἡ τοῦ γάλακτος καὶ τῶν ὀδόν‐ των ποιότης. Ζαβουλὼν, φησὶ, παράλιος κατοική‐ σει, καὶ αὐτὸς παρ’ ὅρμον πλοίων, καὶ παρατενεῖ ἕως Σιδῶνος. Ὅρα πῶς καὶ τούτῳ προμηνύει ἔνθα | |
20 | τὴν οἴκησιν ἕξει, καὶ ὅτι μέχρι Σιδῶνος ἐκταθήσεται. Ἰσσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος ἀνὰ μέσον τῶν κλήρων· καὶ ἰδὼν τὴν ἀνάπαυσιν ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι πίων, ὑπέθηκε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγένετο ἀνὴρ | |
25 | γεωργός. Ἐπαινεῖ τοῦτον, ὡς τὴν τῆς γῆς ἐργασίαν ἑλόμενον, καὶ τὸ περὶ τὴν γῆν πονεῖσθαι πάντων προτετιμηκότα. Δὰν κρινεῖ τὸν ἑαυτοῦ λαὸν, ὡσεὶ καὶ μία φυλὴ ἐν Ἰσραήλ. Καὶ γενηθήτω Δὰν ὄφις ἐφ’ ὁδοῦ, ἐγκαθήμενος ἐπὶ τρίβου, δάκνων | |
30 | πτέρναν ἵππου· καὶ πεσεῖται ὁ ἱππεὺς εἰς τὰ ὀπί‐ σθια, τὴν σωτηρίαν περιμένων Κυρίου. Θαυμάσαι ἄξιον καὶ ἐκπλαγῆναι τὸν δίκαιον τοῦτον, ὅπως τοῖς τοῦ πνεύματος ὀφθαλμοῖς ἅπαντα προορῶν τοῖς παισὶ περιεσήμαινε, καὶ τὰ ἑκάστῳ συμβησόμενα προέλεγε· | |
35 | τὰ γὰρ μετὰ πολὺν ἐσόμενα χρόνον ἤδη προαναφω‐ νεῖ. Γὰδ, πειρατήριον πειρατεύσει αὐτόν· αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας. Ἀσὴρ, πίων αὐτοῦ ὁ ἄρτος, καὶ αὐτὸς δώσει τροφὴν ἄρχουσι. Νεφθαλεὶμ, στέλεχος ἀνειμένον, ἐπιδιδοὺς ἐν τῷ | |
40 | γεννήματι κάλλος. Καὶ ἐπειδὴ ἐν συντόμῳ παρ‐ έδραμε τούτους, ἔρχεται λοιπὸν ἐπὶ τὸν Ἰωσὴφ, καί φησιν· Ἰωσὴφ υἱὸς ηὐξημένος, ζηλωτός· Ἰωσὴφ υἱὸς ηὐξημένος, υἱός μου νεώτερος. Ἐπίφθονος γέγονας, φησὶν, ἐξ αὐτῶν τῶν προοιμίων. Εἰς ὃν δια‐ | |
45 | βουλευόμενοι ἐλοιδόρουν. Τῶν ἀδελφῶν τὴν κατ’ αὐ‐ τοῦ συμφωνίαν αἰνίττεται. Καὶ ὅπερ ἀνωτέρω ἔλε‐ γεν ἡ Γραφὴ, ὅτι ψόγον πονηρὸν κατήνεγκαν Ἰωσὴφ πρὸς τὸν πατέρα αὐτοῦ, τοῦτο οὗτος ἐνταῦθά φησιν· Εἰς ὃν διαβουλευόμενοι ἐλοιδόρουν, καὶ ἐνεῖχον | |
54.575(50) | αὐτῷ κύριοι τοξευμάτων· τὴν φονικὴν αὐτῶν αἰνιτ‐ τόμενος γνώμην. Καὶ συνετρίβη μετὰ κράτους τὰ τόξα αὐτῶν. Ὅρα πῶς, ἐπειδὴ εἶπε τὰ παρ’ αὐτῶν κατὰ τοῦ Ἰωσὴφ τολμηθέντα, λέγει καὶ τὰ αὐτοῖς συμβεβηκότα. Συνετρίβη γὰρ, φησὶ, τὰ τόξα αὐτῶν, | |
55 | καὶ ἐξελύθη τὰ νεῦρα βραχιόνων χειρῶν αὐτῶν. Αὐτοὶ μὲν ἀνελεῖν ἐπεχείρησαν, καὶ τό γε ἧκον εἰς αὐτοὺς, εἰς ἔργον τὴν γνώμην ἐξήγαγον· ἀλλὰ καὶ τὰ τόξα αὐτῶν συνετρίβη, καὶ ἐξελύθη αὐτῶν τὰ νεῦρα. Πῶς γὰρ οὐχὶ τοῦτο πεπόνθασιν, ὅτε ἤκουον τοῦ | |
60 | Ἰωσὴφ λέγοντος· Ἐγώ εἰμι ὁ ἀδελφὸς ὑμῶν Ἰωσὴφ, ὃν ἀπέδοσθε εἰς Αἴγυπτον; Τότε γὰρ μάλιστα, τότε ἐξελύθη αὐτῶν τὰ νεῦρα, Διὰ χεῖρα δυνάστου Ἰακώβ. Ἐκεῖθεν ὁ κατισχύσας Ἰσραὴλ παρὰ Θεοῦ τοῦ πατρός σου, καὶ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ | |
65 | ἐμός. Ὁ δὲ ἐκλύσας αὐτῶν τὰ νεῦρα, φησὶν, ὁ δυ‐ νάστης ἐστίν. Αὐτὸς γὰρ ἐβοήθησέ σοι ὁ Θεὸς ὁ ἐμός. | |
Ὅρα τοῦ δικαίου τὸ γνήσιον περὶ τὸν Δεσπότην φίλ‐ | Column end | |
54.576 | τρον, ὅπως τὸν τῆς οἰκουμένης Δεσπότην αὐτοῦ μό‐ νου λέγει εἶναι Θεὸν, οὐχὶ συγκλείων αὐτοῦ τὴν δε‐ σποτείαν, οὐδὲ ἀποστερῶν αὐτὸν τῆς ἐξουσίας τῆς οἰκουμένης, ἀλλὰ τὸν οἰκεῖον ἐμφαίνων πόθον. | |
5 | Καὶ εὐλόγησέ σε εὐλογίαν οὐρανοῦ ἄνωθεν. Οὐ μόνον, φησὶν, ἐβοήθησεν, ἀλλὰ καὶ Εὐλόγησέ σε εὐλογίαν γῆς ἐχούσης πάντα, ἕνεκεν εὐλογίας μαστῶν καὶ μήτρας, εὐλογίας πατρός σου καὶ μη‐ τρός σου. Ὑπερίσχυσεν ἐπ’ εὐλογίαις ὀρέων μο‐ | |
10 | νίμων, καὶ ἐπιθυμίαις θινῶν αἰωνίων. Τὴν δόξαν καὶ τὴν περιφάνειαν ἐνταῦθα αἰνίττεται καὶ τὴν βα‐ σιλείαν τῆς Αἰγύπτου, διὰ τῶν ὀρέων καὶ τῶν θινῶν τὸ ὑψηλόν τε καὶ ἰσχυρὸν ἐμφαίνων, ὡς καὶ εἰς αὐτὴν τὴν ἀνωτάτω κορυφὴν τῆς ἀρχῆς ἀνενεχθῆναι. Αὗ‐ | |
15 | ται, φησὶν, αἱ εὐλογίαι ἐπὶ τὴν κεφαλὴν ἔσονται Ἰωσὴφ, καὶ ἐπὶ κορυφῆς ὧν ἡγήσατο ἀδελφῶν. Αὗται, φησὶν, αἱ εὐλογίαι ἐπὶ τὴν κεφαλὴν ἔσονται τὴν σήν. Βενιαμὶν λύκος ἅρπαξ, τὸ πρωϊνὸν ἔδε‐ ται, καὶ εἰς τὸ ἑσπέρας διαδώσει τροφήν. Καὶ ἐν‐ | |
20 | ταῦθα προμηνύει αὐτῷ τὰ μετὰ μικρὸν ἐσόμενα χρό‐ νον, καὶ ὅτι, καθάπερ λύκος, οὗτος ἐπιβήσεται ἁρπά‐ ζων, ἀναιρῶν, καὶ μυρία κακὰ διατιθείς. Ἐπειδὴ δὲ πᾶσι τοῖς υἱοῖς καταλλήλους τὰς εὐλογίας προεμή‐ νυσε, Καὶ εὐλόγησε, φησὶν, ἕκαστον κατὰ τὴν εὐ‐ | |
25 | λογίαν αὐτοῦ, ἣν εὐλόγησεν αὐτούς· ἀντὶ τοῦ, ἃπερ ἐχρῆν ἑκάστῳ προεμήνυσε, καὶ τὰ ἐφ’ ἑκάστης φυλῆς συμβησόμενα προανεφώνησεν· ἐπειδὴ διετά‐ ξατο τὰ ὑπὸ τοῦ Πνεύματος αὐτῷ προμηνυθέντα, φησὶ πρὸς αὐτούς· Ἐγὼ προστίθεμαι πρὸς τὸν | |
30 | ἐμὸν λαὸν, καὶ θάψετέ με μετὰ τῶν πατέρων μου. δʹ. Ὅρα πῶς διὰ τῆς ἐπισκήψεως ταύτης μεγίστην αὐτοῖς παραμυθίαν χαρίζεται. Ἐνενόουν γὰρ, ὅτι οὐκ ἂν ὁ δίκαιος τοῦτο διεστείλατο, εἰ μὴ πάντως ᾔδει τὴν ἄνοδον αὐτῶν ἐσομένην, καὶ τῆς δουλείας τῆς ἐν Αἰ‐ | |
35 | γύπτῳ τὴν ἀπαλλαγήν. Εἶτα καὶ τὸν τόπον λέγει· Ἐν τῷ σπηλαίῳ, φησὶν, ὅ ἐστιν ἐν τῷ ἀγρῷ Ἐφρὼν τοῦ Χετταίου. Καὶ ταῦτα εἰπὼν κατ‐ έπαυσε, φησὶν, ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ. Καὶ ἐξάρας Ἰακὼβ τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, | |
40 | ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Ὅρα καὶ τὴν τελευτὴν τοῦ δικαίου πολλοῦ θαύματος γέ‐ μουσαν. Διαταξάμενος γὰρ, φησὶ, τοῖς παισὶν αὐτοῦ, Ἐξάρας τοὺς πόδας ἐπὶ τὴν κλίνην, ὥσπερ μεθ’ ἡδονῆς τὸ πρᾶγμα καταδεχόμενος. Οὕτω μετὰ τὸ πάντα | |
45 | διατάξασθαι, Τοὺς πόδας ἐξάρας, ἀντὶ τοῦ, ἐφαπλώ‐ σας, ἢ τείνας, ὡς ἂν εἴποι τις, Ἐξέλιπε, τοῦτό ἐστι, κατέλυσε τὴν ζωὴν, Καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ. Καὶ ἐπιπεσὼν, φησὶν, Ἰωσὴφ ἐπὶ πρόσ‐ ωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσεν ἐπ’ αὐτῷ, καὶ | |
54.576(50) | κατεφίλησεν αὐτόν. Εἶδες παιδὸς φιλοστοργίαν; εἶ‐ δες πεπυρωμένην ἀγάπην; Καὶ μετὰ τὴν τῆς ψυχῆς ἀναχώρησιν Ἐπιπεσὼν ἐπὶ τὸ πρόσωπον, καὶ κα‐ ταφιλήσας, ἔκλαυσεν ἐπ’ αὐτῷ. Καὶ τούτου γενο‐ μένου Ἰωσὴφ τὰ παρὰ τοῦ πατρὸς ἐνταλθέντα εἰς | |
55 | ἔργον λοιπὸν ἐσπούδαζεν ἀγαγεῖν. Τέως δὲ Προσέταξε τοῖς ἐνταφιασταῖς ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ. Καὶ αὐτὸς μὲν τεσσαράκοντα ἡμέρας τὰς τῆς τα‐ φῆς, ἡ δὲ Αἴγυπτος ἑβδομήκοντα ἡμέρας αὐτὸν ἐπένθησε. Καὶ ἐπειδὴ τὰ νενομισμένα ἅπαντα γεγέ‐ | |
60 | νηται, λοιπὸν γνωρίζει τῷ Φαραὼ καὶ τοῖς μετ’ αὐτοῦ τὰ ὑπὸ τοῦ πατρὸς κελευσθέντα, καί φησιν· Ὥρκωσε με ὁ πατήρ μου. λέγων· Ἐν τῷ μνημείῳ, ᾧ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναὰν, ἐκεῖ με θάψεις. Νῦν οὖν συναναβὰς θάψω τὸν πατέρα μου, καὶ ἐπαν‐ | |
65 | ελεύσομαι. Προσῆκόν ἐστι, φησὶ, τὰ παρ’ αὐτοῦ διαταγέντα πληρωθῆναι παρ’ ἐμοῦ. Ποιήσας οὖν τὰ | |
δόξαντα αὐτῷ, ἐπανελεύσομαι. Ταῦτα ἀκούσας ἐπ‐ | ||
54.577 | έτρεψεν ὁ Φαραώ. Καὶ ἀνέβη, φησὶν, Ἰωσὴφ θάψαι τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ’ αὐτοῦ πάντες οἱ παῖδες Φαραώ. Καὶ τὴν συγγένειαν, καὶ τοὺς βόας καὶ τὰ πρόβατα ὑπελείποντο. Καὶ συν‐ | |
5 | ανέβησαν μετ’ αὐτοῦ ἅρματα καὶ ἱππεῖς, καὶ ἐγέ‐ νετο ἡ παρεμβολὴ μεγάλη σφόδρα. Ὅρα διὰ τὴν εἰς τὸν Ἰωσὴφ τιμὴν πόσην ἐπιδείκνυνται σπουδὴν οἱ Αἰγύπτιοι, καὶ συνανέρχονται τῷ Ἰωσὴφ, ὥστε γενέ‐ σθαι αὐτοὺς παρεμβολὴν μεγάλην. Καὶ παραγενόμε‐ | |
10 | νοι ἔν τινι τόπῳ, ἐκόψαντο αὐτὸν κοπετὸν μέγαν καὶ ἰσχυρὸν σφόδρα. Καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ ἑπτὰ ἡμέρας. Καὶ εἶδον οἱ κατοικοῦν‐ τες Χαναὰν, καὶ εἶπαν· Πένθος μέγα ἐστὶ τοῖς Αἰγυπτίοις. Διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τό‐ | |
15 | που, Πένθος Αἰγύπτου, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου. Ἀλλὰ σὺ ταῦτα ἀκούων, ἀγαπητὲ, μὴ ἁπλῶς πα‐ ράτρεχε, ἀλλὰ τὸν καιρὸν ἐννοῶν, καθ’ ὃν ἐγίνετο, πά‐ σης αἰτίας ἀπάλλαττε τὸν Ἰωσήφ. Οὐδέπω γὰρ ἦσαν τοῦ ᾅδου αἱ πύλαι συγκλασθεῖσαι, οὐδὲ τοῦ θανάτου | |
20 | τὰ δεσμὰ διαλυθέντα, οὐδὲ κοίμησις ὁ θάνατος λεγό‐ μενος ἦν. Διὰ τοῦτο ἐπειδὴ ἐδεδοίκεισαν τὸν θάνατον, ταῦτα ἐποίουν· νυνὶ δὲ διὰ τὴν τοῦ Θεοῦ χάριν, ἐπειδὴ ὕπνος ὁ θάνατος γέγονε, καὶ κοίμησις ἡ τελευτὴ, καὶ πολλὴ τῆς ἀναστάσεως ἡ πληροφορία, ὡς ἀπὸ ζωῆς | |
25 | εἰς ζωὴν μεθιστάμενοι, οὕτως ἀγαλλόμεθα καὶ εὐ‐ φραινόμεθα. Καὶ τί λέγω ἀπὸ ζωῆς εἰς ζωήν; Ἀπὸ τῆς χείρονος ἐπὶ τὴν βελτίονα, ἀπὸ τῆς προσκαίρου ἐπὶ τὴν αἰώνιον, ἀπὸ τῆς ἐπιγείου ἐπὶ τὴν ἐπουράνιον. Καὶ πληρώσας πάντα, φησὶν, Ἰωσὴφ ὑπέστρεψεν | |
30 | εἰς Αἴγυπτον, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οἱ συναναβάντες μετ’ αὐτοῦ. Ἀλλ’ ὅρα μοι λοιπὸν ἐν‐ ταῦθα τῶν ἀδελφῶν τοῦ Ἰωσὴφ τὴν δειλίαν, καὶ τὸν φόβον τὸν κατασείοντα αὐτῶν τὴν διάνοιαν. Ἰδόντες γὰρ, φησὶν, οἱ ἀδελφοὶ Ἰωσὴφ, ὅτι τέθνηκεν ὁ | |
35 | πατὴρ αὐτῶν, εἶπαν· Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσὴφ, καὶ ἀνταποδῷ ἀνταπόδομα ἡμῖν, πάντα τὰ κακὰ ἃ ἐνεδειξάμεθα αὐτῷ. Μεγάλως αὐτῶν ὁ φόβος ἐτάραττε τὴν διάνοιαν, καὶ ὑπὸ τοῦ συνειδότος κεντούμενοι οὐκ εἶχον ὅ τι πράξωσι. Διὰ τοῦτο, φησὶ, | |
40 | θεασάμενοι τοῦ πατρὸς τὴν τελευτὴν, καὶ ὑπιδόμενοι, μὴ τὴν ἀξίαν αὐτοὺς εἰσπράξηται δίκην ὁ Ἰωσὴφ ὑπὲρ τῶν εἰς αὐτὸν εἰργασμένων, Παραγενόμενοι, φησὶ, πρὸς αὐτὸν εἶπον· Ὁ πατήρ σου ὥρκωσε πρὸ τοῦ τελευτῆσαι αὐτὸν, λέγων· Εἴπατε Ἰωσὴφ, | |
45 | Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν. Ὅρα πάλιν, πῶς αὐτοὶ ἑαυτῶν κατήγοροι γίνονται. Βλέπε ὅσον ἐστὶν ὁ τοῦ συνειδότος ἔλεγχος. Ὅλως ἵστε, ὅτι ἀδικίαν καὶ ἁμαρτίαν εἰργάσασθε, ὅτι πο‐ νηρὰ ἐνεδείξασθε. Καὶ νῦν δέξαι τὴν ἀδικίαν τῶν | |
54.577(50) | θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Εἶδες πῶς, οὐδενὸς ἀναγκάζοντος, αὐτοὶ ἑαυτῶν κατήγοροι γίνον‐ ται, καί φασιν· Εἶπεν ὁ πατήρ σου, Ἄφες αὐτοῖς, ὅτι πονηρά σοι ἐνεδείξαντο, καὶ δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. | |
55 | Ἀλλ’ ὁ θαυμαστὸς οὗτος καὶ πανάρετος τοσοῦτον ἀπέσχε τοῦ μνήμην τινὰ ποιήσασθαι τῶν εἰς αὐτὸν εἰργασμένων, ὅτι καὶ πρὸς τὰ ῥήματα αὐτῶν συνεχύ‐ θη. Καὶ ἔκλαυσε, φησὶν, Ἰωσὴφ, λαλούντων αὐ‐ τῶν πρὸς αὐτόν. Καὶ ἐλθόντες εἶπον· Ἴδε, ἡμεῖς | |
60 | σοι οἰκέται. Ὅρα πόσον ἐστὶν ἀρετὴ, πῶς ἰσχυρὸν καὶ ἄμαχον, καὶ ὅση τῆς κακίας ἡ ἀσθένεια. Ἰδοὺ γὰρ, ὁ μὲν τοσαῦτα πεπονθὼς βασιλεύει, οἱ δὲ ταῦτα διαθέντες τὸν ἀδελφὸν, οἰκέται εἶναι παρακαλοῦσι τοῦ παρ’ αὐτῶν εἰς δουλείαν ἐκδοθέντος. | |
65 | εʹ. Ἀλλ’ ἄκουε τοῦ Ἰωσὴφ τὴν περὶ τοὺς ἀδελφοὺς | |
ἀνεξικακίαν, καὶ ὅπως διὰ πάντων αὐτοὺς παραμυ‐ | Column end | |
54.578 | θήσασθαι βούλεται, καὶ πεῖσαι, ὡς οὐδὲν εἰς αὐτὸν ἡμαρτήκασι. Καί φησι, Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. Ὑμεῖς ἐβουλεύσασθε κατ’ ἐμοῦ πονηρά· ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅπως | |
5 | ἂν γενηθῇ ὡς σήμερον, ἵνα διατραφῇ λαὸς πολύς. Μὴ δειλιάσητε, φησὶ, μηδὲ ἐναγώνιοι γένησθε· Τοῦ Θεοῦ γάρ εἰμι ἐγὼ, καὶ τὸν Δεσπότην τὸν ἐμὸν μι‐ μοῦμαι, καὶ εὐεργεσίαις ἀμείβεσθαι σπουδάζω τοὺς τὰ ἀνήκεστά με διαθέντας· Τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ. | |
10 | Εἶτα δεικνὺς ὅσης ἀπολαύει παρὰ τοῦ Θεοῦ εὐνοίας, φησίν· Ὑμεῖς πονηρᾷ γνώμῃ τὰ κατ’ ἐμὲ εἰργάσασθε, ὁ δὲ Θεὸς εἰς ἀγαθά μοι πάντα περιέστησε. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγε, Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Πάντα, φησί. Τί ἐστι, Πάντα; | |
15 | Καὶ τὰ ἐναντία, καὶ τὰ λυπεῖν δοκοῦντα, καὶ ταῦτα εἰς ἀγαθὸν μεθίστησιν· ὃ δὴ καὶ ἐπὶ τοῦ θαυμασίου τούτου γεγένηται. Τὰ γὰρ παρὰ τῶν ἀδελφῶν γεγενη‐ μένα, ταῦτα μάλιστα αὐτῷ τὴν βασιλείαν προεξένησε, τῆς εὐμηχάνου τοῦ Θεοῦ σοφίας πάντα τὰ πονηρὰ | |
20 | εἰς ἀγαθὰ μεταβαλλούσης. Ἵνα διατραφῇ, φησὶ, λαὸς πολύς. Οὐ μόνον ὑμῶν ἕνεκεν ταῦτα εἰς ἀγαθὸν μετέβαλεν, ἀλλ’ ἵνα καὶ πᾶς οὗτος ὁ λαὸς διατραφῆ‐ ναι δυνηθῇ. Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε· ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν. Καὶ παρ‐ | |
25 | εκάλεσεν αὐτοὺς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Τί τοίνυν δεδοίκατε; Ἐγὼ ὑμῖν χορηγήσω τὰ πρὸς τροφὴν, καὶ πᾶσι τοῖς μεθ’ ὑμῶν. Καὶ παρ‐ εκάλεσεν αὐτοὺς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Οὐχ ἁπλῶς αὐτοὺς παρεκάλεσεν, ἀλλὰ τοσ‐ | |
30 | αύτῃ ἐχρήσατο τῇ σπουδῇ, ὥστε πᾶσαν αὐτῶν τὴν ἀθυμίαν ἐξελεῖν. Καὶ κατῴκησεν Ἰωσὴφ ἐν Αἰγύ‐ πτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ παροικία τοῦ πατρὸς αὐτοῦ. Καὶ εἶδεν Ἰωσὴφ παιδία Ἐφραῒμ ἕως τρίτης γενεᾶς. Καὶ εἶπεν | |
35 | Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ λέγων· Ἐγὼ ἀπο‐ θνήσκω. Ἐπισκοπῇ δὲ ἐπισκέψεται ὑμᾶς ὁ Θεὸς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου ἐντεῦθεν. Ὅρα καὶ τοῦτον ὁμοίως τῷ πατρὶ ἐπισκήπτοντα τοῦ μετακο‐ μισθῆναι αὐτοῦ τὰ ὀστᾶ. Καὶ ὅρα πῶς πάλιν βουλό‐ | |
40 | μενος ἀναῤῥῶσαι αὐτῶν τὸν λογισμὸν, καὶ χρηστὰς ἐλπίδας ἔχειν περὶ τῆς ἐπανόδου, πρότερον τοῦτο προεμήνυσεν, ὅτι ἐπανελεύσεσθε, καὶ τότε φησὶ, Συν‐ ανοίσετε. Ἀνιόντες, φησὶν, ὑμεῖς Συνανοίσετε τὰ ὀστᾶ μου. Τοῦτο δὲ ἐποίει οὐχ ἁπλῶς οὐδὲ μάτην, | |
45 | ἀλλὰ δύο ταῦτα οἰκονομῶν· ἓν μὲν, ἵνα μὴ οἱ Αἰ‐ γύπτιοι μεμνημένοι τῶν τοσούτων αὐτοῦ εὐεργεσιῶν, καὶ εὐκόλως ἐξ ἀνθρώπων θεοὺς προσαγορεύοντες, ὑπόθεσιν ἀσεβείας ἔχωσι τοῦ δικαίου τὸ σῶμα· ἕτερον δὲ, ἵνα ὦσι πεπληροφορημένοι, ὅτι πάντως | |
54.578(50) | ἐπανήξουσιν. Εἰ γὰρ μὴ τοῦτο ἦν ὡμολογημένον, οὐκ ἂν οὕτω διεστείλατο, ὥστε μετ’ αὐτῶν ἀναγαγεῖν τὰ ὀστᾶ. Καὶ ἦν ἰδεῖν λοιπὸν πρᾶγμα καινὸν καὶ πα‐ ράδοξον, τὸν ἐπὶ τῆς Αἰγύπτου πάντα τὸν Ἰσραὴλ διατρέφοντα, τοῦτον καὶ τῆς ἐπανόδου ἡγούμενον, καὶ | |
55 | εἰς τὴν γῆν τῆς ἐπαγγελίας αὐτοὺς εἰσάγοντα. Καὶ ἐτελεύτησε, φησὶν, Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα. Τίνος ἕνεκεν καὶ τούτου τὰ ἔτη ἡμῖν ἐσήμανεν; Ἵνα μάθῃς ὅσων ἐτῶν τῆς Αἰγύπτου τὴν ἡγεμονίαν ἐν‐ εχειρίσθη. Ἑπτακαίδεκα ἐτῶν γενόμενος κατέβη εἰς | |
60 | τὴν Αἴγυπτον· καὶ τριάκοντα ἐτῶν γεγονὼς ὤφθη τῷ Φαραὼ, καὶ διέκρινε τὰ ἐνύπνια. Ὀγδοήκοντα δὲ λοιπὸν ἔτεσι κατέσχε πᾶσαν τὴν τῆς Αἰγύπτου ἀρχήν. Εἶδες πῶς μείζους τῶν πόνων αἱ ἀμοιβαὶ, καὶ πολυ‐ πλασίους αἱ ἀντιδόσεις; Ἐν δέκα καὶ τρισὶν ἔτεσιν | |
65 | ἐπάλαισε τοῖς πειρασμοῖς, τὴν δουλείαν ὑπομένων, τὴν κατηγορίαν ἐκείνην τὴν παράνομον, τὴν ἐν τῷ | |
δεσμωτηρίῳ κακουχίαν. Καὶ ἐπειδὴ γενναίως μετ’ | ||
54.579 | εὐχαριστίας ἅπαντα ἤνεγκε, διὰ τοῦτο καὶ δαψιλεῖς ἐκομίσατο τὰς ἀμοιβὰς καὶ ἐπὶ τοῦ παρόντος βίου. Ἐννόησον γάρ μοι, ὅτι ὑπὲρ τοῦ βραχέος ἐκείνου χρόνου, ὃν τὴν δουλείαν καὶ τὸ δεσμωτήριον ὑπέμει‐ | |
5 | νεν, ἐν ὀγδοήκοντα ἔτεσι τὴν βασιλείαν διεῖπε. Καὶ ὅτι πίστει πάντα διέπραττε, καὶ διὰ τοῦτο καὶ περὶ τῆς τῶν ὀστῶν μετακομιδῆς ἐνετείλατο, ἄκουε τοῦ Παύλου λέγοντος· Πίστει Ἰωσὴφ τελευτῶν περὶ τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐμνημόνευσε. Καὶ | |
10 | οὐκ ἔστη μέχρι τούτου, ἀλλ’ ἵνα μάθῃς τὴν αἰτίαν, δι’ ἣν ἐπέσκηψε τῶν ὀστῶν τὴν κομιδὴν γενέσθαι, φησὶ, Καὶ περὶ τῶν ὀστέων αὐτοῦ ἐνετείλατο. Τάχα πλείονα τὰ εἰρημένα, ἀλλὰ σύγγνωτε. Πρὸς γὰρ τὸ τέλος τοῦ βιβλίου φθάσαντες ἐβουλήθημεν ἅπαν | |
15 | σήμερον τελέσαντες τὸ βιβλίον, οὕτω καταπαῦσαι τὸν | |
λόγον, καὶ τὴν συνήθη παράκλησιν ὑμῖν προσαγαγεῖν, | Column end | |
54.580 | ὥστε μεμνῆσθαι τῶν εἰρημένων, καὶ ζηλοῦν τῶν δι‐ καίων τούτων τὴν ἀρετὴν, τὴν περὶ τοὺς ἀδικοῦντας ἀνεξικακίαν, τὴν περὶ τοὺς ἐπηρεάζοντας μακροθυ‐ μίαν, τὴν σωφροσύνην τὴν ὑπερβάλλουσαν. Ἐντεῦθεν | |
5 | γὰρ καὶ ὁ δίκαιος οὗτος τοσαύτην ἐπεσπάσατο παρὰ τοῦ Θεοῦ τὴν εὔνοιαν. Εἰ τοίνυν βουλόμεθα καὶ ἡμεῖς τὴν ἄνωθεν ἐπισπάσασθαι ῥοπὴν, πολὺν τῆς ἀρετῆς ποιώμεθα λόγον. Οὕτω γὰρ καὶ τοῦ Πνεύματος ἐπι‐ σπασόμεθα τὴν χάριν, καὶ τὸν παρόντα βίον ἀλύπως | |
10 | διανύσομεν, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
15 | Ἀμήν. | Column end |
16n | ΤΕΛΟΣ ΟΜΙΛΙΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ. |