TLG 2062 110 :: JOANNES CHRYSOSTOMUS :: De adoratione pretiosae crucis [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De adoratione pretiosae crucis [Sp.]

Citation: Vol — pg — (ln)

52

.

835

(31t)

Εἰς τὴν προσκύνησιν τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, τῇ μέσῃ ἑβδομάδι τῶν νηστειῶν.
32 αʹ. Ἧκεν ἡμῖν ἐνιαύσιος ἡμέρα, ἡ πανσέβαστος καὶ φωσφόρος τῶν ἁγίων νηστειῶν ἡ μέση ἑβδομὰς, τὸν τρισόλβιον καὶ ζωοποιὸν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ
35Χριστοῦ σταυρὸν προσκομίζουσα, καὶ τοῦτον προτι‐ θεμένη εἰς προσκύνησιν, καὶ τοὺς προσκυνοῦντας αὐ‐ τὸν εἰλικρινεῖ καρδίᾳ καὶ ἁγνοῖς χείλεσιν ἁγιάζουσα, καὶ πρὸς τὸν ἑξῆς τοῦ σταδίου τῶν ἁγίων νηστειῶν δρόμον εὐτονωτέρους καὶ ἀκμαιοτέρους δεικνύουσα.
40Σήμερον τοιγαροῦν προσκυνήσιμος ἡμέρα τοῦ τιμίου σταυροῦ καθέστηκε, καὶ δεῦτε, ὦ φίλοι, φόβῳ καὶ πόθῳ τοῦτον περιπτυξώμεθα. Τῆς γὰρ ἐγέρσεως Χριστοῦ τὰς αὐγὰς φωτοβολῶν, πάντας φωτίζει, καὶ ἁγιάζει ταῖς αὐτοῦ χάρισι· διὸ τοῦτον ἀσπασώμεθα
45ψυχικῶς ἀγαλλόμενοι. Σήμερον χαρὰ γίνεται ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς, ὅτι ὁ τοῦ Χριστοῦ φαεσφόρος καὶ ζωοποιὸς σταυρὸς τῷ κόσμῳ ἐμφανίζεται, δι’ οὗ δαίμονες φυγαδεύονται, καὶ νόσοι δραπετεύουσι, καὶ σκότος ζοφῶδες ἀπελαύνεται, καὶ πάντα τῆς γῆς τὰ

52

.

835

(50)

πέρατα καταφωτίζεται. Σήμερον ἡ Χριστοῦ Ἐκκλησία ἄλλος παράδεισος δείκνυται, τὸ πανάγιον ξύλον τοῦ τιμίου σταυροῦ ἐν μέσῳ προθεῖσα, καὶ προπομπὴν τοῦ πάθους Χριστοῦ τὸν σταυρὸν ποιουμένη, καὶ τῆς ἀναστάσεως αὐτοῦ προέγερσιν. Σήμερον τὸ προφητι‐
55κὸν πεπλήρωται λόγιον, τὸ φάσκον, Ἰδοὺ γὰρ προσ‐ κυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες τοῦ Θεοῦ ἡμῶν. Εὐφραίνου τοιγαροῦν καὶ ἀγάλλου, ἡ Χριστοῦ Ἐκκλησία, καὶ προσάγαγε τὰ σὰ τέκνα,
τῇ ἐγκρατείᾳ τῶν παθῶν, τῇ νηστείᾳ κεκαθαρμένα,Column end

52

.

836

(32)

ταῖς τε θεολαμπέσιν ἀρεταῖς ἐξαστράπτοντα, καὶ χόρευε χορείαν τὴν ἀνεκλάλητον. Καθάπερ γὰρ πά‐ λαι ἐν τῇ ἐρήμῳ τὸν χαλκοῦν ὄφιν οἱ δηχθέντες προσ‐
35βλέποντες ἐῤῥύοντο θανάτου· οὕτω δὴ καὶ νῦν οἱ τὸ τῆς νηστείας μεσοπορήσαντες στάδιον, τούτῳ προσ‐ ψαύοντες, τὸν νοητὸν ὄφιν νεκρὸν δεικνύουσι, καὶ αὐτοὶ ἀθανατίζονται, καὶ κοινωνοὶ τῶν παθημάτων τοῦ Χριστοῦ διὰ τῆς ἐγκρατείας δεικνύμενοι, κοινω‐
40νοὶ καὶ τῆς ἀναστάσεως αὐτοῦ ἀναδείκνυνται. Καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ πρὸς τὸ ἑξῆς νεανικῶς εὐδρο‐ μοῦντες, ἐπινικίους τῷ Θεῷ προσκομίζουσι. Τρο‐ παιοφόρον γὰρ καὶ νικητικὸν ὅπλον ὁ τοῦ Κυρίου σταυρὸς καθέστηκε· βασιλέων ὅπλον ἀκαταμάχητον,
45Ἐκκλησίας κέρας, ἐχθρῶν καθαιρέτης, καὶ τῶν πι‐ στῶν σωτηρία. Καὶ μακάριοι ἀληθῶς καὶ τρισμακά‐ ριοι οἱ ἁγνοῖς χείλεσι καὶ στόμασι καθαροῖς τοῦτον ἀξιούμενοι περιπτύξασθαι. Ἔργῳ γὰρ ἀληθῶς πλη‐ ροῦσι τὸ φάσκον τοῦ Κυρίου ῥητόν· Εἴ τις θέλει

52

.

836

(50)

ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Καὶ ὅρα πῶς ἀκαταναγκάστως ποιεῖ τὸν λόγον. Οὐδὲ γὰρ εἶπε, Κἂν βούλησθε, κἂν μὴ, τοῦτο δεῖ ὑμᾶς πα‐ θεῖν, ἀλλὰ πῶς; Εἰ τις θέλει ὀπίσω μου ἐλθεῖν·
55οὐ βιάζομαι, οὐκ ἀναγκάζω, ἀλλ’ ἕκαστον κύριον τῆς ἑαυτοῦ προαιρέσεως ποιῶ· δι’ ὃ καὶ λέγω· Εἴ τις θέ‐ λει ὀπίσω μου ἐλθεῖν. Ἐπὶ γὰρ ἀγαθῷ καλῶ, οὐκ ἐπὶ κακῷ καὶ ἐπαχθεῖ, οὐκ ἐπὶ κολάσει καὶ τιμωρίᾳ, ἀλλ’ ἐπὶ βασιλείᾳ οὐρανίῳ καὶ ζωῇ οὐρανίῳ. Καὶ γὰρ
60αὐτὴ τῶν πραγμάτων ἡ φύσις ἱκανὴ ἐφελκύσασθαι.835

52

.

837

Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, κἂν ἀνὴρ, κἂν γυ‐ νὴ, κἂν ἄρχων, κἂν ἀρχόμενος, καὶ θέλει σωθῆναι, ταύτην ἐρχέσθω τὴν ὁδόν. Τρία δέ ἐστι τὰ λεγόμενα, τὸ ἀπαρνήσασθαι ἑαυτὸν, τὸ ἆραι τὸν σταυρὸν, καὶ
5τὸ ἀκολουθῆσαι. Ἀλλ’ ἴδωμεν πρότερον, τί ἐστι τὸ ἀπαρνήσασθαι ἑαυτόν. Μάθωμεν τί ἐστιν ἀρνήσασθαι ἕτερον, καὶ τότε εἰσόμεθα τί ἐστι τὸ ἀρνήσασθαι ἑαυ‐ τόν. Τί οὖν ἐστι τὸ ἀρνήσασθαι ἕτερον; Ὁ ἀρνούμε‐ νος ἕτερον, οἷον ἢ ἀδελφὸν, ἢ φίλον, ἢ γείτονα, ἢ ὁντι‐
10ναοῦν, κἂν μαστιζόμενον ἴδῃ τοῦτον, κἂν δεσμούμε‐ νον, κἂν ὁτιοῦν πάσχοντα, οὐ προΐσταται, οὐ βοηθεῖ, οὐκ ἐπικλᾶται, οὐ πάσχει τι πρὸς αὐτόν· ἅπαξ γὰρ αὐτοῦ ἠλλοτρίωται. Οὕτω τοίνυν βούλεται τοῦ σώ‐ ματος ἀφειδεῖν τοῦ ἡμετέρου ὁ Θεὸς, ἵνα κἂν μαστί‐
15ζωσιν ἡμᾶς δι’ αὐτόν τινες, κἂν κολάζωσι, κἂν ἐλαύ‐ νωσι, κἂν ἄλλο τι ποιῶσι, μὴ φειδώμεθα. Τοῦτο γάρ ἐστιν ἀρνήσασθαι· τουτέστι, μηδὲν ἐχέτω πρὸς ἑαυ‐ τὸν, ἀλλ’ ἐκδιδότω ἑαυτὸν τοῖς κινδύνοις, τοῖς ἀγῶσι, καὶ ὡς ἑτέρου πάσχοντος, οὕτω διακείσθω. Καὶ οὐκ
20εἶπεν, ἀρνησάσθω ἑαυτὸν, ἀλλ’, Ἀπαρνησάσθω, μικρᾷ ταύτῃ προσθήκῃ πολλὴν ἐμφαίνων τὴν ὑπερ‐ βολήν. Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ. Εἶδες πῶς καθώπλισε τὸν ἑπόμενον αὐτῷ στρατιώτην ὁ τῶν οὐ‐ ρανῶν βασιλεύς; Οὐ θυρεὸν ἔδωκεν, οὐ κράνος, οὐ
25τόξον, οὐ θώρακα, οὐ κνημῖδα, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδὲν, ἀλλ’ ὃ πάντων τούτων ἐστὶν ἰσχυρό‐ τερον, τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ σταυροῦ, τὸ σύμ‐ βολον τῆς κατὰ τῶν δαιμόνων νίκης. Τοῦτο μάχαιρα, τοῦτο ἀσπὶς, τοῦτο θώραξ, τοῦτο κράνος, τοῦτο κνη‐
30μὶς, τοῦτο φρούριον ἀσφαλὲς, τοῦτο λιμὴν, τοῦτο καταφυγὴ, τοῦτο στέφανος, τοῦτο ἔπαθλον, τοῦτο τῶν ἀγαθῶν ἁπάντων θησαυρὸς, καὶ τῶν νῦν καὶ τῶν ἐσομένων ποτέ. Καθάπερ γάρ τις ὅπλον ἰσχυρὸν λαβὼν, καὶ τοῖς αὑτοῦ δίδωσι στρατιώταις,
35οὕτω καὶ ὁ Χριστός. Ἴδετε, φησὶ, τὸν ἐμὸν σταυρὸν ὅσα ἤνυσε· ποιήσατε καὶ ὑμεῖς τοιαῦτα, καὶ ἀνύσατε τοιαῦτα ὅσα βούλεσθε. Καίτοι γε καὶ ἀλλαχοῦ καὶ μεί‐ ζονα τούτων ἐπηγγείλατο λέγων· Ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ
40μείζονα τούτων ποιήσει. Τί δέ ἐστιν αὐτὸ τὸ ῥητὸν, τὸ, Ἀράτω τὸν σταυρὸν αὑτοῦ, καὶ ἀκολουθείτω μοι; Ἆρα ἵνα τὸ ξύλον βαστάζωμεν ἕκαστος; Οὐδα‐ μῶς· ποία γὰρ ἀρετὴ τοῦτο; Ἀλλ’ ἵνα πρὸς τοὺς κινδύνους ὦμεν παρατεταγμένοι, τὸ αἷμα ἡμῶν ἐν
45ταῖς ψυχαῖς περιφέροντες, πρὸς σφαγὴν καὶ θάνατον ἕτοιμοι καθημερινὸν, οὕτως ἅπαντα πράττοντες, ὡς μηδέπω προσδοκᾷν μέχρι τῆς ἑσπέρας τὴν ἡμετέραν διαρκέσαι ζωὴν, ὡς ἀποθανούμενοι πάντως. Ὅπερ καὶ ὁ ἀπόστολος ἔλεγε Παῦλος· Καθ’ ἡμέραν ἀπο‐

52

.

837

(50)

θνήσκω. Οὐχὶ εἷς σοι παρὰ τῆς φύσεως δέδοται θά‐ νατος; Ἔξεστιν, ἂν θέλεις, μυριάκις ἀποθανεῖν ὑπὲρ τοῦ Δεσπότου τοῦ σοῦ. βʹ. Τοιαύτη γὰρ ἡ χάρις· τὴν παρὰ τοῖς φίλοις πτω‐ χείαν εἰς πολὺν ἐξάγει πλοῦτον, διὰ τὸ φιλόδωρον
55τοῦ Δεσπότου, οὐ τῇ τῶν πραγμάτων ἐκβάσει μόνον, ἀλλὰ καὶ τῇ προθέσει τῶν ἀγωνιζομένων τοὺς στεφά‐ νους ὁρίζοντος. Τί δέ ἐστιν, Ἀράτω; Οὕτως ἔστω πρόθυμος εἰς τὸ σφαγιασθῆναι καὶ σταυρωθῆναι, φη‐ σὶν, ὡς ἐκεῖνος ὁ βαστάζων ἐπὶ τῶν ὤμων· οὕτως ἐγ‐
60γὺς εἶναι νομιζέτω τοῦ θανάτου. Τὸν τοιοῦτον ἅπαν‐ τες καταπλήττονται· οὐ γὰρ οὕτω δεδοίκαμεν τοὺς μυρίοις πεφραγμένους ὅπλοις ἀνθρωπίνοις, καὶ ἐπὶ ἀνδρείᾳ τοσαύτῃ τετειχισμένους, ὡς τοῦτον ἐπ’ ἐλευ‐ θερίᾳ. Οὐδὲν γὰρ οὕτω ποιεῖ θάνατον ἐκφυγεῖν, ὡς τὸ
65καταφρονεῖν θανάτου. Ἵνα δὲ μηδεὶς νομίσῃ τοῦτο μόνον ἀρκεῖν, τὸ πρὸς θάνατον ἑτοίμους εἶναι (εἰσὶ γὰρ καὶ λῃσταὶ καὶ γόητες τοιοῦτοι καὶ μιαιφόνοι πάντες), διὰ τοῦτο προσέθηκε· Καὶ ἀκολουθείτω μοι. Οὐ τὸν ἀνδρεῖον ζητῶ, φησὶ, μόνον, οὐδὲ τὸν ἀκα‐
70τάπληκτον πρὸς τὴν τελευτὴν τοῦ βίου, ἀλλὰ τὸν ἐπιεικῆ καὶ σώφρονα καὶ μέτριον, καὶ πάσης γέμοντα ἀρετῆς. Εἶδες σταυροῦ διακονίαν οὐκ ἐπὶ τοῦ Δεσπό‐ του μόνου, ἀλλὰ καὶ ἐπὶ τῶν δούλων τοσαῦτα ἰσχύου‐ σαν; Τοῦτο Πέτρον κορυφαῖον εἰργάσατο· τοῦτο
75Παῦλον τοσοῦτον ἐποίησε. Διὸ καὶ ἔλεγε· Τίς ἡμᾶςColumn end

52

.

838

χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλίψις, ἢ στενοχωρία, ἢ κίνδυνος, ἢ μάχαιρα; Τοῦτο καὶ τοὺς νηστεύοντας οὐχὶ βρωμάτων μόνον, ἀλλὰ καὶ παθῶν ἀνδρείους ἀπειργάσατο. Περιφράσσωμεν ἑαυ‐
5τοὺς, ἀγαπητοὶ, τῇ δυνάμει τοῦ σταυροῦ, καὶ καθ‐ ωπλισμένοι πρὸς τὸ ἑξῆς, προθυμότεροι τῇ νηστείᾳ προσβῶμεν, καὶ πάντων τῶν τοῦ βίου τερπνῶν κα‐ ταφρονήσωμεν. Καὶ γὰρ πλοῦτος, καὶ δόξα, καὶ δυ‐ ναστεία, καὶ ἔρως, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο ἡδέα,
10διότι φιλοψυχοῦμεν, καὶ τῇ παρούσῃ προσηλώθημεν ζωῇ. Ταύτης δὲ καταφρονηθείσης, οὐδεὶς ἐκείνων ἡμῖν λόγος. Καλὴ γὰρ ἡ παροῦσα ζωὴ, καλὴ καὶ ἡδεῖα· δῶρον γάρ ἐστι Θεοῦ· ἀλλ’ ὅταν ἡ μέλλουσα φανῇ, τότε καταφρονεῖται δικαίως αὐτή.
15 Μὴ τοίνυν αἰσχυνθῶμεν τοῖς σεμνοῖς τῆς σωτηρίας ἡμῶν συμβόλοις, μηδὲ τὸ μέγα κεφάλαιον τῶν ἀγα‐ θῶν, δι’ οὗ ζῶμεν καὶ ἐσμὲν, ἀποκρουσώμεθα, τρυφῇ ἑαυτοὺς ἐκδόντες καὶ κραιπάλῃ καὶ γαστριμαργίᾳ, ἀλλ’ ὡς στέφανον περιφέρωμεν τὸν σταυρὸν τοῦ Χρι‐
20στοῦ, τουτέστι τῶν παθῶν τὴν νέκρωσιν. Καὶ γὰρ πάντα δι’ αὐτοῦ τελεῖται τὰ καθ’ ἡμᾶς· κἂν ἀναγεν‐ νηθῆναι δέῃ, σταυρὸς παραγίνεται· κἂν τραφῆναι τὴν μυστικὴν ἐκείνην τροφὴν, κἂν χειροτονηθῆναι, κἂν ὁτιοῦν ἕτερον ποιῆσαι, πανταχοῦ τὸ σύμβολον
25ἡμῖν τοῦ σταυροῦ παρίσταται. Διὰ τοῦτο καὶ ἐπὶ οἰ‐ κίας, καὶ ἐπὶ τῶν τοίχων, καὶ ἐπὶ τῶν θυρίδων, καὶ ἐπὶ τῶν μετώπων, καὶ ἐπὶ τῆς διανοίας μετὰ πολλῆς ἐπιγράφομεν αὐτὸν τῆς σπουδῆς. Τῆς γὰρ ὑπὲρ ἡμῶν σωτηρίας καὶ τῆς ἐλευθερίας τῆς κοινῆς, καὶ τῆς
30ἐπιεικείας τοῦ Δεσπότου τοῦτό ἐστι σημεῖον. Διὰ τοῦτο σφραγὶς κέκληται, ὅτι πάσας τοῦ Θεοῦ τὰς παρακαταθήκας, ὅσας ἂν λάβωμεν, τούτῳ, καθά‐ περ τινὶ σημάντρῳ βασιλικῷ καὶ δακτυλίῳ, σφρα‐ γίζομεν, καὶ προσελθεῖν οὐδὲν οὐκέτι τολμᾷ πονη‐
35ρόν. Ἂν προστασίαν δήμου τινὶ παρακατάθωμεν, κἂν πρὸς τὸ τῆς ἱερωσύνης ἀγάγωμεν ἀξίωμα, μετὰ τὸ μυρία ἐπεύξασθαι, καὶ καλέσαι τοῦ Πνεύματος τὴν χάριν ἐλθοῦσαν, τούτῳ σφραγίζομεν, ὥσπερ ἐναπο‐ κλείοντες ἐν ἀσφαλεῖ ταμιείῳ τὴν δοθεῖσαν δωρεάν.
40Οὕτω καὶ ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται. Ὁ γὰρ σταυρὸς τοῦ Χριστοῦ μάχαιρά ἐστι καὶ ξύλον, ἐν ᾧ σφαγεὶς ὁ Χριστὸς ὑπὸ τῶν θεοκτόνων Ἰουδαίων ἔλυσε τὰ ἔργα τοῦ διαβόλου, καὶ αὐτὸν τὸν διάβολον κατέβαλε, τὰς ἡμῶν ἁμαρτίας προσηλώσας ἐν αὐτῷ. Τούτου χά‐
45ριν ἐν ταῖς ἱερουργίαις παραλαμβάνεται, οἵα τις ῥομ‐ φαία καὶ μάστιξ βασιλικὴ, βασανίζουσα καὶ ἀποδιώκου‐ σα πᾶσαν δαιμονικὴν ἔλευσιν, καὶ σατανικὴν ἐπιφοράν. Διὰ τοῦτο οἱ θεῖοι ἱερομύσται, ὥσπερ τινὲς δορυ‐ φόροι, προθέντες τὴν βασιλικὴν μάστιγα, διὰ ταύτης

52

.

838

(50)

ἀποδιώκουσι πᾶσαν ἀντίδικον καὶ ἀντίπαλον φάλαγ‐ γα, τὰς θείας καὶ βασιλικὰς δωρεὰς τοῖς μυσταγω‐ γοῖς ἀπονέμοντες, καὶ σὺν αὐτοῖς τὸν βασιλέα Χρι‐ στὸν γεραίροντες. γʹ. Ὅταν τοίνυν σφραγίζῃ, ἐννόει τοῦ σταυροῦ πᾶ‐
55σαν τὴν ὑπόθεσιν, καὶ σβέσεις θυμὸν, καὶ πάντα τὰ λοιπὰ πάθη. Ὅταν σφραγίζῃ, πολλῆς ἔμπλησον τὸ μέτωπον παῤῥησίας, τὸ στῆθος, τὰ ὄμματα, καὶ πᾶν μέλος παράστησον θυσίαν εὐάρεστον τῷ Θεῷ. Τοῦτο γὰρ ἡ λογικὴ λατρεία. Τοῦτο τὸ σημεῖον καὶ ἐπὶ τῶν
60προγόνων ἡμῶν θύρας ἀνέῳξε κεκλεισμένας, τοῦτο δηλητήρια ἔσβεσε φάρμακα, τοῦτο κωνείου δύναμιν ἐξέλυσε, τοῦτο θηρίων ἰοβόλων δήγματα ἰάσατο. Εἰ γὰρ ᾅδου πύλας ἀνέῳξε, καὶ οὐρανῶν ἁψῖδας ἀν‐ επέτασε, καὶ παραδείσου εἴσοδον ἀνεκαίνισε, καὶ τοῦ
65διαβόλου τὰ νεῦρα ἐξέκοψε, τί θαυμαστὸν εἰ φαρμά‐ κων δηλητηρίων περιγίνεται; Τοῦτο τοίνυν ἐγκόλα‐ ψον τῇ διανοίᾳ τῇ σῇ, καὶ τὴν σωτηρίαν περίπτυξαι τῶν ἡμετέρων ψυχῶν. Οὗτος γὰρ ὁ σταυρὸς τὴν οἰ‐ κουμένην ἔσωσε, τὴν πλάνην ἀπήλασε, τὴν ἀλήθειαν
70ἐπανήγαγε, τὴν γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώ‐ πους ἀγγέλους εἰργάσατο. Διὰ τοῦτον οἱ δαίμονες οὐκ ἔτι φοβεροὶ, ἀλλ’ εὐκαταφρόνητοι, οὐδὲ ὁ θάνατος θάνατος, ἀλλ’ ὕπνος καὶ ἐγρηγόρησις. Διὰ τοῦτον τὰ
τῆς σαρκὸς πάθη τὰ πολεμοῦντα τοὺς νηστεύοντας,837

52

.

839

ἀπομαραίνονται. Ἂν τοίνυν εἴποι σοί τις τῶν Ἰου‐ δαίων· Τὸν ἐσταυρωμένον προσκυνεῖς; εἰπὲ φαιδρᾷ καὶ μεγάλῃ τῇ φωνῇ, καὶ γεγηθότι τῷ προσώπῳ· Ναὶ, καὶ προσκυνῶ, καὶ οὐ παύσομαι προσκυνῶν· κἂν γελάσῃ,
5δάκρυσον ὅτι μαίνεται, καὶ οὐ συνιεῖ τί φθέγγεται· καὶ τῷ Δεσπότῃ Χριστῷ εὐχαρίστησον, ὅτι τοιαῦτα ἡμᾶς εὐεργέτησεν, ἃ μηδὲ μαθεῖν δύναταί τις χωρὶς τῆς ἄνωθεν ἀποκαλύψεως. Διὰ τοῦτο καὶ οὗτος γελᾷ, ὅτι Ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος.
10 Ἀλλὰ τί φησιν ὁ φρενόληπτος καὶ ἀγνώμων καὶ ἀπειθὴς Ἰουδαῖος; Εἰ οὖν Θεός ἐστιν ὁ Χριστὸς, ὥς φατε, καὶ Θεοῦ Υἱὸς, καὶ ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώ‐ πων ἐλήλυθε, διὰ τί τοιούτῳ θανάτῳ ἀσχήμῳ ἐσταύ‐ ρωται; Πρὸς ὃν ἐροῦμεν ὀλίγα τῶν προφητῶν
15ἐκλεξάμενοι· Ἔδει τὸν Χριστὸν σταυρωθῆναι, ὦ πα‐ ράνομε καὶ ἀγνώμων Ἰουδαῖε, ὅτι ὁ νόμος καὶ οἱ προφῆται οὕτως ἐκήρυξαν, σώζεσθαι τὴν ἀνθρωπό‐ τητα διὰ Χριστοῦ. Πρῶτος γὰρ Μωϋσῆς λέγει, Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι
20τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε τῇ ζωῇ ὑμῶν. Καὶ ὁ Ἡσαΐας· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ ὁ Ἱερεμίας, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ. Καὶ,
25Ἔδωκαν τὴν τιμὴν αὐτοῦ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος. Καὶ ὅτι Θεός ἐστιν ὁ σταυρωθεὶς Χριστὸς, ἄκουσον τοῦ Ἔσ‐ δρα λέγοντος· Εὐλογητὸς Κύριος ὁ ἐκπετάσας τὰς χεῖρας αὐτοῦ, καὶ σώσας τὴν Ἱερουσαλὴμ κατ‐
30έναντι τῶν ὀφθαλμῶν ἡμῶν. Καὶ ὅτι οἱ ὄφεις ἀπ‐ έκτεινον τὸν λαὸν, ὄφιν κελεύσει Θεοῦ κρεμάσας Μωϋ‐ σῆς ἐπὶ ξύλου, ἔλεγε· Τούτῳ προσέχετε, καὶ οὐ μὴ ἀποθάνητε. Καὶ πάλιν Ἱερεμίας λέγει, ὡς ἐκ προσώπου τῶν σταυρωσάντων αὐτόν· Δεῦτε καὶ
35ἐκτρίψωμεν αὐτὸν ἐκ γῆς ζώντων. Καὶ πάλιν ὁ Χριστὸς διὰ τοῦ αὐτοῦ προφήτου, Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων. Καὶ πάλιν ὁ Δαυῒδ ὡς ἐκ προσώπου τοῦ Χριστοῦ· Ὤρυ‐ ξαν χεῖράς μου καὶ πόδας μου, καὶ διεμερίσαντο
40τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τῶν ἱματισμῶν μου ἔβαλον κλῆρον. Καὶ πάλιν, Διεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπει‐ θοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀγαθῇ, ἀλλ’ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Ὅτι δὲ
45σεβάσμιος καὶ προσκυνητὸς ὁ τοῦ Χριστοῦ σταυρὸς καὶ ὁ τύπος αὐτοῦ, καὶ τοῦτο οἱ προφῆται διδάσκουσι· Δαυῒδ μὲν γὰρ λέγων· Ἔδωκας τοῖς φοβουμένοις σε σημείωσιν, τοῦ φυγεῖν ἀπὸ προσώπου τόξου· καὶ πάλιν· Ποίησον μετ’ ἐμοῦ σημεῖον εἰς ἀγαθὸν,

52

.

839

(50)

καὶ εἰδέτωσαν οἱ μισοῦντές με, καὶ αἰσχυνθήτω‐ σαν. Καὶ ὁ Θεὸς δὲ διὰ Ἰεζεκιὴλ τοῦ προφήτου λέ‐ γει· Δὸς τὴν σημείωσιν ἐπὶ τὰ μέτωπα τῶν κατα‐ στεναζόντων καὶ κατοδυνωμένων ἐν πάσαις ἀνο‐ μίαις· καὶ διέλθετε, καὶ κόπτετε, καὶ μὴ ἐλεή‐
55σητε· πρεσβύτερον καὶ νεανίσκον, καὶ γυναῖκας καὶ νήπια θηλάζοντα ἐξαλείψατε· ἐπὶ δὲ τοὺς ἔχοντας τὸ σημεῖόν μου μὴ ἐγγίσητε. Καὶ ὁ Σο‐ λομὼν λέγει, Εὐλογεῖτε ξύλον, δι’ οὗ γίνεται δι‐ καιοσύνη. Καὶ ὁ Ἡσαΐας, πόθεν ἦν, καὶ ποῖα τὰ
60ξύλα τοῦ σταυροῦ, λέγει· Ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ, ἅμα δοξάσαι τὸν τόπον τὸν ἅγιον. Καὶ Μωϋσῆς δὲ ξύλον βαλὼν εἰς Μεῤῥὰν, τὰ πικρὰ ὕδατα ἐγλύκανεν εἰς τύπον τοῦ σταυροῦ τοῦ Χριστοῦ τοῦ γλυκάναντος ἐκ τῆς πικρίας τῶν δαιμόνων τὸν κό‐
65σμον. Καὶ ἡ ῥάβδος Μωϋσέως ἡ σχίσασα τὴν πέτραν, εἰς τύπον ἦν τοῦ σταυροῦ τοῦ Χριστοῦ, τοῦ σχίσαν‐ τος τὰς καρδίας τῶν ἀνθρώπων, καὶ ἐμβαλόντος τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐν αὐτοῖς. δʹ. Καὶ αὕτη ἐστὶν ὄντως ἡ ὁδὸς τῆς ζωῆς, καὶ πάν‐
70τες οἱ κρατοῦντες αὐτὴν ζῶσιν· οἱ δὲ καταλιπόντες αὐτὴν θάνατον καὶ κόλασιν ἀτελεύτητον ἕξουσιν. Ὁ νόμος γὰρ καὶ οἱ προφῆται κηρύττουσι τὴν ἁγίαν Τριάδα· καὶ ἀληθῶς οὗτός ἐστιν ὁ κηρυχθεὶς ὑπὸ τῶν προφητῶν καὶ τοῦ νόμου, ὁ ἐρχόμενος ἐν
75ὀνόματι Κυρίου Ἰησοῦς Χριστὸς Κύριος, καὶ οὐκ ἔστιν ἄλλος, εἰ μὴ ὁ γεννηθεὶς ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐκ τῆς Παρθένου καὶ θεοτόκου Μαρίας
ἐπὶ Καίσαρος Αὐγούστου. Καὶ ὁ μὴ δεχόμενος αὐ‐Column end

52

.

840

τὸν, καὶ μὴ πιστεύων εἰς αὐτὸν, ἀποστάτης ἐστὶ τοῦ Θεοῦ, καὶ ἀνάθεμα αὐτῷ. Διὰ τοῦτο καὶ ὁ Ἡσαΐας περὶ ὑμῶν τῶν πλανηθέντων βοᾷ λέγων, Αἰχμάλω‐ τος ὁ λαός μου ἐγενήθη διὰ τὸ μὴ εἰδέναι αὐ‐
5τοὺς τὸν Κύριον. Ἐξ οὗ τε γὰρ ἦλθεν ὁ Χριστὸς, κατελύθη ἡ δύναμις τοῦ σταυροῦ ὑμῶν τῶν Ἰουδαίων, καὶ ἡ ἱερωσύνη ἠφάνισται, καὶ ὑπὸ τῶν Ῥωμαίων διεσκορπίσθητε. Φησὶ γὰρ Ἡσαΐας περὶ τῶν σταυ‐ ρωσάντων τὸν Χριστὸν, Διὰ τὰς ἁμαρτίας ἡμῶν ἀπ‐
10έστρεψε τὸ πρόσωπον αὐτοῦ ὁ Θεὸς ἀφ’ ἡμῶν, καὶ οἱ κατάλοιποι ἡμῶν ἐν ἁμαρτίαις. Εἰ γὰρ μὴ ἦν αὐτὸς ὁ Χριστὸς ὁ γεννηθεὶς ἐκ Μαρίας, ὁ ἐκλε‐ κτὸς τοῦ Θεοῦ, καὶ Υἱὸς ἀληθινὸς αὐτοῦ, ὁ κηρυχθεὶς ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν, εἶχεν ἂν δοξασθῆ‐
15ναι τὸ ἔθνος ὑμῶν τῶν Ἰουδαίων, καὶ ὑψωθῆναι καὶ βασιλεῦσαι, ὡς τὸν ἀντίθεον καὶ πλάνον ἀποκτεῖναν. Ἀλλ’ ἐξ οὗ τε ὁ σταυρὸς, καὶ ἐσταυρώθη ἐν αὐτῷ ὑπὸ τῶν πατέρων ὑμῶν ὁ Χριστὸς, ἀπὸ τότε ἕως τῆς σήμερον εἰς ἀπώλειαν καὶ εἰς ἀτιμίαν ἐστὶ, καὶ χείρω
20ὠργίσθη ὑμῖν ὁ Θεὸς ὑπὲρ τὴν αἰχμαλωσίαν τὴν ἐν Βαβυλῶνι. Ἐκεῖ γὰρ μεθ’ ἑξήκοντα ἔτη ὁ Θεὸς ἠλέησε καὶ ἀνεκαλέσατο ὑμᾶς· ἐνταῦθα δὲ τελείως ἀπώσατο· καὶ ἠλήθευσεν ὁ πατὴρ ὑμῶν καὶ προφή‐ της καὶ πατριάρχης Ἰακὼβ, καὶ πάντα τὰ νόμιμα
25ὑμῶν κατέπεσε, καὶ τῆς χώρας ὑμῶν τῆς Ἰουδαίας ἐξηλάθητε, καὶ κατὰ τόπους διεσκορπίσθητε, καὶ ἐστὲ εἰς ἐξουθενισμὸν, καὶ εἰς κατάγελων εἰς πᾶσαν τὴν οἰκουμένην ἀπὸ ἑῴας ἕως ἐσχάτου τῆς γῆς. Τὰ δὲ ἡμέτερα τῶν Χριστιανῶν καθ’ ἑκάστην ἡμέραν
30ἀνθεῖ, καὶ αὔξει, καὶ κρατύνεται, καὶ εἰς πᾶσαν τὴν οἰκουμένην τὸ κήρυγμα τῆς εὐσεβοῦς ἡμῶν πίστεως διέδραμε, καὶ βασιλεύει Χριστὸς ἐν ἡμῖν, καὶ τὸν τίμιον καὶ ζωοποιὸν αὐτοῦ σταυρὸν προσκυνοῦ‐ μεν, καὶ ὡς θησαυρὸν πολυτίμητον κατέχομεν. Καὶ
35γὰρ ὄντως παντὸς στεφάνου βασιλικοῦ λαμπρότερός τε καὶ σεμνότερος ὁ τοῦ Κυρίου σταυρός· καὶ τί λέγω, στεφάνου βασιλικοῦ; αὐτῶν τῶν ἡλιακῶν ἀκτί‐ νων φαιδρότερος. Καὶ τὸ μὲν παλαιὸν, βίου πονηροῦ καὶ διεφθαρμένων πράξεων καταδίκη τὸ πρᾶγμα ἦν·
40νῦν δὲ δωρεᾶς θείας σύμβολον, εὐγενείας πνευματικῆς σημεῖον, θησαυρὸς ἀσύλητος, ἀναφαίρετος δωρεὰ, ὑπόθεσις ἁγιασμοῦ. Τοῦτον καὶ ἐπὶ κλίνης καὶ ἐπὶ τραπέζης προφέρομεν, καὶ πανταχοῦ οὗπερ ἂν ὦμεν. Καθάπερ γὰρ πολλοὶ τῶν στρατιωτῶν, χωρὶς
45ὅπλων οὔτε ἀριστοποιοῦνται, οὔτε καθεύδουσιν· οὕτω καὶ νῦν ἀντὶ μαχαίρας ἐπὶ κλίνης κρεμάσωμεν, ἀντὶ μοχλοῦ ἐπὶ θύρας διαγράψωμεν, ἀντὶ τείχους τῇ οἰκίᾳ πάσῃ περιβάλωμεν· τὰ ἔσω καὶ τὰ ἔξω τούτῳ περιφράξωμεν. Τοῦτο γὰρ θάνατον κατέλυσεν, οὐρα‐

52

.

840

(50)

νοὺς ἀνέῳξε, γῆν ἐκάθηρε, τὴν φύσιν τὴν ἡμετέραν ἐπὶ τὸν θρόνον ἀνήγαγε τὸν βασιλικὸν, τὴν τυραννίδα τοῦ διαβόλου κατέλυσε. Τοῦτο τὸ εἶδος διπλοῦν· τὸ μὲν ἐξ ὕλης ἢ χρυσοῦ ἢ μαργαριτῶν ἢ λίθων τιμίων, ὃ καὶ ἀφαιρεῖται πολλάκις ὑπὸ βαρβάρων ἢ κλεπτῶν·
55τὸ δὲ ἄϋλον· οὐ γὰρ ἐξ ὕλης αὐτοῦ ἡ ὑπόστασις, ἀλλ’ ἀπὸ πίστεως ἡ οὐσία, ἀπὸ διαθέσεως τοῦ ποιοῦντος ἡ ὕλη. Τοῦτο καθεύδοντας τηρεῖ, τοῦτο ἐγρηγορότας ἀσφαλίζεται, τοῦτο κινδυνεύοντας διασώζει· διὰ τού‐ του πόλεμος καταλύεται, καὶ εἰρήνη συνίσταται,
60Ὑμνῶ σου τοιγαροῦν τὸ μακρόθυμον καὶ ἀνεξίκακον τῆς περὶ ἐμὲ οἰκονομίας μυστήριον, Κύριε· προσκυνῶ τὸν τίμιον καὶ ζωοποιόν σου σταυρὸν, Δέσποτα· πε‐ ριπτύσσομαι τὰ πάθη, φιλῶ τοὺς ἥλους, καὶ τὰς δια‐ τρήσεις τῶν μελῶν ἀσπάζομαι· τόν τε κάλαμον καὶ
65τὴν λόγχην καὶ τὸν σπόγγον ὑπεράγαμαι· ὡς βασί‐ λειον διάδημα, τὸν ἀκανθῶν περιτίθεμαι στέφανον, καὶ ὡς διαυγέσι λίθοις, τοῖς ἐμπτυσμοῖς ἐγκαλλω‐ πίζομαι, ὡς λαμπροτάτῳ κόσμῳ τοῖς ῥαπισμοῖς ἐν‐ σεμνύνομαι. Καὶ σὲ ὁμολογῶ ἀληθινὸν Θεὸν τὸν ἕνα
70τῆς ἁγίας Τριάδος Χριστὸν Ἰησοῦν, τὸν ὑπὲρ ἐμοῦ τὸ πάθος καταδεξάμενον, εἰληθέντα τε ἐν σινδόνι, καὶ ὑπὸ τῶν παρανόμων Ἰουδαίων μυκτηρισθέντα, τέ‐ λος ταφέντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ πάλιν ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. Σοῦ γάρ
75ἐστιν ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.839