TLG 2062 108 :: JOANNES CHRYSOSTOMUS :: In pentecosten (sermo 2) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In pentecosten (sermo 2) [Sp.] Citation: Vol — pg — (ln) | ||
52.807(33t) | ΕΙΣ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ. | |
34t | Λόγος βʹ. | |
---|---|---|
35 | Ἐπεφοίτησεν ἡ τοῦ Πνεύματος χάρις· ἀληθὴς γὰρ ὁ τὴν δωρεὰν τοῦ Πνεύματος ὑποσχόμενος. Ἐπεδή‐ μησεν ὁ Παράκλητος ὁ παρὰ τοῦ Δεσπότου Χριστοῦ κηρυττόμενος· ἀψευδὴς γὰρ ὁ τὴν ἄφιξιν προμηνύσας, οὐ δοῦλος δούλου παρουσίαν προλέγων, ἀλλὰ Δεσπότης | |
40 | ὁμοτίμου Δεσπότου γενόμενος μηνυτὴς, καὶ διδάσκα‐ λος ἀγαθὸς, ἀγαθῷ παραχωρῶν διδασκάλῳ, μᾶλλον δὲ συμπαρόντι παρὼν καὶ συνανιὼν ἀνιόντι, καὶ συγ‐ κατιὼν ἐρχομένῳ. Ἀδιαίρετος γὰρ τῆς Τριάδος ἡ χάρις· καὶ οὔτε ἀναβὰς ἀπέστη, οὔτε ἐρχόμενος οὐ | |
45 | παρῆν. Ἀλλ’ ἀνῆλθεν ὡς ἄνθρωπος ὁ Θεὸς Λόγος, καὶ πάρεστι· κατῆλθε δὲ ὁ Παράκλητος, καὶ τοὺς οὐρα‐ νοὺς οὐ κατέλιπεν· ἀλλὰ σὺν τῷ Πατρὶ βασιλεύει, καὶ τὴν γῆν καταυγάζει, καὶ τὴν οἰκονομίαν ἐπλήρωσε, καὶ γένη γλωσσῶν τοῖς ἀποστόλοις ἀπ‐ | |
52.807(50) | έστειλε· καὶ φωνῆς μέγεθος ἐξαίφνης ἠκούετο, καὶ βιαίας αὔρας ἦχος ἀπετελεῖτο, καὶ βροντῆς τύπον ἡ τοῦ Πνεύματος ἄφιξις ἐμιμεῖτο· ἐπὶ γὰρ τοὺς υἱοὺς τῆς βροντῆς περιεγίνετο. Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός· καὶ ἦν τὸ | |
55 | φαινόμενον φοβερὸν, τὸ δὲ γινόμενον ποθεινόν· φλὸξ ἐφιζάνουσα, καὶ μὴ καίουσα, πῦρ ἐπικαθήμενον, καὶ μὴ φλέγον· πῦρ τὴν ἐπουράνιον σοφίαν δωρούμενον, πῦρ εἰς ἀπείρους μεριζόμενον γλώσσας, πῦρ εἰς μυ‐ ρίας ἰδέας ῥημάτων τεμνόμενον· φλὸξ σοφιστεύειν | |
60 | τοὺς ἁλιέας διδάσκουσα, καὶ ῥήτορα τὸν σκυτοτόμον ἀπαρτίζουσα. Μᾶλλον δὲ οὐδὲν τοσοῦτον οἱ σοφισταί. Οἱ μὲν γὰρ ἑνός τινος ἦσαν ἔθνους διδάσκαλοι, οἱ δὲ τῆς οἰκουμένης γεγένηνται παιδευταί. Καὶ Γαλιλαῖος ἀνὴρ τὰ Μήδων ἐφθέγγετο, καὶ τὰ τῶν Πάρθων ἐπ‐ | |
65 | ίστατο, καὶ τὰ τῶν Ἐλαμιτῶν οὐκ ἠγνόει· ἀλλ’ εἶχεν ἐπὶ τοῦ στόματος πάσης εἰκόνας φωνῆς. Καὶ οὐδεὶς αὐτῶν τῶν ἀκροατῶν ἐνόμιζε βάρβαρον, οὐδὲ ὡς νό‐ θους τοὺς λόγους τῆς ἀκοῆς ἀπέφυγεν· ἀλλ’ ὡς παν‐ τὸς ἔθνους πολίτης ἠκούετο, πάσης τῆς οἰκουμένης | |
70 | γλῶτταν ἑαυτῷ περιφέρων, καὶ πρῶτον τοῦτον τῆς εὐσεβείας εἰλήφαμεν καρπόν. Ἐπὶ μὲν γὰρ τῆς τοῦ πύργου κατασκευῆς τὰ τῆς φωνῆς ἐμερίσθη, καὶ τὰς | |
ἀλλήλων ἠγνόησαν γλώττας οἱ ἄνθρωποι. Ἔδει γὰρ | Column end | |
52.808(35) | τῆς θεομάχου βουλῆς τὴν ὁμόνοιαν ἀγνωσίαις συν‐ αχθῆναι ῥημάτων, καὶ τοὺς κακῶς ἀλλήλοις συμπρά‐ ξαντας τῇ τῆς γλώττης μεταβολῇ διαστῆναι, καὶ τῶν ἀλογίστων ἐγχειρημάτων λόγῳ τὴν πεῖραν λαβεῖν, καὶ μήτε λέγοντα λέγειν, μήτε ἀκούοντα συνιέναι, | |
40 | μηδὲ μάτην προσαπολλύναι τοὺς χρόνους. Τί γάρ σοι τῆς ἀπονοίας τὸ κέρδος; τί σοι τῆς μεγαλουργίας τὸ τέλος; Τί τὸ ἀκατάληπτον βιάζῃ καταλαβεῖν; Τί τὸν οὐρανὸν ἁρπάζειν φιλονεικεῖς, ὁ μηδὲ τῆς γῆς ἄξιος ὢν ἀπολαύειν; Τί μετεωρολογεῖς, ὁ μηδὲ τῆς τοῦ | |
45 | πλησίον φωνῆς ἐπακούων; Μερίζω σοι τὴν φωνὴν, καὶ καταλύω τὴν πρᾶξιν, οὐ τὴν σὴν ἀνάβασιν δεδοι‐ κὼς, οὐδὲ ὑπὲρ τῆς ἐμοῦ βασιλείας φοβούμενος, ἀλλὰ σοῦ τοῦ μάτην πονοῦντος καὶ κοπτομένου κηδόμενος. Οὐδὲ γὰρ λίθων οἰκοδομὴ, καὶ πολυχειρίᾳ συντιθέμε‐ | |
52.808(50) | νος πύργος εἰς οὐρανὸν ἀνάγειν πέφυκεν, ἀλλὰ ἅρ‐ ματα θεογνωσίας, καὶ πολλοὶ δικαιοσύνης, καὶ φω‐ τὸς καθαρώτερος βίος, καὶ πτέρυγες ἀρετῆς πρὸς ἐκείνην τὴν ὁδὸν ἀνάγουσιν. Ἐκείνους μὲν ἡ γλῶττα μερισθεῖσα τῆς τόλμης κατέπαυσε, σοφῶς τε ὁμοῦ | |
55 | καὶ φιλανθρώπως τοῦτο τοῦ Θεοῦ κυβερνήσαντος. Ὃ δὲ παρ’ ἐκείνων ἔλαβεν ὡς κακῶν, τοῦτο τοῖς ἀποστό‐ λοις ὡς ἀγαθοῖς ἐδωρήσατο, καὶ ὁ διὰ γλώττης κολά‐ σας τοὺς ἀσεβεῖς, διὰ γλώττης τοὺς ἁγίους ἐδόξασε· καὶ οἱ τοῦ λόγου διάκονοι τὰς τοῦ λόγου μορφὰς ὑπο‐ | |
60 | δέχονται, οὐ πρὸς ἐπίδειξιν τῆς χάριτος ἀπολαύσαν‐ τες, ἀλλ’ ἐπὶ χρείᾳ τὸ δῶρον ἐπιδεξάμενοι. Ἔδει γὰρ τοὺς τῆς οἰκουμένης παιδευτὰς τὰ τῆς οἰκουμέ‐ νης ἐπίστασθαι. Ἀσθενὴς γὰρ διδάσκαλος ὁ τοῖς μανθάνουσιν ἀσαφής. Ἀλλ’ ὡς τηλικούτων μυστηρίων | |
65 | πιστευόμενοι, ἀναγκαίως πρότερον τῶν γλωσσῶν τὴν γνῶσιν ἐλάμβανον. Οὐδὲ γὰρ δύναταί τις μυσταγωγεῖν τὸν μὴ πιστεύσαντα πρότερον· πιστεύει δ’ ἂν οὐδεὶς, ἀπείρως ἔχων τῶν λεγομένων. Ἐντεῦθεν ἡ τοῦ Πνεύ‐ ματος ἤρξατο χάρις, καὶ διὰ τοῦτο τὰ περὶ τῶν | |
70 | φθόγγων πρότερον ἐθαυματούργησεν. Εἰς πᾶσαν | |
γὰρ τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν. Ἔμελλε | 807 | |
52.809 | καὶ τὴν οἰκουμένην καταλαμβάνειν, καὶ τοῖς ὁρίοις τῆς γῆς μετρεῖσθαι, καὶ οὐδένα ἀδίδακτον παρεῖναι, οὐδὲ ἀμαθήτευτον παρατρέχειν. Ὤφθησαν δὲ ἐν εἴδει πυρὸς μεριζόμεναι γλῶσσαι. Καὶ γὰρ τὰ τοῦ πυρὸς | |
5 | ἔμελλον ἐνεργεῖν τῶν ἀποστόλων αἱ γλῶσσαι, καὶ δι‐ πλῆν τὴν χρῆσιν δείκνυσθαι· καὶ τὸν μὲν διάβολον καταφλέγειν, φωτίζειν δὲ τοὺς καθημένους ἐν σκότει. Ὅρα μοι πῦρ παντὸς ἐλαίου τοῖς πιστοῖς προσηνέ‐ στερον· ὅρα μοι γλῶτταν παντὸς πυρὸς τῷ διαβόλῳ | |
10 | φοβερωτέραν· ὅρα μοι γλῶτταν τῆς ἀσεβείας τὰς ἀκάνθας συμφλέγουσαν, καὶ τὰ λήϊα τῆς εὐσεβείας δροσίζουσαν· ὅρα μοι δώδεκα μαθητὰς ἐξ ἑνὸς διδα‐ σκάλου παιδευομένους· ὅρα μοι δώδεκα στρατηγοὺς ὑφ’ ἑνὶ βασιλεῖ ταττομένους· ὅρα μοι δώδεκα | |
15 | φωστῆρας λαμπροὺς ἐκ μιᾶς ἀνατέλλοντας κορυφῆς· ὅρα μοι δώδεκα καθαρὰς ἀκτῖνας ἐξ ἑνὸς προϊούσας ἡλίου· ὅρα μοι δώδεκα λαμπάδας ἐξ ἑνὸς ἁπτομένας σπινθῆρος· ὅρα μοι δώδεκα κλήματα ἐξ ἑνὸς ἁπτομένης ἀμπέλου βλαστήσαντα· ὅρα μοι δώδεκα κοφίνους ἐκ | |
20 | μιᾶς πληρουμένους τραπέζης· ὅρα μοι δώδεκα ποτα‐ μοὺς ἐκ μιᾶς προφερομένους πηγῆς· ὅρα μοι δώδεκα γλώττας ἐκ μιᾶς χάριτος φθεγγομένας. Καὶ μὴ νομί‐ σῃς αὐτοὺς μεθύειν, μηδὲ γλεύκους εἶναι μεστοὺς, μηδὲ ὑβρίσῃς ἀπιστίᾳ τὸ δῶρον, μηδὲ μιμήσῃ τοὺς | |
25 | καταράτους, μηδὲ προσείπῃς μέθην τοῦ Πνεύματος τὴν ἐνέργειαν. Μέθη μὲν γένη γλωσσῶν οὐκ οἶδε χα‐ ρίζεσθαι, ἀλλὰ καὶ τὴν οὖσαν ἑκάστῳ δεσμεῖ, καὶ παράφρονα ἀπεργάζεται, καὶ κόπτει τοῦ λόγου τὸν δρόμον, καὶ καθάπερ ἐν πέτραις τῷ σκότῳ βαδίζουσα | |
30 | τοῖς ὀδοῦσι προσπταίει· καὶ νῦν ἔχει τὴν διάνοιαν, καὶ ταραχὴν ἐμποιεῖ, καὶ φαντασίαν ἐργάζεται, καὶ περιτέμνει τῶν συλλαβῶν. Καὶ ἔστιν ἡ μέθη ὄναρ ἐγρη‐ γορότος, καὶ ἐνύπνιον οὐ καθεύδοντος, καὶ μανία δι‐ ψῶσα, καὶ δαίμων πεινώμενος, καὶ διάβολος ἐγκαθή‐ | |
35 | μενος οἴνῳ, καὶ λῃστὴς ἐν συμποσίοις λοχῶν, καὶ τὸν λογισμὸν καταφλέγων ἀκράτῳ, καὶ φάρμακον τῆς ἀθυμούσης ψυχῆς δηλητήριον ἐργαζόμενος. Ταῦτα ἡ μέθη πέφυκεν ἐμποιεῖν. Ταῦτα τοὺς ἀποστόλους ἐσυ‐ κοφάντουν οἱ δυσσεβεῖς· καὶ οὐδὲν θαυμαστόν. Οἱ | |
40 | νήφοντες μεθύειν τοῖς Ἰουδαίοις ἐδόκουν· πᾶσαι | Column end |
52.810 | γὰρ ταῖς τῶν ἁγίων ἐνετράπησαν ὕβρεσι, καὶ τοὺς προφήτας ἐχλεύαζον ὡς μεθύοντας. Κἂν ἀρνήσωνται, λέγωμεν πρὸς αὐτούς· Μὴ οὐκ ἔστι ταῦτα, υἱοὶ Ἰσραήλ; λέγει Κύριος. Καὶ ἐποτίζετε τοὺς ἡγια‐ | |
5 | σμένους μου οἶνον, καὶ τοῖς προφήταις ἐνετέλ‐ λεσθε λέγοντες· Μὴ προφητεύετε. Ἐγὼ δὲ μεθύειν μὲν αὐτοὺς καὶ αὐτὸς ὁμολογῶ, ἀλλ’ οὐ τὴν μέθην ἣν λέγεις αὐτὸς, ἀλλὰ τὴν θειοτέραν καὶ νοερὰν ἐκείνην, ἧς ὁ πεπωκὼς σοφίας ἐμπίπλαται, ἧς ὁ πεπωκὼς | |
10 | ἔῤῥωται τὴν διάνοιαν, ἧς ὁ πεπωκὼς ἐγρήγορε (sic) καὶ νήφει πρὸς ἀρετὴν, ἧς ὁ πεπωκὼς ἐρᾷν μανθάνει Θεοῦ, ἧς ὁ πεπωκὼς οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ἧς ὁ πεπωκὼς μαίνεται μετὰ Παύλου, καὶ παντὸς πυρὸς καὶ σιδήρου κατατολμᾷ, καὶ τοῖς κινδύνοις ἐπιπηδᾷ, | |
15 | καὶ πᾶσαν συμφορὰν ὡς εὐφροσύνην ἀσπάζεται, καὶ ταῖς λοιδορίαις ὡς εὐφημίαις ἀγάλλεται, καὶ ταῖς ὕβρεσιν ὡς ἐπαίνοις ἐγκαλλωπίζεται, καὶ τοῖς ὑπὲρ τοῦ Σωτῆρος δεσμοῖς ὡς ἐπὶ τοῖς βασιλικοῖς στεφά‐ νοις ἁβρύνεται. Οὗτος ὁ κρατὴρ τοὺς ἀποστόλους | |
20 | ἐμέθυσε· τοῦτο τὸ ποτήριον οἱ τοῦ Σωτῆρος ἔπιον μαθηταὶ, καὶ τὴν καλλίστην ἐμεθύσθησαν μέθην, καὶ τῆς ἁγίας τραπέζης ἐνεφορήθησαν, καὶ λέγουσι μετὰ τοῦ μακαρίου Δαυΐδ· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν, ἐξ ἐναντίας τῶν θλιβόντων με· ἐλίπα‐ | |
25 | νας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον, καὶ τὸ ἔλεός σου καταδιώξει με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. Ὁ γὰρ ἐκ τούτου τοῦ ποτηρίου πίνων νήφει μὲν ἐν Χριστῷ, μεθύειν δὲ τοῖς ἀνοήτοις δοκεῖ, τὰ | |
30 | τοῦ Σωτῆρος φρονῶν. Τοῦτον καὶ ἡμῖν ὁ Δεσπότης Χριστὸς ἐξ αἵματος ἐκέρασε τὸν κρατῆρα, καὶ πολ‐ λοὺς ἡμῖν συνεκάλεσε δαιτυμόνας, καὶ τῶν εὐαγγελι‐ κῶν ἰχθύων ἀπείρους συνεκάλεσε, καὶ τοῦ Πέτρου τὴν σαγήνην ἐπλήρωσε, καὶ γέγονεν αὐτῷ τὰ τῆς | |
35 | θεωρίας ἐκ παραδόξου, καὶ τὴν ἁλιείαν αὐτῷ λαμπρο‐ τέραν ἐποίησεν ὁ χειμών· καὶ οὓς οὐκ ἐθήρευσε πεί‐ θων, τούτους φοβηθέντας ἐζώγρησεν, ἀστραπῆς αὐτῷ πρὸς τὴν ἄγραν συλλαμβανομένης. Ἀλλὰ μηδεὶς ὕβριν τοῦτο τῆς νέας ἀγέλης ὀνομαζέτω, εἰ δι’ ἀστρα‐ | |
40 | πῆς ἐθηράθησαν· εἴωθε γὰρ ὁ Χριστὸς τοὺς λακτίζον‐ τας πώλους δι’ ἀστραπῆς χαλινοῦν. Καὶ ὅστις οἶδε τοῦ μακαρίου Παύλου τὴν κλῆσιν, ἀγάλλεται μετὰ τοῦ Παύλου κληθεὶς, καὶ τὸν Δεσπότην Χριστὸν δι’ ἀστρα‐ πῆς θεασάμενος, γίνεται Χριστοῦ μαθητής. Αὐτῷ ἡ | |
45 | δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end |