TLG 2062 106 :: JOANNES CHRYSOSTOMUS :: In ascensionem (sermo 5) [Sp.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In ascensionem (sermo 5) [Sp.] Citation: Vol — pg — (ln) | ||
52.801(42t) | ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ | |
43t | Λόγος εʹ. | |
---|---|---|
44 | Ἐπέστη τῆς Δεσποτικῆς ἀναλήψεως ἡ ἡμέρα· καὶ | |
45 | προσοδοιπορησάντων πολλῶν ὃν καὶ τὴν ἡμετέραν βραχύτητα πρὸς λόγους ὁ πατὴρ προετρέψατο. Καὶ δίκαιον ἡμῖν κατεφαίνετο, κάλυμμα τῆς βραχυλογίας τὴν σιωπὴν ἐπιφέρεσθαι, καὶ κρύπτειν τῆς ἀπαιδευ‐ σίας τὸ μέγεθος· ἐπειδὴ δὲ μετὰ τοῦ πατρὸς καὶ τῶν | |
52.801(50) | ἄνω δυνάμεων πρὸς λόγους τὸ πλῆθος προτρέπετε, καὶ λαλεῖν μετ’ αὐτῶν ἐγκελεύετε ἅπερ πάλαι καὶ Δαυῒδ περὶ τῆς ἀναλήψεως τῆς Δεσποτικῆς ἀνεβόη‐ σεν· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρ‐ θητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς | |
55 | τῆς δόξης· δεῦρο, σήμερον τὰ πρόσφορα τῆς ἡμέ‐ ρας καὶ ἡμεῖς κελαδήσωμεν. Σήμερον γὰρ ὁ Δεσπό‐ της ἡμῶν Χριστὸς πρὸς τὸν πατρῷον θρόνον ἀνέρ‐ χεται· σήμερον ὁ σωματωθεὶς τῷ Πατρὶ συγκαθέζε‐ ται, οὔτε πρότερον χωρισθεὶς, οὔτε νῦν ἐν πρώτοις | |
60 | αὐτῷ συγκαθήμενος· ἀεὶ γὰρ ἐν τοῖς κόλποις τοῦ Πατρὸς ἀναπαύεται· μόνος τὸν Πατέρα χωρῶν, καὶ ὑπὸ τοῦ Πατρὸς μόνος χωρούμενος· Ἐγὼ γὰρ, φη‐ σὶν, ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ ὁ Λό‐ γος ἐν τῷ Πατρὶ, καὶ ὁ Λόγος ἐν τῇ γῇ. Οὔτε δὲ κατ‐ | |
65 | ελθὼν ὡς οὐδὲν τὸν πατρῷον κόλπον ἐκένωσεν· οὔτε εἰς οὐρανοὺς ἀνελθὼν, ἔρημον τὴν γῆν τῆς αὑ‐ τοῦ παρουσίας κατέλειπεν· ἀλλὰ καὶ τοῖς ἀνθρώποις συναναστρεφόμενος, τῷ Πατρὶ συνεκάθητο, καὶ τῷ Πατρὶ συγκαθήμενος, ὑπάρχει τῶν ἀνθρώπων ἀχώ‐ | |
70 | ριστος. Ἰδοὺ γὰρ ἐγὼ, φησὶ, μεθ’ ὑμῶν εἰμι πά‐ σας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Σήμερον ὁ Δεσπότης Χριστὸς ἐκ τῶν ἀνθρώπων εἰς οὐρανοὺς ἀναφέρεται, οὐ κατὰ τὸν Ἐνὼχ μεθιστά‐ | |
μενος, οὐ κατὰ τὸν Ἠλίαν ἅρματι πυρὸς πρὸς οὐρα‐ | Column end | |
52.802(44) | νὸν ἀνερχόμενος· ἀλλ’ ἀναλαμβάνεται, ἵνα πέμψῃ | |
45 | τοῖς μαθηταῖς τὴν τοῦ ἁγίου Πνεύματος δύναμιν. Ταύτης τῆς ἀναλήψεως τὴν χαρὰν πρὸ πολλῶν γενεῶν Δαυῒδ θεασάμενος, προανεφώνησε λέγων· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἀδὰμ διαπλάσας ἐκ κό‐ νεως, ὁ τὸν Ἄβελ δικαιώσας, καὶ τὸν Ἐνὼχ μεταθέμε‐ | |
52.802(50) | νος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Νῶε κυβερνή‐ σας, καὶ πιστὸν τὸν Ἀβραὰμ ἐκλεξάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰσαὰκ ἄθυτον θυσίαν δεξά‐ μενος, καὶ τὸν Ἰακὼβ πληρώσας εὐλογιῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰωσὴφ ὁδηγήσας πλα‐ | |
55 | νώμενον, καὶ τὴν ὑπομονὴν τοῦ Ἰὼβ προσδεξάμενος, Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ δοξάσας τὸν Μωϋ‐ σῆν, καὶ τὴν ἀρχιερωσύνην τῷ Ἀαρῶνι χαρισάμε‐ νος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Ἰη‐ σοῦν τὸν Ναυῆ ἐνισχύσας, καὶ τὸν προφήτην τῷ Σα‐ | |
60 | μουὴλ δωρησάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τὸν Δαυῒδ δυναμώσας, καὶ τὸν Σολομῶντα σοφίσας. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τοὺς προφήτας ἐμ‐ πνεύσας, καὶ τοῖς ἀποστόλοις τὰς τῶν ἰαμάτων δω‐ ρεὰς χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ | |
65 | ἄνω ἀμήτωρ, καὶ κάτω ἀπάτωρ. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, τὸ τοῦ Πατρὸς προαιώνιον γέννημα, καὶ τῆς Παρθένου μητρὸς τὸ ἀφύτευτον βλάστημα. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, ὁ τῆς ζωῆς χορηγὸς, καὶ τῶν παραδόξων διανομεύς. Ἀνέβη ὁ Θεὸς ἐν | |
70 | ἀλαλαγμῷ, ὁ τῷ θανάτῳ θανατώσας τὸν θάνατον, καὶ τῷ γένει τῶν ἀνθρώπων ζωὴν χαρισάμενος. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰ‐ | |
ώνων. Ἀμήν. | 801 |