TLG 2062 104 :: JOANNES CHRYSOSTOMUS :: In ascensionem (sermo 3) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In ascensionem (sermo 3) [Sp.]

Citation: Vol — pg — (ln)

52

.

797

(1t)

ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ
2tΤοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Λόγος γʹ.
3 Φαιδρόν μοι τὸ τῆς Ἐκκλησίας θέατρον, οὐ γέλωτα τοῖς ἀνθρώποις ἐργαζόμενον μάταιον, ἀλλὰ σφοδρὸν
5τῷ διαβόλῳ τὸν θρῆνον. Βλέπει γὰρ ἄνω τῶν κάτω νεκρῶν ἀναστάσιμον ῥίζαν· βλέπει τὸν κάτω παρ’ αὐτοῦ παραδοθέντα τῷ σταυρῷ, ἐξ οὐρανοῦ αὐτὸν καθορῶντα· βλέπει τὴν γῆν ἀγγέλων πεπληρωμένην· βλέπει παραδόξως ἀέρα βαδιζόμενον· βλέπει τὰς οὐ‐
10ρανίους δυνάμεις ἀπαντώσας, καὶ τοὺς μὲν λέγοντας· Ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ εἰσελεύ‐ σεται ὁ Βασιλεὺς τῆς δόξης, τοὺς δὲ πάλιν ἀπαν‐ τῶντας καὶ ὑπασπίζοντας· Κύριος κραταιὸς καὶ δυ‐ νατὸς ἐν πολέμῳ. Ποίῳ πολέμῳ; Ὃν ὑπὲρ ἡμῶν
15πρὸς τὸν κοινὸν ἐχθρὸν ὑπεδέξατο, ὃν οὐδεὶς ἀνθρώ‐ πων, οὐ προφητῶν, οὐ δικαίων καταπαλαῖσαι δεδύ‐ νηται. Ἐτετυράννηντο γὰρ πάντες ὑπὸ Βασιλεύοντος τότε θανάτου, ἕως οὗ παραγέγονεν ὁ βασιλεὺς τῶν αἰώνων, καὶ δήσας τὸν Ἰσχυρὸν, ἀπέλαβεν αὐτοῦ τὰ
20σκεύη. Σταυρουμένου γὰρ τοῦ Κυρίου, αἱ μὲν δυνά‐ μεις τῶν οὐρανῶν ἐξενίσθησαν, ἡ δὲ κτίσις πᾶσα ἐκλονεῖτο, ὁρῶσα τὸ κοινὸν μυστήριον καὶ τὸ φοβερὸν θέαμα γενόμενον ἐπὶ τῆς γῆς. Ἐτρόμασε γὰρ ἡ γῆ, ἐκινήθη ἡ θάλασσα, ἐκλυδωνίσθη ἡ ἄβυσσος, πᾶσα
25ἡ κτίσις ἐταράχθη· ἐφοβήθησαν φωστῆρες οὐρανῶν, ἔφυγεν ὁ ἥλιος καὶ ἡ σελήνη, ἀστέρες ἐξέλιπον, ἡμέρα οὐχ ὑπέμεινεν, ἄγγελος ἐξήλατο τεταραγμέ‐ νος τοῦ ναοῦ, περιεσχισμένου τοῦ καταπετάσματος τοῦ οἴκου· σκότος ἐπλήρωσε τὴν γῆν, τὰ στοιχεῖα
30ἀπεστράφη, καὶ ἡ ἡμέρα ἠλλοιώθη· οὐ γὰρ ἐβάστα‐ ζον ὁρῶντες τὸν ἑαυτῶν Δεσπότην καὶ ποιητὴν κρε‐ μάμενον ἐπὶ ξύλου. Τότε ὁ ᾅδης κατελύθη, καὶ αἱ πύλαι αὐτοῦ συνετρίβησαν, καὶ οἱ μοχλοὶ αὐτοῦ συν‐ εκλάσθησαν. Περὶ ὧν Δαυῒδ προφητεύων ἔλεγεν,
35Ὅτι συνέτριψε πύλας χαλκᾶς, μοχλοὺς σιδηροῦς συνέθλασε. Τότε ἔπεσεν ὁ βασιλεύων θά‐ νατος ὑπὸ τοὺς πόδας Χριστοῦ, καὶ ἐσύρετο αἰχμά‐ λωτος θριαμβευόμενος. Τῷ γὰρ ἀτρέπτῳ σώματι καὶ γενναίῳ κενώσας τοῦ Ἐχθροῦ τὴν ἰσχὺν, καὶ τὰς
40μηχανὰς αὐτοῦ συντρίψας, κατέδραμεν εἰς τὰ τοῦ ἅδου βασίλεια, καὶ τὸν θρόνον αὐτοῦ κατέσπασε, τὸ διάδημα καθεῖλε, τὰ σκῆπτρα κατέλυσε, φωνὴν ἀφῆκε, λέγων· Δεῦτε, πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, πρὸς τὸν Πατέρα καὶ Θεόν· δεῦτε, καὶ τῆς δουλείας ἐλευθερίαν
45κομίσασθε. Προάγω γὰρ ὑμᾶς ἐκ δουλείας εἰς ἐλευ‐ θερίαν, ἐκ σκότους εἰς φῶς, ἐκ τυραννίδος εἰς βα‐ σιλείαν. Ζωὴν γὰρ ὑμῖν εὐαγγελίζομαι ἐγὼ ὁ Χρι‐ στός. Τοιγαροῦν μηκέτι φοβεῖσθε τὸν τύραννον, ἀλλὰ καταφρονεῖτε φόβου καὶ θανάτου, λιμοῦ καὶ θλίψεως,

52

.

797

(50)

δεσμῶν καὶ φυλακῆς καὶ στενοχωρίας. Ταῦτα γὰρ δέδοικεν ὁ τυράννου στρατὸς ὃς καταλέλυται· μόνος δὲ πάντων ἐγώ εἰμι νικηφόρος βασιλεὺς, ὁ καὶ πα‐ θὼν ὑπὲρ ὑμῶν σαρκί. Οὗτος τοίνυν ἐστὶν ἀληθῶς κραταιὸς καὶ δυνατὸς Κύριος· οὗτός ἐστιν ὁ δυνατὸς
55ἐν πολέμῳ· οὗτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης, ὁ ἐξ‐ άγων πεπεδημένους ἐν ἀνδρείᾳ, τοὺς κατοικοῦντας ἐν τάφοις· πρὸς ὃν ἔλεγε Δαυΐδ· Ἀνέβης εἰς ὕψος, ἠχμαλώτευσας αἰχμαλωσίαν. Πᾶσα μὲν οὖν ἑορτὴ Χριστιανῶν, τοῦ διαβόλου κατάκρισις· ἐξαιρέτως δὲ
60αὕτη. Ἐν πάσαις μὲν γὰρ ταῖς ἄλλαις τὴν ἑαυτοῦ ἀπογυμνώσας κακίαν, καὶ μηδὲν ὠφελήσας ἑαυτὸν ἐθριάμβευσεν. Οἷόν τι λέγω· Τῆς Παρθένου παραδόξως κυοφορούσης, τὴν τῆς μοιχείας ἐπεφήμισε πρᾶξιν· ἀνεκλαλήτως τεκούσης, τὸ μὴ εἶναι παρθένον διέβα‐
65λεν· ἐκτρεφομένου τοῦ τὴν σύμπασαν τρέφοντος κτί‐ σιν, φονοκτονεῖν τὰ βρέφη τὸν Ἡρώδην ἐδίδαξεν, οἰό‐ μενος ἐν αὐτοῖς συλλαβεῖν τὸν ἀκράτητον· ἐπὶ τὸ βάπτισμα σπεύδοντα, πρὸς πειρασμὸν ἐπανάγει, δια‐ λεγόμενον τοῖς Ἰουδαίοις, βλασφημεῖσθαι πεποίηκε·
70θαυματουργοῦντα, λιθάζεσθαι παρεσκεύασε, τὸν φο‐ νέα καὶ λῃστὴν ἀντ’ αὐτοῦ προετίμησε· σταυρωθέντι
λῃστὰς συνεσταύρωσε· ταφέντι τὸ μνημεῖον ἐσφρά‐Column end

52

.

798

(3)

γισεν· ἀναστάντι συκοφαντεῖ τὴν ἀνάστασιν· ἀνα‐ λαμβανομένου δὲ αὐτοῦ καὶ εἰς οὐρανοὺς ἀπιόντος,
5οὐκ εἶχέ τι φθέγξασθαι, ἀλλὰ τὴν ἐαυτοῦ μειζόνως κεφαλὴν ἐτραυμάτισε. Διὸ πάσης αὐτῷ πανηγύρεως ἡ σήμερον χαλεπωτέρα καθειστήκει, ὁρῶντι πᾶσαν πανταχοῦ τὴν τῶν ἀγγέλων στρατιὰν χορεύουσαν, καὶ τοὺς μὲν ἀκολουθοῦντας, ἄλλους δὲ προτρέχοντας, ἑτέ‐
10ρους ἀπαντῶντας, ἄλλους πάλιν τῷ χορῷ τῶν ἀπο‐ στόλων διαλεγομένους, καὶ λέγοντας· Ἄνδρες Γα‐ λιλαῖοι, τί ἑστήκατε βλέποντες εἰς τὸν οὐρανόν; Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὕτω πάλιν ἐλεύσεται, ὃν τρόπον ἐθεά‐
15σασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν· οὗτος ὁ Ἰησοῦς ὁ τὴν πληθὺν τῶν σημείων ἐπιδειξάμενος. Ἡ τῆς Δεσποτικῆς οὖν ἀναλήψεως ἡμέρα τὸν μὲν διάβολον, καθὼς εἴρηται, θρηνεῖν παρεσκεύασε, τοὺς δὲ πιστοὺς φαιδρύνεσθαι. Νῦν γὰρ τὸ τερπνὸν ἔαρ
20ἀνέτειλε, καὶ τὰ τῶν ἀνθῶν ἀνεφύησαν κάλλη· τὰ τῆς ἀμπέλου κατακομᾷ κλήματα τῶν καρπῶν, τὰ δένδρα τῆς ἐλαίας κυπρίζουσιν, αἱ συκαῖ τοὺς ὀλύν‐ θους προσήνεγκαν, καὶ κινεῖται τῷ ζεφύρῳ πεπυκνω‐ μένα τὰ λήϊα, τὴν τέρψιν τῶν κυμάτων μιμούμενα
25τῆς θαλάσσης· πάντα τῇ Δεσποτικῇ ἀναλήψει μεθ’ ἡμῶν φαιδρύνεται. Φέρε τοίνυν, κἀγὼ ἐφ’ ὑμῖν τὰ τοῦ Δαυῒδ ἀνακρούσομαι ῥήματα, ἅπερ ἡμῖν ἀρτίως διὰ τὴν Δεσποτικὴν ἀνάληψιν ἐβόα· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ
30ἀγαλλιάσεως. Κύριος ἐν φωνῇ σάλπιγγος ἀνέβη, ὅπου ἦν· ἀνελήφθη, ὅθεν οὐκ ἐχωρίσθη. γὰρ κα‐ ταβὰς, αὐτός ἐστιν ὁ καὶ ἀναβὰς ὑπεράνω τῶν οὐρανῶν. Οὐκ ἄλλος ὁ τοῖς προφήταις ὀφθεὶς, καὶ ἄλλος ὁ τοῖς ἀποστόλοις συνδιατρίψας· οὐκ ἄλλος ὃ
35ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ ἄλλος ὁ ἐπὶ Πι‐ λάτου κρινόμενος· οὐκ ἄλλος ὁ ἐπὶ σταυροῦ τοῖς ἥλοις προσηλωμένος, καὶ ἄλλος ὁ τοῖς Χερουβὶμ ἐποχού‐ μενος· οὐκ ἄλλος ὁ ὑπὸ Ἰωσὴφ τῇ σινδόνι ἐντυλισ‐ σόμενος, καὶ ἄλλος τῇ παλάμῃ τὴν κτίσιν περιδρασ‐
40σόμενος· οὐκ ἄλλος ὁ ἐν τῷ μνημείῳ κατατιθέμενος, καὶ ἄλλος ὑπὸ τῶν Σεφαρὶμ ἀνυμνούμενος· ἀλλ’ αὐ‐ τὸς τῷ Πατρὶ συγκαθήμενος, ὁ ἐν τῇ παρθενικῇ μήτρᾳ ἀσπόρως βλαστήσας· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος· ὁ τῶν
45αἰώνων ποιητὴς, ὁ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὰ σύμπαντα παραγαγὼν, ὁ πλάστης τοῦ Ἀδὰμ, ὁ τῇς ἀνθρωπίνης φύσεως παραγωγεὺς, ὁ τὸν εὐάρεστον Ἐνὼχ εἰς χωρίον τῆς ζωῆς μεταστήσας, ὁ τὸν Νῶε φυλάξας μεταξὺ τῆς οἰκουμένης, ὁ τὸν πατριάρχην

52

.

798

(50)

Ἀβραὰμ ἐκ γῆς Χαλδαίων προσκαλεσάμενος, ὁ τυ‐ πώσας ἐν τῷ Ἰσαὰκ τὸ τοῦ σταυροῦ μυστήριον, ὁ τὴν δωδεκάκλωνον τεκνογονίαν τῷ Ἰακὼβ χαρισάμενος, ὁ τὴν ὑπομονὴν τῷ Ἰὼβ παρασχὼν, ὁ ἡγεμόνα τοῦ λαοῦ τὸν Μωϋσῆν προβαλόμενος, ὁ προφητείας ἐκ
55μήτρας ἐμπλήσας τὸν Σαμουὴλ, ὁ τὸν Δαυῒδ εἰς βασι‐ λέα ἐκ τῶν προφητῶν ἑλόμενος, ὁ τὴν σοφίαν τῷ Σολομῶντι παρασχόμενος, ὁ τὸν Ἠλίαν ἐν συσσεισμῷ ἅρματι πυρίνῳ ἀναλαβὼν, ὁ τοῖς προφήταις ἐμπνεύ‐ σας τὴν πρόγνωσιν, ὁ τοῖς ἀποστόλοις τὴν δωρεὰν τῶν
60ἰαμάτων χαρισάμενος, ὁ τοῖς αὐτοῖς βοήσας· Θαρ‐ σεῖτε, νενίκηκα τὸν κόσμον ἐγώ. Οὗτός ἐστιν ὁ Κύριος τῆς δόξης, ὁ ἀναληφθεὶς εἰς τοὺς οὐρανοὺς ἐν ἀλαλαγμῷ, καὶ καθίσας ἐν δεξιᾷ τοῦ Πατρός. Ὑποταγέντων δὲ αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυ‐
65νάμεων, αὐτὸς τὰς ἐπιπόνους εὐχὰς ἡμῶν ἀναλάβοι, καὶ νικητὰς ἡμᾶς ἀναδείξει (sic) τῶν πειρατηρίων τοῦ κόσμου· ὑποτάξει ἡμῖν πᾶσαν τὴν φάλαγγα τῶν ἀκα‐ θάρτων πνευμάτων, λέγων πρὸς ἡμᾶς· Ἰδοὺ δέδωκα ὑμῖν τὴν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορ‐
70πίων. Ἀβλαβεῖς τοιγαροῦν καὶ ἀμώμους, ὑγιεῖς καὶ ὁλοκλήρους διαφυλάξει ἡμᾶς ψυχῇ καὶ σώματι καὶ πνεύματι, πεπληρωμένους καρπῶν δικαιοσύνης καὶ
εὐποιίας, ὁ τῶν ὅλων Θεὸς, ὁ καταξιώσας ἡμᾶς συν‐797

52

.

799

αχθῆναι, καὶ τὴν σωτήριον ἐπιτελέσαι ἑορτήν· ὅτι
αὐτῷ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷColumn end

52

.

800

Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ
ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end799