TLG 2062 103 :: JOANNES CHRYSOSTOMUS :: In ascensionem (sermo 2) [Sp.]

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In ascensionem (sermo 2) [Sp.]

Citation: Vol — pg — (ln)

52

.

793

(37t)

ΕΙΣ ΤΗΝ ΑΝΑΛΗΨΙΝ
38tΤοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Λόγος βʹ.
39Εὐλογητὸς ὁ Θεός. Εὔκαιρον σήμερον ἅπαντας
40ἡμᾶς ἀναβοῆσαι τὸ προφητικὸν ἐκεῖνο λόγιον, καὶ κοινῇ τὸν ἁπάντων ἡμῶν Δεσπότην ἀνυμνῆσαι, καὶ λέγειν· Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Σήμερον γὰρ ἡ ἀπαρχὴ ἡμετέρα εἰς οὐρανὸν ἀνελή‐
45λυθεν, καὶ ὁ τὴν ἐξ ἡμῶν σάρκα ἀναλαβὼν, τὸν θρό‐ νον κατείληφε τὸν πατρικὸν, ἵνα καταλλαγὴν πρὸς τοὺς δούλους ἐργάζηται, καὶ τὴν παλαιὰν ἔχθραν ἀνέλῃ, καὶ τὴν εἰρήνην τῶν ἄνω δυνάμεων τοῖς ἐπι‐ γείοις ἀνθρώποις χαρίζηται. Κοινὰ γὰρ ἡμῶν σήμερον

52

.

793

(50)

κατὰ τοῦ διαβόλου τὰ νικητήρια, κοινὰ τὰ βραβεῖα, κοινὰ τὰ ἔπαθλα, κοινοὶ καὶ οἱ στέφανοι, κοινὴ καὶ ἡ δόξα. Διὸ σκιρτήσωμεν ἅπαντες ὁρῶντες ἡμῶν τὴν ἀπαρχὴν ἄνω καθημένην, καὶ τὴν ἡμετέραν φύσιν τὸν ἐκ δεξιῶν τοῦ Θεοῦ καταλαμβάνουσαν θρόνον. Εἰ
55γὰρ ὁ θαυμάσιος προφήτης μακαρίζει τοὺς ἔχοντας σπέρμα ἐκ Σιὼν, καὶ οἰκείους ἐν Ἱερουσαλὴμ, πολλῷ μᾶλλον ἡμᾶς χαίρειν δεῖ, καὶ ἀγάλλεσθαι ὁρῶντας τὴν ἡμετέραν ἀπαρχὴν εἰς αὐτὴν τοῦ οὐρανοῦ τὴν κορυφὴν ἀνελθοῦσαν, καὶ τὸν θρόνον ἐπειλημμένην
60τὸν βασιλικόν. Ἐννόει γὰρ, ἀγαπητὲ, ὅση τοῦ Θεοῦ ἡμῶν ἡ ἀγαθότης καὶ ἀπόῤῥητος οἰκονομία γέγονε περὶ τὸ γένος τὸ ἡμέτερον, τοῦ παραδείσου ἐκπεπτω‐ κὸς διὰ τὴν ἀπάτην τοῦ διαβόλου, καὶ τοσαύτῃ ἀρᾷ καταδικασθὲν ἀθρόον εἰς ὅσον ὕψος ἀνήγαγεν, καὶ
65πῶς ἡμεῖς οἱ τῆς γῆς ἀνάξιοι φανέντες, τήμερον εἰς τὸν οὐρανὸν ἀνήχθημεν, καὶ ἡμετέρα φύσις ἡ καὶ τοῦ παραδείσου ἀναξία τὸ πρότερον νομισθεῖσα. Αὕτη γὰρ τοῦ οὐρανοῦ τὴν προεδρίαν ἀνείληφε, καὶ ἡ τῶν δαι‐ μόνων γενομένη παίγνιον, σήμερον ὑπὸ ἀγγέλων καὶ
70τῶν ἄνω δυνάμεων προσκυνεῖται. Ὢ μακαρίου φθό‐
νου! ὢ καλῆς ἐπιβουλῆς! ὢ φθόνε καλῶν, πρόξενεColumn end

52

.

794

(39)

μυρίων ἡμῖν ἀγαθῶν, θεσμὸν ἀπέτεκες ἀθανασίας.
40Φθονήσας γὰρ τῇ φύσει τῇ ἡμετέρᾳ ὁ πονηρὸς ἐκεῖνος δαίμων ἐπὶ γῆς τὴν διαγωγὴν ἐχούσῃ, νῦν ὁρᾷ ἐν οὐρανῷ προσκυνουμένην· καὶ παρακλέψας, ὡς ᾤετο, μεγάλα καὶ ἀνείκαστα, νῦν μειζόνων καὶ λαμπροτέρων ἡμᾶς ἀπολαύοντας ὁρᾷ. Διὸ δὴ σκιρτῶ
45καὶ ἀγάλλομαι σήμερον, καὶ ὑμᾶς συνεφάψασθαί μοι τῆς χορείας παρακαλῶ. Οἱ γὰρ μήτε τῆς κάτω ἀρχῆς ὄντες ἄξιοι, πρὸς τὴν βασιλείαν ἀνέβημεν τὴν ἀνω‐ τάτω, ὑπερέβημεν τοὺς οὐρανοὺς, ἐπελαβόμεθα τοῦ θρόνου τοῦ βασιλικοῦ, καὶ ἡ φύσις, δι’ ἣν ἐφύλασσε

52

.

794

(50)

τὸν παράδεισον τὰ Χερουβὶμ, ἐποχεῖται προσκυνου‐ μένη. Ἐκπλάγηθι τοίνυν, ἀγαπητὲ, τοῦ Δεσπότου σου τὸ εὐμήχανον, καὶ δόξασον τὸν τοσαῦτά σοι χαρισά‐ μενον. Ὑπερέβη γὰρ ἡ φιλοτιμία τῆς δωρεᾶς τῆς ζημίας τὸ μέγεθος. Ὅρα γὰρ, παραδείσου ἦμεν ἐκ‐
55πεσόντες, καὶ εἰς αὐτὸν τὸν οὐρανὸν ἀνήχθημεν· θανάτῳ κατεδικάσθημεν, καὶ ἡ ἀθανασία ἡμῖν δεδώ‐ ρηται· προσκεκρουκότες ἦμεν καὶ ἀπεῤῥιμμένοι, καὶ υἱοὺς ἡμᾶς καλέσαι κατηξίωσεν, καὶ οὐχ υἱοὺς μόνον, ἀλλὰ καὶ κληρονόμους, καὶ οὐ κληρονόμους μόνον,
60ἀλλὰ καὶ συγκληρονόμους Χριστοῦ. Ἴδε πῶς μείζονα τῶν ἀφαιρεθέντων τὰ παρὰ τοῦ Κυρίου δεδωρημένα ἡμῖν. Ἀλλ’ ὅταν ἀκούσῃς, ὅτι ἀνῆλθε καὶ ἀνελήφθη, μὴ κατάβασιν τοπικὴν ἐπὶ Θεοῦ ὑπολάβοις· ἡ γὰρ Θεότης ἅπαντα πληροῖ, καὶ πανταχοῦ πάρεστιν, καὶ
65οὐδαμοῦ ἀπολιμπάνεται, ὡς πάντων ἔφορος, καὶ πάντων δημιουργός. Τὸ δὲ ὁμογενὲς ἡμῖν σῶμα, ὃ ἀναλαβὼν ὀφθῆναι κατηξίωσεν ἐπὶ τῆς γῆς, ὅμοιον ἡμῖν κατὰ πάντα, αὐτό ἐστι τὸ ἡμέτερον ἀναλαμβα‐ νόμενον. Καὶ διὰ τοῦτο κοινῇ πάντες σήμερον ἀνα‐
70βοήσωμεν τὸ προφητικὸν ἐκεῖνο λόγιον· Ἀνέβη ὁ
Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος,793

52

.

795

καὶ τὴν περιφανῆ ταύτην καὶ λαμπρὰν ἑορτάζωμεν πανήγυριν, ἐπειδὴ καὶ κοινῇ πάντες τῆς ὑπ’ αὐτοῦ δωρεᾶς ἀπηλαύσαμεν. Καθάπερ δὲ δεσπότης φιλάν‐ θρωπος ἀγαπήσας τὸν ἴδιον οἰκέτην, διὰ τὸ περὶ
5αὐτὸν φίλτρον οὐ παραιτεῖται τὸ ἱμάτιον αὐτοῦ περι‐ βάλλεσθαι· οὕτω καὶ ὁ Δεσπότης ἡμῶν Χριστὸς ἀγαπήσας τὴν φύσιν τὴν ἡμετέραν, καὶ θεασάμενος εἰς βυθὸν κακίας κατενεχθεῖσαν, καὶ οὐδεμίαν ἐλπίδα σωτηρίας ἔχουσαν, καὶ πολλῆς δεομένην τῆς
10συγκαταβάσεως, κατηξίωσε τὸ σῶμα τὸ ἡμέτερον ἀναλαβεῖν. Καὶ διὰ τοῦτο φανεὶς τῷ κόσμῳ, πάντας ἀνθρώπους ἀπὸ τῆς πλάνης ἠλευθέρωσε, καὶ πρὸς τὴν ἀλήθειαν ἐπανήγαγε· καὶ βοᾷ ἐν Εὐαγγελίῳ, λέγων· Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς,
15εἰς μετάνοιαν. Ὃ τοίνυν ἐβούλετο, κατώρθωσε, καὶ τὴν ἀνθρωπίνην φύσιν κάτω που κειμένην ἀνέστησε, καὶ τοσαύτην φιλανθρωπίαν ἐπεδείξατο, ὡς μὴ χωρεῖν ἀνθρώπινον λογισμὸν τὸν λόγον τῶν γενομένων. Πῶς γὰρ, εἰπέ μοι, ἡμεῖς οἱ προσκεκρουκότες, οἱ τῆς γῆς
20ἀνάξιοι φανέντες, καὶ τῆς ἀρχῆς κάτωθεν ἐκπεσόντες, πρὸς τοσοῦτον ὕψος ἀθρόον ἀνήχθημεν; πῶς ὁ πόλε‐ μος κατελύθη; πῶς ἡ ὀργὴ ἀνῃρέθη; Τὸ γὰρ θαυμα‐ στὸν καὶ πολλῆς ἐκπλήξεως γέμον τοῦτό ἐστιν, ὅτι οὐχ ἡμῶν προσδραμόντων, ἀλλ’ αὐτοῦ τοῦ δικαίως
25πρὸς ἡμᾶς ἀγανακτοῦντος, παρακαλέσαντος ὑπὲρ ἡμῶν, καὶ οὕτως ἡ εἰρήνη γέγονεν. Καὶ βοᾷ Παῦλος λέγων· Ὑπὲρ Χριστοῦ πρεσβεύομεν, ὡς τοῦ Θεοῦ παρακαλοῦντος δι’ ἡμῶν. Εἶδες εὐμήχανον σοφίαν; εἶδες ἄφατον φιλανθρωπίαν Δεσπότου; εἶδες κηδεμο‐
30νίαν ὑπερβάλλουσαν; Νῦν τὸ κέντρον τοῦ θανάτου διελύθη· νῦν τοῦ ᾅδου τὸ νῖκος διεῤῥάγη· νῦν τοῦ θανάτου ἡ δυναστεία κατήργηται· νῦν ἡ ἔχθρα κατα‐ λέλυται· νῦν ὁ χρόνιος ἔσβεσται πόλεμος· ἄνθρωποι τότε ἀγγέλοις ὡμοιώθησαν, ἄνθρωποι τοῖς ἀγγέλοις
35ἀνεμίγησαν, καὶ πολὺς παρ’ ἑκατέρας τῆς ὁμωνυμίας ὁ σύνδεσμος πεπολίτευται. Ἀνῆλθε γὰρ ὁ κοινὸς Δε‐ σπότης καταλλάξας τὸν ἑαυτοῦ Πατέρα τῷ τῶν ἀν‐ θρώπων γένει. Καὶ ὅτι διὰ τοῦτο ἀνῆλθεν, ἄκουσον αὐτοῦ λέγοντος· Συμφέρει ὑμῖν, ἵνα ἐγὼ ἀπέλθω·
40ἐὰν γὰρ μὴ ἐγὼ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύ‐ σεται πρὸς ὑμᾶς. Καὶ σημεῖον τῆς καταλλαγῆς ἐπαγ‐ γέλλεται δώσειν ἡμῖν τὴν τοῦ Παρακλήτου παρουσίαν. Ὅρα γὰρ καὶ τὸ ἐπαγόμενον πῶς ἀκριβῶς προσέθη‐ κεν· Καὶ αὐτὸς, φησὶν, ὁδηγήσει ὑμᾶς εἰς πᾶσαν
45τὴν ἀλήθειαν· δηλονότι πλανωμένους, καὶ ὧδε κἀκεῖσε περιαγομένους, καὶ τὸ Πνεῦμα τὸ ἅγιον κα‐ ταπεμφθὲν ἅπαντας ἡμᾶς πρὸς τὴν ἀλήθειαν ὁδηγή‐ σει. Ἐπειδὴ γὰρ αὐτὸς ὠργίζετο, ἡμεῖς δὲ καὶ οὕτως ἀπεστρεφόμεθα τὸν φιλάνθρωπον Δεσπότην, μέσον

52

.

795

(50)

ἑαυτὸν ἐμβαλὼν ὁ Δεσπότης ἡμῶν Χριστὸς, τὴν κα‐ ταλλαγὴν εἰργάσατο. Ἔλυσε γὰρ ἀληθῶς τὸ μεσότοι‐ χον τοῦ φραγμοῦ. Διὸ χρηστὰς ἔχομεν λοιπὸν τὰς ἐλπίδας πρὸς τὸν τῆς ἡμετέρας ἀπαρχῆς ἀφορῶντες Κύριον. Ὅπερ ἂν γὰρ λοιπὸν εἴποις, οὐκ ἔτι δέδοικα,
55κἂν σκώληκα εἴποις, κἂν κόνιν, κἂν πῦρ, κἂν κόλα‐ σιν, κἂν βρυγμὸν ὀδόντων, κἂν τέφραν, κἂν ὁτιοῦν μοι εἴποις, πάντα μοι εὐκαταφρόνητα ἐπὶ ἀπαρχὴν τὴν ἐμὴν ὁρῶντι ἄνω καθημένην, καὶ μονονουχὶ πᾶσιν ἀνθρώποις διαλεγομένην καὶ βοῶσαν· Ἀπόστητε τῆς
60ῥᾳθυμίας λοιπὸν, καὶ ἐπίγνωτε τὴν ἑαυτῶν εὐγένειαν, ἐννοήσαντες, τὸ μέτρον τῶν δωρεῶν, ὧν μετ’ οὐ πολὺ τὴν μετουσίαν ὑποδέχεσθαι μέλλετε. Συναυλιζόμε‐ νος γὰρ αὐτοῖς παρήγγειλεν ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν
65τοῦ Πατρός. Ὅρα καὶ ἐν τούτῳ κηδεμονίαν Δεσπό‐ του· ἰδὼν γὰρ τῆς ἀνθρωπίνης φύσεως τὴν ἀσθένειαν, καὶ ὅτι πολλῆς δεῖται συμμαχίας, ἐχαρίσατο τὴν τοῦ ἁγίου Πνεύματος βοήθειαν, ἵνα ἀκαταγώνιστος γένη‐ ται ὁ ἄνθρωπος πρὸς τὰς τοῦ διαβόλου μηχανάς.
70Καὶ ταυτὸν γέγονεν, ὥσπερ ἂν εἴ τις στρατηγὸς ἄριστος ἰδὼν τοὺς ὑπ’ αὐτὸν ταττομένους στρατιώ‐ τας, οὐ φέροντας τὰς τῶν ἐναντίων ἀπειλὰς, ἀλλὰ καταπεπληγμένους ὑπὸ τῆς ἀγωνίας, ἅπαντας αὐτοὺς ἐπιῤῥώσειεν, περιφράξας πανταχόθεν θώρακι καὶ
75ἀσπίδι καὶ περικεφαλαίᾳ, καὶ τῇ λοιπῇ παντευχίᾳ·Column end

52

.

796

οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς θεασά‐ μενος πολλὴν οὖσαν τὴν τῶν ἐναντίων δυνάμεων δυ‐ ναστείαν, καὶ διὰ τοῦτο πολλῆς δεομένην βοηθείας τὴν ἀνθρωπίνην φύσιν, ἐδωρήσατο τοῦ ἁγίου Πνεύ‐
5ματος τὴν χάριν, ἵνα ὁ πρότερον δεδιὼς τῶν δαιμό‐ νων τὰς φάλαγγας, νῦν ταύταις φοβερὸς ὀφθῇ, καὶ καταπλήττῃ, καὶ μόνον ὀφθεὶς ἀπελάσῃ τὸν δόλιον ὄφιν. Τοιαύτη γὰρ ἡ τοῦ ἁγίου Πνεύματος χάρις· ὅπου γὰρ ἂν φανείη, δραπετεύειν ποιεῖ τῶν δαιμόνων
10τὰς φάλαγγας, καὶ πάσας τὰς ἀντικειμένας δυνά‐ μεις. Λήψεσθε γὰρ, φησὶ, δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρτυρες ἔν τε Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ, καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς
15γῆς. Τίς δὲ ἦν αὕτη ἡ δύναμις; Ὅπερ καὶ πρώην πρὸς αὐτοὺς ἔλεγεν· Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε, καὶ ὅσα τοιαῦτα· οὐδὲν γὰρ ἔσται νόσημα, φησὶν, οὕτως ἰσχυ‐ ρὸν, ὃ μὴ εἴξῃ τῇ τοῦ ἁγίου Πνεύματος δυνάμει.
20Τοσούτων ἡμῖν ἀγαθῶν αἰτία γέγονεν ἡ σήμερον ἡμέρα. Σήμερον γὰρ ἀπέλαβον ἄγγελοι, ἃ πάλαι ἐπεθύμουν, τὴν φύσιν τὴν ἡμετέραν ὁρῶντες ἀπὸ τοῦ θρόνου ἀστράπτουσαν τοῦ βασιλικοῦ. Καὶ ἵνα μάθῃς τὸ διάφορον δούλου καὶ δεσπότου, ἡνίκα μὲν
25Ἠλίας ἀνελαμβάνετο, ἐν ἅρματι πυρίνῳ τοῦτο ὑπ‐ έμεινεν· ἡνίκα δὲ ὁ Δεσπότης ὁ ἡμέτερος μετὰ σαρ‐ κὸς, νεφέλη πρὸς τὴν ἄνοδον ὑπηρέτει. Βλεπόντων γὰρ αὐτῶν, φησὶν, ἐπήρθη, καὶ ἡ νεφέλη ὑπέλα‐ βεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ἐκεῖνος
30μὲν ὡς εἰς τὸν οὐρανὸν ἀνῄει, δοῦλος γὰρ ἦν· ὁ δὲ εἰς αὐτὸν τὸν οὐρανὸν, Δεσπότης γὰρ ἦν. Ἰδοὺ δύο ἄνδρες ἐν ἐσθῆτι λευκῇ, καί φασι πρὸς αὐτούς· Οὗτος ὁ Ἰησοῦς ὁ ἀναληφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν, οὗτος ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε
35αὐτόν. Καὶ ὅτε μὲν τὸν δοῦλον ἔδει κληθῆναι, ἅρμα κατεπέμπετο· ὅτε δὲ τὸν Υἱὸν, θρόνος βασιλικὸς, καὶ οὐχ ἁπλῶς θρόνος, ἀλλ’ αὐτὸς ὁ πατρικός. Ἄκουε γὰρ Ἡσαΐου τοῦ μεγαλοφώνου περὶ τοῦ Πατρὸς λέγοντος· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης. Διὰ
40τοῦτο καὶ τῷ Υἱῷ τὴν νεφέλην κατέπεμψεν. Καὶ ὁ μὲν Ἠλίας ἀνελθὼν ἀφῆκε μηλωτὴν ἐπὶ τὸν Ἐλισ‐ σαῖον, ὁ δὲ Ἰησοῦς ἀναβὰς ἀφῆκε χαρίσματα ἐπὶ τοὺς μαθητὰς, οὐχ ἕνα προφήτην ποιοῦντα, ἀλλὰ μυρίους Ἐλισσαίους, μᾶλλον δὲ ἐκείνου πολλῷ μείζους καὶ
45λαμπροτέρους. Ἅπερ ἅπαντα ἐννοοῦντες, ἀγα‐ πητοὶ, ἀμειψώμεθα καὶ ἡμεῖς τὸν ἡμέτερον Δεσπότην διὰ τῆς ἀρίστης πολιτείας, ἵνα ὡς αὐτὸς ἡμᾶς ἐδό‐ ξασε διὰ τῶν οἰκείων χαρισμάτων, οὕτω καὶ ἡμεῖς διὰ τῶν κατορθωμάτων καὶ τῆς ἀρίστης πολιτείας

52

.

796

(50)

τὸν Θεὸν ἵλεων ἐργαζώμεθα. Δοξάσωμεν τοίνυν τὸν ἡμέτερον Δεσπότην, καὶ τῆς ὑπεροψίας τῶν παρόν‐ των καταφρονήσωμεν. Αὕτη γὰρ ἀρίστη μάλιστα δι‐ δασκαλία δυναμένη τοὺς ἀπίστους πρὸς τὴν ἀλήθειαν χειραγωγῆσαι. Οὐδὲ γὰρ οὕτω τοῖς παρ’ ἡμῶν λεγο‐
55μένοις προσέχουσιν, ὡς τοῖς ὑφ’ ἡμῶν πραττομένοις. Διὰ τοῦτο καὶ ὁ Χριστὸς ἔλεγεν· Μακάριος ὁ ποιήσας καὶ διδάξας· δεικνὺς ὅτι τῆς διὰ λόγων διδασκαλίας ἡ διὰ τῶν ἔργων ἐστὶν ἀκριβεστέρα, καὶ μᾶλλον ἐναγαγεῖν δυναμένη τοὺς ἀγνώμονας. Γενώμεθα τοί‐
60νυν εὐάρεστοι Θεῷ, καὶ μετὰ ἀκριβείας τὸν ἑαυτῶν βίον ῥυθμίσωμεν, ἵνα καὶ τοῦ Πνεύματος τὴν χάριν ἐπισπασώμεθα, καὶ πρὸς τὴν τῆς ἀρετῆς κατόρθωσιν πλείονα τὴν εὐκολίαν ἕξωμεν ὑπὸ τῆς τοῦ Πνεύματος δυνάμεως συνεργούμενοι. Ἔνθα γὰρ ἂν ἴδῃ ψυχὴν
65νήφουσαν ἡ χάρις, ἐκεῖ μετὰ δαψιλείας ἐφίπταται. Εὐτρεπίσωμεν τοίνυν ἑαυτοὺς, παρακαλῶ, ἵνα παρὰ τῆς τοῦ Πνεύματος ἐνεργείας δυναμούμενοι, καὶ τὸν παρόντα βίον ἄλυπον διανύσωμεν, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, καὶ τῆς βασιλείας τῶν οὐρανῶν
70ἀξιωθῆναι· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ ἐξαγοράσαντος ἡμᾶς τῷ τιμίῳ τῆς ζωοδώρου πλευρᾶς αὐτοῦ αἵματι, καὶ ἐκ πλάνης καὶ ἐκ δουλείας ἡμᾶς ἀπαλλάξαντι, Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν· μεθ’ οὗ πρέπει τιμὴ καὶ κράτος,
75πᾶσα δόξα καὶ μεγαλοπρέπεια τῷ Πατρὶ καὶ τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.795