TLG 2062 101 :: JOANNES CHRYSOSTOMUS :: De Chananaea [Dub.] JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De Chananaea [Dub.] Citation: Vol — pg — (ln) | ||
52.449(1t) | ΕΙΣ ΤΗΝ ΕΠΙΛΥΣΙΝ ΤΗΣ ΧΑΝΑΝΑΙΑΣ | |
2t | Ἐῤῥήθη δὲ μετὰ τὸ ὑποστρέψαι αὐτὸν ἐκ τῆς ἐξορίας. | |
---|---|---|
3 | αʹ. Πολὺς ὁ χειμὼν, ἀλλὰ τὴν προθυμίαν τῶν παρα‐ γενομένων οὐ διεκώλυσε· πολλοὶ οἱ πειρασμοὶ, ἀλλὰ | |
5 | τὸν πόθον ὑμῶν οὐκ ἐξέλυσαν. Οὐ παύεται ἡ Ἐκκλη‐ σία πολεμουμένη καὶ νικῶσα, ἐπιβουλευομένη καὶ περιγινομένη. Ὅσον ἄλλοι ἐπιβουλεύουσι, τοσοῦτον αὕτη αὔξεται· καὶ τὰ μὲν κύματα διαλύεται, ἡ δὲ πέτρα ἕστηκεν ἀκίνητος. Ἐν ἡμέρᾳ διδασκαλία, ἐν | |
10 | νυκτὶ παννυχίδες· ἡ ἡμέρα πρὸς τὴν νύκτα ἁμιλλᾶ‐ ται· ἐκεῖ συνάξεις, καὶ ἐνταῦθα συνάξεις. Ἡ νὺξ τὴν ἀγορὰν ἐκκλησίαν ἐργάζεται· ἡ δὲ προ‐ θυμία πυρὸς σφοδροτέρα. Οὐ δεῖσθε παραινέσεως, καὶ ἐπιδείκνυσθε τὴν σπουδήν. Τίς οὐκ ἂν ἐκπλαγείη; | |
15 | τίς οὐκ ἂν θαυμάσειεν; Οὐ μόνον οἱ ὄντες οὐκ ἀπελεί‐ φθησαν, ἀλλὰ καὶ οἱ μὴ ὄντες προσεγένοντο. Τοιοῦτον τῶν πειρασμῶν τὸ κέρδος· καθάπερ γὰρ ὑετὸς εἰς τὴν γῆν κατιὼν διεγείρει τὰ σπέρματα, οὕτω καὶ ὁ πειρασμὸς εἰς τὴν ψυχὴν εἰσιὼν διεγείρει τὴν προ‐ | |
20 | θυμίαν. Λόγος ἐστὶ τοῦ Θεοῦ· ἀκίνητος ἡ Ἐκκλη‐ σία· Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Ὁ πολεμῶν ἑαυτὸν καταλύει, τὴν δὲ Ἐκκλησίαν ἰσχυ‐ ροτέραν δείκνυσιν· ὁ πολεμῶν τὴν ἰσχὺν ἑαυτοῦ κα‐ ταβάλλει, ἡμῶν δὲ λαμπρότερον ἐργάζεται τὸ τρό‐ | |
25 | παιον. Ὁ Ἰὼβ ἦν καλὸς καὶ πρὸ τούτου· μετὰ δὲ ταῦτα βελτίων ἐφάνη. Οὐχ οὕτω καλὸς ἦν, ὅτε ἀσινὴς ἦν τὸ σῶμα, ὡς καλὸς ἦν ὅτε τῷ ἰχῶρι τῶν τραυμάτων ἐστεφανοῦ[ν]το. Μηδέποτε φοβηθῇς πειρα‐ σμὸν, ἐὰν ψυχὴν παρεσκευασμένην ἔχῃς. Οὐ βλάπτει | |
30 | ἡ θλίψις, ἀλλ’ ὑπομονὴν κατεργάζεται. Ὥσπερ γὰρ τὸ χρυσίον οὐ βλάπτει ἡ κάμινος, οὕτως οὐδὲ τὸν γενναῖον διαφθείρει ἡ θλίψις. Τί ποιεῖ ἡ κάμινος τῷ χρυσίῳ; Καθαρὸν ἀποτελεῖ. Τί ἐργάζεται ἡ θλίψις τῷ φέροντι; Τὴν ὑπομονήν. Ὑψηλότερον κατασκευά‐ | |
35 | ζει, ῥᾳθυμίαν περικόπτει, συνάγει τὴν ψυχὴν, σω‐ φρονέστερον ποιεῖ τὸν λογισμόν. Ἐπήγαγον πειρα‐ σμὸν, ἵνα τὰ πρόβατα ἀπελάσωσι, καὶ τὸ ἐναντίον ἐξέβη· εἰσήγαγε γὰρ ποιμένα. | |
Ἐν τίσι τὰ ἡμέτερα; Ἐν εὐδοκιμήσει. Ἐν τίσι | Column end | |
52.450(3) | τὰ ἐκείνων; Ἐν αἰσχύνῃ. Ποῦ εἰσι τὰ ἐκείνων; Οὐδὲ φαίνονται. Τὴν ἀγορὰν περιέρχομαι, καὶ οὐδένα | |
5 | βλέπω. Φύλλα ἦν, καὶ ἀνέμου φυσήσαντος ἐξέπεσεν· ἄχυρα ἦν, καὶ ἀνεῤῥιπίσθη, καὶ ὁ σῖτος ἐφάνη ὥριμος· μόλυβδος ἦν, καὶ ἐτάκη, καὶ τὸ χρυσίον διέμεινε καθαρόν. Τίς αὐτοὺς ἐλαύνει; Οὐδείς· ἀλλὰ τὸ συνειδὸς πολέμιον ἔχουσι συνοικοῦντα μετὰ τὴν | |
10 | ἁμαρτίαν. Ἴσασι τί ἔπραξαν. Ἐπεὶ καὶ ὁ Κάϊν ἐβούλετο σφάξαι τὸν ἀδελφὸν αὐτοῦ· ἀλλ’ ὅτε ἐβού‐ λετο σφάξαι, ἡ ἐπιθυμία ἤνθει· ἐπειδὴ δὲ τὴν ἁμαρ‐ τίαν εἰργάσατο, στένων καὶ τρέμων πανταχοῦ τῆς οἰκουμένης περιήρχετο. Οὗτοι δὲ, εἰ καὶ μὴ ἔσφαξαν | |
15 | τῇ πείρᾳ, ἀλλὰ ἔσφαξαν τῇ γνώμῃ. Ἡ σφαγὴ προεχώρησεν ὅσον κατὰ τὴν ἐκείνων πονηρίαν· ἡ δὲ ζωὴ συνεχωρήθη διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Ταῦτα λέγω, τὴν προθυμίαν τὴν ὑμετέραν ἐπαλεί‐ φων, ἵνα μηδέποτε φοβηθῆτε πειρασμόν. Πέτρα εἶ; | |
20 | Μὴ φοβοῦ τὰ κύματα· Ἐπὶ γὰρ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς, φησί. Ποτὲ ἔξωθεν οἱ πόλεμοι, ποτὲ ἔνδοθεν· ἀλλὰ οὐδεὶς καταποντίζει τὸ σκάφος. | |
25 | βʹ. Ἀλλ’ ἵνα μὴ τὸν ἅπαντα καιρὸν εἰς τὰ ἐκεί‐ νων ἐγκλήματα ἀναλώσωμεν, παραδόντες ἑαυτοὺς τῷ φόβῳ τοῦ συνειδότος, καὶ τὸν δήμιον ἀφέντες ταλανίζειν αὐτῶν τὴν διάνοιαν καὶ τὸν λογισμὸν τῶν ἀκαίρων ἐπιθυμιῶν, ἀφέντες εἶναι φυγάδας, μηδενὸς ἐλαύνον‐ | |
30 | τος, ἀφέντες εἶναι ἀτίμους, μηδενὸς αὐτοῖς πολεμοῦν‐ τος· ἡμεῖς τὴν συνήθη παραθήσωμεν τράπεζαν. Οὐδὲ γὰρ δίκαιον τὸν καιρὸν ἀναλῶσαι εἰς τὰ ἐγκλήματα τῶν ἐχθρῶν, καὶ τὰ παιδία λιμῷ τηκόμενα παριδεῖν. Χθὲς τοίνυν ὁ Παῦλος τὴν τράπεζαν ἡμῖν παρέθηκε, | |
35 | σήμερον ὁ Ματθαῖος· χθὲς ὁ σκηνοποιὸς, σήμερον ὁ τελώνης· χθὲς ὁ βλάσφημος, σήμερον ὁ ἅρπαξ· χθὲς ὁ διώκτης, σήμερον ὁ πλεονέκτης. Ἀλλ’ ὁ βλάσφη‐ μος οὐκ ἔμεινε βλάσφημος, ἀλλ’ ἐγένετο ἀπόστολος· καὶ ὁ ἅρπαξ οὐκ ἔμεινεν ἅρπαξ, ἀλλ’ ἐγένετο εὐαγγε‐ | |
40 | λιστής. Λέγω καὶ τὴν προτέραν κακίαν, καὶ τὴν μετὰ ταῦτα ἀρετὴν, ἵνα μάθῃς ὅση τῆς μετανοίας ἡ ὠφέλεια, ἵνα μηδέποτέ σου τῆς σωτηρίας ἀπογνῷς. Οἱ διδάσκαλοι ἡμῶν ἀπὸ ἁμαρτίας ἔλαμπον πρὸ τού‐ του, ἀλλ’ ὕστερον ἔλαμψαν ἀπὸ δικαιοσύνης, τελώνης | |
45 | καὶ βλάσφημος, τὰ ἀκροθίνια τῆς πονηρίας. Τί γάρ ἐστι τελώνιον; Ἁρπαγὴ ἔννομος, βία πεπαῤῥησιασμέ‐ νη, ἀδικία νόμον ἔχουσα συνήγορον· λῃστῶν χαλε‐ | |
πώτερος ὁ τελώνης. Τί ἐστι τελώνιον; Βία νόμον εἰς | 449 | |
52.451 | συνηγορίαν προβαλλομένη, τὸν ἰατρὸν ἔχουσα δήμιον. Συνήκατε ὃ εἶπον; Οἱ νόμοι ἰατροί εἰσιν, ἔπειτα καὶ δήμιοι γίνονται· οὐ γὰρ λύουσι τὸ ἕλκος, ἀλλὰ αὔξουσι. Τί ἐστι τελώνιον; Ἀναίσχυντος ἁμαρτία, ἁρπαγὴ | |
5 | πρόφασιν οὐκ ἔχουσα, λῃστείας χαλεπώτερον. Ὁ λῃ‐ στὴς κἂν αἰσχύνεται κλέπτων· οὗτος δὲ παῤῥησιάζε‐ ται ἁρπάζων. Ἀλλ’ οὗτος ὁ τελώνης ἀθρόον εὐαγγε‐ λιστὴς ἐγένετο. Πῶς καὶ τίνι τρόπῳ; Παράγων, φη‐ σὶν, ὁ Ἰησοῦς, εἶδε Ματθαῖον ἐπὶ τὸ τελώνιον καθ‐ | |
10 | ήμενον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ὢ λόγου δύναμις· εἰσῆλθε τὸ ἄγκιστρον, καὶ τὸν αἰχμάλωτον στρατιώτην ἐποίησε, τὸν πηλὸν χρυσὸν εἰργάσατο· εἰσ‐ ῆλθε τὸ ἄγκιστρον, Καὶ εὐθέως ἀναστὰς ἠκολούθη‐ σεν αὐτῷ. Εἰς τὸ βάθος ἦν τῆς πονηρίας, καὶ εἰς τὴν | |
15 | ἁψῖδα ἀνέβη τῆς ἀρετῆς. Μηδεὶς τοίνυν, ἀγαπητοὶ, ἀπογινωσκέτω τῆς ἑαυτοῦ σωτηρίας. Οὐκ ἔστι φύσεως τὰ τῆς πονηρίας· προαιρέσει τετιμήμεθα καὶ ἐλευθε‐ ρίᾳ. Τελώνης εἶ; Δύνασαι γενέσθαι εὐαγγελιστής. Βλάσφημος εἶ; Δύνασαι γενέσθαι ἀπόστολος. Λῃστὴς | |
20 | εἶ; Δύνασαι παράδεισον συλῆσαι. Μάγος εἶ; Δύνασαι προσκυνῆσαι τὸν Δεσπότην. Οὐκ ἔστιν οὐδεμία κακία μετανοίᾳ μὴ λυομένη. Διὰ τοῦτο τὰ ἀκροθίνια τῆς πονηρίας ἐξελέξατο ὁ Χριστὸς, ἵνα μηδεὶς πρὸς τὸ τέλος ἀποφυγεῖν ἔχοι. | |
25 | γʹ. Μή μοι λέγε, Ἀπωλόμην, καὶ τί λοιπόν; μή μοι λέγε, Ἡμάρτηκα, καὶ τί ποιήσω; Ἰατρὸν ἔχεις ἀνώ‐ τερον τῆς ἀῤῥωστίας, ἰατρὸν ἔχεις νικῶντα τοῦ νο‐ σήματος τὴν φύσιν, ἰατρὸν ἔχεις νεύματι θεραπεύοντα, ἰατρὸν ἔχεις θελήματι διορθούμενον, καὶ δυνάμενον | |
30 | καὶ βουλόμενον. Οὐκ ὄντα σε παρήγαγεν· ὄντα σε καὶ διαστραφέντα πολλῷ μᾶλλον διορθῶσαι δυνήσεται. Οὐκ ἤκουσας ὡς τὸ πρότερον ἔλαβε χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον; πῶς τὴν γῆν σάρκα ἐποίησε; πῶς νεῦρα; πῶς ὀστέα; πῶς δέρμα; πῶς | |
35 | φλέβας; πῶς ῥῖνα; πῶς ὀφθαλμούς; πῶς βλέφαρα; πῶς ὀφρύν; πῶς γλῶτταν; πῶς θώρακα; πῶς χεῖρας; πῶς πόδας; πῶς τὰ ἄλλα πάντα; Γῆ ἦν τὸ ὑποκεί‐ μενον, μία οὐσία· καὶ εἰσῆλθεν ἡ τέχνη, καὶ ποικίλην εἰργάσατο τὴν δημιουργίαν. Μὴ δύνασαι τὸν τρόπον | |
40 | εἰπεῖν καθ’ ὅνπερ ἐδημιουργήθης; Οὕτως οὐδὲ τὸν τρόπον δύνασαι εἰπεῖν καθ’ ὃν καθαιρεῖται τὰ ἁμαρ‐ τήματα. Εἰ γὰρ τὸ πῦρ ἐμπῖπτον εἰς τὰς ἀκάνθας, ἀναλίσκει αὐτὰς, πολλῷ μᾶλλον τὸ βούλημα τοῦ Θεοῦ τὰ πλημμελήματα ἡμῶν δαπανᾷ καὶ πρόῤῥιζα | |
45 | ἀνασπᾷ, καὶ τοῦ μὴ ἡμαρτηκότος τὸν ἡμαρτηκότα ὅμοιον κατασκευάζει. Μὴ ζήτει τὸν τρόπον, μὴ πε‐ ριεργάζου τὸ γινόμενον, ἀλλὰ πίστευε τῷ θαύματι. Ἡμάρτηκα, λέγεις, πολλὰ καὶ μεγάλα. Καὶ τίς ἐστιν ἀναμάρτητος; Ἀλλὰ ἐγὼ χαλεπὰ, φησὶ, καὶ | |
52.451(50) | μεγάλα καὶ ὑπὲρ πάντα ἄνθρωπον. Ἀρκεῖ σοι εἰς θυσίαν τοῦτο· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Ἐπίγνωθι ὅτι ἥμαρτες, καὶ ἀρχή σοι διορθώσεως τοῦτο γενήσεται. Στύγνασον, γενοῦ κατηφὴς, ἔκχεε δάκρυα. Μὴ γὰρ ἄλλο τι ἐξέχεεν | |
55 | ἡ πόρνη; Οὐδὲν ἕτερον, ἢ δάκρυα καὶ μετάνοιαν· ἔλαβε χειραγωγὸν τὴν μετάνοιαν, καὶ προσῆλθε τῇ πηγῇ. δʹ. Τί δέ φησιν ὁ τελώνης καὶ ὁ εὐαγγελιστὴς, ἀκού‐ σωμεν. Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ἐκεῖθεν, ἦλθεν εἰς | |
60 | τὰ μέρη Τύρου καὶ Σιδῶνος· καὶ ἰδοὺ γυνή. Θαυ‐ μάζει ὁ εὐαγγελιστής· Ἰδοὺ γυνὴ, τὸ παλαιὸν | |
ὅπλον τοῦ διαβόλου, ἡ τοῦ παραδείσου με ἐκβαλοῦσα. | Column end | |
52.452 | ἡ μήτηρ τῆς ἁμαρτίας, ἡ ἀρχηγὸς τῆς παραβάσεως, αὕτη ἐκείνη ἡ γυνὴ ἔρχεται, αὕτη ἡ φύσις· καινὸν θαῦμα καὶ παράδοξον· Ἰουδαῖοι φεύγουσι, καὶ ἡ γυνὴ καταδιώκει. Καὶ ἰδοὺ γυνὴ ἀπὸ τῶν ὁρίων | |
5 | ἐκείνων ἐξελθοῦσα, παρεκάλει αὐτὸν λέγουσα· Κύριε, υἱὲ Δαυῒδ, ἐλέησόν με. Εὐαγγελίστρια γίνε‐ ται ἡ γυνὴ, καὶ τὴν θεότητα καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· Κύριε, τὴν δεσποτείαν· Υἱὲ Δαυῒδ, τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἐλέησόν με. Ὅρα φιλόσο‐ | |
10 | φον ψυχήν. Ἐλέησόν με· οὐκ ἔχω κατορθώματα βίου, οὐκ ἔχω παῤῥησίαν πολιτείας· ἐπὶ ἔλεον κα‐ ταφεύγω, ἐπὶ τὸν κοινὸν τῶν ἡμαρτηκότων λιμένα· ἐπὶ ἔλεον καταφεύγω, ὅπου δικαστήριον οὐκ ἔστιν, ὅπου ἀνεξέταστος ἡ σωτηρία· καίτοι οὕτω πονηρὰ | |
15 | οὖσα καὶ παράνομος, ἐτόλμησε προσελθεῖν. Καὶ ὅρα γυναικὸς φιλοσοφίαν· οὐ παρακαλεῖ Ἰάκωβον, οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρῳ, οὐδὲ διέτε‐ με τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν συνήγορον, αὐτῇ τῇ πηγῇ προσέρχο‐ | |
20 | μαι. Διὰ τοῦτο κατέβη, διὰ τοῦτο σάρκα ἀνέλαβεν, ἵνα κἀγὼ αὐτῷ διαλεχθῶ. Ἄνω τὰ Χερουβὶμ αὐτὸν τρέ‐ μει, καὶ κάτω πόρνη αὐτῷ διαλέγεται. Ἐλέησόν με. Ψιλὸν τὸ ῥῆμα, καὶ πέλαγος ἀχανὲς σωτηρίας εὑρί‐ σκει. Ἐλέησόν με· διὰ τοῦτο παρεγένου, διὰ τοῦτο | |
25 | σάρκα ἀνέλαβες, διὰ τοῦτο ἐγένου ὅπερ ἐγώ εἰμι. Ἄνω τρόμος, καὶ κάτω παῤῥησία. Ἐλέησόν με· οὐ χρείαν ἔχω μεσίτου, Ἐλέησόν με. Τί ἔχεις; Ἔλεον ζητῶ. Τί πάσχεις; Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· ἡ φύσις βασανίζεται, ἡ συμπάθεια | |
30 | γυμνάζεται. Ἐξῆλθε συνήγορος τοῦ θυγατρίου· οὐ φέρει τὴν νοσοῦσαν, ἀλλὰ φέρει τὴν πίστιν· Θεός ἐστι, καὶ τὰ πάντα βλέπει. Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Πένθος χαλεπόν· τὸ κέντρον τῆς φύσεως τὴν μήτραν διέσχισε, τὸ κλυδώνιον ἐν τοῖς σπλάγχνοις. | |
35 | Τί ποιήσω; ἀπόλλυμαι. Καὶ διὰ τί μὴ λέγεις, Ἐλέησον τὴν θυγατέρα μου, ἀλλὰ, Ἐλέησόν με; Ἐκείνη ἐν ἀναισθησίᾳ ἔχει τὸ πάθος, οὐκ οἶδε τί πάσχει, οὐκ αἰσθάνεται τῆς ὀδύνης, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνώδυνον, μᾶλλον δὲ τὸ ἀναίσθητον. Ἐμὲ | |
40 | δὲ ἐλέησον τὴν θεωρὸν τῶν καθημερινῶν κακῶν· θέατρον ἔχω συμφορᾶς ἐν τῇ οἰκίᾳ. Ποῦ ἀπέλθω; Εἰς τὴν ἔρημον; Ἀλλ’ οὐ τολμῶ αὐτὴν καταλιπεῖν μόνην. Ἀλλὰ εἰς τὴν οἰκίαν; Ἀλλ’ εὑρίσκω τὸν πολέμιον ἔνδον, τὰ κύματα ἐν τῷ λιμένι, θέατρον συμφορᾶς. | |
45 | Τί αὐτὴν καλέσω; Νεκράν; ἀλλὰ κινεῖται. Ἀλλὰ ζῶσαν; Ἀλλ’ οὐκ οἶδε τί ποιεῖ. Οὐκ οἶδα εὑρεῖν ὄνομα ἑρμηνεῦον τὸ πάθος. Ἐλέησόν με. Εἰ ἐτεθνήκει τὸ θυγάτριον, οὐκ ἂν τοιαῦτα ἔπασχον· παρέδωκα ἂν τοῖς κόλποις τῆς γῆς τὸ σῶμα, καὶ τῷ χρόνῳ τὴν | |
52.452(50) | λήθην ἂν εἰσήγαγον, καὶ διεφόρησα ἂν τὸ ἕλκος· νῦν δὲ νεκρὸν ἔχω διηνεκῆ θεωρίαν μοι ἐργαζόμενον, ὑφαίνοντά μοι τὸ τραῦμα, πλεονάζοντά μοι τὸ πάθος. Πῶς ἴδω ὀφθαλμοὺς διαστρεφομένους; χεῖρας στραγ‐ γαλουμένας; πλοκάμους λυομένους; ἀφρὸν προϊέμε‐ | |
55 | νον; τὸν δήμιον ἔνδον ὄντα καὶ μὴ φαινόμενον; τὸν μαστίζοντα μὴ ὁρώμενον, τὰς δὲ μάστιγας φαι‐ νομένας; Ἕστηκα θεωρὸς τῶν ἀλλοτρίων κακῶν, ἕστηκα τῆς φύσεώς με κεντριζούσης· Ἐλέησόν με. Χαλεπὸν τὸ κλυδώνιον, πάθος καὶ φόβος· πάθος | |
60 | φύσεως, καὶ φόβος δαίμονος. Προσελθεῖν οὐ δύναμαι, οὐδὲ κατασχεῖν. Ὠθεῖ με τὸ πάθος, καὶ διακρούεταί με ὁ φόβος. Ἐλέησόν με. εʹ. Ἐννόησον γυναικὸς φιλοσοφίαν. Οὐκ ἀπῆλθε πρὸς | |
μάγους, οὐκ ἐκάλεσε μάντεις, οὐ περίαπτα ἐποίησεν, | 451 | |
52.453 | οὐ μαγγανευτρίας γυναῖκας ἐμισθώσατο, ταύτας τὰς γοητευούσας δαίμονας καὶ αὐξούσας τὸ ἕλκος· ἀλλ’ ἀφῆκε τοῦ διαβόλου τὸ ἐργαστήριον, καὶ ἔρχεται ἐπὶ τὸν Σωτῆρα τῶν ψυχῶν τῶν ἡμετέρων. Ἐλέησόν με· | |
5 | ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἴστε τὸ πάθος, ὅσοι πατέρες ἐγένεσθε· βοηθήσατέ μου τῷ λόγῳ, ὅσαι μητέρες ἐγένεσθε. Οὐ δύναμαι ἑρμηνεῦσαι τὸν χει‐ μῶνα, ὃν ὑπέμεινε τὸ γύναιον. Ἐλέησόν με· ἡ θυγά‐ τηρ μου κακῶς δαιμονίζεται. Εἶδες τὴν φιλοσοφίαν | |
10 | τῆς γυναικός; εἶδες τὴν καρτερίαν; τὴν ἀνδρείαν; τὴν ὑπομονήν; Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Καινὰ πράγματα. Παρακαλεῖ, δέεται, κλαίει τὴν συμφορὰν, αὔξει τὴν τραγῳδίαν, διηγεῖται τὸ πάθος· καὶ ὁ φιλάνθρωπος οὐκ ἀποκρίνεται· ὁ Λόγος σιωπᾷ, | |
15 | ἡ πηγὴ κλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει. Τί τὸ καινόν; τί τὸ παράδοξον; Ἄλλοις ἐπιτρέχεις, καὶ ταύτην ἐπιτρέχουσαν ἐλαύνεις; Ἀλλ’ ἐννόησον τοῦ ἰατροῦ τὴν φιλοσοφίαν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τίνος ἕνεκα; Ὅτι οὐ τὰ ῥήματα ἐξήταζεν, | |
20 | ἀλλὰ τὰ ἀπόῤῥητα τῆς διανοίας κατεμάνθανεν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τί δὲ οἱ μαθηταί; Ἐπειδὴ οὐκ ἔτυχεν ἡ γυνὴ ἀποκρίσεως, προσ‐ ελθόντες αὐτῷ λέγουσιν· Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἀλλὰ σὺ τῆς ἔξωθεν ἀκούεις | |
25 | κραυγῆς, ἐγὼ δὲ τῆς ἔνδοθεν· μεγάλη ἡ φωνὴ τοῦ στόματος, ἀλλὰ μείζων ἡ τῆς διανοίας. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν· ἄλλος δὲ λέγει εὐαγγελιστὴς, Ἔμπροσθεν ἡμῶν. Ἐναντία τὰ εἰρημένα, ἀλλ’ οὐ ψευδῆ· ἀμφότερα γὰρ ἐποίει. | |
30 | Πρότερον γὰρ ὄπισθεν ἔκραζεν· ὅτε δὲ οὐκ ἀπεκρίθη, ἦλθεν ἔμπροσθεν, καθάπερ κύων λείχων τοὺς πόδας τοῦ κυρίου αὐτοῦ. Ἀπόλυσον αὐτήν· θέατρον πε‐ ριέστησε, δῆμον συνήγαγε· τὴν ὀδύνην ἐθεώρουν τὴν ἀνθρωπίνην ἐκεῖνοι, ὁ δὲ Δεσπότης τὴν φιλανθρω‐ | |
35 | πίαν, καὶ τὴν σωτηρίαν τῆς γυναικός. Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν ὁ Χριστός; Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπο‐ λωλότα οἴκου Ἰσραήλ. Ὅτε ἀπεκρίνατο, χεῖρον αὐτῆς ἐποίησε τὸ ἕλκος· ἰατρὸς γὰρ ἦν τέμνων, οὐχ | |
40 | ἵνα διέλῃ, ἀλλ’ ἵνα συνάψῃ. ϛʹ. Ἐνταῦθα προσέχετέ μοι μετὰ ἀκριβείας, καὶ συν‐ τείνατέ μοι τὴν διάνοιαν. Ζήτημα γὰρ βαθὺ ἀνερευ‐ νῆσαι βούλομαι. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρό‐ βατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Τοῦτο ὅλον; Διὰ | |
45 | τοῦτο ἄνθρωπος ἐγένου, σάρκα ἀνέλαβες, οἰκονομίας τοσαύτας εἰργάσω, ἵνα μίαν γωνίαν σώσῃς, καὶ ταύ‐ την ἀπολλυμένην; ἡ δὲ οἰκουμένη πᾶσα ἔρημος, Σκύθαι, Θρᾷκες, Ἰνδοὶ, Μαῦροι, Κίλικες, Καππά‐ δοκες, Σύροι, Φοίνικες, ὅσην ὁ ἥλιος ἐφορᾷ γῆν; | |
52.453(50) | Διὰ Ἰουδαίους μόνους ἦλθες, τὰ δὲ ἔθνη ἐν ἐρημίᾳ ὑπερορᾷς; καὶ περιορᾷς κνίσσαν; περιορᾷς καπνόν; περιορᾷς τὸν Πατέρα σου ὑβριζόμενον; εἴδωλα προσ‐ κυνούμενα; δαίμονας θεραπευομένους; Καίτοι οἱ προ‐ φῆται οὐ ταῦτα λέγουσιν, ἀλλ’ ὁ πρόγονός σου ὁ κατὰ | |
55 | σάρκα τί φησιν; Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἡσαΐας δὲ ὁ τῶν Σεραφὶμ θεωρός· Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀν‐ | |
ιστάμενος ἄρχειν ἐθνῶν· ἐπ’ αὐτὸν ἔθνη ἐλπιοῦσι. | Column end | |
52.454 | Καὶ Ἰακώβ· Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως οὗ ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν. Καὶ Μα‐ λαχίας· Διότι ἐν ὑμῖν συγκλεισθήσονται πύλαι | |
5 | χαλκαῖ, καὶ οὐκ ἀλλάξονται τὸ προκείμενον, ὅτι ἀπὸ ἀνατολῶν καὶ μέχρι δυσμῶν ἡλίου τὸ ὄνομά σου δοξάζεται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ Κυρίῳ, καὶ θυσία καθαρά. Καὶ ὁ Δαυῒδ πάλιν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖ‐ | |
10 | ρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος, φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Καὶ ἄλλος· Εὐφράν‐ θητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. Καὶ σὺ αὐτὸς | |
15 | ἐλθὼν οὐ μάγους εὐθέως ἐκάλεσας, τὴν ἀκρόπολιν τῶν ἐθνῶν; τὴν τυραννίδα τοῦ διαβόλου; τὴν δύναμιν τῶν δαιμόνων; οὐ καταβὰς προφήτας αὐτοὺς ἐποίησας; Σὺ μάγους καλεῖς· οἱ προφῆται περὶ ἐθνῶν λέγουσιν. Ἀναστὰς ἀπὸ τοῦ ᾅδου λέγεις τοῖς μαθη‐ | |
20 | ταῖς· Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πα‐ τρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· καὶ ὅτε ἦλθεν ἡ ἀθλία, ἡ ταλαίπωρος, ὑπὲρ θυγατρὸς παρακαλοῦσα, συμφορὰν δεομένη λῦσαι, τότε λέγεις· | |
25 | Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολω‐ λότα οἴκου Ἰσραήλ; Καὶ ὅτε μὲν ἑκατόνταρχος προσῆλθε, λέγεις· Ἐγὼ ἐλθὼν ἰάσομαι αὐτόν· ὅτε ὁ λῃστὴς, Σήμερον μετ’ ἐμοῦ ἔσῃ ἐν τῷ παρα‐ δείσῳ· ὅτε ὁ παραλυτικὸς, Ἐγερθεὶς ἆρόν σου τὴν | |
30 | κλίνην, καὶ ὕπαγε· ὅτε ὁ Λάζαρος, Λάζαρε, δεῦρο ἔξω, καὶ ἐξῆλθε τετραήμερος. Λεπροὺς καθαίρεις, νεκροὺς ἐγείρεις, παραλυτικὸν σφίγγεις, τυφλοὺς θεραπεύεις, λῃστὰς σώζεις, πόρνην παρθένου σωφρο‐ νεστέραν ποιεῖς, καὶ ταύτῃ οὐδὲν ἀποκρίνῃ; Τί τὸ | |
35 | καινόν; τί τὸ ξένον; τί τὸ παράδοξον; ζʹ. Προσέχετε ἀκριβῶς, ἵνα μάθητε γυναικὸς ἀνδρείαν καὶ Δεσπότου σοφίαν καὶ κηδεμονίαν, ἵνα μάθητε μέλλησιν κέρδος ἔχουσαν, ἵνα μάθητε παραίτησιν πλοῦτον παρεχομένην· ἵνα κἂν εὔξῃ καὶ σὺ, καὶ μὴ | |
40 | λάβῃς, μηδέποτε ἀποστῇς. Πρόσεχε καὶ σύντεινον σεαυτόν. Ὅτε τῆς Αἰγυπτιακῆς ἀπηλλάγησαν Ἰου‐ δαῖοι τυραννίδος, καὶ τοῦ Φαραὼ τὰς χεῖρας ἀποφυ‐ γόντες ἐπὶ τὴν ἔρημον ᾔεσαν, καὶ ἔμελλον εἰσιέναι τὴν Χαναναίων γῆν, τῶν εἰδωλομανῶν καὶ ἀσεβῶν | |
45 | ἀνθρώπων, προσκυνούντων λίθους, θεραπευόντων ξύλα, πολλὴν ἀσέβειαν ἐπιδεικνυμένων, δέδωκεν αὐ‐ τοῖς ὁ Θεὸς τὸν νόμον τοῦτον, λέγων· Μὴ λάβῃς παρὰ τῶν υἱῶν εἰς γαμβροὺς, μηδὲ δῷς τὴν θυγα‐ τέρα σου νύμφην αὐτοῖς. Μὴ μεταδῷς αὐτοῖς χρυσίον, | |
52.454(50) | μήτε τραπέζης κοινωνίαν, μηδὲ συνουσίαν, μηδὲ ἄλλου μηδενὸς τῶν τοιούτων, ὅτι παράνομα τὰ ἔθνη, εἰς ἃ εἰσάγω σε κληρονομῆσαι αὐτῶν. Τοῦτο οὖν αὐ‐ τοῖς ὁ νόμος μονονουχὶ ἐνετέλλετο· Μὴ ἀγοράσῃς, μὴ πωλήσῃς, μὴ γάμον ἐπιτελέσῃς, μηδὲ συμβό‐ | |
55 | λαια, ἀλλ’ ἔσο, εἰ καὶ τῷ τόπῳ ἐγγὺς, ἀλλὰ τῷ τρόπῳ κεχωρισμένος. Μηδέν σοι κοινὸν πρὸς αὐ‐ τοὺς, μὴ συναλλάγματα, μὴ πράσεις, μὴ ἀγορα‐ σίαι, μὴ ἐπιγαμίαι, μὴ ἐπιγαμβρίαι, ἵνα μὴ τῆς συγγενείας ἡ ἀνάγκη εἰς ἀσέβειάν σε ἐξολισθῆσαι πα‐ | |
60 | ρασκευάσῃ, ἵνα μὴ τὸ δοῦναι καὶ τὸ λαβεῖν ποιῇ σε φίλον αὐτῶν· ἀλλ’ ἐχθρὸς ἀεὶ ἔσο αὐτοῖς. Μηδὲν σοὶ | |
καὶ Χαναναίοις· μὴ χρυσὸν αὐτῶν λάβῃς, μηδὲ ἀρ‐ | 453 | |
52.455 | γύριον, μὴ ἱματισμὸν, μὴ θυγατέρα, μὴ υἱὸν, μὴ ἄλλο τι τῶν τοιούτων μηδέν· ἀλλ’ αὐτὸς καθ’ ἑαυτὸν ἔσο. Γλῶτταν ἔχεις χωρίζουσάν σε, καὶ νόμον σοι ἔδωκα· διὰ τοῦτο καὶ ὁ νόμος φραγμὸς λέγεται. Ὥσ‐ | |
5 | περ γὰρ ἀμπελῶνι φραγμὸς περίκειται, οὕτω καὶ τοῖς Ἰουδαίοις ὁ νόμος, ἵνα μὴ ὑπερβάντες ἀναμι‐ γῶσι τοῖς Χαναναίοις. Ἦσαν γὰρ παρ’ αὐτοῖς παρά‐ νομοι ἐπιμιξίαι, διεφθαρμένοι τῆς φύσεως οἱ νόμοι, εἴδωλα προσκυνούμενα, ξύλα θεραπευόμενα, Θεὸς | |
10 | ὑβριζόμενος, τέκνα σφαττόμενα, πατέρες ἐμπτυόμε‐ νοι, μητέρες ἀτιμαζόμεναι, πάντα ἠλλοίωτο, πάντα ἀνατέτραπτο, δαιμόνων ζωὴν ἔζων. Διὰ τοῦτο οὐδέ‐ ποτε συναλλάγματα ἐποίουν, οὐ συμβόλαια, οὐ πρά‐ σεις μετ’ ἐκείνων· ἀλλ’ ὁ νόμος ἐπὶ τοῖς μεγίστοις | |
15 | κείμενος, εἶργε μετ’ ἀλλήλων τοὺς γάμους, τὰ συμ‐ βόλαια, τὰς ἐπιγαμβρίας· οὐδὲν κοινὸν πρὸς ἐκείνους εἶχον. Ἀπειρημένον οὖν ἦν τῷ νόμῳ τὸ συναλλάξαι Χαναναίοις, τὸ χρυσίον μεταδοῦναι, ἢ ἕτερόν τι, ἵνα μὴ τῆς φιλίας ἡ ὑπόθεσις ἀσεβείας ἀφορμὴ γένηται· ὁ | |
20 | νόμος περιέκειτο ἀντὶ φραγμοῦ· Ἀμπελῶνα, φησὶν, ἐφύτευσα, καὶ φραγμὸν περιέθηκα, του‐ τέστι νόμον, οὐχὶ ἀπὸ ἀκανθῶν, ἀλλ’ ἀπὸ ἐντολῶν, τειχίζοντα καὶ ἀπείργοντα αὐτούς. Ἀπειρημένοι οὖν οἱ Χαναναῖοι, βδελυροὶ, ἀσεβεῖς, ἐναγεῖς, μιαροὶ, | |
25 | ἀκάθαρτοι· διὸ καὶ οὐδὲ ἀκοῦσαι αὐτῶν ἠνείχοντο οἱ Ἰουδαῖοι τὸν νόμον πληροῦντες αὐτὸν λοιπόν. Ἐπεὶ οὖν αὕτη ἡ γυνὴ ἀπὸ τῶν Χαναναίων ἦν· Ἰδοὺ γὰρ γυνὴ, φησὶν, ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα· ἐπεὶ οὖν αὕτη ἡ γυνὴ ἀπὸ τῶν Χαναναίων ἦν, προσῆλθε | |
30 | δὲ τῷ Χριστῷ, διὰ τοῦτο ἔλεγε, Τίς ἐξ ὑμῶν ἐλέγ‐ χει με περὶ ἁμαρτίας, εἰ παρέβην τὸν νόμον; Ἐ‐ πειδὴ γὰρ ἄνθρωπος ἦν, καὶ τὰ ἀνθρώπινα ἐπεδεί‐ κνυτο. ηʹ. Λοιπὸν προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ἐπει‐ | |
35 | δὴ ἡ γυνὴ Χαναναία ἦν, καὶ τῶν ὁρίων ἐκείνων, ἔνθα καὶ λύσσαι, καὶ μανία, καὶ ἀσέβεια, ἔνθα διαβόλου τυραννὶς, καὶ δαιμόνων βακχεῖαι, καὶ φύσις πατου‐ μένη, καὶ εἰς ἀλόγων ἀλογίας κατηνέχθησαν, εἰς δαι‐ μόνων μανίας, ἐπέταττε δὲ καὶ ὁ νόμος, Μηδὲν σοὶ | |
40 | καὶ Χαναναίοις, μὴ δῷς, μὴ λάβῃς παρ’ ἐκείνων, μὴ γυναῖκα λάβῃς, μὴ υἱὸν λάβῃς, μὴ συμβόλαια ποιή‐ σῃς, μὴ συναλλάγματα· διὰ τοῦτο δὲ φραγμὸν περι‐ έθηκα· ἐλθὼν δὲ ὁ Χριστὸς, καὶ τὰ τῶν ἀνθρώπων ἀναλαβὼν ὅπλα, αὔθωρον περιετμήθη, θυσίας προσ‐ | |
45 | ήνεγκε, προσφορὰς, τὰ ἄλλα πάντα, ἔμελλε δὲ λύειν τὸν νόμον· ἵνα μὴ λέγωσιν, ὅτι ἀτονήσας πληρῶσαι αὐτὸν, διὰ τοῦτο ἔλυσε, πρότερον αὐτὸν πληροῖ, καὶ τότε λύει, ἵνα μὴ νομίσῃς ὅτι ἀτονεῖ, ἀλλὰ πληροῖ πάντα κατὰ τὸ ἔθος. Διὰ τοῦτο βοᾷ καὶ λέγει, Τίς ἐξ | |
52.455(50) | ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; Ἐπεὶ οὖν καὶ τοῦτο νόμιμον ἦν, τὸ μηδὲν κοινὸν ἔχειν μετὰ Χανα‐ ναίων, ἵνα μὴ ἄρξωνται ἐγκαλεῖν αὐτῷ οἱ Ἰουδαῖοι καὶ λέγειν, Διὰ τοῦτο οὐκ ἐπιστεύσαμέν σοι· παράνο‐ μος γὰρ ἦς, ἔλυσας τὸν νόμον· ἀπῆλθες εἰς τὴν Χα‐ | |
55 | ναναίων χώραν, Χαναναίοις ἀνεμίγης, τοῦ νόμου λέ‐ γοντος· Μὴ ἀναμιγῇς· διὰ τοῦτο αὐτῇ οὐδὲν λαλεῖ τέως. Πρόσεχε πῶς πληροῖ τὸν νόμον, καὶ οὐ προδί‐ δωσι τὴν σωτηρίαν· καὶ Ἰουδαίους ἐπιστομίζει, καὶ ταύτην ἀνακτᾶται. Ὁ δὲ οὐκ ἀπεκρίνατο, φησὶν, | |
60 | αὐτῇ λόγον. Μή μοι προφάσεις εἴπῃς. Ἴδε, οὐ λαλῶ· ἴδε, οὐ διαλέγομαι· ἴδε συμφορὰ, καὶ τὸ ἐμαυτοῦ οὐκ ἐπιδείκνυμι· ἴδε ναυάγιον, καὶ ὁ κυβερνήτης οὐκ | |
ἀναλύω τὸν χειμῶνα διὰ τὴν ὑμετέραν ἀγνωμοσύνην, | Column end | |
52.456 | ἵνα μὴ ἔχητε πρόφασιν. Ἴδε, γυνὴ θέατρόν μοι πε‐ ριέστηκε, καὶ οὔπω λαμβάνει ἀπόκρισιν, ἵνα μὴ λέ‐ γητε, ὅτι Ἐπέδωκας σεαυτὸν Χαναναίοις, καὶ παρ‐ έβης τὸν νόμον, καὶ ταύτην πρόφασιν ἔχομεν τοῦ μὴ | |
5 | πιστεῦσαί σοι. Σκόπει πῶς διὰ τοῦτο οὐκ ἀπεκρίνατο τῇ γυναικὶ, ἵνα ἀποκριθῇ Ἰουδαίοις· ἡ πρὸς τὴν γυ‐ ναῖκα σιγὴ, φωνὴ ἀγνωμοσύνης τοῖς Ἰουδαίοις ἐγί‐ νετο. θʹ. Ταῦτα δὲ ἐποίει οὐ πρὸς τὴν οἰκείαν ἀξίαν, ἀλλὰ | |
10 | πρὸς τὴν ἐκείνων συγκαταβαίνων ἀσθένειαν. Καὶ γὰρ ὅτε τὸν λεπρὸν ἐκαθάρισε, λέγει· Ἄπελθε, προσ‐ ένεγκε τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς. Σὺ ἐκάθαρας, καὶ πέμπεις αὐτὸν εἰς τὸν νόμον Μωϋ‐ σέως; Ναί. Διὰ τί; Διὰ τοὺς Ἰουδαίους, ἵνα μὴ ἄρ‐ | |
15 | ξωνται ἐγκαλεῖν, ὅτι παρέβην τὸν νόμον. Διὰ τοῦτο καὶ ὅτε ἐθεράπευσε τὸν λεπρὸν, ξένως ἐθεράπευσεν αὐτόν· καὶ ἄκουε πῶς· Καὶ ἰδοὺ λεπρὸς προσελθὼν παρεκάλει αὐτὸν λέγων, Κύριε, ἐὰν θέλῃς, δύ‐ νασαί με καθαρίσαι· καὶ ἐκτείνας τὴν χεῖρα αὐ‐ | |
20 | τοῦ, ἥψατο αὐτοῦ λέγων· Θέλω, καθαρίσθητι. Ἐν τῷ νόμῳ οὐκ ἐχρῆν ἅπτεσθαι λεπροῦ. Ὅτε οὖν ἦλθε Νεαιμὰν ὁ στρατηλάτης πρὸς Ἐλισσαῖον τὸν προφήτην λέπρᾳ κατεχόμενος, λέγει αὐτῷ ὁ μαθη‐ τὴς, Ἰδοὺ λεπρὸς στρατηλάτης ἔξω. Ὁ δὲ πέμπει | |
25 | τὸν μαθητὴν ἐξελθεῖν καὶ εἰπεῖν αὐτῷ, Ἄπελθε, λοῦ‐ σαι εἰς τὸν Ἰορδάνην. Καὶ οὐκ ἐτόλμησεν ἐξελθεῖν αὐτὸς καὶ ἰδεῖν τὸν λεπρὸν, καὶ ἅψασθαι αὐτοῦ. Ἐπεὶ οὖν ἐκαθάρισεν ὁ Ἐλισσαῖος λεπρὸν, ἵνα μὴ λέγωσιν οἱ Ἰουδαῖοι, ὅτι ὁμοίως Ἐλισσαίῳ ἐκάθαρε, διὰ τοῦτο | |
30 | ἐκεῖνος μὲν οὐ τολμᾷ ἅψασθαι, οὗτος δὲ ἅπτεται, καὶ λέγει, Θέλω, καθαρίσθητι· καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ, ἥψατο τοῦ λεπροῦ. Διὰ τί ἥψατο; Ἵνα σε διδάξῃ ὅτι οὐκ ἔστι δοῦλος ὑποκείμενος νόμῳ, ἀλλὰ Δεσπότης ἐπικείμενος τῷ νόμῳ. Πῶς οὖν ἐτήρησε | |
35 | τὸν νόμον; Τῷ εἰπεῖν, Θέλω, καθαρίσθητι, καὶ μὴ εὐθέως αὐτοῦ ἅψασθαι. Προέλαβεν ὁ λόγος, ἐδραπέ‐ τευσε τὸ νόσημα, εἶτα ἥψατο τοῦ ἀκαθάρτου, καὶ εἶπε, Θέλω, καθαρίσθητι. Πῶς; Εὐθέως ἐκαθα‐ ρίσθη. Οὐχ εὑρίσκει ὁ εὐαγγελιστὴς εἰπεῖν (καὶ γὰρ | |
40 | τὸ εὐθέως βραδύ ἐστι), οὐχ εὑρίσκει λόγον ἰσόῤῥοπον τῷ τάχει τῆς ἐνεργείας. Εὐθέως· πῶς; Ἅμα ἐξέβη ὁ λόγος, καὶ ἐδραπέτευσε τὸ νόσημα, ἐφυγαδεύθη ἡ λέπρα, λοιπὸν καθαρὸς ὁ λεπρός. Διὰ τοῦτο λέγει· Ὕπαγε, σεαυτὸν δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκε | |
45 | τὸ δῶρον, ὃ προσέταξε Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς. Τίσι; Τοῖς Ἰουδαίοις, ἵνα μὴ λέγωσιν ὅτι παραβαίνω τὸν νόμον. Ἐγὼ ἐθεράπευσα, καὶ λέγω, Προσένεγκε τὸ δῶρον τοῦ νόμου, ἵνα ἐκείνῃ τῇ ἡμέρᾳ ὁ λεπρὸς αὐτῶν κατηγορήσῃ λέγων, Ἐμοὶ προσ‐ | |
52.456(50) | έταξε δῶρον κατὰ νόμον προσενεγκεῖν. Καὶ ὥσπερ πολλὰ ἕνεκεν Ἰουδαίων ἐποίει ὁ Χριστὸς, ἀναπολο‐ γήτους αὐτοὺς εἰς πάντα ποιῶν, οὕτω καὶ ἐνταῦθα. Ἐλέησόν με, ὅτι ἡ θυγάτηρ μου κακῶς δαιμονί‐ ζεται. Ὁ δὲ οὐκ ἀπεκρίνετο αὐτῇ λόγον. Προσελ‐ | |
55 | θόντες δὲ οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν, Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν αὐτός; Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολω‐ λότα οἴκου Ἰσραήλ· ἵνα μὴ λέγωσιν Ἰουδαῖοι, ὅτι Ἀφῆκας ἡμᾶς, καὶ ἀπῆλθες ἔξω, καὶ διὰ τοῦτό σοι | |
60 | οὐκ ἐπιστεύσαμεν. Ἰδοὺ, φησὶ, καὶ ἀπὸ ἐθνῶν ἔρχον‐ | |
ται, καὶ οὐ δέχομαι αὐτούς· ὑμᾶς δὲ καὶ φεύγοντας | 455 | |
52.457 | καλῶ, Δεῦτε πρός με, πάντες οἱ κοπιῶντες, καὶ οὐκ ἔρχεσθε· ταύτην ἀποῤῥίπτω, καὶ παραμένει. Λαὸς, ὃν οὐκ ἔγνω[ν], ἐδούλευσέ μοι, φησίν· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου· καὶ ἀλλαχοῦ· Ἐμφανὴς | |
5 | ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσι, καὶ εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. —Ἀπόλυσον αὐτὴν, ὅτι κρά‐ ζει ὄπισθεν ἡμῶν. Ἴδωμεν οὖν τί φησιν ὁ Χριστός. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολω‐ λότα οἴκου Ἰσραήλ. Οὐκ ἦν τὰ ῥήματα ἀποτρε‐ | |
10 | πτικά; Μονονουχὶ γὰρ λέγει, Ἀπόστηθι, ὅτι οὐδὲν κοι‐ νὸν ἔχεις πρὸς ἐμέ· οὐκ ἦλθον διὰ σὲ, ἀλλ’ ἦλθον διὰ Ἰουδαίους. Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρό‐ βατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἀκού‐ σασα εἶπε· Ναὶ, Κύριε, βοήθει μοι, καὶ προσεκύ‐ | |
15 | νει, λέγουσα· ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ. Ἀλλὰ ὅρα ἀπόκρισιν· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. Ὢ κηδεμονία ἰατροῦ· ἐν ἀπαγορεύσει ἐπισπᾶται αὐτήν. Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων· τίνων; Τῶν | |
20 | Ἰουδαίων· καὶ δοῦναι τοῖς κυναρίοις, τουτέστιν, ὑμῖν. ιʹ. Ὄντως εἰς αἰσχύνην Ἰουδαίων ταῦτα εἴρηκεν ὁ Κύριος· τέκνα γὰρ καλούμενοι, κύνες ἐγένοντο. Διὰ τοῦτο καὶ Παῦλος λέγει· Βλέπετε τοὺς κύνας, βλέ‐ | |
25 | πετε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατο‐ μήν· ἡμεῖς γάρ ἐσμεν ἡ περιτομή. Οἱ ἐθνικοὶ κύ‐ νες ἐκλήθησαν, καὶ ἐγένοντο τέκνα. Τέκνα μου, οὓς πάλιν ὠδίνω, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν. Τὸ ἐγκώμιον τοῦτο, Ἰουδαίου κατηγορία ἐστίν. Οὐκ | |
30 | ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Τί οὖν ἡ γυνή; Ναὶ, Κύριε. Ὢ βία γυναικὸς, ὢ φιλονεικία ψυχῆς. Ὁ ἰατρὸς λέ‐ γει, Οὐχὶ, καὶ αὐτὴ λέγει, Ναί· ὁ Δεσπότης λέγει, Οὔκ· αὐτὴ λέγει, Ναί· οὐ κατηγοροῦσα οὐδὲ ἀναι‐ | |
35 | σχυντοῦσα, ἀλλὰ σωτηρίαν ἐκδεχομένη. Οὐκ ἔστι κα‐ λὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις. Ναὶ, Κύριε. Κύνα με καλεῖς, ἐγὼ δέ σε Κύριον καλῶ· σύ με ὑβρίζεις, ἐγὼ δέ σε ὑμνῶ. Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίουσιν ἀπὸ | |
40 | τῶν ψιχίων τῶν πιπτόντων ἐκ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Ὢ σοφία γυναικός· ἀπὸ τοῦ ὑποδεί‐ γματος εὗρε λόγον πρέποντα. Κύνα με καλεῖς, ὡς κύων τρέφομαι. Οὐ παραιτοῦμαι τὸ ὄνειδος· οὐ φεύγω τὴν κλῆσιν· λάβω οὖν τὴν τροφὴν τοῦ κυνός· | |
45 | καὶ λέγει πρᾶγμα ἐν συνηθείᾳ συμβαῖνον. Σὺ τὰ σὰ στῆσον· κύνα με ἐκάλεσας, δός μοι ψιχίον· συνήγο‐ ρος ἐγένου μοι τῇ αἰτήσει· ἐν τῇ παραιτήσει τὴν συγκατάθεσιν ἐπίδειξον. Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίουσιν ἀπὸ τῶν ψιχίων τῶν πιπτόν‐ | |
52.457(50) | των ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τί οὖν ὁ παραιτούμενος, ὁ διώκων, ὁ ἐλαύνων, ὁ λέγων, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις; ὁ λέγων, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ; | |
55 | —Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Ἐπαινέτης ἀθρόον ἐγένου; ἀνακηρύττεις τὴν γυναῖκα; οὐκ ἤλαυνες, οὐκ ἐδίωκες; Θάρσει· διὰ τοῦτο ἀνεβαλόμην. Εἰ γὰρ ἐξαρ‐ χῆς αὐτὴν ἀπέλυσα, οὐκ ἂν ἔμαθες αὐτῆς τὴν πίστιν. Εἰ ἐκ προοιμίων ἔλαβεν, ἀνεχώρει ἂν ταχὺ, καὶ τὸν | |
60 | θησαυρὸν αὐτῆς οὐκ ἂν ἠπίστατό τις. Διὰ τοῦτο ἀν‐ εβαλόμην τὴν δόσιν, ἵνα ἅπασι δείξω τὴν πίστιν. Ὦ | |
γύναι. Θεὸς λέγει, Ὦ γύναι. Ἀκουέτωσαν οἱ εὐχό‐ | Column end | |
52.458 | μενοι μετὰ βαναυσίας. Ὅταν εἴπω τινὶ, Παρακάλεσον τὸν Θεὸν, δεήθητι αὐτοῦ, ἱκέτευσον αὐτὸν, λέγει· Πα‐ ρεκάλεσα ἅπαξ, δεύτερον, τρίτον, δέκατον, εἰκοστόν· καὶ οὐκέτι οὐκ ἔλαβον. Μὴ ἀποστῇς, ἀδελφὲ, ἕως ἂν | |
5 | λάβῃς· τέλος αἰτήσεως, ἡ δόσις τοῦ αἰτουμένου. Τότε ἀπόστηθι, ὅταν λάβῃς, μᾶλλον δὲ μηδὲ τότε, ἀλλὰ καὶ τότε παράμενε. Κἂν μὴ λάβῃς, αἴτει ἵνα λάβῃς· ὅταν δὲ λάβῃς, εὐχαρίστησον, ὅτι ἔλαβες. Εἰσέρχονται πολλοὶ ἐν τῇ ἐκκλησίᾳ, ἀπαρτίζουσι μυρίους στίχους | |
10 | εὐχῆς, καὶ ἐξέρχονται, καὶ οὐκ οἴδασι τί εἶπον· τὰ χείλη κινεῖται, ἡ δὲ ἀκοὴ οὐκ ἀκούει. Σὺ οὐκ ἀκούεις τῆς εὐχῆς σου, καὶ τὸν Θεὸν θέλεις εἰσακοῦσαι τῆς εὐχῆς σου; Ἔκλινα, λέγεις, τὰ γόνατα· ἀλλ’ ἡ διά‐ νοιά σου ἔξω ἐπέτετο· τὸ σῶμά σου ἔνδον τῆς ἐκκλη‐ | |
15 | σίας, καὶ ἡ γνώμη σου ἔξω· τὸ στόμα ἔλεγε τὴν εὐ‐ χὴν, καὶ ἡ διάνοια ἠρίθμει τόκους, συμβόλαια, συν‐ αλλάγματα, χωρία, κτήματα, φίλων συνουσίας. Ὁ γὰρ διάβολος πονηρὸς ὢν, καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται. Πολλάκις κεί‐ | |
20 | μεθα ὕπτιοι ἐν κλίνῃ, καὶ οὐδὲν λογιζόμεθα· ἤλθομεν εὔξασθαι, καὶ μυρίοι λογισμοὶ, ἵνα ἐκβάλῃ ἡμᾶς κε‐ νούς. ιαʹ. Ταῦτα τοίνυν εἰδὼς ἐν ταῖς εὐχαῖς, ἀγαπητὲ, γί‐ νεσθαι, τὴν Χαναναίαν μίμησαι, ὁ ἀνὴρ τὴν γυναῖκα, | |
25 | τὴν ἀλλόφυλον, τὴν ἀσθενῆ, τὴν ἀπεῤῥιμμένην καὶ εὐκαταφρόνητον. Ἀλλ’ οὐκ ἔχεις θυγατέρα δαιμονι‐ ζομένην; Ἀλλ’ ἔχεις ψυχὴν ἁμαρτάνουσαν. Τί εἶπεν ἡ Χαναναία; Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται· εἰπὲ καὶ σὺ, Ἐλέησόν με· ἡ ψυχή | |
30 | μου κακῶς δαιμονίζεται. Μέγας γὰρ δαίμων ἡ ἁμαρ‐ τία. Ὁ δαιμονῶν ἐλεεῖται, ὁ ἁμαρτάνων μισεῖται· ἐκεῖνος συγγνώμην ἔχει, οὗτος ἀπολογίας ἐστέρηται. Ἐλέησόν με· βραχὺ τὸ ῥῆμα, καὶ πέλαγος εὗρε φιλανθρωπίας· ὅπου γὰρ ἕλεος, πάντα τὰ ἀγαθά. | |
35 | Κἂν ἔξω ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με, μὴ κινῶν τὰ χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπών‐ των γὰρ ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ’ ἀρχὴ τρόπου. Ὁ Ἱερεμίας ἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο· ὁ Δανιὴλ ἐν λάκκῳ λεόντων, καὶ τὸν | |
40 | Θεὸν ἐξευμενίσατο· οἱ παῖδες οἱ τρεῖς ἐν τῇ καμίνῳ ἦσαν, καὶ Θεὸν ὑμνοῦντες ἐδυσώπησαν· ὁ λῃστὴς ἐσταυρώθη, καὶ οὐκ ἐκώλυσεν ὁ σταυρὸς, ἀλλὰ πα‐ ράδεισον ἤνοιξεν· ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεων κατεσκεύασεν· ὁ Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κή‐ | |
45 | τους, καὶ τὸν Θεὸν ὑπήκοον ἔσχε. Κἂν ἐν βαλανείῳ ᾖς, εὔχου, κἂν ἐν ὁδῷ, κἂν ἐπὶ κλίνης· ὅπου ἐὰν ᾖς, εὔχου. Ναὸς εἶ τοῦ Θεοῦ, μὴ ζήτει τόπον· γνώμης χρεία μόνον. Κἂν δικαστῇ παραστῇς, εὔχου· ὅταν ὀργίζηται ὁ δικαστὴς, εὔχου. Θάλαττα ἦν ἔμπροσθεν, | |
52.458(50) | ὄπισθεν Αἰγύπτιοι, μέσος ὁ Μωϋσῆς· πολλὴ ἐν τῇ εὐχῇ στενοχωρία, ἀλλὰ μέγα τὸ πλάτος τῆς εὐχῆς ἦν. Ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον, ἔμπροσθεν ἡ θάλασσα, μέση ἡ εὐχή· καὶ οὐδὲν ἐλάλει ὁ Μωϋσῆς· καὶ λέγει αὐτῷ ὁ Θεός· Τί βοᾷς πρός με; Τὸ μὲν στόμα οὐ | |
55 | λαλεῖ, ἡ δὲ διάνοια βοᾷ. Καὶ σὺ τοίνυν, ἀγαπητὲ, ὅταν παραστῇς δικαστῇ μαινομένῳ, τυραννοῦντι, τὰ μέγιστα ἀπειλοῦντι, καὶ ἄλλοις δημίοις τὰ αὐτὰ ποιοῦσιν, εὖξαι σὺ τῷ Θεῷ, καὶ εὐχομένου σοῦ τὰ κύ‐ ματα καταστέλλεται. Ὁ δικαστὴς ἐπὶ σέ; Σὺ ἐπὶ τὸν | |
60 | Θεὸν κατάφευγε. Ὁ ἄρχων πλησίον σου; Σὺ τὸν | 457 |
52.459 | Δεσπότην κάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν, ἵνα ἀπέλθῃς εἰς τόπον; Θεὸς ἀεὶ ἐγγύς ἐστιν. Ἐὰν θέ‐ λῃς παρακαλέσαι ἄνθρωπον, ἐρωτᾷς τί ποιεῖ, καθεύδει, ἀσχολεῖται· διακονῶν οὐκ ἀποκρίνεταί σοι. Ἐπὶ δὲ τοῦ | |
5 | Θεοῦ οὐδὲν τούτων· ὅπου ἐὰν ἀπέλθῃς καὶ κα‐ λέσῃς, ἀκούει· οὐκ ἀσχολία, οὐ μεσίτης, οὐ διάκονος διατειχίζει. Εἰπὲ, Ἐλέησόν με, καὶ παρευθὺς Θεὸς παραγίνεται· Ἔτι γὰρ, φησὶ, λαλοῦντός σου, ἐρῶ, Ἰδοὺ ἐγὼ πάρειμι. Ὢ ῥῆμα ἡμερότητος γέμον. | |
10 | Οὐδὲ ἀναμένει τελέσαι τὴν εὐχήν· οὔπω τελεῖς τὴν εὐχὴν, καὶ λαμβάνεις τὴν δόσιν. Ἐλέησόν με. Ταύ‐ την μιμησώμεθα τὴν Χαναναίαν, παρακαλῶ· Ἐλέη‐ σόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὁ δὲ Κύριος λέγει πρὸς αὐτήν· Ὦ γύναι, μεγάλη σου | |
15 | ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ποῦ ὁ αἱρετι‐ κός; Μὴ εἶπε, Παρακαλέσω μου τὸν Πατέρα; μὴ εἶ‐ πεν, Ἱκετεύσω τὸν γεννήσαντά με; μὴ εὐχῆς χρεία ἐνταῦθα; Οὐδαμῶς. Διὰ τί; Ἐπειδὴ μεγάλη ἦν ἡ πίστις, μέγα ἦν τὸ σκεῦος, μεγάλη καὶ ἡ χάρις ἐξ‐ | |
20 | εχύθη. Ὅπου δεῖ εὐχῆς, ἀσθενὲς τὸ σκεῦος. Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Οὐ νεκρὸν εἶδες ἐγειρόμενον, οὐ λεπρὸν καθαριζόμενον, οὐ προ‐ φητῶν ἤκουσας, οὐ νόμον ἐμελέτησας, οὐ θάλατ‐ ταν εἶδες σχιζομένην, οὐχ ἕτερόν τι σημεῖον ἑώρα‐ | |
25 | κας παρ’ ἐμοῦ γενόμενον· ὑβρίσθης δὲ μᾶλλον παρ’ ἐμοῦ, καὶ ἐξηπορήθης· ἀπηγόρευσά σου τὸ πάθος, καὶ οὐκ ἀνεχώρησας, ἀλλὰ παρέμεινας· λοιπὸν ἀπό‐ λαβε καὶ σὺ παρ’ ἐμοῦ ἀξίαν καὶ πρέπουσαν εὐφη‐ μίαν· Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Ἀπέθανεν | |
30 | ἡ γυνὴ, καὶ τὸ ἐγκώμιον αὐτῆς μένει, διαδήματος ὂν λαμπρότερον. Ὅπου ἐὰν ἀπέλθῃς, ἀκούεις τοῦ Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις. | |
Εἴσελθε εἰς Περσῶν τὴν ἐκκλησίαν, καὶ ἀκούσεις τοῦ | Column end | |
52.460 | Χριστοῦ λέγοντος, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· εἰς τὴν Γότθων, εἰς τὴν βαρβάρων, εἰς τὴν Ἰνδῶν, εἰς τὴν Μαύρων, ὅσην ἥλιος ἐφορᾷ γῆν· ἕνα λόγον ὁ Χριστὸς ἐφθέγξατο, καὶ οὐ σιωπᾷ ὁ λόγος, ἀλλὰ | |
5 | μεγάλῃ τῇ φωνῇ ἀνακηρύττει τὴν πίστιν αὐτῆς, λέ‐ γων, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Οὐκ εἶπε, Θεραπευθήτω τὸ θυγάτριόν σου· ἀλλ’, Ὡς θέλεις. Σὺ αὐτὴν θεράπευσον· σὺ γενοῦ ἰατρός· σοὶ ἐγχειρίζω τὸ φάρμακον· ὕπαγε, | |
10 | ἐπίθες, Γενηθήτω σοι ὡς θέλεις. Τὸ θέλημά σου θεραπευσάτω αὐτήν. Ἡ Χαναναία θελήματι ἐθερά‐ πευσε, καὶ ὁ Υἱὸς τοῦ Θεοῦ ἀφ’ ἑαυτοῦ οὐ θεραπεύει; Γενηθήτω σοι ὡς θέλεις. Οὐδὲ ἐκέλευσεν ἡ γυνὴ, οὐδὲ ἐπέταξε τῷ δαιμονίῳ, ἀλλ’ ἠθέλησε μόνον, καὶ τὸ | |
15 | θέλημα τῆς γυναικὸς ἐθεράπευσε, καὶ δαίμονας ἐξ‐ έβαλε. Ποῦ εἰσιν οἱ τολμῶντες λέγειν, ὅτι δι’ εὐχῆς ὁ Υἱὸς ἤνυσε; Γενηθήτω σοι ὡς θέλεις. Βλέπε καὶ τῆς λέξεως τὴν εὐγένειαν· τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Ὅτε γὰρ ἐποίει τὸν οὐρανὸν ὁ Θεὸς, εἶπε, | |
20 | Γενηθήτω ὁ οὐρανὸς, καὶ ἐγένετο ὁ οὐρανός· γενηθήτω ἥλιος, καὶ ἐγένετο ἥλιος· γενηθήτω γῆ, καὶ ἐγένετο γῆ· ἐπιτάγματι τὴν οὐσίαν ἤγαγεν. Οὕτω καὶ αὐτὸς, Γενηθήτω σοι ὡς θέλεις. Ἡ συγγένεια τῆς λέξεως τὴν κοινωνίαν τῆς φύσεως ἔδειξε. Καὶ ἱάθη ἡ θυγά‐ | |
25 | τηρ αὐτῆς. Πότε; Ἀπὸ τῆς ὥρας ἐκείνης· οὐκ ἐξ ὅτου ἦλθεν ἡ μήτηρ αὐτῆς ἐν τῷ οἴκῳ, ἀλλὰ πρὶν ἐλθεῖν. Ἦλθεν εὑρεῖν δαιμονιῶσαν, καὶ εὗρεν ὑγιαίνουσαν, τῷ θελήματι αὐτῆς θεραπευθεῖσαν. Ὑπὲρ δὲ τούτων ἁπάντων εὐχαριστήσωμεν τῷ Θεῷ, ὅτι αὐτῷ πρέπει | |
30 | δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 459 |