TLG 2062 095 :: JOANNES CHRYSOSTOMUS :: Ad Innocentium papam (epist. 2)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Ad Innocentium papam (epist. 2)

Citation: Vol — pg — (ln)

52

.

535

(12t)

ΙΝΝΟΚΕΝΤΙΩ, ΕΠΙΣΚΟΠΩ ΡΩΜΗΣ,
13tἸωάννης ἐν Κυρίῳ χαίρειν.
14Τὸ μὲν σῶμα ἡμῖν ἐν ἑνὶ ἵδρυται χωρίῳ, τῆς δὲ
15ἀγάπης τὸ πτερὸν πανταχοῦ τῆς οἰκουμένης περι‐ ίπταται. Ὅταν καὶ ἡμεῖς ὁδοῦ τοσούτῳ διῳκισμένοι μήκει, πλησίον τῆς εὐλαβείας ὑμῶν ἐσμεν, καὶ καθ’ ἑκάστην ὑμῖν συγγινόμεθα τὴν ἡμέραν, ὀφθαλμοῖς τοῖς ἐκείνης βλέποντες ὑμῶν τὴν ἀνδρείαν τῆς ψυχῆς,
20τὸ γνήσιον τῆς διαθέσεως, τὸ στεῤῥὸν, τὸ ἀπερίτρε‐ πτον, τὴν πολλὴν ὑμῶν παράκλησιν καὶ διαρκῆ καὶ μόνιμον. Ὅσῳ γὰρ τὰ τῶν κυμάτων ἐπὶ πλεῖον αἴρε‐ ται, καὶ πλείους ὕφαλοι καὶ σπιλάδες φύονται, καὶ πολλαὶ αἱ καταιγίδες, τοσούτῳ καὶ τὰ τῆς ἀγρυπνίας
25αὔξει τὰ τῆς ὑμετέρας· καὶ οὐχ ὁδοῦ μῆκος τοσοῦτον, οὐ χρόνου πλῆθος, οὐ δυσκολία πραγμάτων ὑπτίους γενέσθαι ὑμᾶς παρεσκεύασεν· ἀλλὰ μένετε μιμούμε‐ νοι τοὺς ἀρίστους τῶν κυβερνητῶν, οἳ τότε μάλιστα διεγείρονται, ὅταν ἴδωσι τὰ κύματα κορυφούμενα,
30τὴν θάλατταν ἐπὶ μεῖζον φερομένην, πολὺν τῶν ὑδάτων τὸν πάταγον, βαθυτάτην ἐν ἡμέρᾳ νύκτα. Διὸ καὶ χά‐ ριτας ὑμῖν ἴσμεν πολλὰς, καὶ ἐπιθυμοῦμεν καὶ νι‐ φάδας ὑμῖν πέμπειν γραμμάτων, ἡμῖν αὐτοῖς τὰ μέ‐ γιστα χαριζόμενοι. Ἀλλ’ ἐπειδὴ τοῦτο ἀφῃρήμεθα
35παρὰ τῆς τοῦ τόπου ἐρημίας· οὐδὲ γὰρ μόνον τῶν ἐκεῖσε ἀφικνουμένων, ἀλλ’ οὐδὲ τῶν ἐν τῇ καθ’ ἡμᾶς οἰκουμένῃ διατριβόντων, δύναιτ’ ἄν τις ῥᾳδίως ἡμῖν συγγενέσθαι, διά τε τὸ πόῤῥω καὶ πρὸς αὐτὰς τὰς ἐσχατιὰς κεῖσθαι τὸ χωρίον ἐν ᾧ καθείργμεθα, καὶ
40διὰ τὸν λῃστρικὸν φόβον πᾶσαν ἀποτειχίζοντα τὴν ὁδόν· παρακαλοῦμεν ἐλεεῖν μᾶλλον ἡμᾶς τῆς μακρᾶς σιγῆς, ἢ ῥᾳθυμίαν ἐντεῦθεν καταγινώσκειν ἡμῶν. Ὅτι γὰρ οὐκ ὀλιγωροῦντες ἐσιγήσαμεν, ἐπιλαβόμενοι διὰ πολλοῦ τοῦ χρόνου νῦν τοῦ τιμιωτάτου καὶ ἀγα‐
45πητοῦ Ἰωάννου τοῦ πρεσβυτέρου, καὶ Παύλου τοῦ διακόνου, καὶ γράφομεν, καὶ εὐχαριστοῦντες ὑμῖν οὐ διαλιμπάνομεν, ὅτι πατέρας φιλοστόργους ἀπε‐ κρύψατε τῇ περὶ ἡμᾶς εὐνοίᾳ τε καὶ σπουδῇ. Καὶ τὸ μὲν εἰς τὴν εὐλάβειαν ἧκον τὴν ὑμετέραν, τὴν προσ‐

52

.

535

(50)

ήκουσαν διόρθωσιν εἴληφεν ἅπαντα, καὶ ὁ φορυτὸς τῶν κακῶν καὶ τὰ σκάνδαλα ἀνῄρηται, καὶ αἱ Ἐκ‐ κλησίαι εἰρήνης ἀπήλαυσαν καὶ λευκῆς γαλήνης,
καὶ πάντα κατὰ ῥοῦν φέρεται, καὶ καταφρονηθέντεςColumn end

52

.

536

(14)

ἐξεδικήθησαν νόμοι, καὶ θεσμοὶ πατέρων παραβα‐
15θέντες. Ἐπειδὴ δὲ ἐπὶ τῶν ἔργων αὐτῶν οὐδὲν τούτων γέγονε, τῶν τὰ πρότερα τολμησάντων τοῖς προτέροις ἐπαγωνιζομένων ἔτι παρανομήμασιν, ἅπαντα μὲν τὰ παρ’ αὐτῶν μετὰ ταῦτα γεγενημένα καθ’ ἕκαστον διηγήσασθαι παρίημι· καὶ γὰρ ἱστορίας ὑπερβαίνει
20μέτρον, οὐκ ἐπιστολῆς μόνον, ἡ διήγησις· ἐκεῖνο δὲ παρακαλῶ τὴν ἄγρυπνον ὑμῶν ψυχὴν, κἂν οἱ πάντα θορύβων ἐμπλήσαντες ἀμετανόητα νοσῶσι καὶ ἀνίατα, αὐτοὺς τοὺς θεραπεῦσαι αὐτὰ ἑλομένους μὴ περικακῆσαι, μηδὲ ἀπαγορεῦσαι, τὸ μέγεθος τοῦ
25κατορθώματος ἐννοήσαντας. Καὶ γὰρ ὑπὲρ τῆς οἰ‐ κουμένης σχεδὸν ἁπάσης ὁ παρὼν ὑμῖν ἀγὼν πρό‐ κειται, ὑπὲρ Ἐκκλησιῶν εἰς γόνυ κατενεχθεισῶν, ὑπὲρ λαῶν διασπαρέντων, ὑπὲρ κλήρων πολεμουμέ‐ νων, ὑπὲρ ἐπισκόπων φυγαδευομένων, ὑπὲρ θεσμῶν
30πατέρων παραβαθέντων. Διὸ καὶ παρακαλοῦμεν ὑμῶν τὴν ἐμμέλειαν, καὶ ἅπαξ καὶ δὶς καὶ πολλάκις, ὅσῳ πλείων ἡ ζάλη, τοσούτῳ πλείονα ἐπιδείξασθαι τὴν σπουδήν. Προσδοκῶμεν γὰρ καὶ ἔσεσθαί τι πλέον εἰς διόρθωσιν. Εἰ δ’ ἄρα μὴ τοῦτο γένοιτο, ἀλλ’ ὑμεῖς
35ἀπηρτισμένον ἔχετε τὸν στέφανον παρὰ τοῦ φιλαν‐ θρώπου Θεοῦ, καὶ τοῖς ἀδικουμένοις οὐ μικρὰ τοῦτο ἔσται παράκλησις, τῆς ὑμετέρας ἀγάπης ἡ ἔνστασις· ἐπεὶ καὶ ἡμᾶς τρίτον ἔτος τοῦτο ἐν ἐξορίᾳ διατρί‐ βοντας, λιμῷ, λοιμῷ, πολέμοις, πολιορκίαις συνεχέσιν,
40ἐρημίᾳ ἀφάτῳ, θανάτῳ καθημερινῷ, μαχαίραις Ἰσαυρικαῖς ἐκδεδομένους, οὐχ ὡς ἔτυχε παρακαλεῖ καὶ παραμυθεῖται τὸ διαρκὲς καὶ μόνιμον ὑμῶν τῆς διαθέσεως καὶ τῆς παῤῥησίας, καὶ τὸ δαψιλεῖ καὶ γνησίᾳ οὕτως ἐντρυφᾷν ὑμῶν τῇ ἀγάπῃ. Τοῦτο
45ἡμῖν τεῖχος, τοῦτο ἀσφάλεια, τοῦτο λιμὴν ἀκύμαν‐ τος, τοῦτο θησαυρὸς μυρίων ἀγαθῶν, τοῦτο εὐφρο‐ σύνη, καὶ πολλῆς ἡδονῆς ὑπόθεσις. Κἂν εἰς ἐρημότε‐ ρον τούτου πάλιν ἀπενεχθῶμεν χωρίον, οὐ μικρὰν ταύτην ἔχοντες παράκλησιν τῶν παθημάτων ἡμῶν

52

.

536

(50)

ἄπιμεν.535