TLG 2062 094 :: JOANNES CHRYSOSTOMUS :: Ad Innocentium papam (epist. 1) JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Ad Innocentium papam (epist. 1) Citation: Vol — pg — (ln) | ||
52.529(33t) | ΙΝΝΟΚΕΝΤΙΩ ΕΠΙΣΚΟΠΩ ΡΩΜΗΣ. | |
34t | Τῷ δεσπότῃ μου τῷ αἰδεσιμωτάτῳ, καὶ θεοφιλεστάτῳ ἐπισκόπῳ Ἰννοκεντίῳ Ἰωάννης ἐν Κυ‐ | |
---|---|---|
35t | ρίῳ χαίρειν. | |
36 | αʹ. Καὶ πρὸ τῶν γραμμάτων οἶμαι τῶν ἡμετέρων ἀκηκοέναι τὴν εὐλάβειαν ὑμῶν τὴν παρανομίαν τὴν ἐνταῦθα τολμηθεῖσαν. Τὸ γὰρ μέγεθος τῶν δεινῶν οὐδὲ ἓν μέρος σχεδὸν τῆς οἰκουμένης ἀφῆκεν ἀνήκοον | |
40 | εἶναι τῆς χαλεπῆς ταύτης τραγῳδίας· καὶ γὰρ πρὸς αὐτὰς τῆς γῆς τὰς ἐσχατιὰς φέρουσα ἡ φήμη τὰ γενόμενα, πολὺν πανταχοῦ θρῆνον καὶ ὀλοφυρμὸν εἰργάσατο. Ἀλλ’ ἐπειδὴ οὐ θρηνεῖν δεῖ μόνον, ἀλλὰ καὶ διορθοῦν καὶ σκοπεῖν, ὅπως ἂν ὁ χαλεπώτατος | |
45 | οὗτος τῆς Ἐκκλησίας σταίη χειμών· ἀναγκαῖον εἶ‐ ναι ἐνομίσαμεν τοὺς κυρίους μου τοὺς τιμιωτάτους καὶ εὐλαβεστάτους ἐπισκόπους Δημήτριον, Πανσό‐ φιον, Πάππον, καὶ Εὐγένιον πεῖσαι τάς τε | |
ἑαυτῶν ἀφεῖναι, καὶ πελάγους κατατολμῆσαι τοσού‐ | Column end | |
52.530(36) | του, καὶ μακρὰν ἀποδημίαν στείλασθαι, καὶ πρὸς τὴν ὑμετέραν δραμεῖν ἀγάπην, καὶ πάντα σαφῶς ἀναδιδάξαντας, ταχίστην παρασκευάσαι γενέσθαι τὴν διόρθωσιν, οἷς καὶ τοὺς τιμιωτάτους καὶ ἀγαπητοὺς | |
40 | τῶν διακόνων Παῦλον καὶ Κυριακὸν συνεπέμψα‐ μεν· καὶ αὐτοὶ δὲ ὡς ἐν εἴδει ἐπιστολῆς, ἐν βραχεῖ διδάξομεν ὑμῶν τὴν ἀγάπην τὰ γεγενημένα. Ὁ γὰρ τῇς Ἐκκλησίας τῆς ἐν Ἀλεξανδρείᾳ τὴν προεδρίαν ἐγχειρισθεὶς Θεόφιλος, ἐντυχόντων τινῶν τῷ εὐσεβε‐ | |
45 | στάτῳ βασιλεῖ κατ’ αὐτοῦ, κελευσθεὶς ἀφικέσθαι μόνος, συναγαγὼν μεθ’ ἑαυτοῦ πλῆθος Αἰγυπτίων ἐπισκόπων οὐκ ὀλίγων παραγίνεται, καθάπερ ἐκ προοιμίων δεῖξαι βουλόμενος, ὅτι εἰς πόλεμον καὶ παράταξιν ἀφῖκται· εἶτα τῆς μεγάλης καὶ θεοφιλοῦς | |
52.530(50) | Κωνσταντινουπόλεως ἐπιβὰς, οὐκ εἰς ἐκκλησίαν εἰσ‐ ῆλθε κατὰ τὸ εἰωθὸς καὶ τὸν ἄνωθεν κρατήσαντα θεσμὸν, οὐχ ἡμῖν συνεγένετο, οὐ λόγου μετέδωκεν, οὐκ εὐχῆς, οὐ κοινωνίας· ἀλλ’ ἀποβὰς τοῦ πλοίου, καὶ τὰ πρόθυρα τῆς ἐκκλησίας παραδραμὼν, ἔξω | |
55 | που τῆς πόλεως ἀπελθὼν ηὐλίζετο, καὶ πολλὰ παρα‐ | 529 |
52.531 | καλεσάντων ἡμῶν καὶ αὐτὸν καὶ τοὺς μετ’ αὐτοῦ παραγενομένους παρ’ ἡμῖν καταχθῆναι (καὶ γὰρ ἅπαν‐ τα ηὐτρέπιστο, καὶ καταγώγια, καὶ ὅσα εἰκὸς ἦν) οὔτε ἐκεῖνοι, οὔτε αὐτὸς ἠνέσχετο. Ταῦτα ὁρῶντες ἡμεῖς, | |
5 | καὶ ἐν ἀπορίᾳ ἦμεν πολλῇ, μηδὲ τὴν αἰτίαν δυνά‐ μενοι τῆς ἀδίκου ταύτης ἀπεχθείας εὑρεῖν· ἀλλ’ ὅμως τὰ παρ’ ἑαυτῶν ἐπληροῦμεν, τὸ πρέπον ἡμῖν αὐτοῖς ποιοῦντες, καὶ συνεχῶς αὐτὸν παρακαλοῦντες συγγενέσθαι τε ἡμῖν, καὶ εἰπεῖν, τίνος ἕνεκεν τοσοῦ‐ | |
10 | τον ἐκ προοιμίων ἀνεῤῥίπισε πόλεμον, καὶ τηλικαύ‐ την διεσκέδασε πόλιν. Ὡς δὲ οὐδὲ αὐτὸς ἠβούλετο λέγειν τὴν αἰτίαν, οἵ τε κατηγοροῦντες αὐτοῦ ἐπέ‐ κειντο, καλέσας ἡμᾶς ὁ εὐσεβέστατος βασιλεὺς, ἐκέ‐ λευσε πέραν ἔνθα διέτριβεν ἀπιέναι, καὶ τῆς κατ’ | |
15 | αὐτοῦ ἀκούειν ὑποθέσεως. Καὶ γὰρ καὶ ἔφοδον, καὶ σφαγὰς, καὶ ἕτερα ἐνεκάλουν μυρία· ἀλλ’ ἡμεῖς καὶ τοὺς νόμους τῶν πατέρων εἰδότες, καὶ τὸν ἄνδρα αἰδούμενοι καὶ τιμῶντες, καὶ αὐτοῦ δὲ τὰ γράμματα ἔχοντες τὰ δηλοῦντα μὴ δεῖν ὑπερορίους ἕλκεσθαι | |
20 | τὰς δίκας, ἀλλ’ ἐν ταῖς ἐπαρχίαις τὰ τῶν ἐπαρχιῶν γυμνάζεσθαι, οὐ κατεδεξάμεθα δικάσαι, ἀλλὰ καὶ μετὰ πολλῆς παρῃτησάμεθα τῆς σφοδρότητος. Ὁ δὲ ὥσπερ τοῖς προτέροις ἐπαγωνιζόμενος, τὸν ἀρχι‐ διάκονον καλέσας τὸν ἐμὸν, ἐξ αὐθεντίας πολλῆς, | |
25 | ὥσπερ ἤδη χηρευούσης τῆς Ἐκκλησίας, καὶ οὐκ ἐχούσης ἐπίσκοπον, δι’ ἐκείνου τὸν κλῆρον ἅπαντα πρὸς ἑαυτὸν μετέστησε· καὶ ἀνάστατοι αἱ ἐκκλησίαι ἐγένοντο, ἀπαγομένων τῶν ἐν ἑκάστῃ κληρικῶν, καὶ παρασκευαζομένων λιβέλλους διδόναι καθ’ | |
30 | ἡμῶν, καὶ πρὸς κατηγορίαν ἀλειφομένων. Καὶ ταῦτα ποιήσας ἔπεμπε, καὶ ἐκάλει ἡμᾶς εἰς δικαστήριον, μηδέπω τὰς καθ’ ἑαυτοῦ ἀποδυσάμενος αἰτίας, ὃ μάλιστα καὶ παρὰ κανόνας καὶ παρὰ πάντας τοὺς νόμους ἦν. | |
35 | βʹ. Ἀλλ’ ἡμεῖς συνειδότες ὅτι οὐ πρὸς δικαστήριον ἀφικόμεθα (ἢ γὰρ ἂν μυριάκις παρεγενόμεθα), ἀλλὰ πρὸς ἐχθρὸν καὶ πολέμιον, καθάπερ τά τε ἔμπρο‐ σθεν γεγενημένα καὶ τὰ μετὰ ταῦτα ἐδήλωσεν, ἀπε‐ στάλκαμεν πρὸς αὐτὸν ἐπισκόπους, τὸν Πισινοῦντος | |
40 | Δημήτριον, τὸν Ἀπαμείας Εὐλύσιον, τὸν Ἀππια‐ ρίας Λουπίκινον, πρεσβυτέρους δὲ, Γερμανὸν καὶ Σευῆρον, μετὰ τῆς προσηκούσης ἡμῖν ἐπιεικείας ἀπο‐ κρινόμενοι, καὶ λέγοντες μὴ παραιτεῖσθαι κρίσιν, ἀλλ’ ἐχθρὸν πρόδηλον καὶ πολέμιον φανερόν. Ὁ γὰρ | |
45 | μηδέπω λιβέλλους δεξάμενος, καὶ τοιαῦτα ἐκ προοι‐ μίων ποιήσας, καὶ ἀποῤῥήξας ἑαυτὸν Ἐκκλησίας, κοινωνίας, εὐχῆς, καὶ κατηγόρους ἀλείφων, καὶ κλῆ‐ ρον μεθιστὰς, καὶ ἐκκλησίαν ἐρημῶν· πῶς ἂν ᾖ δί‐ καιος ἐπὶ τὸν τοῦ δικαστοῦ θρόνον ἀναβαίνειν οὐδα‐ | |
52.531(50) | μόθεν αὐτῷ προσήκοντα; Οὐδὲ γὰρ ἀκόλουθόν ἐστι τὸν ἐξ Αἰγύπτου τοὺς ἐν Θρᾴκῃ δικάζειν, καὶ τοῦτον | |
ὑπεύθυνον αἰτίας ὄντα, καὶ ἐχθρὸν καὶ πολέμιον. | Column end | |
52.532 | Ἀλλ’ ὅμως οὐδὲν αἰδεσθεὶς, ἀλλὰ ἅπερ βεβούλευτο πληρῶσαι ἐπειγόμενος, ἡμῶν δηλωσάντων, ὅτι ἕτοιμοί ἐσμεν καὶ ἑκατὸν καὶ χιλίων ἐπισκόπων παρόντων ἀποδύσασθαι τὰ ἐγκλήματα, καὶ δεῖξαι ὄντας καθα‐ | |
5 | ροὺς ἑαυτοὺς, ὥσπερ οὖν καὶ ἐσμὲν, οὐκ ἠνέσχετο· ἀλλὰ ἀπόντων ἡμῶν, καὶ σύνοδον ἐπικαλουμένων, καὶ κρίσιν ἐπιζητούντων, καὶ οὐκ ἀκρόασιν φευγόν‐ των, ἀλλ’ ἀπέχθειαν φανερὰν, καὶ κατηγόρους ἐδέ‐ χετο, καὶ τοὺς παρ’ ἐμοῦ γενομένους ἀκοινωνήτους | |
10 | ἔλυε, καὶ παρ’ αὐτῶν ἐκείνων οὐδέπω τὰ ἐγκλήματα ἀποδυσαμένων λιβέλλους ἐλάμβανε, καὶ ὑπομνήματα ἔπραττε, ἅπερ ἅπαντα παρὰ θεσμὸν καὶ κανόνων ἀκολουθίαν ἦν. Τί δὲ δεῖ πολλὰ λέγειν; Οὐκ ἀπέστη πάντα ποιῶν; καὶ πραγματευόμενος, ἕως ἡμᾶς μετὰ | |
15 | δυναστείας καὶ αὐθεντίας πάσης καὶ τῆς πόλεως καὶ τῆς ἐκκλησίας ἐξέβαλε, καὶ πρὸς ἑσπέραν βαθεῖαν, τοῦ δήμου παντὸς ἠμῖν ἐπισυρομένου. Ἑλκόμενος ὑπὸ τοῦ κουριώσου τῆς πόλεως ἐν μέσῃ τῇ πόλει, καὶ πρὸς βίαν συρόμενος κατηγόμην, καὶ εἰς | |
20 | πλοῖον ἐνεβαλλόμην, καὶ διὰ νυκτὸς ἔπλεον, ἐπειδὴ σύνοδον πρὸς δικαίαν ἀκρόασιν προεκαλούμην. Τίς ταῦτα ἀδακρυτὶ, κἂν λιθίνην ἔχῃ καρδίαν, ἀκού‐ σειεν; Ἀλλ’ ἐπειδὴ, καθάπερ ἔφθην εἰπὼν, οὐ θρηνεῖν | |
25 | μόνον τὰ κακῶς γινόμενα, ἀλλὰ καὶ διορθοῦν δεῖ, παρακαλῶ τὴν ὑμετέραν ἀγάπην διαναστῆναι, καὶ συναλγῆσαι, καὶ πάντα ποιῆσαι, ὥστε στῆναι ταύτῃ τὰ κακά. Οὐδὲ γὰρ ἐνταῦθα τὰ τῆς παρανομίας αὐ‐ τοῖς κατέλυσεν, ἀλλὰ καὶ μετὰ ταῦτα τοῖς προτέ‐ | |
30 | ροις ἐπαποδύετο. Ἐπειδὴ γὰρ ὁ εὐσεβέστατος βα‐ σιλεὺς ἐπιπηδήσαντας αὐτοὺς τῇ ἐκκλησίᾳ ἀναισχύντως ἐξέβαλε, καὶ πολλοὶ τῶν παρόντων ἐπι‐ σκόπων ἰδόντες αὐτῶν τὴν παρανομίαν, εἰς τὰς αὐ‐ τῶν ἀνεχώρησαν, τὴν ἔφοδον αὐτῶν ὥσπερ πυράν | |
35 | τινα πάντα ἐπινεμομένην φεύγοντες, ἡμεῖς μὲν πάλιν εἰς τὴν πόλιν ἐκαλούμεθα, καὶ εἰς τὴν ἐκ‐ κλησίαν, ἧς ἀδίκως ἐξεβλήθημεν, ἐπισκόπων τε ἡμᾶς πλειόνων ἢ τριάκοντα εἰσαγόντων, καὶ τοῦ θεοφι‐ λεστάτου βασιλέως νοτάριον εἰς τοῦτο ἀποστείλαν‐ | |
40 | τος, ἐκεῖνος δὲ ἐδραπέτευσεν εὐθέως. Τίνος ἕνεκεν καὶ διὰ τί; Εἰσιόντες παρεκαλοῦμεν τὸν θεοφιλέστα‐ τον βασιλέα, σύνοδον συναγαγεῖν εἰς ἐκδικίαν τῶν γεγενημένων. Συνειδὼς τοίνυν ἅπερ ἕδρασε, καὶ τὸν ἔλεγχον δεδοικὼς, καὶ γραμμάτων βασιλικῶν παντα‐ | |
45 | χοῦ διαπεμφθέντων, πάντοθεν πάντας συναγόντων, λάθρα μέσων νυκτῶν εἰς ἀκάτιον ἑαυτὸν ἐμβαλὼν, οὕτως ἀπέδρα τοὺς μεθ’ ἑαυτοῦ πάντας ἐπαγό‐ μενος. γʹ. Ἀλλ’ ἡμεῖς οὐδὲ οὕτως ἔστημεν, διὰ τὸ τῷ συν‐ | |
52.532(50) | ειδότι θαῤῥεῖν τῷ ἡμετέρῳ, τὰ αὐτὰ πάλιν παρακα‐ λοῦντες τὸν εὐσεβέστατον βασιλέα. Ὃς καὶ πρεπόντως αὐτοῦ ποιῶν τῇ εὐσεβείᾳ, ἔπεμψε πρὸς αὐτὸν πάλιν καλῶν αὐτὸν ἐξ Αἰγύπτου, καὶ τοὺς μετ’ αὐτοῦ πάν‐ τας, ὥστε δοῦναι λόγον τῶν γεγενημένων, καὶ μὴ τὰ | |
55 | ἀδίκως οὕτως ἐκ μιᾶς μοίρας, καὶ ἀπόντων ἡμῶν τολμηθέντα, καὶ παρὰ τοσούτους κανόνας, νομίζειν | |
ἀρκεῖν εἰς ἀπολογίαν ἑαυτῷ. Ὁ δὲ οὐδὲ τῶν βασιλικῶν | 531 | |
52.533 | ἠνέσχετο γραμμάτων, ἀλλ’ ἔμενεν οἴκοι, προβαλλό‐ μενος στάσιν τοῦ δήμου, καὶ σπουδὴν ἄκαιρόν τινων δῆθεν ἀντεχομένων αὐτοῦ· καίτοι γε πρὸ τῶν γραμ‐ μάτων τῶν βασιλικῶν αὐτὸς οὗτος ὁ δῆμος μυρίαις | |
5 | αὐτὸν ἦν πλύνας λοιδορίαις. Ἀλλ’ οὐ ταῦτα περι‐ εργαζόμεθα νῦν, ἀλλ’ ἐκεῖνο δεῖξαι βουλόμενοι, ὅτι κακουργῶν ἀπελήφθη, ταῦτα εἰρήκαμεν. Πλὴν οὐδὲ μετὰ ταῦτα ἡμεῖς ἡσυχάσαμεν, ἀλλ’ ἐπεκείμεθα ἀξιοῦντες δικαστήριον γενέσθαι κατὰ πεῦσιν καὶ | |
10 | ἀπόκρισιν· ἕτοιμοι γὰρ εἶναι ἐλέγομεν δεῖξαι ἑαυτούς τε ἀνευθύνους ὄντας, ἐκείνους δὲ τὰ ἔσχατα παρανο‐ μήσαντας. Καὶ γὰρ ἦσάν τινες Σύροι τῶν ποτε μετ’ αὐτοῦ παρόντων, ἐνταῦθα ἀπολειφθέντες, οἳ κοινῇ μετ’ αὐτοῦ τὸ πᾶν ἔδρασαν· καὶ προσίεμεν ἕτοιμοι | |
15 | δικάζεσθαι, καὶ πολλάκις ἠνωχλήσαμεν ὑπὲρ τούτου, ἀξιοῦντες τὰ ὑπομνήματα ἡμῖν δοθῆναι, ἢ λιβέλλους κατηγοριῶν, ἢ φύσιν ἐγκλημάτων γνωρισθῆναι, ἢ αὐτοὺς τοὺς κατηγόρους· καὶ οὐδενὸς τούτων τετυχή‐ καμεν, ἀλλὰ πάλιν ἐξεβλήθημεν τῆς Ἐκκλησίας. Πῶς | |
20 | ἂν τὰ ἐντεῦθεν διηγησαίμην λοιπὸν πᾶσαν ὑπερβαί‐ νοντα τραγῳδίαν; τίς ταῦτα παραστήσει λόγος; ποία χωρὶς φρίκης δέξεται ἀκοή; Ἡμῶν γὰρ αὐτὰ, καθά‐ περ ἔμπροσθεν εἶπον, προτεινόντων, ἀθρόον στρατιω‐ τῶν πλῆθος αὐτῷ τῷ μεγάλῳ σαββάτῳ, πρὸς ἑσπέραν | |
25 | λοιπὸν τῆς ἡμέρας ἐπειγομένης, ταῖς ἐκκλησίαις ἐπεισελθόντες, τὸν κλῆρον ἅπαντα τὸν σὺν ἡμῖν πρὸς βίαν ἐξέβαλον, καὶ ὅπλοις τὸ βῆμα περιεστοίχιστο. Καὶ γυναῖκες τῶν εὐκτηρίων οἴκων πρὸς τὸ βάπτι‐ σμα ἀποδυσάμεναι κατ’ αὐτὸν τὸν καιρὸν γυμναὶ | |
30 | ἔφυγον ὑπὸ τοῦ φόβου τῆς χαλεπῆς ταύτης ἐφόδου, οὐδὲ τὴν πρέπουσαν γυναιξὶν εὐσχημοσύνην συγ‐ χωρούμεναι περιθέσθαι· πολλαὶ δὲ καὶ τραύματα δεξάμεναι ἐξεβάλλοντο, καὶ αἵματος αἱ κολυμβῆθραι ἐπληροῦντο, καὶ τὰ ἱερὰ ἀπὸ τῶν αἱμάτων ἐφοινίσ‐ | |
35 | σετο νάματα. Καὶ οὐδὲ ἐνταῦθα εἱστήκει τὸ δεινόν. Ἀλλ’ ἔνθα τὰ ἅγια ἀπέκειντο εἰσελθόντες οἱ στρα‐ τιῶται, ὧν ἔνιοι, καθὼς ἔγνωμεν, ἀμύητοι ἦσαν, πάντα τε ἑώρων τὰ ἔνδον, καὶ τὸ ἁγιώτατον αἷμα τοῦ Χριστοῦ, ὡς ἐν τοσούτῳ θορύβῳ, εἰς τὰ τῶν προ‐ | |
40 | ειρημένων στρατιωτῶν ἱμάτια ἐξεχεῖτο· καὶ ὡς ἐν αἰχμαλωσίᾳ βαρβαρικῇ πάντα ἐτολμᾶτο. Καὶ ὁ δῆμος πρὸς τὴν ἐρημίαν ἠλαύνετο, καὶ πᾶς ὁ λαὸς ἔξω τῆς πόλεως διέτριβε, καὶ κεναὶ ἐν ἑορτῇ τοιαύτῃ τῶν λαῶν αἱ ἐκκλησίαι ἐγίνοντο, καὶ πλείους ἢ τεσσα‐ | |
45 | ράκοντα ἐπίσκοποι οἱ κοινωνοῦντες ἡμῖν μετὰ τοῦ λαοῦ καὶ τοῦ κλήρου εἰκῆ καὶ μάτην ἠλαύνοντο· καὶ ὀλολυγαὶ, καὶ θρῆνοι, καὶ πηγαὶ δακρύων πανταχοῦ κατὰ τὰς ἀγορὰς, κατὰ τὰς οἰκίας, κατὰ τὰς ἐρημίας, καὶ πᾶν τῆς πόλεως μέρος τῶν συμφο‐ | |
52.533(50) | ρῶν ἐπληροῦτο τούτων· διὰ γὰρ τὴν ὑπερβολὴν τῆς παρανομίας οὐχ οἱ πάσχοντες μόνον, ἀλλὰ καὶ οἱ μηδὲν τοιοῦτον ὑπομένοντες συνήλγουν ἡμῖν, οὐχ οἱ ὁμόδοξοι μόνον, ἀλλὰ καὶ αἱρετικοὶ, καὶ Ἰουδαῖοι καὶ Ἕλληνες, καὶ ὡς τῆς πόλεως κατὰ κράτος ἁλούσης, | |
55 | οὕτως ἐν θορύβοις καὶ ταραχαῖς καὶ ὀλολυγαῖς ἅπαντα | |
ἦν. Καὶ ταῦτα ἐτολμᾶτο παρὰ γνώμην τοῦ εὐσεβε‐ | Column end | |
52.534 | στάτου βασιλέως, νυκτὸς καταλαβούσης, ἐπισκόπων αὐτὰ κατασκευαζόντων, καὶ πολλαχοῦ στρατηγούν‐ των, οἳ οὐκ ᾐσχύνοντο καμπιδούκτορας ἀντὶ διακόνων προηγουμένους ἕχοντες. Ἡμέρας δὲ γενομένης, πᾶσα | |
5 | ἡ πόλις ἕξω τῶν τειχῶν μετῳκίζετο ὑπὸ δένδρα καὶ νάπας, καθάπερ πρόβατα διεσπαρμένα τὴν ἑορτὴν ἐπιτελοῦντες. δʹ. Ἔξεστιν ὑμῖν τὰ ἐντεῦθεν λογίσασθαι λοιπὸν ἅπαντα· ὥσπερ γὰρ ἔφθην εἰπὼν, οὐχ οἷόν τε πάντα | |
10 | ἐπελθεῖν τῷ λόγῳ καθ’ ἕκαστον γινόμενα. Τὸ δὴ χα‐ λεπὸν, ὅτι τοσαῦτα καὶ τηλικαῦτα κακὰ οὐδέπω καὶ νῦν λύσιν ἔλαβεν, ἀλλ’ οὐδὲ ἐλπίδα λύσεως· ἀλλ’ ἐκτείνεται καθ’ ἑκάστην ἡμέραν τὸ δεινὸν, καὶ γέλως γεγόναμεν τοῖς πολλοῖς μᾶλλον δὲ γελᾷ μὲν | |
15 | οὐδεὶς, κἂν μυριάκις παράνομος ᾖ, θρηνοῦσι δὲ πάντες, ὅπερ ἔφην, τὸν κολοφῶνα τῶν κακῶν, τὴν καινὴν ταύτην παρανομίαν. Τί ἄν τις εἴποι τὰς τῶν λοιπῶν Ἐκκλησιῶν τα‐ ραχάς; Οὐδὲ γὰρ ἐνταῦθα ἔστη τὸ κακὸν, ἀλλὰ καὶ | |
20 | μέχρι τῆς ἕω ἔφθασε. Καθάπερ γὰρ ἀπὸ κεφαλῆς πονηροῦ ῥεύματος ἐκχυθέντος, τὰ λοιπὰ διαφθείρεται μέρη, οὕτω δὴ καὶ νῦν ὥσπερ ἐκ πηγῆς τῆς μεγάλης ταύτης πόλεως τῶν κακῶν ἀρξαμένων, ὁδῷ τὰ τῶν θορύβων πανταχοῦ προέβη, καὶ κλῆροι πανταχοῦ | |
25 | ἐπανέστησαν ἐπισκόποις, καὶ ἐπίσκοποι ἐπισκόπων, καὶ λαοὶ μὲν λαῶν διεσχίσθησαν, οἱ δὲ μέλλουσι, καὶ πανταχοῦ τῶν κακῶν ὠδῖνες, καὶ τῆς οἰ‐ κουμένης ἁπάσης ἀνατροπή. Μαθόντες τοίνυν ἅπαντα, κύριοί μου τιμιώτατοι καὶ εὐλαβέστατοι, τὴν προσ‐ | |
30 | ήκουσαν ὑμῖν ἀνδρείαν καὶ σπουδὴν ἐπιδείξασθε, ὥστε παρανομίαν τοσαύτην ἐπεισελθοῦσαν ταῖς Ἐκκλησίαις ἀναστεῖλαι. Εἰ γὰρ τοῦτο κρατήσειε τὸ ἔθος, καὶ ἐξὸν γένηται τοῖς βουλομένοις εἰς τὰς ἀλλοτρίας ἀπιέ‐ ναι παροικίας ἐκ τοσούτων διαστημάτων, καὶ ἐκβάλ‐ | |
35 | λειν οὓς ἂν ἐθέλοι τις, κατ’ ἐξουσίαν ἰδίαν πράττειν, ἅπερ ἂν ἐθέλωσιν, ἴστε ὅτι πάντα οἰχήσεται, καὶ πό‐ λεμός τις ἀκήρυκτος πᾶσαν ἐπιδραμεῖται τὴν οἰκου‐ μένην, πάντων πάντας βαλλόντων καὶ βαλλομένων. Ἵνα οὖν μὴ τοσαύτη σύγχυσις καταλάβῃ τὴν ὑφ’ | |
40 | ἥλιον πᾶσαν, ἐπιστεῖλαι παρακλήθητε τὰ μὲν οὕτω παρανόμως γεγενημένα ἀπόντων ἡμῶν, καὶ ἐκ μιᾶς μοίρας, καὶ οὐ παραιτησαμένων κρίσιν, μηδεμίαν ἔχειν ἰσχὺν, ὥσπερ οὖν οὐδὲ ἔχει τῇ οἰκείᾳ φύσει· τοὺς δὲ τοιαῦτα παρανομήσαντας ἐλεγχομένους τῷ | |
45 | ἐπιτιμίῳ ὑποβάλλεσθαι τῶν ἐκκλησιαστικῶν νόμων· ἡμᾶς δὲ τοὺς οὐχ ἁλόντας, οὐκ ἐλεγχομένους, οὐκ ἀποδειχθέντας ὑπευθύνους, τῶν γραμμάτων τῶν ὑμε‐ τέρων δότε ἀπολαύειν συνεχῶς, καὶ τῆς ἀγάπης, καὶ πάντων τῶν ἄλλων, ὧνπερ καὶ ἔμπροσθεν. Εἰ δὲ βού‐ | |
52.534(50) | λοιντο καὶ νῦν οἱ τὰ τοιαῦτα παρανομήσαντες ἐγκλή‐ ματα γυμνάζειν, ἐφ’ οἷς ἡμᾶς ἀδίκως ἐξέβαλον, ὑπομνημάτων ἡμῖν οὐ δοθέντων, οὐ λιβέλλων, οὐ κατηγόρων φανέντων· δικαστηρίου καθίσαντος ἀδε‐ κάστου, καὶ δικασόμεθα, καὶ ἀπολογησόμεθα, καὶ | |
55 | ἀποδείξομεν ἑαυτοὺς ἀνευθύνους τῶν ἐπαγομένων ἡμῖν, ὥσπερ οὖν καὶ ἐσμέν· τὰ γὰρ νῦν γεγενημένα | |
παρ’ αὐτῶν πάσης ἐκτός ἐστιν ἀκολουθίας, καὶ παν‐ | 533 | |
52.535 | τὸς νόμου καὶ κανόνος ἐκκλησιαστικοῦ. Καὶ τί λέγω κανόνος ἐκκλησιαστικοῦ; Οὐδὲ ἐν τοῖς ἔξω μὲν οὖν δικαστηρίοις τοιαῦτα ἐτολμήθη ποτὲ, μᾶλλον δὲ οὐδὲ ἐν βαρβαρικῷ δικαστηρίῳ, οὐδὲ Σκύθαι, οὐδὲ Σαυ‐ | |
5 | ρομάται οὕτως ἄν ποτε ἐδίκασαν ἐκ μιᾶς μοίρας κρί‐ ναντες, ἀπόντος τοῦ αἰτιωμένου, παραιτουμένου οὐ κρίσιν, ἀλλ’ ἀπέχθειαν, καλοῦντος δικαστὰς μυρίους, ἀνεύθυνον ἑαυτὸν εἶναι λέγοντος, καὶ τῆς οἰκουμένης παρούσης ἀποδύσασθαι τὰς αἰτίας, καὶ δεῖξαι ἑαυτὸν | |
10 | ἐν ἅπασιν ἀθῶον ὄντα. Ταῦτα οὖν πάντα λογισάμε‐ | |
νοι, καὶ παρὰ τῶν κυρίων μου τῶν εὐλαβεστάτων | Column end | |
52.536 | ἀδελφῶν ἡμῶν τῶν ἐπισκόπων σαφέστερον ἅπαντα μαθόντες, τὴν παρ’ ἑαυτῶν ἡμῖν εἰσενεγκεῖν σπουδὴν παρακλήθητε. Οὕτω γὰρ οὐχ ἡμῖν μόνοις χαριεῖσθε, ἀλλὰ καὶ τῷ κοινῷ τῶν Ἐκκλησιῶν, καὶ τὸν παρὰ | |
5 | τοῦ Θεοῦ λήψεσθε μισθὸν, τοῦ διὰ τὴν τῶν Ἐκκλη‐ σιῶν εἰρήνην πάντα ποιοῦντος. Διηνεκῶς ἐῤῥωμένος | |
ὑπερεύχου μου, δέσποτα τιμιώτατε καὶ ὁσιώτατε. | Column end || Page end535 |