TLG 2062 092 :: JOANNES CHRYSOSTOMUS :: Sermo cum iret in exsilium

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Sermo cum iret in exsilium

Citation: Vol — pg — (ln)

52

435*

(8t)

ΟΤΕ ΑΠΗΕΙ ΕΝ ΤΗ ΕΞΟΡΙΑ.
9αʹ. Φαιδρὸς ἡμῖν ὁ λόγος, ἀδελφοί μου, καὶ λαμπρὰ
10πανήγυρις, καὶ θάλαττα εὐρύχωρος ἐμπεπλησμένη, ἀλλ’ οὐ ταραττομένη τῇ ζάλῃ τῶν ἀνέμων. Ἦλθε γὰρ ἡ μήτηρ τῆς εἰρήνης, ἡ κατασβεννύουσα τὴν ζάλην τῶν ἀνέμων· Μήτηρ Σιὼν ἐρεῖ, ἄνθρωπος καὶ ἄνθρωπος ἐγεννήθη ἐν αὐτῇ, καὶ αὐτὸς ἐθε‐
15μελίωσεν αὐτήν. Τεκνία μου, μελλουσί με καθ‐ ελεῖν; καὶ τί δέδοικα τὸν θάνατον; Ἐμοὶ τὸ ζῇν ὁ Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀλλ’ ἐξορίᾳ παραπέμψουσι; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ χρημάτων δήμευσις ἔσται μοι; Οὐδὲν
20εἰς τὸν κόσμον εἰσηνέγκαμεν, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ἀλλ’ οἴδατε, ἀδελφοὶ, δι’ ἣν αἰτίαν μέλλουσί με καθελεῖν. Ἐπειδὴ τάπητας οὐχ ἥπλωσα, καὶ σηρικὰ ἱμάτια οὐκ ἐνεδυσάμην, ὅτι τὴν γαστριμαργίαν αὐτῶν οὐ παρεμυθησάμην, χρυ‐
25σὸν καὶ ἄργυρον οὐ προσήνεγκα. Λέγουσι δέ μοι, ὅτι Ἔφαγες καὶ ἔπιες, καὶ ἐβάπτισας. Εἰ ἐποίησα τοῦτο, ἀνάθεμά μοι ἔστω· μὴ ἀριθμηθείην μετὰ τῶν ἐπι‐ σκόπων, μὴ γίνωμαι μετὰ ἀγγέλων, μὴ ἀρέσω τῷ Θεῷ. Εἰ δὲ καὶ ἔφαγον καὶ ἐβάπτισα, οὐδὲν τῶν λε‐
30γομένων ἄκαιρον ἐποίησα. Καθελέτωσαν καὶ Παῦ‐
λον τὸν ἀπόστολον, ὅτι μετὰ τὸ δεῖπνον τῷ δεσμο‐Column end

52

436*

(9)

φύλακι τὰ βάπτισμα ἐχαρίσατο· καὶ καθελέτωσαν
10αὐτὸν τὸν Κύριον, ὅτι μετὰ τὸ δεῖπνον τὴν κοινω‐ νίαν τοῖς μαθηταῖς ἐχαρίσατο. Πολλὰ ὁρῶ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον, καὶ δόρατα παρεσκευα‐ σμένα· κἀγὼ ὡς κυβερνήτης ἐν μεγάλῳ κλύδωνι, καθέζομαι ἐπὶ τὰς δύο πρύμνας τοῦ πλοίου, ἤγουν
15ἐπὶ τὴν Παλαιὰν καὶ Νέαν Διαθήκην, καὶ ταῖς κώ‐ παις ἀπωθοῦμαι τὴν ζάλην· οὐ ταῖς κώπαις ταῖς ξυ‐ λίναις, ἀλλὰ τῷ σταυρῷ τῷ τιμίῳ τοῦ Δεσπότου τὴν ζάλην εἰς εἰρήνην μεταστρέφω. Δεσπότης κελεύει, καὶ δοῦλος στεφανοῦται· διὰ τοῦτο αὐτὸν
20(οὐ) παραδίδωσιν αὐτὸς διαβόλῳ. Ἒν (l. ἂν) δὲ οὐκ οἴδασιν οἱ ἄνθρωποι ὅτι διὰ τοῦ ἀκαθάρτου τὸ κα‐ θαρώτατον σκεῦος φανεροῦται; Ἀδελφοὶ, τρεῖς ὑμῖν ὑποθέσεις τίθημι, πίστιν, πειρασμὸν, σωφροσύνην. Εἰ λέγετε πίστιν ὑπομένειν, μιμήσασθε τὸν μακά‐
25ριον Ἀβραὰμ, τὸν παρηκμακότα τῇ ἡλικίᾳ καὶ καρ‐ ποὺς ὡρίμους δεξάμενον. Εἰ δὲ λέγετε πειρασμὸν ὑπομένειν, μιμεῖσθε τὸν μακάριον Ἰώβ. Τὸν αὐτοῦ τρόπον οἴδατε, καὶ τὴν ὑπομονὴν ἠκούσατε, καὶ τὸ τέλος αὐτοῦ οὐκ ἔλαθεν ὑμῖν. Εἰ δὲ θέλετε σωφροσύ‐
30νην ὑπομένειν, μιμήσασθε τὸν μακάριον Ἰωσὴφ, τὸν

52

.

437

πραθέντα εἰς Αἴγυπτον, καὶ λιμῷ τηκομένην Αἴγυ‐ πτον ἐλευθερώσαντα. Προσετίθη γὰρ αὐτῷ πειρασμὸς ἐκ πόρνης Αἰγυπτίας τῷ ἔρωτι δεδουλωμένης, ἥτις αὐτῷ παρεκάθητο, Κοιμήθητι, λέγουσα, μετ’ ἐμοῦ.
5Ἐβούλετο γὰρ τῆς σωφροσύνης αὐτὸν ἀπογυμνῶσαι ἐν τῇ Αἰγύπτῳ ἡ Αἰγυπτία· ἐνταῦθα δὲ ὁ Αἰγύπτιος. Ἀλλ’ οὔτε ἐκείνη τὸν ἅγιον ἐσκέλισεν, οὔτε οὗτος τοῦτον· ἀλλ’ ἐφάνη ὁμοῦ τῆς ἐλευθερίας ἡ σωφρο‐ σύνη, καὶ τῶν τέκνων ἡ εὐγένεια, καὶ τῆς βαρβάρου
10ἡ ἀκολασία. βʹ. Ἀδελφοὶ, ὁ κλέπτης οὐκ ἔρχεται ὅπου καλάμη, καὶ χόρτος, καὶ ξύλον· ἀλλ’ ὅπου κεῖται χρυσὸς, ἢ ἄργυρος, ἢ μαργαρίτης· οὕτως ὁ διάβολος οὐκ εἰσ‐ έρχεται ὅπου πόρνος, ἢ βέβηλος, ἢ ἅρπαξ, ἢ πλεο‐
15νέκτης· ἀλλ’ ὅπου οἱ τὸν ἔρημον βίον διάγοντες. Ἀδελφοὶ, βουλόμεθα ἐφαπλῶσαι τὴν γλῶτταν πρὸς τὴν βασιλίδα; Ἀλλὰ τί εἴπω; Ἰεζάβελ θορυβεῖται, καὶ Ἠλίας φεύγει· Ἡρωδιὰς εὐφραίνεται, καὶ Ἰωάν‐ νης δεσμεύεται· ἡ Αἰγυπτία ψεύδεται, καὶ Ἰωσὴφ
20φυλακίζεται. Ἐὰν οὖν ἐξορίσωσί με, τὸν Ἠλίαν μι‐ μοῦμαι· ἐὰν εἰς βόρβορον βάλωσι, τὸν Ἱερεμίαν· ἐὰν εἰς θάλατταν, τὸν προφήτην Ἰωνᾶν· ἐὰν καὶ εἰς λάκκον, τὸν Δανιήλ· ἐὰν λιθάσωσί με, Στέφανον· ἐὰν ἀποκεφαλίσωσι, Ἰωάννην τὸν πρόδρομον· ἐὰν
25ῥαβδίσωσι, Παῦλον· ἐὰν πρίσωσι, τὸν Ἡσαΐαν. Εἴθε ξυλίνῳ πρίονι, ἵνα τοῦ σταυροῦ τοῦ πόθου ἀπολαύσω. Ἡ σεσωματωμένη πολεμεῖ τὸν ἀσώματον· ἡ λου‐ τροῖς καὶ μυρίσμασι καὶ μετ’ ἀνδρὸς περιπλεκομένη, πολεμεῖ τὴν καθαρὰν καὶ ἄσπιλον Ἐκκλησίαν. Ἀλλά
30γε καὶ αὐτὴ καθίσει χήρα, ἔτι ζῶντος τοῦ ἀνδρός· ὅτι γυνὴ εἶ, καὶ χηρεῦσαι θέλεις τὴν Ἐκκλησίαν. Ἑσπέρας ἐκάλει με τρισκαιδέκατον ἀπόστολον, καὶ σήμερον Ἰούδα προσεῖπε. Χθὲς μετ’ ἐλευθερίας συν‐
εκάθητό μοι, καὶ σήμερον ὡς θηρίον μοι ἐπεπήδησε.Column end

52

.

438

Ἔδει τὸν ἥλιον παρ’ ἡμῖν σβεσθῆναι, καὶ τὴν σελή‐ νην μὴ φανῆναι, καὶ μόνον τοῦ ῥήματος Ἰὼβ μὴ ἐπιλαθέσθαι. Καὶ γὰρ Ἰὼβ, ὁ τηλικαύτην ὑπομείνας πληγὴν, ἄλλο οὐδὲν ἐβόα ἢ ὅτι, Εἴη τὸ ὄνομα Κυ‐
5ρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ὅτε γὰρ ἡ τούτου γυνὴ ἐβόα λέγουσα· Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα, ἐπετίμησεν αὐτῇ λέγων· Ἵνα τί ὡς μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Ὢ ἀχαροῦς γυναικός! ὢ μάλαγμα ὀδυνῶν! Ἆρα,
10γύναι, σοῦ ποτε ἀῤῥωστούσης τοιαῦτά σοι ἐφθέγξατο Ἰώβ; καὶ οὐχὶ εὐχαῖς καὶ εὐποιίαις ἀπεσμήξατό σου τὴν νόσον; Ὅτε ἐν βασιλικαῖς αὐλαῖς διῆγεν, ὅτε τὰ χρήματα εἶχεν, ὅτε τὴν θεραπείαν τὴν βασι‐ λικὴν, οὐδὲν τοσοῦτον ἔλεγες, καὶ νῦν ὁρῶσα ἐπὶ
15κοπρίας καθήμενον, καὶ ὑπὸ σκωλήκων συνειλισσό‐ μενον, τοῦτο λέγεις, Εἰπόν τι ῥῆμα πρὸς Κύριον, καὶ τελεύτα. Οὐκ ἤρκει αὐτῷ ἡ πρόσκαιρος παιδεία, ἀλλὰ καὶ διὰ τοῦ ῥήματος αἰωνίαν αὐτῷ τὴν κόλασιν προξενεῖς; Ἀλλὰ τί ὁ μακάριος Ἰώβ; Ἵνα τί ὥσπερ
20μία τῶν ἀφρόνων γυναικῶν ἐλάλησας; Εἰ τὰ ἀγαθὰ ἐδεξάμεθα ἐκ χειρὸς Κυρίου, τὰ κακὰ οὐχ ὑποίσωμεν; Τί δὲ καὶ ἡ παράνομος καὶ στυγερὰ, αὕτη ἡ νέα, φημὶ, Ἰεζάβελ οὐ βοᾷ καὶ λέγει ἐκ... καὶ διαπερα.... ἀποδρ... ἀλλὰ ἀποστέλλει μοι ὑπάτους
25καὶ τριβούνους, καὶ μόνον ἀπειλεῖ. Καὶ τί μοι ἀνῆ‐ κεν; Ἀράχναι ὑπὸ ἀράχνης ἀποστελλόμεναι. Ἀδελ‐ φοὶ πάντες, ὅτι καὶ ἐν πόνοις ἀπόκειται νίκη, καὶ ἐν τοῖς ἀγῶσιν ἀπόκειται στέφανος, ὡς ὁ θεσπέσιος Παῦλος ἀρτίως ἔλεγε, Τὸν καλὸν ἀγῶνα ἠγώνι‐
30σμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα, καὶ λοιπὸν ἀπόκειται ὁ τῆς δικαιοσύνης στέφα‐ νος, ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὁ δίκαιος κριτής· ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.