TLG 2062 091 :: JOANNES CHRYSOSTOMUS :: Sermo antequam iret in exsilium JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) Sermo antequam iret in exsilium Citation: Vol — pg — (ln) | ||
52427*(9t) | ΤΟΥ ΑΥΤΟΥ | |
10t | ΟΜΙΛΙΑ ΠΡΟ ΤΗΣ ΕΞΟΡΙΑΣ. | |
---|---|---|
11 | αʹ. Πολλὰ τὰ κύματα καὶ χαλεπὸν τὸ κλυδώνιον· ἀλλ’ οὐ δεδοίκαμεν, μὴ καταποντισθῶμεν· ἐπὶ γὰρ τῆς πέτρας ἑστήκαμεν. Μαινέσθω ἡ θάλασσα, πέτραν διαλῦσαι οὐ δύναται· ἐγειρέσθω τὰ κύματα, τοῦ Ἰη‐ | |
15 | σοῦ τὸ πλοῖον καταποντίσαι οὐκ ἰσχύει. Τί δεδοίκα‐ μεν, εἰπέ μοι; Τὸν θάνατον; Ἐμοὶ τὸ ζῇν Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος. Ἀλλ’ ἐξορίαν, εἰπέ μοι; Τοῦ Κυρίου ἡ γῆ, καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ χρημάτων δήμευσιν; Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν | |
20 | κόσμον, δῆλον ὅτι οὐδὲν ἐξενεγκεῖν δυνάμεθα· καὶ τὰ φοβερὰ τοῦ κόσμου ἐμοὶ εὐκαταφρόνητα, καὶ τὰ χρηστὰ καταγέλαστα. Οὐ πενίαν δέδοικα, οὐ πλοῦ‐ τον ἐπιθυμῶ· οὐ θάνατον φοβοῦμαι, οὐ ζῆσαι εὔχο‐ μαι, εἰ μὴ διὰ τὴν ὑμετέραν προκοπήν. Διὸ καὶ τὰ | |
25 | νῦν ὑπομιμνήσκω, καὶ παρακαλῶ τὴν ὑμετέραν θαῤ‐ | Column end |
52428*(11) | ῥεῖν ἀγάπην. Οὐδεὶς γὰρ ἡμᾶς ἀποσπάσαι δυνήσεται· ὃ γὰρ ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος χωρίσαι οὐ δύνα‐ ται. Εἰ γὰρ περὶ γυναικὸς καὶ ἀνδρὸς λέγει· Ἀντὶ τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ | |
15 | τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὃ οὖν ὁ Θεὸς ἔζευξεν, ἄνθρωπος μὴ χωριζέτω. Εἰ γάμον οὐ δύνασαι διασπάσαι, πόσῳ μᾶλλον Ἐκκλησίαν Θεοῦ οὐκ ἰσχύεις καταλῦσαι; ἀλλὰ πολεμεῖς αὐτὴν, οὐ δυνάμε‐ | |
20 | νος βλάψαι τὸν πολεμούμενον. Ἀλλ’ ἐμὲ μὲν ἐργάζῃ λαμπρότερον, ἑαυτοῦ δὲ τὴν ἰσχὺν καταλύεις τῆς πρὸς ἐμὲ μάχης· Σκληρὸν γάρ σοι πρὸς κέντρα | |
ὀξέα λακτίζειν. Οὐκ ἀμβλύνεις τὰ κέντρα, ἀλλὰ τοὺς | ||
52.429 | πόδας αἱμάσσεις· ἐπεὶ καὶ τὰ κύματα τὴν πέτραν οὐ διαλύει, ἀλλ’ αὐτὰ εἰς ἀφρὸν διαλύονται. Οὐδὲν Ἐκκλησίας δυνατώτερον, ἄνθρωπε. Λῦσον τὸν πόλε‐ μον, ἵνα μὴ καταλύσῃ σου τὴν δύναμιν· μὴ εἴσαγε | |
5 | πόλεμον εἰς οὐρανόν. Ἄνθρωπον ἐὰν πολεμῇς, ἢ ἐνί‐ κησας, ἢ ἐνικήθης. Ἐκκλησίαν δὲ ἐὰν πολεμῇς, νι‐ κῆσαί σε ἀμήχανον· ὁ Θεὸς γάρ ἐστιν ὁ πάντων ἰσχυ‐ ρότερος. Μὴ παραζηλοῦμεν τὸν Κύριον; μὴ ἰσχυ‐ ρότεροι αὐτοῦ ἐσμεν; Ὁ Θεὸς ἔπηξε, τίς ἐπιχειρεῖ | |
10 | σαλεύειν; Οὐκ οἶσθα αὐτοῦ τὴν δύναμιν. Ἐπιβλέπει ἐπὶ τὴν γῆν, καὶ ποιεῖ αὐτὴν τρέμειν· κελεύει, καὶ τὰ σειόμενα ἡδράζετο. Εἰ τὴν πόλιν σαλευομένην ἔστησε, πολλῷ μᾶλλον τὴν Ἐκκλησίαν στῆσαι δύ‐ ναται. Ἡ Ἐκκλησία οὐρανοῦ ἰσχυροτέρα· Ὁ οὐρανὸς | |
15 | καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Ποῖοι λόγοι; Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ μου τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκ‐ κλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. βʹ. Εἰ ἀπιστεῖς τῷ λόγῳ, πίστευε τοῖς πράγμασι. Πό‐ | |
20 | σοι τύραννοι ἠθέλησαν περιγενέσθαι τῆς Ἐκκλησίας; πόσα τήγανα; πόσοι κάμινοι, θηρίων ὀδόντες, ξίφη ἠκονημένα; καὶ οὐ περιεγένοντο. Ποῦ οἱ πολεμήσαν‐ τες; Σεσίγηνται καὶ λήθῃ παραδέδονται. Ποῦ δὲ ἡ Ἐκκλησία; Ὑπὲρ τὸν ἥλιον λάμπει. Τὰ ἐκείνων | |
25 | ἔσβεσται, τὰ ταύτης ἀθάνατα. Εἰ ὅτε ὀλίγοι ἦσαν, οὐκ ἐνικήθησαν, ὅτε ἡ οἰκουμένη ἐπλήσθη εὐσεβείας, πῶς νικῆσαι δύνασαι; Ο οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσι. Καὶ μάλα εἰκότως· ποθεινοτέρα γὰρ ἡ Ἐκκλησία τῷ | |
30 | Θεῷ τοῦ οὐρανοῦ. Οὐρανοῦ σῶμα οὐκ ἀνέλαβεν, Ἐκκλησίας δὲ σάρκα ἀνέλαβε· διὰ τὴν Ἐκκλησίαν ὁ οὐρανὸς, οὐ διὰ τὸν οὐρανὸν ἡ Ἐκκλησία. Μηδὲν ὑμᾶς θορυβείτω τῶν γενομένων. Τοῦτό μοι χαρίσασθε, πίστιν ἀπερίτρεπτον. Οὐκ εἴδετε τὸν Πέτρον περιπα‐ | |
35 | τοῦντα ἐπὶ τῶν ὑδάτων, καὶ ὀλίγον διστάσαντα, καὶ μέλλοντα καταποντίζεσθαι, οὐ διὰ τὴν ἄτακτον τῶν ὑδάτων ὁρμὴν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς πίστεως; Μὴ γὰρ ἀνθρωπίναις ψήφοις ἐνταῦθα ἤλθομεν; μὴ γὰρ ἄνθρωπος ἤγαγεν, ἵνα ἄνθρωπος καταλύσῃ; | |
40 | Ταῦτα λέγω οὐκ ἀπονοούμενος, μὴ γένοιτο, οὐδὲ ἀλα‐ ζονευόμενος, ἀλλὰ τὸ ὑμῶν σεσαλευμένον στηρίξαι βουλόμενος. Ἐπειδὴ ἔστη ἡ πόλις, Ἐκκλησίαν ὁ διά‐ βολος ἠθέλησε σαλεῦσαι. Μιαρὲ καὶ παμμίαρε διά‐ βολε, τοίχων οὐ περιεγένου, καὶ Ἐκκλησίαν προσδο‐ | |
45 | κᾷς σαλεῦσαι; Μὴ γὰρ ἐν τοίχοις ἡ Ἐκκλησία; Ἐν τῷ πλήθει τῶν πιστῶν ἡ Ἐκκλησία. Ἰδοὺ πόσοι στῦλοι ἑδραῖοι, οὐ σιδήρῳ δεδεμένοι, ἀλλὰ πίστει ἐσφιγμένοι. Οὐ λέγω ὅτι τοσοῦτον πλῆθος πυρὸς σφοδρότερον· ἀλλ’ οὔτε, εἰ εἷς ἦν, περιεγένου. Καὶ | |
52.429(50) | οἶδας, οἷά σοι τραύματα παρέσχον οἱ μάρτυρες. Εἰσῆλθε πολλάκις κόρη ἁπαλὴ ἀπειρόγαμος· κηροῦ ἦν ἁπαλωτέρα, καὶ πέτρας ἐγένετο στερεωτέρα. Τὰς πλευρὰς αὐτῆς ἔξεες, καὶ τὴν πίστιν αὐτῆς οὐκ ἔλα‐ βες. Ἠτόνησε τῆς σαρκὸς ἡ φύσις, καὶ οὐκ ἀπηγο‐ | |
55 | ρεύθη τῆς πίστεως ἡ δύναμις· ἐδαπανᾶτο τὸ σῶμα, ἐνεανιεύετο τὸ φρόνημα· ἀνηλίσκετο δὲ ἡ οὐσία, καὶ ἔμενεν ἡ εὐλάβεια. Γυναικὸς οὐ περιεγένου μιᾶς, καὶ τοσούτου περιγενέσθαι δήμου προσδοκᾷς; Οὐκ ἀκούεις τοῦ Κυρίου λέγοντος, Ὅπου δύο ἢ τρεῖς εἰσι συν‐ | |
60 | ηγμένοι εἰς τὸ ὄνομά μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν; Ὅπου τοσοῦτος δῆμος ἀγάπῃ ἐσφιγμένος, οὐ πάρεστιν; Ἔχω αὐτοῦ ἐνέχυρον· μὴ γὰρ οἰκείᾳ δυνάμει θαῤῥῶ; Γραμματεῖον αὐτοῦ κατέχω. Ἐκεῖνό | |
μοι βακτηρία, ἐκεῖνό μοι ἀσφάλεια, ἐκεῖνό μοι λιμὴν | Column end | |
52.430 | ἀκύμαντος. Κἂν ἡ οἰκουμένη ταράττηται, τὸ γραμ‐ ματεῖον κατέχω· αὐτῷ (f. αὐτὸ) ἀναγινώσκω· τὰ γράμματα ἐκεῖνα τεῖχος ἐμοὶ καὶ ἀσφάλεια. Ποῖα ταῦτα; Ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας | |
5 | ἕως τῆς συντελείας τοῦ αἰῶνος. Χριστὸς μετ’ ἐμοῦ, καὶ τίνα φοβηθήσομαι; Κἂν κύματα κατ’ ἐμοῦ διε‐ γείρηται, κἂν πελάγη, κἂν ἀρχόντων θυμοί· ἐμοὶ ταῦτα πάντα ἀράχνης εὐτελέστερα. Καὶ εἰ μὴ διὰ τὴν ὑμετέραν ἀγάπην, οὐδὲ σήμερον ἂν παρῃτησάμην | |
10 | ἀπελθεῖν. Ἀεὶ γὰρ λέγω, Κύριε, τὸ σὸν θέλημα γενέσθω· μὴ ὅ τι ὁ δεῖνα, καὶ ὁ δεῖνα, ἀλλ’ εἴ τι σὺ βούλει. Οὗτος ἐμοὶ πύργος, τοῦτο ἐμοὶ πέτρα ἀκίνη‐ τος· τοῦτο ἐμοὶ βακτηρία ἀπερίτρεπτος. Εἰ βούλεται ὁ Θεὸς τοῦτο γενέσθαι, γινέσθω. Εἰ βούλεται ἐνταῦθα | |
15 | εἶναί με, χάριν ἔχω. Ὅπου βούλεται, εὐχαριστῶ. γʹ. Μηδεὶς ὑμᾶς θορυβείτω· ταῖς εὐχαῖς προσέχετε. Ταῦτα ἐποίησεν ὁ διάβολος, ἵνα ἐκκόψῃ τὴν σπουδὴν τὴν περὶ τὰς λιτανείας. Ἀλλ’ οὐ προχωρεῖ αὐτῷ· ἀλλὰ σπουδαιοτέρους ὑμᾶς καὶ θερμοτέρους εὑρήκαμεν. Αὔ‐ | |
20 | ριον εἰς λιτανεῖον ἐξελεύσομαι μεθ’ ὑμῶν. Ἢ ὅπου ἐγὼ, καὶ ὑμεῖς ἐκεῖ· ὅπου ὑμεῖς, ἐκεῖ κἀγώ· ἓν σῶμά ἐσμεν· οὐ σῶμα κεφαλῆς, οὐ κεφαλὴ σώ‐ ματος χωρίζεται. Διειργόμεθα τῷ τόπῳ, ἀλλ’ ἡνώ‐ μεθα τῇ ἀγάπῃ· οὐδὲ θάνατος διακόψαι δυνήσεται. | |
25 | Κἂν γὰρ ἀποθάνῃ μου τὸ σῶμα, ζῇ ἡ ψυχὴ, καὶ μέμνηται τοῦ δήμου· ὑμεῖς ἐμοὶ πατέρες· πῶς ὑμῶν δύναμαι ἐπιλαθέσθαι; ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ζωὴ, ὑμεῖς ἐμοὶ εὐδοκίμησις. Ἐὰν ὑμεῖς προ‐ κόψητε, ἐγὼ εὐδοκιμῶ· ὥστε ἐμοὶ ζωὴ πλοῦτος ἐν | |
30 | τῷ ὑμετέρῳ κεῖται θησαυρῷ. Ἐγὼ μυριάκις ὑπὲρ ὑμῶν σφαγῆναι ἕτοιμος (καὶ οὐδεμίαν χάριν παρέχω, ἀλλὰ καὶ ὀφειλὴν ἀποδίδωμι· Ὁ γὰρ ποιμὴν ὁ κα‐ λὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβά‐ των), καὶ σφαγῆναι μυριάκις, καὶ μυρίας κεφαλὰς | |
35 | ἀποτμηθῆναι. Ἐμοὶ ὁ θάνατος οὗτος ἀθανασίας ὑπό‐ θεσις, ἐμοὶ αἱ ἐπιβουλαὶ αὗται ἀσφαλείας ἀφορμή. Μὴ γὰρ διὰ χρήματα ἐπιβουλεύομαι, ἵνα λυπηθῶ; μὴ γὰρ δι’ ἁμαρτήματα, ἵνα ἀλγήσω; Διὰ τὸν ἔρωτα τὸν περὶ ὑμᾶς· ἐπειδὴ πάντα ποιῶ, ὥστε ὑμᾶς ἐν | |
40 | ἀσφαλείᾳ μεῖναι, ὥστε μηδένα παρεισελθεῖν τῇ ποί‐ μνῃ, ὥστε μεῖναι ἀκέραιον τὸ ποίμνιον. Ἡ ὑπόθεσις τῶν ἀγώνων ἀρκεῖ μοι εἰς στέφανον. Τί γὰρ ἂν πά‐ θοιμι ὑπὲρ ὑμῶν; Ὑμεῖς ἐμοὶ πολῖται, ὑμεῖς ἐμοὶ πατέρες, ὑμεῖς ἐμοὶ ἀδελφοὶ, ὑμεῖς ἐμοὶ τέκνα, ὑμεῖς | |
45 | ἐμοὶ μέλη, ὑμεῖς ἐμοὶ σῶμα, ὑμεῖς ἐμοὶ φῶς, μᾶλλον δὲ καὶ τοῦ φωτὸς τούτου γλυκύτεροι. Τί γὰρ τοιοῦτον παρέχει μοι ἡ ἀκτῖνα οἷον ἡ ὑμετέρα ἀγάπη; Ἡ ἀκτῖνα ἐν τῷ παρόντι με βίῳ ὠφελεῖ, ἡ δὲ ὑμετέρα ἀγάπη στέφανόν μοι πλέκει ἐν τῷ μέλλοντι. Ταῦτα | |
52.430(50) | δὲ λέγω εἰς ὦτα ἀκουόντων· τί δὲ τῶν ὤτων ὑμῶν ἀκουστικώτερον; Τοσαύτας ἡμέρας ἠγρυπνήσατε, καὶ οὐδὲν ὑμᾶς ἔκαμψεν, οὐ χρόνου μῆκος μαλα‐ κωτέρους ὑμᾶς ἐποίησεν, οὐ φόβοι, οὐκ ἀπειλαί· πρὸς πάντα ἐγένεσθε γενναῖοι. Καὶ τί λέγω, ἐγένε‐ | |
55 | σθε; Τοῦτο ὅπερ ἐπεθύμουν ἀεὶ, κατεφρονήσατε τῶν βιωτικῶν πραγμάτων, ἀπετάξασθε τῇ γῇ, εἰς τὸν οὐρανὸν μετέστητε· ἀπηλλάγητε τῶν συνδέσμων τοῦ σώματος, πρὸς τὴν μακαρίαν ἐκείνην ἁμιλλᾶσθε φιλοσοφίαν. Ταῦτα ἐμοὶ στέφανοι, ταῦτα παράκλη‐ | |
60 | σις, ταῦτα παραμυθία, ταῦτα ἐμοὶ ἄλειμμα, ταῦτα | |
ζωὴ, ταῦτα ἀθανασίας ὑπόθεσις. | ||
52.431 | δʹ. Ἀλλ’ ὁρῶ τοῖς ἐμαυτοῦ δόγμασί τινας ἐγκαρτε‐ ρεῖν με πειθόντων. Φέρει γὰρ πολλὰ τῶν εὐτυχημά‐ των εἰς τοὐναντίον· ὅτι οἷς ἐδόκουν ζηλωτὴς εἶναι, περιπέπτωκα τῇ μοχθηρίᾳ· οἱ μὲν κατὰ τὸν τρόπον | |
5 | καθαιροῦντες νικῶσι τὸν ἀγῶνα τῇ διαφορᾷ τῶν πρα‐ γμάτων· οὐκ ἠπείλουν, ἀλλὰ παρίσταντο. Ἔστι γὰρ καιρὸς νῦν εἰπεῖν τὰ περὶ τῆς ἐμῆς θλίψεως. Νόμος ἐστὶν, ἀλλ’ ὁ νομοθέτης νικᾶται. Τέκνα, μὰ τὴν ὑμε‐ τέραν ἀγάπην, βλέπω συσκευὴν πολεμοῦσαν, καὶ | |
10 | τὸν Θεὸν ὑβριζόμενον· βλέπω τὸν ἀγῶνα πί‐ πτοντα, καὶ τὸν ἀγωνοθέτην λυπούμενον· βλέπω τὸ πιθανὸν τῆς ἀληθείας μαραινόμενον, καὶ τὴν συ‐ σκευὴν ἀνθοῦσαν. Λέγουσί μοι, ὅτι Ἔφαγες καὶ ἐβά‐ πτισας. Εἰ ἐποίησα τοῦτο, ἀνάθεμα ἔσομαι· μὴ ἀριθ‐ | |
15 | μηθείην εἰς ἐπισκόπων ῥίζαν· μὴ γένωμαι μετ’ ἀγγέλων· μὴ ἀρέσω Θεῷ· εἰ δὲ καὶ ἔφαγον καὶ ἐβάπτισα, οὐδὲν ἄκαιρον τῶν πραγμάτων ἐποίησα. Πρόσχες μοι μετὰ ἀκριβείας ὃ λέγω, καὶ λέγων οὐ παύσομαι. Ἐμοὶ μὲν τὸ λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ | |
20 | ἀσφαλές. Ἀλλ’ ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον. Λέγουσιν ὅτι ἔφαγον καὶ ἐβάπτισα. Καθελέτωσαν οὖν Παῦλον, ὅτι μετὰ τὸ δειπνῆσαι ἐχαρίσατο τῷ δεσμο‐ φύλακι τὸ βάπτισμα. Τολμῶ λέγειν, καθελέτωσαν καὶ αὐτὸν τὸν Χριστὸν, ὅτι μετὰ τὸ δεῖπνον τοῖς μα‐ | |
25 | θηταῖς τὴν κοινωνίαν ἐχαρίσατο. Ἀλλ’ εἰκότα καὶ με‐ γάλα ἡμῖν ταῦτα· ταῦτα φαιδρὰ τῆς εἰρήνης· ταῦτα τοῦ λαοῦ τὰ ἐγκώμια. Ἐμοῦ ὁ στέφανος, ὑμῶν ὁ καρπός. Ἀλλ’ οἴδατε, ἀγαπητοὶ, διὰ τί με θέλουσι καθελεῖν. Ὅτι τάπητας οὐχ ἥπλωσα, οὔτε σηρικὰ | |
30 | ἱμάτια οὐκ ἐνεδυσάμην, καὶ ὅτι τὴν γαστριμαργίαν αὐτῶν οὐ παρεμυθησάμην. Ἤνθησαν γὰρ τὰ ἔγγονα τῆς ἀσπίδος, ἔτι περιλέλειπται τῆς Ἰεζάβελ ὁ σπό‐ ρος· ἔτι δὲ καὶ ἡ χάρις τῷ Ἠλίᾳ συναγωνίζεται. Φέρε δέ μοι εἰς μέσον τὸν θαυμαστὸν καὶ πλούσιον | |
35 | τῆς ζωῆς κήρυκα, Ἰωάννην λέγω, τὸν πένητα, καὶ ἕως λύχνου μὴ κτησάμενον· εἶχε γὰρ τὴν λαμπάδα τοῦ Χριστοῦ· οὗ τὴν κεφαλὴν ἐπεθύμησεν ἡ τῆς Εὔας συλλειτουργὸς, ἡ τῶν ἁγίων ἐμπόδιον γενομένη, ἡ τοὺς προφήτας διώξασα, ἡ τὴν ἐν δόλῳ νηστείαν κη‐ | |
40 | ρύξασα, ἡ ὁμότιμον τοῦ ὀνόματος τῆς ἐχίδνης ἐπι‐ σταμένη τὴν ὄρχησιν, ἐν τῷ ἀρίστῳ τῷ ἀτελεῖ ὀρ‐ χησαμένη. Οὐκ ἐπεθύμησε ζωὴν, οὐκ ἐπεθύμησε χρημάτων ὄγκον, οὐ βασιλείας ἀξίωμα, οὐκ ἄλλης τινὸς περιουσίας. Ἀλλ’ εἰπέ μοι, ἄνθρωπε, τί ἐπε‐ | |
45 | θύμησε; Κεφαλὴν ἀνθρώπου. Τί δὲ λέγω; Οὐ μόνον ἀνθρώπου, ἀλλ’ εὐαγγελιστοῦ. Ἀλλ’ οὐκ ἐνίκησε λαβοῦσα τὴν κεφαλήν. Ἔτεμε γὰρ τὴν κεφαλὴν αἰτησαμένη, τὴν ἄνομον ἐπιθυμίαν σπουδαίως διὰ πίνακος δεξαμένη. Βλέπε, καὶ θαύμασον τοῦ Θεοῦ | |
52.431(50) | τὴν δύναμιν. Διήλεγχεν ὁ ἀναίτιος, ἀπετμήθη· ἀλλ’ | Column end |
52.432 | ὁ ἀποτμηθεὶς ἐν δεξιᾷ τοῦ Χριστοῦ, ἡ δὲ ἀπαραίτη‐ τον κόλασιν ἐκδέχεται. Πάλιν ἐκείνης τὸ σπέρμα, ὁ σπόρος ὁ ἀκανθώδης ἐπιζητεῖ καὶ σπεύδει. Ἀλλ’ Ἡρωδιὰς Ἰωάννου τὴν κεφαλὴν ζητοῦσα πάλιν ὄρ‐ | |
5 | χησιν, οὐχ ἣν τοῖς ποσὶ παίζομεν, ἀλλὰ τὴν τῆς Μα‐ ρίας ἐπερειδομένην. Πάλιν βοᾷ καὶ λέγει Ἰωάννης· Οὐκ ἔξεστί σοι τὴν γυναῖκα ἔχειν τοῦ ἀδελφοῦ σου. εʹ. Ἀλλὰ τί εἴπω; Δακρύων ὁ παρὼν καιρός· πάντα | |
10 | γὰρ εἰς ἀδοξίαν ἐκτρέχει, καὶ πάντα χρόνος κρίνει. Χρυσὸς τὸ ὅλον δοξάζει. Ἀλλὰ φέρε μοι τὸν ἅγιον Δαυῒδ τὸν λέγοντα καὶ βοῶντα· Χρυσὸς ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίαν. Ἀλλ’ εἰπέ μοι, τίς ἦν οὗτος ὁ ταύτην τὴν φωνὴν ἐπαφείς; Οὐχὶ τὸ τῆς βα‐ | |
15 | σιλείας ἐπὶ τῆς κορυφῆς συγκείμενον εἶχεν; οὐκ ἐν τῇ βασιλικῇ ἐξουσίᾳ διέταττεν; Ἀλλ’ οὐ πρὸς ἁρ‐ παγὴν ἔβλεπεν, οὐκ εἰς καθαίρεσιν εὐσεβείας ἦν αὐτῷ τὸ φρόνημα, οὐδὲ μέριμνα θησαυρῶν, ἀλλὰ τῆς στρατοπέδων συλλογῆς· οὐ γυναικὸς συγκατάθεσιν. | |
20 | Φεύγετε οὖν, γυναῖκες, τὰς ἀλλοτρίας συλλογάς· μὴ συμβουλεύετε τοῖς ἀνδράσι συμβουλίαν κακήν· ἀλλ’ ἀσφαλίσθητε τοῖς λεχθεῖσιν. Ἆρα ἐσβέσαμεν ὑμῶν τὴν φλόγα; ἆρα ἐμαλάχθη ὑμῖν ἡ καρδία; Ἀλλ’ οἶδα ὅτι ὠφεληθήσεσθε μὲν αἱ τῆς Μαρίας θυγατέ‐ | |
25 | ρες· ἄλλαι δὲ ἄνευ οἴνου κεκορεσμέναι καὶ μεθύου‐ σαι τῇ φιλαργυρίᾳ, ὡς ὁ μακάριος Παῦλος βοᾷ καὶ κηρύττει λέγων· Ῥίζα πάντων τῶν κακῶν ἡ φιλ‐ αργυρία. Οὕτω καὶ αἱ ἀσύνετοι γυναῖκες ἀποφράτ‐ τουσιν ἑαυτῶν τὰ ὦτα, καὶ ἀντὶ σπόρου ἀγαθοῦ | |
30 | ἀκάνθας τίκτουσιν. Ἀλλὰ, παρακαλῶ, μὴ ἡμῶν τὸν σπόρον ὡς ἐπὶ πέτραν καταβάλλωμεν. Χριστοῦ ἐσμεν γεώργιον, παρ’ οὗ ἀκούσωμεν· Εὖ, δοῦλε ἀγαθὲ, εἴσ‐ ελθε εἰς τὸν οἶκόν μου· μὴ ἀντὶ τῆς φωνῆς ταύτης λεχθῇ, Εὖ, δοῦλε κακέ. Ἀλλὰ, παρακαλῶ, λαμψάτω | |
35 | ὑμῶν ἡ πολιτεία ἔμπροσθεν τῶν ἀνθρώπων, μὴ μω‐ ράνωμεν ἡμῶν τὸ ἅλας, ἀλλὰ δοξάσωμεν, εὐχαρι‐ στήσωμεν, οἱ πλούσιοι τῷ πλουσίῳ, οἱ πένητες τῷ φιλανθρώπῳ, καὶ φιλοπτώχῳ Χριστῷ, οἱ δυνατοὶ τῇ κραταιᾷ χειρὶ αὐτοῦ. Καὶ ταῦτα μὲν περὶ ὑμῶν. | |
40 | Ἴσως δὲ συγχωρεῖ ὁ Θεὸς ταῦτά με πάσχειν ἅπερ βουλεύονται κατ’ ἐμοῦ, ἵνα ἐν συμφοραῖς δοκιμάσῃ τὰ κατ’ ἐμέ· ὅτι ἐν τοῖς πόνοις ἐναπόκειται νίκη πάντως, καὶ ἐν τοῖς ἀγῶσιν ἡτοίμασται στέφανος. Καὶ γὰρ ὁ θεσπέσιος Παῦλος ἔλεγε· Τὸν δρόμον τετέ‐ | |
45 | λεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· οὗ στεφάνου καταξιώσει ὑμᾶς ὁ τῶν ὅλων Δεσπότης εἰς τοὺς | |
αἰῶνας. Ἀμήν. |