TLG 2062 082 :: JOANNES CHRYSOSTOMUS :: Peccata fratrum non evulganda

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Peccata fratrum non evulganda

Citation: Vol — pg — (ln)

51

.

353

(25t)

ΠΕΡΙ ΤΟΥ ΜΗ ΔΗΜΟΣΙΕΥΕΙΝ
26tτὰ ἁμαρτήματα τῶν ἀδελφῶν, μηδὲ κατεύχεσθαι τῶν ἐχθρῶν.
27 αʹ. Μακαρίζω τῆς σπουδῆς ὑμᾶς, ἀγαπητοὶ, μεθ’ ἧς εἰς τὸν πατρῷον οἶκον συντρέχετε. Ἀπὸ γὰρ τῆς σπουδῆς ταύτης καὶ περὶ τῆς ὑγιείας ἡμῶν τῆς κατὰ
30ψυχὴν ἔχω θαῤῥεῖν· καὶ γὰρ ἰατρεῖον θαυμαστὸν
τῆς Ἐκκλησίας τὸ διδασκαλεῖόν ἐστιν· ἰατρεῖον, οὐχὶColumn end

51

.

354

(27)

σωμάτων, ἀλλὰ ψυχῶν. Πνευματικὸν γάρ ἐστι, καὶ οὐχὶ τραύματα σαρκὸς, ἀλλ’ ἁμαρτήματα διανοίας διορθοῦται· τῶν δὲ ἁμαρτημάτων τούτων καὶ τῶν
30τραυμάτων τὸ φάρμακον ὁ λόγος ἐστί. Τοῦτο τὸ φάρ‐
μακον οὐκ ἐκ βοτανῶν τῶν ἐπὶ γῆς, ἀλλ’ ἀπὸ τῶν353

51

.

355

ῥημάτων τῶν ἐξ οὐρανοῦ σύγκειται· τοῦτο οὐκ ἰα‐ τρῶν χεῖρες, ἀλλὰ προφητῶν κατεσκεύασαν γλῶτται. Διὰ τοῦτο διαρκές ἐστι, καὶ οὔτε πλήθει χρόνων ἀμαυ‐ ροῦται, οὔτε δυνάμει νοσημάτων ἐλέγχεται. Τὰ μὲν
5γὰρ τῶν ἰατρῶν φάρμακα ἀμφότερα ταῦτα ἔχει τὰ ἐλαττώματα· νεαρὰ μὲν γὰρ ὄντα τὴν ἰσχὺν ἐπιδεί‐ κνυται τὴν ἑαυτῶν ὅταν δὲ χρόνος παρέλθῃ πολὺς, κα‐ θάπερ τὰ γεγηρακότα τῶν σωμάτων, ἀσθενέστερα γίνε‐ ται· πολλάκις δὲ αὐτὰ καὶ δυσκολία ἀῤῥωστημάτων
10διήλεγξεν· ἀνθρώπινα γάρ ἐστι· τὸ δὲ θεῖον φάρμακον οὐ τοιοῦτον, ἀλλὰ χρόνου διαγενομένου πολλοῦ, τὴν οἰ‐ κείαν ἰσχὺν ἔχει πᾶσαν. Ἐξ ὅτου γοῦν ἐγένετο Μωϋ‐ σῆς (ἐξ ἐκείνου γὰρ ἡ ἀρχὴ τῶν Γραφῶν), τοσούτους ἐθεράπευσεν ἀνθρώπους, καὶ τὴν οἰκείαν δύναμιν οὐκ
15ἀπέβαλεν· ἀλλ’ οὐδὲ νόσημα αὐτοῦ περιεγένετο πώ‐ ποτε. Τοῦτο τὸ φάρμακον οὐκ ἔστιν ἀργύριον καταβα‐ λόντα λαβεῖν, ἀλλ’ ὁ προαίρεσιν καὶ διάθεσιν γνη‐ σίαν ἐπιδειξάμενος, ἅπαν ἔχων ἀπῆλθε. Διὰ τοῦτο καὶ πλούσιοι καὶ πένητες ὁμοίως τῆς ἰατρείας ἀπο‐
20λαύουσι ταύτης. Ἔνθα μὲν γὰρ ἀνάγκη καταθεῖναι χρήματα, ὁ μὲν εὔπορος μετέχει τῆς ὠφελείας· ὁ δὲ πένης πολλάκις ἀπεστερημένος τοῦ κέρδους ἀπέρχε‐ ται, οὐκ ἀρκούσης αὐτῷ τῆς προσόδου πρὸς τὴν τοῦ φαρμάκου κατασκευήν. Ἐνταῦθα δὲ, ἐπειδὴ ἀργύ‐
25ριον οὐκ ἔστι καταβαλεῖν, ἀλλὰ πίστιν ἐπιδεί‐ ξασθαι δεῖ καὶ προαίρεσιν, ὁ ταῦτα καταβαλὼν μετὰ προθυμίας, οὗτος καρποῦται μάλιστα τὴν ὠφέλειαν· ἐπειδὴ καὶ ταῦτα τῆς ἰατρείας ἐστὶν ὁ μισθός. Καὶ ὁ πλούσιος καὶ ὁ πένης τῆς ὠφελείας κοινωνοῦσιν
30ὁμοίως· μᾶλλον δὲ οὐχ ὁμοίως κοινωνοῦσι τῆς ὠφε‐ λείας, ἀλλὰ πολλάκις πλείονος ἀπολαύσας ὁ πένης ἀπέρχεται. Τί δήποτε; Ὅτι ὁ μὲν πλούσιος πολλαῖς προκατειλημμένος φροντίσιν, ἔχων τὴν ἀπόνοιαν καὶ τὸ φύσημα τὸ τῆς εὐπορίας, ὀλιγωρίᾳ συζῶν καὶ
35ῥᾳθυμίᾳ, οὐ μετὰ πολλῆς τῆς ἀκριβείας, οὐδὲ μετὰ πολλῆς τῆς σπουδῆς τὸ φάρμακον τῆς ἀκροάσεως τῶν Γραφῶν δέχεται· ὁ δὲ πένης τρυφῆς καὶ ἀδηφαγίας καὶ ῥᾳθυμίας ἀπηλλαγμένος, ἅπαντα τὸν χρόνον ἐν τῇ τῶν χειρῶν ἐργασίᾳ καὶ τοῖς δικαίοις ἀναλίσκων πό‐
40νοις, καὶ πολλὴν ἐντεῦθεν ψυχῇ συλλέγων φιλοσοφίαν, προσεκτικώτερός τε καὶ εὐτονώτερος γίνεται, καὶ μετὰ πλείονος προσέσχε ἀκριβείας τοῖς λεγομέ‐ νοις· ὅθεν καὶ πλείονα καταβαλὼν τὸν μισθὸν, πλείονα τὴν ὠφέλειαν καρπωσάμενος ἄπεισιν.
45 βʹ. Οὐ τῶν πλουτούντων ἁπλῶς κατηγορῶν ταῦτα εἶπον, οὐδὲ τοὺς πένητας ἁπλῶς ἐπαινῶν· οὔτε γὰρ ὁ πλοῦτος κακὸν, ἀλλὰ τὸ κακῶς κεχρῆσθαι τῷ πλούτῳ· οὔτε ἡ πενία καλὸν, ἀλλὰ τὸ καλῶς κεχρῆσθαι τῇ πε‐ νίᾳ. Ἐκολάζετο ὁ πλούσιος ἐκεῖνος ὁ ἐπὶ τοῦ Λαζά‐

51

.

355

(50)

ρου, οὐκ ἐπειδὴ πλούσιος ἦν, ἀλλ’ ἐπειδὴ ὠμὸς ἦν καὶ ἀπάνθρωπος. Ἐπῃνεῖτο ὁ πένης ἐκεῖνος ὁ ἐν τοῖς κόλποις τοῦ Ἀβραὰμ, οὐκ ἐπειδὴ πένης ἦν, ἀλλ’ ἐπειδὴ μετ’ εὐχαριστίας τὴν πενίαν ἤνεγκε. Τῶν γὰρ πραγμάτων (προσέχετε δὲ μετὰ ἀκριβείας τούτῳ τῷ
55λόγῳ· ἱκανὴν γὰρ ὑμῖν ἐνθεῖναι φιλοσοφίαν δυνήσε‐ ται, καὶ πάντα διεφθαρμένον λογισμὸν ἐκβαλεῖν, καὶ ποιῆσαι περὶ τῶν ὄντων ὀρθὴν ἔχειν τὴν κρίσιν), τῶν τοίνυν πραγμάτων τὰ μέν ἐστι φύσει καλὰ, τὰ δὲ τὸ ἐναντίον· τὰ δὲ οὔτε καλὰ, οὔτε κακὰ, ἀλλὰ τὴν
60μέσην τάξιν ἐπέχει. Καλὸν ἡ εὐσέβεια φύσει, κακὸν ἡ ἀσέβεια· καλὸν ἡ ἀρετὴ, κακὸν ἡ πονηρία· ὁ δὲ
πλοῦτος καὶ ἡ πενία καθ’ ἑαυτὰ μὲν οὔτε τοῦτό ἐστιν,Column end

51

.

356

οὔτε ἐκεῖνο· παρὰ δὲ τὴν προαίρεσιν τῶν χρωμένων ἢ τοῦτο ἢ ἐκεῖνο γίνεται. Ἂν μὲν γὰρ πρὸς φιλαν‐ θρωπίαν χρήσῃ τῷ πλούτῳ, γέγονέ σοι καλοῦ τὸ πρᾶγμα ὑπόθεσις· ἂν δὲ εἰς ἁρπαγὰς καὶ πλεονεξίας
5καὶ ὕβριν, πρὸς τὸ ἐναντίον ἔτρεψας αὐτοῦ τὴν χρῆ‐ σιν, ἀλλ’ οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ’ ὁ πρὸς ὕβριν τῷ πλούτῳ χρησάμενος. Οὕτω καὶ περὶ τῆς πενίας ἔστιν εἰπεῖν· ἂν μὲν γὰρ γενναίως αὐτὴν ἐνέγκῃς εὐχαρι‐ στῶν τῷ Δεσπότῃ, γέγονέ σοι στεφάνων τὸ πρᾶγμα
10ἀφορμὴ καὶ ὑπόθεσις· ἂν δὲ βλασφημῇς διὰ τοῦτο τὸν πεποιηκότα, καὶ κατηγορῇς αὐτοῦ τῆς προνοίας, ἐπὶ κακῷ πάλιν ἐχρήσω τῷ πράγματι. Ἀλλ’ ὥσπερ ἐκεῖ τῆς πλεονεξίας οὐχ ὁ πλοῦτος αἴτιος, ἀλλ’ ὁ κα‐ κῶς τῷ πλούτῳ χρησάμενος· οὕτω καὶ ἐνταῦθα τῆς
15βλασφημίας οὐ τὴν πενίαν αἰτιασόμεθα, ἀλλὰ τὸν μὴ βουληθέντα σωφρόνως τὸ πρᾶγμα ἐνεγκεῖν. Παν‐ ταχοῦ γὰρ καὶ ὁ ἔπαινος καὶ ὁ ψόγος τῆς γνώμης τῆς ἡμετέρας καὶ τῆς προαιρέσεώς ἐστιν. Ἀγαθὸς ὁ πλοῦτος, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ᾧ μή ἐστιν ἁμαρ‐
20τία· καὶ πάλιν, πονηρὰ ἡ πενία, ἀλλ’ οὐχ ἁπλῶς, ἀλλ’ ἐν στόματι ἀσεβοῦς, ἐπειδὴ δυσχεραίνει, ἐπειδὴ βλασφημεῖ, ἐπειδὴ ἀγανακτεῖ, ἐπειδὴ κατηγορεῖ τοῦ πεποιηκότος. γʹ. Μὴ τοίνυν κατηγορῶμεν πλούτου, μηδὲ κακίζω‐
25μεν πενίαν ἁπλῶς, ἀλλὰ τοὺς οὐκ ἐθέλοντας τούτοις χρῆσθαι καλῶς· αὐτὰ γὰρ τὰ πράγματα ἐν μέσῳ κεῖται. Ἀλλ’ ὅπερ ἔλεγον (καλὸν γὰρ ἐπανελθεῖν ἐπὶ τὴν προτέραν ὑπόθεσιν), ὅτι καὶ πλούσιος καὶ πένης μετὰ τῆς αὐτῆς ἀδείας καὶ παῤῥησίας τῶν ἐνταῦθα
30φαρμάκων ἀπολαύουσι· πολλάκις δὲ μετὰ πλείονος σπουδῆς ὁ πένης. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ ἐξαί‐ ρετον τῶν φαρμάκων, ὅτι ψυχὰς θεραπεύει, ὅτι μήκει χρόνου οὐ διαφθείρεται, ὅτι ὑπὸ νοσήματος οὐχ ἡττᾶ‐ ται, ὅτι δωρεὰν πρόκειται ἡ ὠφέλεια, ὅτι ἐξ ἴσου
35καὶ πλουσίοις καὶ πένησι τὸ τῆς θεραπείας· ἀλλ’ ἔχει τι καὶ ἕτερον οὐκ ἔλαττον τούτων τῶν ἀγαθῶν. Ποῖον δὴ τοῦτο; Τοὺς ἐρχομένους εἰς τὸ ἰατρεῖον τοῦτο οὐ δημοσιεύομεν ἡμεῖς. Οἱ μὲν γὰρ εἰς τὰ ἰατρεῖα τὸ ἔξωθεν ἀπιόντες, πολλοὺς ἔχουσι τοὺς τὰ τραύματα
40θεωροῦντας· κἂν μὴ ἀποκαλύψῃ πρότερον ὁ ἰατρὸς τὸ ἕλκος, τὸ φάρμακον οὐκ ἐπιτίθησιν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ μυρίους ὁρῶντες κάμνοντας, λαν‐ θανόντως ποιούμεθα τὴν θεραπείαν αὐτῶν. Οὐ γὰρ εἰς μέσον ἄγοντες τοὺς ἡμαρτηκότας, οὕτω δημο‐
45σιεύομεν αὐτῶν τὰ ἁμαρτήματα· ἀλλὰ κοινὴν ἅπασι προθέντες τὴν διδασκαλίαν, τῷ τῶν ἀκροωμένων συν‐ ειδότι καταλιμπάνομεν, ὥστε ἕκαστον τὸ κατάλληλον φάρμακον τῷ οἰκείῳ τραύματι ἐκ τῶν λεγομένων ἐπισπάσασθαι. Πρόεισι μὲν γὰρ ὁ λόγος τῆς διδασκα‐

51

.

356

(50)

λίας ἀπὸ τῆς γλώττης τοῦ λέγοντος, ἔχων κατηγορίαν κακίας, ἔπαινον ἀρετῆς, μέμψιν ἀσελγείας, ἐγκώμιον σωφροσύνης, ψόγον ἀπονοίας, ἐπιεικείας ἔπαινον, καθάπερ ποικίλον καὶ παντοδαπὸν φάρμακον ἐξ ἁπάντων εἰδῶν συγκείμενον· τὸ δὲ πρόσφορον ἑαυ‐
55τῷ καὶ χρήσιμον λαβεῖν, ἑκάστου τῶν ἀκουόντων ἐστί. Πρόεισι μὲν οὖν φανερῶς ὁ λόγος, εἰς δὲ τὸ ἑκάστου συνειδὸς ἐγκαθεζόμενος, λανθανόντως καὶ τὴν παρ’ ἑαυτοῦ θεραπείαν παρέχει, καὶ πρὶν ἢ δημοσιευθῆναι τὸ νόσημα, τὴν ὑγίειαν πολλάκις
60ἐπήγαγεν. δʹ. Ἠκούσατε γοῦν χθὲς, πῶς ἐπῄνεσα τῆς εὐχῆς τὴν
δύναμιν, πῶς ἐκάκισα τοὺς μετὰ ῥᾳθυμίας εὐχομέ‐355

51

.

357

νους, οὐδένα αὐτῶν δημοσιεύσας. Οἱ μὲν οὖν συνει‐ δότες ἑαυτοῖς σπουδὴν, ἐδέξαντο τὸ ἐγκώμιον τῆς εὐχῆς, καὶ ἐγένοντο σπουδαιότεροι τοῖς ἐπαίνοις· οἱ δὲ συνειδότες ἑαυτοῖς ῥᾳθυμίαν, ἐδέξαντο πάλιν τὴν
5ἐπιτίμησιν, καὶ τὴν ὀλιγωρίαν ἀπέθεντο. Ἀλλ’ οὔτε τούτους, οὔτε ἐκείνους ἴσμεν· ἡ δὲ ἄγνοια ἀμφοτέροις χρήσιμος αὕτη. Πῶς, ἐγὼ λέγω. Ὁ τῶν ἐγκωμίων ἀκούσας τῆς εὐχῆς, καὶ συνειδὼς ἑαυτῷ σπουδὴν, εἰ πολλοὺς εἶχε μάρτυρας τῶν ἐγκωμίων, πρὸς ἀπόνοιαν
10ἂν ἐξωλίσθησε· νυνὶ δὲ λανθανόντως δεξάμενος τὸν ἔπαινον, πάσης ἀλαζονείας ἀπήλλακται. Πάλιν ὁ συν‐ ειδὼς ἑαυτῷ ῥᾳθυμίαν, τῆς κατηγορίας ἀκούσας, ἐγένετο βελτίων ἀπὸ τῆς κατηγορίας, οὐδένα σχὼν τῆς ἐπιτιμήσεως γνωστῶν ἀνθρώπων· τοῦτο
15δὲ αὐτὸν οὐχ ὡς ἔτυχεν ὤνησε. Διὰ γὰρ τὸ πρὸς τὴν τῶν πολλῶν ἐπτοῆσθαι δόξαν, ἕως μὲν ἂν λανθάνειν νομίζωμεν ὄντες κακοὶ, σπουδάζομεν γίνεσθαι βελ‐ τίους· ἐπειδὰν δὲ πᾶσι γενώμεθα κατάδηλοι, καὶ τὴν ἐκ τοῦ λανθάνειν ἀπολέσωμεν παραμυθίαν, ἀναισχυν‐
20τότεροι καὶ ῥᾳθυμότεροι μᾶλλον γινόμεθα. Καὶ καθά‐ περ τὰ ἕλκη γυμνούμενα, καὶ ἀέρι ψυχρῷ συχνῶς ὁμιλοῦντα, χαλεπώτερα γίνονται· οὕτω καὶ ἡ ψυχὴ ἡμαρτηκυῖα, ἂν μεταξὺ πολλῶν ἐλέγχηται ἐφ’ οἷς ἐπλημμέλησεν, ἀναισχυντοτέρα γίνεται. Ἵν’ οὖν μὴ
25τοῦτο γένηται, λανθανόντως ὁ λόγος ὑμᾶς ἐθεράπευσε. Καὶ ἵνα μάθητε, ὅτι ἡ λανθάνουσα αὕτη ἰατρεία πολὺ τὸ κέρδος ἔχει, ἀκούσατε τί φησιν ὁ Χριστός· Ἐὰν ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ἔλεγξον αὐτόν· καὶ οὐκ εἶπε, μεταξὺ σοῦ καὶ τῆς πόλεως, οὐδὲ με‐
30ταξὺ σοῦ καὶ τοῦ δήμου, ἀλλὰ, Μεταξὺ σοῦ καὶ αὐ‐ τοῦ μόνον. Ἀμάρτυρος ἔστω, φησὶν, ἡ κατηγορία, ἵνα εὔκολος γένηται ἡ πρὸς διόρθωσιν μεταβολή. Μέγα ἄρα ἀγαθὸν, τὸ ποιεῖσθαι τὴν παραίνεσιν μὴ δημοσιευομένην. Ἀρκεῖ τὸ συνειδὸς, ἀρκεῖ ὁ κριτὴς
35ἐκεῖνος ὁ ἀδέκαστος. Οὐχ οὕτω σὺ ἐπιτιμᾷς τῷ ἡμαρτηκότι, ὡς τὸ συνειδὸς ἑαυτοῦ (πικρότερός ἐστιν ὁ κατήγορος ἐκεῖνος), οὔτε ἀκριβέστερον εἰδὼς τὰ πεπλημμελημένα. Μὴ τοίνυν προσθῇς τραῦμα τραύ‐ μασι, δημοσιεύων τὸν ἡμαρτηκότα, ἀλλ’ ἀμάρτυρον
40ποιοῦ τὴν παραίνεσιν. Τοῦτο τοίνυν καὶ ἡμεῖς ποιοῦμεν νῦν, ὅπερ καὶ Παῦλος ἐποίησεν, ἀμάρτυρον κατα‐ σκευάζων τοῦ παρὰ Κορινθίοις ἡμαρτηκότος τὴν κατηγορίαν. Καὶ ἄκουε πῶς· Διὰ τοῦτο, φησὶν, ἀδελφοὶ, μετεσχημάτισα ταῦτα εἰς ἐμαυτὸν καὶ
45Ἀπολλώ. Καὶ μὴν οὐχὶ αὐτὸς, οὐδὲ Ἀπολλὼ ἦσαν οἱ σχίσαντες τὸν δῆμον καὶ τὴν Ἐκκλησίαν διατε‐ μόντες· ἀλλ’ ὅμως συνεσκίασε τὴν κατηγορίαν, καὶ καθάπερ προσωπείοις τισὶ, τοῖς αὐτοῦ καὶ Ἀπολλὼ ὀνόμασι τὰς τῶν ὑπευθύνων ἀποκρύψας ὄψεις, ἐξου‐

51

.

357

(50)

σίαν αὐτοῖς ἐδίδου μεταβαλέσθαι ἐκ τῆς πονηρίας ἐκείνης. Καὶ πάλιν, Μήπως ἐλθόντα με ὁ Θεὸς ταπεινώσῃ, καὶ πενθήσω πολλοὺς τῶν προημαρ‐ τηκότων καὶ μὴ μετανοησάντων ἐπὶ τῇ ἀκαθαρ‐ σίᾳ καὶ ἀσελγείᾳ ᾗ ἔπραξαν. Ὅρα πῶς καὶ ἐν‐
55ταῦθα ἀδιορίστως λέγει τοὺς ἡμαρτηκότας, ἵνα μὴ φανερὰν ποιήσας τὴν κατηγορίαν, ἀναισχυντοτέραν ἐργάσηται τὴν τῶν ἡμαρτηκότων ψυχήν. Ὥσπερ οὖν ἡμεῖς μετὰ τοσαύτης φειδοῦς τοὺς ἐλέγχους ποιού‐ μεθα, οὕτω, παρακαλῶ, καὶ ὑμεῖς μετὰ πάσης
60σπουδῆς δέξασθε τὴν διόρθωσιν, καὶ μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχετε. εʹ. Διελέχθημεν ὑμῖν χθὲς περὶ τῆς δυνάμεως τῆς
κατὰ τὴν εὐχήν. Ἔδειξα πῶς ὁ διάβολος τότε ἐφ‐Column end

51

.

358

εδρεύει κακοῦργος ὤν. Ἐπειδὴ γὰρ μέγιστον κέρδος ἐκ τῆς εὐχῆς ὁρᾷ γινόμενον ἡμῖν, τότε μάλιστα ἐπιτίθε‐ ται· ἵνα ἡμᾶς ἐκκρούσῃ τῆς ἀπολογίας, ἵνα κεναῖς οἴκαδε ἀποπέμψῃ χερσί. Καὶ καθάπερ ἐπὶ τῶν ἀρ‐
5χόντων, ἐπειδὰν οἱ τῆς τάξεως καὶ περὶ αὐτὸν ὄντες τὸν ἄρχοντα ἀπεχθῶς ἔχωσι πρὸς τοὺς ἐντυγχάνοντας, διὰ τῶν ῥάβδων πόῤῥωθεν αὐτοὺς ἀπελαύνουσι, κω‐ λύοντες προσελθεῖν καὶ ἀποδύρασθαι καὶ φιλανθρω‐ πίας τυχεῖν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ προσ‐
10ιόντας τῷ δικαστῇ, πόῤῥωθεν ἀπελαύνει, οὐ διὰ ῥάβδου, ἀλλὰ διὰ ῥᾳθυμίας. Οἶδε γὰρ, οἶδε σαφῶς, ὅτι ἂν προσέλθωσι νήφοντες, καὶ εἴπωσι τὰ ἡμαρτη‐ μένα, καὶ ἀποδύρωνται ζεούσῃ τῇ ψυχῇ, πολλὴν λα‐ βόντες συγγνώμην ἀπέρχονται· φιλάνθρωπος γάρ
15ἐστιν ὁ Θεός· καὶ διὰ τοῦτο προλαμβάνει, καὶ ἀπάγει τῆς ἐντεύξεως αὐτοὺς, ἵνα μηδενὸς ὧν δέονται ἐπι‐ τύχωσιν. Ἀλλ’ οἱ μὲν στρατιῶται τῶν ἀρχόντων μετὰ βίας ἀποσοβοῦσι τοὺς ἐντυγχάνοντας· ὁ δὲ οὐ μετὰ ἀνάγκης, ἀλλ’ ἀπατῶν ἡμᾶς καὶ εἰς ῥᾳθυμίαν ἐμβάλ‐
20λων. Διὰ τοῦτο οὐδὲ συγγνώμης ἐσμὲν ἄξιοι, ἑκόντες ἑαυτοὺς ἀποστεροῦντες τῶν ἀγαθῶν. Φῶς ἐστι δια‐ νοίας καὶ ψυχῆς ἡ μετὰ σπουδῆς εὐχὴ, φῶς ἄσβεστον καὶ διηνεκές. Διὰ τοῦτο μυρίους συρφετοὺς λογισμῶν ἐμβάλλει ταῖς ἡμετέραις διανοίαις, καὶ ἅπερ οὐ‐
25δέποτε ἐλογισάμεθα, ταῦτα συνάγων ἐν τῷ καιρῷ τῆς εὐχῆς καταχεῖ ταῖς ψυχαῖς ἡμῶν. Καὶ καθάπερ ἄνεμοι πολλάκις ἀπεναντίας προσπίπτοντες, λυχνιαῖον πῦρ ἀναπτόμενον ῥιπίσαντες ἔσβεσαν· οὕτω καὶ ὁ διάβολος, ἐπειδὰν ἴδῃ τὴν φλόγα τῆς εὐχῆς ἡμῖν
30ἀναπτομένην, μυρίαις φροντίσιν ἔνθεν καὶ ἔνθεν ῥιπίζων, οὐ πρότερον ἀφίσταται ἕως ἂν σβέσῃ τὸ φῶς. Ἀλλ’ ὅπερ οἱ τοὺς λύχνους ἐκείνους ἀνάπτοντες ποιοῦσι, τοῦτο καὶ ἡμεῖς ποιήσωμεν. Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἐπειδὰν ἴδωσιν ἄνεμον προσιόντα σφο‐
35δρὸν, τὸν δάκτυλον ἐπιθέντες τῇ ὀπῇ τοῦ λύχνου ἀποτειχίζουσι τῷ πνεύματι τὴν εἴσοδον. Ἕως μὲν γὰρ ἂν ἔξωθεν προσβάλλῃ, δυνησόμεθα ἀντιστῆναι· ἐπειδὰν δὲ ἀνοίξωμεν αὐτῷ τὰς θύρας τῆς διανοίας, καὶ ἔνδον δεξώμεθα τὸν ἐχθρὸν, οὐκ ἔτι λοιπὸν οὐδὲ
40μικρὸν ἀντιστῆναι δυνάμεθα· ἀλλὰ πανταχόθεν κατα‐ σβέσας ἡμῶν τὴν μνήμην, ὥσπερ λύχνον καπνιζό‐ μενον, ἀφίησι τὸ στόμα ῥήματα προφέρειν κενά. Ἀλλ’ ὥσπερ ἐκεῖνοι τὸν δάκτυλον ἐπιτιθέασι τῇ ὀπῇ τοῦ λύχνου, οὕτως ἡμεῖς ἐπιθῶμεν τὸν λογισμὸν τῇ
45ἡμετέρᾳ διανοίᾳ· ἀποφράξωμεν τοῦ πονηροῦ πνεύμα‐ τος τὴν εἴσοδον, ἵνα μὴ σβέσῃ ἡμῶν τὸ φῶς τῆς εὐ‐ χῆς. Μέμνησθε τούτων ἀμφοτέρων τῶν παραδειγμά‐ των, καὶ τοῦ τῶν στρατιωτῶν, καὶ τοῦ ἄρχοντος, καὶ τοῦ κατὰ τὸν λύχνον; Διὰ γὰρ τοῦτο ταῦτα λέγομεν

51

.

358

(50)

ὑμῖν τὰ παραδείγματα, ἐν οἷς στρεφόμεθα, ἐν οἷς ἐσμεν, ἵνα καὶ ἐντεῦθεν ἀναχωρήσαντες καὶ οἴκοι γε‐ νόμενοι, ἀπὸ τῶν ἐν χερσὶ πραγμάτων ὑπόμνησιν λαμβάνωμεν τῶν εἰρημένων. Μέγα ὅπλον εὐχὴ, καὶ μεγάλη ἀσφάλεια.
55 ϛʹ. Ἠκούσατε χθὲς, πῶς οἱ τρεῖς παῖδες πεπεδημένοι κατέλυσαν τὴν τοῦ πυρὸς δύναμιν, πῶς κατεπάτησαν τὴν φλόγα, πῶς περιεγένοντο τῆς καμίνου, καὶ τῆς ἐνεργείας ἐκράτησαν τοῦ στοιχείου; Ἀκούσατε σήμε‐ ρον πάλιν, πῶς ὁ γενναῖος καὶ μέγας Ἰσαὰκ αὐτῆς
60περιεγένετο τῆς τῶν σωμάτων φύσεως δι’ εὐχῆς.
Ἐκεῖνοι κατέλυσαν τοῦ πυρὸς τὴν δύναμιν, οὗτος σή‐357

51

.

359

μερον τῆς φύσεως πεπηρωμένης ἔλυσε τὰ δεσμά. Καὶ μάθε πῶς τοῦτο ἐποίει. Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Ταῦτα σήμερον ὑμῖν ἀνεγνώσθη· χθὲς περὶ εὐχῆς ὁ λόγος, καὶ σήμε‐
5ρον πάλιν ἀπόδειξις τῆς δυνάμεως τῆς εὐχῆς. Ὁρᾶτε πῶς ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις σύμφωνα τοῖς χθὲς εἰρημένοις ἀναγνωσθῆναι τὰ τήμερον; Ἐδέετο, φησὶν, Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυ‐ ναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. Τοῦτο πρῶτον ἄξιον ζη‐
10τῆσαι, τίνος ἕνεκεν στεῖρα ἦν. Βίου ἦν θαυμαστοῦ καὶ πολλῆς γέμοντος σωφροσύνης καὶ αὐτὴ, καὶ ὁ ἀνήρ. Οὐκ ἔχομεν ἐπιλαβέσθαι τῆς ζωῆς τῶν δικαίων, καὶ εἰπεῖν, ὅτι ἔργον ἁμαρτιῶν ἡ στείρωσις. Καὶ οὐκ αὐτὴ στεῖρα μόνον, ἀλλὰ καὶ ἡ μήτηρ αὐτοῦ ἡ Σάῤῥα,
15ἡ τεκοῦσα αὐτόν· οὐχ ἡ μήτηρ δὲ αὐτοῦ μόνον στεῖρα ἦν, οὐδὲ ἡ γυνὴ, ἀλλὰ καὶ ἡ νύμφη, ἡ τοῦ Ἰακὼβ γυνὴ ἡ Ῥαχήλ. Τί βούλεται τῶν στειρῶν τούτων ὁ χορός; Πάντες δίκαιοι, πάντες ἐν ἀρετῇ ζῶντες, πάν‐ τες ὑπὸ τοῦ Θεοῦ ἐμαρτυρήθησαν. Περὶ γὰρ αὐτῶν
20ἔλεγεν· Ἐγώ εἰμι ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Περὶ τῶν αὐτῶν καὶ Παῦλος οὕτω πως λέγει· Δι’ ἣν αἰτίαν οὐκ ἐπαι‐ σχύνεται ὁ Θεὸς, Θεὸς καλεῖσθαι αὐτῶν. Πολλὰ αὐτῶν τὰ ἐγκώμια ἐν τῇ Καινῇ, πολλοὶ αὐτῶν οἱ
25ἔπαινοι ἐν τῇ Παλαιᾷ. Πανταχόθεν λαμπροὶ καὶ εὐδό‐ κιμοι, καὶ πάντες στείρας ἔσχον γυναῖκας, καὶ ἐν ἀπαιδίᾳ μέχρι πολλοῦ διετέλεσαν χρόνου. Ὅταν οὖν ἴδῃς ἄνδρα καὶ γυναῖκα ἀρετῇ συζῶντας, ὅταν ἴδῃς θεοφιλεῖς, εὐσεβείας ἐπιμελουμένους, καὶ ἀπαιδίαν
30νοσοῦντας, μὴ νομίσῃς ἁμαρτιῶν εἶναι πάντως τὴν ἀπαιδίαν ἀνταπόδοσιν. Πολλοὶ γὰρ τῆς οἰκονομίας οἱ τοῦ Θεοῦ λόγοι καὶ ἡμῖν ἀπόῤῥητοι, καὶ ὑπὲρ πάντων εὐχαριστεῖν δεῖ, καὶ μόνους ἐκείνους ταλανίζειν τοὺς ἐν κακίᾳ ζῶντας, οὐχὶ τοὺς παιδία μὴ κεκτημένους.
35Πολλάκις ὁ Θεὸς ποιεῖ συμφερόντως· ἡμεῖς δὲ τὴν αἰτίαν τῶν γινομένων οὐκ ἴσμεν. Διὰ τοῦτο πανταχοῦ θαυμάζειν χρὴ αὐτοῦ τὴν σοφίαν, καὶ δοξάζειν τὴν φιλανθρωπίαν αὐτοῦ τὴν ἄφατον. ζʹ. Ἀλλὰ οὗτος μὲν εἰς ἦθος ὁ λόγος ἡμᾶς παιδεῦσαι
40δύναται· δεῖ δὲ καὶ τὴν αἰτίαν εἰπεῖν, δι’ ἢν ἦσαν αἱ γυναῖκες ἐκεῖναι στεῖραι. Τίς οὖν ἡ αἰτία; Ἵν’, ὅταν ἴδῃς τὴν Παρθένον τίκτουσαν τὸν κοινὸν ἡμῶν Δεσπό‐ την, μὴ ἀπιστήσῃς. Οὐκοῦν γύμνασόν σου τὴν διά‐ νοιαν ἐν τῇ μήτρᾳ τῶν στειρῶν· ἵν’, ὅταν ἴδῃς πεπη‐
45ρωμένην καὶ δεδεμένην τὴν μήτραν πρὸς παιδοποιίαν ἀνοιγομένην ἐκ τῆς τοῦ Θεοῦ χάριτος, μὴ θαυμάσῃς ἀκούων ὅτι παρθένος ἔτεκε. Μᾶλλον δὲ καὶ θαύμασον, καὶ ἐκπλάγηθι, ἀλλὰ μὴ ἀπιστήσῃς τῷ θαύματι. Ὅταν λέγῃ πρὸς σὲ ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθέ‐

51

.

359

(50)

νος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἔτεκεν ἡ στεῖρα καὶ γεγη‐ ρακυῖα; Δύο κωλύματα τότε ἦν, τό τε ἄωρον τῆς ἡλικίας, καὶ τὸ ἄχρηστον τῆς φύσεως· ἐπὶ δὲ τῆς Παρθένου ἓν κώλυμα μόνον ἦν, τὸ μὴ μετασχεῖν γά‐ μου. Προοδοποιεῖ τοίνυν τῇ παρθένῳ ἡ στεῖρα. Καὶ
55ἵνα μάθῃς ὅτι διὰ τοῦτο αἱ στεῖραι προέλαβον, ἵνα
πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἄκουσον τῶν ῥημάτωνColumn end

51

.

360

τοῦ Γαβριὴλ τῶν πρὸς αὐτήν. Ἐπειδὴ γὰρ ἦλθε καὶ εἶπεν αὐτῇ, Συλλήψῃ ἐν γαστρὶ, καὶ τέξῃ υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν, ἐξεπλάγη ἡ Παρθένος καὶ ἐθαύμασε, καὶ εἶπε· Πῶς ἔσται μοι
5τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Τί οὖν ὁ ἄγγελος; Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ. Μὴ ζήτει φύ‐ σεως ἀκολουθίαν, φησὶν, ὅταν ὑπὲρ φύσιν ᾖ τὸ γινόμενον· μὴ περιβλέπου γάμον καὶ ὠδῖνα, ὅταν μείζων γάμου τῆς γενέσεως ὁ τρόπος ᾖ. Καὶ πῶς
10ἔσται τοῦτο, φησὶν, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ μὴν διὰ τοῦτο ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκεις. Εἰ γὰρ ἐγίνωσκες ἄνδρα, οὐκ ἂν κατηξιώθης ὑπηρετήσασθαι τῇ διακονίᾳ ταύτῃ. Ὥστε δι’ ὃ ἀπιστεῖς, διὰ τοῦτο πίστευε. Οὐκ ἂν δὲ κατηξιώ‐
15θης τοιαύτῃ διακονίᾳ ὑπηρετήσασθαι, οὐκ ἐπειδὴ κακὸν ὁ γάμος, ἀλλ’ ἐπειδὴ κρείσσων ἡ παρθενία· τὴν δὲ τοῦ Δεσπότου εἴσοδον σεμνοτέραν ἐχρῆν εἶναι τῆς ἡμετέρας· βασιλικὴ γὰρ ἦν· ὁ δὲ βασιλεὺς διὰ σεμνοτέρας εἰσέρχεται. Ἔδει καὶ κοινωνεῖν τὴν γέν‐
20νησιν ἐκεῖνον, καὶ ἐξηλλάχθαι τῆς ἡμετέρας. Οὐκοῦν ἀμφότερα ταῦτα οἰκονομεῖται. Τὸ μὲν γὰρ ἀπὸ μή‐ τρας γενέσθαι, κοινὸν πρὸς ἡμᾶς· τὸ δὲ χωρὶς γάμων γενέσθαι, μεῖζον ἢ καθ’ ἡμᾶς. Καὶ τὸ μὲν γαστρὶ κυηθῆναι καὶ συλληφθῆναι, τῆς φύσεως τῆς ἀνθρω‐
25πίνης· τὸ δὲ χωρὶς μίξεως γενέσθαι τὴν κύησιν, σεμνότερον τῆς φύσεως τῆς ἀνθρωπίνης Διὰ τοῦτο δὲ ἀμφότερα ταῦτα γέγονεν, ἵνα καὶ τὴν ὑπεροχὴν καὶ τὴν κοινωνίαν τὴν πρὸς σὲ μάθῃς τοῦ τικτομένου. ηʹ. Καὶ σκόπει μοι τὴν σοφίαν τῶν γινομένων. Οὔτε
30ἡ ὑπεροχὴ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν καὶ συγγένειαν ἐλυμήνατο, οὔτε ἡ πρὸς ἡμᾶς συγγένεια τὴν ὑπερ‐ οχὴν ἠμαύρωσεν, ἀλλ’ ἑκατέρα ἐδείκνυτο διὰ τῶν πραγμάτων ἁπάντων· καὶ τὰ μὲν ὁλόκληρα εἶχεν ἡμέτερα, τὰ δὲ ἐξηλλαγμένα πρὸς ἡμᾶς. Ἀλλ’
35ὅπερ ἔλεγον, ὅτι διὰ τοῦτο προέλαβον αἱ στεῖραι, ἵνα πιστευθῇ τῆς Παρθένου ὁ τόκος, ἵνα αὐτὴ χειραγω‐ γηθῇ πρὸς τὴν πίστιν τῆς ἐπαγγελίας καὶ τῆς ὑπο‐ σχέσεως ἐκείνης, ἧς ἤκουσε παρὰ τοῦ ἀγγέλου λέ‐ γοντος, Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύ‐
40ναμις Ὑψίστου ἐπισκιάσει σοι· οὕτω, φησὶν, ἔχεις τεκεῖν. Μὴ βλέπε πρὸς τὴν γῆν· ἀπὸ τῶν οὐρανῶν ἡ ἐνέργεια ἔρχεται. Πνεύματός ἐστι χάρις τὸ γινόμε‐ νον, μὴ ζήτει μοι φύσιν καὶ νόμους γάμων. Ἀλλ’ ἐπειδὴ μείζονα ταύτης ἐκεῖνα ἦν τὰ ῥήματα, βούλε‐
45ται καὶ ἑτέραν παρασχεῖν ἀπόδειξιν. Σὺ δέ μοι παρα‐ τήρει, πῶς ἡ στεῖρα αὐτὴν ὁδηγεῖ πρὸς τὴν πίστιν τούτου. Ἐπειδὴ γὰρ ἐκείνη ἡ ἀπόδειξις μείζων ἦν τῆς διανοίας τῆς Παρθένου, ἄκουσον πῶς καὶ ἐπὶ τὰ ταπεινότερα κατήγαγε τὸν λόγον, διὰ τῶν αἰσθητῶν

51

.

360

(50)

αὐτὴν χειραγωγῶν. Ἰδοὺ γὰρ, φησὶν, Ἐλισάβετ ἡ συγγενής σου, καὶ αὐτὴ συνειληφυῖα υἱὸν ἐν γή‐ ρᾳ αὐτῆς· καὶ οὗτος μὴν ἕκτος ἐστὶν αὐτῇ τῇ καλουμένῃ στείρᾳ. Ὁρᾷς ὅτι ἡ στεῖρα διὰ τὴν Παρ‐ θένον; ἐπεὶ, τίνος ἕνεκεν παρήγαγεν αὐτῇ τὸν τόκον
55τῆς συγγενίδος; τίνος ἕνεκεν ἔλεγεν, Ἐν γήρᾳ αὐ‐ τῆς; τίνος ἕνεκεν ἐπήγαγε, Τῇ καλουμένῃ στείρᾳ; Διὰ πάντων τούτων ἐνάγων αὐτὴν δηλονότι πρὸς τὸ πιστεῦσαι τῷ εὐαγγελισμῷ. Διὰ τοῦτο καὶ τὴν ἡλι‐
κίαν εἶπε, καὶ τὴν πήρωσιν τῆς φύσεως· διὰ τοῦτο359

51

.

361

καὶ τὸν χρόνον ἀνέμεινε τὸν ἀπὸ τῆς συλλήψεως· οὐ γὰρ ἐκ προοιμίων αὐτῇ εὐθέως εὐηγγελίσατο, ἀλλ’ ἀνέμεινεν ἑξαμηνιαῖον χρόνον τῇ στείρᾳ γενέσθαι· ἵνα ὁ τῆς γαστρὸς ὄγκος λοιπὸν τὴν κύησιν ἐγγυή‐
5σηται, καὶ ἀναμφισβήτητος ἀπόδειξις γένηται τῆς συλλήψεως. Καὶ θέα μοι πάλιν τὴν σύνεσιν τοῦ Γαβριήλ. Οὐδὲ γὰρ ἀνέμνησεν αὐτῆς τῆς Σάῤῥας, οὐδὲ τῆς Ῥεβέκκας, οὐδὲ τῆς Ῥαχήλ· καίτοι καὶ αὗται στεῖραι ἦσαν, καὶ αὗται γεγηρακυῖαι, καὶ θαῦ‐
10μα τὸ γινόμενον ἦν· ἀλλὰ παλαιὰ τὰ διηγήματα ἦν. Τῶν δὲ ἀρχαίων τὰ νέα καὶ πρόσφατα καὶ κατὰ τὴν γενεὰν συμβαίνοντα τὴν ἡμετέραν μᾶλλον ἡμᾶς εἰς πίστιν τῶν θαυμάτων ἐνάγειν εἴωθε. Διὰ τοῦτο ἐκεί‐ νας ἀφεὶς, ἀπ’ αὐτῆς ἐννοῆσαι τῆς συγγενίδος τῆς
15Ἐλισάβετ τὸ ἐπ’ αὐτῇ προεβάλλετο, ὥστε ἀπ’ ἐκεί‐ νης πρὸς τὸν οἰκεῖον αὐτὴν τόκον ἐναγαγεῖν τὸν φρι‐ κωδέστατον ἐκεῖνον καὶ σεμνότατον. Μέσος γὰρ τοῦ τε ἡμετέρου καὶ τοῦ δεσποτικοῦ ὁ τόκος ὁ τῆς στεί‐ ρας ἦν, ἐλάττων μὲν τοῦ τῆς Παρθένου, μείζων δὲ
20τοῦ ἡμετέρου. Διὰ τοῦτο, ὥσπερ διά τινος γεφύρας, μέσης τῆς Ἐλισάβετ, ἀπὸ τῶν κατὰ φύσιν ὠδίνων ἐπὶ τοὺς ὑπὲρ φύσιν ἀνάγει τῆς Παρθένου τὴν διάνοιαν. θʹ. Ἐβουλόμην πλείονα εἰπεῖν, καὶ ἑτέρους λόγους ὑμᾶς διδάξαι, δι’ οὓς στεῖρα ἡ Ῥεβέκκα καὶ ἡ Ῥα‐
25χὴλ ἦν· ἀλλ’ ὁ καιρὸς οὐκ ἀφίησι κατεπείγων τὸν λόγον πρὸς τὴν τῆς εὐχῆς δύναμιν. Διὰ γὰρ τοῦτο καὶ ταῦτα πάντα ἐκινήσαμεν, ἵνα μάθητε, πῶς τὴν στείρωσιν τῆς γυναικὸς ἔλυσε τοῦ Ἰσαὰκ ἡ εὐχὴ, καὶ εὐχὴ τοσούτου χρόνου. Ἐδέετο, φησὶν, Ἰσαὰκ
30περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, καὶ ἐπήκου‐ σεν αὐτοῦ ὁ Θεός. Μὴ γὰρ νομίσῃς ὅτι ἐκάλεσε τὸν Θεὸν, καὶ εὐθέως εἰσηκούσθη· πολὺν γὰρ ἀνάλωσε χρόνον δεόμενος τοῦ Θεοῦ. Καὶ εἰ βούλεσθε μαθεῖν πόσον, ἐγὼ ὑμῖν καὶ τοῦτο μετὰ ἀκριβείας ἐρῶ. Εἴ‐
35κοσι ἐτῶν ἀριθμὸν ἀνάλωσε δεόμενος τοῦ Θεοῦ. Πόθεν τοῦτο δῆλον; Ἐκ τῆς ἀκολουθίας αὐτῆς. Βουλομένη γὰρ ἡ Γραφὴ τὴν πίστιν καὶ τὴν ὑπομονὴν καὶ τὴν φιλοσοφίαν δεῖξαι τοῦ δικαίου, οὐδὲ τὸν χρόνον ἀπ‐ εσιώπησεν, ἀλλὰ καὶ αὐτὸν δῆλον ἡμῖν ἐποίησε, λαν‐
40θανόντως μὲν, ὥστε διεγεῖραι ἡμῶν τὴν ῥᾳθυμίαν, πλὴν ἀλλ’ οὐκ ἀφῆκεν εἶναι ἀφανῆ. Ἄκουσον γοῦν πῶς λανθανόντως ἡμῖν τὸν χρόνον ἐδήλωσεν. Ἰσαὰκ δὲ ἦν ἐτῶν τεσσαράκοντα, φησὶν, ὅτε ἔλαβε τὴν Ῥεβέκ‐ καν θυγατέρα Βαθουὴλ τοῦ Σύρου. Ἔμαθες πό‐
45σων ἐτῶν ἦν, ὅτε τὴν γυναῖκα ἠγάγετο; Τεσσαρά‐ κοντα ἐτῶν, φησὶν, ἦν ὅτε ἔλαβε τὴν Ῥεβέκκαν. Ἀλλ’ ἐπειδὴ ἐμάθομεν πόσων ἐτῶν ὢν ἔγημε τὴν γυναῖκα, μάθωμεν καὶ πότε ἐγένετο λοιπὸν πατὴρ, καὶ πόσων ἐτῶν ἦν τότε, ὅτε ἐγέννησε τὸν Ἰακώβ·

51

.

361

(50)

καὶ δυνησόμεθα ἰδεῖν πόσον ἔμεινε χρόνον στεῖρα ἡ γυνὴ, καὶ ὅτι τοῦτον ἅπαντα ἐδέετο τοῦ Θεοῦ τὸν χρόνον. Πόσων οὖν ἐτῶν ἦν, ὅτε ἐγέννησε τὸν Ἰακώβ; Ἐξῆλθε, φησὶν, Ἰακὼβ ἐπειλημμένος τῇ δεξιᾷ τῆς πτέρνης τοῦ ἀδελφοῦ αὐτοῦ· διὰ τοῦτο ἐκά‐
55λεσεν αὐτὸν Ἰακὼβ, ἐκεῖνον δὲ Ἡσαῦ. Ἰσαὰκ δὲ ἦν ἐτῶν ἑξήκοντα, ὅτε ἐγέννησεν αὐτούς. Εἰ τοί‐ νυν, ὅτε μὲν ἠγάγετο τὴν Ῥεβέκκαν, τεσσαράκοντα τῶν ἦν, ὅτε δὲ ἐγέννησε τοὺς υἱοὺς, ἑξήκοντα, εὔ‐
δηλον ὅτι εἴκοσιν ἔτη μεταξὺ στεῖρα ἔμεινεν ἡ γυνὴ,Column end

51

.

362

καὶ τοῦτον ἅπαντα τὸν χρόνον ἐδέετο τοῦ Θεοῦ ὁ Ἰσαάκ. ιʹ. Εἶτα οὐκ αἰσχυνόμεθα, οὐδὲ ἐγκαλυπτόμε‐ θα, τὸν μὲν δίκαιον ὁρῶντες εἴκοσιν ἔτη παραμένοντα
5καὶ οὐκ ἀφιστάμενον· ἡμεῖς δὲ ἐκ πρώτης αἰτήσεως ἢ δευτέρας πολλάκις ἀπαγορεύοντες καὶ δυσχεραί‐ νοντες; Καίτοι ὁ μὲν πολλὴν πρὸς τὸν Θεὸν εἶχε τὴν παῤῥησίαν. καὶ ὅμως οὐκ ἐδυσχέραινε πρὸς τὴν ἀνα‐ βολὴν τῆς δόσεως, ἀλλ’ ἔμενε καρτερῶν· ἡμεῖς δὲ
10μυρίων ἁμαρτημάτων γέμοντες, πονηρῷ συνειδότι συζῶντες, οὐδεμίαν εὔνοιαν περὶ τὸν Δεσπότην ἐπι‐ δεικνύμενοι, ἂν μὴ, πρὶν ἢ φθέγξασθαι, ἀκουσθῶμεν, ἀλύομεν, ἀποδυσπετοῦμεν, ἀφιστάμεθα τῆς αἰτήσεως· διὰ τοῦτο κεναῖς ἀεὶ ἀναχωροῦμεν χερσί. Τίς εἴκοσιν
15ἔτη ὑπὲρ ἑνὸς πράγματος παρεκάλεσε τὸν Θεὸν, κα‐ θάπερ οὗτος ὁ δίκαιος; μᾶλλον δὲ τίς εἴκοσι μῆνας μόνους; Χθὲς μὲν οὖν ἔλεγον, ὅτι πολλοί εἰσιν οἱ μετὰ ῥᾳ‐ θυμίας εὐχόμενοι, καὶ χασμώμενοι, καὶ διατεινόμενοι,
20καὶ μεταστρεφόμενοι συνεχῶς, καὶ ὀλιγωρίᾳ πάσῃ περὶ τὰς εὐχὰς κεχρημένοι· σήμερον δὲ καὶ ἑτέραν βλάβην εὗρον ταῖς εὐχαῖς προσγινομένην ὀλεθριωτέ‐ ραν ἐκείνης. Πολλοὶ γὰρ πρηνεῖς ἑαυτοὺς ῥιπτοῦντες, καὶ τῷ μετώπῳ τὴν γῆν τύπτοντες, καὶ θερμὰ προ‐
25χέοντες δάκρυα, καὶ πικρὸν κάτωθεν στενάζοντες, καὶ τὰς χεῖρας ἐκτείνοντες, καὶ πολλὴν σπουδὴν ἐπι‐ δεικνύμενοι, τῇ θερμότητι ταύτῃ καὶ τῇ προθυμίᾳ κατὰ τῆς οἰκείας κέχρηνται σωτηρίας. Οὐ γὰρ ὑπὲρ τῶν οἰκείων ἁμαρτημάτων παρακαλοῦσι τὸν
30Θεὸν, οὐδὲ συγγνώμην αἰτοῦσι τῶν πλημμεληθέντων αὐτοῖς, ἀλλὰ τὴν σπουδὴν ταύτην κατὰ τῶν ἐχθρῶν κινοῦσιν ἅπασαν, ταὐτὸν ποιοῦντες, ὥσπερ ἂν εἴ τις τὸ ξίφος ἀκονήσας, μὴ κατὰ τῶν πολεμίων χρῷτο τῷ ὅπλῳ, ἀλλὰ διὰ τῆς οἰκείας αὐτὸ δέρης ὠθοῖ.
35Οὕτω καὶ οὗτοι οὐχ ὑπὲρ τῆς ἀφέσεως τῶν οἰκείων ἁμαρτημάτων, ἀλλὰ κατὰ τῆς τιμωρίας τῶν ἐχθρῶν ταῖς εὐχαῖς κέχρηνται· ὅπερ ἐστὶ καθ’ ἑαυτῶν τὸ ξίφος ὠθεῖν. Ἐπενόησε δὲ καὶ τοῦτο ὁ πονηρὸς, ἵνα πάν‐ τοθεν ἑαυτοὺς ἀπολλύωμεν, καὶ διὰ ῥᾳθυμίας, καὶ
40διὰ σπουδῆς. Οἱ μὲν γὰρ τῇ περὶ τὰς εὐχὰς ὀλιγω‐ ρίᾳ παροξύνουσι τὸν Θεὸν, τὴν καταφρόνησιν διὰ τῆς ῥᾳθυμίας ἐπιδεικνύμενοι· οἱ δὲ ἐπειδὴ σπουδὴν ἐπι‐ δείκνυνται, τὴν σπουδὴν πάλιν κατὰ τῆς ἑαυτῶν ἐπι‐ δείκνυνται σωτηρίας. Ὁ δεῖνα, φησὶ, ῥᾳθυμεῖ· ἀρκεῖ
45μοι πρὸς τὸ μηδενὸς αὐτὸν ἐπιτυχεῖν· οὗτος σπου‐ δαῖός ἐστι καὶ διεγηγερμένος· τί οὖν ἵνα γένηται; Οὐ δύναμαι ἐκλῦσαι τὴν σπουδὴν, οὐδὲ εἰς ὀλιγωρίαν ἐμβαλεῖν· ἑτέρως αὐτοῦ περιοδεύσω τὴν ἀπώλειαν. Πῶς; Εἰς παρανομίαν τῇ σπουδῇ χρήσασθαι παρα‐

51

.

362

(50)

σκευάσω· τὸ γὰρ κατὰ τῶν ἐχθρῶν εὔχεσθαι, παρά‐ νομόν ἐστιν. Ἀπελεύσεται τοίνυν οὐ μόνον οὐδὲν κερδάνας ἀπὸ τῆς σπουδῆς, ἀλλὰ καὶ πλείονα τὴν βλάβην ὑπομείνας τῆς διὰ ῥᾳθυμίας. Τοιαῦται αἱ τοῦ διαβόλου μηχαναί· τοὺς μὲν διὰ τῆς ῥᾳθυμίας, τοὺς
55δὲ δι’ αὐτῆς ἀπόλλυσι τῆς σπουδῆς, ὅταν μὴ κατὰ νόμους αὕτη γίνηται. ιαʹ. Ἀλλὰ καὶ αὐτῶν ἄξιον ἀκοῦσαι τῶν ῥημάτων τῆς εὐχῆς, καὶ πῶς παιδικῆς ἐστι διανοίας τὰ ῥήματα, πῶς νηπιώδους ψυχῆς. Αἰσχύνομαι μὲν οὖν αὐτὰ μέλ‐
60λων ἐρεῖν, πλὴν ἀνάγκη πάντως εἰπεῖν καὶ μιμήσα‐
σθαι τὴν ἀπαίδευτον γλῶτταν ἐκείνην. Τίνα οὖν ἐστι361

51

.

363

τὰ ῥήματα; Ἐκδίκησόν με ἐκ τῶν ἐχθρῶν μου· δεῖξον αὐτοῖς, ὅτι Θεὸν ἔχω κἀγώ. Οὐ τότε μαν‐ θάνουσιν, ἄνθρωπε, ὅτι Θεὸν ἔχομεν, ὅταν ἀγανακτῶ‐ μεν, καὶ ὀργιζώμεθα, καὶ δυσχεραίνωμεν· ἀλλ’ ὅταν
5ἐπιεικεῖς ὦμεν, καὶ πρᾶοι, καὶ ἥμεροι, καὶ πᾶσαν ἀσκῶμεν φιλοσοφίαν. Οὕτω καὶ ὁ Θεὸς εἶπε· Λαμ‐ ψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐκ ἐννοεῖς
10ὅτι ὕβρις ἐστὶν εἰς τὸν Θεὸν, τὸ αἰτεῖν κατὰ τῶν ἐχθρῶν τὸν Θεόν; Καὶ πῶς ὕβρις ἐστί; φησίν. Ὅτι αὐτὸς εἶπεν, Εὔχεσθε ὑπὲρ τῶν ἐχθρῶν ὑμῶν, καὶ τὸν θεῖον τοῦτον εἰσήγαγε νόμον. Ὅταν οὖν τὸν νομοθέ‐ την ἀξιοῖς τοὺς οἰκείους παραλύειν νόμους, καὶ πα‐
15ρακαλῇς αὐτὸν ἀντινομοθετεῖν αὐτῷ, καὶ τόν σε κωλύ‐ σαντα κατεύχεσθαι τῶν ἐχθρῶν ἱκετεύῃς ἀκοῦσαί σου κατευχομένου τῶν ἐχθρῶν, οὐκ εὔχῃ τοῦτο ποιῶν, οὐδὲ παρακαλεῖς, ἀλλ’ ὑβρίζεις τὸν νομοθέτην, καὶ παροινεῖς εἰς τὸν μέλλοντα διδόναι σοι τὰ ἀγαθὰ τὰ ἀπὸ τῆς
20εὐχῆς. Καὶ πῶς δυνατὸν ἀκουσθῆναι εὐχόμενον, εἰπέ μοι, ὅταν τὸν μέλλοντα ἀκούειν παροξύνῃς; Ταῦτα γὰρ ποιῶν εἰς βάραθρον τὴν οἰκείαν ὠθεῖς σωτηρίαν, καὶ κατὰ κρημνοῦ φέρῃ, τὸν ἐχθρὸν ἐπ’ ὄψεσι τύ‐ πτων τοῦ βασιλέως. Εἰ γὰρ καὶ μὴ ταῖς χερσὶ τοῦτο
25ποιεῖς, τοῖς ῥήμασιν αὐτὸν τύπτεις· ὅπερ οὐδὲ ἐπὶ τῶν ὁμοδούλων ποιῆσαι τολμᾷς. Τόλμησον γοῦν ἐπὶ ἄρχοντος τοῦτο ποιῆσαι· κἂν μυρία ᾖς κατωρθωκὼς, τὴν ἐπὶ θάνατον εὐθέως ἀπαχθήσῃ πάντως. Εἶτα ἐπὶ ἄρχοντος μὲν οὐ τολμᾷς τὸν ὁμότιμον ὑβρίσαι, ἐπὶ δὲ
30τοῦ Θεοῦ τοῦτο ποιῶν, εἰπέ μοι, οὐ φρίττεις, οὐδὲ δέδοικας ἐν καιρῷ δεήσεως καὶ εὐχῆς ἀγριαίνων οὕτω καὶ ἐκθηριούμενος, καὶ μείζονα ἀγνωμοσύνην ἐπι‐ δεικνύμενος τοῦ τὰ ἑκατὸν ἀπαιτοῦντος δηνάρια; Ὅτι γὰρ ἐκείνου σὺ μᾶλλον ὑβρίζεις, αὐτῆς ἄκουσον
35τῆς ἱστορίας. Μύρια τάλαντα ὤφειλέ τις τῷ δεσπότῃ· εἶτα οὐκ ἔχων ἀποδοῦναι, ἠξίου μακροθυμῆσαι, ἵνα πραθείσης αὐτοῦ τῆς γυναικὸς καὶ τῆς οἰκίας καὶ τῶν παίδων, διαλύσηται τὸ ὄφλημα τὸ δεσποτικόν. Ἰδὼν δὲ αὐτὸν ὀδυρόμενον ὁ δεσπότης κατηλέησε
40καὶ τὰ μύρια ἀφῆκε τάλαντα. Ἐξελθὼν ἐκεῖνος καὶ εὑρὼν οἰκέτην ἕτερον ὀφείλοντα αὐτῷ δηνάρια ἑκατὸν, ἄγχων ἀπῄτει μετὰ πολλῆς τῆς ὠμότητος καὶ τῆς ἀπανθρωπίας. Ἀκούσας ταῦτα ὁ δεσπότης ἐνέβαλεν αὐτὸν εἰς τὸ δεσμωτήριον, καὶ ὃ πρότερον ἀφῆκεν
45ὄφλημα τῶν μυρίων ταλάντων, ἐπέθηκεν αὐτῷ πάλιν, καὶ τῆς εἰς τὸν σύνδουλον ὠμότητος ἔδωκε τὴν τιμω‐ ρίαν ἐκεῖνος.
ιβʹ. Σὺ δὲ κἀκείνου θέα πόσον ἀγνωμονέστερος καὶColumn end

51

.

364

ἀναισθητότερος γέγονας, τῶν ἐχθρῶν κατευχόμενος, Ἐκεῖνος οὐχὶ τὸν δεσπότην ἠξίου ἀπαιτῆσαι, ἀλλ’ αὐτὸς ἀπῄτει τὰ ἑκατὸν δηνάρια· σὺ δὲ καὶ τὸν Δε‐ σπότην ἐπὶ τὴν ἀπαίτησιν ταύτην τὴν ἀναίσχυντον
5καὶ κεκωλυμένην παρακαλεῖς. Κἀκεῖνος μὲν οὐκ ἐπ’ ὄψεσι τοῦ κυρίου, ἀλλ’ ἔξω τὸν σύνδουλον ἦγχε· σὺ δὲ ἐν αὐτῷ τῷ καιρῷ τῆς εὐχῆς πρὸ τοῦ βασιλέως ἑστὼς ταῦτα ποιεῖς. Εἰ δὲ ἐκεῖνος οὔτε τὸν δεσπότην παρακαλέσας ἐπὶ τὴν ἀπαίτησιν, καὶ μετὰ τὸ
10ἐξελθεῖν ταῦτα ποιῶν, οὐδεμιᾶς ἔτυχε συγγνώμης, σὺ καὶ τὸν Δεσπότην ἐπὶ τὴν κεκωλυμένην ταύτην ἔκτισιν διεγείρων, καὶ ἐπ’ ὄψεσιν αὐτοῦ ταῦτα ποιῶν, ποίαν οὐ δώσεις τιμωρίαν, εἰπέ μοι; Ἀλλὰ φλε‐ γμαίνει σου τῇ μνήμῃ τῆς ἔχθρας ἡ διάνοια καὶ οἰδεῖ,
15καὶ ἀνέστηκεν ἡ καρδία, καὶ τοῦ λελυπηκότος ἀναμι‐ μνησκόμενος οὐ δύνασαι καταστεῖλαι τὸ οἴδημα τῶν λογισμῶν; Ἀλλ’ ἀντίστησον τῇ φλεγμονῇ ταύτῃ τὴν ἀπὸ τῶν σῶν ἁμαρτημάτων μνήμην, τὸν ἀπὸ τῆς μελλούσης κολάσεως φόβον. Ἀναμνήσθητι πόσων
20ὑπεύθυνος εἶ τῷ Δεσπότῃ, καὶ ὅτι πάντων ἐκείνων δίκας ὀφείλεις αὐτῷ, καὶ κρατήσει πάντως οὗτος ὁ φόβος τῆς ὀργῆς ἐκείνης, ἐπειδὴ καὶ πολὺ δυνατώτε‐ ρον τοῦτο ἐκείνου τοῦ πάθους. Ἀναμνήσθητι γεέν‐ νης καὶ κολάσεως καὶ τιμωρίας κατὰ τὸν καιρὸν τῆς
25εὐχῆς, καὶ οὐδὲ εἰς νοῦν λαβεῖν δυνήσῃ τὸν ἐχθρόν. Σύντριψον τὴν διάνοιαν, ταπείνωσον τὴν ψυχὴν τῇ μνήμῃ τῶν σοι πεπλημμελημένων, καὶ οὐδὲ ἐνοχλῆ‐ σαι δυνήσεταί σοι θυμός. Ἀλλὰ τοῦτό ἐστι τὸ πάντων αἴτιον τῶν κακῶν, ὅτι τὰ μὲν τῶν ἄλλων ἁμαρτήματα
30μετὰ πολλῆς ἐξετάζομεν τῆς ἀκριβείας, τὰ δὲ ἡμέ‐ τερα μετὰ πολλῆς παραπεμπόμεθα τῆς ῥᾳθυμίας. Τοὐναντίον δὲ ποιεῖν ἐχρῆν· τὰ μὲν οἰκεῖα κακὰ ἄληστα ἔχειν, τῶν δὲ ἀλλοτρίων μηδέποτε ἔννοιαν λαμβάνειν. Ἂν τοῦτο ποιῶμεν, καὶ τὸν Θεὸν ἕξομεν
35ἵλεων, καὶ τοῖς πλησίον παυσόμεθα ἀθάνατα ὀργιζό‐ μενοι, καὶ ἐχθρὸν οὐδένα οὐδέποτε ἕξομεν· εἰ δὲ καὶ σχοίημέν ποτε, ταχέως καὶ τὴν ἀπέχθειαν καταλύ‐ σομεν, καὶ τῶν οἰκείων ἁμαρτημάτων ταχεῖαν λά‐ βωμεν συγχώρησιν. Ὥσπερ γὰρ ὁ τῷ πλησίον μνη‐
40σικακῶν οὐκ ἀφίησι τὴν ἐπὶ τοῖς οἰκείοις ἁμαρτήμασι καταλυθῆναι κόλασιν, οὕτως ὁ καθαρὸς ὢν ὀργῆς, καθαρὸς καὶ ἁμαρτημάτων ἔσται ταχέως. Εἰ γὰρ ἡμεῖς οἱ πονηροὶ καὶ θυμῷ δουλεύοντες, διὰ τὸ τοῦ Θεοῦ πρόσταγμα πάντα τὰ εἰς ἡμᾶς παρορῶμεν
45ἁμαρτήματα, πολλῷ μᾶλλον ὁ φιλάνθρωπος καὶ ἀγαθὸς καὶ παντὸς καθαρὸς ὢν πάθους παραβλέψεται ἡμῶν τὰ πλημμελήματα, τῆς εἰς τὸν πλησίον φιλο‐ φροσύνης, ἐν τῇ τῶν οἰκείων ἁμαρτημάτων συγχω‐ ρήσει, τὴν ἀμοιβὴν ἡμῖν ἀποδιδούς· ἧς γένοιτο πάν‐

51

.

364

(50)

τας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κρά‐
τος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end363