TLG 2062 080 :: JOANNES CHRYSOSTOMUS :: In Heliam et viduam

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In Heliam et viduam

Citation: Vol — pg — (ln)

51

.

337

(28t)

ΕΙΣ ΤΟΝ ΗΛΙΑΝ
29tΚαὶ εἰς τὴν χήραν, καὶ περὶ ἐλεημοσύνης.
30 αʹ. Ἐν ταῖς ἡμέραις αἷς ἐνηστεύομεν ἅπαντες, τοὺς περὶ τῆς ἐλεημοσύνης πολλάκις ἑλόμενος κινῆσαι λό‐ γους, ἐξεκρουόμην, τῆς ἑσπέρας καταλαμβανούσης καὶ τοῦ λόγου διακοπτούσης ἡμῖν τὸν δρόμον. Τοῦτο δὲ ἐγένετο, τοῦ Θεοῦ τάχα συμφερόντως οἰκονομοῦν‐
35τος, καὶ πρὸς τὴν παροῦσαν ἡμέραν τὴν περὶ τούτων ὑπερτιθέντος παραίνεσιν· ἵνα μὴ κατὰ τὴν ἐκκλησίαν διῃρημένων ὑμῶν, οὕτως ἡ τῆς ἐλεημοσύνης παρα‐ τέθῃ τράπεζα σήμερον· οὐκ ἐπειδὴ μέγα τι καὶ γενναῖον ἡμεῖς ἔχομεν εἰπεῖν, ἀλλ’ ἐπειδὴ μεγάλη
40καὶ γενναία τῆς ἐλεημοσύνης ἡ δύναμις. Πολλὴ γὰρ τοῦ πράγματος ἡ παῤῥησία πρὸς τὸν Θεόν· καὶ κα‐ θάπερ τις βασιλεύουσα τῆς καθ’ ἡμᾶς πολιτείας, οὕτω μετὰ ἀδείας πολλῆς τῶν οὐρανίων ἁψίδων ἐπι‐ βαίνειν εἴωθε· καὶ αἱ τὰς πύλας τῶν οὐρανῶν ἐγκε‐
45χειρισμέναι δυνάμεις, ἂν μὲν ἴδωσι τὴν ἐλεημοσύνην ἐπιβαίνουσαν, μετὰ πολλῆς τῆς τιμῆς καὶ ταῖς ἄλλαις δι’ αὐτὴν τὰς πύλας ἐκείνας ἀνοίγουσιν ἀρεταῖς· ἂν δὲ χωρὶς τῆς ἐλεημοσύνης ἴδωσι παραγενομένας,
ἀποκλείουσι τὰς θύρας αὐταῖς. Καὶ τοῦτο ἐκ τῶνColumn end

51

.

338

(30)

παρθένων δῆλον ἐκείνων, αἳ διὰ τοῦτο τῆς ἱερᾶς παστάδος ἀπεκλείσθησαν, ἐπειδὴ διηνεκὲς ἔλαιον ἐν ταῖς λαμπάσιν οὐκ εἶχον. Καὶ σκόπει μοι τὴν δια‐ φοράν. Ἐλεημοσύνη μὲν χωρὶς παρθενίας τοὺς αὐτῆς τροφίμους εἰς τὸν οὐρανὸν εἰσήγαγε· παρθενία δὲ
35χωρὶς ἐλεημοσύνης οὐκ ἴσχυσεν. Ἐπεὶ οὖν τοσαύτη τοῦ πράγματος ἡ δύναμις, μετὰ πάσης σπουδῆς καὶ τοὺς περὶ αὐτῆς δεχώμεθα λόγους. Γένοιτο δ’ ἂν ἀρίστη καὶ σύντομος τοῦ πράγματος ἡ παραίνεσις, εἰ πρὸς τὴν χήραν ὑμᾶς ἀπαγάγοιμεν τὴν ἐν Σαρε‐
40φθοῖς τῆς Σιδῶνος. Τῶν γὰρ λόγοις συμβουλευόντων οἱ διὰ τῶν ἔργων παιδεύοντες ἀξιοπιστότεροι διδά‐ σκαλοι γίνονται· διὸ καὶ ἡ χήρα ἀρίστη τοῦ πράγμα‐ τος τούτου γένοιτ’ ἂν ἡμῖν διδάσκαλος. Ἡμεῖς μὲν γὰρ λόγῳ παραινοῦμεν· ἐκείνη δὲ διὰ τῶν ἔργων
45ὑμᾶς παιδεῦσαι δυνήσεται, τὴν ὁμότροπον ἔχουσα μεθ’ αὑτῆς συνεζευγμένην. Δύο γάρ εἰσιν αὗται αἱ χῆραι· μία μὲν ἐν τῇ Καινῇ, ἡ τὰ δύο λεπτὰ κατα‐ βαλοῦσα, μία δὲ ἐν τῇ Παλαιᾷ, ἡ τὸν προφήτην ὑποδέ‐
ξασθαι καταξιωθεῖσα· καὶ ἀμφότεραι πρὸς τὴν αὐ‐337

51

.

339

τὴν ἔφθασαν τῆς φιλοσοφίας ἀρετὴν, καὶ τὴν αὐτὴν ἐπ‐ εδείξαντο φιλοφροσύνην, τῇ τῶν κατορθωμάτων ὁμοιό‐ τητι τὴν συγγένειαν ἡμῖν τῶν Διαθηκῶν ἐνδεικνύ‐ μεναι. Καθάπερ γὰρ σκόπελοί τινες ὑψηλοὶ περιβε‐
5βλημένοι λιμένας, οὓς δὴ φάρους καλεῖν εἰώθασι, διὰ πάσης τῆς νυκτὸς ἄσβεστον ἔχοντες πῦρ, τοὺς πε‐ πλανημένους κατὰ τὸ πέλαγος τῇ λαμπηδόνι τοῦ φωτὸς πρὸς τὴν τοῦ λιμένος χειραγωγοῦσιν ἀσφά‐ λειαν· οὕτω καὶ αὗται καθάπερ τινὰς λιμένας τὴν
10φιλοφροσύνην περιβεβλημέναι, τῷ φωτὶ τῆς οἰκείας μεγαλοψυχίας τοὺς ἐν τῇ βαθυτάτῃ νυκτί· νυκτὸς γὰρ οὐδὲν ἄμεινον ἡμῶν ἡ ζωὴ διάκειται, καθάπερ καὶ ὁ Παῦλός φησιν, ὅτι Ἡ νὺξ προέκοψεν, ἡ δὲ ἡμέρα ἤγγικε· τοὺς οὖν ἐν τῇ βαθυτάτῃ νυκτὶ κατὰ τὸ πέ‐
15λαγος τῆς φιλαργυρίας πλανωμένους, καὶ γίνεσθαι μέλλοντας ὑποβρυχίους, πρὸς τὴν παρ’ ἑαυτῶν κα‐ λοῦσιν ἀσφάλειαν, τὸ τῆς φιλανθρωπίας διαπαντὸς καιόμενον ἔχουσαι πῦρ, καὶ διασώζουσαι τὸ τῆς ἐλεη‐ μοσύνης ἄσβεστον φῶς.
20 βʹ. Ἀλλὰ περὶ ἐκείνης μὲν ἐν ἑτέρῳ καιρῷ· τήμερον δὲ περὶ τῆς ἐν τῇ Παλαιᾷ πρὸς ὑμᾶς ἐροῦμεν. Πάν‐ τως γὰρ καὶ ταύτης ἐπαινουμένης, ἐκείνης τῶν ἐγ‐ κωμίων οἱ στέφανοι πλέκονται· ὧν γὰρ τὰ κατορθώ‐ ματα ἴσα, καὶ οἱ λόγοι τῶν ἐγκωμίων κοινοί. Ἐγένετο
25τοίνυν κατὰ τοὺς ταύτης χρόνους λιμὸς χαλεπός· οὐχὶ ἡ γῆ δὲ καμοῦσα παρῃτήσατο τὴν φορὰν, ἀλλὰ τῶν ἀνθρώπων τὰ ἁμαρτήματα τοῦ Θεοῦ τὴν δωρεὰν ἀπεκρούσαντο. Ἐγένετο τοίνυν λιμὸς χαλεπὸς, καὶ λιμῶν ἁπάντων πικρότατος· καὶ τοῦτον ἤγαγε τὸν
30λιμὸν ὁ μέγας Ἠλίας, καθάπερ τινὰ φοβερὸν οἰκέ‐ την καλέσας, ὥστε τοὺς συνδούλους τὸν Δεσπότην ὑβρίζοντας σωφρονίσαι· μᾶλλον δὲ ἐκάλεσεν αὐτὸν τῶν Ἰουδαίων τὰ ἁμαρτήματα· ἐκόμισε δὲ αὐτὸν τοῦ προφήτου τὸ στόμα, Ζῇ γὰρ, φησὶ, Κύριος ὁ Θεὸς,
35εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ἦν τοίνυν ἀφόρητον κακόν· οὐδὲ γὰρ τὴν γαστέρα τῆς γῆς ἄγονον ἐποίησε μόνον ἡ φοβερὰ τοῦ προφή‐ του φωνὴ, ἀλλὰ καὶ αὐτὰ τῶν ποταμῶν τὰ ῥεῖθρα ἀνέστειλε, καὶ οἱ χείμαῤῥοι τότε ἐξηραίνοντο πάν‐
40τες. Καὶ καθάπερ πυρετὸς λάβρος καὶ διακαὴς εἰς σώματος φύσιν ἐμπεσὼν, οὐχὶ τὴν ἐπιφάνειαν ξηραί‐ νει μόνον, ἀλλὰ καὶ πρὸς αὐτὸ χωρήσας τὸ βάθος, αὐτὴν τῶν ὀστῶν καταφρύγει τὴν φύσιν· οὕτω καὶ ὁ τότε γενόμενος αὐχμὸς, οὐχὶ τὴν ὄψιν τῆς γῆς κατ‐
45έκαυσε μόνον, ἀλλὰ καὶ πρὸς αὐτὰς τὰς λαγόνας ἐλ‐ θὼν, πᾶσαν κάτωθεν ἀνέσπασε τὴν νοτίδα. Τί οὖν ὁ Θεὸς πρὸς τὸν προφήτην; Ἀνάστηθι, φησὶ, καὶ πορεύθητι εἰς Σαρεφθὰ τῆς Σιδῶνος· ἐκεῖ ἐντε‐ λοῦμαι γυναικὶ χήρᾳ τοῦ διαθρέψαι σε. Τί τοῦτο;

51

.

339

(50)

ἐπὶ τῆς οἰκείας οὐδεμιᾶς ἀπέλαυσε φιλοφροσύνης, καὶ εἰς τὴν ἀλλοτρίαν αὐτὸν πέμπεις, καὶ πρὸς γυ‐ ναῖκα χήραν; Εἰ γὰρ εὔπορος ἦν, εἰ γὰρ πλουσιω‐ τάτη, εἰ γὰρ αὐτοῦ τοῦ βασιλεύοντος γυνὴ, εἰ γὰρ ταμιεῖα πολλῶν εἶχεν ἐμπεπλησμένα γεννημάτων,
55οὐκ ἂν αὐτῆς μᾶλλον τῆς γῆς τὴν προαίρεσιν ἀπ‐ εστείρωσεν ὁ τοῦ λιμοῦ φόβος; Ἵνα οὖν μὴ ταῦτα ὁ προφήτης λέγῃ, μηδὲ διαλογίζηται, διὰ τοῦτο αὐτὸ, πρότερον διὰ τῶν κοράκων ἔθρεψε, μονονουχὶ πρὸς αὐτὸν λέγων διὰ τῶν γενομένων, ὅτι Εἰ τὴν ἄλο‐
60γον φύσιν ξενοδοχῆσαί σε παρεσκεύασα, πολλῷ μᾶλ‐
λον ἡ λογικὴ πεισθήσεται τοῦτο ποιῆσαι.Column end

51

.

340

γʹ. Διὰ τοῦτο μετὰ τοὺς κόρακας ἡ χήρα. Καὶ ἦν ἰδεῖν τὸν προφήτην ὑπόδικον γενόμενον γυναικὸς, τὴν οὐ‐ ρανομήκη καὶ θείαν ψυχὴν ἐκείνην, τὸν γενναῖον καὶ ὑψηλὸν Ἠλίαν, ὥσπερ ἀλήτην τινὰ καὶ προσαίτην
5πρὸς τὰς θύρας τῆς χήρας ἐρχόμενον, καὶ τὸ στόμα, ὃ τὸν οὐρανὸν ἔκλεισε, τὰς τῶν προσαιτούντων φθεγ‐ γόμενον φωνάς· Δός μοι ἄρτον, δός μοι ὕδωρ· ἵνα σὺ μάθῃς ὅτι οὐδὲν οὕτως ἐπιτήδειον, ὡς γυναικὸς οἰκία χήρας, καὶ σκηνὴ πενίας γέμουσα, καὶ πλού‐
10του καὶ τῶν ἀπὸ τοῦ πλούτου κακῶν ἀπηλλαγμένη. Καθαρὸν γὰρ θορύβων ἦν τὸ χωρίον, καὶ πάσης φιλο‐ σοφίας μεστὸν, καὶ λιμένος παντὸς εὐδιώτερον. Τοιαῦτα δὴ μάλιστα ἐνδιαιτήματα τῶν ἁγίων ἐπιζη‐ τοῦσιν αἱ ψυχαί.
15 Ἀπῄει τοίνυν πρὸς τὴν χήραν ὁ προφήτης, τῆς Ἰουδαϊκῆς μισοξενίας ἔλεγχον ἐσομένην· ἀπῄει πρὸς τὴν χήραν, διδάσκων ἅπαντας ὅτι δικαίως ἐκείνην τὴν κόλασιν ὑπομένουσιν Ἰουδαῖοι. Καὶ γὰρ ὅταν μέλλῃ τινὰς κολάζειν ὁ Θεὸς, οὐχ ἁπλῶς ἐπάγει τὴν
20τιμωρίαν, οὐδὲ τῇ τῆς οἰκείας κρίσεως ἀρκεῖται ψήφῳ, ἀλλὰ καὶ τοῖς ἀνθρώποις διὰ τῶν πραγμάτων ἀπολογεῖται, ὥσπερ ἐν κοινῷ δικαστηρίῳ κρινόμενος ταῖς τῶν πολλῶν ὑπονοίαις. Καὶ καθάπερ οἱ δικά‐ ζοντες, ὅταν μέλλωσί τινα τὴν ἐπὶ θάνατον ἄγειν
25ὁδὸν, ἐφ’ ὑψηλοῦ τοῦ βήματος προκαθίσαντες, καὶ τὰ παραπετάσματα συνελκυσθῆναι κελεύσαντες, καὶ τὴν πόλιν αὐτοῖς περιστήσαντες ἅπασαν, οὕτω καθάπερ ἐν θεάτρῳ κοινῷ δικάζοντες πρὸς τὸν κατάδικον, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς τὰς πεύσεις ποιού‐
30μενοι, καὶ τὰ ὑπομνήματα τῶν ἐκείνοις τετολμημέ‐ νων ἀναγνωσθῆναι κελεύοντες, καὶ αὐτὸν τὸν ὑπεύ‐ θυνον τῶν αὐτῷ τετολμημένων γενέσθαι κατήγορον παρασκευάζοντες, τότε τὴν ψῆφον ἐπάγουσιν· οὕτω καὶ ὁ Θεὸς, καθάπερ ἐφ’ ὑψηλοῦ τοῦ βήματος, τοῦ
35τῶν Γραφῶν κηρύγματος προκαθίσας, καὶ τὴν οἰκου‐ μένην ἅπασαν περιστήσας, ὑπὸ ταῖς ἁπάντων ὄψεσι καὶ ἀκοαῖς ποιεῖται τῶν ἁμαρτημάτων τὴν ἐξέτασιν, οὐχ ὑπομνήματα ἀναγνωσθῆναι κελεύων, οὐδὲ γράμ‐ ματα παράγων εἰς μέσον, ἀλλ’ αὐτοῖς ἡμᾶς τοῖς τῶν
40καταδίκων ἐφιστῶν ἁμαρτήμασιν. δʹ. Ὅτε γοῦν τοὺς χαλεποὺς κεραυνοὺς κατὰ τῶν Σο‐ δομιτῶν ἀφεῖναι ἤμελλε, καὶ δήμους καὶ πόλεις ἀναρ‐ πάζειν ἐκ μέσου τῆς χώρας διὰ τῆς φοβερᾶς φλογὸς ἐκείνης, ὅτε τὸν καινὸν καὶ παράδοξον ὑετὸν ἐπὶ τὴν
45γῆν ἠφίει, τοῦ προτέρου φρικωδέστερον ὄντα, ὃν πρῶ‐ τον καὶ μόνον ἥλιος ἐπεῖδεν· ἐπεὶ τοιοῦτον πρὶν ἢ τὴν κόλασιν ταύτην ἐπαγαγεῖν, ἔδειξε τῶν μελλόντων κολάζεσθαι τὴν πονηρίαν ἡμῖν, οὐχὶ γράμματα ἀνα‐ γινώσκων, καθάπερ ἔφην, ἀλλ’ αὐτὰ εἰς μέσον παρ‐

51

.

340

(50)

αγαγὼν τὰ ἁμαρτήματα. Διὰ τοῦτο γοῦν ἔπεμψε τοὺς ἀγγέλους, οὐχ ἵνα τὸν Λὼτ ἐξαγάγωσι μόνον, ἀλλ’ ἵνα σοι δείξωσι τὴν παρανομίαν ἐκείνων· ὃ δὴ καὶ γέγο‐ νεν. Ἐπειδὴ γὰρ αὐτοὺς ὁ Λὼτ ὑπεδέξατο, τὴν οἰ‐ κίαν ἐπολιόρκουν τοῦ ξενοδόχου πάντες, περιιστάντες
55κύκλῳ. Ἐστρατήγει δὲ τῆς πολιορκίας ἄτοπος ἔρως, καὶ μίξεως ἐπιθυμία παρανόμου, καὶ ἡλικίας καὶ φύσεως ὅρους ὑπερβαίνουσα. Οὐδὲ γὰρ νεανίσκοι περιέστησαν μόνον, ἀλλ’ ἤδη καὶ πρεσβῦται· καὶ
οὐδὲ ἡ πολιὰ τὴν λύτταν κατέπαυσεν, οὐδὲ τὸ γῆρας339

51

.

341

τὴν μανίαν ἔσβεσεν, ἀλλ’ ἦν ἰδεῖν ἐν λιμένι ναυάγιον, ἐν γήρᾳ παράνομον ἐπιθυμίαν. Καὶ οὐδὲ ἐνταῦθα ἔστησαν τῆς παρανομίας, ἀλλὰ τοῦ Λὼτ ὑποσχομένου τὰς ἑαυτοῦ παραδώσειν θυγατέρας, οὐδὲ οὕτως ἀφ‐
5ίσταντο, ἀλλ’ ἐπέκειντο, λέγοντες μὴ πρότερον ἀπο‐ στήσεσθαι, ἕως ἂν τοὺς ἄνδρας λάβωσι· καὶ μεγάλα ἠπείλουν δώσειν κακὰ τῷ τὰς ἑαυτοῦ θυγατέρας ὑπο‐ σχομένῳ δώσειν διὰ τὴν εἰς τοὺς ξένους τιμήν. Εἶδες πῶς πανταχόθεν ἔδειξε τῶν Σοδομιτῶν τὴν κακίαν,
10καὶ τότε τὴν τιμωρίαν ἐπήγαγεν; Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶν κολαζομένους αὐτοὺς κατακλασθῇς διὰ τὸ μέγεθος τῆς συμφορᾶς, μηδὲ μετ’ ἐκείνων ἐγκαλῇς τῷ Θεῷ, ἀλλὰ μετὰ τοῦ Θεοῦ κατακρίνῃς ἐκείνους, προλαβὼν τῇ τῆς πονηρίας ἀποδείξει, πάντα προ‐
15ανήρπασεν αὐτῶν τὸν ἔλεον, τῆς πρὸς αὐτοὺς συμ‐ παθείας ἀπαγαγὼν ἡμᾶς. Ὃ δὴ καὶ νῦν ἐπὶ τοῦ προ‐ φήτου πεποίηκεν. Ἵνα μὴ θεωρῶν ὑπὸ τοῦ λιμοῦ διαφθειρομένους τοὺς Ἰουδαίους ἀλγῇς, δείκνυσί σοι τὴν ἀπανθρωπίαν αὐτῶν καὶ τὴν ὠμότητα, καὶ τῆς
20φιλοξενίας τὴν σπάνιν. Οὐ γὰρ δὴ μόνον οὐχ ὑπεδέ‐ ξαντο τὸν προφήτην, ἀλλὰ καὶ ἀποκτείνειν ἠπείλουν· καὶ τοῦτο δῆλον ἐκ τῶν Θεοῦ ῥημάτων. Οὐ γὰρ εἶ‐ πεν, Ἀναχώρησον, μόνον, ἀλλὰ καὶ, Κρύβηθι. Οὐκ ἀρκεῖ γάρ σοι πρὸς σωτηρίαν ἡ φυγὴ, ἀλλὰ δεῖ καὶ
25λαθεῖν μετὰ πολλῆς τῆς ἀκριβείας· δῆμος γάρ ἐστιν Ἰουδαϊκὸς, δῆμος αἱμάτων διψῶν προφητικῶν, καὶ ταῖς τῶν ἁγίων ἐμμελετήσας σφαγαῖς· ἀπὸ τῶν προφητικῶν αἱμάτων ἀεὶ τὰς ἑαυτῶν ᾕμαξαν δεξιάς. Καὶ, ὅτε μὲν ἐκ τῆς Ἰουδαίας αὐτὸν ἐξέπεμψεν,
30Ἄπελθε καὶ κρύβηθι, φησίν· ὅτε δὲ πρὸς τὴν χήραν ἀπέστελλεν, Ἐγὼ, φησὶν, ἐντελοῦμαι αὐτῇ. Ὁρᾷς πῶς ἐκεῖθεν μὲν φεύγοντα μετὰ πολλῆς ἀσφαλείας τοῦτο ποιῆσαι προστάττει· ἐνταῦθα δὲ καταφεύγοντα μετὰ πολλῆς παῤῥησίας καὶ τοῦ θάῤῥους ἀπιέναι
35κελεύει; εʹ. Οὐ τοῦτο δὲ μόνον, ἀλλά τι καὶ ἕτερον ᾠκονόμη‐ ται διὰ τῆς τοῦ προφήτου πρὸς τὴν χήραν παρουσίας. Ἵνα γὰρ μὴ μετὰ ταῦτα ὁρῶντές τινες τὸν Χριστὸν μετὰ τὰς πολλὰς καὶ ἀφάτους εὐεργεσίας τὰς ἐπὶ τῆς
40Ἰουδαίας, μετὰ τοὺς μυρίους νεκροὺς, οὓς ἀνέστησε, μετὰ τοὺς τυφλοὺς, οὓς ἀναβλέψαι ἐποίησε, μετὰ τοὺς λεπροὺς, οὓς ἐκάθηρε, μετὰ τοὺς δαίμονας, οὓς ἀπ‐ ήλασε, μετὰ τὴν θαυμαστὴν καὶ σωτήριον διδασκαλίαν, παρὰ μὲν τῶν εὐεργετηθέντων ἐλαυνόμενον, παρὰ δὲ
45τῶν ἐν τοῖς ἔθνεσι τιμώμενον, οὐδὲν τοιοῦτον εἰδότων οὔτε ἀκηκοότων, θαυμάζωσι, διαπορῶσι, καὶ ἄπιστον τὸ πρᾶγμα εἶναι νομίζωσιν· ἄνωθεν καὶ πρὸ πολλοῦ τοῦ χρόνου διὰ τῶν δούλων τὴν Ἰουδαϊκὴν ἀγνωμο‐ σύνην διδάσκει, καὶ τῶν ἐθνῶν φιλοφροσύνην ἡμᾶς

51

.

341

(50)

παιδεύει. Οὕτω γοῦν τὸν Ἰωσὴφ, οὓς παρεγένετο θρέψων ἐκεῖνος, καὶ ἀνελεῖν ἐπεχείρησαν, ἄνθρωπος δὲ βάρβαρος εἰς μεγίστην ἤγαγε τιμήν. Οὕτω τὸν Μωσέα ἀπήλασαν οἱ εὐεργετηθέντες Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἄνθρωπος βάρβαρος Ἰωθὼρ, καὶ πολλῆς
55αὐτὸν φιλοφροσύνης ἠξίωσεν. Οὕτω τὸν Δαυῒδ ἀπ‐ ήλασε μὲν ὁ Σαοὺλ μετὰ τὴν τοῦ Γολιὰθ κεφαλὴν, μετὰ τοὺς μυρίους κινδύνους, οὓς καὶ αὐτῷ καὶ τῇ πόλει πολλάκις ἐπαγομένους ἔλυσεν· ὑπεδέξατο δὲ Ἀγχοὺς
ὁ βαρβάρων βασιλεὺς, καὶ εἰς πολλὴν ἤγαγε τιμήν.Column end

51

.

342

Οὕτω καὶ νῦν τὸν Ἠλίαν ἀπήλασαν μὲν Ἰουδαῖοι, ὑπεδέξατο δὲ ἡ χήρα. Ὅταν οὖν ἴδῃς τὸν Χριστὸν ἀπελαυνόμενον μὲν παρὰ αὐτῶν, ὑποδεχόμενον δὲ παρὰ τῶν ἐθνῶν, ἄνωθεν τοὺς τύπους καταμαθὼν,
5μὴ θαυμάσῃς ἐπὶ τῆς τοῦ πράγματος ἀληθείας. Ἤκουσας γοῦν καὶ σήμερον τοῦ Χριστοῦ λέγοντος, καὶ αὐτὸ τοῦτο αἰνιττομένου. Πρὸς γὰρ τοὺς Ἰου‐ δαίους δυσχεραίνοντας διαλεγόμενος ἔλεγεν, ὅτι Πολ‐ λαὶ χῆραι ἦσαν ἐν ταῖς ἡμέραις Ἠλίου, καὶ πρὸς
10οὐδεμίαν ἀπεστάλη Ἠλίας, εἰ μὴ πρὸς τὴν χή‐ ραν τὴν ἐν Σαρεφθοῖς τῆς Σιδῶνος. Ἀλλ’ ἴσως ἐκεῖνο ἄν τις διαπορήσειε, τί δήποτε τὸν οὕτω ζηλώ‐ σαντα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης θλίβεσθαι καὶ στενο‐ χωρεῖσθαι ἀφῆκεν ὁ Θεὸς, νῦν μὲν εἰς τὸν χειμάῤ‐
15ῥουν πέμπων, νῦν δὲ πρὸς τὴν χήραν, νῦν δὲ εἰς ἄλλο χωρίον, καθάπερ τινὰ μετανάστην τόπους ἐκ τόπων ἀμείβειν παρασκευάζων. Ὅτι γὰρ ἐθλίβετο καὶ ἐστενοχωρεῖτο, ἄκουσον καὶ τοῦ Παύλου λέγον‐ τος, Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμα‐
20σιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι. Τίνος οὖν ἕνεκεν θλίβεσθαι αὐτὸν συνεχώρησεν; Εἰ μὲν γὰρ ὑπὲρ τῶν εἰς αὐτὸν ἁμαρτημάτων ταύτην ἀπῄτει τοὺς Ἰουδαίους τὴν δίκην, εἰκότως ἄν τις ἔφησε τῇ στενοχωρίᾳ τῆς θλίψεως αὐτὸν λαμβάνειν
25πεῖραν, ὥστε γενέσθαι πραότερον, καὶ καθυφεῖναι τῆς ὠμότητος. Εἰ δὲ οὐχ ὑπὲρ τῶν εἰς αὐτὸν γινομέ‐ νων αὐτοῖς μνησικακῶν, ἀλλ’ ὑπὲρ τῆς εἰς τὸν Δεσπό‐ την ἀσεβείας καὶ ὕβρεως τηκόμενος, ταύτην ἐπήγα‐ γεν αὐτοῖς τὴν συμφορὰν, τίνος ἕνεκεν καὶ αὐτὸς κοι‐
30νωνεῖ τῶν δεινῶν, καὶ οὐκ ἀπολαύει πολλῆς τῆς ἀν‐ έσεως καὶ ἀδείας; Ὅτι εἰ τῶν ἄλλων κακουχουμένων καὶ τῷ λιμῷ διαφθειρομένων, αὐτὸς ἀνέσεως καὶ τρα‐ πέζης ἀπέλαυε πλουσίας, ἴσως ἄν τις ἐνόμισεν ὠμό‐ τητος εἶναι τὸ γεγενημένον. Θαυμαστὸν γὰρ οὐδὲν
35ἐδόκει, εὐθηνίας ἀπολαύοντα, τοῖς ἀλλοτρίοις ἐντρυ‐ φᾷν κακοῖς. Διὰ τοῦτο ὁ Θεὸς αὐτὸν ἀφῆκε κοινωνῆ‐ σαι τῆς συμφορᾶς, καὶ πεῖραν λαβεῖν τῶν συμβάντων δεινῶν, καὶ μετασχεῖν τοῦ λιμοῦ, ἵνα μάθῃς ὅτι οὐ λιμὸς, ἀλλὰ θεῖος ἦν ζῆλος παρ’ αὐτῷ. Οὐ γὰρ ἂν
40εἵλετο στενοχωρούμενος οὕτω, καὶ ὑστερούμενος, καὶ θλιβόμενος, καὶ κακουχούμενος, μὴ λῦσαι τὴν ἀπει‐ λὴν, εἰ μὴ ἀπὸ πολλοῦ τοῦ ζήλου τὴν μακαρίαν ἐκεί‐ νην ἀφῆκε φωνήν. Διόπερ καὶ ἥδιον ἦν αὐτῷ στενο‐ χωρεῖσθαι, καὶ σωφρονιζομένους αὐτοὺς ὁρᾷν, ἢ τῆς
45ἀνάγκης ἀπαλλαγέντας τῆς ἐπικειμένης, πρὸς τὴν προτέραν ἀσέβειαν ἐπανελθόντας ἰδεῖν. ϛʹ. Τοιαῦται γὰρ πανταχοῦ τῶν ἁγίων αἱ ψυχαί· ὑπὲρ τῆς ἑτέρων διορθώσεως τὴν ἑαυτῶν ἀσφάλειαν προ‐ διδόασιν. Ἵνα οὖν μή τις λέγῃ, ὅτι διὰ τὴν ὠμότητα

51

.

342

(50)

ἐπέτεινε τὸν λιμὸν, ἀφῆκεν αὐτὸν κοινωνῆσαι τοῦ λιμοῦ, ἵνα μάθῃς τοῦ προφήτου τὴν φιλοσοφίαν. Καὶ χωρὶς τούτου δὲ, ἐπειδὴ εἴωθέ πως ἡ τῶν θαυ‐ μάτων φύσις τούς τε θαυματουργοῦντας ἐπαίρειν, τούς τε ὁρῶντας θαύματα μείζονα τῆς ἀνθρωπίνης
55φύσεως περὶ αὐτῶν πείθει ἐπινοεῖν· καὶ ταῦτα ἀμφό‐ τερα διωρθώσατο, τὴν τῆς φύσεως ἐναλλάξας ἀσθέ‐ νειαν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, ἐκ τῆς τοῦ Παύλου φωνῆς ῥᾴδιον μαθεῖν. Ὅτι μὲν γὰρ ἐπαίρει τὰ θαύ‐ ματα, ἄκουσον τί φησι· Καὶ τῇ ὑπερβολῇ τῶν ἀπο‐
60καλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκό‐ λοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. Ὅτι δὲ καὶ τοὺς ὁρῶντας τὰ θαύματα καὶ τοὺς ἀκού‐ οντας μείζονα πείθει περὶ τῶν θαυματουργούντων
ἐπινοεῖν, καὶ τοῦτο ἐκεῖθεν δῆλον. Εἰπὼν γὰρ περὶ341

51

.

343

τῶν ἀποκαλύψεων τῶν αὐτοῦ, φησίν· Ἐὰν γὰρ καὶ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλή‐ θειαν γὰρ ἐρῶ. Τίνος οὖν ἕνεκεν οὐ καυχᾶσαι; Φεί‐ δομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει
5με, ἢ ἀκούσῃ τι ἐξ ἐμοῦ. Ἵνα οὖν μὴ καὶ ἐπὶ τοῦ προφήτου τοιοῦτόν τι συμβῇ (εἰ γὰρ καὶ Ἠλίας ἦν, ἀλλ’ ἄνθρωπος ἦν), ἐγκατέμιξε θαύματι τὸ τῆς φύ‐ σεως ἐλάττωμα. Διὰ τοῦτο ὁ τῶν οὐρανῶν κρατήσας, τῆς πείνης οὐκ ἐκράτησεν· ὁ τὰς ὠδῖνας τῆς γῆς
10ἐπισχὼν, τῆς γαστρὸς τὴν ἀνάγκην ἐπισχεῖν οὐκ ἴσχυ‐ σεν, ἀλλὰ χήρας ἐδεῖτο γυναικὸς, ἵνα μάθῃς καὶ τὴν θείαν χάριν, καὶ τὴν ἀνθρωπίνην ἀσθένειαν. Οὐκ εἰς τοῦτο δὲ μόνον ὠφέλει τὸ συμβὰν, ἀλλὰ καὶ εἰς ἕτερον οὐκ ἔλαττον τούτου. Ποῖον δὴ τοῦτο; Ἵν’ ὅταν σε
15παρακαλῇ τις πρὸς τὸν τοῦ προφήτου ζῆλον, μὴ καταπέσῃς, μηδὲ ἀπογνῷς νομίζων ἑτέρας εἶναι τὸν ἄνθρωπον φύσεως, καὶ διὰ τοῦτο τοσαύτην πρὸς τὸν Θεὸν ἐσχηκέναι τὴν παῤῥησίαν. Ὅπερ οὖν καί τις ᾐνίξατο εἰπών· Ἠλίας ὁμοιοπαθὴς ἡμῖν ἦν ἄνθρω‐
20πος· μονονουχὶ λέγων, Μὴ νομίσῃς ἀδύνατον εἶναι πρὸς τὴν αὐτὴν ἐκείνῳ φθάσαι τῆς φιλοσοφίας τὴν κορυφήν· καὶ γὰρ καὶ ἐκεῖνος τῆς αὐτῆς ἐκοινώνησε φύσεως. Ἀλλ’ ὅμως ἡ θαυμαστὴ καὶ θεία προαίρεσις πολὺ τῶν ἄλλων αὐτὸν ὑψηλότερον ἔδειξεν.
25 ζʹ. Ἀλλὰ καιρὸς λοιπὸν πρὸς τὴν χήραν ἐπανελθεῖν. Ἦλθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ εὗρε γυναῖκα χήραν συλλέγουσαν ξύλα. Ἄξια τῆς ἔν‐ δον πενίας τέως τὰ προπύλαια. Τί οὖν; ἀπετράπη τοιαῦτα τῆς φιλοξενίας ἰδὼν τὰ προοίμια; Οὐδαμῶς·
30θείας γὰρ ἦν ἀκηκοὼς ἀποφάσεως· ἀλλ’ ἐβόησεν ὀπίσω αὐτῆς, καὶ εἶπε, Λάβε δή μοι ὕδωρ, καὶ ἐπο‐ ρεύθη λαβεῖν. Ὄντως γενναία καὶ φιλόσοφος ἡ γυνὴ, καὶ εἰ μὴ τολμηρὸν εἰπεῖν, καὶ αὐτῆς τοῦ προφήτου μεγαλοψυχίας ἀξία· μᾶλλον δὲ οὐ τολμηρὸν εἰπεῖν·
35εἰ γὰρ μὴ ἦν ἀξία, οὐκ ἂν ὑποδέξασθαι κατηξιώθη τὸν ἅγιον ἐκεῖνον. Καθάπερ ὁ Χριστός φησι πρὸς τοὺς μαθητάς· ὅτι Εἰς ἣν δὲ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιος ἐν αὐτῇ, κἀκεῖ μείνατε· οὕτω καὶ ἐνταῦθα ὁ Θεὸς, ἐπειδὴ μάλιστα
40πάντων ἀξίαν ᾔδει τὴν γυναῖκα τοῦ δέξασθαι τὸν προ‐ φήτην, διὰ τοῦτο τὰς ἄλλας πάσας ἀφεὶς, ἐκεῖσε αὐ‐ τὸν ἔπεμψε. Πλὴν ἀλλὰ καὶ δι’ αὐτῶν τῶν πραγμά‐ των ἴδωμεν αὐτῆς τὴν εὐγένειαν. Λάβε δή μοι, φησὶν, ὕδωρ εἰς ἄγγος. Πολλὴ ἡ φιλοφροσύνη τῆς γυ‐
45ναικός. Ὅτι γὰρ ἀπεκρίνατο, ὅτι λόγου μετέδωκεν, ὅτι μὴ κατασχοῦσα αὐτὸν τὴν πόλιν ἅπασαν ἐκάλεσε πρὸς τὴν τιμωρίαν τῆς θείας ἐκείνης κεφαλῆς, οὐκ ἄξιον ἐκπλήττεσθαι καὶ θαυμάζειν; Καὶ γὰρ ὅτι εἰκὸς ἦν τοῦ λιμοῦ τὴν ἀνάγκην πρὸς ταύτην ἐξαγαγεῖν

51

.

343

(50)

τὴν ὀργὴν τὸ γύναιον, ἐξ Ἰουδαϊκοῦ παραδείγματος μάνθανε. Ὁ Ἐλισσαῖος, ὁ μαθητὴς τοῦ Ἠλίου, ὁ διπλοῦς Ἠλίας (ἐν γὰρ τῷ μαθητῇ διπλοῦν τὸν διδάσκαλον ἦν ἰδεῖν), προεφήτευσε μετὰ ταῦτα λιμόν· οὐχὶ αὐ‐
55τὸς ἐπήγαγε, καθάπερ Ἠλίας, ἀλλὰ μέλλοντα ἥξειν προεῖπε. Τί οὖν ὁ βασιλεὺς, ὁ κατ’ ἐκείνους τοὺς χρόνους βασιλεύων; Περιεβάλλετο σάκκον, φησί· καὶ γὰρ ἐταπείνωσεν αὐτὸν ἡ συμφορά· ἀλλ’ ὅμως οὕτω
ταπεινωθεὶς, ἀκούσας γυναικὸς ὀδυρομένης τινὸς ἐπὶColumn end

51

.

344

συμβᾶσι διὰ τὸν λιμὸν, εἰς τοσαύτην ἐξηνέχθη τότε ὀργὴν, ὡς ἀναβοῆσαι εὐθέως καὶ εἰπεῖν, Τάδε ποι‐ ήσαι μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, εἰ στήσεται ἡ κεφαλὴ Ἐλισσαίου υἱοῦ Σαφὰτ ἐπ’ αὐτὸν σή‐
5μερον. Εἶδες τοῦ βασιλέως τὴν ὀργήν; Μάθε τῆς γυ‐ ναικὸς τὴν φιλοσοφίαν· αὕτη γὰρ οὐχὶ τὸν προειπόντα λιμὸν, ἀλλὰ τὸν ἐπαγαγόντα εὑροῦσα, καὶ τῆς πόλεως οὖσα ἐγγὺς, οὐκ ἠγανάκτησεν, οὐκ ἠγρίανεν, οὐχ ἑτέ‐ ρους πρὸς τιμωρίαν ἐκάλεσεν, ἀλλὰ καὶ μετὰ πολλῆς
10ὑπήκουσε τῆς ἐπιεικείας. ηʹ. Ἴστε δὲ ὅτι ἐπειδὰν περί τινα χρείαν ὦμεν ἠσχο‐ λημένοι, οὐδὲ τοὺς ἐπιτηδείους πολλάκις ὁρῶμεν ἡδέως, ἀλλὰ καὶ πρὸς αὐτοὺς δυσχεραίνομεν· ὅταν δὲ θλῖψις τοσαύτη παρῇ, καὶ αὐτὸ τὸ φῶς ἐνοχλεῖν ἡμῖν
15δοκεῖ· καὶ τοῦτο πάλιν ἐξ Ἰουδαϊκοῦ μαθεῖν ἔστι πα‐ ραδείγματος. Ὅτε γοῦν ἦλθεν ὁ Μωϋσῆς τὰ μυρία τοῖς Ἰουδαίοις ἀπαγγέλλων ἀγαθὰ, τυραννίδος ἀπαλ‐ λαγὴν, ἐλευθερίαν, καὶ πρὸς τὴν παλαιὰν πατρίδα ἐπάνοδον· Ἰδόντες αὐτὸν, φησὶν, οὐκ ἤκουσαν αὐ‐
20τοῦ ἀπὸ τῆς ὀλιγοψυχίας, καὶ τῶν ἔργων τῶν σκληρῶν. Ἐκεῖνοι τὸν κομίζοντα εὐαγγέλια τοσαῦτα ἰδόντες ἐπεστράφησαν· αὕτη δὲ ἰδοῦσα τὸν προφήτην ἐλθόντα, οὐχὶ ὥστε λῦσαι τὸν λιμὸν, ἀλλ’ ὥστε καὶ αὐτῇ γενέσθαι βαρὺν, οὐδὲν τοιοῦτον ἔπαθε. Κἀκεῖνοι
25μὲν οὕτως ἦσαν δυσχερεῖς διὰ τὸν τῶν ἔργων πόνον· αὕτη δὲ οὐχὶ πόνου, ἀλλὰ λιμοῦ σφοδρῶς ἐπικειμένου (πολὺ δὲ πόνου καὶ λιμοῦ τὸ μέσον), οὐ μόνον οὐκ ἀπεστράφη τὸν ἄνδρα, ἀλλὰ καὶ πᾶσαν αὐτῆς τὴν πενίαν ἐκένωσεν, ὥστε ὑποδέξασθαι τὸν ἐπαγαγόντα
30αὐτοῖς τὸν λιμόν. Καὶ ἐπορεύθη, φησὶ, λαβεῖν ὕδωρ, καὶ ἐβόησεν ὁ προφήτης καὶ εἶπε, Λάβε δή μοι καὶ ἄρτον, καὶ φάγομαι. Τί οὖν ἡ γυνή; Οὐδὲ ἐν‐ ταῦθα δυσχεραίνει, ἀλλὰ τί φησι; Ζῇ Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ ὅσον δρὰξ
35ἀλεύρου. Τίνος ἕνεκεν ὄμνυσιν; Ἄρτον ᾔτησεν ὁ προφήτης, αὐτὴ δὲ ἄρτον οὐκ εἶχεν. Ἔδεισεν οὖν μή ποτε πεπτούσης αὐτῆς, ὀπτώσης, καὶ παρασκευαζού‐ σης, εἶτα βραδυνούσης, οὐκ ἀναμείνας τὴν ἀναβολὴν ὁ προφήτης ἀποπηδήσῃ, καὶ φύγῃ τῆς φιλοξενίας τὸ
40θήραμα. Διὰ τοῦτο αὐτὸν ὅρκῳ προκατέλαβε λέγου‐ σα, οὐχ ὅτι Οὐκ ἔστι μοι ἄλευρον, ἀλλ’ ὅτι Ἐγκρυφίας μὲν οὐκ ἔστιν, ἄλευρον δέ ἐστι. Καὶ οὐ διὰ τοῦ ὅρκου μόνον αὐτὸν πιστοῦται, ἀλλὰ καὶ δι’ αὐτῆς τῶν πραγμάτων τῆς ἀποδείξεως. Ἰδοὺ γὰρ, φησὶ,
45δύο συλλέγω ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανούμεθα. Ἀκουέτωσαν οἱ τὰς λαμπρὰς οἰκίας οἰκοδομούμε‐ νοι, καὶ τοὺς πολυτελεῖς ἀγροὺς ὠνούμενοι, καὶ οἰ‐

51

.

344

(50)

κετῶν ἀγέλας ἐπὶ τῆς ἀγορᾶς περιφέροντες· μᾶλλον δὲ καὶ εὔποροι καὶ πένητες ἀκουέτωσαν πάντες· οὐ‐ δενὶ γὰρ μετὰ τὴν χήραν ταύτην ἀπολογία ἔσται λοι‐ πόν. Τοσαῦτα ἦν αὐτῇ τὰ κωλύματα, ἀλλ’ ὅμως πάντα ἐκεῖνα διέκοψε καὶ ὑπερέβη. Ἄκουε δέ. Ἀλλόφυλος
55ἦν· ἓν τοῦτο τὸ κώλυμα. Σιδωνία· δεύτερον κώλυμα. Οὐδὲ γὰρ ἴσον ἀλλόφυλον εἶναι ἁπλῶς, καὶ Σιδώνιον
τῆς πονηροτάτης πόλεως· ὡς γὰρ ἔσχατον κακίας343

51

.

345

ὑπόδειγμα, τὴν πόλιν ἐκείνην ἐν τοῖς Εὐαγγελίοις παρήγαγεν ὁ Χριστός. Ἦν τοίνυν καὶ ἀλλόφυλος, καὶ Σιδωνία, καὶ γυνὴ, τὸ ἀσθενὲς γένος καὶ πάντοθεν δεόμενον τῆς ἀντιλήψεως. Προσῆν καὶ χηρεία, τέταρ‐
5τον κώλυμα· πέμπτον, ἐκείνων ἁπάντων μεῖζον, παιδοτροφίας ἐπιμέλεια. Ἀκουέτωσαν αἱ χῆραι καὶ παῖδας τρέφουσαι, ὡς οὐκ ἦν ἱκανὴ ἡ σκῆψις αὕτη πρὸς τὸ μὴ ποιεῖν ἐλεημοσύνην, μηδὲ ὑποδέχεσθαι ξένους· καὶ δρὰξ ἀλεύρου ὑπελέλειπτο μόνον, καὶ
10μετ’ ἐκείνην θάνατος προσεδοκᾶτο. Σὺ μὲν γὰρ κἂν ἅπαντα κενώσῃς τὰ χρήματα, κἂν γυμνώσῃς τῆς πε‐ ριουσίας σαυτὸν, δύνασαι πρὸς τὰς ἑτέρων θύρας ἀπελθεῖν καὶ τυχεῖν παραμυθίας· τότε δὲ οὐδὲ ἐπαι‐ τεῖν δυνατὸν ἦν, οὕτως ἅπαντας τοὺς λιμένας ἔχωσεν
15ὁ λιμός. Ἀλλ’ οὐδὲν τούτων ἐκώλυσεν. Εἴπω καὶ ἕβδομον κώλυμα, αὐτὸν τὸν μέλλοντα ἐπιξενίζεσθαι τῇ γυναικί. Οὐδὲ γὰρ οἰκεῖος, οὐδὲ γνώριμος ἦν, ἀλλὰ ξένος καὶ ἀλλότριος, καὶ κατ’ αὐτὸν τῆς εὐσεβείας λόγον κεχωρισμένος αὐτῆς. Οὐ μόνον δὲ ξένος καὶ
20ἀλλότριος, ἀλλὰ καὶ αὐτὸς ἦν ὁ τὸν λιμὸν ἐπαγαγών. θʹ. Ἀλλ’ οὐδὲν τούτων ἀπέτρεψε τὴν γυναῖκα, ἀλλ’ ἐδίδου τροφὴν στόματι τῷ πᾶσαν αὐτῆς δαπανήσαντι τὴν τροφὴν, καὶ τὸν αἴτιον τοῦ λιμοῦ τοῖς λειψάνοις ἔτρεφε τοῦ λιμοῦ. Διὰ σὲ, φησὶν, ἡ ἅπασά μοι πε‐
25ριουσία εἰς τὴν δράκα περιέστη ταύτην· ἀλλ’ οὐδὲ τῆς δρακὸς ταύτης φείδομαι διὰ σὲ, ἀλλὰ καὶ ἐμαυ‐ τὴν καὶ τὰ παιδία ἐπιδώσω θανάτῳ, ἵνα σὺ, φησὶν, ὁ τῆς στενοχωρίας αἴτιος μηδὲ μικρὰν τῆς στενο‐ χωρίας αἴσθησιν λάβῃς. Ποίαν τις ὑπερβολὴν ἐπι‐
30νοήσειε φιλοξενίας ἑτέραν; Οὐκ ἔστιν οὐδεμίαν εὑ‐ ρεῖν. Εἶδε ξένον, καὶ τῆς φύσεως εὐθέως ἐπελάθετο, καὶ τὰς ὠδῖνας ἠγνόησε, καὶ πρὸς τὸν τῶν παίδων βλέπουσα χορὸν, οὐ κατεκλάσθη. Καὶ οἶδα μὲν ἀκού‐ σας πολλάκις λεγόντων πολλῶν, ὅτι Ὁ δεῖνα πτωχὸν
35ἰδὼν, τὸν χιτωνίσκον, ὃν περιεβέβλητο μόνον, τοῦτον ἀποδυσάμενος, τὸν γυμνὸν περιέβαλεν, αὐτὸς δὲ παρ’ ἑτέρου δανεισάμενος ἱμάτιον, οὕτως ἀπῆλθε· καὶ μέγα ἔδοξε τοῦτο εἶναι καὶ θαυμαστόν. Καὶ γὰρ ὄν‐ τως ἐστὶ μέγα· τὸ δὲ τῆς χήρας ταύτης πολὺ τού‐
40του μεῖζον. Ἐκεῖνος μὲν γὰρ ἑαυτὸν γυμνώσας, καὶ τὸν γυμνὸν περιβαλὼν, ἔσχε παρ’ ἑτέρου λαβεῖν ἱμά‐ τιον· αὕτη δὲ τὴν δράκα τοῦ ἀλεύρου προϊε‐ μένη, οὐκ ἴσχυσε δράκα ἑτέραν λαβεῖν· οὐδὲ μέχρι γυμνότητος ἦν ὁ κίνδυνος αὐτῇ, ἀλλὰ μετ’ ἐκεῖνο
45θάνατος προσεδοκᾶτο καὶ αὐτῆς καὶ τῶν παίδων. Ὅταν οὖν μήτε πενίας, μήτε παιδοτροφίας ἐπιμέ‐ λεια κωλύσῃ, μήτε λιμὸς χαλεπὸς, μήτε πτωχεία τοσαύτη, μήτε θάνατος προσδοκώμενος, ποίαν ἕξομεν ἀπολογίαν οἱ εὔποροι; ποίαν οἱ πένητες; Ζῇ

51

.

345

(50)

Κύριος ὁ Θεός σου, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ’ ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ· καὶ ἰδοὺ συλλέγω δύο ξυλάρια, καὶ εἰσελεύσομαι, καὶ ποιήσω αὐτὰ τοῖς τέκνοις μου, καὶ φαγόμεθα, καὶ ἀποθανού‐
55μεθα. Ταύτην ἕκαστος τὴν ἐλεεινὴν, μᾶλλον δὲ ἕκα‐ στος ταύτην τὴν μακαρίαν φωνὴν καὶ τῶν οὐρανῶν ἀξίαν ἐν τοῖς τοίχοις τῆς οἰκίας ἐγγραφέτω τῆς ἑαυ‐ τοῦ, ἐν τῷ θαλάμῳ, ἐν ᾧ ἂν καθεύδωμεν, ἐν τῷ οἴκῳ,
ἐν ᾧ ἀριστοποιούμεθα. Ταύτην ἐπὶ τῆς οἰκίας, ταύ‐Column end

51

.

346

την ἐπὶ τῆς ἀγορᾶς, ταύτην ἐν τοῖς συλλόγοις τῶν φίλων, ταύτην εἰς δικαστήριον ἀπιὼν, ταύτην εἰσ‐ ιὼν, ταύτην ἐξιὼν ἕκαστος μελετάτω τὴν φωνήν· καὶ σφόδρα ἂν ἰσχυρισαίμην, ὅτι οὐδ’ ἂν εἰ λίθινός
5τις εἴη, καὶ σιδηροῦς, καὶ ἀδάμας, ἀνέξεται προσελ‐ θόντα πένητα κεναῖς ἀποπέμψαι χερσὶν, ἂν τὴν φω‐ νὴν ἐγγράψῃ ταύτην, ἂν τὴν χήραν πρὸ τῶν ὀφθαλ‐ μῶν ἔχῃ. Ἀλλ’ ἴσως ἐκεῖνο ἐρεῖ τις· Ἄγε κἀμοὶ προφήτην,
10καὶ μετὰ τῆς αὐτῆς εὐνοίας ὑποδέξομαι. Ὑπόσχου τοῦτο, καὶ ἄγω σοι τὸν προφήτην. Καὶ τί λέγω τὸν προφήτην; Αὐτὸν ἄγω σοι τὸν τοῦ προφήτου Δεσπό‐ την, τὸν κοινὸν ἡμῶν Θεὸν καὶ Κύριον τὸν Χριστόν. Αὐτὸς γάρ φησιν, ὅτι Πεινῶντά με εἴδετε, καὶ
15ἐθρέψατε. Εἰ δὲ ἀπιστοῦσί τινες τῇ φωνῇ, καὶ τῆς φιλοφροσύνης ἀμελοῦσι, μαθήσονται τότε διὰ τῆς κολάσεως καὶ τῆς τιμωρίας τοῦτο. Ὥσπερ γὰρ αὐ‐ τοῦ τοῦ Χριστοῦ παραμελήσαντες, οὕτω πρὸς ἀφό‐ ρητον ἀπελεύσονται κόλασιν. Οὕτως οὖν οἱ τοὺς
20πτωχοὺς τρέφοντες καθάπερ αὐτὸν τὸν Χριστὸν θε‐ ραπεύσαντες, εἰς τὴν τῶν οὐρανῶν εἰσάγονται βα‐ σιλείαν. ιʹ. Τάχα πλείω τοῦ δέοντος τὰ εἰρημένα. Εἴθε μὲν οὖν πάσας τὰς ἡμέρας ἐνδιατρίβειν ἦν τοῖς περὶ τῆς
25ἐλεημοσύνης λόγοις. Εἰ δὲ ἀρκούντως ὑμῖν ἔχειν ταῦτα δοκεῖ, φέρε αὐτὰ ἀνακεφαλαιωσώμεθα πάντα. Εἶπον τίνος ἕνεκεν ὁ προφήτης πρὸς τὴν χήραν ἀπ‐ εστέλλετο, ἵνα μὴ μακαρίζῃς πενίαν, ἵνα μὴ θαυ‐ μάζῃς πλοῦτον, ἵνα μὴ τὸν εὔπορον ζηλωτὸν εἶναι
30νομίζῃς, ἵνα μὴ τὸν ἐν πτωχείᾳ ζῶντα ἄθλιον καὶ ἐλεεινὸν, ἵνα μάθῃς τὴν Ἰουδαϊκὴν πονηρίαν. Ἔθος γὰρ τῷ Θεῷ μέλλοντι κολάζειν, καὶ ἡμῖν ἀπο‐ λογεῖσθαι διὰ τῶν πραγμάτων αὐτῶν· ἵνα μὴ μετὰ ταῦτα ἰδὼν τὸν κοινὸν ἁπάντων Σωτῆρα παρὰ μὲν
35ἐκείνων ἐλαυνόμενον, παρὰ δὲ τῶν ἐθνῶν ὑποδεχό‐ μενον, θαυμάζῃς καὶ διαπορῇς, ἄνωθεν αὐτῶν τὴν ἀγνωμοσύνην καταμαθὼν, καὶ ὡς ἔθος αὐτοῖς τοὺς εὐεργέτας ἐλαύνειν· ἵνα μὴ νομίσῃς ὠμότητος εἶ‐ ναι τοῦ προφήτου τὴν εὐχὴν, καὶ τὴν τῆς τιμωρίας
40παράτασιν, ἀλλὰ ζήλου θείου καὶ κηδεμονίας· ἵνα μάθῃς ὅτι ἐν τοῖς μεγίστοις κατορθώμασι καὶ σω‐ φρονισμοῦ ἡμῶν ἡ φύσις δεῖται· ἵνα μὴ παρακα‐ λούμενος εἰς τὸν αὐτὸν τοῦ προφήτου ζῆλον, ἀδύνα‐ τον εἶναι νομίσῃς τὴν μίμησιν. Εἶπον περὶ τῆς
45χήρας, πῶς ἐν τοσαύτῃ στενοχωρίᾳ οὖσα, τοῦ λιμοῦ καταναγκάζοντος, οὐδὲ ῥῆμα πικρὸν πρὸς τὸν προ‐ φήτην ἐξέβαλε, καίτοι γε εἰκὸς ἦν· καὶ ἔδειξα καὶ τοῦτο ἐκ τῶν Ἰουδαϊκῶν φρονημάτων· ἀλλ’ οὐδὲν τοιοῦτον ἔπαθεν ἐκείνη, ἀλλὰ μετὰ πάσης αὐτὸν ἐδέ‐

51

.

346

(50)

ξατο φιλοφροσύνης, καὶ τὴν πενίαν ἅπασαν εἰς τὴν ἐκείνου τιμὴν ἐκένωσε, καὶ Σιδωνία οὖσα καὶ ἀλλό‐ φυλος, καὶ οὔτε τῶν προφητῶν φιλοσοφούντων περὶ ἐλεημοσύνης ἤκουσεν, οὔτε τοῦ Χριστοῦ λέγοντος, Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Τίς οὖν ἡμῖν
55ἔσται συγγνώμη, εἰ μετὰ τοιαύτας παραινέσεις, εἰ μετὰ τοιούτων ἐπάθλων ὑπόσχεσιν, εἰ μετὰ τὴν βα‐ σιλείαν τῶν οὐρανῶν, μὴ φθάσαιμεν πρὸς τὸ αὐτὸ τῇ χήρᾳ τῆς φιλοφροσύνης μέτρον; Ἐκείνη μὲν γὰρ καὶ Σιδωνία ἦν, καὶ ἀλλόφυλος, καὶ γυνὴ χήρα, καὶ
60παίδων ἐπεμελεῖτο πολλῶν, καὶ λιμὸν ἐπικίνδυνον ἑώρα καὶ θάνατον προσδοκώμενον, καὶ ἄνθρωπον ἀγνῶτα ὑποδέχεσθαι ἔμελλε καὶ τὸν ἐπαγαγόντα τὸν
λιμὸν, καὶ οὐδὲ οὕτως ἐφείσατο τῆς δρακός· ἡμεῖς345

51

.

347

δὲ καὶ προφητείας μετεσχηκότες, καὶ θεϊκῶν ἀπο‐ λαύοντες διδαγμάτων, καὶ πολλὰ περὶ τῶν μελλόντων φιλοσοφεῖν ἔχοντες, καὶ οὐδὲ λιμὸν ὁρῶντες ἐπικεί‐ μενον, καὶ πολὺ πλείονα κεκτημένοι τῆς γυναικὸς,
5ποίαν δυνησόμεθα ἀπολογίαν προβαλέσθαι φειδόμενοι τῶν ὄντων, καὶ τῆς ἑαυτῶν σωτηρίας ἀφειδοῦντες;
Ὅπως ἂν οὖν τὰ χαλεπὰ ἐκεῖνα κολαστήρια ἐκφύ‐Column end

51

.

348

γωμεν, πᾶσαν εὐσπλαγχνίαν εἰς τοὺς πένητας ἐπι‐ δειξώμεθα, ἵνα καὶ ἡμεῖς τῶν μελλόντων ἀγαθῶν καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ δόξα τῷ Πατρὶ, σὺν
5τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end || Page end347