TLG 2062 079 :: JOANNES CHRYSOSTOMUS :: In illud: Vidua eligatur

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Vidua eligatur

Citation: Vol — pg — (ln)

51

.

321

(10t)

ΕΙΣ ΤΟ
11t«Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα·» καὶ περὶ παίδων ἀνατροφῆς, καὶ περὶ
12tἐλεημοσύνης.
13 αʹ. Εἰς καιρὸν ἡ τοῦ Πνεύματος ᾠκονόμησε χάρις ταύτην τῆς ἀποστολικῆς ἐπιστολῆς ἀναγνωσθῆναι
15τὴν περικοπὴν, ἣν ἠκούσατε σήμερον· ἔχει γάρ τινα πρὸς τὰ πρώην εἰρημένα συγγένειαν καὶ ἀκολουθίαν πολλὴν, εἰ καὶ μὴ ἐν τοῖς ῥήμασιν, ἀλλ’ ἐν τοῖς νοή‐ μασι. Τὸ μὲν γὰρ πρώην ἀναγνωσθὲν τοῦτο ἦν· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν,
20ἀδελφοί· καὶ πολλὰ περὶ ἀναστάσεως ἐλέχθη τότε, τὸ γενναίως τὰ τοιαῦτα φέρειν πάθη, καὶ εὐχαριστεῖν τῷ λαμβάνοντι τοὺς προσήκοντας ἡμῖν Θεῷ. Σήμερον τὸ ἀναγνωσθὲν τοῦτό ἐστι· Χήρα καταλεγέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα. Ἐπεὶ οὖν
25ἀπὸ θανάτου χηρεία γίνεται, καὶ τοῦτο μάλιστά ἐστι τὸ τὴν ὀδύνην ἐπιτεῖνον, καὶ διεγεῖρον τὸ πένθος, μεμνημένοι τῶν πρώην εἰρημένων, ἃ τοὺς πενθοῦν‐ τας παρακαλοῦντες εἰρήκαμεν, καὶ ταῦτα μετὰ πάσης ὑποδεξάμενοι τῆς σπουδῆς μετ’ ἐκείνων εἰς τὰ ταμιεῖα
30τῆς διανοίας ἀπόθεσθε. Τὸ γὰρ τῆς χηρείας ὄνομα δοκεῖ μὲν εἶναι συμφορᾶς ὄνομα, οὐκ ἔστι δὲ, ἀλλ’ ἀξίωμα, καὶ τιμὴ, καὶ δόξα μεγίστη· οὐκ ὄνειδος, ἀλλὰ στέφανος. Εἰ γὰρ καὶ ἄνδρα οὐκ ἔχει συνοι‐ κοῦντα ἡ χήρα, ἀλλὰ τὸν Χριστὸν ἔχει συνοικοῦντα,
35τὸν πάντα ἀποκρουόμενον τὰ ἐπιόντα δεινά. Ἀρκεῖ γὰρ ἐν ταῖς ἐπιούσαις ἐπηρείαις τῆς χήρας, εἰσελ‐ θεῖν καὶ γόνυ κλῖναι, καὶ στενάξαι πικρὸν, καὶ δά‐ κρυα προχεῖν, καὶ πᾶσαν ἀποκρούσασθαι τῶν ἐπηρεα‐ ζόντων τὴν ἐπιβουλήν· τὰ γὰρ ὅπλα τῆς χήρας
40τοιαῦτα, δάκρυα, καὶ στεναγμοὶ, καὶ εὐχαὶ διηνεκεῖς·
διὰ τούτων οὐκ ἀνθρωπίνην ἐπήρειαν μόνον, ἀλλὰColumn end

51

.

322

(13)

καὶ δαιμονικὰς ἐφόδους ἀποκρούσασθαι δύναται. Ἡ χήρα τῶν μὲν βιωτικῶν ἀπήλλακται πραγμάτων,
15πρὸς δὲ τὸν οὐρανὸν ὁδεύει λοιπόν· καὶ ἣν περὶ τὸν ἄνδρα ἐπεδείκνυτο σπουδὴν καὶ θεραπείαν, ταύτην εἰς τὰ πνευματικὰ πράγματα ἀναλῶσαι δυνήσεται. Εἰ δὲ λέγοις, ὅτι τὸ παλαιὸν συμφορὰ ἦν τὸ πρᾶγμα, ἐκεῖνο ἂν εἴποιμι, ὅτι καὶ ὁ θάνατος κατάρα ἦν· ἀλλὰ
20γέγονε τιμὴ καὶ ἀξίωμα τοῖς γενναίως αὐτὸν φέρουσιν ἐπιόντα. Οὕτω γοῦν οἱ μάρτυρες στεφανοῦνται· τὸν αὐτὸν τρόπον καὶ ἡ χήρα πρὸς ἀξίωμα μέτεισι μέγα. βʹ. Βούλει μαθεῖν ὅσον ἐστὶ χήρα; πῶς ἐστι τιμία τῷ Θεῷ, καὶ ἐπέραστος καὶ συνήγορος μεγίστη, καὶ
25τοὺς καταδικασθέντας, καὶ τοὺς ἀπεγνωσμένους, καὶ τοὺς παῤῥησίαν οὐκ ἔχοντας, καὶ τοὺς ἐκπεπολεμω‐ μένους τῷ Θεῷ καὶ πάσης ἐστερημένους ἀπολογίας φανεῖσα ἐξαρπάζει καὶ καταλλάττει, καὶ οὐχὶ συγ‐ γνώμην αὐτοῖς κομίζει μόνον, οὐδὲ ἀπαλλαγὴν τιμω‐
30ρίας, ἀλλὰ καὶ πολλὴν τὴν παῤῥησίαν καὶ τὴν λαμ‐ πρότητα, καὶ τῶν ἡλιακῶν ἀκτίνων καθαρωτέρους ἐργάζεται, κἂν ἁπάντων ὦσι κατεῤῥυπωμένοι μᾶλ‐ λον ἀνθρώπων; Ἄκουσον αὐτοῦ τοῦ Θεοῦ λέγοντος πρὸς Ἰουδαίους· Ὅταν τὰς χεῖρας ὑμῶν ἐκτείνητε,
35ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· ἂν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ἀλλ’ ὅμως τούτοις τοῖς μιαροῖς, τοῖς ἀνδροφόνοις, τοῖς ἀπαῤ‐ ῥησιάστοις, τοῖς ἠτιμωμένοις ἐπαγγέλλεται καταλ‐
40λάττεσθαι, εἰ βοηθήσειαν ἀδικουμέναις χήραις. Μετὰ γὰρ τὸ εἰπεῖν, Ἀποστρέψω τοὺς ὀφθαλμούς μου, καὶ οὐκ εἰσακούσομαι, φησί· Κρίνατε ὀρφανῷ, καὶ δικαιώσατε χήραν· καὶ δεῦτε, καὶ διαλεχθῶ‐ μεν· καὶ ἐὰν ὦσιν ὑμῶν αἱ ἁμαρτίαι ὡς φοινικοῦν,
45ὡς χιόνα λευκανῶ. Εἶδες πόσην ἔχει δύναμιν ἡ321

51

.

323

χήρα; ποῦ τὴν προστασίαν ἐπιδείκνυται τὴν ἑαυτῆς, οὐ παρὰ ἄρχοντι καὶ βασιλεῖ τῶν ἐπὶ τῆς γῆς, ἀλλὰ παρ’ αὐτῷ τῷ τῶν οὐρανῶν βασιλεῖ; πόσην δύναται καταλῦσαι ὀργὴν, καταλλάξαι τὸν Δεσπότην τοῖς ἀνίατα
5νενοσηκόσιν, ἐξαρπάσαι τιμωρίας ἀφορήτου, ψυχὴν βαφεῖσαν τῷ τῶν ἁμαρτημάτων ῥύπῳ τῆς κηλῖδος ἐκπλῦναι ἐκείνης, καὶ πρὸς τὴν ἄκραν ἀγαγεῖν καθα‐ ρότητα; Μὴ τοίνυν καταφρονῶμεν χήρας γυναικὸς, ἀλλὰ πᾶσαν περὶ αὐτὴν ἐπιμέλειαν ἐπιδείξωμεν.
10Προστάτις ἡμῶν ἐστιν ἡ ὄντως χήρα. Ἄξιον δὲ ἐπιστάντας ἰδεῖν, περὶ ποίας ἐνταῦθα χήρας φησί. Καὶ γὰρ καὶ ἐκεῖναι χῆραι λέγονται, αἱ εἰς εὐτέλειαν ἐσχάτην καταπεσοῦσαι, καὶ ἐγγεγραμ‐ μέναι, καὶ ἐκ τῶν ἐκκλησιαστικῶν τρεφόμεναι χρη‐
15μάτων, καθάπερ οὖν ἐπὶ τῶν ἀποστόλων. Ἐγένετο γὰρ, φησὶ, γογγυσμὸς μεταξὺ τῶν Ἑλληνιστῶν, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. Οὐχ αὗται δὲ μόνον χῆραι λέγονται, ἀλλὰ κἀκεῖναι, αἱ μηδενὸς μὲν δεόμεναι, ἀλλ’ εὐπορίας
20ἀπολαύουσαι, καὶ οἰκίας προεστῶσαι, τὸν δὲ ἄνδρα ἀποβαλοῦσαι μόνον. Ἴδωμεν οὖν περὶ ποίας χήρας ἐνταῦθά φησι λέγων· Χήρα καταλεγέσθω μὴ ἐλάτ‐ των ἐτῶν ἑξήκοντα γεγονυῖα· ἆρα περὶ τῆς δεομένης βοηθείας καὶ χρείαν ἐχούσης ἐξ ἐκκλησια‐
25στικῶν τρέφεσθαι χρημάτων, ἢ περὶ τῆς ἀνενδεοῦς καὶ ἐν εὐπορίᾳ ζώσης; Εὔδηλον ὅτι περὶ ταύτης. Περὶ μὲν γὰρ ἐκείνης ὅταν λέγῃ, τῆς λιμῷ διαφθειρο‐ μένης, οὐ χρόνον τίθησιν, οὐκ ἀκρίβειαν ἀπαιτεῖ τρόπων· ἀλλ’ ἁπλῶς, Εἴ τις πιστὸς ἢ πιστὴ, φησὶ,
30χήρας ἔχει, ἐπαρκείτω αὐταῖς, καὶ μὴ βαρείσθω ἡ Ἐκκλησία. Οὐκ εἶπεν, Ὅταν ἑξήκοντα ἐτῶν γένη‐ ται· οὐκ εἶπεν, Εἰ ἐξενοδόχησεν, εἰ ἁγίων πόδας ἔνιψε· καὶ μάλα εἰκότως. Ἔνθα μὲν γὰρ ἂν πενίαν διορθῶσαι δέοι, οὐκ ἀναμένει χρόνον. Τί γὰρ εἰ πεν‐
35τήκοντα ἐτῶν οὖσα λιμῷ διαφθείροιτο; τί δὲ ἐὰν ἐν νεότητι τὸ σῶμα ἀνάπηρος οὖσα τύχοι; καθευδεῖται ἀναμένουσα τὸ ἑξηκοστὸν ἔτος; Ἀλλ’ ἀπανθρωπίας τοῦτο ἐσχάτης. Διὰ τοῦτο, ὅταν μὲν λιμὸν παραμυ‐ θήσασθαι δέοι, οὐδὲν περὶ χρόνων καὶ τῆς κατὰ
40ψυχὴν ἀρετῆς ἀκριβολογεῖται· ὅταν δὲ μὴ ᾖ διορθώ‐ σασθαι πενίαν, ἀλλὰ τιμὴν κατ’ ἀξίαν χαρίσασθαι, εἰκότως τοσαύτην ποιεῖται τρόπων ἐξέτασιν. γʹ. Καθάπερ γάρ εἰσι παρθένων χοροὶ, οὕτω καὶ χη‐ ρῶν τὸ παλαιὸν ἦσαν χοροὶ, καὶ οὐκ ἐξῆν αὐταῖς
45ἁπλῶς εἰς τὰς χήρας ἐγγράφεσθαι. Οὐ περὶ ἐκείνης οὖν λέγει τῆς ἐν πενίᾳ ζώσης καὶ δεομένης βοηθείας, ἀλλὰ περὶ ταύτης τῆς ἑλομένης χηρείαν. Τίνος δὲ ἕνεκεν καὶ ἐπὶ ταύτης ἀπαιτεῖ χρόνον; Οἶδεν ὅτι πυρά τίς ἐστιν ἡ νεότης, καὶ πέλαγος κυμάτων γέμον

51

.

323

(50)

καὶ πολλὰς ἔχον ἐπαναστάσεις. Ἐπειδὰν οὖν μέλλω‐ σιν ἀπὸ τῆς ἡλικίας ἀτέλειαν ἔχειν, καὶ ὥσπερ ἐν λιμένι διατρίβωσι τῷ γήρᾳ, τῶν ἐπιθυμιῶν αὐταῖς σβεσθεισῶν, μετὰ ἀδείας αὐτὰς εἰς τὸν χορὸν εἰσάγει τοῦτον. Τί οὖν, οὐχὶ πολλαὶ, φησὶ, καὶ μετὰ εἰκοστὸν
55ἔτος ἀρξάμεναι μέχρι τέλους διέλαμψαν, καὶ τὸν ζυ‐
γὸν ἤνεγκαν, καὶ ἀποστολικὸν ἐπεδείξαντο βίον;Column end

51

.

324

κωλύσομεν οὖν ἐκείνας, εἰπέ μοι, καὶ βουλομένας ἐν χηρείᾳ ζῇν ἀναγκάσομεν δευτέροις ὁμιλῆσαι γάμοις; καὶ ποῦ τοῦτο ἄξιον ἀποστολικῆς γνώμης; τί οὖν ἐστι τὸ λεγόμενον; Προσέχετε μετὰ ἀκριβείας, ἀγα‐
5πητοὶ, αὐτῇ τῇ σημασίᾳ τῆς λέξεως. Οὐ γὰρ εἶπε, Χήρα γινέσθω μὴ ἐλάττων ἐτῶν ἑξήκοντα γεγονυῖα, ἀλλὰ, Χήρα καταλεγέσθω· καὶ πάλιν οὐκ εἶπε, Χῆραι νεώτεραι μὴ καταλεγέσθωσαν, ἀλλὰ, Τὰς νεω‐ τέρας δὲ χήρας παραιτοῦ· πρὸς γὰρ τὸν Τιμόθεον
10ταῦτα διαλέγεται. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων εὐχείρωτοι περὶ κακηγορίας εἰσὶ, καὶ τὰς γλώττας κατὰ τῶν τῆς Ἐκκλησίας προεστώτων ἠκονήκασι, βουλόμενος ἐξαρπάσαι τὸν ἄρχοντα τῶν ἐγκλημάτων, τούτους τίθησι τοὺς νόμους, καί φησι· Σὺ παραιτοῦ,
15καὶ σὺ μὴ κατάλεγε. Ἂν αὐτὴ βούληται οἴκοθεν καὶ παρ’ ἑαυτῆς αἱρεῖσθαι ταῦτα, ποιείτω· σὺ μέντοι μὴ καταδέξῃ μηδέπω, ἵνα μὴ λέγωσιν ὅτι Νεωτέραν οὖ‐ σαν, γήμασθαι βουλομένην, οἰκίας προστῆναι, ὁ δεῖνα κατηνάγκασε· διὰ τοῦτο ἔπεσε, καὶ ὑπεσκελίσθη. Σὺ
20μὴ καταλέξῃς αὐτὴν, ἵνα, κἂν πέσῃ, τῶν ἐγκλημά‐ των ᾖς ἀπηλλαγμένος· κἂν μὴ πέσῃ, μετὰ πλείονος ἀσφαλείας τῷ προσήκοντι καιρῷ καταλέξῃς. Εἰ δὲ λέγει, Βούλομαι νεωτέρας χήρας γαμεῖν, τεκνο‐ γονεῖν, ἄκουσον ποίας φησὶ νεωτέρας, τὰς μετὰ τὸ
25καταστρηνιᾶσαι τοῦ Χριστοῦ βουλομένας γα‐ μεῖν, τὰς φλυάρους, τὰς περιέργους, τὰς περιερχο‐ μένας τὰς οἰκίας, τὰς λαλούσας τὰ μὴ δέοντα, τὰς ἐκτραπείσας ὀπίσω τοῦ Σατανᾶ. Οὐ γὰρ εἰπὼν ἁπλῶς, Βούλομαι νεωτέρας γαμεῖν, ἐσίγησεν, ἀλλὰ λέγει
30καὶ ποίας νεωτέρας, καὶ τὰ πτώματα αὐτῶν ἔπεισι. Ποῖα πτώματα; Ὅταν καταστρηνιάσωσι, φησὶ, τοῦ Χριστοῦ, γαμεῖσθαι θέλουσι, καὶ ἀργαὶ μανθά‐ νουσι, καὶ περίεργοι, περιερχόμεναι τὰς οἰκίας, λαλοῦσαι τὰ μὴ δέοντα, καὶ ἐξετράπησαν. Τίνος
35ὀπίσω; Τοῦ Σατανᾶ. Ἐπεὶ οὖν μετὰ τὸ χηρείαν ἑλέσθαι, καὶ ταύτην πᾶσαν ὑπομεῖναι τὴν ἀσχημοσύ‐ νην, βούλονται γαμῆσαι πάλιν, βέλτιον πρὶν ἔχεσθαι, καὶ τὰς πρὸς τὸν Χριστὸν καταπατῆσαι συνθήκας, ἐπὶ τοῦτο ἐλθεῖν· ὡς εἰ μή τις εἴη τοιαύτη, οὐκ
40ἐπιτίθησιν ἀνάγκην γάμου δευτέρου. δʹ. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, δῆλον ἐκεῖθεν. Εἰ γὰρ ὡς νόμον τοῦτο τέθεικε πάσαις ταῖς γυναιξὶ τὸ γα‐ μεῖν καὶ οἰκοδεσποτεῖν, περιττῶς ἐκεῖνα ἀπῄτει, Εἰ ἐτεκνοτρόφησεν, εἰ ἁγίων πόδας ἔνιψεν, εἰ θλι‐
45βομένοις ἐπήρκεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπ‐ ηκολούθησε· περιττῶς κἀκεῖνό φησι τὸ, Ἑνὸς ἀν‐ δρὸς γεγονυῖα. Εἰ γὰρ πάσας τὰς νεωτέρας κελεύεις γαμεῖσθαι, πῶς δυνήσεταί τις ἑνὸς ἀνδρὸς εἶναι γυνή; Ὥστε πρὸς ἐκείνας ὁ λόγος αὐτῷ. Οὕτω καὶ ἐπὶ τῆς

51

.

324

(50)

συνουσίας τῆς κατὰ τὸν γάμον ποιεῖ. Εἰπὼν γὰρ, Μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμ‐ φώνου πρὸς καιρὸν, ἵνα σχολάζητε τῇ νηστείᾳ καὶ τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ συν‐ έρχησθε· ἵνα μὴ νομίζῃς τὸ πρᾶγμα νόμον εἶναι,
55προστίθησι τὴν αἰτίαν ὕστερον λέγων· Ἵνα μὴ πει‐ ράζῃ ὑμᾶς ὁ Σατανᾶς. Τοῦτο δὲ λέγω κατὰ συγ‐ γνώμην, οὐκ ἐπιταγὴν, διὰ τὴν ἀκρασίαν ὑμῶν.
Ὥσπερ οὖν οὐ πᾶσιν ἐκεῖ ταῦτα διαλέγεται, ἀλλὰ323

51

.

325

τοῖς ἀκρατεστέροις τῶν ἀνθρώπων καὶ εὐαλώτοις· οὕτω καὶ ἐνταῦθα ταῖς εὐχειρώτοις τῶν γυναικῶν, καὶ μὴ δυναμέναις ἐνεγκεῖν τὸν μετὰ ἀκριβείας βίον τῆς χηρείας, ταύταις παραινεῖ καὶ συμβουλεύει δεύ‐
5τερον ἐπεισάγειν νυμφίον. Ἡ γὰρ χηρεία διπλοῦν τι πρᾶγμά ἐστι. Τί ποτέ ἐστι διπλοῦν; Ἔργων ἐπίδει‐ ξις ἀγαθῶν, καὶ τιμῆς ὑπεροχὴ μεγίστης. Καθάπερ οὖν καὶ ἡ ἀρχὴ διπλοῦν τι πρᾶγμά ἐστιν· ἔχει γὰρ καὶ ἔργα καὶ ἀξίωμα· ἀξίωμα μὲν ἀρχῆς ἡ ἐξουσία,
10καὶ ἡ παρὰ τῶν πολλῶν θεραπεία, καὶ αὐτὸ τὸ εἶναι ἄρχοντα· ἔργα δὲ ἀρχῆς, τὸ βοηθεῖν τοῖς ἀδικουμένοις, κωλύειν τοὺς ἀδικοῦντας, προεστάναι τῶν πόλεων, διανυκτερεύειν ἐν ταῖς κοιναῖς τῶν πραγμάτων φρον‐ τίσι, καὶ μυρία ἕτερα· οὕτω καὶ ἡ χηρεία καὶ ἀξίωμά
15ἐστι καὶ ἔργον· ἀξίωμά ἐστιν, αὐτὸ τὸ χήρα εἶναι, μέγιστον ὂν, ὡς ἀπεδείξαμεν ἔμπροσθεν· ἔργον ἐστὶ, τὸ μὴ δεύτερον ἐπεισάγειν ἄνδρα, ἀλλ’ ἀρκεσθῆναι τῷ προτέρῳ, τὸ τεκνοτροφῆσαι, τὸ ξενοδοχῆσαι, τὸ ἁγίων πόδας νίψαι, τὸ θλιβομένοις ἐπαρκέσαι, τὸ
20παντὶ ἔργῳ ἀγαθῷ ἐπακολουθῆσαι. Ὁ τοίνυν Παῦλος περὶ αὐτῶν διαλεγόμενος, τὰ μὲν ἔργα τῆς χήρας ἀφίησιν αὐτὴν πάντα ἐπιτελεῖν· εἰς δὲ τὸ ἀξίωμα τῆς χήρας, καὶ τὸν χορὸν, καὶ τὴν τάξιν οὐκ ἀφίησιν αὐτὴν εἰσελθεῖν, ἕως ἂν ἑξηκοστὸν ἔτος παρέλθῃ,
25μονονουχὶ λέγων· Ποιείτω μὲν τὰ τῆς χήρας ἔργα, τῆς δὲ τιμῆς ἀξιούσθω τότε, ὅταν πάντα ἐπι‐ δειξαμένη καὶ τὴν ἀπὸ τοῦ χρόνου λοιπὸν ἀσφάλειαν ἔχῃ, καὶ τὴν ἀπὸ τῶν ἔργων ἀπόδειξιν, καὶ τὴν ἔξω‐ θεν μαρτυρίαν. Μηδεὶς γυναιξὶ μόνον τὸν λόγον τοῦ‐
30τον ἐπιτήδειον εἶναι νομιζέτω. Καὶ γὰρ καὶ ἀνδράσιν ἐστὶ χρήσιμος, ἵνα καὶ αὐτοὶ στέργωσι τὰς ἑαυτῶν καὶ ἀπελθούσας, καὶ μὴ λεαίνας συγκατοικίζωσι τοῖς παιδίοις, μητρυιὰς ἐπεισάγοντες, καὶ τὴν ἀσφάλειαν τὴν ἑαυτῶν ἅπασαν ἀνατρέποντες.
35 εʹ. Ταῦτα δὲ λέγομεν οὐχὶ νομοθετοῦντες δεύτερον ἀποστρέφεσθαι γάμον, ἀλλὰ παραινοῦντες καὶ συμ‐ βουλεύοντες μετὰ σωφροσύνης ἀρκεῖσθαι τῷ προτέρῳ. Ἕτερόν ἐστιν παραινεῖν καὶ συμβουλεύειν, ἕτερον νομοθετεῖν. Ὁ μὲν γὰρ παραινῶν καὶ συμβουλεύων,
40κύριον ἀφίησι τὸν ἀκούοντα τῆς τῶν συμβουλευομέ‐ νων αἱρέσεως εἶναι· ὁ δὲ νομοθετῶν, ταύτην παραι‐ τεῖται τὴν ἐξουσίαν αὐτῶν. Ἀλλ’ ἡ Ἐκκλησία οὐ νομοθετεῖ ταῦτα, ἀλλὰ παραινεῖ μόνον· καὶ γὰρ καὶ δεύτερον ἐπέτρεψε γάμον ὁ Παῦλος, οὕτως εἰπών·
45Γυνὴ δέδεται νόμῳ, ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ· μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ. Ὥσπερ οὖν καλὸν μὲν ὁ γάμος, κρείσσων δὲ ἡ παρθενία· οὕτω καλὸν μὲν καὶ

51

.

325

(50)

ὁ δεύτερος γάμος, κρείσσων δὲ αὐτοῦ ὁ πρῶτος καὶ μόνος. Οὐ τοίνυν ἐκβάλλομεν δεύτερον γάμον, οὐδὲ νομοθετοῦμεν ταῦτα, ἀλλὰ παραινοῦμεν, εἴ τις δύ‐ ναιτο σωφρονεῖν, ἐπὶ τῷ προτέρῳ μένειν. Παραινοῦ‐ μεν δὲ καὶ συμβουλεύομεν καὶ δι’ αὐτὴν τῆς οἰκίας
55τὴν ἀσφάλειαν· μάχης γὰρ πολλάκις καὶ πολέμων καθημερινῶν ὁ δεύτερος γάμος ἀρχὴ καὶ πρόφασις γέγονε. Πολλάκις γοῦν ἀνὴρ ἐπὶ τραπέζης καθήμε‐ νος, τῆς προτέρας γυναικὸς ἀναμνησθεὶς ἐπὶ τῆς δευτέρας, ἐδάκρυσεν ἠρέμα· ἡ δὲ εὐθέως ἠγρίανε,
60καὶ καθάπερ θηρίον ἐπεπήδησε, τῆς φιλοστοργίαςColumn end

51

.

326

αὐτὸν τῆς πρὸς ἐκείνην ἀπαιτοῦσα δίκην· κἂν ἐπαι‐ νέσαι τὴν ἀπελθοῦσαν θελήσῃ, γίνεται πολέμου καὶ μάχης πρόφασις ἡ τῶν ἐγκωμίων ὑπόθεσις. Καὶ πρὸς μὲν τοὺς ἐχθροὺς ἀπελθόντας σπενδόμεθα, καὶ μετὰ
5τῆς ζωῆς αὐτῶν καὶ τὴν πρὸς αὐτοὺς καταλύομεν ἔχθραν· ἐπὶ δὲ τῶν γυναικῶν τοὐναντίον ἅπαν. Ἣν γὰρ οὐκ εἶδεν, ἧς οὐκ ἤκουσε, παρ’ ἧς οὐδὲν ἔπαθε δεινὸν, ταύτην μισεῖ καὶ ἀποστρέφεται, καὶ οὐδὲ ὁ θάνατος τὸ μῖσος σβέννυσι. Τίς εἶδε, τίς ἤκουσε ζη‐
10λοτυπουμένην κόνιν, καὶ πολεμουμένην τέφραν; ϛʹ. Ἀλλ’ οὐ μέχρι τούτου τὸ δεινόν· ἀλλὰ κἂν γένων‐ ται παῖδες ἐκ τῆς δευτέρας, κἂν μὴ γένωνται, πό‐ λεμος πάλιν καὶ μάχη. Μὴ γενομένων μὲν γὰρ ὀδυ‐ νᾶται μειζόνως, καὶ διὰ τοῦτο, καθάπερ πολεμίους
15καὶ τὰ μέγιστα ἠδικηκότας τοὺς τῆς προτέρας ὁρᾷ, διὰ τῆς ἐκείνων ζωῆς τῆς οἰκείας ἀπαιδίας σαφεστέ‐ ραν λαμβάνουσα αἴσθησιν. Ἂν δὲ γένωνται, πάλιν οὐκ ἔλαττον τὸ δεινόν. Ὁ μὲν γὰρ ἀνὴρ πολλάκις φιλοστόργως πρὸς τὴν ἀπελθοῦσαν διακείμενος ἀντ‐
20έχεται τούτων, φιλῶν τε ὁμοῦ καὶ ἐλεῶν τῆς ὀρφα‐ νίας αὐτούς· ἐκείνη δὲ πανταχοῦ τοὺς αὐτῆς προτιμᾶσθαι βούλεται, καὶ οὐδὲ ἐν ἀδελφῶν τάξει, ἀλλ’ ἐν οἰκετῶν ἀπεῤῥιμμένων εἶναι βούλεται τού‐ τους· ἅπερ ἅπαντα οἰκίαν ἀνατρέψαι δύναιτ’ ἂν, καὶ
25τῷ γεγαμηκότι ποιῆσαι τὸν βίον ἀβίωτον. Διὰ ταῦτα παραινοῦμεν, εἰ δυνατὸν, σωφρονεῖν, στέργειν τῷ προτέρῳ γάμῳ, καὶ μήτε νυμφίους τὰς γυναῖκας, μήτε γυναῖκας τοὺς ἄνδρας ἐπεισάγειν, ὥστε μὴ τὴν οἰκίαν ἀνατρέπεσθαι πᾶσαν.
30 Τίνος δὲ ἕνεκεν περὶ χηρείας διαλεγόμενος, οὐκ ἠρκέσθη τῷ προτέρῳ μόνῳ, τῷ εἰπεῖν, Ἑνὸς ἀνδρὸς γυνή; Ἵνα μάθῃς, ὅτι χήραν ποιεῖ οὐ τὸ μὴ γαμῆ‐ σαι δεύτερον μόνον ἁπλῶς, ἀλλὰ τὸ κομᾷν ἐν ἔργοις ἀγαθοῖς, ἐν ἐλεημοσύνῃ καὶ φιλανθρωπίᾳ, καὶ ταῖς
35τῶν ξένων θεραπείαις. Εἰ γὰρ τὰς παρθένους οὐδὲν ὠφέλησεν ἡ παρθενία (καίτοι πολλῷ μείζων χηρείας ἡ παρθενία), ἀλλ’ ἀπῆλθον, σβεσθέντος αὐταῖς τοῦ πυρὸς τῶν λαμπάδων, ἠτιμωμέναι, ἐπειδὴ τὸν ἀπὸ τῆς φιλανθρωπίας καὶ ἐλεημοσύνης οὐκ ἔσχον ἐπι‐
40δεῖξαι καρπὸν, πολλῷ μᾶλλον αἱ χῆραι. Ἐκείνης γοῦν ἀκούσας τῆς παραβολῆς ὁ Παῦλος, καὶ φοβού‐ μενος ὑπὲρ τούτων, πολλὴν ὑπὲρ τοῦ πράγματος ποιεῖται τὴν ἀκριβολογίαν, ἵνα μὴ τῇ μονογαμίᾳ θαῤῥοῦσαι τῆς λοιπῆς ἀρετῆς καταμελήσωσι· διὰ
45τοῦτό φησιν, Ἐν ἔργοις καλοῖς μαρτυρουμένη· ὥσπερ γὰρ καλὸν ἡ παρθενία, χωρὶς δὲ τῶν λοιπῶν ἄκαρπος γέγονε, καὶ τοῦ νυμφῶνος ἀπέκλεισεν· οὕτω καλὸν ἡ χηρεία, χωρὶς δὲ τῆς λοιπῆς ἀρετῆς μά‐ ταιόν ἐστι καὶ περιττόν. Διὰ τοῦτο οὐ μέχρι τοῦ μὴ

51

.

326

(50)

δεύτερον ἐπεισάγειν ἄνδρα τὴν παραίνεσιν ἔστησεν ὁ Παῦλος, ἀλλὰ καὶ ἕτερα πολλῷ πλείονα καὶ μεί‐ ζονα ἀπαιτεῖ παρὰ τῆς χήρας. Καὶ καθάπερ οἱ τοὺς στρατιώτας καταλέγοντες σώματος ζητοῦσιν εὐεξίαν, οὕτω καὶ οὗτος εἰς τὸ τοῦ Χριστοῦ στρατόπεδον αὐ‐
55τὴν καταλέγων, ψυχῆς εὐεξίαν ἐζήτησε καὶ εὐτονίαν καὶ τὴν ἐν ἅπασι τοῖς ἀγαθοῖς ἔργοις σπουδὴν, οὕτω λέγων· Εἰ ἐτεκνοτρόφησεν, εἰ ἐξενοδόχησεν, εἰ
ἁγίων πόδας ἔνιψεν, εἰ θλιβομένοις ἐπήρκεσεν.325

51

.

327

εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τούτων γὰρ ἕκαστον δοκεῖ μὲν εἶναι ῥῆμα ψιλὸν, πολλὴν δὲ ἐν ἑαυτῷ συνέχει τὴν ζωήν. ζʹ. Καὶ εἰ δοκεῖ, πρῶτον, ἐξετάσωμεν ὃ πρῶτον αὐτὸς
5τέθεικεν· Εἰ ἐτεκνοτρόφησε. Τροφὴν γὰρ ἐνταῦθα λέγει οὐ ταύτην τὴν ψιλὴν καὶ παρὰ τοῖς πολλοῖς νομιζομένην, τὸ μὴ λιμῷ φθειρομένους περιιδεῖν τοὺς παῖδας· τοῦτο γὰρ οὐδὲ αὐτὴ τῆς φύσεως ἡ ἀνάγκη ἀφίησι παραμεληθῆναί ποτε· ὅθεν οὐδὲ προσταγμά‐
10των ὑπὲρ τούτου χρεία καὶ νόμων, ἵνα τὰ ἔκγονα τρέφωσιν αἱ χῆραι· ἀλλὰ τὴν τῆς δικαιοσύνης ἐπιμέ‐ λειαν, τὴν ἀνατροφὴν τὴν μετ’ εὐλαβείας ἐνταῦθά φη‐ σιν· ὡς αἵ γε μὴ οὕτω τρέφουσαι, παιδοκτόνοι μᾶλ‐ λόν εἰσιν ἢ μητέρες. Τοῦτο οὐ πρὸς γυναῖκας μόνον
15λέγω, ἀλλὰ καὶ πρὸς ἄνδρας. Καὶ γὰρ πολλοὶ πολλά‐ κις τῶν πατέρων, ὅπως μὲν ἵππος γένοιτο καλὸς τῷ παιδὶ, καὶ ὅπως οἰκία λαμπρὰ, καὶ ὅπως πολυτελὴς ἀγρὸς, πάντα ποιοῦσι καὶ πραγματεύονται· ὅπως δὲ αὐτῷ ψυχὴ γένοιτο καλὴ καὶ προαίρεσις εὐσεβὴς,
20οὐδένα ἔχουσι λόγον. Καὶ τοῦτό ἐστιν, ὃ τὴν οἰκου‐ μένην ἀνατρέπει πᾶσαν, ὅτι τῶν οἰκείων ἀμε‐ λοῦμεν παίδων, καὶ τῶν μὲν κτημάτων αὐτῶν ἐπιμε‐ λούμεθα, τῆς δὲ ψυχῆς αὐτῶν καταφρονοῦμεν, ἐσχά‐ της ἀνοίας πρᾶγμα ὑπομένοντες. Τὰ μὲν γὰρ κτή‐
25ματα κἂν πολλὰ ᾖ καὶ πολυτελῆ, τοῦ δυναμένου μετ’ ἀρετῆς αὐτὰ οἰκονομεῖν οὐκ ὄντος σπουδαίου, πάντα ἀπολεῖται καὶ οἰχήσεται μετ’ αὐτοῦ, καὶ βλάβην ἐσχάτην ἐνέγκοι τῷ κεκτημένῳ· ἂν δὲ ἡ ψυχὴ γεν‐ ναία γένηται καὶ φιλόσοφος, κἂν μηδὲν ἔνδον ἀπο‐
30κείμενον ᾖ, τὰ πάντων δυνήσεται μετὰ ἀδείας συ‐ σχεῖν. Δεῖ τοίνυν σκοπεῖν, οὐχ ὅπως αὐτοὺς πλουσίους ἐν ἀργυρίῳ καὶ χρυσίῳ καὶ τοῖς τοιούτοις ποιήσωμεν, ἀλλ’ ὅπως ἐν εὐλαβείᾳ καὶ φιλοσοφίᾳ καὶ κτήσει τῆς ἀρετῆς πάντων γένοιντ’ ἂν εὐπορώτεροι· ὅπως μὴ
35πολλῶν δέοιντο, ὅπως μὴ περὶ τὰ βιωτικὰ καὶ τὰς νεωτερικὰς ἐπιθυμίας ὦσιν ἐπτοημένοι. Καὶ τὰς εἰσ‐ όδους αὐτῶν, καὶ τὰς ἐξόδους μετ’ ἀκριβείας πε‐ ριεργάζεσθαι χρὴ, τὰς διατριβὰς, τὰς συνουσίας, εἰδότας ὅτι τούτων ἀμελουμένων, οὐδεμίαν ἕξομεν
40παρὰ τῷ Θεῷ συγγνώμην. Εἰ γὰρ τῆς τῶν ἄλλων προνοίας ἀπαιτούμεθα τὰς εὐθύνας (Ἕκαστος γὰρ μὴ τὸ ἑαυτοῦ ζητείτω, φησὶν, ἀλλὰ τὸ τοῦ πλη‐ σίον), πόσῳ μᾶλλον τῆς τῶν παίδων; Οὐ κατῴκισά σοι, φησὶν, αὐτὸν ἐξ ἀρχῆς; ἐπέστησα δέ σε αὐτῷ
45διδάσκαλον καὶ προστάτην καὶ κηδεμόνα καὶ ἄρχοντα; τὴν ἐξουσίαν αὐτοῦ πᾶσαν φέρων εἰς τὰς σὰς ἐνέθηκα χεῖρας; Ἁπαλὸν ὄντα διαπλάττειν ἐκέλευσα, καὶ ῥυθμίζειν· ποίαν ἂν ἔχοις συγγνώμην, εἰ περιίδοις αὐτὸν ἀποσκιρτήσαντα; Τί γὰρ ἂν εἴποις; ὅτι δυσ‐

51

.

327

(50)

ήνιός ἐστι καὶ τραχύς; Ἀλλ’ ἐξ ἀρχῆς ἔδει ταῦτα προορῶντα, ὅτε εὐήνιος ἦν, καὶ κομιδῆ νέος, χαλι‐ νοῦν μετ’ ἀκριβείας, ἐθίζειν πρὸς τὰ δέοντα, ῥυθμί‐ ζειν, κολάζειν αὐτοῦ τὰ νοσήματα τῆς ψυχῆς. Ὅτε εὐκολωτέρα ἡ ἐργασία, τότε τὰς ἀκάνθας ἐκτέμνειν
55ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο, καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη, καὶ αὐξανόμενα, δυσκατέργαστα γέγονε. Διὰ τοῦτό φησι, Κάμψον ἐκ νεότητος τὸν τράχηλον αὐτοῦ, ὅτε
εὐκολωτέρα γένοιτ’ ἂν ἡ παιδαγωγία. Οὐκ ἐπιτάττειColumn end

51

.

328

δὲ μόνον, ἀλλὰ καὶ αὐτὸς συνεφάπτεταί σοι τοῦ ἔργου. Καὶ πῶς, καὶ τίνι τρόπῳ; Ὁ κακολογῶν πατέρα ἢ μητέρα, φησὶ, θανάτῳ τελευτάτω. Ὁρᾷς πόσον αὐτοῖς ἐπέστησε φόβον; πόσην ἐπετείχισεν
5ἀγωνίαν; πῶς δυνατήν σου τὴν ἀρχὴν ἐποίησε; Τίνα οὖν ἀπολογίαν ἔχοιμεν ἂν εἰπεῖν, ὅταν αὐτὸς μὲν, ἐπειδὰν ἡμεῖς ὑβριζώμεθα, μηδὲ τῆς ζωῆς αὐτῶν φείδηται· ἡμεῖς δὲ, ὑβριζομένου τοῦ Θεοῦ παρ’ αὐ‐ τῶν, μηδὲ ἀγανακτεῖν αὐτοῖς ὑπομένωμεν; Ἐγὼ,
10φησὶν, οὐδὲ ἀποκτεῖναι παραιτοῦμαι τὸν ὑβρίζοντά σε· σὺ δὲ οὐδὲ ῥήματι λυπεῖν ἀνέχῃ, φησὶ, τὸν τοὺς ἐμοὺς καταπατοῦντα νόμους. Καὶ ποῦ ταῦτα συγ‐ γνώμης ἄξια; Ὁρᾷς αὐτὸν ὑβρίζοντα εἰς τὸν πε‐ ποιηκότα, καὶ οὐ δυσχεραίνεις, εἰπέ μοι, οὐδὲ φοβεῖς
15καὶ ἐπιτιμᾷς, καὶ ταῦτα εἰδὼς, ὅτι καὶ τοῦτο αὐτὸς ὁ Θεὸς ἐκώλυσεν, οὐκ ἐπειδὴ βλάβη τις εἰς ὑβριζόμενον γίνεται (ἀνώλεθρον γὰρ τὸ Θεῖον), ἀλλ’ ὑπὲρ τῆς ἐκείνου σωτηρίας; Ὁ γὰρ περὶ τὸν Θεὸν ἀγνώμων γενόμενος καὶ ἀναίσθητος, πολλῷ μᾶλλον
20εἰς τὸν γεγεννηκότα, καὶ εἰς τὴν ἑαυτοῦ ψυχὴν ἐμπαροινῆσαι δυνήσεται. ηʹ. Μὴ τοίνυν ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συ‐
25ζῶντα καὶ ἐπιεικείᾳ πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ, ὥσπερ οὖν τὸν πονηρὸν καὶ διεστραμμένον ἀποστρέφουσι καὶ μισοῦσιν ἅπαν‐ τες, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν. Οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις ἔσται αἰδέσιμος, ἀλλὰ καὶ
30σοὶ τῷ γεγεννηκότι ποθεινότερος, πλὴν τῆς φύσεως οὐκ ἐλάττονα ἑτέραν ὑπόθεσιν ἔχων πρὸς τὸ φιλεῖ‐ σθαι τὴν ἀρετήν· οὐ ποθεινότερος δὲ μόνον, ἀλλὰ καὶ χρησιμώτερος ἔσται σοι θεραπεύων, δουλεύων, γηροκομῶν. Ὥσπερ γὰρ οἱ περὶ τὸν Θεὸν ἀγνώμονες
35καὶ τῶν γεγεννηκότων καταφρονοῦσιν· οὕτως οἱ τὸν πεποιηκότα θεραπεύοντες, ἐν πολλῇ καὶ τοὺς γεγεν‐ νηκότας ἔχουσι τῇ τιμῇ. Ἵνα οὖν καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις εὐδοκιμῇ, καί σοι τὴν ζωὴν ἡδεῖαν ποιῇ, καὶ τῆς μελλούσης ἀπαλλάττῃ κολάσεως, πᾶ‐
40σαν ἐπιδείκνυσο περὶ αὐτὸν τὴν σπουδήν. Ὅτι γὰρ οἱ τῶν παίδων ἀμελοῦντες, κἂν τἄλλα ὦσιν ἐπιεικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην, ἱστορίαν σοί τινα διηγήσομαι παλαιάν.
45 Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις ἐπιεικὴς τὰ ἄλλα καὶ μέτριος, Ἠλεῖ τῷ ὀνόματι. Ἦν οὖν οὗτος Ἠλεῖ δύο παῖδας ἔχων εἰς ἔσχατον πονηρίας ἐληλα‐ κότας· οὐ κατεῖχε δὲ, οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ τῆς προσηκούσης δὲ ἀκρι‐

51

.

328

(50)

βείας καὶ σφοδρότητος. Δέον γὰρ μαστιγῶσαι, τῆς πατρῴας ἐκβαλεῖν οἰκίας, πάντα ἐπιδείξασθαι διορ‐ θώσεως τρόπον, παρῄνει καὶ συνεβούλευε μόνον, οὕτω λέγων· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως· ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Τί
55λέγεις; τὸν Δεσπότην ὕβρισαν, καὶ τέκνα καλεῖς; ἠγνόησαν τὸν πεποιηκότα, καὶ σὺ ἐπιγινώσκεις αὐ‐ τῶν τὴν συγγένειαν; Διὰ τοῦτό φησιν, ὅτι οὐκ ἐνου‐ θέτει αὐτούς· νουθεσία γάρ ἐστιν, οὐκ ἐὰν ἁπλῶς
συμβουλεύσωμεν, ἀλλ’ ἐὰν σφοδρότερον καὶ τομώ‐327

51

.

329

τερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν. Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, οὐδὲ τὸ παραινέσαι μόνον, ἀλλὰ καὶ πολὺν ἐπιτειχίσαι δεῖ τὸν φόβον, ὥστε τὴν τῆς νεότητος
5περικόψαι ῥᾳθυμίαν. Ἐπεὶ οὖν παρῄνει μὲν, οὐ παρ‐ ῄνει δὲ ὡς ἔδει, τοῖς πολεμίοις αὐτοὺς ἐξέδωκε, καὶ μάχης γενομένης, ἔπεσον ἐπὶ τῆς παρατάξεως, καὶ τὴν ἀγγελίαν οὐκ ἐνεγκὼν, πεσὼν συνετρίβη καὶ αὐ‐ τὸς καὶ ἀπέθανεν. Ὁρᾷς ὅτι δικαίως εἶπον, ὅτι καὶ
10παιδοκτόνοι οἱ πατέρες εἰσὶν, οἱ μὴ σφοδρῶς τοῖς αὐτῶν κεχρημένοι παισὶ ῥᾳθυμοῦσι, μηδὲ τὴν κατὰ Θεὸν ἀπαιτοῦντες αὐτοὺς εὐλάβειαν; Οὕτω γοῦν ὁ Ἠλεῖ παιδοκτόνος ἐγένετο. Εἰ γὰρ οἱ πολέμιοι κατ‐ έσφαξαν αὐτοῦ τοὺς υἱοὺς, ἀλλὰ τῆς σφαγῆς οὗτος
15αἴτιος ἐγένετο, διὰ τῆς περὶ αὐτοὺς ῥᾳθυμίας ἀπο‐ στήσας τοῦ Θεοῦ τὴν βοήθειαν, καὶ γυμνοὺς καὶ ἐρήμους δείξας τοῖς βουλομένοις αὐτοὺς ἀνελεῖν. Οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπώλεσε. θʹ. Τοῦτο δὴ πολλοὶ καὶ τῶν νῦν πατέρων πάσχουσιν·
20οὐ βουλόμενοι μαστῖξαι, οὐδὲ ἐπιτιμῆσαι ῥήμασιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς ἐσχάτοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀποτμηθέν‐ τας. Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σωφρο‐
25νίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις σαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοῖς κοινοῖς ἄγονται νόμοις καὶ κολάζονται πάντων ὁρώντων· καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα
30μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούν‐ των τὴν ἀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; Διὸ δέομαι καὶ ἀντιβολῶ πολλὴν τῶν οἰκείων παίδων ποιεῖσθαι
35τὴν πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητεῖν αὐ‐ τῶν τῆς ψυχῆς. Διδάσκαλος εἶ τῆς οἰκίας ἁπάσης, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱούς σοι παραπέμπει συν‐ εχῶς ὁ Θεός. Καὶ νῦν μέν φησιν ὁ Παῦλος περὶ τῶν γυναικῶν· Εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ
40τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· νῦν δὲ περὶ τῶν παίδων, Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, Νόμισον ἀγάλματα χρυσᾶ ἔχειν ἐπὶ τῆς οἰκί‐ ας, τὰ παιδία· καθ’ ἑκάστην ἡμέραν αὐτὰ ῥύθμιζε καὶ περισκόπει μετὰ ἀκριβείας, καὶ παντὶ τρόπῳ τὴν
45ψυχὴν αὐτῶν κατακόσμει καὶ διάπλαττε· μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελουμένων δεδοικὼς, προσέφερεν ὑπὲρ αὐτῶν θυσίας, καὶ πολλὴν αὐτῶν ἐποιεῖτο τὴν πρόνοιαν. Μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ

51

.

329

(50)

χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ’ ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐκγόνοις μετὰ ἀκριβείας παρακαταθοῖτο. Καὶ μαρτυρεῖ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὁ Θεὸς οὕτω λέγων· ᾜδειν γὰρ, ὅτι συντάξει Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ τὰ κρί‐
55ματα καὶ τὰ δικαιώματα. Καὶ ὁ Δαυῒδ δὲ, ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα καὶ συνεχῶς ἔλεγεν· ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδὲν ἐμπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι
60κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας οὐδὲν ὄφελός σοι τῆς βασιλείας καὶ τῆς πολλῆς ταύ‐ της δυνάμεως. Ταῦτα καὶ τοιαῦτα ἔλεγεν, εἰ καὶ μὴ
τοῖς ῥήμασι τούτοις.Column end

51

.

330

ιʹ. Ταῦτα καὶ ἡμεῖς, καὶ ζῶντες, καὶ μέλλοντες τε‐ λευτᾷν, πρὸς τοὺς παῖδας τοὺς ἑαυτῶν διαλεγώμεθα, καὶ πείθωμεν αὐτοὺς, ὅτι μέγας πλοῦτος, καὶ κληρο‐ νομία ἀδιάπτωτος, καὶ θησαυρὸς ἀνεπηρέαστος ὁ τοῦ
5Θεοῦ φόβος ἐστί· καὶ σπουδάζωμεν μὴ χρήματα αὐ‐ τοῖς καταλιμπάνειν τὰ ἀπολλύμενα, ἀλλὰ εὐσέβειαν τὴν μένουσαν καὶ μὴ δαπανωμένην. Εὐσεβείας μὲν γὰρ οὐκ οὔσης καὶ τὰ ὄντα ἀπόλλυται χρήματα μετὰ κινδύνων καὶ τῆς ἐσχάτης αἰσχύνης· ταύτης δὲ παρ‐
10ούσης καὶ τὰ οὐκ ὄντα προσγίνεται. Ἐὰν ἀναθρέψῃς σὺ καλῶς τὸ παιδίον, οὕτω κἀκεῖνος τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὗτος τὸν υἱόν· καὶ καθάπερ σειρά τις καὶ ἀκολουθία πολιτείας ἀρίστης μέχρι παντὸς βαδιεῖται, παρὰ σοῦ λαβοῦσα τὴν ἀρχὴν καὶ τὴν ῥίζαν, καὶ τῆς
15τῶν ἐγγόνων ἐπιμελείας σοι φέρουσα τοὺς καρπούς. Εἰ μετὰ ἀκριβείας οἱ πατέρες τοὺς ἑαυτῶν ἐπαίδευον παῖδας, οὐ νόμων, οὐ δικαστηρίων ἔδει, οὐ τιμωριῶν καὶ κολάσεων καὶ τῶν δημοσίων φόνων. Δικαίῳ γὰρ, φησὶ, νόμος οὐ κεῖται. Ἐπειδὴ δὲ καταμελοῦμεν
20αὐτῶν, διὰ τοῦτο μείζοσιν αὐτοὺς περιβάλλομεν κα‐ κοῖς, καὶ ταῖς τῶν δημίων ἐκδίδομεν χερσὶ, καὶ εἰς τὰ βάραθρα συνεχῶς ὠθοῦμεν· Ὁ γὰρ περιψύχων τὸν υἱὸν τὸν ἑαυτοῦ, καταδεσμεύσει τὰ τραύματα αὐτοῦ, φησί. Τί ἐστιν Ὁ περιψύχων; Ὁ ἐλεῶν, ὁ
25κολακεύων, ὁ θεραπεύων ὑπὲρ τὸ μέτρον. Σφοδρότη‐ τος γὰρ οὗτος καὶ ἐπιμελείας δεῖται καὶ φόβων. Ταῦτα λέγω οὐχ ἵνα λίαν τραχεῖς ὦμεν τοῖς παισὶν, ἀλλ’ ἵνα μὴ εὐκαταφρόνητοι πρὸς αὐτοὺς φαινώμεθα. Εἰ γὰρ γυνὴ τὸν ἄνδρα φοβεῖσθαι ὀφείλει, πολλῷ μᾶλλον
30τὸ παιδίον τὸν πατέρα. Καὶ μή μοι λέγε, ὅτι ἀδύνα‐ τον περιγενέσθαι τῆς νεότητος. Εἰ γὰρ χήραν γυναῖκα ἀπαιτεῖ τὴν πρόνοιαν ταύτην ὁ Παῦλος, πολλῷ μᾶλλον τοὺς ἄνδρας· εἰ ἀδύνατον ἦν, οὐκ ἂν ἐπέτα‐ ξεν. Ἀλλ’ ἡ πᾶσα πονηρία παρὰ τὴν ἡμετέραν γίνε‐
35ται ῥᾳθυμίαν, καὶ τὸ μὴ ἐξ ἀρχῆς, μηδὲ ἐκ πρώτης ἡλικίας εἰς εὐλάβειαν ἐνάγειν αὐτούς. Ἀλλ’ ὅπως μὲν τῆς ἔξωθεν μετάσχοιεν παιδεύσεως, καὶ εἰς στρατείαν τελέσαιεν, σπουδάζομεν, καὶ χρήματα καταβάλλομεν, καὶ φίλους ἀξιοῦμεν, καὶ πολλαῖς κεχρήμεθα ταῖς
40περιδρομαῖς· ὅπως δὲ εὐδοκιμήσαιεν παρὰ τῷ βασιλεῖ τῶν ἀγγέλων, οὐδένα ποιούμεθα λόγον. Καὶ εἰς θεά‐ ματα μὲν συνεχῶς συγχωροῦμεν ἀναβαίνειν, εἰς ἐκ‐ κλησίαν δὲ οὐκ ἀναγκάζομεν οὐδέποτε· ἀλλὰ κἂν ἅπαξ ἢ δεύτερον παραγένηται τὸ παιδίον, ἁπλῶς καὶ
45εἰκῆ καὶ μάτην καὶ ψυχαγωγίας ἕνεκεν ἐνταῦθα παρα‐ γίνεται. Οὐκ ἐχρῆν δὲ οὕτως· ἀλλ’ ὥσπερ εἰς διδα‐ σκαλεῖον πέμποντες τῶν μαθημάτων ἀπαιτοῦμεν τὰς εὐθύνας, οὕτω καὶ εἰς ἐκκλησίαν πέμποντες, μᾶλλον δὲ ἄγοντες. Οὐ γὰρ ἑτέροις αὐτοὺς ἐπιτρέπειν, ἀλλ’

51

.

330

(50)

αὐτοὺς κατέχοντας ἐνταῦθα εἰσιέναι ἐχρῆν, καὶ τῆς ἐνταῦθα ἀκροάσεως καὶ διδασκαλίας τὴν μνήμην ἀπαιτεῖν ἔδει. Οὕτω γὰρ, οὕτω ῥᾴων ἐγίνετο καὶ εὔκολος ἡμῖν ἡ τῶν παίδων διόρθωσις· εἰ γὰρ καὶ ἐν τῇ οἰκίᾳ διαπαντὸς ἤκουον ὑμῶν διαλεγομένων περὶ
55φιλοσοφίας, καὶ συμβουλευόντων αὐτοῖς τὰ δέοντα, καὶ τὰ ἐνταῦθα αὐτοῖς προσετίθετο μετ’ ἐκείνων, καὶ ταχέως ἂν τῶν καλῶν τούτων σπερμάτων γενναῖον ἡμῖν ἐπεδείξαντο καρπόν. Ἀλλ’ οὐδὲν τούτων ποιοῦ‐
μεν, ἀλλὰ πάρεργα ἡμῖν τὰ ἀναγκαῖα· κἂν παραινέσῃ329

51

.

331

τις περὶ τούτων, γέλως εὐθέως· καὶ διὰ τοῦτο τὰ ἄνω κάτω γεγένηται, καὶ οὓς οὐ παιδεύουσιν οἱ γονεῖς, οἱ ἔξωθεν παιδεύουσι νόμοι. ιαʹ. Οὐκ αἰσχύνῃ καὶ ἐρυθριᾷς, εἰπέ μοι, ὅταν τὸν υἱὸν
5τὸν σὸν ὁ δικαστὴς κολάσῃ καὶ σωφρονέστερον ποιή‐ σῃ, καὶ τῆς ἔξωθεν ἐκεῖνος δέηται διορθώσεως, τοσ‐ οῦτον ἐξ ἀρχῆς σοι συνοικήσας χρόνον; οὐκ ἐγκαλύπτῃ καὶ καταδύῃ; Τολμᾷς δὲ ὅλως, εἰπέ μοι, πατὴρ ἔτι καλεῖσθαι, οὕτω προδοὺς τὸν υἱὸν, καὶ τὴν
10ἀναγκαίαν οὐκ εἰσενεγκὼν αὐτῷ φορὰν, ἀλλὰ περι‐ ιδὼν ὑπὸ πάσης διαφθαρέντα κακίας; Κἂν μὲν δραπέ‐ την τινὰ ἴδῃς ῥαπίζοντα τὸ παιδίον, ἀγανακτεῖς καὶ ὀργίζῃ καὶ δυσχεραίνεις, θηρίου χαλεπώτερον ἐπιπη‐ δήσας τῇ τοῦ τυπτήσαντος ὄψει· τὸν δὲ διάβολον καθ’
15ἑκάστην ἡμέραν ὁρῶν αὐτὸν ῥαπίζοντα, δαίμονας εἰς ἁμαρτήματα ἐνάγοντας, καθεύδεις καὶ οὐκ ἀγανα‐ κτεῖς, οὐδὲ ἐξαρπάζεις τοῦ χαλεπωτάτου θηρίου τὸν υἱόν; Πάλιν ἂν μὲν ὑπὸ δαίμονος ἐνεργῆται, πρὸς πάντας τοὺς ἁγίους τρέχεις, καὶ τοὺς ἐν ταῖς κορυ‐
20φαῖς τῶν ὀρέων ἐνοχλεῖς, ὥστε αὐτὸν τῆς μανίας ἀπαλλάξαι ἐκείνης· ἁμαρτίας δὲ, ἣ παντὸς δαίμονός ἐστι χαλεπωτέρα, συνεχῶς ἐνοχλούσης, οὐδὲν πλέον ποιεῖς; Καὶ τὸ μὲν παρὰ δαίμονος ἐνοχλεῖσθαι χαλεπὸν
25οὐδέν· οὐ γὰρ εἰς γέενναν ἐμβαλεῖν τὸ δαιμόνιον δύναται πάντως, ἀλλ’ ἐὰν νήφωμεν, καὶ στεφάνους ἡμῖν ὁ πειρασμὸς οὗτος οἴσει λαμπροὺς καὶ περιφα‐ νεῖς, ὅταν εὐχαρίστως φέρωμεν τὰς τοιαύτας ἐπηρείας· τὸν δὲ ἁμαρτίᾳ συζῶντα ἀμήχανον σωθῆναί ποτε,
30ἀλλ’ ἀνάγκη πάντως καὶ ἐνταῦθα ἐπονείδιστον εἶναι, καὶ ἀπελθόντα ἐκεῖ ἀθάνατα πάλιν κολάζεσθαι. Ἀλλ’ ὅμως ταῦτα εἰδότες, ὑπὲρ μὲν τῶν ἐλαττόνων πολλὴν ποιούμεθα σπουδὴν, ὑπὲρ δὲ τῶν μειζόνων οὐδὲ διανα‐ στῆναι βουλόμεθα· καὶ δαιμονῶντα μὲν ὁρῶντες
35θρηνοῦμεν, ἁμαρτάνοντα δὲ ὁρῶντες οὐδὲ αἰσθανό‐ μεθα· δέον τότε κατακόπτεσθαι καὶ ὀδύρεσθαι, μᾶλ‐ λον δὲ οὐκ ὀδύρασθαι μόνον, ἀλλὰ καὶ κατέχειν καὶ χαλινοῦν, συμβουλεύειν, παραινεῖν, φοβεῖν, ἐπιτι‐ μᾷν, παντὶ τρόπῳ θεραπείας τὴν ἀῤῥωστίαν ἀπελαύ‐
40νειν ἐκείνην, καὶ τὴν χήραν μιμεῖσθαι ταύτην, περὶ ἦς ὁ Παῦλός φησιν· Εἰ ἐτεκνοτρόφησεν. Οὐ γὰρ πρὸς ἐκείνην μόνον, ἀλλὰ καὶ πρὸς ἅπαντας τοῦτον ἀποτείνει τὸν λόγον, καὶ πᾶσι παραινεῖ λέγων, Ἐκτρέφετε τὰ παιδία ἐν νουθεσίᾳ Κυρίου. Πρῶτον
45γὰρ τοῦτο καὶ μέγιστόν ἐστι τῶν ἀγαθῶν· ὅπερ οὖν καὶ παρὰ τῆς χήρας πρῶτον ἀπῄτησεν· εἶτα μετὰ τοῦτό φησιν, Εἰ ἐξενοδόχησε. Τί λέγεις, εἰπέ μοι; χήραν γυναῖκα ξενοδοχίαν ἀπαιτεῖς; οὐ γὰρ ἀρκεῖ τὸ θρέψαι παιδία; Οὐχὶ, φησίν· ἀλλὰ δεῖ καὶ τοῦτο

51

.

331

(50)

προσεῖναι, καὶ μετὰ τὴν τῶν οἰκείων προστασίαν, καὶ τῶν ἀλλοτρίων ἔχειν πρόνοιαν χρὴ, καὶ τὴν οἰ‐ κίαν ἀνοῖξαι τοῖς ξένοις. Ἀπῆλθεν ὁ ἀνήρ· πᾶσαν τὴν περὶ ἐκεῖνον σπουδὴν περὶ τοὺς ξένους ἀνάλωσον. Τί οὖν, φησὶν, εἰ πένης εἴη; Οὐκ ἔστιν ἐκείνης τῆς
55χήρας πενεστέρα τῆς ἐν ἀλεύρῳ μικρῷ καὶ ἐλαίου κυάθῳ τὸν μέγαν προφήτην ὑποδεξαμένης τὸν Ἠλίαν. Καὶ γὰρ καὶ ἐκεῖ παιδία παρῆν· ἀλλ’ οὔτε ἡ σπάνις τῶν ὄντων, οὔτε ἡ τοῦ λιμοῦ τυραννὶς, οὔτε ὁ
προσδοκώμενος θάνατος, οὐχ ἡ τῶν παιδίων φροντὶς,Column end

51

.

332

οὐχ ἡ χηρεία, οὐκ ἄλλο οὐδὲν ἐγένετο κώλυμα τῇ φιλοξένῳ γυναικί. ιβʹ. Οὕτω πανταχοῦ οὐ μέτρα οὐσίας, ἀλλὰ μέτρα διανοίας ζητεῖται. Ὁ μεγαλόψυχος καὶ τῇ διανοίᾳ
5πλούσιος, κἂν ἁπάντων ἀνθρώπων πενέστερος ἐν χρή‐ μασιν ᾖ, πάντας ὑπερβῆναι δυνήσεται καὶ φιλοξενίᾳ καὶ ἐλεημοσύνῃ, καὶ τῇ λοιπῇ πάσῃ φιλοφροσύνῃ· ὁ μικρολόγος καὶ πτωχὸς τὴν διάνοιαν, καὶ χαμαὶ ἕρπων, κἂν ἁπάντων εὐπορώτερος ᾖ, πάντων ἐστὶ
10πτωχότερος καὶ ἀπορώτερος· διὰ τοῦτο πρὸς τὰ τοι‐ αῦτα ἅπαντα ὀκνεῖ καὶ ἀναδύεται. Καὶ ὥσπερ οὐδὲν ἐπὶ τοῦ πένητος ἡ πενία γένοιτ’ ἂν κώλυμα πρὸς ἐλεημοσύνην διὰ τὸν τῆς διανοίας πλοῦτον· οὕτως οὐδὲν ἐπὶ τοῦ πλουτοῦντος ἡ εὐπορία συμπρᾶξαι δυ‐
15νήσεται πρὸς τὴν φιλοφροσύνην διὰ τὴν τῆς διανοίας πενίαν. Καὶ τὰ παραδείγματα ἐγγύθεν· ἡ μὲν γὰρ χήρα καὶ ἐν ἀλεύρῳ μικρῷ τὸν προφήτην ἐδέξατο· ὁ δὲ Ἀχαὰβ τοσοῦτον κεκτημένος πλοῦτον, καὶ τῶν ἀλλοτρίων ἐπεθύμησεν. Οὕτως οὐκ ἔστι χρημάτων
20πλοῦτος, ἀλλὰ πλοῦτος διανοίας ὁ παρέχων ἡμῖν εὐκολίαν περὶ τὴν ἐλεημοσύνην· ἐπεὶ καὶ ἡ χήρα ἐκείνη διὰ δύο μόνον ὀβολῶν μυρίους πλουσίους ὑπερ‐ ηκόντισε, καὶ οὐκ ἐγένετο κώλυμα ἡ πενία. Αὕτη μὲν οὖν ἡ πενία μείζονα τὴν ἐλεημοσύνην εἰργάσατο· ὅπερ
25οὖν καὶ ὁ Παῦλός φησιν, Ἡ κατὰ βάθους πτωχεία ἐπερίσσευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν. Οὐ γὰρ τοῦτο χρὴ σκοπεῖν, ὅτι δύο κατέβαλεν ὀβολοὺς, ἀλλ’ ὅτι μόνους ἔχουσα τούτους, οὐκ ἐφείσατο, ἀλλ’ ὁλόκληρον τὴν οὐσίαν εἰσήνεγκε, θαυμάζειν αὐ‐
30τὴν χρὴ καὶ στεφανοῦν. Οὐ τοίνυν περιουσίας, ἀλλὰ προθυμίας ἡμῖν δεῖ, ὅταν ὑποδεχώμεθα ξένους. Ὥσπερ γὰρ ταύτης παρούσης οὐδὲν βλάβος γένοιτ’ ἂν ἀπὸ πενίας, οὕτως ἀπούσης οὐδὲν ὄφελος γένοιτ’ ἂν ἐξ εὐπορίας. Τί λέγεις; Παιδίων ἐπιμελεῖται ἡ χήρα
35καὶ διὰ τοῦτο οὐκ ἂν δύναιτο θεραπεύειν ξένους; Δι’ αὐτὸ μὲν οὖν τοῦτο εὐκολώτερον τοῦτο ἐργάσεται, κοινωνοὺς ἔχουσα τῆς θεραπείας τοὺς υἱοὺς, συναντι‐ λαμβανομένους καὶ συνεφαπτομένους αὐτῇ τῆς καλῆς ταύτης πραγματείας. Ὥστε οὐ κώλυμα, ἀλλὰ βοή‐
40θεια τῆς φιλοξενίας ἔσται τῶν παίδων τὸ πλῆθος, καὶ ἡ πολυχειρία πολλὴν τῇ διακονίᾳ παρέξει τὴν εὐκο‐ λίαν. Μὴ γάρ μοι πολυτελῆ τράπεζαν εἴπῃς· ἂν εἰς τὴν οἰκίαν δέξηται τὸν ξένον, ἂν τὰ ὄντα παραθῇ, ἂν πολλὴν ἐπιδείξηται τὴν φιλοφροσύνην, ἀπήρτισται
45τῆς ξενοδοχίας ὁ καρπὸς ἅπας. Εἰ γὰρ ποτήριον ψυχροῦ μόνον βασιλείαν οὐρανῶν προξενεῖ, τὸ καὶ ὁμωρόφιον ποιῆσαι, καὶ τραπέζης κοινωνὸν, καὶ ἀνα‐ παῦσαι, πόσον οἴσει τὸν καρπὸν, εἰπέ μοι; Σκόπει δή μοι Παύλου τὴν ἀκρίβειαν. Οὐ γὰρ ἁπλῶς ξενο‐

51

.

332

(50)

δοχίαν ἐνταῦθα ἀπαιτεῖ, ἀλλὰ τὴν μετὰ προθυμίας καὶ ζεούσης ψυχῆς καὶ διανοίας θερμῆς. Εἰπὼν γὰρ, Εἰ ἐξενοδόχησεν, ἐπήγαγεν, Εἰ ἁγίων πόδας ἔνι‐ ψεν. Οὐ θεραπαινίσιν ἐπιτρέπειν χρὴ αὐτὴν μετὰ τύφου καθημένην τοῦ ξένου τὴν θεραπείαν, ἀλλ’ αὐ‐
55τουργὸν γενέσθαι, καὶ τὸν καρπὸν ἁρπάζειν, καὶ μη‐ δενὶ παραχωρεῖν τοῦ καλοῦ τούτου θησαυροῦ. Καὶ πῶ, τοῦτο γένοιτ’ ἂν, φησίν; εἰ γὰρ εὐγενὴς εἴη καὶ περιφανὴς καὶ λαμπρὰ καὶ ἐπίσημος ἐκ προγόνων.
αὐτὴ τοῦ ξένου νίψει τοὺς πόδας; καὶ πῶς οὐκ331

51

.

333

αἰσχρόν; Αἰσχρὸν μὲν οὖν τὸ μὴ νίπτειν, ἄνθρωπε. Κἂν γὰρ μυριάκις αὐτῆς τὴν εὐγένειαν ἐπάρῃς καὶ τὴν περιφάνειαν, καὶ τὴν λαμπρότητα, τῆς αὐτῆς μετέχει τῷ νιπτομένῳ φύσεως, καὶ σύνδουλός ἐστι
5τοῦ θεραπευομένου καὶ ὁμότιμος. ιγʹ. Ἐννόησον τίς τῶν μαθητῶν τοὺς πόδας ἔνιψε, καὶ παῦσαί μοι περὶ εὐγενείας διαλεγόμενος. Ὁ κοινὸς τῆς οἰκουμένης Δεσπότης, ὁ τῶν ἀγγέλων βασιλεὺς καὶ ἔνιψε καὶ λέντιον περιεζώσατο, καὶ οὐχὶ τῶν
10μαθητῶν μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ προδότου. Εἶδες πόσον τὸ μέσον τοῦ νίπτοντος καὶ τῶν νιπτομένων; Ἀλλ’ ὅμως τὸ μέσον ἅπαν τοῦτο κατέβη, καὶ ὁ Δε‐ σπότης τὸν δοῦλον ἔνιψεν, ἵνα ἡ δούλη τὸν σύνδουλον μὴ ἐπαισχύνηται. Διὰ τοῦτο καὶ τοῦ προδότου, ἵνα
15μὴ μέλλῃς λέγειν, ὅτι εὐτελὴς καὶ εὐκαταφρόνητος ὁ μέλλων ἀπολαύειν τῆς θεραπείας. Εἰ γὰρ καὶ εὐτελὴς καὶ εὐκαταφρόνητος, ἀλλ’ οὔπω κατὰ τὸν Ἰούδαν ἐστὶν, οὐδὲ τοιαῦτά σοι διέθηκεν, οἷα τὸν Δεσπότην ἐκεῖνος, μετὰ τὰς μυρίας εὐεργεσίας ἐπὶ προδοσίαν
20ἐλθών. Ἀλλ’ ὅμως ἅπαντα ταῦτα προειδὼς ἔνιψεν, ἡμῖν νόμους τιθεὶς, ἵνα κἂν ἁπάντων ὦμεν ὑψηλότε‐ ροι, κἂν ἁπάντων λαμπρότεροι καὶ περιφανέστεροι, κἂν ἁπάντων χείρους οἱ μέλλοντες πρὸς ἡμᾶς κατάγε‐ σθαι, μὴ διὰ τοῦτο αὐτῶν φεύγωμεν τὴν θεραπείαν,
25μηδὲ τὴν εὐτέλειαν ἐπαισχυνώμεθα. Σὺ δὲ, ὦ γύναι, ἐὰν μέν τινα ἴδῃς ἐν τοῖς βιωτικοῖς σοι βοηθοῦντα πράγμασιν, ἢ ἐν δικαστηρίῳ συμπράττοντα, ἢ ἐν ἄλλῳ τινὶ τοιούτῳ, καὶ ἀπαντᾷς, καὶ μετὰ πολλῆς δέχῃ τῆς εὐνοίας, καὶ χεῖρας καταφιλεῖς, καὶ ἀργύ‐
30ριον καταβάλλεις, καὶ τὰ τῶν θεραπαινίδων ποιεῖς· ἂν δὲ τὸν Χριστὸν εἰσελθόντα ἴδῃς, ὀκνεῖς καὶ κατα‐ δύῃ πρὸς τὴν αὐτοῦ θεραπείαν; Εἰ μὴ ὡς τὸν Χρι‐ στὸν δέχῃ τὸν ξένον, μὴ δέξῃ· εἰ δὲ ὡς τὸν Χριστὸν δέχῃ, μὴ ἐπαισχυνθῇς τοῦ Χριστοῦ νίψαι τοὺς πόδας.
35Οὐχ ὁρᾷς πόσοι τῶν ἐπηρεαζομένων εἰς ἀνδριάντων κατέφυγον πόδας; Καίτοι γε ἀναίσθητος ἡ ὕλη, καὶ ἄψυχος ὁ χαλκός· ἀλλ’ ὅμως ἐπειδὴ βασιλέων εἰσὶν εἰκόνες, προσεδόκησάν τινα καρπώσασθαι παρὰ τῶν ποδῶν ἐκείνων ὠφέλειαν. Σὺ δὲ οὐκ ἀναισθήτους πό‐
40δας, οὐδὲ ἄψυχον ὕλην, ἀλλ’ εἰκόνα ἔνδον ἔχουσαν τὸν βασιλέα θεωροῦσα πρὸς σὲ εἰσιοῦσαν, οὐ προστρέχεις, εἰπέ μοι, καὶ τοὺς πόδας κατέχεις, καὶ παντὶ θερα‐ πεύῃ τρόπῳ; Καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; πόσης δὲ οὐκ ἂν εἴη τοῦτο αἰσχύνης; Ἐννόησον τίνι κοινω‐
45νεῖς φυσωμένη, καὶ πρὸς ἀλαζονείαν ἐπαιρομένη, καὶ τοῦ ξένου τὴν θεραπείαν αἰσχυνομένη. Τῷ δια‐ βόλῳ δηλονότι· ἐκείνου γὰρ ἡ ὑπερηφανία νόσημα. Ἂν δὲ προσδράμῃς, ἐννόησον τίνα μιμῇ. Τὸν Δεσπότην τὸν σὸν, καὶ τὸ τοῦ Χριστοῦ ποιεῖς ἔργον. Ποία τοί‐

51

.

333

(50)

νυν αἰσχύνη, ἢ ποῖον ὄνειδος τῷ Δεσπότῃ κοινωνεῖν, εἰπέ μοι; Αἰσχύνη μὲν οὖν τὸ ταῦτα ἐπαισχύνεσθαι, καὶ νομίζειν ὄνειδος εἶναι, ὅπερ ἐποίησεν ὁ Χριστός· μεγάλα δύνανται πόδες ἁγίων εἰς οἰκίαν εἰσιόντες· αὐτὸ τὸ ἔδαφος ἁγιάζουσι, θησαυρὸν μυρίων εἰσάγου‐
55σιν ἀγαθῶν, φύσιν πεπηρωμένην διορθοῦνται, λιμὸν λύουσι, πολλὴν εἰσάγουσι τὴν εὐπορίαν. Οὕτω
καὶ οἱ πόδες τοῦ Ἠλίου εἰς τὴν οἰκίαν τῆς χήρας εἰσ‐Column end

51

.

334

ελθόντες καινόν τινα καὶ παράδοξον εὐετηρίας ἐπεδεί‐ ξαντο τρόπον. Ἄρουραν τὴν οἰκίαν τῆς χήρας ἐποίη‐ σε, καὶ τὴν ὑδρίαν ἅλωνα. Καινός τις τρόπος σπόρου καὶ ἀμητοῦ ἐγίνετο τότε· ἔσπειρεν εἰς τὸ τοῦ δικαίου
5στόμα, καὶ τὰ καταβληθέντα μετὰ πολλῆς τῆς ἀφθο‐ νίας ἐκ τῆς ὑδρίας ἐθέριζεν· ἔσπειρεν ἄλευρον, καὶ ἐθέριζεν ἄλευρον· οὐκ ἐδεήθη βοῶν, καὶ ζεύγους, καὶ ἀρότρου, καὶ αὔλακος, οὐδὲ ὑετοῦ καὶ ἀέρος καὶ δρε‐ πάνης, οὐδὲ ἅλωνος καὶ δραγμάτων, οὐδὲ ἀνέμων
10διακρινόντων ἀπὸ τοῦ καρποῦ τὰ ἄχυρα, οὐδὲ μύλης τριβούσης· ἀλλὰ ἐν μιᾷ καιροῦ ῥοπῇ τούτων ἁπάν‐ των τὸ τέλος εὗρεν ἐπὶ τῆς ὑδρίας· καὶ δύο πηγὰς, τὴν μὲν ἀλεύρου, τὴν δὲ ἐλαίου διηνεκῶς ἀνῆκεν ἡ τοῦ προφήτου φωνή.
15 ιδʹ. Τοιαῦτα τῶν ἁγίων τὰ δῶρα, καὶ δαψίλειαν καὶ εὐκολίαν ἔχει πολλήν. Τὰ μὲν γὰρ ἀπὸ τῆς γῆς δρε‐ πόμενα δαπανᾶται, ἐκεῖναι δὲ αἱ πηγαὶ ἀντλούμεναι καθημέραν οὐκ ἐκενώθησαν, ἀλλ’ ἦν ἰσοστάσιος πρὸς τὴν ἐκκένωσιν τῆς ἐπιῤῥοῆς ἡ μάχη. Τοιαῦτα χαρί‐
20ζονται πόδες ἁγίων, μᾶλλον δὲ καὶ πολλῷ πλείονα τούτων· καὶ εἰ μὴ μακρὸν ἐποίουν τὸν λόγον, πολλὰς ἂν ἀπηριθμησάμην τοιαύτας δωρεάς. Ἀλλ’ ὥσπερ τιμώμενοι τοιαῦτα φέρουσι δῶρα, οὕτως ἀτιμαζόμε‐ νοι μεγάλην ἐπάγουσι κόλασιν καὶ πῦρ ἀπαραίτητον.
25Πόθεν τοῦτο δῆλον; Ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τοῖς μαθηταῖς· Εἰς ἣν ἂν πόλιν ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἄξιός ἐστιν ἐν αὐτῇ, κἀκεῖ μείνατε, καὶ εἰσερχόμενοι λέγετε· Εἰρήνη τῇ οἰκίᾳ ταύτῃ. Ἵνα γὰρ μὴ λέγῃς, Δαπανῶ τὰ χρή‐
30ματα, ἀναλίσκω τὴν οὐσίαν, τράπεζαν παρατιθεῖσα τοῖς ξένοις, αὐτὸν πρότερον τὸν εἰσιόντα παρασκευά‐ ζει σοι κομίσαι ξένια καὶ δῶρα πᾶσαν ὑπερβαίνοντα περιουσίαν. Ποῖα δὴ ταῦτα; Τῆς εἰρήνης τὴν χορη‐ γίαν. Ταύτης γὰρ ἴσον οὐδέν. Ὁρᾷς μεθ’ ὅσης εὐπο‐
35ρίας ὁ ἅγιος εἰσέρχεται εἰς τὴν οἰκίαν; Τὸ ῥῆμα τοῦτο ψιλὸν μέν ἐστι, μυρίων δὲ ἀγαθῶν ὑπόθεσις. Τί γὰρ ἀσφαλέστερον οἰκίας γένοιτ’ ἂν εἰρήνης ἀπο‐ λαυούσης; Εἰρήνην δὲ ἐπεύχονται οἱ ἅγιοι τοῖς ὑπο‐ δεχομένοις, οὐ τὴν πρὸς ἀλλήλους μόνον, ἀλλὰ καὶ
40τὴν πρὸς ἡμᾶς αὐτούς. Πολλάκις γοῦν πόλεμον ἐν τοῖς λογισμοῖς ἔχομεν, καὶ μηδενὸς ἐνοχλοῦντος τα‐ ραττόμεθα, καὶ ἐπιθυμίαι πονηραὶ συνεχῶς ἡμῖν ἐπανίστανται. Καὶ ταύτην οὖν καταστέλλει τὴν μά‐ χην ἐκεῖνο τῶν ἁγίων τὸ ῥῆμα, καὶ πολλὴν ἔνδον
45ποιεῖ γαλήνην. Ὁμοῦ τε γὰρ ἐκεῖνος ἐφθέγξατο, καὶ πᾶσα ἐνθύμησις διαβολικὴ καὶ λογισμὸς ἄτοπος ἐδραπέτευσεν ἐκ τῆς ἡμετέρας ψυχῆς· ὥστε μείζονα λαμβάνεις ἢ δίδως. Κἂν μὲν δέξωνται, φησὶν, ὑμᾶς, ἐλθέτω ἡ εἰρήνη ἐπ’ αὐτούς· ἐὰν δὲ μὴ δέ‐

51

.

334

(50)

ξωνται, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν, λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόῤῥας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἢ τῇ πόλει ἐκείνῃ. Ὁρᾷς ὅτι ἀτιμαζόμενοι πόδες ἁγίων πόσον ἐπάγουσι πῦρ; Διὰ τοῦτο κελεύει νίπτειν αὐ‐
55τοὺς, ἵνα θεραπευόμενοι πολλὴν ἡμῖν προξενήσωσι παρὰ τῷ Θεῷ τὴν παῤῥησίαν· ὁμοῦ δὲ καὶ ἐκεῖνο διὰ ταύτης ἡμᾶς παιδεύει τῆς παραινέσεως, τὰ τῆς φι‐ λοξενίας ἔργα δι’ ἑαυτῶν ἅπαντα ἐπιτελεῖν. Μίμησαι τὸν Ἀβραὰμ, γενοῦ θυγάτηρ ἐκείνου, ὃς
60τριακοσίους δέκα καὶ ὀκτὼ ἔχων οἰκογενεῖς, αὐτὸς
μετὰ τῆς γυναικὸς διενείματο τῆς φιλοξενίας τὸν333

51

.

335

καρπόν· καὶ ὁ μὲν δάμαλιν ἔφερεν, ἡ δὲ ἐφύρασεν ἄλευρον. Τούτους καὶ σὺ ζήλωσον· οὐ γὰρ τὸ δοῦναι χρήματα μόνον, ἀλλὰ καὶ τὸ διακονῆσαι τοῖς δεομέ‐ νοις πολὺν ἔχει τὸν μισθόν. Διὰ τοῦτο καὶ οἱ ἀπό‐
5στολοι τοὺς ἑπτὰ ἐκείνους τοὺς περὶ Στέφανον ἐπ‐ έστησαν τῇ τοιαύτῃ διακονίᾳ. Καίτοι γε οὐδὲν οἴκο‐ θεν ἐκεῖνοι παρεῖχον τοῖς πένησιν, ἀλλὰ τὰ παρ’ ἑτέ‐ ρων διδόμενα ᾠκονόμουν καλῶς· ἀλλ’ ὅμως μέγαν ἀπηνέγκαντο τὸν μισθὸν, ὅτι τὰ παρ’ ἑτέρων διδό‐
10μενα καλῶς καὶ μετὰ ἀκριβείας ᾠκονόμουν ἁπάσης. ιεʹ. Γενοῦ τοίνυν καὶ σὺ τῶν σαυτοῦ καλὸς οἰκονόμος, ἵνα διπλοῦν λάβῃς τὸν καρπὸν, καὶ τοῦ δοῦναι, καὶ τοῦ καλῶς οἰκονομῆσαι. Μὴ ἐπαισχυνθῇς διὰ τῆς σαυτοῦ χειρὸς θεραπεῦσαι τὸν πένητα. Ὁ Χριστὸς
15οὐκ ἐπαισχύνεται χεῖρα ἐκτεῖναι καὶ λαβεῖν διὰ τοῦ πένητος, καὶ σὺ χεῖρα ἐκτεῖναι καὶ δοῦναι ἀργύριον ἐπαισχύνῃ; Καὶ πῶς τοῦτο οὐκ ἐσχάτης ἀνοίας; Ἓν μόνον ἐστὶν αἰσχύνη, πονηρία καὶ ὠμότης καὶ ἀπαν‐ θρωπία· φιλοφροσύνη δὲ καὶ ἐλεημοσύνη καὶ φιλαν‐
20θρωπία καὶ τὸ διακονεῖσθαι τοῖς δεομένοις λαμπρο‐ τέρους ἡμᾶς ἐργάζεται. Ὅσον γὰρ ἂν ᾖς πλουσία καὶ εὔπορος, τοσοῦτον ἐπαινέσονταί σε πάντες, ὅταν πρὸς τοὺς πτωχοὺς καὶ εὐτελεῖς καταβαίνῃς, οὐκ ἄνθρωποι δὲ μόνον, ἀλλὰ καὶ ἄγγελοι, καὶ ὁ τῶν ἀγγέλων Δε‐
25σπότης· οὐκ ἐπαινέσεται δὲ μόνον, ἀλλὰ καὶ ἀμείψε‐ ται διπλαῖς δωρεαῖς. Οὐ γὰρ τῆς ἐλεημοσύνης μόνον, ἀλλὰ καὶ τῆς ταπεινοφροσύνης πολλούς σοι παρα‐ σκευάσει τοὺς μισθούς. Μὴ τοίνυν ἐπαισχυνώμεθα ταῖς τῶν πενήτων θεραπείαις, μηδὲ παραιτώμεθα
30νίπτειν τῶν ξένων τοὺς πόδας· ἁγιάζονται γὰρ ἡμῶν αἱ χεῖρες διὰ τῆς τοιαύτης διακονίας· κἂν εἰς εὐχὴν αὐτὰς ἀνατείνῃς ἀπὸ τῆς θεραπείας ἐκείνης, ὁρῶν αὐτὰς ὁ Θεὸς δυσωπεῖται μᾶλλον, καὶ τὴν αἴτησιν δίδωσι. Τὸ μὲν γὰρ χρήματα δοῦναι, πολλῶν ἂν εἴη·
35τὸ δὲ δι’ ἑαυτῶν θεραπεῦσαι τοὺς δεομένους καὶ μετὰ προθυμίας τοῦτο ποιῆσαι καὶ ἀγάπης καὶ φιλαδελ‐ φίας, πολλῆς καὶ μεγάλης δεῖται ψυχῆς καὶ φιλοσό‐ φου. Καὶ τοῦτό ἐστιν, ὃ μάλιστα πάντων ὁ Παῦλος ἐπιζητεῖ, τοῖς ἐν θλίψει καὶ πενίᾳ καὶ περιστάσεσιν
40οὕτω κελεύων συναλγεῖν, ὡς ἐν τοῖς αὐτοῖς ὄντας δεινοῖς. Τοῖς γὰρ δεσμίοις, φησὶν, ὡς συνδεδεμέ‐ νοι. Διόπερ οὐδὲ ἐνταῦθα τὸν λόγον ἔστησε μόνον, ἀλλὰ καὶ ἕτερον ἐπήγαγεν· Εἰ θλιβομένοις ἐπήρ‐ κεσεν, εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησε. Τί
45ἐστιν· Εἰ παντὶ ἔργῳ ἀγαθῷ ἐπηκολούθησεν; Ὥστε καὶ εἰς δεσμωτήριον εἰσιέναι, καὶ τοὺς δεδεμέ‐ νους ἐπισκέπτεσθαι, καὶ ἀῤῥωστοῦντας ἐπισκοπεῖν, καὶ θλιβομένους παραμυθεῖσθαι, καὶ ὀδυνωμένους παρακαλεῖν, καὶ πάντα τρόπον τὰ κατὰ δύναμιν εἰσ‐

51

.

335

(50)

φέρειν ἅπαντα, καὶ μηδὲν ὅλως παραιτεῖσθαι τῶν εἰς σωτηρίαν καὶ ἀνάπαυσιν τῶν ἀδελφῶν γινομένων τῶν ἡμετέρων. Εἰ δὲ χήραν γυναῖκα τοσαῦτα ἀπαιτεῖ κατορθώματα, τίνος ἂν εἴημεν ἀπολογίας ἄξιοι οἱ ἄνδρες ἡμεῖς ταῦτα μὴ ποιοῦντες, ἃ γυναῖκας
55χήρας ποιεῖν ἐνομοθέτησεν ὁ Παῦλος; Ἀλλ’ ἴσως ἂν εἴποι τις· Καὶ πῶς χήραν γυναῖκα τοσαύτην ἀπαιτεῖ ἀκρίβειαν, ὅτε δὲ περὶ παρθενίας ἐπέστελλεν, οὐδὲν διελέχθη τοιοῦτον; Πλείονα μὲν τούτων φιλοσοφίαν αὐτὰς ἀπῄτησεν. Ὅταν γὰρ εἴπῃ· Μεμέρισται ἡ
60γυνὴ καὶ ἡ παρθένος· καί· Ἡ ἄγαμος μεριμνᾷColumn end

51

.

336

τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ· καὶ πάλιν· Τοῦτο δὲ λέγω διὰ τὸ εὔσχημον καὶ εὐπρόσεδρον τῷ Κυρίῳ ἀπερισπάστως· οὐδὲν ἄλλο διὰ τούτων αἰνίττεται τῶν ῥημάτων ἀλλ’ ἢ ὅτι τῶν βιωτικῶν
5ἁπάντων πραγμάτων καθάπαξ ἑαυτὴν ἀποῤῥήξασαν τὴν παρθένον ὁλόκληρον ἀναθεῖναι δεῖ τῷ Θεῷ τὴν ψυχὴν καὶ μηδὲν πρὸς τὴν γῆν ἔχειν κοινὸν, μηδὲ ποτὲ μὲν τούτοις, ποτὲ δὲ ἐκείνοις σχολάζειν, ἀλλὰ καθόλου τούτοις ἀποταξαμένην, ὅλην εἰς τὰ πνευμα‐
10τικὰ πράγματα ἀναλίσκειν τὴν σχολήν. Καὶ ἡ παρα‐ βολὴ δὲ τῶν δέκα παρθένων αὐτὸ τοῦτο ἐδήλωσεν ἡμῖν. Διὰ τοῦτο γοῦν ἀπεκλείσθησαν τοῦ νυμφῶνος, ὅτι ἔλαιον οὐκ εἶχον· ἔλαιον δὲ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ φιλανθρωπία καὶ ἐλεημοσύνη καὶ φιλοφροσύνη
15καὶ προστασία τῶν ἀδικουμένων καὶ παράκλησις τῶν ὀδυνωμένων· ὅπερ οὐκ ἔχουσαι ἀπῆλθον ἐκεῖναι, καὶ τοῦ νυμφῶνος ἐξέπεσον. ϛʹ. Ταῦτ’ οὖν εἰδότες ἅπαντα, καὶ γυναῖκες, καὶ ἄν‐ δρες, καὶ παρθένοι, καὶ γεγαμημέναι, καὶ χῆραι,
20πολλὴν τῆς ἐλεημοσύνης ποιώμεθα σπουδήν· καὶ μὴ λέγωμεν, ὅτι ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ πα‐ θεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος. Μὴ πρὸς τὴν ἀξίαν ἴδῃς τοῦ δεομένου τῆς θεραπείας, ἀλλὰ πρὸς τὴν χρείαν μόνον. Κἂν γὰρ εὐτελὴς ᾖ καὶ
25ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, ὁ Χριστὸς οὕτω σοι λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι’ ἐκείνου. Ἵνα γὰρ μὴ πρὸς τὴν ἀξίαν βλέπωμεν τῶν εὐεργετουμένων, ἄκουσον τί φησι· Πεινῶντά με εἴ‐ δετε, καὶ ἐθρέψατε. Εἶτα ἐκείνων λεγόντων· Πότε
30σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἐπήγαγε λέγων· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τού‐ των, ἐμοὶ ἐποιήσατε· ὥστε οὐδεμία ἡμῖν καταλέλει‐ πται πρόφασις. Ἵνα γὰρ μὴ λέγωμεν, ὅτι Ποῦ νῦν κατὰ τὸν Ἠλίαν εὑρεῖν; ποῦ δὲ κατὰ τὸν Ἐλισσαῖον;
35καὶ, Δός μοι τοιούτους ἄνδρας, καὶ μετὰ πάσης αὐ‐ τοὺς ὑποδέξομαι τῆς προθυμίας, καὶ οὐ παραιτήσο‐ μαι νίψαι τοὺς πόδας καὶ παντὶ θεραπεῦσαι τρόπῳ· ἵνα μὴ ταῦτα λέγωμεν, ὃ πολλῷ μεῖζόν ἐστιν, αὐτὸς ὁ τοῦ Ἠλίου καὶ τοῦ Ἐλισσαίου καὶ τῶν προφητῶν
40Δεσπότης ἁπάντων διὰ τῶν πενήτων ὑπέσχετο πρὸς ἡμᾶς εἰσιέναι, λέγων· Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν μικρῶν, ἐμοὶ ἐποιήσατε. Ἀλλὰ μὴ παραδράμῃς τὸ εἰρημένον. Τὸ γὰρ, Πει‐ νῶντά με εἴδετε καὶ ἐθρέψατε, τέσσαρας ἀνάγκας
45ἐφίστησιν ἐλεημοσύνης· τὸ ἀξιόπιστον τοῦ αἰτοῦντος, ὅτι Δεσπότης ἐστὶν ὁ αἰτῶν· τὸ ἀναγκαῖον τῆς χρείας, ὅτι πεινᾷ· τὸ εὔκολον τῆς δόσεως, ὅτι τραφῆναι ζητεῖ καὶ ἄρτον αἰτεῖ μόνον, οὐχὶ τρυφήν· τὸ μέγεθος τῆς δωρεᾶς, ὅτι βασιλείαν ἀντὶ τούτων τῶν μικρῶν ἐπ‐

51

.

336

(50)

αγγέλλεται. Ἀπάνθρωπος εἶ καὶ ὠμὸς καὶ ἀνηλεής; Αἰδέσθητι, φησὶ, τὸ ἀξίωμα τοῦ αἰτοῦντος. Ἀλλ’ οὐ δυσωπεῖ σε τὸ ἀξίωμα; Πρὸς τὴν συμφορὰν ἐπι‐ κάμφθητι. Ἀλλ’ οὔτε τὰ τῆς συμφορᾶς εἰς ἔλεόν σε ἐπικάμπτει; Διὰ τὸ τῆς αἰτήσεως εὔκολον δός.
55Οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι; Οὐκοῦν
διὰ τὸ μέγεθος τῶν ἐπηγγελμένων ἀγαθῶν παράσχες335

51

.

337

τῷ δεομένῳ. Ὁρᾷς τέσσαρας αἰτίας δυναμένας καὶ τὸν λίθον αὐτὸν, καὶ τὸν μικρολόγον, καὶ τὸν τετυφω‐ μένον, καὶ τὸν ἀνηλεῆ, καὶ τὸν νωθρότατον ἁπάντων ἀνθρώπων διαναστῆσαι; Τίς οὖν ἔσται συγγνώμη τοῖς
5μετὰ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν τῶν δεο‐ μένων ὑπερορῶσιν; Εἴπω δὴ καὶ ἕτερον πρὸς τού‐ τοις· ἀκουέτωσαν οἱ μεμυημένοι. Αὐτὸς, ὅταν δέῃ σε θρέψαι, οὐδὲ τῆς σαρκὸς φείδεται τῆς ἑαυτοῦ· ὅταν δέῃ σε ποτίσαι, οὐδὲ τοῦ αἵματος φείδεται, οὐδὲ φθο‐
10νεῖ· σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως, οὐδὲ ποτηρίου; Καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ οὕτω τίμια, καὶ τῶν εὐτελῶν φειδόμενος; Ὅρα μὴ πολλάκις φειδόμενος τῷ Χριστῷ δοῦναι ἐπὶ κέρδει, δῷς ἐπὶ βλάβῃ τῷ διαβόλῳ. Ὅταν γὰρ πένησι μὴ
15δῶμεν, συκοφάνταις διδόαμεν· κλέπται πολλάκις, ἢ καὶ οἰκέται κακοῦργοι λαμβάνοντες ἀπῆλθον, ἢ καὶ ἕτεραι πραγμάτων περιστάσεις. Καὶ ταῦτα δὲ ὅταν διαφύγωμεν ἅπαντα, θάνατος ἐπελθὼν γυμνὸν ἀπ‐ ήγαγεν. Ἵν’ οὖν μὴ ταῦτα γίνηται, προλαβόντες δῶ‐
20μεν αἰτοῦντι τῷ Χριστῷ, καὶ εἰς τὸν ἄσυλον ἀποθώ‐ μεθα θησαυρὸν, ἵνα καὶ ὑπὲρ τῆς φυλακῆς καὶ ὑπὲρ τῆς προσόδου θαῤῥῶμεν. Οὐ γὰρ διατηρεῖ μόνον,
ἅπερ ἔλαβε, μετὰ ἀκριβείας· ἀλλὰ μετὰ πλείονοςColumn end

51

.

338

αὐτὰ ἀποδίδωσί σοι τῆς προσθήκης πάλιν. Μὴ τοίνυν νομίζωμεν ἡμῖν ἐλαττοῦσθαι τὴν οὐσίαν, ὅταν ἐλεη‐ μοσύνην παρέχωμεν. Οὐ γὰρ ἐλαττοῦται, ἀλλ’ αὔξε‐ ται· οὐ δαπανᾶται, ἀλλὰ πλεονάζει, καὶ πραγματεία
5τίς ἐστι καὶ σπόρος τὸ γινόμενον· μᾶλλον δὲ ἀμφο‐ τέρων τούτων κερδαλεώτερον καὶ ἀσφαλέστερον. Ἡ μὲν γὰρ ἐμπορία καὶ πνεύμασι καὶ κύμασι θαλάσσης ὑπόκειται καὶ ναυαγίοις πολλοῖς, καὶ τὰ σπέρματα καὶ αὐχμοῖς καὶ ἐπομβρίαις καὶ ἑτέραις ἀέρων
10ἀνωμαλίαις· τὰ δὲ εἰς τὴν χεῖρα τοῦ Χριστοῦ κατα‐ βαλλόμενα χρήματα ἀνώτερα πάσης ἐστὶν ἐπιβουλῆς. Οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ λαβόντος τὰ δοθέντα ἅπαξ· ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἄμητον ἐν καιρῷ
15φέροντα πλούσιον. Ὁ σπείρων γὰρ φειδομένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ’ εὐλογίαις, ἐπ’ εὐλογίαις καὶ θερίσει. Σπείρωμεν τοίνυν μετὰ δαψιλείας, ἵνα καὶ οὕτω θερίσωμεν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας
20ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end337