TLG 2062 075 :: JOANNES CHRYSOSTOMUS :: De eleemosyna JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De eleemosyna Citation: Vol — pg — (ln) | ||
51.261(1t) | ΠΕΡΙ ΕΛΕΗΜΟΣΥΝΗΣ | |
2t | Ἐκφωνηθεὶς ἐν τῷ παριέναι αὐτὸν χειμῶνος ὥρᾳ, καὶ ἰδεῖν τοὺς πένητας καὶ πτωχοὺς ἀνεπιμελή‐ | |
---|---|---|
3t | τους ἐῤῥιμμένους κατὰ τὴν ἀγοράν. | |
4 | αʹ. Πρεσβείαν τινὰ δικαίαν καὶ λυσιτελῆ καὶ πρέπου‐ | |
5 | σαν ὑμῖν ἀνέστην ποιησόμενος τήμερον πρὸς ὑμᾶς· ἑτέρου μὲν οὐδενὸς, τῶν δὲ τὴν πόλιν οἰκούντων ἡμῖν πτωχῶν ἐπὶ ταύτην με χειροτονησάντων, οὐ ῥήμασι καὶ ψηφίσμασι καὶ κοινῆς γνώμῃ βουλῆς, ἀλλὰ διὰ τῶν θεαμάτων τῶν ἐλεεινῶν καὶ πικροτάτων. Παριὼν | |
10 | γὰρ διὰ τῆς ἀγορᾶς καὶ τῶν στενωπῶν, καὶ πρὸς τὴν ὑμετέραν σύνοδον σπεύδων, εἶτα ὁρῶν ἐν μέσοις ἀμφόδοις ἐῤῥιμμένους πολλοὺς, καὶ τοὺς μὲν τὰς χεῖρας ἐκκεκομμένους, τοὺς δὲ τοὺς ὀφθαλμοὺς, τοὺς δὲ ἑλκῶν καὶ τραυμάτων ἀνιάτων γέμοντας, καὶ ταῦτα μάλιστα | |
15 | προβάλλοντας τῶν μερῶν, ἃ συγκαλύπτειν ἀναγκαῖον ἦν διὰ τὴν ἐναποκειμένην αὐτοῖς σηπεδόνα, ἐσχάτης ἐνόμισα ἀπανθρωπίας εἶναι, τὸ μὴ περὶ τούτων δια‐ λεχθῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ μάλιστα μετὰ τῶν εἰρημένων καὶ τοῦ καιροῦ πρὸς τοῦτο συν‐ | |
20 | ωθοῦντος ἡμᾶς. Ἀεὶ μὲν γὰρ ἀναγκαῖον τοὺς περὶ τῆς ἐλεημοσύνης ποιεῖσθαι λόγους, ἐπειδὴ καὶ ἡμεῖς πολ‐ λῆς ταύτης παρὰ τοῦ ποιήσαντος ἡμᾶς δεόμεθα Δε‐ σπότου· μάλιστα δὲ ἐν τῷ παρόντι καιρῷ, ὅτε πολὺς ὁ κρυμός. Ἐν μὲν γὰρ τῷ θέρει πολλὴν παρὰ τῆς | |
25 | ὥρας ἔχουσι παραμυθίαν οἱ πένητες· καὶ γὰρ καὶ γυμνοὺς βαδίζειν ἀκίνδυνον, ἀντὶ περιβολῆς τῆς ἀκτῖνος ἀρκούσης αὐτοῖς, ἐπ’ ἐδάφους ἁπλῶς καθεύ‐ δειν καὶ αἰθρίους διανυκτερεύειν ἀσφαλές· καὶ οὔτε ὑποδημάτων αὐτοῖς χρεία τοσαύτη, οὔτε οἰνοποσίας, | |
30 | οὔτε δαψιλεστέρας τροφῆς, ἀλλ’ ἀρκοῦνται μὲν ταῖς τῶν ὑδάτων πηγαῖς, ἀρκοῦνται δὲ οἱ μὲν τῶν λαχάνων τοῖς φαυλοτέροις, οἱ δὲ σπερμάτων ξηρῶν ὀλιγότητι, τῆς ὥρας τοῦ ἔτους ἐσχεδιασμένην αὐτοῖς παρεχούσης τὴν τράπεζαν. Καὶ ταύτης δὲ οὐκ ἐλάττονα ἔχουσιν | |
35 | ἑτέραν παραμυθίαν, τὴν τῆς ἐργασίας εὐκολίαν· οἱ γὰρ τὰς οἰκίας οἰκοδομούμενοι, καὶ οἱ τὴν γῆν σκά‐ πτοντες, καὶ οἱ τὴν θάλασσαν πλέοντες, τῆς τούτων μάλιστα δέονται συνεργίας. Καὶ ὅπερ τοῖς πλουτοῦσιν ἀγροὶ καὶ οἰκίαι καὶ λοιπαὶ πρόσοδοι, τοῦτο τούτοις | |
40 | τὸ σῶμά ἐστι καὶ πᾶσα ἀπὸ τῶν χειρῶν ἡ πρόσοδος, ἑτέρωθεν δὲ οὐδαμόθεν. Διὰ τοῦτο θέρους μὲν ἀπο‐ λαύουσί τινος παραμυθίας· ἐν δὲ τῇ τοῦ χειμῶνος ὥρᾳ πολὺς αὐτοῖς πάντοθεν ὁ πόλεμος, καὶ διπλῆ ἡ πο‐ λιορκία, τοῦ λιμοῦ κατεσθίοντος ἔνδον τὰ σπλάγχνα, | |
45 | τοῦ κρυμοῦ πηγνύντος τὴν σάρκα ἔξωθεν, καὶ νεκρὰν ἐργαζομένου. Διὸ καὶ πλείονος μὲν αὐτοῖς τροφῆς δεῖ, ἰσχυροτέρας δὲ τῆς περιβολῆς, καὶ στέγης, καὶ στιβάδος, καὶ ὑποδημάτων, καὶ πολλῶν ἑτέρων. Καὶ τὸ δὴ πάντων χαλεπώτερον, οὐδὲ ἐργασίας τίς ἐστιν | |
51.261(50) | αὐτοῖς εὐπορία· οὐ γὰρ ἐπιτρέπει τοῦ ἔτους ἡ ὥρα. Ἐπεὶ οὖν καὶ πλείων αὐτοῖς ἡ τῶν ἀναγκαίων χρεία, καὶ τὸ ἐργάζεσθαι μετὰ τούτου παρῄρηνται, οὐδενὸς τοὺς ἀθλίους μισθουμένου, οὐδὲ καλοῦντος εἰς διακο‐ νίαν, φέρε, τὰς τῶν ἐλεημόνων ἀντεισάγωμεν χεῖρας | |
55 | ἀντὶ τῶν μισθουμένων, τὸν ἀληθῶς προστάτην καὶ κηδεμόνα τῶν ἐν πενίᾳ ζώντων Παῦλον συνεργὸν | |
πρὸς τὴν πρεσβείαν ταύτην λαβόντες. Καὶ γὰρ πολ‐ | Column end | |
51.262(4) | λὴν τοῦ πράγματος ποιεῖται τὴν πρόνοιαν οὗτος, καὶ | |
5 | ὅσην οὐδεὶς ἕτερος. Διά τοι τοῦτο τοὺς μαθητὰς πρὸς τὸν Πέτρον διελόμενος, τὴν τῶν πενήτων οὐ διείλετο προστασίαν· ἀλλ’ εἰπὼν, ὅτι Δεξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβᾳ κοινωνίας, ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, ἐπήγαγε, Μόνον τῶν πτωχῶν ἵνα | |
10 | μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆ‐ σαι. Καὶ γὰρ πανταχοῦ τῶν Ἐπιστολῶν τὸν περὶ τού‐ των εἰσφέρει λόγον, καὶ οὐκ ἔστιν εὑρεῖν οὐδεμίαν ἐπιστολὴν ταύτης ἐκτὸς οὖσαν τῆς παραινέσεως. Οἶδε γὰρ, οἶδεν ὅση τοῦ πράγματος ἡ ἰσχύς· διὰ τοῦτο | |
15 | καθάπερ οἰκοδομῇ θαυμαστὴν ὀροφὴν ἐπιτιθεὶς ταῖς λοιπαῖς παραινέσεσι καὶ συμβουλαῖς, τὴν περὶ τού‐ των εἰσάγει διδασκαλίαν. Ὅπερ οὖν καὶ ἐνταῦθα πε‐ ποίηκε διαλεχθεὶς περὶ ἀναστάσεως, καὶ τὰ ἄλλα διορθώσας ἅπαντα, εἰς τὸν περὶ τῆς ἐλεημοσύνης | |
20 | κατέλυσε λόγον, οὕτως εἰπών· Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλη‐ σίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε· κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν. Σκόπει σύν‐ εσιν ἀποστολικὴν, πῶς εὐκαίρως ταύτης ἥψατο τῆς | |
25 | παραινέσεως. Ἐπειδὴ γὰρ ἀνέμνησε τοῦ μέλλοντος δικαστηρίου, καὶ τοῦ βήματος ἐκείνου τοῦ φοβεροῦ, καὶ τῆς δόξης, ἧς ἀμφιέννυσθαι ἔμελλον οἱ κατωρθω‐ κότες, καὶ τῆς ἀθανάτου διατριβῆς· τότε λοιπὸν εἰς τὸν περὶ τούτων ἐμβάλλει λόγον, ἵνα ταῖς χρησταῖς | |
30 | ἐλπίσιν ἀναπνεύσας καὶ ῥᾴων γενόμενος ὁ ἀκροατὴς, μετὰ πλείονος αὐτὸν καταδέξηται τῆς προθυμίας, ἐνακμάζοντα τὸν φόβον ἔχων τῆς κρίσεως, καὶ γαυριωμένην τὴν ψυχὴν ταῖς τῶν ἀποκειμένων ἀγα‐ θῶν προσδοκίαις. Ὁ γὰρ περὶ ἀναστάσεως δυνάμενος | |
35 | φιλοσοφεῖν, καὶ μεταστήσας ἑαυτὸν ὅλον πρὸς τὴν ἐκεῖ ζωὴν, οὐδὲν ἡγήσεται τὰ παρόντα εἶναι, οὐ πλοῦτον, οὐκ εὐπορίαν, οὐ χρυσίον, οὐκ ἄργυρον, οὐχ ἱματίων περιβολὴν, οὐ τρυφὴν, οὐ τραπέζας πολυτε‐ λεῖς, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν· ὁ δὲ ταῦτα μηδὲν | |
40 | εἶναι νομίζων, εὐκολώτερον τῆς τῶν πενήτων ἀνθ‐ έξεται προστασίας. Διὰ δὲ τοῦτο καὶ Παῦλος καλῶς προπαρασκευάσας αὐτῶν τὴν διάνοιαν τῇ περὶ τῆς ἀναστάσεως φιλοσοφίᾳ, τότε εἰσήγαγε τὴν παραίνεσιν. Καὶ οὐκ εἶπε, Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς πτω‐ | |
45 | χοὺς, οὐδὲ, τῆς εἰς τοὺς πένητας, ἀλλὰ, τῆς εἰς τοὺς ἁγίους· παιδεύων τοὺς ἀκούοντας καὶ τοὺς ἐν πενίᾳ θαυμάζειν, ὅταν εὐσεβεῖς ὦσι, καὶ τοὺς ἐν πλούτῳ διαπτύειν, ὅταν ἀρετῆς καταφρονῶσιν. Οἶδε γοῦν καὶ βασιλέα βέβηλον καλεῖν καὶ παράνομον, ὅταν ἐχθρὸς | |
51.262(50) | ᾖ τῷ Θεῷ, καὶ πτωχοὺς ἁγίους, ὅταν ἐπιεικεῖς ὦσι καὶ μέτριοι. Τὸν γοῦν Νέρωνα μυστήριον τῆς ἀνο‐ μίας καλεῖ, λέγων· Τὸ γὰρ μυστήριον ἤδη ἐνερ‐ γεῖται τῆς ἀνομίας· τούτους δὲ καὶ οὐδὲ τῆς ἀναγ‐ καίας εὐποροῦντας τροφῆς, ἀλλ’ ἐκ τοῦ ἐπαιτεῖν τρε‐ | |
55 | φομένους, ἁγίους ὠνόμασεν. Ἅμα δὲ κἀκείνους λαν‐ θανόντως ἐδίδασκε μὴ μέγα φρονεῖν, μηδὲ ἐπαίρεσθαι | |
τῇ τῆς ἐντολῆς δόσει, ὡς εὐτελέσι τισὶ καὶ εὐκατα‐ | 261 | |
51.263 | φρονήτοις παρέχοντας, ἀλλ’ εἰδέναι σαφῶς καὶ πεί‐ θειν ἑαυτοὺς, ὅτι τιμῆς ἀπολαύουσι μεγίστης, κατ‐ αξιούμενοι κοινωνεῖν ταῖς ἐκείνων θλίψεσιν. βʹ. Ἄξιον δὲ κἀκεῖνο ἐξετάζειν, τίνες εἰσὶν οὗτοι οἱ | |
5 | ἅγιοι· οὐδὲ γὰρ ἐνταῦθα αὐτῶν μέμνηται μόνον, ἀλλὰ καὶ ἑτέρωθι πάλιν οὕτω λέγων· Νυνὶ δὲ πορεύομαι εἰς Ἱερουσαλὴμ διακονήσων τοῖς ἁγίοις. Καὶ Λου‐ κᾶς δὲ ἐν ταῖς Πράξεσι, λιμοῦ προσδοκωμένου μεγά‐ λου, τούτων αὐτῶν μεμνημένος τῶν ἁγίων φησί· Τῶν | |
10 | δὲ μαθητῶν, καθὼς εὐπορεῖτό τις, ὥρισεν ἕκαστος πέμψαι πρὸς τοὺς πτωχοὺς τῶν ἁγίων ἐν Ἱερου‐ σαλήμ. Καὶ πάλιν, ὃ καὶ ἔμπροσθεν ἔφθην εἰπὼν, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆσαι. Ἐπειδὴ δὲ διει‐ | |
15 | λόμεθα, ἐγὼ μὲν τοὺς Ἕλληνας, ὁ δὲ Πέτρος τοὺς Ἰουδαίους, κοινῇ γνώμῃ συνεθέμεθα, φησὶν, ὥστε ἐν τοῖς πτωχοῖς μὴ εἶναι τὴν διαίρεσιν ταύτην. Ὅτε μὲν γὰρ ἐκήρυττον, ὁ μὲν τοῖς Ἰουδαίοις, ὁ δὲ τοῖς Ἕλλη‐ σιν ἐκήρυττον· ὅτε δὲ πενήτων προΐσταντο, οὐκέτι | |
20 | οὕτως, ὁ μὲν τῶν πενήτων τῶν Ἰουδαίων, ὁ δὲ τῶν πενήτων τῶν Ἑλλήνων μόνον· ἀλλὰ καὶ τῶν παρὰ Ἰουδαίοις πτωχευόντων ἕκαστος πολλὴν ἐποιεῖτο πρόνοιαν. Διὸ καὶ ἔλεγε, Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν, ὃ καὶ ἐσπούδασα αὐτὸ τοῦτο ποιῆ‐ | |
25 | σαι. Τίνες οὖν εἰσιν οὗτοι, περὶ ὧν ἐνταῦθα διαλέγε‐ ται, καὶ ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ, καὶ ἐν τῇ πρὸς Γαλάτας, ὑπὲρ ὧν καὶ Μακεδόνας παρεκάλεσεν; Οἱ τῶν Ἰουδαίων πένητες, οἱ ἐν Ἱεροσολύμοις καθ‐ ήμενοι. Καὶ τίνος οὖν ἕνεκεν τοσαύτην αὐτῶν ποιεῖ‐ | |
30 | ται πρόνοιαν; μὴ γὰρ οὐχὶ καὶ καθ’ ἑκάστην πόλιν ἦσαν πτωχοὶ καὶ πένητες; τί δήποτε οὖν πρὸς ἐκεί‐ νους πέμπει, καὶ πάντας ὑπὲρ αὐτῶν παρακαλεῖ; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, οὐδὲ προσωποληψίᾳ χρώ‐ μενός τινι, ἀλλὰ χρησίμως καὶ συμφερόντως. | |
35 | Μικρὸν δὲ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν ἀναγκαῖον. Ἐπειδὴ τὰ τῶν Ἰουδαίων μετέπεσε πράγματα, καὶ τὸν Ἰησοῦν σταυρώσαντες, τὴν φωνὴν ἐκείνην καθ’ ἑαυτῶν ἐκύρωσαν, λέγοντες, Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα, καὶ λοιπὸν ὑπὸ τὴν Ῥωμαίων ἐτέ‐ | |
40 | θησαν ἀρχὴν, οὔτε αὐτόνομοι ἦσαν, καθάπερ καὶ πρότερον, οὔτε καθόλου δοῦλοι, καθάπερ καὶ νῦν· ἀλλ’ ἐν τάξει συμμάχων ὄντες διετέλουν, φόρους μὲν τελοῦντες τοῖς βασιλεῦσιν ἑαυτῶν, καὶ τοὺς παρ’ ἐκείνων ἄρχοντας δεχόμενοι· πολλαχοῦ δὲ τοῖς ἰδίοις | |
45 | κεχρημένοι νόμοις, καὶ τοὺς παρ’ αὐτοῖς ἁμαρτά‐ νοντας κατὰ τὰ πάτρια κολάζοντες νόμιμα. Καὶ ὅτι μὲν φόρους ἐτέλουν Ῥωμαίοις, δῆλον ἐξ ὧν πειρά‐ ζοντες τὸν Ἰησοῦν, φησὶν, ἠρώτων, Διδάσκαλε, ἔξ‐ εστι δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ; ὅτε καὶ αὐτὸς | |
51.263(50) | δεῖξαι κελεύσας αὐτοῖς νόμισμα, εἶπεν, Ἀπόδοτε, λέγων, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. Ὁ Λουκᾶς δὲ καὶ ὅτι στρατηγοὺς καὶ χιλι‐ άρχους εἶχε τὸ ἱερὸν, λέγει. Τὸ μὲν οὖν ὑποκεῖσθαι τοὺς Ἰουδαίους Ῥωμαίοις, οὐ μικρὰ ταῦτα δείγματα· | |
55 | ὅτι δὲ καὶ οἰκείοις ἐκέχρηντο νόμοις, δῆλον ἐκεῖθεν· Τὸν Στέφανον ἐλίθασαν, οὐκ εἰς δικαστήριον ἀγαγόν‐ τες· τὸν Ἰάκωβον ἀπέκτειναν τὸν ἀδελφὸν τοῦ Κυρίου· τὸν Χριστὸν αὐτὸν ἐσταύρωσαν, καίτοι τοῦ δικαστοῦ συγχωρήσαντος καὶ ἀφέντος πάσης αὐτὸν κατηγορίας. | |
60 | Διὰ γὰρ τοῦτο καὶ τὰς χεῖρας ἐνίψατο, λέγων· Ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τούτου. Καὶ ἐπειδὴ σφόδρα ἐπικειμένους εἶδεν, αὐτὸς μὲν τὴν ψῆφον οὐκ ἐξήνεγ‐ κεν, ἀλλ’ ἀπέστη· ἐκεῖνοι δὲ οἰκείᾳ χρησάμενοι τυ‐ ραννίδι τὸ πᾶν μετὰ ταῦτα εἰργάσαντο· καὶ Παύλῳ | |
65 | δὲ πολλάκις ἐπέθεντο. | Column end |
51.264 | Ἐπεὶ οὖν τοῖς ἑαυτῶν ἐκέχρηντο δικαστηρίοις, ἐκ τούτων συνέβαινε τοὺς ἐξ αὐτῶν πιστεύοντας χα‐ λεπώτερα τῶν ἄλλων ἁπάντων πάσχειν κακά. Ἐν μὲν οὖν ταῖς ἄλλαις πόλεσι καὶ δικαστήρια καὶ νόμοι | |
5 | καὶ ἄρχοντες ἦσαν, καὶ οὐκ ἐξῆν τοῖς Ἕλλησι τοὺς ἐξ αὐτῶν ἀποπηδῶντας οἰκείᾳ τυραννίδι ἢ σφάττειν ἢ λιθάζειν, ἢ ἄλλο τι τοιοῦτον διατιθέναι αὐτοὺς κακόν· ἀλλ’ εἴ τις ἑάλω τοιοῦτόν τι τολμῶν παρὰ τὴν τῶν δικαζόντων ψῆφον, καὶ αὐτὸς ἐκολάζετο· | |
10 | παρὰ δὲ τοῖς Ἰουδαίοις μετὰ πολλῆς ταῦτα συγ‐ κεχώρητο τῆς ἐξουσίας. Διὰ δὴ τοῦτο πάντων δεινό‐ τερον ἔπασχον οἱ ἐξ ἐκείνων πιστεύοντες, ὥσπερ ἐν μέσοις ἀπειλημμένοι λύκοις, καὶ οὐδένα τὸν ἐξαιρού‐ μενον ἔχοντες. Οὕτω γοῦν καὶ τὸν Παῦλον ἐμαστί‐ | |
15 | γουν πολλάκις· καὶ ἄκουε αὐτοῦ τοῦτο δηλοῦντος καὶ λέγοντος· Πεντάκις τεσσαράκοντα παρὰ μίαν ὑπὸ Ἰουδαίων ἔλαβον, τρὶς ἐῤῥαβδίσθην, ἅπαξ ἐλι‐ θάσθην. Καὶ ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, γρά‐ φων πρὸς Ἑβραίους ὁ Παῦλός φησιν· Ἀναμιμνήσκε‐ | |
20 | σθε τὰς πρότερον ἡμέρας, ἐν αἷς φωτισθέντες πολλὴν ἄθλησιν ὑπεμείνατε παθημάτων, τοῦτο μὲν ὀνειδισμοῖς καὶ θλίψεσι θεατριζόμενοι, τοῦτο δὲ κοινωνοὶ τῶν οὕτω πασχόντων γενηθέντες. Καὶ γὰρ τὴν ἁρπαγὴν τῶν ὑπαρχόντων ὑμῶν | |
25 | μετὰ χαρᾶς προσεδέξασθε, γινώσκοντες κρείτ‐ τονα ὕπαρξιν ἔχειν ἐν οὐρανοῖς καὶ μένουσαν. Καὶ Θεσσαλονικέας δὲ παρακαλῶν, τούτους εἰς μέσον ἤγαγεν· Ὑμεῖς γὰρ μιμηταὶ ἐγενήθητε, ἀδελφοὶ, τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ τῶν οὐσῶν ἐν τῇ | |
30 | Ἰουδαίᾳ, ὅτι καὶ ὑμεῖς τοιαῦτα ἐπάθετε ὑπὸ τῶν ἰδίων συμφυλετῶν, καθάπερ κἀκεῖνοι ὑπὸ τῶν Ἰουδαίων. Ἐπεὶ οὖν πάντων χαλεπώτερα ἔπασχον, καὶ οὐ μόνον οὐκ ἠλεοῦντο, ἀλλὰ καὶ τὰ ὄντα ἀφ‐ ῃροῦντο ἅπαντα, καὶ ἤγοντο καὶ ἐφέροντο, καὶ πάντοθεν | |
35 | ἠλαύνοντο, εἰκότως τοὺς πανταχόθεν ἐπὶ τὴν ἐκείνων ἀντίληψιν διεγείρει. Καὶ ἐνταῦθα πάλιν ὑπὲρ τούτων αὐτῶν παρακαλεῖ Κορινθίους, λέγων· Περὶ δὲ τῆς λογίας εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκ‐ κλησίαις τῆς Γαλατίας, οὕτω καὶ ὑμεῖς ποιή‐ | |
40 | σατε. γʹ. Τίνες μὲν οὖν εἰσιν οἱ ἅγιοι οὗτοι, καὶ τί δήποτε πλείονα ὑπὲρ αὐτῶν ποιεῖται πρόνοιαν, ἱκανῶς ἀπο‐ δέδεικται· δεῖ δὲ λοιπὸν ζητῆσαι, τίνος ἕνεκεν Γαλα‐ τῶν μέμνηται. Διὰ τί γὰρ μὴ εἶπε· Περὶ δὲ τῆς λο‐ | |
45 | γίας τῆς εἰς τοὺς ἁγίους τοῦτο ποιήσατε· κατὰ μίαν σαββάτων ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θη‐ σαυρίζων· ἀλλ’ εἰπὼν, Περὶ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, καθὼς διέταξα ταῖς Ἐκκλησίαις τῆς Γα‐ λατίας, οὕτω καὶ ὑμεῖς ποιήσατε; Τίνος οὖν ἕνεκεν | |
51.264(50) | τοῦτο ποιεῖ, καὶ οὐδὲ μιᾶς, οὐδὲ δύο, οὐδὲ τριῶν ἀνα‐ μιμνήσκει πόλεων, ἀλλὰ ἔθνους ὁλοκλήρου; Ἵνα πλείονα δέξωνται προθυμίαν, καὶ τὰ ἑτέρων ἐγκώμια αὐτοῖς ὑπόθεσις γένηται ζήλου. Εἶτα λέγει καὶ τὸν τρόπον, καθ’ ὃν διέταξε· Κατὰ μίαν σαββάτων, | |
55 | φησὶν, ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρί‐ ζων ὅ τι ἂν εὐοδῶται, ἵνα μὴ, ὅταν ἔλθω, τότε λο‐ γίαι γίνωνται. Μίαν σαββάτων τὴν κυριακὴν ἐκάλεσε. Καὶ τίνος ἕνεκεν ταύτην ἐπέταξε τῇ εἰσφορᾷ τὴν ἡμέ‐ ραν; διὰ τί μὴ εἶπε, τῇ δευτέρᾳ τῶν σαββάτων, τῇ | |
60 | τρίτῃ τῶν σαββάτων, ἢ αὐτοῖς τοῖς σάββασιν; Οὐχ ἁπλῶς, οὐδὲ εἰκῆ· ἀλλὰ βουλόμενός τινα καὶ ἀπὸ τοῦ | |
καιροῦ λαβεῖν συμμαχίαν εἰς τὸ προθυμοτέρους ποιῆ‐ | 263 | |
51.265 | σαι τοὺς εἰσφέροντας. Οὐ μικρὸν δὲ ἐπιτηδειότης και‐ ροῦ ἐν ἅπασι πράγμασι. Καὶ τί, φησὶν, ὁ καιρὸς ἐπιτήδειον ἔχει πρὸς τὸ πεῖσαι διδόναι ἐλεημοσύνην; Κατὰ τὴν ἡμέραν ταύτην τὸ πάσης ἐργασίας ἀφίστα‐ | |
5 | σθαι, τὸ φαιδροτέραν γίνεσθαι τὴν ψυχὴν ἐκ τῆς ἀνέ‐ σεως, τὸ δὲ πάντων μεῖζον, τὸ μυρίων ἡμᾶς κατ’ αὐ‐ τὴν ἀπολελαυκέναι καλῶν. Ἐν ταύτῃ γὰρ τῇ ἡμέρᾳ κατελύθη ὁ θάνατος, ἐσβέσθη ἡ κατάρα, ἁμαρτία ἠφανίσθη, ᾅδου πύλαι συνεκλάσθησαν, καὶ δέσμιος ὁ | |
10 | διάβολος γέγονε, καὶ ὁ χρόνιος ἀνῃρήθη πόλεμος, καὶ καταλλαγαὶ Θεοῦ πρὸς ἀνθρώπους ἐγένοντο· καὶ πρὸς τὴν προτέραν, μᾶλλον δὲ πρὸς πολλῷ μείζονα ἐπανῆλ‐ θεν εὐγένειαν ἡμῶν τὸ γένος, καὶ τὸ θαυμαστὸν ἐκεῖνο καὶ παράδοξον ἐπεῖδε θέαμα ἥλιος, ἄνθρωπον ἀθάνα‐ | |
15 | τον γεγενημένον. Τούτων δὲ πάντων ἡμᾶς ἀναμνῆσαι βουλόμενος, καὶ τῶν τοιούτων, τὴν ἡμέραν εἰς μέσον ἤγαγε, μονονουχὶ συνήγορον αὐτὴν λαμβάνων, καὶ πρὸς ἕκαστον λέγων· Ἐννόησον πόσων καὶ ἡλίκων ἀπέλαυσας ἀγαθῶν κατὰ τὴν ἡμέραν ταύτην, ἄν‐ | |
20 | θρωπε· πόσων ἀπηλλάγης κακῶν· τίς ὢν τὸ πρότε‐ ρον, τίς ἐγένου μετὰ ταῦτα. Εἰ δὲ τὰς γενεθλίους ἡμῶν ἡμέρας, πολλοὶ δὲ τῶν οἰκετῶν κἀκείνας, ἐν αἷς ἠλευθερώθησαν, μετὰ πολλῆς ἄγουσι τῆς τιμῆς, καὶ οἱ μὲν συμπόσια ποιοῦνται, οἱ δὲ ἐλεύθεροι καὶ | |
25 | δῶρα δωροῦνται, πολλὰ τὸν καιρὸν τιμῶντες· πολλῷ μᾶλλον ἡμᾶς χρὴ τιμᾷν τὴν ἡμέραν ταύτην, ἣν οὐκ ἄν τις ἁμάρτοι τῆς ἀνθρωπίνης φύσεως ἁπάσης γενέθλιον προσειπών. Ἀπολωλότες γὰρ ἦμεν, καὶ εὑ‐ ρέθημεν· νεκροὶ, καὶ ἀνεζήσαμεν· ἐχθροὶ, καὶ κατηλ‐ | |
30 | λάγημεν. Διὰ τοῦτο καὶ προσήκει αὐτὴν τιμᾷν τιμὴν πνευματικὴν, οὐχὶ συμπόσια ποιοῦντας, οὐδὲ οἶνον ἐκχέοντας, οὐδὲ μεθύοντας καὶ χορεύοντας, ἀλλὰ τοὺς πτωχοτέρους τῶν ἀδελφῶν ἐν πολλῇ καθιστάντας ἀφθονίᾳ. Ταῦτα λέγω, οὐχ ἵνα ἐπαινῆτε, ἀλλ’ ἵνα | |
35 | καὶ μιμῆσθε. Μὴ γὰρ δὴ μόνον πρὸς Κορινθίους ταῦτα εἰρῆσθαι νομίζετε, ἀλλὰ καὶ πρὸς ἡμῶν ἕκαστον, καὶ τῶν μετὰ ταῦτα ἐσομένων ἁπάντων· καὶ ποιῶμεν αὐτὸ δὲ τοῦτο, ὅπερ Παῦλος ἐπέταξε· καὶ κατὰ κυ‐ ριακὴν ἕκαστος ἀποτιθέσθω οἴκοι χρήματα δεσποτικά· | |
40 | καὶ νόμος ἔστω τὸ πρᾶγμα καὶ συνήθεια ἀκίνητος, καὶ οὐ δεησόμεθα παραινέσεως λοιπὸν, οὐδὲ συμβου‐ λῆς· οὐ γὰρ οὕτω λόγος καὶ παραίνεσις ἰσχύει τὰ τοιαῦτα κατορθοῦν, ὡς συνήθεια χρόνῳ βεβαιωθεῖσα. Ἂν τοῦτο κυρώσωμεν κατὰ κυριακὴν ἀποτίθεσθαί τι | |
45 | πρὸς τὴν τῶν πενήτων ἀντίληψιν, οὐδ’ ἂν μυρίαι γένοιντο ἀνάγκαι, τὸν νόμον παραβησόμεθα τοῦτον. Εἰπὼν δὲ, Κατὰ μίαν σαββάτων, ἐπήγαγεν, Ἕκα‐ στος ὑμῶν. Οὐχὶ πλουσίοις λέγω, φησὶ, μόνον, ἀλλὰ καὶ πένησιν· οὐκ ἐλευθέροις, ἀλλὰ καὶ δούλοις· οὐκ | |
51.265(50) | ἀνδράσιν, ἀλλὰ καὶ γυναιξί. Μηδεὶς ἔστω ταύτης ἀτε‐ λὴς τῆς λειτουργίας, μηδὲ ἄμοιρος τοῦ κέρδους, ἀλλ’ ἕκαστος εἰσφερέτω. Οὐδὲ γὰρ ἡ πενία κώλυμα γέ‐ νοιτ’ ἂν τῆς τοιαύτης εἰσφορᾶς. Κἂν γὰρ μυριάκις ᾖς πένης, οὐκ εἶ πενέστερος τῆς χήρας ἐκείνης, ἣ | |
55 | τὴν οὐσίαν πᾶσαν ἐκένωσε. Κἂν μυριάκις ᾖς πτωχὸς, οὐκ εἶ πτωχότερος τῆς Σιδωνίας γυναικὸς, ἣ δράκα ἀλεύρου μόνον ἔχουσα, οὐδὲ οὕτως ἐστενοχωρεῖτο πρὸς τὴν τοῦ προφήτου δεξίωσιν· ἀλλ’ ὁρῶσα καὶ χορὸν περιεστῶτα παίδων, καὶ λιμὸν ἐπικείμενον, | |
60 | καὶ οὐδὲν ἀποκείμενον ἕτερον, μετὰ πολλῆς τῆς προ‐ θυμίας τὸν προφήτην ἐδέχετο. Τίνος δὲ ἕνεκεν εἶπεν, | |
ὅτι Παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων; Ἐπειδὴ ὁ | Column end | |
51.266 | τιθεὶς ἴσως ᾐσχύνετο καὶ ἠρυθρία ὀλίγον ὂν ἐπι‐ δεῖξαι. Διὰ τοῦτό φησι, Σὺ τήρει καὶ φύλαττε, καὶ ὅταν ταῖς κατὰ μέρος εἰσφοραῖς τὸ ὀλίγον πολὺ γέ‐ νηται, τότε ἄγε εἰς μέσον. Καὶ οὐκ εἶπε, συλλέ‐ | |
5 | γων, ἀλλὰ, θησαυρίζων, ἵνα μάθῃς ὅτι ἡ δαπάνη αὕτη θησαυρός ἐστιν, ὅτι τὸ ἀνάλωμα τοῦτο πρόσ‐ οδος γίνεται· θησαυρὸς θησαυροῦ παντὸς βελτίων. Οὗτος μὲν γὰρ ὁ αἰσθητὸς καὶ ἐπιβουλεύεται καὶ μειοῦται, καὶ τοὺς εὑρόντας πολλάκις ἀπώλεσεν· ὁ | |
10 | δὲ ἐν τοῖς οὐρανοῖς, τοὐναντίον ἅπαν· ἀνάλωτος μέ‐ νει καὶ ἀνεπιβούλευτος, σωτηρία τοῖς κεκτημένοις καὶ τοῖς μεταλαμβάνουσιν. Οὐ γὰρ δαπανᾶται χρόνῳ, οὐχ ἁλίσκεται φθόνῳ, ἀλλ’ ἔστιν ἀχείρωτος πάσαις ταῖς τοιαύταις ἐπιβουλαῖς, καὶ μυρία κομίζει τοῖς | |
15 | λέγουσιν αὐτὸν ἀγαθά. δʹ. Πειθώμεθα τοίνυν, καὶ ποιῶμεν οὕτω καὶ ἡμεῖς· καὶ ἔστω καὶ ἱερὰ χρήματα μετὰ τῶν ἰδιωτικῶν ἐν ταῖς οἰκίαις ἀποκείμενα ταῖς ἡμετέραις, ἵνα καὶ τὰ ἰδιωτικὰ διὰ τούτων φυλάττηται. Καθάπερ γὰρ ἐν | |
20 | ταμιείοις βασιλικοῖς ἂν φανῇ τινος τῶν ἀρχομένων ἀποκείμενα χρήματα, κἀκεῖνα διὰ ταῦτα πολλῆς ἀπο‐ λαύει τῆς ἀσφαλείας· οὕτω δὴ καὶ ἐν τῇ οἰκίᾳ τῇ σῇ ἂν ἀποθῇ χρήματα πενήτων καὶ κατὰ κυρια‐ κὴν συλλέγῃς, ταῦτα ἐκείνων ἔσται ἀσφάλεια. Οὕτω | |
25 | καὶ οἰκονόμος γενήσῃ τῶν σαυτοῦ χρημάτων ὑπὸ Παύλου χειροτονηθείς. Τί λέγω; Καὶ τὰ ἤδη συλλε‐ γέντα πρὸς τὸ πλείονα συλλέξαι πάλιν ὑπόθεσίς σοι γενήσεται καὶ ἀφορμὴ πλείων. Ἂν γὰρ ἀρχὴν ποιήσῃ μόνον τῆς καλῆς ταύτης συνηθείας, αὐτὸς ὑπὸ σαυ‐ | |
30 | τοῦ δυνήσῃ διανίστασθαι πάλιν, οὐδενὸς γενομένου συμβόλου. Γενέσθω τοίνυν ἐκκλησία τῷ τρόπῳ τούτῳ ἡ ἑκάστου οἰκία, χρημάτων ἱερῶν ἔνδον ἀποκειμένων. Καὶ γὰρ τὰ γαζοφυλάκια τὰ ἐνταῦθα κείμενα τούτων ἐστὶ σύμβολον. Ὅπου πενήτων κεῖται χρήματα, ἄβα‐ | |
35 | τος τοῖς δαίμοσιν ὁ τόπος ἐστί· καὶ ὑπὲρ ἀσπίδα, καὶ δόρυ, καὶ ὅπλα, καὶ σώματος ἰσχὺν, καὶ στρατιωτῶν πλῆθος, τὰ πρὸς ἐλεημοσύνην συλλεγόμενα χρήματα τειχίζει τὰς οἰκίας. Εἰπὼν τοίνυν πότε, καὶ παρὰ τίνων, καὶ πῶς τὰ τοιαῦτα συλλέγεσθαι δεῖ χρήματα, | |
40 | τὴν ποσότητα λοιπὸν αὐτοῖς τοῖς εἰσφέρουσιν ἐπέτρε‐ ψεν. Οὐ γὰρ εἶπεν, ὅτι Τόσον καὶ τόσον εἰσένεγκε, ἵνα μὴ βαρὺ τὸ ἐπίταγμα γένηται, πολλῶν πενίαν προβαλλομένων· ὥστε μὴ λέγειν τοὺς πένητας, Τί οὖν, ἂν μὴ δυνώμεθα; ἀλλὰ τῇ δυνάμει τῶν εἰσφε‐ | |
45 | ρόντων τὸ μέτρον τῆς εἰσφορᾶς ὡρίσατο. Ἕκαστος, φησὶν, ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων, ὅ τι ἂν εὐοδῶται. Καὶ οὐκ εἶπεν, ὅπερ ἂν δυνηθῇ, ἢ ὅπερ ἂν εὑρεθῇ, ἀλλ’ Ὅπερ ἂν εὐοδωθῇ· δεικνὺς ὅτι καὶ τὴν ἄνωθεν ῥοπὴν καὶ εὔνοιαν ἕξει συναντι‐ | |
51.266(50) | λαμβανομένην αὐτῷ. Οὐ γὰρ δὴ τοῦτο μόνον ὁ Παῦ‐ λος ἐσκόπει, ὅπως εἰσενεχθείη τοῖς πένησι χρήματα, ἀλλὰ καὶ ὅπως μετὰ προθυμίας πολλῆς. Ἐπεὶ καὶ ὁ Θεὸς τὴν ἐλεημοσύνην διὰ τοῦτο ὥρισεν, οὐχ ἵνα τρέ‐ φωνται μόνον οἱ δεόμενοι, ἀλλ’ ἵνα καὶ οἱ παρέχοντες | |
55 | εὐεργετῶνται, καὶ διὰ τούτους μᾶλλον, ἢ δι’ ἐκεί‐ νους. Εἰ γὰρ τὸ ἐκείνων ἐσκόπει μόνον, ὅπως δοθείη τὰ χρήματα μόνον ἐπέταττεν ἂν, οὐκ ἂν δὲ τὴν προ‐ θυμίαν τῶν διδόντων ἐζήτει· νυνὶ δὲ ὁρᾷς ἄνω καὶ κάτω ὑπὲρ τούτου μάλιστα τὸν Ἀπόστολον διαταττό‐ | |
60 | μενον, ὅπως χαίροντες, ὅπως ἱλαροὶ παρέχοιεν οἱ παρ‐ έχοντες. Καὶ ποτὲ μέν φησι· Μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ Θεός· οὐχ ἁπλῶς δότην, ἀλλὰ τὸν μεθ’ ἡδονῆς τοῦτο ποιοῦντα. Καὶ πάλιν ἀλλαχοῦ, Ὁ μεταδιδοὺς ἐν ἁπλότητι, ὁ | |
65 | προϊστάμενος ἐν σπουδῇ, ὁ ἐλεῶν ἐν ἱλαρότητι. | 265 |
51.267 | Ἐπεὶ καὶ τοῦτό ἐστιν ἐλεημοσύνη, τὸ χαίροντα καὶ νομίζοντα λαμβάνειν μᾶλλον ἢ διδόναι, οὕτω παρέχειν. Διὰ τοῦτο παντὶ τρόπῳ πειρᾶται εὔκολον ποιῆσαι τὸ ἐπίταγμα, ἵνα μετὰ προθυμίας ἡ εἰσφορὰ γένηται. | |
5 | Καὶ σκόπει πόσοις ἐπεχείρησε κεφαλαίοις τὸ βαρὺ τοῦ πράγματος ἐπιτεμνόμενος. Ἐνὶ μὲν καὶ πρώτῳ, τῷ μὴ παρ’ ἑνὸς καὶ δύο ἢ τριῶν, ἀλλὰ παρὰ πάσης αὐτὸ κελεῦσαι εἰσενεχθῆναι τῆς πόλεως. Λογία γὰρ οὐδὲν ἕτερόν ἐστιν, ἀλλ’ ἢ συλλογὴ καὶ ἔρανος παρὰ πάντων | |
10 | ἐπιδιδόμενος. Δευτέρῳ, τῷ τῶν λαμβανόντων ἀξιώ‐ ματι· οὐ γὰρ εἶπε, Πτωχοὺς, ἀλλ’ Ἁγίους. Τρίτῳ, τῷ παραδείγματι τῶν ἤδη πεποιηκότων· Καθὼς διέ‐ ταξα γὰρ, φησὶ, ταῖς Ἐκκλησίαις τῆς Γαλατίας. Πρὸς τούτοις, τῇ τῆς ἡμέρας εὐκαιρίᾳ· Κατὰ μίαν | |
15 | γὰρ, φησὶ, σαββάτων ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τι‐ θέτω θησαυρίζων. Πέμπτῳ, τῷ μὴ πᾶσαν ὑφ’ ἓν κελεῦσαι εἰσενεχθῆναι τὴν ἐλεημοσύνην· ἀλλ’ ἠρέμα καὶ κατὰ μικρόν. Οὐ γάρ ἐστιν ἴσον ἐν ἡμέρᾳ μιᾷ κελεύειν τὸ εἰσφέρειν, καὶ ἐν τοσούτῳ κατακερ‐ | |
20 | ματίζειν αὐτὸ χρόνῳ· τὸ γὰρ τοιοῦτον οὐδὲ αἴσθησιν παρέχει δαπάνης. Ἕκτῳ, τῷ μὴ μέτρον ὁρίσαι, ἀλλ’ ἐπιτρέψαι τῇ γνώμῃ τῶν εἰσφερόντων, καὶ δεῖξαι παρὰ Θεοῦ τοῦτο διδόμενον· τῷ γὰρ εἰπεῖν, Ὅ τι ἂν εὐοδῶται, ἀμφότερα ταῦτα ἐδήλωσε. Προσέθηκε καὶ | |
25 | ἕβδομον ἕτερον τρόπον εἰπὼν, Ἵνα μὴ, ὅταν ἔλθω, τότε λογίαι γίνωνται. Ὁμοῦ τε γὰρ αὐτοὺς καὶ κατ‐ επείγει προσδοκῶντας αὐτοῦ τὴν παρουσίαν, καὶ παραμυθεῖται, προθεσμίαν αὐτοῖς πολλὴν παρέχων. Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ καὶ ὄγδοον | |
30 | προσέθηκεν ἕτερον. Ποῖον δὲ τοῦτο; Ἐπειδὰν δὲ, φησὶ, παραγένωμαι, οὓς ἂν δοκιμάσητε δι’ ἐπι‐ στολῶν, τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν· καὶ ἐὰν ᾖ ἄξιον τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Ὅρα τὸ ἄτυφον καὶ ἐπιει‐ | |
35 | κὲς τῆς μακαρίας καὶ γενναίας ἐκείνης ψυχῆς, καὶ τὸ κηδεμονικὸν καὶ φιλόστοργον. Οὐ γὰρ ἠθέλησεν αὐτὸς, οὐδὲ ἠνέσχετο τοὺς διακονησομένους τοῖς χρή‐ μασι τούτους χειροτονῆσαι ἐξ οἰκείας γνώμης· ἀλλ’ ἐκείνοις τὴν αἵρεσιν τούτων ἐπέτρεψε, καὶ οὐκ ἐνόμι‐ | |
40 | ζεν ὕβριν εἶναι τὸ πρᾶγμα, εἰ τῇ Κορινθίων ψήφῳ καὶ γνώμῃ, ἀλλὰ μὴ τῇ Παύλου μέλλοιεν οὕτω καθ‐ ίστασθαι· τοὐναντίον μὲν οὖν αὐτῷ ἄτοπον εἶναι ἐφαίνετο, τὴν μὲν εἰσφορὰν ἐκείνων εἶναι, τὴν δὲ αἵ‐ ρεσιν τῶν ὑπηρετησομένων αὐτοῦ. Διὰ τοῦτο αὐτοῖς | |
45 | τοῦτο ἐπέτρεψεν, ὁμοῦ τε τὴν ἐπιείκειαν ἐπιδεικνύ‐ μενος, ὁμοῦ τε πᾶσαν λαβὴν ἀναιρῶν καὶ σκιὰν ὑπ‐ οψίας ἀτόπου. Εἰ γὰρ καὶ τοῦ ἡλίου λαμπρότερος ἦν, καὶ πάσης πονηρᾶς ὑποψίας ἀπηλλαγμένος, ἀλλ’ ὅμως καὶ οὕτως ἐκ περιουσίας ἐσπούδαζε καὶ τῶν | |
51.267(50) | ἀσθενεστέρων φείδεσθαι, καὶ τὰς ψευδεῖς ὑπονοίας διαφεύγειν. Διὰ τοῦτό φησιν· Ἐπειδὰν παραγένω‐ μαι, οὓς ἐὰν δοκιμάσητε, τούτους πέμψω ἀπεν‐ εγκεῖν τὴν χάριν ὑμῶν. Τί λέγεις; σὺ δὲ οὐ πλεῖς, οὐδὲ δέχῃ τὰ χρήματα, ἀλλ’ ἑτέροις τὸ πρᾶγμα ἐπι‐ | |
55 | τρέπεις; Ἵν’ οὖν μὴ ταῦτα ἐννοοῦντες ῥᾳθυμότεροι γένωνται, ὅρα πῶς καὶ τοῦτο πάλιν διώρθωσεν. Οὐ γὰρ εἶπεν ἁπλῶς, Οὓς ἐὰν δοκιμάσητε πέμψω, ἀλλὰ τί; Δι’ ἐπιστολῶν. Κἂν μὴ τῷ σώματι παρῶ, ἀλλὰ τοῖς γράμμασι παρέσομαι τοῖς ἐμοῖς, καὶ συναντι‐ | |
60 | λήψομαι τῆς διακονίας ἐκείνοις. εʹ. Ἆρα ἄξιοι τῆς σκιᾶς ἐσμεν τῆς τοῦ Παύλου, ἢ τῶν ὑποδημάτων ἐκείνου, ὅταν ἐκεῖνος μὲν τοσαύτην παρὰ πᾶσι δόξαν ἔχων διακρούηται τὰς παρὰ πάντων τιμὰς, ἡμεῖς δὲ καὶ ἀγανακτῶμεν, καὶ δυσχεραίνω‐ | |
65 | μεν, ἂν μὴ τῇ ἡμετέρᾳ γνώμῃ, μηδὲ τῇ κρίσει καὶ τῇ ψήφῳ οἱ τὰ τοιαῦτα διακονούμενοι χρήματα χει‐ | |
ροτονῶνται; ὅταν ὕβριν εἶναι νομίζωμεν τὸ μὴ μεθ’ | Column end | |
51.268 | ἡμῶν καὶ τῆς ἡμετέρας γνώμης τοὺς τὰ αὐτῶν δαπα‐ νῶντας τοῦτο ποιεῖν; Καὶ ὅρα πῶς ἑαυτοῦ πανταχοῦ μέμνηται, καὶ οὐδαμοῦ ἐπιλανθάνεται, οὐδὲ γὰρ ἐν‐ ταῦθα ἐντολὴν ἐκάλεσεν, οὐδὲ ἐλεημοσύνην, ἀλλὰ, | |
5 | Χάριν· δεικνὺς, ὅτι καθάπερ νεκροὺς ἐγείρειν, καὶ δαίμονας ἐλαύνειν, καὶ λεπροὺς καθαίρειν, χάριτος ἔργον ἐστίν· οὕτω καὶ πενίαν διορθοῦν, καὶ τοῖς δεο‐ μένοις χεῖρα ὀρέγειν, καὶ πολλῷ μᾶλλον τοῦτο ἢ ἐκεῖνο· ἀλλ’ εἰ καὶ χάρις ἐστὶ, καὶ τῆς ἡμετέρας δεῖ‐ | |
10 | ται σπουδῆς καὶ προθυμίας, ἵνα ἑλώμεθα καὶ βουληθῶμεν, καὶ τῆς χάριτος ἀξίους ἑαυτοὺς παρα‐ σκευάσωμεν. Ἑνὶ μὲν οὖν τούτῳ παρεμυθήσατο, τῷ τὰ γράμματα αὐτοῦ πέμπειν μετ’ ἐκείνων· ἑτέρῳ δὲ μείζονι τοῦ προτέρου πάλιν, τῷ καὶ αὐτὸν ὑποσχέ‐ | |
15 | σθαι τῆς ἀποδημίας ταύτης κοινωνήσειν αὐτοῖς. Ἐὰν γὰρ ᾖ ἄξιον, φησὶ, τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται. Καὶ σκόπει κἀνταῦθα αὐτοῦ τὴν σύν‐ εσιν. Οὔτε γὰρ ἠρνήσατο συναπιέναι, οὔτε ὑπέσχετο καθάπαξ, ἀλλὰ πάλιν τῇ τῶν διδόντων γνώμῃ τοῦτο | |
20 | ἐπέτρεψε, καὶ κυρίους αὐτοὺς ἐποίησε τῆς ἀποδημίας τῆς ἑαυτοῦ, ἐνδειξάμενος ὅτι εἰ δαψιλὲς εἴη τὸ δεδο‐ μένον καὶ τοσοῦτον ὡς καὶ αὐτὸν διαναστῆσαι, πάν‐ τως ἅψεται τῆς ὁδοῦ. Τὸ γὰρ εἰπεῖν, Ἐὰν ᾖ ἄξιον, τοῦτό ἐστιν αἰνιττομένου. Εἰ μὲν οὖν καθόλου τὴν | |
25 | ἀποδημίαν ταύτην ἠρνήσατο, ἀθυμοτέρους ἂν ἐποίησε καὶ ὀκνηροτέρους αὐτούς· πάλιν εἰ ἀμφιβόλως ὡμο‐ λόγησε καὶ ὑπέσχετο, ῥᾳθυμοτέρους ἂν εἰργάσατο. Διὰ δὴ τοῦτο οὔτε ἀπαγορεύει καθόλου, οὔτε ὑπ‐ ισχνεῖται· ἀλλ’ ἐπὶ τῇ γνώμῃ τῶν Κορινθίων τοῦτο | |
30 | ποιεῖ, εἰπὼν, Ἐὰν δὲ ᾖ ἄξιον. Ἀκούοντες γὰρ ὅτι Παῦλος μέλλει τὴν προσφορὰν αὐτῶν ἀποφέρειν, πλείονι προθυμίᾳ καὶ σπουδῇ πρὸς τὸ πρᾶγμα ἐκέχρηντο· ὥστε τὰς ἁγίας χεῖρας ἐκείνας διακονή‐ σασθαι τοῖς διδομένοις, καὶ τὰς εὐχὰς τὰς ἐκείνου | |
35 | προστεθῆναι τῇ θυσίᾳ ταύτῃ. Εἰ δὲ Παύλῳ διδό‐ ναι μέλλοντες οἱ Κορίνθιοι ὥστε διακομίσαι, μετὰ πλείονος τοῦτο ἐποίουν τῆς προθυμίας· σὺ τῷ Παύ‐ λου μέλλων διδόναι Δεσπότῃ (διὰ γὰρ τῶν πενήτων ἐκεῖνος λαμβάνει), ποίαν ἕξεις ἀπολογίαν ἀναβαλλό‐ | |
40 | μενος; Οὐδὲ γὰρ ἂν, εἰ μὴ μέγα ἦν τὸ πρᾶγμα καὶ πολλῆς ἄξιον σπουδῆς, ὁ τὴν οἰκουμένην πᾶσαν ἐγχει‐ ρισθεὶς, καὶ τὰς ὑφ’ ἡλίῳ κειμένας μεριμνῶν Ἐκκλη‐ σίας, ὑπέσχετο τῇ τῶν χρημάτων οἰκονομίᾳ διακονή‐ σασθαι τούτων. Ταῦτ’ οὖν καὶ ἡμεῖς λογιζόμενοι, ἄν τε | |
45 | δοῦναι δέῃ, ἄν τε παρέχουσιν ἑτέροις ὑπηρετεῖν, μὴ κατοκνῶμεν, μηδὲ ἀθυμῶμεν, ὡς τῆς οὐσίας ἡμῖν ἐλαττουμένης. Πῶς γὰρ οὐκ ἄτοπον, τὸν μὲν γηπόνον τὰ σπέρματα καταβάλλοντα, καὶ τὰ ὄντα κενοῦντα, μὴ δάκνεσθαι, μηδὲ ἀλγεῖν, μηδὲ ἀνάλωμα νομίζειν | |
51.268(50) | εἶναι τὸ γινόμενον, ἀλλὰ κέρδος καὶ πρόσοδον, καίτοι ἀδήλου τῆς ἐλπίδος οὔσης· σὲ δὲ οὐκ ἐπὶ τοιούτοις, ἀλλ’ ἐπὶ πολλῷ μείζοσι σπείροντα, καὶ αὐτῷ μέλ‐ λοντα τὸ ἀργύριον ἐγχειρίζειν τῷ Χριστῷ, ἀνα‐ δύεσθαι, καὶ ναρκᾷν, καὶ πενίαν προβάλλεσθαι; Μὴ | |
55 | γὰρ οὐκ ἠδύνατο ὁ Θεὸς κελεῦσαι τῇ γῇ χρυσίον ἀπηρτισμένον ἐκβαλεῖν; Ὁ γὰρ εἰπὼν, Βλαστη‐ σάτω ἡ γῆ βοτάνην χόρτου, καὶ δείξας αὐτὴν ἐξαίφνης κομῶσαν, ἠδύνατο κελεῦσαι καὶ πηγὰς καὶ ποταμοὺς χρυσίου ῥεῦσαι πάντοθεν. Ἀλλ’ οὐκ ἠθέ‐ | |
60 | λησεν, ἀλλ’ ἀφῆκεν εἶναι πολλοὺς ἐν πτωχείᾳ, διά τε τὸ ἐκείνοις, διά τε τὸ σοὶ συμφέρον. Καὶ γὰρ πρὸς ἀρετὴν ἐπιτηδειότερον πενία πλούτου· καὶ τοῖς ἐν ἁμαρτήμασι καθεστηκόσιν οὐ μικρὰ παραμυθία γί‐ νεται ἀπὸ τῆς εἰς τοὺς δεομένους βοηθείας, καὶ το‐ | |
65 | σαύτη τοῦ πράγματος σπουδὴ τῷ Θεῷ, ὅτι καὶ παραγενόμενος, καὶ σάρκα περιβαλόμενος, καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς, οὐ παρῃτήσατο, οὐδὲ αἰσχύνης ἄξιον εἶναι ἐνόμισεν οἰκονομεῖν αὐτὸς τὰ τῶν πενήτων. Καίτοι γε τοσούτους ἐργασάμε‐ | |
70 | νος ἄρτους, καὶ πάντα ἐξ ἐπιτάγματος ποιῶν ἅπερ | 267 |
51.269 | ἤθελε, καὶ δυνάμενος δεῖξαι μυρίους ἀθρόον θησαυ‐ ροὺς, οὐκ ἐποίησε τοῦτο· ἀλλὰ γλωσσόκομον ἔχειν ἐκέλευσε τοῖς μαθηταῖς, καὶ τὰ βαλλόμενα βαστάζειν, καὶ τοῖς δεομένοις ἐκεῖθεν ἐπικουρεῖν. Ὅτε γοῦν τῷ | |
5 | Ἰούδᾳ περὶ τῆς προδοσίας αἰνιγματωδῶς διελέγετο, μὴ συνιέντες οἱ μαθηταὶ τὸ λεχθὲν, ἐνόμισαν, φησὶν, ὅτι εἶπεν αὐτῷ ἵνα τοῖς πτωχοῖς τι δῷ· Καὶ γὰρ τὸ γλωσσόκομον αὐτὸς, φησὶν, εἶχε, καὶ τὰ βαλλό‐ μενα ἐβάσταζε. Πολὺς γὰρ τῷ Θεῷ λόγος ἐλέους, οὐ | |
10 | τοῦ παρ’ αὐτοῦ μόνον εἰς ἡμᾶς, ἀλλὰ καὶ τοῦ παρ’ ἡμῶν εἰς τοὺς συνδούλους ὀφείλοντος γίνεσθαι· καὶ ἐν τῇ Παλαιᾷ, καὶ ἐν τῇ Καινῇ μυρίους ὑπὲρ τούτου τίθησι νόμους, κελεύων διὰ πάντων εἶναι φιλάνθρω‐ πον, καὶ διὰ ῥημάτων, καὶ χρημάτων, καὶ πραγμά‐ | |
15 | των. Καὶ Μωϋσῆς ἄνω καὶ κάτω τοὺς περὶ τούτων διασπείρει λόγους ταῖς νομοθεσίαις ἁπάσαις· καὶ οἱ προφῆται ἐκ προσώπου τοῦ Θεοῦ τοῦτο βοῶσιν, ὅτι Ἔλεον θέλω, καὶ οὐ θυσίαν· καὶ οἱ ἀπόστολοι πάντες συνῳδὰ τούτοις καὶ ποιοῦσι καὶ λέγουσι. Μὴ | |
20 | τοίνυν καταμελῶμεν τοῦ πράγματος· οὐ γὰρ τοὺς πένητας, ἀλλ’ αὐτοὺς ἡμᾶς τὰ μέγιστα ὠφελοῦμεν, καὶ μείζονα λαμβάνομεν ὧν παρέχομεν. ϛʹ. Ταῦτα δὲ οὐχ ἁπλῶς λέγω νῦν, ἀλλ’ ἐπειδὴ πολλοὶ πολλάκις πρὸς τοὺς δεομένους ἀκριβολογοῦνται, καὶ | |
25 | πατρίδα ἐξετάζοντες, καὶ βίον, καὶ τρόπους, καὶ ἐπι‐ τήδευμα, καὶ τὴν τοῦ σώματος εὐεξίαν, ἐγκλήματα ποιούμενοι, καὶ μυρίας ὑπὲρ ὑγιείας ἀπαιτοῦντες εὐθύνας. Διά τοι τοῦτο, καὶ πολλοὶ πηρώσεις ὑπεκρί‐ ναντο σώματος, ἵνα τὴν ὠμότητα τὴν ἡμετέραν καὶ | |
30 | τὴν ἀπανθρωπίαν τῷ τῆς συμφορᾶς ταύτης ἐπικάμ‐ ψωσι δράματι. Καὶ τὸ μὲν, θέρους ὄντος. ταῦτα ἐγκα‐ λεῖν, δεινὸν ὂν, οὐχ οὕτω δεινόν ἐστι· τὸ δὲ ἐν κρυμῷ καὶ ψύχει οὕτως ὠμὸν καὶ ἀπάνθρωπον γίνεσθαι δι‐ καστὴν, καὶ μηδεμίαν ἀπονέμειν τοῖς ἀργοῦσι συγ‐ | |
35 | γνώμην, οὐκ ἂν ἔχοι τινὰ ὠμότητος ὑπερβολήν; Τί οὖν ὁ Παῦλος, φησὶν, ἐνομοθέτει Θεσσαλονικεῦσι, λόγων· Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω; Ἵνα καὶ σὺ ταῦτα ἀκούσῃς, καὶ μὴ πρὸς ἐκεῖνον μό‐ νον, ἀλλὰ καὶ πρὸς σαυτὸν διαλέγῃ τὰ τοῦ Παύλου | |
40 | ῥήματα. Οἱ γὰρ τοῦ Παύλου νόμοι οὐχὶ τοῖς πένησι μόνον, ἀλλὰ καὶ ἡμῖν κεῖνται. Εἴπω τι φορτικὸν καὶ ἐπαχθές· οἶδα μὲν ὅτι ὀργιεῖσθε· πλὴν ἀλλ’ ὅμως ἐρῶ· οὐδὲ γὰρ ὥστε πλῆξαι, ἀλλ’ ὥστε διορθῶσαι τοῦτο λέγω. Τούτοις μὲν ἀργίαν ἐγκαλοῦμεν, πρᾶγμα | |
45 | καὶ συγγνώμης πολλάκις ἄξιον· αὐτοὶ δὲ ἐργαζόμεθα τοιαῦτα πολλάκις, ἃ πάσης ἀργίας ἐστὶ χαλεπώτερα. Ἀλλ’ ἐγὼ πατρῷον ἔχω κλῆρον, φησίν. Ἐπεὶ οὖν οὗτος πένης ἐστὶ, καὶ ἐκ πενήτων, καὶ οὐκ ἔσχε προ‐ γόνους εὐπόρους, ἀπόλλυσθαι δίκαιος, εἰπέ μοι; Δι’ | |
51.269(50) | αὐτὸ μὲν οὖν τοῦτο μάλιστα ἐλεεῖσθαι καὶ κατοικτεί‐ ρεσθαι ἄξιος ἂν εἴη παρὰ τῶν ἐχόντων. Σὺ μὲν γὰρ πολλάκις διημερεύων τὴν ἡμέραν ἐν θεάτροις, ἢ ἐν συνεδρίοις καὶ συλλόγοις οὐδὲν ἔχουσι κέρδος, καὶ μυρίοις λέγων κακῶς, οὐδὲν ἡγῇ ποιεῖν δεινὸν, οὐδὲ | |
55 | ἀργεῖν τὸν δὲ ἄθλιον τοῦτον καὶ ταλαίπωρον πᾶσαν ἀναλίσκοντα τὴν ἡμέραν ἐν ἱκετηρίαις, ἐν δάκρυσιν, ἐν μυρίᾳ ταλαιπωρίᾳ, κρίνεις, καὶ εἰς δικαστή‐ ριον ἕλκεις, καὶ εὐθύνας ἀπαιτεῖς; Καὶ ποῦ ταῦτα γνώμης ἀνθρωπίνης, εἰπέ μοι; Ὥστε ὅταν λέγῃς, Τί | |
60 | οὖν ἐροῦμεν τῷ Παύλῳ; μὴ τοῖς πένησιν, ἀλλὰ καὶ σαυτῷ διαλεγόμενος ταῦτα λέγε. Ἄλλως δὲ, μὴ τὴν ἀπειλὴν ἀναγίνωσκε μόνον, ἀλλὰ καὶ τὴν συγγνώμην· ὁ γὰρ εἰπὼν, Εἴ τις μὴ ἐργάζεται, μηδὲ ἐσθιέτω, προσέθηκεν· Ὑμεῖς δὲ, ἀδελφοὶ, μὴ ἐκκακήσητε | |
65 | τὸ καλὸν ποιοῦντες. Ἀλλὰ τίς αὐτῶν ἡ εὐπρόσωπος | |
πρόφασις· Δραπέται τινές εἰσι, φησὶ, καὶ ξένοι, | Column end | |
51.270 | καὶ μαστιγίαι, καὶ τὰς αὐτῶν ἀφέντες πατρίδας, εἰς τὴν ἡμετέραν πόλιν συῤῥέουσι. Διὰ τοῦτο οὖν ἀγα‐ νακτεῖς, εἰπέ μοι, καὶ τὸν στέφανον τῆς πόλεως διατίλλεις, ὅτι κοινὸν λιμένα πάντες αὐτὴν εἶναι νο‐ | |
5 | μίζουσι, καὶ τῆς ἐνεγκούσης τὴν ἀλλοτρίαν προτι‐ θέασι; Διὰ τοῦτο μὲν οὖν ἀγάλλεσθαι ἔδει καὶ χαί‐ ρειν, ὅτι καθάπερ εἰς κοινὸν ἐμπόριον τὰς ὑμετέρας χεῖρας τρέχουσιν ἅπαντες, καὶ μητέρα κοινὴν εἶναι ταύτην τὴν πόλιν νομίζουσι. Μὴ δὴ διαφθείρητε τὸ | |
10 | ἐγκώμιον, μηδὲ ἀκρωτηριάσητε τὸν ἔπαινον πάτριον ὄντα αὐτῇ καὶ ἀρχαῖον. Καὶ γάρ ποτε λιμοῦ μέλλον‐ τος εἰς τὴν γῆν ἐμβαλεῖν ἅπασαν, οἱ τὴν πόλιν ταύ‐ την οἰκοῦντες τοῖς ἐν Ἱεροσολύμοις καθημένοις, αὐτοῖς δὲ (f. δὴ) τούτοις, περὶ ὧν ἡμῖν οὗτος ὁ λόγος | |
15 | ἅπας κεκίνηται, διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου χρήματα ἔπεμψαν οὐκ ὀλίγα. Τίνος οὖν ἂν εἴημεν ἡμεῖς συγγνώμης ἄξιοι, ποίας δὲ ἀπολογίας, ὅταν οἱ μὲν πρόγονοι οἱ ἡμέτεροι καὶ τοὺς πόῤῥωθεν καθη‐ μένους φαίνωνται διὰ τῶν οἰκείων τρέφοντες χρημά‐ | |
20 | των, καὶ αὐτοὶ πρὸς ἐκείνους τρέχοντες· ἡμεῖς δὲ καὶ τοὺς ἀλλαχόθεν πρὸς ἡμᾶς καταφεύγοντας ἀπελαύ‐ νωμεν, καὶ ἀπαιτῶμεν εὐθύνας ἀκριβεῖς, καὶ ταῦτα εἰδότες, ὅτι μυρίων ὑπεύθυνοί ἐσμεν κακῶν; Κἂν ὁ Θεὸς οὕτως ἀκριβῶς τὰ καθ’ ἡμᾶς ἐξετάσῃ, ὥσπερ | |
25 | ἡμεῖς τὰ τῶν πενήτων, οὐδεμιᾶς τευξόμεθα συγγνώ‐ μης, οὐδὲ ἐλέου τινός· Ἐν ᾧ γὰρ κρίματι κρίνετε, φησὶ, καὶ ὑμεῖς κριθήσεσθε. Γενοῦ τοίνυν φιλ‐ άνθρωπος καὶ ἥμερος τῷ συνδούλῳ, καὶ πολλὰ ἄφες τῶν ἡμαρτημένων, καὶ ἐλέησον, ἵνα καὶ αὐτὸς | |
30 | τοιαύτης τύχῃς τῆς ψήφου. Τί πράγματα σαυτῷ πλέκεις; τί περιεργάζῃ; Ἆρα εἰ προσέταξεν ὁ Θεὸς βίους ἐρευνᾷν, καὶ εὐθύνας ἀπαιτεῖν, καὶ πολυπρα‐ γμονεῖν τρόπους, οὐκ ἂν ἐδυσχέραινον πολλοί; οὐκ ἂν εἶπον πρὸς ἑαυτούς· Τί ποτε τοῦτό ἐστι; δύσκολον | |
35 | ἡμῖν τὸ πρᾶγμα κατέστησεν ὁ Θεός· μὴ γὰρ δυνά‐ μεθα τὴν ἑτέρων ζωὴν ἐξετάζειν; μὴ γὰρ ἴσμεν τὰ ἡμαρτημένα τῷ δεῖνι; Οὐκ ἂν πολλοὶ πολλὰ τοιαῦτα εἶπον; Νῦν δὲ, ὅτε πάσης ἡμᾶς τοιαύτης πολυπρα‐ γμοσύνης ἀπήλλαξε, καὶ ὑπέσχετο δώσειν ἀπηρτισμέ‐ | |
40 | νον τὸν μισθὸν, κἂν πονηροὶ, κἂν χρηστοὶ οἱ λαμβά‐ νοντες ὦσιν, ἑαυτοῖς πράγματα ἐπισπώμεθα. Καὶ πόθεν τοῦτο δῆλον, φησὶν, ὅτι χρηστοῖς, καὶ τοῖς μὴ τοιούτοις δόντες ληψόμεθα τὸν μισθόν; Ἀφ’ ὧν αὐ‐ τὸς εἶπεν· Εὔχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ | |
45 | διωκόντων ὑμᾶς, ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς, ὅτι τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέ‐ χει ἐπὶ δικαίους καὶ ἀδίκους. Ὥσπερ οὖν ὁ Δεσπό‐ της σου, μυρίων αὐτὸν βλασφημούντων, μυρίων | |
51.270(50) | πορνευόντων, κλεπτόντων, λῃστευόντων, τάφους ἀνορυττόντων, μυρία ἐργαζομένων κακὰ, οὐκ ἀφίσταται τῆς εἰς ἅπαντας εὐεργεσίας, ἀλλὰ κοινὴν τὴν ἀκτῖνα, κοινοὺς τοὺς ὄμβρους, καὶ τοὺς καρποὺς τοὺς ἀπὸ τῆς γῆς προτίθησι, τὴν φιλανθρωπίαν ἐπι‐ | |
55 | δεικνύμενος τὴν ἑαυτοῦ· οὕτω καὶ σὺ ποίησον, καὶ ὅταν ἐλέους καιρὸς ᾖ καὶ φιλανθρωπίας, διόρθου τὴν πενίαν, λύε τὸν λιμὸν, ἀπάλλαττε τῆς θλίψεως, μηδὲν περαιτέρω περιεργάζου. Εἰ γὰρ δὴ μέλλοιμεν βίους ἐρευνᾶσθαι, οὐδέποτε οὐδένα ἄνθρωπον ἐλεή‐ | |
60 | σομεν· ἀλλ’ ὑπὸ τῆς ἀκαίρου ταύτης πολυπραγμο‐ σύνης ἐμποδισθέντες, ἄκαρποι καὶ πάσης ἔρημοι βοηθείας διαμενοῦμεν, καὶ πολὺν ὑποστησόμεθα πό‐ νον εἰκῆ καὶ μάτην. Διὸ δὴ παρακαλῶ τὴν ἄκαιρον ταύτην περιεργίαν ἐκβαλόντας, τοῖς δεομένοις διδόναι | |
65 | πᾶσι, καὶ μετὰ πολλῆς τοῦτο ποιεῖν τῆς δαψιλείας, | |
ἵνα καὶ αὐτοὶ κατὰ τὴν ἡμέραν ἐκείνην πολλοῦ τοῦ | 269 | |
51.271 | ἐλέους καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας τύχω‐ μεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ | |
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ | Column end | |
51.272 | οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end || Page end271 |