TLG 2062 074 :: JOANNES CHRYSOSTOMUS :: In dictum Pauli: Oportet haereses esse

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In dictum Pauli: Oportet haereses esse

Citation: Vol — pg — (ln)

51

.

251

(42t)

ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ
43tΤὸ λέγον· «Δεῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται.»
44αʹ. Ἱκανῶς πρώην ἡμῖν διεθερμάνθη τὸ πνευματικὸν
45τοῦτο θέατρον, ὅτε τὴν Ἱερουσαλὴμ εἰσήγαγον ὑμῖν
τῷ λόγῳ θρηνοῦσαν, καὶ τὰς οἰκείας ἐξαγγέλλουσανColumn end

51

.

252

(44)

συμφοράς. Καὶ γὰρ εἶδον ὑμῶν τοὺς ὀφθαλμοὺς τότε
45ὠδίνοντας πηγὰς ἀφιέναι δακρύων· εἶδον, ἐξ ὧν ἔπα‐
σχον, τὴν ἑκάστου διάνοιαν ὀλοφυρμῶν γέμουσαν καὶ251

51

.

253

συγκεχυμένην. Διὸ καὶ ταχέως αἰσθόμενος συνέστειλα τὴν τραγῳδίαν, ἥρπασα ἐκ τοῦ μέσου τὸν λόγον, ὥστε τὸν θρῆνον ἐκεῖνον τῆς ἑκάστου καρδίας ἐκρήγνυ‐ σθαι μέλλοντα προκατασχεῖν. Ψυχὴ γὰρ πένθει κα‐
5τασχεθεῖσα, οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαί τι δύναιτ’ ἂν ὑγιές. Τίνος οὖν ἕνεκεν ἐκείνων ὑμᾶς ἀνέμνησα νῦν; Ὅτι καὶ τὰ σήμερον ῥηθήσεσθαι μέλλοντα συγγενῆ τῶν τότε εἰρημένων ἐστίν. Ὥσπερ γὰρ ἐκεῖνα τὴν ἐν τῷ βίῳ ῥᾳθυμίαν ἡμῶν ἀνέστελλε, καὶ τὴν ὀλι‐
10γωρίαν τὴν περὶ τὰ πρακτέα διώρθου, οὕτω δὴ τὰ ῥηθησόμενα νῦν περὶ τὴν τῶν δογμάτων ἀκριβῆ πα‐ ρατήρησιν ἀσφαλεστέρους ἡμᾶς ἐργάσασθαι δύναιτ’ ἄν· ὥστε ἐξ ἁπάντων ἀπηρτισμένους εἶναι, εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας φθάνοντας κατὰ τὸν
15θεῖον Ἀπόστολον. Τότε τὸ σῶμα ὑμῖν ἐθεραπεύσαμεν, νῦν τὴν κεφαλὴν ἰατρεύομεν· τότε διὰ τῶν Ἱερεμίου λόγων, νῦν διὰ τῶν τοῦ Παύλου ῥημάτων. Τίνα οὖν ἐστι τὰ Παύλου ῥήματα, ἃ σήμερον ἡμῖν ἐξεργάσασθαι πρόκειται; Δεῖ δὲ καὶ αἱρέσεις εἶναι,
20φησὶν, ἐν ὑμῖν, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Οὐ μικρὸν τὸ ζητούμενον. Εἰ γὰρ συμβου‐ λεύων τοῦτό φησιν ὁ Παῦλος, καὶ δεῖ αἱρέσεις εἶναι, ἀναίτιοι οἱ τὰς αἱρέσεις εἰσάγοντες. Ἀλλ’ οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· οὐ γὰρ συμβουλεύοντος τὸ ῥῆμά
25ἐστιν, ἀλλὰ τὸ μέλλον προλέγοντος. Ὥσπερ γὰρ ἰατρὸς, ὁρῶν τὸν κάμνοντα ἀδηφαγίᾳ καὶ μέθῃ προσ‐ έχοντα καὶ ἑτέροις κεκωλυμένοις, φησὶν ὅτι τὴν ἀτα‐ ξίαν ταύτην δεῖ πυρετὸν τεκεῖν, οὐχὶ νομοθετῶν, οὐδὲ συμβουλεύων, ἀλλ’ ἐκ τῶν παρόντων τὸ μέλλον μετὰ
30σκέψεως προλέγων· καὶ γεωργὸς πάλιν, ἢ κυβερνή‐ της ὁρῶν νεφῶν συνδρομὰς καὶ βροντὰς καταῤῥηγνυ‐ μένας μετὰ ἀστραπῶν, φησὶν ὅτι δεῖ τὰ νέφη ταῦτα τεκεῖν ὑετὸν καὶ ὄμβρον σφοδρὸν, οὐδὲ οὗτος παραι‐ νῶν, ἀλλὰ τὸ ἐσόμενον προαναφωνῶν· οὕτω καὶ Παῦ‐
35λος τὸ, Δεῖ, τέθεικε. Πολλάκις γοῦν καὶ ἡμεῖς ὁρῶν‐ τες ἀνθρώπους ἀλλήλοις συῤῥηγνυμένους καὶ χαλε‐ παῖς ἑαυτοὺς πλύνοντας λοιδορίαις, λέγομεν, Δεῖ συμ‐ πληγάδας γενέσθαι τούτους καὶ φυλακίζεσθαι, οὐ συμβουλεύοντες οὐδὲ ἡμεῖς, οὐδὲ παραινοῦντες ἐκεί‐
40νοις, (πῶς γάρ;) ἀλλ’ ἀπὸ τοῦ παρόντος τὸ μέλλον στοχαζόμενοι. Οὕτω δὴ καὶ ὁ Παῦλος οὐχὶ συμβου‐ λεύων ταῦτά φησιν, ὅτι Δεῖ καὶ αἱρέσεις ἐν ὑμῖν εἶ‐ ναι, ἀλλὰ προαναφωνῶν καὶ προφητεύων τὸ μέλλον ἔσεσθαι Ὅτι γὰρ οὐ συμβουλεύει αἱρέσεις εἶναι,
45αὐτός ἐστιν ὁ λέγων, ὅτι Κἂν ἄγγελος ὑμᾶς εὐαγ‐ γελίζηται παρ’ ὃ παρελάβετε, ἀνάθεμα ἔστω. Αὐτός ἐστιν ὁ τὴν περιτομὴν, ἐπειδὴ παρὰ καιρὸν παρελαμβάνετο, καὶ ἐθόλου τὸ καθαρὸν τοῦ κηρύγμα‐ τος, ἐκβάλλων καὶ λέγων, Ἐὰν περιτέμνησθε, Χρι‐

51

.

253

(50)

στὸς ὑμᾶς οὐδὲν ὠφελήσει. Πῶς οὖν, φησὶ, καὶ αἰτίαν προσέθηκεν εἰπὼν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται; Τὸ, Ἵνα, πολλαχοῦ ἐν ταῖς Γραφαῖς οὐκ ἔστιν αἰτιολογίας, ἀλλὰ τῆς τῶν πραγμάτων ἐκβά‐ σεως. Οἷον, ἦλθεν ὁ Χριστὸς, καὶ τὸν τυφλὸν ἀναβλέ‐
55ψαι ἐποίησε· κἀκεῖνος μὲν αὐτὸν προσεκύνησεν· οἱ δὲ Ἰουδαῖοι, τούτου θεραπευθέντος, πάντα ἐποίουν, ὥστε συσκιάσαι τὸ θαῦμα, καὶ τὸν Χριστὸν ἤλαυνον. Τότε τοίνυν φησίν· Εἰς κρῖμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι,
60καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Ἆρα οὖν διὰ τοῦτο ἦλθεν, ἵνα ἐκεῖνοι τυφλοὶ γένωνται; Οὐ διὰ τοῦτο ἦλθε, τοῦτο δὲ ἐξέβη, καὶ τὴν ἔκβασιν ἐν σχή‐
ματι αἰτιολογίας τέθεικε. Πάλιν, νόμος ἐδόθη, ἵναColumn end

51

.

254

κωλύσῃ τὴν τῶν ἁμαρτημάτων φορὰν, ἵνα ἐπιεικε‐ στέρους ποιήσῃ τοὺς δεχομένους. Ἀλλὰ τοὐναντίον ἐξέβη παρὰ τὴν ῥᾳθυμίαν ἐκείνων· ηὔξησαν γὰρ τὰ ἁμαρτήματα· καὶ φησὶν ὁ Παῦλος, Νόμος δὲ παρ‐
5εισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα· καὶ μὴν οὐ διὰ τοῦτο ἐπεισῆλθεν, ἀλλ’ ἵνα ἐλαττώσῃ τὸ παρά‐ πτωμα. Τοῦτο δὲ ἐξέβη παρὰ τὴν ἀγνωμοσύνην τῶν δεξαμένων αὐτόν. Οὕτω δὴ καὶ ἐνταῦθα, τὸ, Ἵνα, οὐχὶ αἰτιολογίας ἐστὶν, ἀλλὰ ἐκβάσεως. Ὅτι γὰρ ἄλλη
10τίς ἐστιν αἰτία τῶν αἱρέσεων, καὶ οὐ διὰ τοῦτο ἐγέ‐ νοντο αἱρέσεις, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται, ἀλλ’ ἑτέρωθεν ἔλαβον τὰς προφάσεις, ἄκουσον τοῦ Χρι‐ στοῦ δῆλον τοῦτο ποιοῦντος ἡμῖν· Ὡμοιώθη, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι κα‐
15λὸν σπέρμα ἐν τῷ ἀγρῷ αὐτοῦ· καὶ ἐν τῷ κα‐ θεύδειν τοὺς ἀνθρώπους, ἦλθεν ἐχθρὸς ἄνθρωπος, καὶ ἔσπειρε τὰ ζιζάνια. Ὁρᾷς, ὅτι διὰ τοῦτο αἱρέ‐ σεις, ἐπειδὴ ἐκαθεύδησαν οἱ ἄνθρωποι, ἐπειδὴ ἐῤῥᾳ‐ θύμησαν; ἐπειδὴ οὐ προσέσχον μετὰ ἀκριβείας τοῖς
20λεγομένοις; Ἵν’ οὖν μὴ λέγῃ τις, Τίνος ἕνεκεν συν‐ εχώρησεν ὁ Χριστός; φησὶν ὁ Παῦλος, ὅτι Οὐδέν σε βλάπτει ἡ συγχώρησις αὕτη· ἐὰν ᾖς δόκιμος, φανε‐ ρώτερος ἔσῃ μᾶλλον. Οὐ γάρ ἐστιν ἴσον, μηδενὸς ὑπο‐ σκελίζοντος, μηδὲ ἀπατῶντος, ἐπὶ τῆς ὀρθῆς στῆναι
25πίστεως, καὶ μυρίων προσρηγνυμένων κυμάτων, ἄσει‐ στον καὶ ἀπερίτρεπτον μεῖναι. Καθάπερ οὖν τὰ δέν‐ δρα αἱ τῶν ἀνέμων προσβολαὶ πάντοθεν ῥιπίζουσαι ἰσχυρότερα ποιοῦσιν, ἂν ᾖ καλῶς ἐῤῥιζωμένα καὶ μετὰ ἀκριβείας· οὕτω δὴ καὶ τὰς ψυχὰς τὰς πεπη‐
30γυίας ἐν τῷ θεμελίῳ τῆς ὀρθῆς πίστεως, ὅσαι ἂν προσ‐ βάλωσιν αἱρέσεις, οὐ περιτρέπουσιν, ἀλλὰ καὶ ἰσχυ‐ ροτέρας ποιοῦσι. Τί οὖν πρὸς τοὺς ἀσθενοῦντας, φησὶ, καὶ περιτρεπομένους καὶ ὑποσκελιζομένους ῥᾳδίως; Οὐδὲ ἐκεῖνοι παρὰ τὴν τῆς αἱρέσεως προσ‐
35βολὴν, ἀλλὰ παρὰ τὴν οἰκείαν ἀσθένειαν τοῦτο πά‐ σχουσιν. Ἀσθένειαν δὲ οὐ φυσικὴν λέγω, ἀλλὰ τὴν ἐκ προαιρέσεως, τὴν καὶ ἐκγλημάτων ἀξίαν καὶ ὑπὸ κόλασιν καὶ τιμωρίαν κειμένην, ἣν καὶ ἡμεῖς κύριοι διορθῶσαι. Διὸ κατορθοῦντές τε ἐπαινούμεθα, καὶ μὴ
40κατορθοῦντες κολαζόμεθα. βʹ. Καὶ ἵνα μάθῃς, ὅτι τοὺς νήφοντας οὐδὲν δύναται παραβλάψαι, καὶ ἑτέρωθεν τοῦτο ἀποδεῖξαι πειράσο‐ μαι. Τί τοῦ διαβόλου γένοιτ’ ἂν πονηρότερον, τί δὲ μιαρώτερον; Ἀλλ’ ὅμως οὗτος ὁ πονηρὸς καὶ
45κακοῦργος καὶ πολλὴν ἔχων ἰσχὺν, μετὰ πάντων αὐ‐ τοῦ τῶν μηχανημάτων προσβαλὼν τῷ Ἰὼβ, καὶ πᾶ‐ σαν αὐτοῦ τὴν βελοθήκην εἰς τὴν οἰκίαν καὶ τὸ σῶμα τοῦ δικαίου κενώσας, οὐ μόνον αὐτὸν οὐ περιέτρεψεν, ἀλλὰ καὶ λαμπρότερον ἐποίησε. Καὶ οὗτος μὲν οὐδὲ

51

.

254

(50)

παρὰ τοῦ διαβόλου τότε ἐβλάπτετο· ὁ δὲ Ἰούδας, ἐπειδὴ ἠμελημένος καὶ ῥᾴθυμος ἦν, οὐδὲν παρὰ τῆς τοῦ Χριστοῦ συνουσίας ἐκέρδανεν, ἀλλ’ ἔμεινεν ὢν προδότης μετὰ τὰς πολλὰς παραινέσεις ἐκείνας καὶ συμβουλάς· τὸ δὲ αἴτιον, ὅτι μὴ βουλόμενόν τινα οὐκ
55ἀναγκάζει, οὐδὲ βιάζεται ὁ Θεός· ὥσπερ οὖν οὐδὲ ἐκεῖνον. Οὕτως ἐὰν νήφωμεν καὶ ἡμεῖς, οὐδὲ ὁ διά‐ βολος ἡμᾶς βλάψαι δύναται· ἂν δὲ μὴ νήφωμεν, ἀλλὰ
ῥᾳθυμῶμεν, οὐδὲ παρὰ τῶν ὠφελούντων κερδανοῦμεν253

51

.

255

ποτε, ἀλλὰ καὶ ζημίαν ὑποστησόμεθα τὴν ἐσχάτην. τοσοῦτόν ἐστι ῥᾳθυμία κακόν. Οἱ γοῦν Ἰουδαῖοι οὐ μόνον οὐκ ὠφελήθησαν, τοῦ Χριστοῦ παραγενομένου, ἀλλὰ καὶ ἐβλάβησαν· ἀλλ’ οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ
5παρὰ τὴν οἰκείαν αὐτῶν ῥᾳθυμίαν καὶ ἀγνωμοσύνην. Καὶ τοῦτο ἄκουσον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, φησὶ, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας αὐτῶν. Ὁρᾷς, ὅτι ἡ παρουσία αὐτοῦ καὶ
10συγγνώμης αὐτοὺς ἀπεστέρησε, καὶ τὴν ἀπολογίαν αὐτῶν ἐξέκοψε; Τοσοῦτόν ἐστι κακὸν μὴ συγκρο‐ τεῖν ἑαυτὸν, μηδὲ τὰ καθ’ ἑαυτὸν οἰκονομεῖν ὡς χρή. Τοῦτο καὶ ἐπὶ σωμάτων συμβαῖνον ἴδοι τις ἄν· τὸν μὲν γὰρ νοσοῦντα τὰς ὄψεις καὶ αὐτὸς ὁ ἥλιος σκο‐
15τίζειν εἴωθε, τὸν δὲ ὑγιῆ οὐδὲ τὸ σκότος παραβλάψαι δύναται. Καὶ τοῦτον οὐχ ἁπλῶς μηκύνω τὸν λόγον· ἀλλ’ ἐπειδὴ πολλοὶ τὰς ἑαυτῶν ἀφέντες ῥᾳθυμίας αἰ‐ τιᾶσθαι, καὶ τὴν ἀγνωμοσύνην αὐτῶν καὶ τὴν ἀναι‐ σθησίαν διορθοῦν, τοῦτο μὲν οὐ ποιοῦσι, περιέρχονται
20δὲ ζητοῦντες ἑαυτοῖς ψυχρὰς ἀπολογίας, καὶ λέγον‐ τες· Εἰ μὴ ὁ διάβολος ἦν, οὐκ ἂν ἀπωλόμεθα· εἰ μὴ νόμος ἦν, οὐκ ἂν ἡμάρτομεν· εἰ μὴ αἱρέσεις ἦσαν, οὐκ ἂν ὑπεσκελίσθημεν. Σκήψεις ταῦτα καὶ προφά‐ σεις, ἄνθρωπε· τὸν γὰρ νήφοντα οὐδὲν βλάπτει ποτὲ,
25ὥσπερ οὖν τὸν καθεύδοντα καὶ ῥᾳθυμοῦντα καὶ τὴν ἑαυτοῦ προδιδόντα σωτηρίαν οὐδὲν ὠφελεῖ. Τοῦτο γοῦν αὐτὸ καὶ ὁ Παῦλος αἰνιττόμενος ἔλεγεν, Ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν· τουτέστι, μὴ θο‐ ρυβεῖσθε, μηδὲ ἀλύετε· οὐδὲν ὑμᾶς αἱ αἱρέσεις παρα‐
30βλάψαι δύνανται. Ὅτι μὲν οὖν, εἰ καὶ περὶ αἱρέ‐ σεων ἦν ὁ λόγος, οὐδὲ οὕτως ἔχει ζήτημα τὸ εἰρη‐ μένον, ἐκ τούτων δῆλον. Προφητεία γάρ ἐστιν, οὐ συμβουλή· πρόῤῥησις, οὐ παραίνεσις· καὶ τὸ, Ἵνα, ἐκβάσεως, οὐκ αἰτιολογίας. Ὅτι δὲ οὐδὲ περὶ δογμά‐
35των ἐστὶν ὁ λόγος αὐτῷ νῦν, ἀλλὰ περὶ πενήτων καὶ πλουσίων, περὶ τοῦ φαγεῖν καὶ μὴ φαγεῖν, περὶ τῆς τῶν εὐπόρων ἀσωτίας καὶ λαιμαργίας, περὶ τῆς τῶν πενήτων ἐγκαταλείψεως τῆς παρ’ αὐτῶν γενομένης, ἀνάσχεσθε μικρὸν ἄνωθεν διηγουμένου· οὐδὲ γὰρ ἂν
40ἄλλως ὑμῖν γένοιτο σαφὲς τὸ λεγόμενον. Ἐπειδὴ γὰρ ἤρξαντο σπείρειν τὸν λόγον τῆς εὐσεβείας οἱ ἀπόστο‐ λοι, προσῆλθον εὐθέως τρισχίλιοι, καὶ πάλιν πεν‐ τακισχίλιοι, καὶ πάντων αὐτῶν ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία. Τὸ δὲ τῆς ὁμονοίας αἴτιον, καὶ συνδῆσαν
45αὐτῶν τὴν ἀγάπην, καὶ τοσαύτας ψυχὰς εἰς ἓν συναγαγὸν, ἡ τῶν χρημάτων ὑπεροψία ἦν. Οὐδεὶς γάρ τι τῶν ὑπαρχόντων, φησὶν, ἴδιον ἔλεγεν εἶ‐ ναι, ἀλλ’ ἦν αὐτῶν ἅπαντα κοινά. Ἐπειδὴ γὰρ ἀνῃρέθη ἡ ῥίζα τῶν κακῶν, τὴν φιλαργυρίαν λέγω,

51

.

255

(50)

πάντα ἐπεισῆλθε τὰ ἀγαθὰ, καὶ λοιπὸν συνεσφίγ‐ γοντο πρὸς ἀλλήλους, οὐδενὸς ὄντος τοῦ διαιροῦντος αὐτούς. Τὸ γὰρ ἐμὸν, καὶ τὸ σὸν, τοῦτο τὸ ψυχρὸν ῥῆμα καὶ μυρίους πολέμους εἰς τὴν οἰκουμένην εἰσ‐ αγαγὸν, ἐκ τῆς ἁγίας ἐκείνης Ἐκκλησίας ἐξώριστο,
55καὶ τὴν γῆν ᾤκουν, καθάπερ οἱ ἄγγελοι τὸν οὐρα‐ νὸν, καὶ οὔτε ἐφθόνουν οἱ πένητες τοῖς πλουτοῦσιν· οὐδὲ γὰρ ἦσαν πλούσιοι· οὔτε ὑπερεώρων οἱ πλού‐ σιοι τῶν πενήτων· οὐδὲ γὰρ ἦσαν πένητες· ἀλλὰ πάντα ἦν κοινά. Καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων
60ἴδιον ἔλεγεν εἶναι· οὐ γὰρ, καθάπερ νῦν γίνεται, οὕτω καὶ τότε συνέβαινε. Νῦν μὲν γὰρ ἔχοντες τὰ ἑαυτῶν, διδόασι τοῖς δεομένοις· τότε δὲ οὐδὲ τοῦτο ἦν, ἀλλ’ ἀποστάντες τῆς δεσποτείας τῶν οἰκείων
χρημάτων, καὶ εἰς μέσον αὐτὰ καταθέντες καὶ ἀνα‐Column end

51

.

256

μίξαντες, οὐδὲ δῆλοι λοιπὸν ἦσαν οἱ πρώην ὄντες εὔποροι· ὥστε καὶ εἴ τις ἐκ τῆς ὑπεροψίας τῶν χρη‐ μάτων ἐγένετο τῦφος, καὶ οὗτος ἀνῄρητο παντάπασι, πάντων ὄντων ἐν ἰσότητι μιᾷ, καὶ τῶν χρημάτων
5ἀναμιχθέντων ἁπάντων. Οὐκ ἐκ τούτου δὲ μόνον, ἀλλὰ καὶ ἐξ αὐτοῦ τοῦ τρόπου τῆς καταβολῆς ἔστιν αὐτῶν ἰδεῖν τὴν εὐλάβειαν. Ὅσοι γὰρ κτήτορες χω‐ ρίων ἢ οἰκιῶν ὑπῆρχον, πωλοῦντες ἔφερον τὰς τιμὰς, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀπο‐
10στόλων. Οὐκ εἶπεν, ὅτι εἰς τὰς χεῖρας αὐτῶν ἐν‐ έβαλλον, ἀλλὰ, Παρὰ τοὺς πόδας αὐτῶν ἐτίθεσαν, τὴν αἰδῶ καὶ τὴν εὐλάβειαν καὶ τὸν φόβον, ὃν περὶ τοὺς ἀποστόλους εἶχον, διὰ τούτου δεικνύντες· οὐ γὰρ διδόναι μᾶλλον, ἢ λαμβάνειν ἐνόμιζον. Καὶ τοῦτο
15γὰρ μάλιστά ἐστιν ὑπεριδεῖν χρημάτων· τοῦτο θρέ‐ ψαι γνησίως ἐστὶ Χριστὸν, ὅταν μὴ μετὰ ἀπονοίας καὶ τύφου τοῦτο ποιῇς, ὅταν ὡς σαυτὸν μᾶλλον, ἣ τὸν λαμβάνοντα εὐεργετῶν, οὕτω παρέχῃς. Εἰ γὰρ μὴ οὕτω διάκεισαι, μηδὲ δῷς· εἰ μὴ νομίζεις λαμβά‐
20νειν μᾶλλον ἢ διδόναι, μὴ παράσχῃς. Τοῦτο καὶ ἑτέ‐ ροις λοιπὸν ὁ Παῦλος ἐμαρτύρησεν, οὕτω λέγων· Γνωρίζω δὲ ὑμῖν, ἀδελφοὶ, τὴν χάριν τοῦ Θεοῦ, τὴν δεδομένην ἐν ταῖς Ἐκκλησίαις τῆς Μακε‐ δονίας, ὅτι ἡ κατὰ βάθος πτωχεία αὐτῶν ἐπερίσ‐
25σευσεν εἰς τὸν πλοῦτον τῆς ἁπλότητος αὐτῶν, ὅτι κατὰ δύναμιν, μαρτυρῶ, καὶ ὑπὲρ δύναμιν, αὐθαίρετοι μετὰ πολλῆς παρακλήσεως δεόμενοι ἡμῶν, τὴν χάριν καὶ τὴν κοινωνίαν τῆς διακο‐ νίας τῆς εἰς τοὺς ἁγίους ἐπλήρωσαν. Ὁρᾷς πῶς
30αὐτοὺς ἐπὶ τούτῳ μᾶλλον θαυμάζει, ὅτι χάριν εἰδότες, καὶ δεόμενοι, καὶ παρακαλοῦντες, οὕτω τὴν ἐπὶ τῶν χρημάτων δαψίλειαν ἐπεδείκνυντο; γʹ. Διὰ τοῦτο καὶ τὸν Ἀβραὰμ θαυμάζομεν, οὐχ ὅτι μόσχον ἔθυσε μόνον, οὐδὲ ὅτι ἄλευρα ἐφύρασεν, ἀλλ’
35ὅτι μετὰ πολλῆς ἡδονῆς καὶ ταπεινοφροσύνης τοὺς ξένους ὑπεδέχετο, προστρέχων, θεραπεύων, κυρίους. καλῶν, θησαυρὸν μυρίων ἀγαθῶν εὑρηκέναι νομί‐ ζων, εἴ ποτε ἴδοι παριόντα ξένον. Οὕτω γὰρ διπλῆ ἐλεημοσύνη γίνεται, ὅταν καὶ διδῶμεν, καὶ διδόντες
40μετὰ προθυμίας παρέχωμεν. Ἱλαρὸν γὰρ δότην, φησὶν, ἀγαπᾷ ὁ Θεός. Ἐπεὶ κἂν μυρία κα‐ ταβάλῃς τάλαντα μετὰ ἀπονοίας καὶ τύφου καὶ κενο‐ δοξίας, τὰ πάντα ἀπώλεσας· καθάπερ ἐκεῖνος ὁ Φα‐ ρισαῖος, ὃς ἀποδεκατῶν αὐτοῦ τὰ ὑπάρχοντα, ἐπειδὴ
45καὶ μέγα ἐφρόνει καὶ ἐφυσᾶτο, πάντα ἀπολέσας, οὕτω κατῆλθεν ἀπὸ τοῦ ἱεροῦ. Οὐκ ἐπὶ τῶν ἀποστό‐ λων δὲ οὕτως· ἀλλὰ χαίροντες, ἀγαλλόμενοι, κερδαί‐ νειν τὰ μέγιστα νομίζοντες, οὕτως ἔφερον τὰ χρή‐ ματα, καὶ ἀγαπητὸν εἶναι ἐνόμιζον, εἰ καταξιώσειεν

51

.

256

(50)

οἱ ἀπόστολοι δέξασθαι. Καὶ καθάπερ πρὸς τὰς με‐ γάλας τινὲς ἀρχὰς καλούμενοι, καὶ τὰς βασιλικω‐ τέρας τῶν πόλεων μέλλοντες οἰκεῖν, διαπαντὸς τὴν οὐσίαν αὐτῶν πᾶσαν ἐξαργυρίσαντες, οὕτω μεθ‐ ίστανται· οὕτω δὴ καὶ οἱ ἄνθρωποι τότε ἐποίουν ἐκεῖ‐
55νοι, πρὸς τὸν οὐρανὸν κληθέντες, εἰς τὴν ἄνω μη‐ τρόπολιν καὶ τὴν ἐκεῖ βασιλείαν. Ἐπειδὴ γὰρ ᾔδε‐ σαν, ὅτι ἐκείνη ὄντως αὐτῶν ἐστιν ἡ πατρὶς, ἐξαρ‐ γυρίσαντες τὴν ἑαυτῶν οὐσίαν, διὰ τῶν ἀποστολι‐ κῶν αὐτὴν χειρῶν ἐκεῖ προέπεμπον. Καὶ γὰρ ἐσχά‐
60της ἀνοίας ἐστὶν ἀφεῖναί τι τῶν ἡμετέρων ἐναπο‐ μεῖναι ἐνταῦθα, ἡμῶν μικρὸν ὕστερον μελλόντων
ἐντεῦθεν ἀποδημεῖν· καὶ γὰρ ὅπερ ἀπολειφθῇ, ζημία255

51

.

257

γίνεται. Πάντα τοίνυν ἐκεῖ προπεμπέσθω, ἔνθα καὶ ἡμεῖς διαπαντὸς διατρίβειν μέλλομεν λοιπόν. Ταῦτα γὰρ καὶ αὐτοὶ λογισάμενοι, πᾶσαν ἀπεδύσαντο τὴν οὐσίαν, καὶ διπλοῦν ἐγίνετο τὸ κατόρθωμα· καὶ γὰρ
5τοῖς δεομένοις τὴν πενίαν διώρθουν, καὶ πλείω καὶ ἀσφαλεστέραν τὴν αὐτῶν οὐσίαν ἐποίουν, εἰς τὸν οὐρανὸν τοὺς ἑαυτῶν μετατιθέντες θησαυρούς. Ἐκ τούτου τοίνυν τοῦ νόμου καὶ τοῦ ἔθους ἐγένετό τις συνήθεια θαυμαστὴ τότε ἐν ταῖς ἐκκλησίαις·
10συνιόντες γὰρ οἱ πιστοὶ πάντες μετὰ τὴν τῆς διδα‐ σκαλίας ἀκρόασιν, μετὰ τὰς εὐχὰς, μετὰ τὴν τῶν μυστηρίων κοινωνίαν, τῆς συνάξεως λυθείσης, οὐκ ἀνεχώρουν εὐθέως οἴκαδε, ἀλλ’ οἱ πλούσιοι καὶ εὐ‐ πορώτεροι φέροντες οἴκοθεν τροφὰς καὶ ἐδέσματα,
15τοὺς πένητας ἐκάλουν, καὶ κοινὰς ἐποιοῦντο τραπέ‐ ζας, κοινὰς ἑστιάσεις, κοινὰ συμπόσια ἐν αὐτῇ τῇ ἐκκλησίᾳ· ὥστε καὶ ἀπὸ τῆς κοινωνίας τῆς κατὰ τὴν τράπεζαν, καὶ ἀπὸ τῆς εὐλαβείας τῆς ἀπὸ τοῦ τόπου, καὶ πανταχόθεν τὴν ἀγάπην αὐτοῖς ἐπισφίγ‐
20γεσθαι, καὶ πολλὴν μὲν τὴν ἡδονὴν, πολλὴν δὲ αὐτοῖς γίνεσθαι τὴν ὠφέλειαν. Οἵ τε γὰρ πένητες παραμυ‐ θίας ἀπέλαυον οὐ τῆς τυχούσης, καὶ οἱ πλουτοῦντες πολλὴν εὔνοιαν καὶ παρὰ τῶν τρεφομένων, καὶ παρὰ τοῦ Θεοῦ, δι’ ὃν ταῦτα ἐποίουν, καρπωσάμενοι πολ‐
25λὴν τὴν χάριν, οὕτως ἀπῄεσαν οἴκαδε. Καὶ μυρία ἐκ τοῦ πράγματος τούτου ἐγίνετο τὰ ἀγαθὰ, καὶ τὸ πάντων κεφάλαιον, ἡ φιλία θερμοτέρα ἦν καθ’ ἑκά‐ στην σύναξιν, μετὰ τοσαύτης φιλοφροσύνης ἀλλήλοις συνηνωμένων αὐτῶν εὐεργετούντων τε αὐτῶν καὶ
30εὐεργετουμένων. Τοῦτο τοίνυν τὸ ἔθος Κορίνθιοι, τοῦ χρόνου προϊόντος, διέφθειρον, καὶ καθ’ ἑαυτοὺς ἑστιώμενοι οἱ εὐπορώτεροι τοὺς πένητας παρεώρων, καὶ οὐκ ἀνέμενον ὑστερίζοντας πολλάκις, καὶ ὑπὸ βιωτικῶν χρειῶν, οἷα τὰ τῶν πενήτων, κατεχομέ‐
35νους καὶ βραδύνοντας. Ἐκ δὲ τούτου συνέβαινε παραγενομένους αὐτοὺς ὕστερον μετὰ αἰσχύνης ἀνα‐ χωρεῖν, τῆς τραπέζης ἀναιρεθείσης, φθανόντων τού‐ των, κἀκείνων ὑστεριζόντων. Ὁρῶν τοίνυν ὁ Παῦλος ἐκ τοῦ πράγματος τούτου πολλὰ κακὰ, τὰ μὲν γινό‐
40μενα, τὰ δὲ μέλλοντα (καὶ γὰρ καταφρόνησις τῶν πενήτων τοῖς πλουσίοις ἐγίνετο καὶ ὑπεροψία πλείων, καὶ τοῖς πένησιν ἀθυμία καὶ ἀπέχθεια πρὸς τοὺς πλουτοῦντας, καὶ ὅσα ἄλλα εἰκὸς ἦν ἀπὸ τούτων τεχθῆναι τῶν κακῶν), διορθοῦται τὴν πονηρὰν ταύτην
45καὶ πικρὰν συνήθειαν. Καὶ ὅρα μεθ’ ὅσης συνέσεως καὶ ἐπιεικείας εἰς τὴν διόρθωσιν ἐνέβαλεν. Ἀρχό‐ μενος γὰρ οὕτω φησί· Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ, ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ’ εἰς τὸ ἧτ‐ τον συνέρχεσθε. Τί δέ ἐστιν, Οὐκ εἰς τὸ κρεῖττον;

51

.

257

(50)

Οἱ πρόγονοι, φησὶν, οἱ ὑμέτεροι καὶ οἱ πατέρες καὶ τὰς ἑαυτῶν οὐσίας ἐπώλουν καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις, καὶ κοινὰ πάντα εἶχον, καὶ πολλὴν πρὸς ἀλλήλους τὴν ἀγάπην· ὑμεῖς δὲ ὀφείλοντες ἐκείνους ζηλοῦν, οὐ μόνον οὐδὲν ἐποιήσατε τοιοῦτον, ἀλλὰ καὶ
55ὅπερ εἴχετε μόνον, καὶ τοῦτο ἀπωλέσατε, τὰ συμπόσια τὰ κατὰ σύναξιν γινόμενα· διὰ τοῦτό φησιν, Ὅτι οὐκ εἰς τὸ κρεῖττον, ἀλλ’ εἰς τὸ ἧττον συνέρχεσθε. Καὶ ἐκεῖνοι μὲν καὶ τῶν κτημάτων ἁπάντων τοῖς πένησι παρεχώρησαν· ὑμεῖς δὲ τραπέζης αὐτοῖς με‐
60ταδιδόντες, καὶ ταύτης ἀπεστερήσατε. Πρῶτον μὲν γὰρ, συνερχομένων ὑμῶν ἐν ἐκκλησίᾳ, ἀκούω σχίσματα ἐν ὑμῖν ὑπάρχειν, καὶ μέρος τι πιστεύω. δʹ. Ὅρα πῶς πάλιν συνετῶς ποιεῖται τὴν διόρθωσιν. Οὐκ εἶπεν, οὔτε Ἀπιστῶ, οὔτε Πιστεύω· ἀλλὰ μέσον
65ἀφῆκε τὸ ῥῆμα, ὅτι Μέρος τι καὶ πιστεύω· οὐ πι‐Column end

51

.

258

στεύω τέλεον, ἀλλ’ οὐδὲ ἀπιστῶ τέλεον· τοῦ δὲ ἢ τοῦτο, ἢ ἐκεῖνο συμβῆναι παντελῶς ὑμεῖς κύριοι. Ἂν μὲν γὰρ διορθώσησθε, οὐ πιστεύω· ἂν δὲ ἐπὶ τῶν αὐτῶν μείνητε, πιστεύω. Οὔτε οὖν κατηγόρησε, καὶ
5κατηγόρησεν. Οὐ κατηγόρησεν ἀπηρτισμένως, ἵνα αὐτοῖς ἐλπίδα δῷ διορθώσεως καὶ προθεσμίαν μετα‐ νοίας· οὐκ ἀφῆκεν ἀνεγκλήτους, ἵνα μὴ ἐπὶ τῆς αὐ‐ τῆς μείνωσι ῥᾳθυμίας. Οὕτω τέλεον ἐπίστευσα, φησί· τοῦτο γάρ ἐστι τὸ εἰπεῖν, Μέρος τι πιστεύω. Τοῦτο
10δὲ ἔλεγε προτρέπων μεταβαλέσθαι καὶ διορθώσασθαι καὶ ἀπαγαγεῖν αὐτὸν τοῦ κἂν ἐκ μέρους πιστεῦσαί τι κατ’ αὐτῶν τοιοῦτον. Δεῖ γὰρ καὶ αἱρέσεις εἶναι, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν. Εἶπε οὖν τὰς αἱρέσεις. Ἐνταῦθα προσέχετε, ὅτι οὐ περὶ
15δογμάτων ἐστὶ τὸ, Δεῖ αἱρέσεις ἐν ὑμῖν εἶναι· ἀλλὰ περὶ τῆς διχονοίας τῆς κατὰ τὰς τραπέζας. Εἰπὼν γὰρ, Δεῖ δὲ καὶ αἱρέσεις εἶναι, ἐπήγαγε καὶ τὸν τρόπον τῶν αἱρέσεων· Συνερχομένων γὰρ ὑμῶν ἐπὶ τὸ αὐτὸ, οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν.
20Τί ἐστι, Κυριακὸν δεῖπνον φαγεῖν; Δεσποτικὸν δεῖπνον, φησὶν, οὐκ ἔστι φαγεῖν· ἐκεῖνο λέγων τὸ δεῖ‐ πνον, ὃ τῇ ἐσχάτῃ νυκτὶ παρέδωκεν ὁ Χριστὸς, ὅτε οἱ μαθηταὶ μετ’ αὐτοῦ πάντες ἦσαν. Ἐν ἐκείνῳ γὰρ τῷ δείπνῳ καὶ Δεσπότης καὶ δοῦλοι πάντες ὁμοῦ
25κατέκειντο· ὑμεῖς δὲ σύνδουλοι ὄντες ἀλλήλους δι‐ εστήσατε καὶ ἀπεσχίσατε. Κἀκεῖνος μὲν οὐδὲ τὸν προ‐ δότην ἀπήλασε· καὶ γὰρ ὁ Ἰούδας μετ’ αὐτῶν ἦν τότε· σὺ δὲ τὸν ἀδελφὸν διακρούῃ. Διὰ τοῦτό φη‐ σιν, Οὐκ ἔστι κυριακὸν δεῖπνον φαγεῖν, κυριακὸν
30δεῖπνον καλῶν, τὸ μεθ’ ὁμονοίας, τὸ κοινῇ πάντων συγκεκλημένων. Ἕκαστος γὰρ τὸ ἴδιον δεῖπνον προλαμβάνει φαγεῖν· καὶ ὃς μὲν πεινᾷ, ὃς δὲ με‐ θύει. Καὶ οὐκ εἶπεν, Ὃς μὲν πεινᾷ, ὃς δὲ ἐσθίει, ἀλλὰ τῷ τῆς μέθης ὀνόματι μᾶλλον αὐτῶν καθήψατο.
35Κἀκεῖ καὶ ἐνταῦθα ἀμετρία, φησί. Σὺ μὲν ὑπὸ τῆς ἀδηφαγίας διαῤῥήγνυσαι, ἐκεῖνος δὲ ὑπὸ τοῦ λιμοῦ τήκεται· σὺ καὶ τῶν ὑπὲρ τὴν χρείαν μετέχεις, ἐκεῖ‐ νος δὲ οὐδὲ τῶν ἀναγκαίων ἀπέλαυσε. Διπλοῦν τὸ δεινὸν, τῆς ἰσότητος διαφθαρείσης, τοῦτο αἱρέσεις
40καλεῖ· ἐπειδὴ φιλονείκως πρὸς ἀλλήλους διέκειντο καὶ διεστασίαζον, καὶ ὃς μὲν ἐπείνα, ὃς δὲ ἐμέθυε. Καὶ καλῶς εἶπε, Συνερχομένων ὑμῶν ἐπὶ τὸ αὐτό. Τίνος γὰρ ἕνεκεν συνέρχεσθε; φησί· τί βούλεται ἡ σύνοδος; τίνος ἕνεκεν ἡ συλλογὴ κοινὴ, ὅταν ἡ τρά‐
45πεζα μὴ γίνεται κοινή; Δεσποτικά ἐστι τὰ χρήματα, ἅπερ ἐλάβομεν· κοινὰ προκείσθω τοίνυν τοῖς συν‐ δούλοις τοῖς ἡμετέροις. Μὴ γὰρ οἰκίας οὐκ ἔχετε εἰς τὸ ἐσθίειν, καὶ πίνειν; ἢ τῆς ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε, φησὶ, καὶ καταισχύνετε τοὺς μὴ

51

.

258

(50)

ἔχοντας; Σὺ μὲν νομίζεις, φησὶ, τὸν ἀδελφὸν ὑβρί‐ ζειν μόνον, κοινωνεῖ δὲ καὶ ὁ τόπος τῆς ὕβρεως. Ἐκκλησίας γὰρ ὁλοκλήρου καταφρονεῖς. Ἐκκλησία γὰρ διὰ τοῦτο λέγεται, ὅτι κοινῇ πάντας ὑποδέχε‐ ται. Τί τοίνυν τῆς οἰκίας σου τὴν εὐτέλειαν εἰς τὴν
55ἐκκλησίαν εἰσάγεις; Εἰ γὰρ καταφρονεῖς τοῦ ἀδελ‐ φοῦ, αἰδέσθητι τὸν τόπον· καὶ γὰρ ἡ ἐκκλησία ὑβρί‐ ζεται. Καὶ οὐκ εἶπεν, Ἀποστερεῖτε τοὺς μὴ ἔχον‐ τας, ἢ, Οὐκ ἐλεεῖτε τοὺς μὴ ἔχοντας, ἀλλὰ τί; Καταισχύνετε τοὺς μὴ ἔχοντας. Ἐντρεπτικώτατα
60τὴν ἀσωτίαν αὐτῶν ἐτραγῴδησεν. Οὐ γὰρ οὕτω μέ‐ λει τῷ πένητι, φησὶν, ὑπὲρ τῆς τροφῆς, ὡς ὑπὲρ τῆς ὕβρεως. Ὅρα πῶς καὶ ὑπὲρ τούτου σεμνῶς ἀπελο‐ γήσατο, κἀκείνων σφοδρότερον καθήψατο. Τί ὑμῖν εἴπω; ἐπαινέσω ὑμᾶς; Ἐν τούτῳ οὐκ ἐπαινῶ. Τί
65τοῦτο; Μετὰ τὴν ἀπόδειξιν τῆς ἀτοπίας ὑφειμένη ἡ257

51

.

259

κατηγορία, καὶ μάλα εἰκότως, ἵνα μὴ ἀναισχυντότεροι γένωνται. Πρὶν ἢ μὲν γὰρ ἀποδεῖξαι τὸ πρᾶγμα ἄτο‐ πον, ἀπηρτισμένην ἐξήνεγκε τὴν ἀπόφασιν, εἰπών· Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ· ὅτε δὲ ἀπέδει‐
5ξεν ἀκριβῶς πολλῶν ὄντας ἐγκλημάτων ἀξίους, ὑφει‐ μένῃ κέχρηται τῇ διαβολῇ, τῇ τῶν εἰρημένων κατα‐ σκευῇ καὶ ἀποδείξει τὸ σφοδρότερον τῆς κατηγορίας ἀφεὶς ἐναποκεῖσθαι. Εἶτα ἐπὶ τὴν μυστικὴν τράπεζαν ἐξάγει τὸν λόγον, μειζόνως αὐτοὺς φοβῆσαι βουλόμε‐
10νος. Ἐγὼ γὰρ, φησὶ, παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν. Ποία ἀκολουθία αὕτη; Περὶ ἀρίστου διαλέγῃ κοινοῦ, καὶ μυστηρίων φρικτῶν μέ‐ μνησαι; Ναὶ, φησίν. Εἰ γὰρ τὰ πνευματικὰ ἐκεῖνα, εἰ γὰρ ἡ τράπεζα ἡ φρικώδης κοινὴ πᾶσι πρόκειται,
15καὶ πλουσίῳ καὶ πένητι, καὶ οὐχὶ δαψιλέστερον ἀπο‐ λαύει ταύτης ὁ πλούσιος, οὐδὲ ἔλαττον ὁ πένης, ἀλλὰ μία τιμὴ, καὶ πρόσοδος μία· καὶ ἕως ἂν πάντες με‐ τασχῶσι καὶ κοινωνήσωσι τῆς πνευματικῆς καὶ ἱερᾶς ταύτης τραπέζης, οὐ συστέλλεται τὰ προκείμενα, ἀλλ’
20ἑστήκασιν οἱ ἱερεῖς ἅπαντες, καὶ τὸν πάντων πενέστε‐ ρον καὶ εὐτελέστερον ἀναμένοντες· πολλῷ μᾶλλον ἐπὶ τῆς αἰσθητῆς τοῦτο χρὴ ποιεῖν. Διὰ τοῦτο ἐμνήσθην ἐκείνου τοῦ κυριακοῦ δείπνου. Ἐγὼ γὰρ παρέλαβον ἀπὸ τοῦ Κυρίου, ὃ καὶ παρέδωκα ὑμῖν, ὅτι ὁ
25Κύριος Ἰησοῦς ἐν τῇ νυκτὶ, ᾗ παρεδίδοτο, ἔλαβεν ἄρτον, καὶ εὐχαριστήσας ἔκλασε, καὶ εἶπε· Τοῦτό μού ἐστι τὸ σῶμα τὸ ὑπὲρ πολλῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν. Ὡσαύτως καὶ
30τὸ ποτήριον μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐστὶν ἐν τῷ ἐμῷ αἵματι. εʹ. Εἶτα πολλὰ διαλεχθεὶς περὶ τῶν ἀναξίως κοινω‐ νούντων τοῖς μυστηρίοις, καὶ σφόδρα αὐτῶν καθαψά‐ μενος καὶ διελέγξας, διδάξας τε ὅτι τοῖς τὸν Χριστὸν
35ἀποκτείνασι τὴν αὐτὴν ὑποστήσονται τιμωρίαν οἱ τὸ αἷμα αὐτοῦ καὶ τὸ σῶμα ἁπλῶς καὶ ὡς ἔτυχε λαμβά‐ νοντες, πάλιν εἰς τὴν προκειμένην ὑπόθεσιν τὸν λόγον ἐξήγαγεν, εἰπών· Ὥστε, ἀδελφοὶ, συνερχόμενοι εἰς τὸ φαγεῖν, ἀλλήλους ἐκδέχεσθε. Εἰ δέ τις
40πεινᾷ, ἐν οἴκῳ ἐσθιέτω, ἵνα μὴ εἰς κρίμα συνέρ‐ χησθε. Ὅρα πῶς λανθανόντως καὶ λαιμαργίαν αὐ‐ τῶν κατέγνω, καὶ οὐκ εἶπεν, Εἰ δὲ πεινᾶτε, ἀλλ’, Εἰ δέ τις πεινᾷ, ἵνα ἕκαστος αἰσχυνόμενος αὐτὸς ὑπεύ‐ θυνος φανῆναι τοῖς ἐγκλήμασι, προλαβὼν διορθώσηται.
45Καὶ εἰς κολάσεως δὲ φόβον τὸν λόγον κατέκλεισεν,Column end

51

.

260

εἰπών· Ἵνα μὴ εἰς κρίμα συνέρχησθε, τουτέστιν, εἰς κατάκριμα καὶ εἰς ὀνειδισμόν. Οὐ γάρ ἐστι τροφὴ, φησὶν, οὐδὲ τράπεζα ἡ μετὰ αἰσχύνης τοῦ ἀδελφοῦ, ἡ μετὰ καταφρονήσεως τῆς ἐκκλησίας, ἡ μετὰ λαιμαρ‐
5γίας ἢ ἀσωτίας γινομένη. Οὐκ ἔστιν εὐφροσύνη ταῦ‐ τα, ἀλλὰ κόλασις καὶ τιμωρία. Μεγάλην γὰρ ἐπι‐ σπᾶσθε καθ’ ἑαυτῶν δίκην τοὺς ἀδελφοὺς ὑβρίζοντες, τῆς ἐκκλησίας καταφρονοῦντες, οἰκίαν ἰδιωτικὴν τὸν ἅγιον τόπον ποιοῦντες διὰ τὸ καθ’ ἑαυτοὺς ἐσθίειν.
10Ταῦτα καὶ ὑμεῖς ἀκούσαντες, ἀγαπητοὶ, ἐπιστομίζετε τοὺς ἁπλῶς τῇ ἀποστολικῇ κεχρημένους ῥήσει καὶ διδασκαλίᾳ· διορθοῦτε τοὺς ἐπὶ βλάβῃ τῇ ἑαυτῶν καὶ τῇ ἑτέρων ταῖς Γραφαῖς κεχρημένους. Ἔγνωτε γὰρ περὶ τίνος φησὶ τὸ, Δεῖ δὲ καὶ αἱρέσεις εἶναι ἐν
15ὑμῖν, περὶ τῆς διχοστασίας τῆς ἐν ταῖς τραπέζαις γινομένης, ἐπειδὴ Ὁ μὲν πεινᾷ, ὁ δὲ μεθύει. Καὶ μετὰ τῆς ὀρθῆς πίστεως καὶ πολιτείαν συμ‐ βαίνουσαν τοῖς δόγμασιν ἐπιδειξώμεθα, πολλὴν περὶ τοὺς πένητας φιλοφροσύνην, πολλὴν ὑπὲρ τῶν δεο‐
20μένων ποιούμενοι πρόνοιαν· ἐμπορίαν πνευματικὴν ἐμπορευσώμεθα, μηδὲν πλέον τῆς χρείας ἐπιζητῶμεν. Τοῦτο πλοῦτος, τοῦτο ἐμπορία, τοῦτο θησαυρὸς ἀνελ‐ λιπὴς, τὸ πάντα τὰ ὄντα εἰς τὸν οὐρανὸν μετατιθέναι, καὶ θαῤῥεῖν λοιπὸν ὑπὲρ τῆς φυλακῆς τῶν ἀποκειμέ‐
25νων. Διπλοῦν γὰρ ἡμῖν ἀπὸ τῆς ἐλεημοσύνης ἔσται τὸ κέρδος, ὅτι τε οὐκέτι δεδοίκαμεν ὑπὲρ τῶν καταβλη‐ θέντων χρημάτων, μήποτε λῃσταὶ καὶ τοιχωρύχοι καὶ οἰκετῶν κακουργία αὐτὰ λυμήνηται, καὶ ὅτι κείμενα οὐχ ἁπλῶς κατορώρυκται ἄκαρπα· ἀλλ’ ὥσπερ ῥίζα
30ἐν λιπαρῷ φυτευθεῖσα χωρίῳ, καθ’ ἕκαστον ἐνιαυτὸν ὡρίμους φέρει τοὺς καρποὺς, οὕτω καὶ ἀργύριον ἐν ταῖς τῶν πενήτων χερσὶ φυτευθὲν, οὐ καθ’ ἕκαστον ἐνιαυτὸν μόνον, ἀλλὰ καὶ καθ’ ἑκάστην ἡμέραν πνευματικοὺς ἡμῖν φέρει τοὺς καρποὺς, παῤῥησίαν πρὸς τὸν Θεὸν,
35ἁμαρτημάτων συγχώρησιν, ἀγγέλων ἐγγύτητα, συν‐ ειδὸς ἀγαθὸν, εὐφροσύνην πνευματικῆς ἀγαλλιάσεως, ἐλπίδα ἀκαταίσχυντον, τὰ θαυμαζόμενα ἀγαθὰ, ἅπερ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν, καὶ τοῖς ἐν θερμῇ καὶ ζεούσῃ ψυχῇ ἐκζητοῦσι τὸ ἔλεος τῆς ἐπι‐
40φανείας αὐτοῦ· ἧς γένοιτο πάντας ἡμᾶς τὸν παρόντα βίον εὐαρέστως διανύσαντας ἐπιτυχεῖν, τῆς αἰωνίου τῶν σωζομένων χαρᾶς, χάριτι καὶ οἰκτιρμοῖς τοῦ ἀλη‐ θινοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ
45αὐτοῦ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.259