TLG 2062 073 :: JOANNES CHRYSOSTOMUS :: In dictum Pauli: Nolo vos ignorare

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In dictum Pauli: Nolo vos ignorare

Citation: Vol — pg — (ln)

51

.

241

(11t)

ΕΙΣ ΤΟ ΑΠΟΣΤΟΛΙΚΟΝ ΡΗΤΟΝ
12tΟὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες
13tδιὰ τῆς θαλάσσης διῆλθον.
14αʹ. Οἱ ναῦται τοῦτο μάλιστα φιλοῦσι τοῦ πελάγους
15τὸ μέρος, ὅπερ ἂν λιμέσι πυκνοῖς καὶ νήσοις διειλημ‐ μένον ᾖ. Τὸ μὲν γὰρ ἀλίμενον πέλαγος, κἂν γαλήνην ἔχῃ, πολὺν παρέχει τοῖς πλέουσι τὸν τρόμον· ἔνθα δὲ ἂν ὦσιν ὅρμοι, καὶ ἀκταὶ, καὶ αἰγιαλοὶ πανταχό‐ θεν ἐκτεταμένοι, μετὰ πολλῆς πλέουσι τῆς ἀσφαλείας.
20Κἂν γὰρ βραχὺ διεγερθεῖσαν τὴν θάλασσαν ἴδωσι, δι’ ὀλίγου τὴν καταφυγὴν ἔχοντες, ταχίστην καὶ εὔκολον τῶν ἐπικειμένων κακῶν ἀπαλλαγὴν εὕρασθαι δύναιντ’ ἄν. Διὰ δὴ ταῦτα, οὐχ ὅταν πλησίον λιμένος ἐλαύ‐ νωσι μόνον, ἀλλὰ κἂν πόῤῥωθεν ὦσι, πολλὴν καὶ ἀπὸ
25τῆς ὄψεως ταύτης παράκλησιν δέχονται. Οὐ γὰρ ὡς ἔτυχεν αὐτῶν τὰς ψυχὰς ἀνακτᾶσθαι πέφυκε καὶ ὄρους κορυφὴ φαινομένη πόῤῥωθεν, καὶ καπνὸς ἀνα‐ θρώσκων, καὶ προβάτων ποίμνια παρὰ τὴν ὑπώρειαν νεμόμενα. Ἐπειδὰν δὲ καὶ εἰς αὐτὸ τοῦ λιμένος τὸ
30στόμα ἔλθωσιν, ὁλόκληρον καρποῦνται τὴν εὐφροσύ‐ νην. Τότε γὰρ καὶ κώπην ἀποτίθενται, καὶ τὰ σώματα ὑπὸ τῆς ἅλμης τεταριχευμένα ποτίμοις περι‐ κλύζουσιν ὕδασι, καὶ εἰς τὸν αἰγιαλὸν ἐξελθόντες, καὶ τῇ γῇ μικρὸν ὁμιλήσαντες γυμνοῖς τοῖς σώμασι,
35πᾶσαν τὴν ἀπὸ τῆς ναυτιλίας ἀποτίθενται ταλαιπω‐ ρίαν. Ὥσπερ οὖν ἐκεῖνοι τοῦτο μάλιστα τῆς θαλάσ‐ σης ἀσπάζονται τὸ μέρος διὰ τὰς πυκνὰς ταύτας καὶ συνεχεῖς ἀναπαύσεις· οὕτω δὴ καὶ ἐγὼ ταύτην μά‐ λιστα φιλῶ τὴν ὥραν, οὐκ ἐπειδὴ χειμῶνος ἀπηλλά‐
40γμεθα, οὐδὲ ἐπειδὴ θέρους ἀπολαύομεν, ζεφύρου λι‐ γυρὰ πνέοντος, ἀλλ’ ἐπειδὴ τοὺς πνευματικοὺς λι‐ μένας ἔχομεν συνεχῶς διαδεχομένους ἡμᾶς, τῶν ἁγίων μαρτύρων λέγω τὰς πανηγύρεις. Οὐ γὰρ οὕ‐ τως οἱ λιμένες πλωτῆρας, ὡς αἱ τῶν ἁγίων τούτων
45ἑορταὶ τοὺς πιστοὺς ἀνακτᾶσθαι πεφύκασιν. Ἐκεί‐ νους μὲν γὰρ θαλαττίων κυμάτων ἐμβολῆς καὶ ἐρεσίας μακρᾶς ἀπαλλάττουσι λιμένες· τοὺς δ’ εἰς πανήγυριν
μαρτύρων ἀπαντῶντας πνευμάτων πονηρῶν καὶColumn end

51

.

242

(14)

ἀκαθάρτων, λογισμῶν ἀτόπων, πολλῆς τῆς ἐν ψυχῇ
15γινομένης ζάλης, ἡ τῶν ἁγίων μνήμη τούτων ἐξαρπά‐ ζειν εἴωθε. Κἂν ἐκ τῶν πολιτικῶν, κἂν ἐκ τῶν οἰ‐ κιακῶν πραγμάτων ἀθυμίαν τινὰ ἐπισυρόμενος εἰσ‐ έλθῃ, πᾶσαν αὐτὴν ἀποθέμενος, οὕτως ἄπεισι, καὶ ῥᾴων γίνεται καὶ κουφότερος, οὐχὶ κώπην ἀποτιθέ‐
20μενος, οὐδὲ οἰάκων ἐξανιστάμενος, ἀλλὰ τὸ δυσβά‐ στακτον καὶ ποικίλον τῆς βιωτικῆς λύπης φορτίον διαλύων, καὶ πολλὴν τῇ ψυχῇ δεχόμενος τὴν εὐ‐ φροσύνην. Καὶ τούτων ἁπάντων μάρτυρες ὑμεῖς, οἱ τοῖς ἄθλοις τοῦ μακαρίου Βαρλαὰμ χθὲς ἐντρυ‐
25φήσαντες, καὶ μετὰ πολλῆς τῆς ἀδείας εἰς τὸν ἐκείνου σκιρτήσαντες λιμένα, καὶ τὴν ἅλμην τῶν βιωτι‐ κῶν φροντίδων ἀπολουσάμενοι, καὶ κοῦφοι οἴκαδε ἀπὸ τῶν ἐκείνου διηγημάτων ἀναχωρήσαντες. Ἀλλ’ ἰδοὺ καὶ ἑτέρων μαρτύρων προσελαύνει πάλιν πανή‐
30γυρις. Ἕως ἂν οὖν εἰς τὸν ἐκείνων λιμένα φθάσωμεν, φέρε δὴ μιμησώμεθα τοὺς πλωτῆρας· καὶ καθάπερ ἐκεῖνοι τὸ πέλαγος πλέοντες ᾄδουσι, τῇ ᾠδῇ τὸν πό‐ νον παραμυθούμενοι· οὕτω δὴ καὶ ἡμεῖς, ἕως εἰς τὸν ἐκείνων φθάσωμεν λιμένα, λόγους τινὰς πνευματικοὺς
35πρὸς ἀλλήλους κινήσωμεν, τὸν μακάριον Παῦλον τῆς καλῆς ταύτης ὁμιλίας ἡγεμόνα ποιησάμενοι, καὶ ἥνπερ ἂν αὐτὸς κελεύῃ, ταύτην ἑπόμενοι. Ποίαν οὖν ἕπεσθαι κελεύει; Τὴν διὰ τῆς ἐρήμου, καὶ τῶν ἐκεῖ συμβάντων θαυμάτων ὁδόν. Καὶ γὰρ ἠκούσατε
40σήμερον αὐτοῦ βοῶντος, καὶ λέγοντος· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋ‐ σῆν ἐβαπτίσαντο, παὶ πάντες τὸ αὐτὸ βρῶμα
45πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα241

51

.

243

πνευματικὸν ἔπιον. Ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός· κατεστρώθησαν γὰρ ἐν τῇ ἐρήμῳ. Ταῦτα δὲ
5τύποι ἡμῶν ἐγενήθησαν, εἰς τὸ μὴ εἶναι ἡμᾶς ἐπιθυμητὰς κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν· μηδὲ εἰδωλολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν, καὶ ἀνέστησαν τοῦ παίζειν. Μηδὲ πορνεύωμεν, καθώς
10τινες αὐτῶν ἐπόρνευσαν, καὶ ἔπεσον ἐν μιᾷ ἡμέρᾳ, εἰκοσιτρεῖς χιλιάδες. Μηδὲ ἐκπειράζωμεν τὸν Χριστὸν, καθώς τινες αὐτῶν ἐπείρασαν, καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο. Μηδὲ γογγύζωμεν, καθώς τινες αὐτῶν ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ
15τοῦ ὀλοθρευτοῦ. Καὶ δοκεῖ μὲν εἶναι σαφῆ τὰ λεγό‐ μενα, παρέχει δέ τινα διαπόρησιν οὐ τὴν τυχοῦσαν τοῖς προσέχουσι. Καὶ γὰρ ἄξιον ζητῆσαι πρῶτον, τίνος ἕνεκεν τὰς παλαιὰς αὐτὸς ἐμνημόνευσεν ἱστορίας, ἐκ ποίας ἀκολουθίας περὶ εἰδωλοθύτων δια‐
20λεγόμενος εἰς ταύτην ἐνέπεσε τὴν διήγησιν, τὰ ἐπὶ τῆς ἐρήμου φέρων εἰς μέσον. Οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ὁ μακάριος ἐκεῖνος φθέγγεται, ἀλλὰ μετὰ πολλῆς τῆς ἀκολουθίας καὶ ἀκριβῆ διατηρῶν παντα‐ χοῦ τῶν ὑπ’ αὐτοῦ λεγομένων τὴν συμφωνίαν. Τίνος
25οὖν ἕνεκεν, καὶ πόθεν εἰς ταύτην ἐνέπεσε τὴν ἱστο‐ ρίαν; Ἐπετίμα τοῖς ἁπλῶς καὶ ἀνεξετάστως εἰς τὰ εἴδωλα εἰσιοῦσι, καὶ μιαρᾶς ἀπογευομένοις τραπέζης, καὶ εἰδωλοθύτων ἁπτομένοις· καὶ δείξας, ὅτι διπλῆν ἀπὸ τοῦ πράγματος ὑπομένουσι βλάβην, τούς τε
30ἀσθενεῖς πλήττοντες, καὶ αὐτοὶ κοινωνοὶ δαιμόνων γινόμενοι, καὶ καταστείλας αὐτῶν ἱκανῶς τὰ φρονή‐ ματα διὰ τῶν ἔμπροσθεν εἰρημένων, καὶ παιδεύσας, ὅτι δεῖ τὸν πιστὸν μὴ τὸ ἑαυτοῦ βλέπειν μόνον, ἀλλὰ καὶ τὸ τῶν πολλῶν, βουλόμενος αὐτοῖς ἐπιτεῖναι τὸν
35φόβον, παλαιῶν αὐτοὺς ἀναμιμνήσκει διηγημάτων. Ἐπειδὴ γὰρ ἐκεῖνοι μέγα ἐφρόνουν, ὡς πιστοὶ, καὶ πλάνης ἀπαλλαγέντες, καὶ γνώσεως καταξιωθέντες, καὶ τῶν ἀποῤῥήτων κοινωνήσαντες μυστηρίων, καὶ πρὸς βασιλείαν οὐρανῶν κληθέντες, δεῖξαι θέλων, ὅτι
40τούτων ὄφελος οὐδὲν, ἂν μὴ πολιτεία προσῇ συμ‐ φωνοῦσα τῇ τοσαύτῃ χάριτι, ἐκ παλαιᾶς αὐτοὺς παι‐ δεύει ἱστορίας. βʹ. Ἀλλὰ καὶ τοῦτο αὐτὸ πάλιν πολλῆς γέμει ζητή‐ σεως. Τίνος ἕνεκεν οὐκ ἀπὸ τῶν τοῦ Χριστοῦ ῥημά‐
45των αὐτοῖς διαλέγεται τῶν ἐν Εὐαγγελίῳ κειμένων, οὐδὲ γεέννης αὐτοὺς ἀναμιμνήσκει, καὶ σκότους ἐξω‐ τέρου, καὶ σκώληκος ἰοβόλου, καὶ δεσμῶν ἀθανάτων, καὶ πυρὸς τοῦ ἡτοιμασμένου τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, καὶ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ

51

.

243

(50)

τῶν ἄλλων τῶν ἀποῤῥήτων κολάσεων; Εἰ γὰρ φοβῆσαι ἐβούλετο, ἀπὸ τῶν μειζόνων τοῦτο ποιῆσαι ἔδει, οὐκ ἀπὸ τῶν ἐν τῇ ἐρήμῳ. Ἐκεῖνοι μὲν γὰρ, εἰ καὶ ἐκο‐ λάσθησαν, ἀλλ’ ἡμερώτερον καὶ προσκαίρως, καὶ ἐν ἡμέρᾳ μιᾷ· οὗτοι δὲ ἀθάνατα μέλλουσι τιμωρεῖσθαι
55καὶ χαλεπώτερα. Τίνος οὖν ἕνεκεν ἐκεῖθεν αὐτοὺς ἐφόβησεν, οὐδὲ ἀνέμνησε τῶν τοῦ Χριστοῦ ῥημάτων; Καὶ γὰρ ἠδύνατο λέγειν πρὸς αὐτούς· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, οἵους ὁ Χριστὸς ἔθηκε νό‐ μους περὶ τῶν πίστιν μὲν ἐχόντων, βίον δὲ ἄριστον
60οὐκ ἐπιδεικνυμένων. Καὶ γὰρ θαύματα ποιήσαντας ἀνθρώπους, καὶ προφητείαν ἐπιδεικνυμένους ἐξέβαλε τῆς βασιλείας τῶν οὐρανῶν, λέγων· Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, Κύριε, Κύριε, οὐ τῷ σῷ
ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματιColumn end

51

.

244

προεφητεύσαμεν, καὶ δυνάμεις πολλὰς ἐποιήσα‐ μεν; Καὶ τότε ὁμολογήσω αὐτοῖς, Ὑπάγετε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Καὶ τὰς παρθένους δὲ οὐχ ὑπὲρ πίστεως ἐγκαλῶν καὶ
5δογμάτων, ἀλλ’ ὑπὲρ βίου διεφθαρμένου καὶ ἀπανθρωπίας καὶ ὠμότητος, ἀπέκλεισε τοῦ νυμ‐ φῶνος· καὶ τὸν τὰ ῥυπαρὰ ἐνδεδυμένον ἱμάτια, διὰ τοῦτο δεδεμένον ἐξέβαλεν, οὐκ ἐπειδὴ δόγματα οὐκ εἶχεν ὀρθὰ, ἀλλ’ ἐπειδὴ βίον ῥυπαρὸν καὶ ἀκάθαρτον·
10καὶ οὓς ἐκέλευσεν εἰς τὸ πῦρ ἀπενεχθῆναι τὸ ἡτοι‐ μασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ, οὐ διὰ τοῦτο ἔπεμψεν ἐκεῖ, ἐπειδὴ τῆς πίστεως ἦσαν ἐκπεπτωκότες, ἀλλ’ ἐπειδὴ οὐδέποτε οὐδένα ἠλέησαν. Τούτων πάντων καὶ τῶν τοιούτων αὐτοὺς ἀναμνῆσαι
15ἠδύνατο, καὶ εἰπεῖν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οὗτοι πάντες καὶ βαπτίσματος ἔτυχον, καὶ μυστηρίων ἐκοινώνησαν, καὶ πίστιν πολλὴν ἐπεδείξαντο, καὶ γνῶσιν εἶχον ἀπηρτισμένην· ἀλλ’ ἐπειδὴ βίον οὐ παρέσχον τῇ πίστει συνᾴδοντα, τῆς
20βασιλείας ἐξεβλήθησαν, καὶ τῷ πυρὶ παρεδόθησαν. Τίνος οὖν ἕνεκεν οὐ ταῦτα εἶπεν, ἀλλὰ ταῦτα πάντα ἀφεὶς, οὕτω πώς φησιν· Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ τῶν Μωϋσέως αὐτοὺς ἀναμιμνή‐
25σκων, τὰ ἐπὶ τῆς χάριτος τέως σιγήσας; Οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τοῦτο ποιεῖ· πολλῆς γὰρ σο‐ φίας ἦν πεπληρωμένος. Ἀλλὰ τί δήποτε, καὶ διὰ τί; Δυοῖν ἕνεκα τούτων· ὁμοῦ τε αὐτῶν βουλόμενος καθ‐ άψασθαι μᾶλλον, καὶ δεῖξαι τῆς Παλαιᾶς Διαθήκης
30πρὸς τὴν Καινὴν πολλὴν οὖσαν τὴν συγγένειαν. Ἐπειδὴ γὰρ πολλοὶ τῶν ἀνθρώπων, οἱ μὲν τῇ γεέννῃ διαπιστοῦσι, καὶ οὐδὲ εἶναι κόλασιν νομίζουσιν, ἀλλὰ τὸν Θεὸν ἁπλῶς ἕνεκεν φόβου καὶ σωφρονισμοῦ ταῦτ’ ἠπειληκέναι, σκώληκα τὸν ἀτελεύτητον, τὸ πῦρ τὸ
35ἄσβεστον, τὸ σκότος τὸ ἐξώτερον, τοῖς δὲ παρελθοῦ‐ σιν οὐκ ἔχουσιν ἀπιστῆσαι. Τὰ γὰρ γεγενημένα πῶς ἄν τις δύναιτο λέγειν μὴ γενέσθαι; Τοῖς μὲν γὰρ οὐδέπω φανεῖσιν, οὐδὲ εἰς ἔργον ἐξελθοῦσίν εἰσι πολ‐ λοὶ οἱ διαπιστοῦντες, τοῖς δὲ γεγενημένοις καὶ τέλος
40εἰληφόσι, κἂν μυριάκις τις ἀνεύθυνος ᾖ καὶ ἀγνώμων, οὔτε, εἰ βουληθείη, δυνήσεταί ποτε ἀπιστεῖν. Ἀπὸ τῶν σφόδρα ὡμολογημένων, καὶ τέλος ἐχόντων, καὶ ὧν πολλὰ μένει τὰ λείψανα, βούλεται αὐτοὺς πιστώ‐ σασθαι περὶ τῆς τοῦ Θεοῦ δικαιοκρισίας, μονονουχὶ
45λέγων· Εἰ μὴ νομίζεις εἶναι γέενναν, μηδὲ τιμωρίαν καὶ κόλασιν, ἀλλ’ ἁπλῶς τὸν Θεὸν ἠπειληκέναι, τὰ παρελθόντα ἀναλογισάμενος, καὶ τοῖς μέλλουσι πί‐ στευε. Εἰ γὰρ ὁ αὐτός ἐστι Θεὸς, ὁ καὶ τὰ πρότερα καὶ τὰ νῦν οἰκονομῶν, καὶ τὰ ἐπὶ τῆς Παλαιᾶς, καὶ

51

.

244

(50)

τὰ ἐπὶ τῆς χάριτος, ὥσπερ οὖν καὶ ἔστιν ὁ αὐτὸς, ποῖον ἂν ἔχοι λόγον, ἐκείνους μὲν ἁμαρτάνοντας κο‐ λάσαι καὶ τιμωρήσασθαι, ἡμᾶς δὲ ταῦτα, καὶ πολλῷ χαλεπώτερα ἐκείνων πταίοντας ἀτιμωρήτους ἀφεῖναι; Ἐρωτῶ τοίνυν· ἐπόρνευσαν οἱ Ἰουδαῖοι, καὶ ἐκολά‐
55σθησαν; ἐγόγγυσαν, καὶ ἐτιμωρήθησαν; Ἀνάγκη πᾶσα ὁμολογῆσαι. Πῶς οὖν ὁ τιμωρησάμενος ἐκείνους, σὲ τὰ αὐτὰ τολμῶντα παρόψεται; Οὐκ ἂν ἔχοι λό‐ γον. Ἀλλ’ οὐκ ἔδωκας δίκην ἐνταῦθα; Διὰ τοῦτο μάλιστα πίστευε γέενναν εἶναι καὶ κόλασιν, ἐπειδὴ
60δίκην ἐνταῦθα οὐκ ἔδωκας. Εἰ γὰρ μὴ ἔμελλέ τις
ἀποκεῖσθαι μετὰ ταῦτα τιμωρία, οὐκ ἂν τὰ αὐτὰ243

51

.

245

τοῖς προτέροις τολμήσας, ἀτιμώρητος ἔμεινας. Καὶ σὺ τοίνυν ὅταν λάβῃς τινὰ χαῦνον, καὶ διαλελυ‐ μένον, καὶ πολλὴν ἀσέλγειαν ἐπιδεικνύμενον, καὶ λέγῃ πρὸς σὲ, ὅτι μῦθος ταῦτά ἐστιν, οὐκ ἔστι κό‐
5λασις, οὔτε γέεννα, ἀλλ’ ἁπλῶς ὁ Θεὸς ἠπεί‐ λησε φοβῆσαι βουλόμενος, λέγε πρὸς αὐτόν· Ἄν‐ θρωπε, τοῖς μέλλουσιν ἀπιστεῖς, ἐπειδὴ μὴ φαίνεται, μηδὲ εἰς μέσον ἦλθε, μηδὲ ὑπὸ τοῖς ὀφθαλμοῖς κεῖται τοῖς ἡμετέροις· μὴ ἐπὶ τοῖς γεγενημένοις καὶ τέλος
10εἰληφόσι δυνατὸν ἀπιστῆσαί τινα; Ἐννόησόν μοι τὰ Σόδομα καὶ τὰ Γόμοῤῥα. Ἐκείνη δὲ χώρα δι’ οὐδε‐ μίαν ἑτέραν ἁμαρτίαν τοσαύτην ἔδωκε δίκην, ἢ ὅτι παρανόμους εἰσήγαγον μίξεις οἱ τὰς πόλεις οἰκήσαν‐ τες ἐκείνας, καὶ ἀθέσμους ἔρωτας, καὶ τοὺς τῆς φύ‐
15σεως νόμους ἐκ βάθρων ἀνέτρεψαν. Πῶς οὖν ἂν ἔχοι λόγον, τὸν Θεὸν, τὸν αὐτὸν ὄντα καὶ τότε καὶ νῦν, ἐκείνους μὲν ἁμαρτάνοντας κολάσαι χωρὶς συγγνώ‐ μης ἁπάσης, σὲ δὲ τὸν μετ’ ἐκείνους ἁμαρτόντα, τὸν πολλῷ μείζονος ὄντα τιμωρίας ἄξιον καὶ κολάσεως,
20ὅσῳ καὶ χάριτος ἀπήλαυσας, καὶ οὐδὲ ταῖς ἐκείνων ἐσωφρονίσθης τιμωρίαις, ἀτιμώρητον ἀφεῖναι; γʹ. Διὰ δὴ ταῦτα καὶ Παῦλος οὐδὲν περὶ γεέννης τέως εἰπὼν, ἐπειδὴ πολλοῖς τὰ μέλλοντά ἐστιν ἄπιστα, ἀπὸ τῶν ἤδη συμβάντων, καὶ ὧν ἱκανὴν εἶχον πίστιν,
25αὐτοὺς σωφρονίσαι βούλεται. Εἰ γὰρ καὶ φοβερώτερα τὰ μέλλοντα, ἀλλὰ τοῖς ἀτελεστέροις τῶν ἀνθρώπων τὰ παρελθόντα πιστότερα, καὶ ταῦτα μᾶλλον αὐτοὺς ἐκείνων φοβεῖν εἴωθε. Διὰ ταῦτα ἐντεῦθεν αὐτοῖς δια‐ λέγεται, οἷς οὐδὲ τὸν σφόδρα ἀναισχυντοῦντα ἀπιστῆ‐
30σαι δυνατὸν ἦν· ὁμοῦ δὲ καὶ Μαρκίωνι καὶ Μάνεντι, καὶ πᾶσι τοῖς τὰ αὐτὰ ἐκείνοις νοσοῦσι καιρίαν δί‐ δωσι τὴν πληγήν. Εἰ γὰρ μή ἐστιν ὁ αὐτὸς Θεὸς τῆς Παλαιᾶς καὶ τῆς Καινῆς, ὁ καὶ ἐκεῖνα νουθετήσας, καὶ ταῦτα μέλλων διατυποῦν, περιττῶς μοι ταῦτα
35λέγεις, ὦ Παῦλε, καὶ φόβον οὐδένα τοῖς ἀκροαταῖς ἐντίθης. Δύναται γὰρ ὁ ἀκούων λέγειν, ὅτι εἰ ἕτερος ἐκεῖνός ἐστι Θεὸς, καὶ ἕτερος οὗτος, οὐ πάντως οὗτος κατὰ τὴν ἐκείνου κρινεῖ γνώμην, οὐδὲ τοῖς αὐτοῖς πείθεται νόμοις. Τί γὰρ, εἰ τῷ τῆς Παλαιᾶς Θεῷ
40πάντας ἔδοξε κολάσαι καὶ τιμωρήσασθαι, τί μορμο‐ λύττεις καὶ ἐκφοβεῖς; Ἕτερον ἔχω Δεσπότην τὸν μέλ‐ λοντά με κρίνειν. Ὥστε εἰ ἕτερος ἦν ὁ τῆς Παλαιᾶς, καὶ ἕτερος ὁ τῆς Καινῆς, τοὐναντίον, ὅπερ ἐβούλετο, ὁ Παῦλος ἐποίησεν· οὐ γὰρ μόνον οὐκ ἐφόβησε τὸν
45ἀκούοντα, ἀλλὰ καὶ πάσης ἀγωνίας καὶ δέους ἀπήλ‐ λαξεν· ὅπερ οὐδὲ τῶν τυχόντων ἀνθρώπων καὶ σφόδρα ἀνοήτων τις ἔπαθεν ἂν, μήτι γε Παῦλος ὁ τοσαύτης γέ‐ μων σοφίας. Ὅθεν δῆλον, ὅτι εἷς καὶ ὁ αὐτός ἐστι Θεὸς ὁ καὶ τοὺς Ἰουδαίους ἐπὶ τῆς ἐρήμου καταστρώσας,

51

.

245

(50)

καὶ ἡμῶν τοὺς ἁμαρτάνοντας κολάζειν μέλλων. Οὐ γὰρ εἰ μὴ εἷς ἦν (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ), ἀπὸ τῶν ἤδη γεγενημένων ὑπ’ ἐκείνου, καὶ περὶ τῶν μελλόν‐ των ἡμᾶς ἐφόβει· ἐπειδὴ δὲ ὁ αὐτός ἐστιν, ἀναντίῤῥη‐ τον εἰσήγαγεν αὐτοῖς τὴν περὶ τῆς τιμωρίας προσδο‐
55κίαν, δεικνὺς ὅτι δεδοικέναι χρὴ καὶ φοβεῖσθαι. Οὐ γὰρ ἂν ὁ τοὺς πατέρας ἡμῶν κολάσας ἁμαρτάνοντας, ἡμῶν φείσεται τὰ αὐτὰ πλημμελούντων. Ἄξιον δὲ ἐπ’ αὐτὴν τὴν ἀρχὴν ἐλθεῖν τοῦ διηγήματος, καὶ ἑκάστην διερευνήσασθαι ῥῆσιν μετ’ ἀκριβείας ἁπάσης.
60Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί. Τοὺς μαθητὰς ἀδελφοὺς ἐκάλεσεν, οὐκ ἀπὸ τοῦ τῆς ἀξίας, ἀλλ’ ἀπὸ τοῦ τῆς ἀγάπης αὐτοὺς προσαγορεύων ὀνόματος. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι ταύτης ἴσον οὐδὲν, καὶ τὸ μέγιστον
τῆς ἀξίας εἶδος, τὸ τῆς ἀγάπης εἶδός ἐστι. ΤοῦτοColumn end

51

.

246

δὲ πρῶτον καὶ ἡμεῖς ζηλώσωμεν. Κἂν σφόδρα καταδε‐ έστεροί τινες ἡμῶν ὦσι, τοῖς τῆς θεραπείας αὐτοὺς καλῶμεν ὀνόμασι, μὴ μόνον ἐλευθέρους, ἀλλὰ καὶ δούλους, μὴ μόνον πλουσίους, ἀλλὰ καὶ πένητας, ἐπεὶ
5καὶ Παῦλος οὐχὶ τοὺς πλουσίους τοὺς παρὰ Κοριν‐ θίοις, οὐδὲ τοὺς ἐλευθέρους καὶ περιφανεῖς, οὐδὲ τοὺς ἐπισήμους μόνον, ἀλλὰ καὶ ἰδιώτας, καὶ οἰκέτας, καὶ πάντας ἁπλῶς ταύτῃ τετίμηκε τῇ προσηγορίᾳ. Ἐν γὰρ Χριστῷ Ἰησοῦ οὐ δοῦλος, οὐκ ἐλεύθερος, οὐ
10βάρβαρος, οὐ Σκύθης, οὐ σοφὸς, οὐκ ἄσοφος, ἀλλὰ πᾶσα ἀξίας ἀνωμαλία βιωτικῆς ἀνῄρηται. Καὶ τί θαυμαστὸν, εἰ Παῦλος τοὺς ὁμοδούλους οὕτως ἐκάλε‐ σεν, ὅπου γε καὶ ὁ Δεσπότης αὐτοῦ τὴν ἡμετέραν οὕτω ἐκάλεσε φύσιν, οὕτω λέγων· Ἀπαγγελῶ τὸ
15ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλη‐ σίας ὑμνήσω σε; Οὐ μόνον δὲ ἐκάλεσεν ἡμᾶς ἀδελ‐ φοὺς, ἀλλὰ καὶ γενέσθαι ἀδελφὸς ἡμῶν ἠθέλησε, καὶ ἐγένετο τὴν σάρκα ὑποδὺς τὴν ἡμετέραν, καὶ τῆς φύσεως ἡμῶν κοινωνήσας τῆς αὐτῆς. Ὅπερ οὖν καὶ
20αὐτὸ θαυμάζων ὁ Παῦλος ἔλεγεν· Οὐ γὰρ ἀγγέλων ἐπιλαμβάνεται ὁ Θεὸς, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται, ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι. Καὶ πάλιν· Ἐπεὶ οὖν καὶ τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος, παρα‐
25πλησίως καὶ αὐτὸς μετέσχε τῶν αὐτῶν. Πάντα δὲ ταῦτα ἀκούοντες, ἀλαζονείαν, καὶ τῦφον, καὶ ἀπόνοιαν ἅπασαν τῆς ψυχῆς ἐξορίσωμεν τῆς ἡμετέρας, καὶ μετὰ πολλῆς τοῦτο κατορθώσωμεν τῆς σπουδῆς, τὸ θεραπευτικοῖς ὀνόμασι καὶ τιμὴν ἔχουσι
30τοὺς πλησίον καλεῖν. Εἰ γὰρ καὶ μικρὸν καὶ ψιλὸν εἶναι δοκεῖ τὸ κατόρθωμα, ἀλλ’ ὅμως μεγάλων ἀγαθῶν ἐστιν αἴτιον· ὥσπερ οὖν τὸ ἐναντίον πολλὰς πολλάκις ἔχθρας καὶ ἔρεις καὶ φιλονεικίας ἐποίησεν. Οὐ ταύτην δὲ μόνον τὴν ῥῆσιν, ἀλλὰ καὶ τὴν ἑξῆς μετὰ πολλῆς
35ἐξεταστέον τῆς ἀκριβείας· οὐδὲ γὰρ ταύτην ἁπλῶς τέθεικεν. Εἰπὼν γάρ· Οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἐπήγαγεν· Ὅτι οἱ πατέρες ἡμῶν πάν‐ τες· οὐκ εἶπεν, Ὅτι οἱ Ἰουδαῖοι, οὐδὲ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες· ἀλλὰ τί; Οἱ πατέρες ἡμῶν πάντες·
40ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην ἐπιδεικνύμενος τὴν ἑαυτοῦ, ὅτι οὐκ ἀπηξίωσε τὴν πρὸς ἐκείνους συγγέ‐ νειαν, τοσοῦτον αὐτοὺς ἀναβεβηκὼς κατὰ τὸν τῆς ἀρετῆς λόγον, καὶ τῶν τὴν Παλαιὰν διαβαλλόντων ἐπιστομίζων τὴν ἀναίσχυντον γλῶτταν. Οὐ γὰρ ἂν,
45εἰ πρὸς ἐκείνην ἀπεχθῶς διέκειτο, ἀπὸ τῶν εὐφημο‐ τέρων ὀνομάτων ἂν ἐμνήσθη, τῶν τότε γενομένων ἁπάντων διαβολὴν ἐχόντων. Πάντες. Οὐδὲ τοῦτο ἁπλῶς τέθεικε τὸ, Πάντες, οὐδὲ παρέργως, ἀλλὰ μετὰ πολλῆς τῆς σοφίας. Οὐδὲ γὰρ ἅπαξ εἰπὼν ἐσί‐

51

.

246

(50)

γησεν, ἀλλὰ καὶ δὶς καὶ τρὶς καὶ πολλάκις, ἵνα μά‐ θῃς, ὅτι οὐ παρέργως αὐτὰ προσέῤῥιψεν. Εἰπὼν γάρ· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, ἐπήγαγε· Καὶ πάντες διὰ τῆς θαλάσσης διῆλθον, καὶ πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτί‐
55σαντο, καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπινον. Ἤκουσας πῶς πολλάκις τὸ, Πάντες, τέθει‐ κεν; Οὐκ ἂν δὲ τοῦτο ἐποίησεν, εἰ μὴ μέγα τι καὶ θαυμαστὸν μυστήριον αἰνίξασθαι ἤθελεν. Εἰ γὰρ
60ἁπλῶς ἐτίθει, ἤρκει ἅπαξ εἰπόντα σιγῆσαι, καὶ εἰπεῖν οὕτως· Ὅτι οἱ πατέρες ἡμῶν πάντες ὑπὸ τὴν νεφέλην ἦσαν, καὶ διὰ τῆς θαλάσσης διῆλθον, καὶ εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο, καὶ τὸ αὐτὸ βρῶμα πνευ‐
ματικὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον.245

51

.

247

Νῦν δὲ οὐχ οὕτως εἶπεν, ἀλλὰ καθ’ ἕκαστον τῶν γε‐ νομένων τὸ, Πάντες, τιθεὶς, θύραν ἡμῖν τῆς ἑαυτοῦ γνώμης παρήνοιξεν οὐ μικρὰν, ὥστε κατιδεῖν αὐτοῦ τὴν σοφίαν. Τίνος οὖν ἕνεκεν συνεχῶς τῆς λέξεως
5ταύτης μέμνηται; Βούλεται δεῖξαι πολλὴν οὖσαν τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν τὴν συγγένειαν, καὶ ὅτι ταῦτα τύπος ἐκείνων ἦν, καὶ σκιὰ τῶν μελλόντων. Καὶ πρῶτον ἀπὸ τούτου τὴν συμφωνίαν δείκνυσι. Βουλόμενος γὰρ δεῖξαι, ὅτι ὥσπερ ἐν τῇ Ἐκκλησίᾳ
10οὐκ ἔστι δούλου καὶ ἐλευθέρου διάκρισις, οὐδὲ ξένου καὶ πολίτου, οὐδὲ γέροντος καὶ νέου, οὐδὲ σοφοῦ καὶ ἀσόφου, οὐδ’ ἰδιώτου καὶ ἄρχοντος, οὐδὲ γυναικὸς καὶ ἀνδρὸς, ἀλλὰ πᾶσα ἡλικία, καὶ πᾶσα ἀξία, καὶ ἑκα‐ τέρα ἡ φύσις ὁμοίως εἰς τὴν κολυμβήθραν ἐκείνην
15ἐμβαίνουσι τῶν ὑδάτων, κἂν βασιλεὺς ᾖ τις, κἂν πτω‐ χὸς, τῶν αὐτῶν ἀπολαύουσι καθαρσίων· καὶ τοῦτό ἐστι μάλιστα τὸ μέγιστον τῆς παρ’ ἡμῖν εὐγενείας τεκμήριον, ὅτι ὁμοίως καὶ τὸν προσαίτην, καὶ τὸν τὴν ἁλουργίδα ἔχοντα μυσταγωγοῦμεν, καὶ οὐδὲν
20πλέον οὗτος ἐκείνου κατὰ τὸν τῶν μυστηρίων ἔχει λόγον· οὕτω καὶ ἐν τῇ Παλαιᾷ συνεχῶς τὸ, Πάντες, τέθεικεν. Οὐδὲ γὰρ ἔχεις εἰπεῖν, ὅτι Μωϋσῆς μὲν διὰ ξηρᾶς, Ἰουδαῖοι δὲ διὰ τῆς θαλάσσης διῆλθον, οὐδ’ ὅτι οἱ μὲν εὔποροι δι’ ἑτέρας ὁδοῦ, οἱ δὲ πενέστεροι δι’
25ἑτέρας, οὐδὲ ὅτι αἱ γυναῖκες μὲν ὑπὸ τὸν ἀέρα, ἄν‐ δρες δὲ ὑπὸ τὴν νεφέλην, ἀλλὰ καὶ διὰ τῆς θαλάσσης πάντες, καὶ ὑπὸ τὴν νεφέλην πάντες, καὶ εἰς τὸν Μωϋσῆν πάντες. Ἐπειδὴ γὰρ ἡ διάβασις ἐκείνη τοῦ μέλλοντος βαπτίσματος ἦν τύπος, ἔδει τοῦτο πρῶτον
30τῶν ὅλων διατυπωθῆναι, τὸ πάντας τῶν αὐτῶν ἀπο‐ λαῦσαι, ὥσπερ οὖν καὶ ἐνταῦθα πάντες τῶν αὐτῶν ἐξίσης μετέχουσι. Καὶ πῶς δύναται, φησὶν, ἐκεῖνο τύπος εἶναι τῶν παρόντων; Ἂν μάθῃς πρότερον, τί μὲν ἔστι τύπος, τί δὲ ἀλήθεια, τότε σοι καὶ τούτου
35παρέξομαι τὰς εὐθύνας. δʹ. Τί ποτ’ οὖν ἐστι σκιὰ, τί δὲ ἀλήθεια; Φέρε, τὸν λόγον ἐπὶ τὰς εἰκόνας ἀγάγωμεν, ἃς οἱ ζωγράφοι γράφουσι. Εἶδες πολλάκις εἰκόνα βασιλικὴν κυανῷ κατακεχρωσμένην χρώματι, εἶτα τὸν ζωγράφον λευ‐
40κὰς περιάγοντα γραμμὰς, καὶ ποιοῦντα βασιλέα, καὶ θρόνον βασιλικὸν, καὶ ἵππους παρεστῶτας, καὶ δορυ‐ φόρους, καὶ πολεμίους δεδεμένους καὶ ὑποκειμένους. Ἀλλ’ ὅμως ὁρῶν ταῦτα σκιαγραφούμενα, οὔτε οἶδας τὸ πᾶν, οὔτε ἀγνοεῖς τὸ πᾶν, ἀλλ’ ὅτι μὲν ἄνθρωπος
45γράφεται καὶ ἵππος, ἀμυδρῶς ἐπίστασαι· ποῖος δέ ἐστιν ὁ βασιλεὺς, καὶ ποῖος ὁ πολέμιος, οὐ σφόδρα ἀκριβῶς οἶδας, ἕως ἂν ἐλθοῦσα τῶν χρωμάτων ἡ ἀλή‐ θεια τρανώσῃ τὴν ὄψιν καὶ σαφεστέραν ποιήσῃ. Ὥσπερ οὖν ἐπὶ τῆς εἰκόνος ἐκείνης οὐκ ἀπαιτεῖς τὸ πᾶν πρὸ

51

.

247

(50)

τῆς τῶν χρωμάτων ἀληθείας, ἀλλὰ κἂν ἀμυδράν τινα λάβῃς γνῶσιν τῶν γινομένων, ἱκανῶς τὴν σκιαγρα‐ φίαν ἀπηρτίσθαι νομίζεις· οὕτω μοι καὶ ἐπὶ τῆς Πα‐ λαιᾶς καὶ ἐπὶ τῆς Καινῆς λογίζου, καὶ μή με πᾶσαν ἀπαιτήσῃς τῆς ἀληθείας τὴν ἀκρίβειαν ἐπὶ τοῦ τύ‐
55που· καὶ δυνησόμεθά σε διδάξαι, πῶς εἶχέ τινα συγ‐ γένειαν ἡ Παλαιὰ πρὸς τὴν Καινὴν, καὶ ἡ διάβασις ἐκείνη πρὸς τὸ ἡμέτερον βάπτισμα. Κἀκεῖ ὕδωρ, κἀνταῦθα ὕδωρ· κολυμβήθρα ἐνταῦθα, καὶ ἐκεῖ πέλαγος· πάντες ἐνταῦθα εἰς τὰ ὕδατα ἐμβαίνουσι,
60κἀκεῖ πάντες· κατὰ τοῦτο ἡ συγγένεια. Λοιπὸν βού‐ λει μαθεῖν τῶν χρωμάτων τὴν ἀλήθειαν; Ἐκεῖ μὲν
Αἰγύπτου διὰ τῆς θαλάσσης ἀπηλλάττοντο, ἐνταῦθαColumn end

51

.

248

δὲ εἰδωλολατρείας· κἀκεῖ μὲν ὁ Φαραὼ κατεποντίζε‐ το, ἐνταῦθα δὲ ὁ διάβολος· ἐκεῖ Αἰγύπτιοι ἀπεπνί‐ γοντο, ἐνταῦθα δὲ ὁ παλαιὸς ἄνθρωπος τῶν ἁμαρτη‐ μάτων κατορύττεται. Καὶ ἴδε συγγένειαν τύπου πρὸς
5ἀλήθειαν, καὶ ἀληθείας ὑπεροχὴν πρὸς τύπον. Οὔτε γὰρ ἀπηλλοτριῶσθαι πάντη χρὴ τὸν τύπον τῆς ἀλη‐ θείας, ἐπεὶ οὐκ ἂν εἴη τύπος· οὔτε πάλιν ἐξισάζειν πρὸς τὴν ἀλήθειαν, ἐπεὶ πάλιν καὶ αὐτὸς ἀλήθεια ἔσται· ἀλλὰ δεῖ μένειν ἐπὶ τῆς οἰκείας συμμετρίας,
10καὶ μήτε τὸ πᾶν ἔχειν τῆς ἀληθείας, μήτε τοῦ παν‐ τὸς ἐκπεπτωκέναι. Ἂν μὲν γὰρ τὸ πᾶν ἔχῃ, ἀλήθεια πάλιν ἐστὶ καὶ αὐτός· ἂν δὲ τοῦ παντὸς ἐκπέσῃ, τύ‐ πος εἶναι λοιπὸν οὐ δύναται· ἀλλὰ δεῖ τὸ μὲν ἔχειν, τὸ δὲ τῇ ἀληθείᾳ τηρεῖν. Μὴ τοίνυν τὸ πᾶν με ἀπαι‐
15τήσῃς ἐπὶ τῆς Παλαιᾶς, ἀλλ’ εἰ κἂν μικρά τινα καὶ ἀμυδρὰ λάβῃς αἰνίγματα, ἀγαπητὸν εἶναι νόμιζε τοῦτο. Ποῦ οὖν ἐστιν ἡ συγγένεια τοῦ τύπου πρὸς τὴν ἀλήθειαν; Ὅτι πάντες ἐκεῖ, καὶ ἐνταῦθα πάντες· ὅτι δι’ ὕδατος ἐκεῖ, καὶ ἐνταῦθα δι’ ὕδατος· ὅτι δουλείας
20ἀπηλλάγησαν ἐκεῖνοι, καὶ ἡμεῖς δουλείας, ἀλλ’ οὐ τῆς αὐτῆς· ἀλλ’ οἱ μὲν τῆς Αἰγυπτίων, ἡμεῖς δὲ τῆς τῶν δαιμόνων· ἐκεῖνοι τῆς τῶν βαρβάρων, ἡμεῖς τῆς κατὰ τὴν ἁμαρτίαν. Πρὸς ἐλευθερίαν ἀνήχθησαν ἐκεῖνοι, καὶ ἡμεῖς, ἀλλ’ οὐ πρὸς τὴν αὐτὴν, ἀλλὰ πρὸς πολλῷ
25λαμπροτέραν ἡμεῖς. Εἰ δὲ μείζω τὰ ἡμέτερα καὶ ὑπερέχοντα ἐκείνων, μὴ θορυβοῦ. Τοῦτο γὰρ μάλιστά ἐστιν ἀληθείας, τὸ πολλὴν ἔχειν πρὸς τὸν τύπον τὴν ὑπεροχὴν, οὐκ ἐναντίωσιν, οὐδὲ μάχην. Τί δέ ἐστι, Πάντες εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο; Καὶ τάχα
30ἀσαφὲς τὸ λεγόμενον· οὐκοῦν σαφέστερον αὐτὸ ποιῆ‐ σαι πειράσομαι. Θάλασσα ἦν πρὸ τῶν ὀφθαλμῶν κε‐ χυμένη τῶν ἐκείνων τότε, καὶ ἐκελεύοντο διαβαίνειν ξένην τινὰ καὶ παράδοξον ὁδὸν, ἣν οὐδεὶς οὐδέποτε ἀνθρώπων διέβη. Ὤκνουν καὶ ἀνεδύοντο, καὶ ἐδυσχέ‐
35ραινον. Διέβη πρῶτος Μωϋσῆς, καὶ πᾶσι μετ’ εὐκο‐ λίας ἔδωκεν ἀκολουθῆσαι λοιπόν. Τοῦτό ἐστιν· Εἰς τὸν Μωϋσῆν ἐβαπτίσαντο· ἐκείνῳ πιστεύσαντες, οὕτως ἐθάῤῥησαν ἐπιβῆναι τῶν ὑδάτων, ἡγεμόνα τῆς ὁδοιπορίας λαβόντες. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέ‐
40γονεν· ἐξαγαγὼν γὰρ ἡμᾶς τῆς πλάνης, καὶ τῆς εἰδωλολατρείας ἀπαλλάξας, καὶ πρὸς τὴν βασιλείαν χειραγωγῶν, αὐτὸς πρῶτος ταύτης ἡμῖν ἦρξε τῆς ὁδοῦ, πρῶτος εἰς τοὺς οὐρανοὺς ἀναβάς. Ὥσπερ οὖν ἐκεῖνοι Μωϋσῇ θαῤῥήσαντες κατετόλμησαν τῆς ὁδοι‐
45πορίας, οὕτως ἡμεῖς Χριστῷ θαῤῥήσαντες κατατολ‐ μῶμεν τῆς ἀποδημίας ταύτης. Καὶ ὅτι τοῦτό ἐστι τό· Εἰς Μωϋσῆν ἐβαπτίσαντο, δῆλον ἐκ τῆς ἱστορίας. Οὐ γὰρ εἰς τὸ ὄνομα Μωϋσέως ἐβαπτίσαντο. Εἰ δὲ ἡμεῖς οὐ μόνον ἀρχηγὸν τὸν Ἰησοῦν ἔχομεν, ἀλλὰ

51

.

248

(50)

καὶ εἰς τὸ ὄνομα αὐτοῦ βαπτιζόμεθα, ἐκείνων μὴ βαπτισθέντων εἰς τὸ ὄνομα Μωϋσέως, μηδὲ ἐνταῦθα ταράττου· εἶπον γὰρ, ὅτι δεῖ τὴν ἀλήθειαν ἔχειν τινὰ ὑπεροχὴν πολλὴν καὶ ἄφατον. Εἶδες ἐπὶ τοῦ βαπτίσματος τίς μὲν ὁ τύπος,
55τίς δὲ ἡ ἀλήθεια; Φέρε, σοὶ δείξω καὶ τὴν τράπεζαν καὶ τὴν τῶν μυστηρίων κοινωνίαν ἐκεῖ σκιαγραφου‐ μένην, ἂν μὴ τὸ πᾶν ἀπαιτῇς με πάλιν, ἀλλ’ οὕτως ἐξετάσῃς τὰ γενόμενα, ὡς εἰκὸς ἐν σκιαγραφίᾳ καὶ τύποις ἰδεῖν. Ἐπειδὴ γὰρ εἶπε περὶ τῆς θαλάσσης
60καὶ τῆς νεφέλης καὶ τοῦ Μωϋσέως, ἐπήγαγε πάλιν· Καὶ πάντες τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον. Ὥσπερ σὺ, φησὶν, ἀπὸ τῆς κολυμβήθρας τῶν ὑδά‐ των ἀναβαίνων, ἐπὶ τὴν τράπεζαν τρέχεις, οὕτω
κἀκεῖνοι ἀπὸ τῆς θαλάττης ἀναβάντες, ἐπὶ τράπεζαν247

51

.

249

ἦλθον καινὴν καὶ παράδοξον, τὸ μάννα λέγω. Καὶ πάλιν ὥσπερ σὺ παράδοξον ἔχεις πότον, τὸ αἷμα τὸ σωτήριον, οὕτω κἀκεῖνοι παράδοξον ἔσχον τοῦ πόμα‐ τος τὴν φύσιν, οὐ πηγὰς εὑρόντες, οὐδὲ ποταμοὺς
5ῥέοντας, ἀλλ’ ἀπὸ πέτρας σκληρᾶς καὶ ἀνύδρου πολ‐ λὴν δεξάμενοι ναμάτων δαψίλειαν. Διὰ τοῦτο αὐτὸ καὶ πνευματικὸν ἐκάλεσεν, οὐκ ἐπειδὴ τῇ φύσει τοιοῦτον ἦν, ἀλλὰ ἐπειδὴ τῷ τρόπῳ τῆς χορηγίας τοιοῦτον ἐγένετο. Οὐ γὰρ κατὰ φύσεως ἀκολουθίαν αὐτοῖς ἐδί‐
10δοτο, ἀλλὰ κατὰ τὴν ἐνέργειαν τοῦ στρατηγοῦντος αὐτῶν Θεοῦ. Ὅπερ οὖν καὶ αὐτὸ διορθούμενος ἔλεγεν. Ἐπειδὴ γὰρ εἶπε· Καὶ πάντες τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον, ὕδωρ δὲ ἦν τὸ πινόμενον, βου‐ λόμενος δεῖξαι, ὅτι διὰ τοῦτο Πνευματικὸν εἶπεν, οὐ
15διὰ τὴν φύσιν τοῦ ὕδατος, ἀλλὰ διὰ τὸν τῆς χορη‐ γίας τρόπον, ἐπήγαγεν· Ἔπινον γὰρ ἐκ τῆς πνευ‐ ματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός. Οὐχὶ ἡ φύσις τοῦ λίθου, φησὶν, ἀλλ’ ἡ δύνα‐ μις τοῦ ἐνεργοῦντος Θεοῦ τὰς πηγὰς ἐκείνας ἠφίει.
20 εʹ. Ἐνταῦθα καὶ τὴν Παύλου τοῦ Σαμοσατέως αἵρε‐ σιν ἀνέσπασε πρόῤῥιζον. Εἰ γὰρ ὁ Χριστὸς ἦν ὁ πάντα ἐνεργῶν ἐκεῖνα, πῶς αὐτὸν ἐκ τότε εἶναι λέγουσιν, ἐξ οὗ Μαρία αὐτὸν ἔτεκεν; Ὅταν γὰρ πρὸ μὲν τῆς Μαρίας τὰ κατὰ τὴν ἔρημον φαίνεται συμβάντα,
25ἐκεῖνα δὲ πάντα ὁ Χριστὸς ἦν πεποιηκὼς κατὰ τὴν τοῦ Παύλου φωνὴν, ἀνάγκη καὶ πρὸ τοῦ τόκου τούτου, καὶ πρὸ τῶν ὠδίνων αὐτὸν εἶναι τούτων· οὐ γὰρ δή‐ που ὁ μὴ ὢν ἐνεργεῖν ἔμελλεν οὕτω θαυμαστὰ καὶ παράδοξα πράγματα. Ὥσπερ δὲ εἰπὼν, ὅτι πάντες διὰ
30τῆς θαλάσσης διῆλθον, τὴν εὐγένειαν τῆς Ἐκκλησίας ἐδήλωσεν ἄνωθεν προδιατυπουμένην· οὕτως εἰπὼν, Τὸ αὐτὸ βρῶμα πνευματικὸν ἔφαγον, τὸ αὐτὸ τοῦτο πάλιν ᾐνίξατο. Καθάπερ γὰρ ἐν τῇ Ἐκκλησίᾳ οὐχ ἑτέρου μὲν σώματος ὁ πλούσιος, ἑτέρου δὲ ὁ πένης,
35οὐδὲ ἑτέρου μὲν οὗτος αἵματος, ἑτέρου δὲ ἐκεῖνος· οὕτω καὶ τότε, οὐχ ἕτερον μὲν ὁ πλούσιος ἐλάμβανε μάννα, ἕτερον δὲ ὁ πένης· οὐδὲ ἑτέρας μὲν ἐκεῖνος μετέσχε πηγῆς, ἑτέρας δὲ οὗτος καταδεεστέρας· ἀλλὰ ὥσπερ νῦν ἡ αὐτὴ τράπεζα, τὸ αὐτὸ ποτήριον,
40ἡ αὐτὴ τροφὴ ἅπασι πρόκειται τοῖς ἐνταῦθα εἰσιοῦ‐ σιν· οὕτω καὶ τότε τὸ αὐτὸ μάννα, ἡ αὐτὴ πηγὴ ἅπασι προὔκειτο. Καὶ τὸ δὴ θαυμαστὸν καὶ παράδοξον, ἐπε‐ χείρησάν ποτέ τινες κατὰ τὸν καιρὸν ἐκεῖνον πλέον συλλέξαι τοῦ δέοντος, καὶ οὐδὲν ἀπώναντο τῆς πλεο‐
45νεξίας. Ἀλλ’ ἕως μὲν τὴν ἰσότητα ἐτίμων, ἔμενε τὸ μάννα μάννα ὄν· ἐπειδὴ δὲ πλεονεκτεῖν ἐπεθύμησαν, ἡ πλεονεξία τὸ μάννα σκώληκα ἐποίησε· καίτοι γε οὐ μετὰ τῆς τῶν ἄλλων ζημίας τοῦτο ἐποίουν· οὐ γὰρ δὴ ἐκ τῆς τοῦ πλησίον ἁρπάζοντες τροφῆς, οὕτως

51

.

249

(50)

αὐτοὶ πλέον συνέλεγον, ἀλλ’ ὅμως ἐπειδὴ τοῦ πλείο‐ νος ἐπεθύμησαν, κατεγνώσθησαν. Εἰ γὰρ καὶ μηδὲν τὸν πλησίον ἠδίκουν, ἀλλ’ ἑαυτοὺς τὰ μέγιστα κατ‐ έβλαπτον, πρὸς πλεονεξίαν τῷ τρόπῳ τῆς συλλογῆς ταύτης συνεθιζόμενοι. Ὥστε ὁμοῦ τὸ αὐτὸ καὶ τροφὴ
55ἦν καὶ θεογνωσίας διδασκαλία· ὁμοῦ καὶ τὰ σώματα ἔτρεφε, καὶ τὴν ψυχὴν ἐπαίδευεν· οὐκ ἔτρεφε δὲ μό‐ νον, ἀλλὰ καὶ πόνων ἀπήλλαττεν. Οὐ γὰρ ἔδει ζεῦξαι βοῦς, οὔτε ἄροτρον ἑλκύσαι, οὐδὲ ἀνατεμεῖν αὔλακας, οὐδὲ ἐνιαυτὸν ἀναμεῖναι, ἀλλ’ ἐσχεδιασμένην εἶχον
60τὴν τράπεζαν, πρόσφατον καὶ νεαρὰν καὶ ἐφήμερον· καὶ τὸ εὐαγγελικὸν ἐκεῖνο παράγγελμα διὰ τῶν ἔργων αὐτοὺς ἐπαίδευε, τὸ μὴ μεριμνᾷν εἰς τὴν αὔριον· οὐδὲ γὰρ ὄφελος ἀπὸ τῆς μερίμνης ταύτης ἐγένετο. Εἰ γάρ τις πλέον συνέλεξε, διεφθείρετο καὶ ἀπώλλυτο,
65καὶ πλεονεξίας ἔλεγχος τὸ γινόμενον μόνον ἦν. Εἶτα ἵνα μὴ κατὰ φύσεως ἀκολουθίαν εἶναι νομίζωσιν
ἐκεῖνοι τὸν ὄμβρον, ἐν ἡμέρᾳ σαββάτου οὐδὲν τοιοῦτονColumn end

51

.

250

ἐγίνετο, τοῦ Θεοῦ ταῦτα ἀμφότερα αὐτοὺς διδάσκον‐ τος, ὅτι ἐν ταῖς προτέραις ἡμέραις αὐτὸς ἐνήργει τὸν θαυμαστὸν τοῦτον καὶ παράδοξον ὑετὸν, καὶ ὅτι κατὰ τὴν ἡμέραν ἐκείνην διὰ τοῦτο ἐπεῖχεν, ἵνα καὶ ἄκον‐
5τες παιδεύωνται τοῦ σαββάτου τὴν ἡμέραν ἀργεῖν. Οὐκ ἐπὶ τῆς τροφῆς δὲ μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἐν‐ δυμάτων, καὶ ἐπὶ τῶν ὑποδημάτων, καὶ ἐπὶ τῶν ἄλ‐ λων ἁπάντων, δι’ αὐτῶν τῶν ἔργων ἦν ἰδεῖν τὰ τῶν ἀποστόλων παραγγέλματα ἐκτελούμενα. Οὐδὲ γὰρ
10οἰκίαν εἶχον, οὐ τράπεζαν, οὐ κλίνην, οὐχ ἱμάτιον δεύτερον, οὐχ ὑποδήματα, τοῦ Θεοῦ οὕτως οἰκονομή‐ σαντος. Ὅρα πόση τῆς Παλαιᾶς πρὸς τὴν Καινὴν συγγένεια. Ὥσπερ γὰρ τοὺς ἀποστόλους ἐσχημάτιζεν ὁ Χριστὸς ὕστερον τῶν ἀναγκαίων ἕνεκεν, οὕτω πως
15κἀκείνοις ὁ τῆς πολιτείας ἐῤῥυθμίζετο τρόπος, καὶ ἡ κτίσις ἅπασα πρὸς τὴν ὑπηρεσίαν ἐκείνων παρε‐ σκευάζετο. Καὶ τίνος ἕνεκεν ταῦτα ἐγένετο, φησί; Ἔμελλεν αὐτοὺς εἰς ἕνα συγκλείειν τῆς οἰκουμένης τόπον, καὶ κελεύειν ἐκεῖ διηνεκῶς αὐτὸν θεραπεύειν,
20καὶ μήτε ναὸν, μήτε βωμὸν ἀλλαχοῦ που τῆς οἰκου‐ μένης ἱδρῦσθαι, ἀλλὰ καὶ ἀναθήματα καὶ θυσίας ἐκεῖ φέρειν, καὶ ἑορτὰς ἐπιτελεῖν, καὶ τὸν νόμον ἀναγι‐ νώσκειν, καὶ πάντα τὰ ἄλλα τὰ τῆς ἁγιαστίας ἐκ‐ πληροῦν ἐκείνης. Ἵν’ οὖν μὴ τῷ διωρισμένῳ τῆς θε‐
25ραπείας τρόπῳ καὶ τὴν πρόνοιαν αὐτοῦ συγκεκλεῖ‐ σθαι ἐκεῖ νομίζωσι, καὶ μερικὸν αὐτὸν εἶναι Θεὸν, προλαβὼν τὴν αὐτοῦ δύναμιν ἐπὶ τῆς ἀλλοτρίας ἐπέ‐ δειξεν, ἐπὶ τῆς Αἰγύπτου, ἐπὶ τῆς ἐρήμου, ἔνθα οὐ‐ δεὶς ἦν ὁ θεραπεύων, ἔνθα οὐδεὶς ἦν ὁ προσκυνῶν·
30καὶ πρὸς τὰ ἐναντία ἡ κτίσις ὑπηρετεῖτο, δι’ ὧν ἐποίει, τὴν ἐξ ἀρχῆς αὐτοῦ δημιουργίαν καὶ τοὺς ἀγνωμονοῦντας αὐτῷ λογίζεσθαι πείθουσα. Καὶ γὰρ ἡ θάλασσα τοὺς μὲν ἀπέπνιγε, τοὺς δὲ διέσωζε· καὶ ὁ ἀὴρ νῦν μὲν κατέφερε χάλαζαν, καὶ τοὺς βαρβά‐
35ρους ἀπώλλυ, νῦν δὲ κατέφερε μάννα, καὶ τοὺς Ἰου‐ δαίους διέτρεφε. Πάλιν ἡ γῆ νῦν μὲν σκνῖπας ἐπὶ κολάσει τῶν πολεμίων, νῦν δὲ ὀρτυγομήτραν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων ἐξέφερε. Κἀκείνοις μὲν ἐν ἡμέρᾳ σκότος, τούτοις δὲ ἐν νυκτὶ φῶς ἐγίνετο. Καὶ
40Αἰγύπτιοι μὲν τὸν Νεῖλον ἔχοντες παραῤῥέοντα, δί‐ ψει καὶ αὐχμῷ διεφθείροντο· οὗτοι δὲ ἐν ἐρήμῳ ξηρᾷ καὶ αὐχμώδει στρατοπεδεύοντες, πολλῆς ἀπέ‐ λαυον ὑδάτων δαψιλείας· καὶ τοὺς μὲν βάτραχοι κατηγωνίζοντο, τούτους δὲ οὐδὲ οἱ γίγαντες ἐκεῖ χει‐
45ρώσασθαι ἴσχυον. ϛʹ. Ἀλλὰ τίνος ἕνεκεν τούτων ὑμᾶς ἀνέμνησεν ὁ μακάριος Παῦλος; Διὰ τὴν αἰτίαν, ἣν ἐξ ἀρχῆς εἶπον ὑμῖν, ἵνα μάθῃς ὅτι οὔτε βάπτισμα, οὔτε ἁμαρτημά‐ των ἄφεσις, οὐ γνῶσις, οὐ μυστηρίων κοινωνία, οὐ

51

.

250

(50)

τράπεζα ἱερὰ, οὐχ ἡ ἀπόλαυσις τοῦ σώματος, οὐχ ἡ κοινωνία τοῦ αἵματος, οὐκ ἄλλο τούτων οὐδὲν ἡμᾶς ὠφελῆσαι δυνήσεται, ἐὰν μὴ βίον ὀρθὸν, καὶ θαυμα‐ στὸν, καὶ πάσης ἁμαρτίας ἀπηλλαγμένον ἔχωμεν. Ὅτι γὰρ διὰ τοῦτο τούτων ἀνέμνησε, καταλέξας τὸν
55τύπον τοῦ βαπτίσματος, τὸν διὰ τῆς θαλάσσης καὶ τῆς νεφέλης, τὸν τύπον τῶν μυστηρίων, τὸν διὰ τοῦ μάννα καὶ τῆς πέτρας προδιέγραψεν ἐν τῇ Παλαιᾷ, καὶ εἰπὼν, ὅτι Πάντες τὸ αὐτὸ βρῶμα πνευματι‐ κὸν ἔφαγον, καὶ τὸ αὐτὸ πόμα πνευματικὸν ἔπιον,
60ἐπήγαγε λέγων· Ἀλλ’ οὐκ ἐν τοῖς πλείοσιν αὐτῶν εὐδόκησεν ὁ Θεός. Μετὰ τοσαῦτα καὶ τηλικαῦτα θαύματα, φησὶν, οὐκ ἠγάπησεν αὐτοὺς ὁ Θεός. Ἀλλὰ τί; Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ. Τίνος οὖν ἕνεκα ταῦτα λέγεις ἡμῖν, ὦ Παῦλε; Ταῦτα δὲ τύπος ἡμῖν
65ἐγενήθησαν εἰς τὸ μὴ γενέσθαι ἡμᾶς ἐπιθυμητὰς
κακῶν, καθὼς κἀκεῖνοι ἐπεθύμησαν, μηδὲ εἰδω‐249

51

.

251

λολάτρας γίνεσθαι, καθώς τινες αὐτῶν, ὥσπερ γέγραπται· Ἐκάθισεν ὁ λαὸς φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. Ὅρα τοῦ Παύλου τὴν σύνεσιν. Εἶπε τὴν ἁμαρτίαν, εἶπε τὴν αἰτίαν τῆς ἁμαρ‐
5τίας, εἶπε τὴν κόλασιν τὴν ἐπὶ τῇ ἁμαρτίᾳ, διὰ πάν‐ των ἡμᾶς παιδεύων φεύγειν τὴν ἐκείνων μίμησιν. Αἰτία τῆς ἁμαρτίας ἡ ἀδηφαγία· Ἐκάθισε γὰρ ὁ λαὸς φαγεῖν καὶ πιεῖν. Ἡ ἁμαρτία, αὐτὸ τὸ παίζειν. Εἶτα ἡ τιμωρία, ὅτι Κατεστρώθησαν ἐν τῇ ἐρήμῳ.
10Πάλιν, Μηδὲ πορνεύωμεν, καθώς τινες αὐτῶν ἐπόρνευσαν. Ἐνταῦθα τὴν αἰτίαν τῆς πορνείας οὐκ ἔθηκεν, ἀλλὰ τὴν τιμωρίαν. Ποίαν δὲ ταύτην; Ἔπε‐ σον ἐν μιᾷ ἡμέρᾳ εἰκοσιτρεῖς χιλιάδες. Τίνος δὲ ἕνεκα τὴν πρόφασιν οὐκ εἶπεν, ἀφ’ ἧς ἡ πορνεία γέ‐
15γονε; Τοῖς φιλοπόνοις διδοὺς ἐπὶ τὴν ἱστορίαν ἐλθεῖν, καὶ μαθεῖν τοῦ κακοῦ τὴν ῥίζαν. Οὗτος γὰρ ἰατρείας τρόπος, τὸ λέγειν ἐξ ὧν τίκτεται τὰ νοσήματα, καὶ φάρμακα ἐπιτιθέναι τοῖς τραύμασι. Διὰ τοῦτό φησι· Ταῦτα δὲ πάντα τύποι συνέβαινον ἐκείνοις,
20ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. Ὥστε ὁ ποιήσας ἐκεῖνα, καὶ κολάσας τοὺς ἀγνωμονήσαντας, οὗτος ἡμᾶς νουθετεῖ νῦν, οὐ διὰ ῥημάτων μόνον, ἀλλὰ καὶ δι’ αὐτῶν τῶν πραγμάτων, ὅπερ μέγιστός ἐστι νου‐ θεσίας τρόπος. Εἶδες πῶς τοῖς ἐν τῇ χάριτι τὸν ἐν
25τῇ Παλαιᾷ ταῦτα ποιήσαντα διδάσκαλον ἐπέστησε, δεικνὺς ὅτι εἷς ἐστι καὶ ὁ αὐτὸς, ὁ καὶ ἐκεῖνα ποιή‐ σας, καὶ ταῦτα δι’ αὐτοῦ φθεγγόμενος; Εἰ γὰρ ἀλλό‐ τριος ἦν, οὐκ ἐκεῖνα τούτων τύπους ἐκάλεσεν, οὐκ ἂν εἰς νουθεσίαν ἡμῶν αὐτὰ γεγράφθαι εἶπεν, οὐκ ἂν
30διδάσκαλον ἡμῖν ἐπέστησεν, ὃν οὐκ ἐνόμιζεν εἶναι Θεὸν, οὐκ ἂν ἀπὸ τῶν ὑπ’ ἐκείνου γενομένων τότε ἡμᾶς ἐφόβησεν, ὡς εἰς τὰς ἐκείνου πάλιν μέλλον‐ τας ἐμπίπτειν χεῖρας. Νῦν δὲ δεικνὺς, ὅτι εἰς τὰς
ἐκείνου μέλλομεν ἐμπίπτειν πάλιν χεῖρας, καὶ ἑκάτε‐Column end

51

.

252

ρος ὁ λαὸς, κἀκεῖνος καὶ οὗτος, τοῖς ἐκείνου διοικοῦν‐ ται νόμοις, ἀνέμνησε πάντων ἐκείνων, καὶ εἶπεν, ὅτι Πρὸς νουθεσίαν ἡμῶν ἐγράφη. Ταῦτα οὖν εἰδό‐ τες, τοῖς τε παρελθοῦσι, τοῖς τε μέλλουσι πιστεύω‐
5μεν. Ἂν δέ τινες ὦσιν οἱ τοῖς μέλλουσιν οὐ πιστεύον‐ τες, ἀπὸ τῶν παρελθόντων αὐτοὺς ἐνάγωμεν εἰς τὴν τῆς ἀρετῆς ἐπιμέλειαν τὰ κατὰ τοὺς Σοδομίτας δι‐ ηγούμενοι, τὰ κατὰ τὸν κατακλυσμὸν λέγοντες, τὰ κατὰ τὴν Αἴγυπτον ἀναμιμνήσκοντες, ἵνα ταῖς ἑτέ‐
10ρων σωφρονισθέντες κολάσεσι, καὶ βίον ἄριστον ἐπι‐ δειξάμενοι, καὶ τὸν περὶ τῆς γεέννης καὶ τῆς ἀνα‐ στάσεως δέξωνται λόγον. Ἐπεὶ καὶ νῦν ὅσοι τῇ κρί‐ σει διαπιστοῦσιν, οὐδαμόθεν ἑτέρωθεν, ἀλλ’ ἀπὸ βίου διεφθαρμένου καὶ πονηροῦ συνειδότος τοῦτο πάσχου‐
15σιν. Ὥστε ἐὰν ἐκκαθάρωμεν ἑαυτῶν τὰς ἁμαρτίας, καὶ τῷ φόβῳ τῶν παρελθόντων παιδεύσωμεν, καὶ περὶ τῶν μελλόντων πείσομεν δέξασθαι λόγον. Ὥσπερ γὰρ δόγματα πονηρὰ βίον ἀκάθαρτον εἰσάγειν εἴωθεν, οὕτω καὶ διεφθαρμένος βίος πονηρίαν δογμάτων πολ‐
20λάκις ἔτεκεν. Ὅπερ ἵνα μὴ γένηται, καὶ ἡμῖν αὐ‐ τοῖς, καὶ τοῖς ἄλλοις ταῦτα κατεπᾴδοντες τὰ ῥήματα, τήν τε ὀρθὴν πίστιν διαμένωμεν ἔχοντες, καὶ πολι‐ τείαν ἀρίστην ἐπιδειξώμεθα, ἐπειδὴ πανταχόθεν ἡμῖν ὁ λόγος ἀπέδειξεν, ὅτι ταύτης χωρὶς οὐδὲν ὄφελος
25ἡμῖν ὀρθῶν δογμάτων. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων, καὶ τῶν προέδρων ἁπάντων, τήν τε ὀρθότητα τῶν δογμάτων, ἣν ἄνωθεν καὶ ἐκ προγόνων παρελάβομεν, ἀκέραιον διατηρῆσαι, καὶ βίον αὐτῇ συμβαίνοντα προσ‐ θεῖναι, ἵνα τῶν ἐπηγγελμένων ἀγαθῶν ἐπιτύχωμεν,
30χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end || Page end251