TLG 2062 072 :: JOANNES CHRYSOSTOMUS :: Quales ducendae sint uxores (= Encomium ad Maximum)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Quales ducendae sint uxores (= Encomium ad Maximum)

Citation: Vol — pg — (ln)

51

.

225

(4t)

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΜΑΞΙΜΟΝ
5tΚαὶ περὶ τοῦ ποίας δεῖ ἄγεσθαι γυναῖκας.
6 αʹ. Ὅτι μὲν ἀπελείφθην ὑμῶν τῇ παρελθούσῃ συνά‐ ξει, ἤλγησα· ὅτι δὲ πλουσιωτέρας ἀπελαύσατε τραπέ‐ ζης, ἥσθην. Ὁ γὰρ μετ’ ἐμοῦ τὸν ζυγὸν ἕλκων, τήν τε αὔλακα πρώην ἡμῖν ἀνέτεμε, καὶ τὰ σπέρματα κατ‐
10έβαλε δαψιλεῖ γλώττῃ, καὶ μετὰ πολλῆς τῆς ἐπιμε‐ λείας ἐγεώργησε τὰς ὑμετέρας ψυχάς. Εἴδετε γλῶτ‐ ταν ἐκκεκαθαρμένην, ἠκούσατε λόγον ἀποτετορνευ‐ μένον, ἀπελαύσατε ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώ‐ νιον, εἴδετε πηγὴν ποταμοὺς ἀφιεῖσαν χρυσίου καθα‐
15ροῦ. Λέγεταί τις ποταμὸς χρυσίου ψήγματα φέρειν τοῖς περιοικοῦσιν αὐτὸν ἀνθρώποις, οὐ τῆς φύσεως τῶν ὑδάτων τὸ χρυσίον τικτούσης, ἀλλ’ ἐπειδὴ τοῦ ποταμοῦ τὰς πηγὰς ἐν μεταλλικοῖς ὄρεσι διέρχεσθαι συνέβη, δι’ ἐκείνων τῶν ὀρέων ὁ ποταμὸς ῥέων καὶ
20τὴν χρυσῖτιν παρασύρων γῆν, θησαυρὸς τοῖς παροι‐ κοῦσι γίνεται, ἐσχεδιασμένον παρέχων τὸν πλοῦτον. Τοῦτον καὶ ὁ διδάσκαλος οὗτος ἐμιμήσατο πρώην τὸν ποταμὸν, ὥσπερ διὰ μεταλλικῶν ὀρέων, τῶν Γραφῶν ῥέων, καὶ τὰ χρυσίου παντὸς τιμιώτερα νοήματα ταῖς
25ὑμετέραις κομίζων ψυχαῖς. Καὶ οἶδα μὲν ὅτι πτωχό‐ τερα τὰ ἡμέτερα ὑμῖν φαίνεται σήμερον. Ὁ γὰρ πε‐ νιχρᾶς ἀπολαύων τραπέζης διηνεκῶς, ἂν εὐπορωτέρας μεταξύ που τινὸς ἐπιτύχῃ, εἶτα πρὸς τὴν ἑαυτοῦ πάλιν ἐπανέλθῃ, μᾶλλον αὐτῆς κατόψεται τὴν πενίαν. Οὐ
30μὴν διὰ τοῦτο ὀκνηρότερον ἀποδύσομαι. Ἴστε γὰρ, Παύλῳ μαθητευθέντες, καὶ χορτάζεσθαι καὶ πεινᾷν, καὶ περισσεύειν καὶ ὑστερεῖσθαι, καὶ τοὺς πλουσίους θαυμάζειν, καὶ τοὺς πένητας μὴ διαπτύειν. Καὶ καθά‐ περ οἱ φίλοινοι καὶ οἱ φιλοπόται ἀσπάζονται μὲν τὸν
35ἀμείνω οἶνον, οὐ μὴν δὲ τοῦ καταδεεστέρου κατα‐ φρονοῦσιν· οὕτω δὴ καὶ ὑμεῖς περὶ τὴν τῶν θείων λο‐ γίων ἀκρόασιν μεμηνότες, ἀποδέχεσθε μὲν τοὺς σοφω‐ τέρους τῶν διδασκάλων, καὶ τοῖς εὐτελεστέροις δὲ οὐ τὴν τυχοῦσαν παρέχετε σπουδὴν καὶ προθυμίαν. Οἱ
40μὲν γὰρ χαῦνοι καὶ διαλελυμένοι, καὶ πρὸς τὴν πολυ‐ τελεστέραν ναυτιῶσι τράπεζαν· οἱ δὲ διεγηγερμένοι καὶ νήφοντες, καὶ πεινῶντες καὶ διψῶντες τὴν δικαιο‐ σύνην, καὶ πρὸς τὴν πενεστέραν μετὰ πολλῆς τρέ‐ χουσι προθυμίας. Καὶ ὅτι οὐ κολακεία τὰ ῥήματα, ἀπὸ
45τῆς πρώην ὑμῖν διαλέξεως γενομένης τοῦτο ἐδείξατε μάλιστα. Ἐπειδὴ γὰρ πολλοὺς περὶ γάμων λόγους ἐποιούμεθα πρὸς ὑμᾶς, δεικνύντες ὅτι μοιχεία τις ἀπηρτισμένη τὸ ἐκβάλλειν γυναῖκας, ἢ ἐκβεβλημέ‐ νας λαμβάνειν, ζώντων ἔτι τῶν προτέρων ἀνδρῶν, καὶ

51

.

225

(50)

τὸν τοῦ Χριστοῦ νόμον ἀναγινώσκοντες τὸν λέγοντα, ὅτι Ὃ ἀπολελυμένην γαμήσας μοιχᾶται, καὶ ὁ ἀπολύων γυναῖκα, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, πολλοὺς εἶδον κάτω κύ‐ πτοντας, τὸ πρόσωπον τύπτοντας, καὶ οὐδὲ ἀνανεῦσαι
55δυναμένους· τότε δὴ καὶ εἰς τὸν οὐρανὸν ἀναβλέψας εἶπον· Εὐλογητὸς ὁ Θεὸς, ὅτι οὐκ εἰς νεκρὰς ἀκοὰς ἐνηχοῦμεν, ἀλλ’ ἐπιλαμβάνεται τῆς διανοίας τῶν
ἀκουόντων τὰ λεγόμενα μετὰ πολλῆς τῆς σφο‐Column end

51

.

226

(6)

δρότητος. Ἄμεινον μὲν γὰρ μηδ’ ὅλως ἁμαρτεῖν· οὐ μικρὸν δὲ εἰς σωτηρίας λόγον, κατοδυνηθῆναι, καὶ καταγνῶναι τὸν ἁμαρτάνοντα τῆς ἑαυτοῦ ψυχῆς, καὶ μαστίξαι τὸ συνειδὸς μετὰ πολλῆς τῆς ἀκριβείας· ἡ
10γὰρ τοιαύτη κατάγνωσις δικαιοσύνης ἐστὶ μέρος, καὶ ὅλως ἐπὶ τὸ μηκέτι ἁμαρτάνειν ἄγουσα. Διὰ τοῦτο καὶ ὁ Παῦλος λυπήσας τοὺς ἡμαρτηκότας ἔχαιρεν, οὐχ ὅτι ἐλύπησεν, ἀλλ’ ὅτι τῇ λύπῃ διώρθωσεν. Ἐχά‐ ρην γὰρ, φησὶν, οὐχ ὅτι ἐλυπήθητε, ἀλλ’ ὅτι ἐλυ‐
15πήθητε εἰς μετάνοιαν· ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργά‐ ζεται. Εἴτε γὰρ ὑπὲρ τῶν οἰκείων, εἴτε ὑπὲρ τῶν ἀλ‐ λοτρίων τότε ἁμαρτημάτων ἠλγήσατε, μυρίων εἴητε ἐπαίνων ἄξιοι. Ὅτε γὰρ ὑπὲρ τῶν ἀλλοτρίων ἀλγή‐
20σει τις, ἀποστολικὰ ἀποδείκνυται σπλάγχνα, καὶ τὸν ἅγιον ἐκεῖνον μιμεῖται τὸν λέγοντα· Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ὅτε δὲ ὑπὲρ τῶν οἰκείων δηχθῇ, τήν τε ἐπὶ τοῖς ἤδη τολμηθεῖσι κόλασιν ἔσβεσε, καὶ πρὸς τὰ
25μέλλοντα ἑαυτὸν ἀσφαλέστερον διὰ τῆς λύπης ταύτης ἐποίησε. Διὰ ταῦτα κἀγὼ κύπτοντας ὁρῶν, καὶ στε‐ νάζοντας, καὶ τὸ πρόσωπον τύπτοντας, ἔχαιρον τὸν ἀπὸ τῆς λύπης ταύτης ἐννοῶν καρπόν. Διὰ τοῦτο καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλέξομαι·
30ὥστε τοὺς βουλομένους εἰς γάμον ἐλθεῖν, πολλὴν ὑπὲρ τοῦ πράγματος τούτου ποιεῖσθαι πρόνοιαν. Εἰ γὰρ οἰκίας ὠνεῖσθαι μέλλοντες καὶ οἰκέτας, περι‐ εργαζόμεθα καὶ πολυπραγμονοῦμεν τούς τε πωλοῦν‐ τας, τούς τε ἔμπροσθεν κτησαμένους, αὐτῶν τῶν πω‐
35λουμένων τῶν μὲν τὴν κατασκευὴν, τῶν δὲ καὶ τὴν τοῦ σώματος ἕξιν, καὶ τὴν τῆς ψυχῆς προαίρεσιν· πολλῷ μᾶλλον γυναῖκας μέλλοντας ἄγεσθαι, πρόνοιαν τοσαύτην καὶ πολλῷ πλείονα ἐπιδείκνυσθαι χρή. Οἰ‐ κίαν μὲν γὰρ φαύλην οὖσαν ἀποδόσθαι πάλιν ἔξεστι,
40καὶ οἰκέτην σκαιὸν φανέντα ἀποδοῦναι τῷ πεπρακότι πάλιν ἀφίεται· γυναῖκα δὲ λαμβάνοντα ἀποδοῦναι πά‐ λιν τοῖς ἐκδεδωκόσιν οὐκ ἔνι, ἀλλὰ ἀνάγκη πᾶσα διὰ τέλους ἔνδον ἔχειν, ἢ πονηρὰν οὖσαν ἐκβάλλοντα, μοιχείᾳ ἁλίσκεσθαι κατὰ τοὺς τοῦ Θεοῦ νόμους. Ὅταν
45οὖν μέλλῃς λαμβάνειν γυναῖκα, μὴ τοὺς ἔξωθεν ἀνα‐ γίνωσκε νόμους μόνον, ἀλλὰ καὶ πρὸ ἐκείνων, τοὺς παρ’ ἡμῖν κειμένους· κατὰ γὰρ τούτους, οὐ κατ’ ἐκείνους σοι μέλλει κρίνειν κατὰ τὴν ἡμέραν ἐκείνην ὁ Θεός· κἀκεῖνοι μὲν παροφθέντες, εἰς χρήματα τὴν

51

.

226

(50)

ζημίαν πολλάκις ἤνεγκαν, οὗτοι δὲ τοῦτο παθόντες τῇ ψυχῇ τὰς ἀπαραιτήτους ἐπάγουσι τιμωρίας καὶ τὸ πῦρ ἐκεῖνο τὸ ἄσβεστον. βʹ. Σὺ δὲ ὅταν μέλλῃς ἄγεσθαι γυναῖκα, πρὸς μὲν τοὺς ἔξω νομικοὺς μετὰ πολλῆς τρέχεις τῆς σπουδῆς, καὶ
55παρακαθήμενος αὐτοῖς, μετὰ πάσης ἀκριβείας ἐξετά‐ ζεις, τί μὲν ἔσται, ἐὰν ἄπαις τελευτήσῃ ἡ γυνὴ, τί δὲ ἐὰν ἔχουσα παῖδα, τί δὲ ἐὰν δύο καὶ τρεῖς, καὶ
πῶς μὲν ἔχουσα πατέρα, πῶς δὲ οὐκ ἔχουσα τοῖς ἑαυ‐225

51

.

227

τῆς χρήσεται πράγμασι, καὶ τί μὲν εἰς τοὺς ἀδελφοὺς ἥξει τοῦ κλήρου, τί δὲ εἰς τὸν συνοικοῦντα, καὶ πότε κύριος ἔσται τοῦ παντὸς, μηδένα μηδὲν ἀφεῖναι τῶν ἐκείνης παρασπάσασθαι μέρος, καὶ πότε τοῦ παντὸς
5ἐκπεσεῖται· καὶ πολλὰ ἕτερα τοιαῦτα πολυπραγμονεῖς παρ’ ἐκείνων καὶ ζητεῖς, πάντα περιιὼν καὶ περισκο‐ πῶν, ὅπως ἐκ μηδενὸς γένηται τρόπου τι τῶν γυναι‐ κὸς πραγμάτων εἴς τινα τῶν ἐκείνῃ προσηκόντων ἐλθεῖν· καίτοι, ὅπερ ἔφθην εἰπὼν, εἰ καί τι συμ‐
10βαίη τῶν ἀδοκήτων, ἐν χρήμασιν ἔσται τὰ τῆς ζη‐ μίας, ἀλλ’ ὅμως οὐκ ἀνέχῃ τούτων οὐδὲν παριδεῖν. Πῶς οὖν οὐκ ἄτοπον, χρημάτων μὲν ἡμῖν ἀπόλλυσθαι μελλόντων, τοσαύτην σπουδὴν ἐπιδείκνυσθαι, ὑπὲρ δὲ ψυχῆς ὄντος ἡμῖν τοῦ κινδύνου καὶ τῶν εὐθυνῶν τῶν
15ἐκεῖ, μηδένα ποιεῖσθαι λόγον, δέον πρὸ τῶν ἄλλων πάντων ταῦτα ζητεῖν καὶ περιεργάζεσθαι καὶ πολυ‐ πραγμονεῖν; Διὸ παραινῶ καὶ συμβουλεύω τοὺς μέλλοντας ἄγε‐ σθαι γυναῖκας, πρὸς τὸν μακάριον Παῦλον ἀπαντᾷν,
20καὶ τοὺς παρ’ αὐτῷ κειμένους περὶ γάμων ἀναγινώ‐ σκειν νόμους, καὶ μαθόντας πρότερον, τί κελεύει ποιεῖν, ὅταν πονηρὰ καὶ ὕπουλος, καὶ μέθης ἐλάττων, καὶ λοίδορος, καὶ ἀνοίας γέμουσα, καὶ ὁτιοῦν ἄλλο τοιοῦτον ἐλάττωμα ἔχουσα τύχῃ γυνὴ, οὕτω διαλέγε‐
25σθαι περὶ γάμου. Ἂν μὲν γὰρ ἴδῃς ὅτι σοι δίδωσιν ἐξουσίαν ἓν τούτων εὑρόντα τῶν ἐλαττωμάτων ἐκβάλ‐ λειν μὲν ἐκείνην, εἰσάγειν δὲ ἑτέραν, ὡς παντὸς ἀπηλ‐ λαγμένος κινδύνου θάῤῥει· ἂν δὲ τοῦτο μὲν οὐκ ἐπι‐ τρέπῃ, κελεύῃ δὲ πλὴν πορνείας πάντα τὰ ἄλλα
30ἐλαττώματα ἔχουσαν στέργειν καὶ ἔνδον κατέχειν, οὕ‐ τως ἀσφάλισαι ἑαυτὸν, ὡς μέλλων ἅπασαν φέρειν τῆς γυναικὸς τὴν πονηρίαν. Εἰ δὲ βαρὺ τοῦτο καὶ φορτικὸν, πάντα ποίει καὶ πραγματεύου, ὥστε χρη‐ στὴν καὶ ἐπιεικῆ καὶ πειθήνιον γυναῖκα λαβεῖν, εἰδὼς
35ὅτι δυοῖν ἀνάγκη θάτερον, ἢ πονηρὰν λαβόντα γυ‐ ναῖκα φέρειν αὐτῆς τὴν ἐπάχθειαν, ἢ τοῦτο μὴ βου‐ λόμενον, ἐκβαλόντα μοιχείᾳ ἁλίσκεσθαι. Ὁ γὰρ ἐκ‐ βάλλων γυναῖκα, φησὶ, παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ὁ ἀπολελυμένην
40γαμῶν μοιχᾶται. Ἂν ταῦτα πρὸ τοῦ γάμου καλῶς ὦμεν διεσκεμμένοι καὶ τοὺς νόμους τούτους εἰδότες, πολλὴν ποιησόμεθα σπουδὴν, ὥστε ἐξ ἀρχῆς εὔρυθμόν τινα καὶ συμβαίνουσαν τοῖς ἡμετέροις τρόποις γυναῖκα λαβεῖν· τοιαύτην δὲ λαβόντες οὐ τοῦτο καρπωσόμεθα
45μόνον, ὅτι οὐδέποτε αὐτὴν ἐκβαλοῦμεν, ἄλλ’ ὅτι καὶ μετὰ πολλῆς αὐτὴν ἀγαπήσομεν τῆς σφοδρότη‐ τος, καὶ μεθ’ ὅσης ὁ Παῦλος ἐκέλευσεν. Εἰπὼν γὰρ, Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, οὐκ ἔστη μέχρι τούτου μόνον, ἀλλὰ καὶ μέτρον ἡμῖν ἔδωκεν ἀγάπης,

51

.

227

(50)

Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν. Καὶ πῶς ἠγάπησεν ὁ Χριστός; εἰπέ μοι. Ὅτι παρ‐ έδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς. Ὥστε κἂν ἀποθανεῖν ὑπὲρ τῶν γυναικῶν δέῃ, μὴ παραιτήσῃ. Εἰ γὰρ ὁ Δεσπότης τὴν δούλην οὕτως ἠγάπησεν, ὡς καὶ ἑαυτὸν
55ἐπιδοῦναι ὑπὲρ αὐτῆς, πολλῷ μᾶλλον σὲ τὴν ὁμόδου‐ λον οὕτως ἀγαπᾷν χρή. Ἀλλ’ ἴδωμεν μή ποτε τὸ κάλλος τῆς νύμφης ἐπεσπάσατο τὸν νυμφίον, καὶ ἡ ἀρετὴ τῆς ψυχῆς. Οὐκ ἔστι τοῦτο εἰπεῖν. Ὅτι γὰρ δυσειδὴς ἦν καὶ ἀκάθαρτος, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν
60γὰρ, Παρέδωκεν ἑαυτὸν ὑπὲρ αὐτῆς, ἐπήγαγεν, Ἵνα ἁγιάσῃ αὐτὴν καθαρίσας τῷ λουτρῷ τοῦ ὕδα‐ τος. Εἰπὼν δὲ, Καθαρίσας αὐτὴν, ἔδειξεν ἀκάθαρτον οὖσαν ἔμπροσθεν καὶ ἐναγῆ, καὶ οὐχ ὡς ἔτυχεν, ἀλλὰ
τὴν ἐσχάτην ἀκαθαρσίαν· κνίσσῃ γὰρ καὶ καπνῷ καὶColumn end

51

.

228

λύθρῳ καὶ αἵμασι, καὶ μυρίαις ἑτέραις τοιαύταις κατ‐ εῤῥυποῦτο κηλῖσιν. Ἀλλ’ ὅμως οὐκ ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ μετέβαλε τὴν ἀηδίαν, μετέ‐ πλασε, μετεῤῥύθμισεν, ἀφῆκε τὰ ἡμαρτημένα. Τοῦτον
5καὶ σὺ μίμησαι. Κἂν μυρία ἁμάρτῃ ἡ συνοικοῦσα εἰς σὲ ἁμαρτήματα, πάντα ἄφες καὶ συγχώρησον· κἂν λάβῃς δύστροπον, μεταῤῥύθμισον ἐπιεικείᾳ καὶ πραότητι, καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν. Οὐ γὰρ τὴν ἀκαθαρσίαν αὐτῆς μόνον ἀπέσμηξεν,
10ἀλλὰ καὶ τὸ γῆρας ἀπέξυσε, τὸν παλαιὸν ἀποδύσας ἄνθρωπον, τὸν ἐκ τῶν ἁμαρτημάτων συγκείμενον. Καὶ τοῦτο αὐτὸς αἰνιττόμενος πάλιν ὁ Παῦλος ἔλε‐ γεν· Ἵνα παραστήσῃ αὐτὴν ἑαυτῷ ἔνδοξον τὴν Ἐκκλησίαν, μὴ ἔχουσαν σπῖλον ἢ ῥυτίδα· οὐ γὰρ
15καλὴν μόνον ἐποίησεν, ἀλλὰ καὶ νέαν, οὐ κατὰ τὴν τοῦ σώματος φύσιν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως ἕξιν. Καὶ οὐ τοῦτο μόνον ἐστὶ θαυμαστὸν, ὅτι λαβὼν ἄμορφον καὶ δυσειδῆ καὶ αἰσχρὰν καὶ γεγηρακυῖαν, οὔτε ἐβδελύξατο τὴν ἀμορφίαν, ἀλλὰ καὶ εἰς θάνατον
20ἑαυτὸν παρέδωκε, καὶ μετεῤῥύθμισεν αὐτὴν εἰς κάλ‐ λος ἀμήχανον· ἀλλ’ ὅτι καὶ μετὰ τοῦτο πολλάκις ῥυπουμένην, κηλιδουμένην ὁρῶν, οὐκ ἐκβάλλει, οὐδ’ ἀποῤῥήγνυσιν ἑαυτοῦ, ἀλλὰ καὶ μένει θεραπεύων καὶ διορθούμενος. Πόσοι γὰρ, εἰπέ μοι, μετὰ τὸ πιστεῦσαι
25ἥμαρτον; ἀλλ’ ὅμως αὐτοὺς οὐκ ἐβδελύξατο· οἷον, ὁ παρὰ Κορινθίοις πεπορνευκὼς μέλος τῆς Ἐκκλησίας ἦν· ἀλλ’ οὐκ ἐξέκοψε τὸ μέλος, ἀλλὰ διώρθωσεν. Ἡ Γαλατῶν Ἐκκλησία ἅπασα ἀπεσκίρτησε, καὶ πρὸς ἰουδαϊσμὸν κατέπεσεν· ἀλλ’ ὅμως οὐδὲ ἐκείνην ἐξ‐
30έβαλεν, ἀλλὰ διὰ τοῦ Παύλου θεραπεύσας αὐτὴν, ἐπὶ τὴν προτέραν ἐπανήγαγε συγγένειαν. Ὥσπερ οὖν ἐν τοῖς σώμασι τοῖς ἡμετέροις, ἐπειδὰν γένηται νόσημα, οὐ τὸ μέλος ἐκκόπτομεν, ἀλλὰ τὸ νόσημα ἀπ‐ ελαύνομεν· οὕτω καὶ ἐπὶ τῆς γυναικὸς ποιῶμεν.
35Ἐὰν γένηταί τις ἐν αὐτῇ πονηρία, μὴ τὴν γυναῖκα ἐκβάλῃς, ἀλλὰ τὴν κακίαν ἀπέλασον. Καίτοι γυναῖκα μὲν διορθώσασθαι δυνατὸν, μέλος δὲ πολλάκις πεπη‐ ρωμένον θεραπεῦσαι οὐκ ἔνι· ἀλλ’ ὅμως εἰδότες αὐτοῦ τὴν πήρωσιν οὖσαν ἀνίατον, οὐδὲ οὕτως ἐκκόπτομεν·
40ἀλλὰ καὶ πόδα διεστραμμένον ἔχοντες πολλοὶ πολλά‐ κις, καὶ σκέλος χωλὸν, καὶ χεῖρα ξηρὰν καὶ νενεκρω‐ μένην, καὶ ὀφθαλμὸν ἐσβεσμένον, οὔτε τὸν ὀφθαλμὸν ἐξορύττουσιν, οὔτε τὸ σκέλος ἐκκόπτουσιν, οὔτε τὴν χεῖρα ἀποτέμνουσιν, ἀλλ’ ὁρῶντες οὔτε κέρδος ἐγγι‐
45νόμενον ἐξ αὐτῶν τι τῷ σώματι, καὶ πολλὴν τοῖς λοι‐ ποῖς μέλεσιν αἰσχύνην, μένουσιν αὐτὰ ἔχοντες διὰ τὴν πρὸς τὰ λοιπὰ συμπάθειαν. Πῶς οὖν οὐκ ἄτοπον, ἔνθα μὲν ἀνίατος ἡ διόρθωσις, καὶ κέρδος οὐδὲν, το‐ σαύτην ποιεῖσθαι πρόνοιαν· ἔνθα δὲ χρησταὶ ἐλπίδες,

51

.

228

(50)

καὶ πολλὴ ἡ μεταβολὴ, ἀπαγορεύειν τὴν θεραπείαν; Τὰ μὲν γὰρ τῇ φύσει πηρωθέντα ἀδύνατον ἀνακτή‐ σασθαι πάλιν, τὴν δὲ προαίρεσιν διεστραμμένην δυνα‐ τὸν μεταῤῥυθμίσαι. γʹ. Εἰ δὲ καὶ αὐτὴν λέγοις ἀνίατα νοσεῖν, καὶ πολλῆς
55ἐπιμελείας τυχοῦσαν τῷ οἰκείῳ κεχρῆσθαι τρόπῳ, οὐδὲ οὕτως αὐτὴν ἐκβλητέον· οὔτε γὰρ τὸ μέλος ἀνίατα νοσοῦν ἐκκόπτεται. Μέλος δὲ καὶ αὕτη σόν· Ἔσονται γὰρ, φησὶν, οἱ δύο εἰς σάρκα μίαν. Καὶ ἐπὶ μὲν τοῦ μέλους, οὐδὲν ἔσται κέρδος ἡμῖν τῆς θεραπείας, ἐπει‐
60δὰν ὑπὸ τῆς ἀῤῥωστίας ἀδιόρθωτον φθάσῃ γενέσθαι· ἐπὶ δὲ τῆς γυναικὸς, κἂν ἀνίατα μένῃ νοσοῦσα, πολὺς ἡμῖν ὁ μισθὸς ἀποκείσεται διδάσκουσι, παιδαγω‐ γοῦσι. Κἂν μηδὲν ἐκείνη παρὰ τῆς ἡμετέρας διδασκα‐
λίας κερδαίνῃ, τῆς γοῦν ὑπομονῆς πολὺν παρὰ τοῦ227

51

.

229

Θεοῦ ληψόμεθα τὸν μισθὸν, ὅτι διὰ τὸν ἐκείνου φόβον τοσαύτην ὑπομονὴν ἐπεδειξάμεθα, καὶ τὴν κακίαν αὐ‐ τῆς πράως ἠνέγκαμεν, καὶ τὸ μέλος ἡμῶν ἐκρατή‐ σαμεν. Μέλος γὰρ ἡμῶν ἀναγκαῖον ἡ γυνή· καὶ διὰ
5τοῦτο αὐτὴν μάλιστα δεῖ φιλεῖν. Ὅπερ οὖν καὶ αὐτὸ τοῦτο διδάσκων πάλιν ὁ Παῦλος ἔλεγεν· Οὕτως ὀφεί‐ λουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας ὡς τὰ ἑαυτῶν σώματα. Οὐδεὶς γάρ ποτε τὴν ἑαυτοῦ σάρκα ἐμίσησεν, ἀλλ’ ἐκτρέφει καὶ θάλπει αὐτὴν,
10καθὼς καὶ ὁ Χριστὸς τὴν Ἐκκλησίαν· ὅτι μέλη ἐσμὲν τοῦ σώματος αὐτοῦ, ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Καθάπερ γὰρ ἡ Εὔα, φησὶν, ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ γέγονεν, οὕτω καὶ ἡμεῖς ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Τοῦτο γάρ
15ἐστιν, Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ. Ἀλλ’ ὅτι μὲν ἡ Εὔα ἐκ τῆς πλευρᾶς αὐτοῦ τοῦ Ἀδὰμ γέγονεν, ἅπαντες ἴσμεν, καὶ σαφῶς ἡ Γραφὴ τοῦτο εἴρηκεν, ὅτι ἐπέβαλεν ἔκστασιν ἐπ’ αὐτὸν, καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ
20ᾠκοδόμησε τὴν γυναῖκα· ὅτι δὲ καὶ ἡ Ἐκκλησία ἀπὸ τῆς πλευρᾶς τοῦ Χριστοῦ συνέστη, πόθεν ἔχοι τις ἂν ἀποδεῖξαι; Καὶ τοῦτο ἡ Γραφὴ δείκνυσιν. Ἐπειδὴ γὰρ ὁ Χριστὸς εἰς τὸν σταυρὸν ἀνηνέχθη, καὶ προσ‐ ηλώθη, καὶ ἀπέθανε, Προσελθὼν εἷς τῶν στρατιωτῶν
25ἔνυξεν αὐτοῦ τὴν πλευρὰν, καὶ ἐξῆλθεν αἷμα καὶ ὕδωρ· καὶ ἐξ ἐκείνου τοῦ αἵματος καὶ τοῦ ὕδατος ἡ Ἐκκλησία ἅπασα συνέστηκε. Καὶ μαρτυρεῖ αὐτὸς λέγων, ὅτι Ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασι‐
30λείαν τῶν οὐρανῶν. Τὸ δὲ αἷμα, πνεῦμα λέγει. Καὶ γεννώμεθα μὲν διὰ τοῦ ὕδατος τοῦ βαπτίσματος, τρε‐ φόμεθα δὲ διὰ τοῦ αἵματος. Ὁρᾷς πῶς ἐκ τῆς σαρκὸς αὐτοῦ ἐσμεν, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ, ἀπὸ τοῦ αἵμα‐ τος ἐκείνου καὶ τοῦ ὕδατος τικτόμενοι καὶ τρεφόμενοι;
35Καὶ καθάπερ, τοῦ Ἀδὰμ καθεύδοντος, ἡ γυνὴ κατ‐ εσκευάζετο, οὕτω, τοῦ Χριστοῦ ἀποθανόντος, ἡ Ἐκ‐ κλησία διεπλάττετο ἐκ τῆς πλευρᾶς αὐτοῦ. Οὐ διὰ τοῦτο δὲ μόνον χρὴ φιλεῖν τὴν γυναῖκα, ὅτι μέλος ἡμῶν ἐστι, καὶ ἐξ ἡμῶν ἔσχε τὴν τῆς δημιουργίας
40ἀρχήν· ἀλλ’ ὅτι καὶ νόμον ὑπὲρ αὐτοῦ τούτου τέθεικεν ὁ Θεὸς, οὕτω λέγων· Ἀντὶ τούτου καταλείψει ἄν‐ θρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Διὰ γὰρ τοῦτο καὶ
45τοῦτον ἡμῖν ὁ Παῦλος ἀνέγνω τὸν νόμον, ἵνα παν‐ ταχόθεν ἡμᾶς πρὸς τὸν ἔρωτα συνελάσῃ τοῦτον. Καὶ σκόπει σοφίαν ἀποστολικήν· οὔτε γὰρ ἀπὸ τῶν θείων νόμων, οὔτε ἀπὸ τῶν ἀνθρωπίνων μόνον, εἰς τὴν ἀγάπην ἡμᾶς ἐνάγει τῶν γυναικῶν, ἀλλὰ καὶ ἀπὸ

51

.

229

(50)

τούτων καὶ ἀπ’ ἐκείνων ἐναλλάξας ἀμφότερα ταῦτα τίθησιν· ἵνα ὁ μὲν ὑψηλότερος καὶ φιλοσοφώτερος ἀπὸ τῶν ἄνωθεν, ὁ δὲ ἀσθενὴς ἀπὸ τῶν κάτωθεν καὶ τῶν τῆς φύσεως εἰς φίλτρον ἐνάγηται. Διὰ τοῦτο ἀρ‐ χόμενος μὲν ἀπὸ τῶν τοῦ Χριστοῦ κατορθωμάτων,
55τὴν παραίνεσιν εἰσάγει οὕτω λέγων· Ἀγαπᾶτε τὰς γυναῖκας, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν· εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων· Οὕ‐ τως ὀφείλουσιν οἱ ἄνδρες ἀγαπᾷν τὰς ἑαυτῶν γυναῖκας, ὡς τὰ ἑαυτῶν σώματα· εἶτα πάλιν
60ἀπὸ τοῦ Χριστοῦ· ὅτι μέλη ἐσμὲν ἐκ τοῦ σώματος αὐτοῦ, καὶ ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ· εἶτα πάλιν ἀπὸ τῶν ἀνθρωπίνων· Ἀντὶ τού‐ του καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ
τὴν μητέρα, καὶ προσκολληθήσεται πρὸς τὴνColumn end

51

.

230

γυναῖκα αὐτοῦ· καὶ τὸν νόμον ἀναγνοὺς τοῦτόν φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Πῶς μέγα ἐστίν; εἰπέ μοι. Ὅτι τὸν ἅπαντα θαλαμευομένη ἡ κόρη χρόνον, μηδέποτε τὸν νυμφίον ἑωρακυῖα, ἀπὸ
5τῆς πρώτης ἡμέρας οὕτω ποθεῖ καὶ στέργει ὡς σῶμα οἰκεῖον· πάλιν ὁ ἀνὴρ, ἣν οὐδέποτε εἶδεν, ἧς οὐδέποτε τῆς ἐν λόγῳ ἐκοινώνησε συνουσίας, ταύτην κἀκεῖνος ἀπὸ τῆς πρώτης ἡμέρας ἁπάντων προτίθησι, καὶ τῶν φίλων, καὶ τῶν οἰκείων, καὶ τῶν γεννησαμένων αὐτῶν.
10Οἱ γονεῖς πάλιν, ἂν μὲν ἐξ ἑτέρας ὑποθέσεως ἀφαιρε‐ θῶσι χρήματα, δάκνονται, ἀλγοῦσιν, εἰς δικαστήριον τοὺς ἀφελομένους ἕλκουσιν· ἀνθρώπῳ δὲ πολλάκις μηδέποτε ὀφθέντι, μηδὲ γνωρισθέντι, καὶ τὴν θυγα‐ τέρα τὴν ἑαυτῶν καὶ προῖκα χρημάτων πολλῶν ἐγ‐
15χειρίζουσι. Καὶ χαίρουσι τοῦτο ποιοῦντες, καὶ οὐχ ἡγοῦνται ζημίαν εἶναι τὸ γινόμενον· ἀλλ’ ὁρῶντες τὴν θυγατέρα ἀπαγομένην, οὐ συνηθείας μέμνηνται, οὐκ ἀλγοῦσιν, οὐ δάκνονται, ἀλλὰ καὶ εὐχαριστοῦσι, καὶ εὐχῆς ἔργον εἶναι νομίζουσι τὸ καὶ τὴν θυγατέρα
20ἰδεῖν τῆς οἰκίας ἐξαγομένην, καὶ πολλὰ μετ’ ἐκείνης χρήματα. Ταῦτα οὖν ἅπαντα ἐννοήσας ὁ Παῦλος, ὅτι τοὺς γονεῖς ἀφέντες ἀμφότεροι ἀλλήλοις συνδεσμοῦν‐ ται, καὶ χρόνου τοσούτου συνηθείας ἡ τότε συντυχία τυραννικωτέρα γίνεται, καὶ συνιδὼν, ὅτι οὐκ ἔστι
25τοῦτο ἀνθρώπινον, ἀλλ’ ὁ Θεὸς τοὺς ἔρωτας τούτους ἐγκατέσπειρε, καὶ τοὺς ἐκδιδόντας καὶ τοὺς ἐκδιδο‐ μένους μετὰ χαρᾶς τοῦτο ποιεῖν παρεσκεύασε, φησίν· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Καὶ καθάπερ ἐπὶ τῶν παίδων, τὸ παιδίον τεχθὲν ἀπὸ τῆς ὄψεως εὐθέως
30ἐπίσταται τοὺς γονεῖς οὐ φθεγγόμενον· οὕτω δὴ καὶ νυμφίος καὶ νύμφη, οὐδενὸς συνάγοντος, οὐδενὸς παρ‐ αινοῦντος καὶ συμβουλεύοντος, ἀπὸ τῆς ὄψεως ἀλλή‐ λοις συμπλέκονται. Εἶτα ἰδὼν ὅτι καὶ ἐπὶ τοῦ Χρι‐ στοῦ τοῦτο ἐγένετο, καὶ ἐπὶ τῆς Ἐκκλησίας μάλιστα,
35ἐξεπλάγη καὶ ἐθαύμασε. Πῶς οὖν ἐπὶ τοῦ Χριστοῦ καὶ τῆς Ἐκκλησίας τοῦτο ἐγένετο; Καθάπερ ὁ νυμ‐ φίος τὸν πατέρα ἀφεὶς πρὸς τὴν νύμφην ἔρχεται, οὕτω καὶ ὁ Χριστὸς τὸν πατρικὸν θρόνον ἀφεὶς πρὸς τὴν νύμφην ἦλθεν· οὐχ ἡμᾶς ἄνω ἐκάλεσεν, ἀλλ’
40αὐτὸς πρὸς ἡμᾶς παρεγένετο. Ὅταν δὲ ἀκούσῃς ὅτι ἀφῆκε, μὴ μετάστασιν νοήσῃς, ἀλλὰ συγκατάβασιν· καὶ γὰρ καὶ μεθ’ ἡμῶν ὢν, μετὰ τοῦ Πατρὸς ἦν. Διὰ τοῦτό φησι· Τὸ μυστήριον τοῦτο μέγα ἐστί. Μέγα μέν ἐστι καὶ ἐπὶ ἀνθρώπων γινόμενον· ὅταν δὲ ἴδω
45εἰς τὸν Χριστὸν καὶ εἰς τὴν Ἐκκλησίαν αὐτὸ συμβαῖ‐ νον, τότε ἐκπλήττομαι, τότε θαυμάζω. Διὰ τοῦτο εἰπὼν, Τὸ μυστήριον τοῦτο μέγα ἐστὶν, ἐπήγαγεν· Ἐγὼ δὲ λέγω, εἰς τὸν Χριστὸν, καὶ εἰς τὴν Ἐκ‐ κλησίαν. Εἰδὼς τοίνυν ἡλίκον μυστήριόν ἐστιν ὁ

51

.

230

(50)

γάμος, καὶ ἡλίκου πράγματος τύπος, μὴ ἁπλῶς, μηδὲ ὡς ἔτυχε περὶ τούτου βουλεύου, μηδὲ χρημάτων εὐ‐ πορίαν ζήτει μέλλων ἄγεσθαι νύμφην. Οὐ γὰρ καπη‐ λείαν, ἀλλὰ βίου κοινωνίαν εἶναι. τὸν γάμον δεῖ νο‐ μίζειν.
55 δʹ. Καὶ γὰρ πολλῶν ἤκουσα λεγόντων, Ὁ δεῖνα εὐπορώτερος γέγονεν ἀπὸ τοῦ γάμου, πένης ὤν· ἐπειδὴ γυναῖκα εὔπορον ἔλαβε, πλουτεῖ καὶ τρυφᾷ νῦν. Τί λέγεις, ἄνθρωπε; ἀπὸ γυναικὸς κερδαίνειν ἐπιθυμεῖς, καὶ οὐκ αἰσχύνῃ, οὐδὲ ἐρυθριᾷς; οὐδὲ εἰς τὴν γῆν
60καταδύῃ τοιούτους κερδῶν ἐπιζητῶν τρόπους; καὶ ποῦ ταῦτα ἀνδρὸς τὰ ῥήματα; Γυναικὸς ἕν ἐστι μόνον, τὰ συλλεγόμενα διαφυλάττειν, τὰς προσόδους διατηρεῖν, τῆς οἰκίας ἐπιμελεῖσθαι· καὶ γὰρ διὰ τοῦτο αὐτὴν ἔδωκεν ὁ Θεὸς, ἵνα ἐν τούτοις ἡμῖν βοηθῇ
65μετὰ τῶν ἄλλων ἁπάντων. Ἐπειδὴ γὰρ τὸν βίον τὸν229

51

.

231

ἡμέτερον δύο ταῦτα συγκροτεῖν εἴωθε, τὰ πολιτικὰ καὶ ἰδιωτικὰ πράγματα, διελὼν ἀμφότερα ταῦτα ὁ Θεὸς, ταύτῃ μὲν τὴν τῆς οἰκίας προστασίαν ἀπένειμε, τοῖς δὲ ἀνδράσι τὰ τῆς πόλεως ἅπαντα πράγματα,
5τά τε ἐπὶ τῆς ἀγορᾶς, δικαστήρια, βουλευτήρια, στρατηγίας, τὰ ἄλλα πάντα. Οὐ δύναται ἀκοντίσαι δόρυ, οὐδὲ ἀφεῖναι βέλος ἡ γυνή· ἀλλ’ ἠλακάτην δύνα‐ ται λαβεῖν, καὶ ἱστὸν ὑφᾶναι, καὶ τὰ ἄλλα πάντα τὰ κατὰ τὴν οἰκίαν διαθεῖναι καλῶς. Οὐ δύναται γνώμην
10εἰσηγήσασθαι ἐν βουλευτηρίῳ· ἀλλὰ δύναται γνώμην εἰσηγήσασθαι ἐν οἰκίᾳ, καὶ πολλάκις ἅπερ συνεῖδεν ὁ ἀνὴρ τῶν κατὰ τὴν οἰκίαν, βέλτιον αὕτη συνεῖδεν. Οὐ δύναται τὰ δημόσια διαθεῖναι καλῶς· ἀλλὰ δύνα‐ ται παιδία διαθρέψαι καλῶς, τὸ κεφάλαιον τῶν κτη‐
15μάτων· δύναται θεραπαινίδων κακουργίας συνιδεῖν, καὶ σωφροσύνης ἐπιμεληθῆναι τῶν διακονουμένων, τὴν ἄλλην ἅπασαν τῷ συνοικοῦντι παρέχειν ἄδειαν, καὶ πάσης αὐτὸν τοιαύτης ἀπαλλάξαι φροντίδος ἐν οἴκοις, ταμιείων, ἐριουργίας, ἀρίστου παρασκευῆς,
20ἱματίων εὐσχημοσύνης, τῶν ἄλλων ἁπάντων ἐπιμε‐ λουμένη, ἅπερ ἀνδρὶ οὔτε εὐπρεπὲς, οὔτε εὔκολον μεταχειρίσασθαί ποτε, κἂν μυρία φιλονεικῇ. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ φιλοτιμίας καὶ σοφίας ἔργον, τὸν ἐν τοῖς μείζοσι χρήσιμον, ἐν τοῖς ἐλάττοσι κατα‐
25δεέστερον καὶ ἄχρηστον εἶναι, ἵνα ἀναγκαία γένηται τῆς γυναικὸς ἡ χρεία. Εἰ γὰρ ἐν ἀμφοτέροις ἐποίησε τὸν ἄνδρα ἐπιτήδειον εἶναι, εὐκαταφρόνητον ἂν τὸ τῶν γυναικῶν ἐγένετο γένος· πάλιν, εἰ τὸ μεῖζον καὶ χρησιμώτερον ἐπέτρεψε τῇ γυναικὶ, πολλῆς ἂν ἐν‐
30έπλησε τὰς γυναῖκας τῆς ἀπονοίας. Διὰ τοῦτο οὔτε ἀμφότερα ἑνὶ ἔδωκεν, ἵνα μὴ τὸ ἕτερον ἐλαττωθῇ γένος, καὶ περιττὸν εἶναι δοκῇ· οὔτε ἐξίσης ἀμφότερα ἑκατέρῳ διένειμεν, ἵνα μὴ πάλιν ἐκ τῆς ἰσοτιμίας μάχη τις γένηται καὶ φιλονεικία, τῆς αὐτῆς προεδρίας
35τοῖς ἀνδράσι φιλονεικουσῶν ἀξιοῦσθαι τῶν γυναικῶν· ἀλλ’ ὁμοῦ καὶ τῆς εἰρήνης προνοῶν, καὶ τὴν πρέπου‐ σαν ἑκάστῳ τάξιν διατηρῶν, εἰς δύο ταῦτα διελὼν ἡμῶν τὴν ζωὴν, τὸ μὲν ἀναγκαιότερον καὶ χρησιμώ‐ τερον τῷ ἀνδρὶ, τὸ δὲ ἔλαττον καὶ καταδεέστερον
40δέδωκε τῇ γυναικί· ἵν’ ὁ μὲν διὰ τὸ ἀναγκαῖον τῆς χρείας περισπούδαστος ἡμῖν ᾖ, ἡ δὲ διὰ τὸ κατα‐ δεέστερον τῆς διακονίας μὴ κατεξανιστᾶται τοῦ συν‐ οικοῦντος. Ταῦτ’ οὖν ἅπαντες εἰδότες, ἓν μόνον ζητῶμεν,
45ψυχῆς ἀρετὴν καὶ εὐγένειαν τρόπων, ἵνα εἰρήνης ἀπολαύωμεν, ἵνα ἐντρυφῶμεν ἐν ὁμονοίᾳ καὶ ἀγάπῃ διηνεκεῖ. Ὁ μὲν γὰρ εὔπορον λαβὼν γυναῖκα, δέ‐ σποιναν μᾶλλον ἔλαβεν ἢ γυναῖκα. Εἰ γὰρ, καὶ χω‐ ρὶς τούτου, φρονήματός εἰσιν αἱ γυναῖκες ἐμπεπλη‐

51

.

231

(50)

σμέναι, καὶ πρὸς δόξης ἔρωτα εὐέμπτωτοι, ἂν καὶ ταύτην προσλάβωσι τὴν προσθήκην, πῶς ἔσονται φορηταὶ τοῖς συνοικοῦσιν αὐταῖς; Ὁ δὲ ὁμότιμον ἢ πενεστέραν λαβὼν γυναῖκα, βοηθὸν καὶ σύμμαχον ἔλαβε, καὶ πάντα εἰς τὴν οἰκίαν εἰσήγαγε τὰ ἀγαθά.
55Ἡ γὰρ τῆς πενίας ἀνάγκη θεραπεύειν αὐτὴν μετὰ πολλῆς τῆς ἐπιμελείας ἀναπείθει τὸν ἄνδρα, καὶ πάντα εἴκειν καὶ πείθεσθαι, καὶ ἔριδος μὲν, καὶ μάχης, καὶ ἀπονοίας, καὶ ὕβρεως πᾶσαν ἀναιρεῖ πρό‐ φασιν· εἰρήνης δὲ, καὶ ὁμονοίας, καὶ ἀγάπης, καὶ
60συμφωνίας γίνεται σύνδεσμος. Μὴ τοίνυν τοῦτο ζη‐ τῶμεν ὅπως χρήματα ἔχωμεν, ἀλλ’ ὅπως εἰρήνην, ὅπως ἡδονῆς ἀπολαύωμεν· διὰ τοῦτο γάμος, οὐχ ἵνα πολέμου καὶ μάχης τὰς οἰκίας ἐμπιπλῶμεν, οὐχ ἵνα ἔρεις καὶ φιλονεικίας ἔχωμεν, οὐχ ἵνα πρὸς ἀλλήλους
65διαστασιάζωμεν, καὶ ἀβίωτον τὸν βίον ποιῶμεν, ἀλλὰ
ἵνα βοηθείας ἀπολαύωμεν, καὶ λιμένα ἔχωμεν καὶColumn end

51

.

232

καταφυγὴν, καὶ παραμυθίαν τῶν ἐπικειμένων κακῶν, ἵνα μεθ’ ἡδονῆς τῇ γυναικὶ διαλεγώμεθα. Πόσοι πλουτοῦντες, γυναῖκας λαβόντες εὐπόρους, τὴν οὐσίαν αὐξήσαντες, τὴν ἡδονὴν καὶ τὴν ὁμόνοιαν κατέλυσαν,
5καθημερινὰς μάχας ἐπὶ τῆς τραπέζης ποιούμενοι, φιλονεικίας ἔχοντες; πόσοι πένητες πενεστέρας λα‐ βόντες, εἰρήνης ἀπολαύουσι, καὶ μετ’ εὐφροσύνης πολλῆς τὸν ἥλιον τοῦτον βλέπουσιν οἱ δὲ εὔποροι, πανταχόθεν αὐτοῖς περικειμένης τρυφῆς, διὰ τὰς
10γυναῖκας ηὔξαντο πολλάκις ἀποθανεῖν, καὶ τῆς παρ‐ ούσης ἀπαλλαγῆναι ζωῆς; οὕτως οὐδὲν χρημάτων ὄφελος, ὅταν ψυχῆς μὴ ἐπιτυγχάνωμεν ἀγαθῆς. Καὶ τί χρὴ λέγειν περὶ εἰρήνης καὶ ὁμονοίας; Καὶ γὰρ εἰς αὐτὴν τῶν χρημάτων τὴν κτῆσιν πολλάκις τὸ πλου‐
15σιωτέραν λαβεῖν ἡμᾶς παρέβλαψεν. Ὅταν γὰρ εἰς τὸν τῆς προικὸς λόγον ἅπασαν τὴν περιουσίαν ἐπιδοὺς, εἶτα ἀώρου συμβάντος θανάτου, καταβαλεῖν παρὰ τῶν κηδεστῶν ἀναγκάζηται τὴν προῖκα ἅπασαν· καθάπερ οἱ ναυάγιον ὑπομένοντες ἐπὶ τῆς θαλάσσης τὸ σῶμα
20διασώζουσι μόνον, οὕτω δὴ καὶ οὗτος, μετὰ πολλὰς φιλονεικίας, καὶ μάχας, καὶ ὕβρεις, καὶ δικαστήρια, μόλις τὸ σῶμα ἐλεύθερον ἔχων ἐξέρχεται. Καὶ καθάπερ οἱ τῶν ἐμπόρων ἄπληστοι, μυρίων τὴν ναῦν πλήσαν‐ τες φορτίων, καὶ πλέον τῆς δυνάμεως τὸν ὄγκον ἐπι‐
25θέντες, κατέδυσαν τὸ σκάφος, καὶ πάντα ἀπώλεσαν· οὕτω δὴ καὶ οὗτοι τοὺς ὑπερόγκους ἀγόμενοι γάμους, μείζονα πολλάκις δόξαντες περιβαλέσθαι οὐσίαν διὰ τῆς γυναικὸς, καὶ τῆς οὔσης ἐξέπεσον· καὶ ὥσπερ ἐκεῖ κύματος ἐμβολὴ βραχεῖα ἐμπεσοῦσα βαπτίζει τὸ
30σκάφος, οὕτω καὶ ἐνταῦθα θάνατος ἄωρος προσ‐ πεσὼν μετὰ τῆς γυναικὸς καὶ πάντα τὰ ὄντα αὐτοῦ ἀφείλετο. εʹ. Ταῦτ’ οὖν ἅπαντα ἐννοοῦντες, μὴ χρήματα περι‐ σκοπῶμεν, ἀλλὰ τρόπων ἐπιείκειαν, καὶ σεμνότητα καὶ
35σωφροσύνην. Γυνὴ γὰρ σώφρων, καὶ ἐπιεικὴς καὶ με‐ τρία, κἂν πένης ᾖ, τὴν πενίαν πλούτου βέλτιον διαθεῖναι δυνήσεται· ὥσπερ ἡ διεφθαρμένη, καὶ ἀκόλαστος, καὶ φίλερις, κἂν μυρίους εὕρῃ θησαυροὺς ἔνδον κειμένους, ἀνέμου παντὸς τάχιον αὐτοὺς ἐκφυσήσασα, καὶ συμ‐
40φοραῖς μυρίαις μετὰ τῆς πενίας περιβάλλει τὸν ἄνδρα. Μὴ τοίνυν πλοῦτον ζητῶμεν, ἀλλὰ τὴν χρησομένην καλῶς τοῖς οὖσι. Πρότερον μάθε, τίς ἡ τοῦ γάμου αἰτία, καὶ τίνος ἕνεκεν εἰς τὸν βίον εἰσενήνεκται τὸν ἡμέτερον,
45καὶ μηδὲν πλέον ἀπαίτει. Τίς οὖν ἡ τοῦ γάμου πρό‐ φασις, καὶ τίνος ἕνεκεν ἔδωκεν αὐτὸν ὁ Θεός; Ἄκουσον τοῦ Παύλου λέγοντος· Διὰ δὲ τὰς πορ‐ νείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω Οὐκ εἶπε, Διὰ δὲ τὴν τῆς πενίας ἀπαλλαγὴν, ἢ Διὰ τὴν

51

.

232

(50)

τῆς εὐπορίας κτῆσιν· ἀλλὰ τί; Ἵνα πορνείας φύγω‐ μεν, ἵνα τὴν ἐπιθυμίαν καταστείλωμεν, ἵνα σωφρο‐ σύνῃ συζήσωμεν, ἵνα εὐαρεστήσωμεν Θεῷ, τῇ οἰ‐ κείᾳ ἀρκούμενοι γαμετῇ. Τοῦτο τοῦ γάμου τὸ δῶρον, οὗτος ὁ καρπὸς, τοῦτο τὸ κέρδος. Μὴ τοίνυν τὰ μεί‐
55ζονα ἀφεὶς, τὰ ἐλάττονα ζήτει· πολὺ γὰρ σωφροσύ‐ νης ἐλάττων ὁ πλοῦτος. Δι’ ἓν γὰρ τοῦτο μόνον χρὴ λαμβάνειν γυναῖκα, ἵνα τὴν ἁμαρτίαν φύγωμεν, ἵνα πορνείας ἁπάσης ἀπαλλαγῶμεν· πρὸς τοῦτο χρὴ τὸν γάμον καθίστασθαι πάντα, ἵνα εἰς σωφροσύνην ἡμῖν
60συμπράττῃ· ἔσται δὲ τοῦτο, ἐὰν τοιαύτας ἀγώμεθα νύμφας, αἳ πολλὴν μὲν εὐλάβειαν, πολλὴν δὲ σω‐ φροσύνην, πολλὴν δὲ ἐπιείκειαν ἡμῖν εἰσαγαγεῖν δύ‐ νανται. Ἡ μὲν γὰρ τοῦ σώματος εὐμορφία, ὅταν μὴ συνεζευγμένην ἔχῃ τὴν τῆς ψυχῆς ἀρετὴν, καὶ εἴκοσι
65καὶ τριάκοντα ἡμέρας δυνήσεται τὸν ἄνδρα ἑλεῖν, περαιτέρω δὲ οὐ προβήσεται, ἀλλὰ δείξασα τὴν κα‐
κίαν, ἅπαν καταλύσει τὸ φίλτρον· αἱ δὲ τῷ κάλλει231

51

.

233

τῆς ψυχῆς καταλάμπουσαι, ὅσῳπερ ἂν ὁ χρόνος προΐῃ, καὶ πεῖραν τῆς οἰκείας εὐγενείας παρέχωσι, τοσούτῳ μάλιστα θερμότερον τοῖς οἰκείοις ἀνδράσι ποιοῦσι τὸν ἔρωτα, καὶ τὴν πρὸς αὐτὸν ἐξάπτουσιν
5ἀγάπην. Τούτου δὲ ὄντος, καὶ φιλίας μεταξὺ κειμέ‐ νης θερμῆς καὶ γνησίας, ἅπαν ἐλαύνεται πορνείας εἶδος, καὶ οὐδὲ ἔννοιά τις ἀκολασίας τῷ φιλοῦντι τὴν ἑαυτοῦ γυναῖκά ποτε ἐμπεσεῖται, ἀλλὰ μένει διηνε‐ κῶς τὴν ἑαυτοῦ στέργων καὶ διὰ τῆς σωφροσύνης τὸν
10Θεὸν ἐπισπώμενος εἰς τὴν τῆς οἰκίας ἁπάσης εὔνοιάν τε καὶ προστασίαν. Οὕτως ἐλάμβανον οἱ γενναῖοι τῶν παλαιῶν ἀνδρῶν γυναῖκας, ψυχῆς εὐγένειαν ἐπι‐ ζητοῦντες, καὶ οὐκ εὐπορίαν χρημάτων. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, παραδείγματος ἕνεκεν, ἑνὸς ἐπι‐
15μνησθήσομαι γάμου· Καὶ Ἀβραὰμ πρεσβύτερος ἦν καὶ προβεβηκὼς ἡμερῶν, φησὶ, καὶ εἶπε τῷ παιδὶ αὐτοῦ τῷ πρεσβυτέρῳ τῆς οἰκίας αὐτοῦ, τῷ ἄρ‐ χοντι τῶν αὐτοῦ πάντων· Θὲς τὴν χεῖρά σου ὑπὸ τὸν μηρόν μου, καὶ ἐξορκιῶ σε Κύριον τὸν Θεὸν
20τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ λάβῃς γυναῖκα τῷ υἱῷ μου Ἰσαὰκ ἀπὸ τῶν θυγατέρων τῶν Χα‐ ναναίων, μεθ’ ὧν ἐγὼ οἰκῶ μετ’ αὐτῶν, ἀλλ’ εἰς τὴν γῆν μου οὗ ἐγεννήθην, πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου ἐκεῖθεν.
25Εἶδες τοῦ δικαίου τὴν ἀρετὴν, πόσην ὑπὲρ γάμου πρό‐ νοιαν ἐποιήσατο; Οὐ γὰρ δὴ μαστρωποὺς καλέσας γυναῖκας, καθάπερ οἱ νῦν, οὐδὲ προμνηστρίας, οὐδὲ γραΐδια μυθεύοντα, ἀλλὰ τὸν οἰκέτην τὸν ἑαυτοῦ, τούτῳ τὸ πρᾶγμα ἐνεχείρισεν· ὃ καὶ αὐτὸ τῆς εὐλα‐
30βείας τοῦ πατριάρχου μέγιστόν ἐστι σημεῖον, ὅτι τοιοῦτον κατεσκεύασε τὸν οἰκέτην, ὡς καὶ τοιούτου πράγματος νομίσαι ἀξιόπιστον εἶναι διάκονον. Εἶτα γυναῖκα ζητεῖ, οὐκ εὔπορον, οὐδὲ εὔμορφον, ἀλλ’ εὐ‐ γενῆ τοῖς τρόποις, καὶ διὰ τοῦτο τοσαύτην ὁδὸν ἀπο‐
35δημίας προπέμπει. Ὅρα δὲ καὶ τοῦ οἰκέτου τὴν εὐ‐ γνωμοσύνην· οὐδὲ γὰρ εἶπε, Τί ποτε τοῦτό ἐστιν; ἔθνη τοσαῦτα πλησίον ἡμῶν, εὐπόρων ἀνδρῶν θυγατέρες τοσαῦται, ἐπισήμων καὶ περιφανῶν· σὺ δὲ εἰς μακρὰν οὕτω πέμπεις γῆν, πρὸς ἀνθρώπους
40ἀγνῶτας· τίνι διαλέξομαι; τίς με εἴσεται; τί δὲ, ἂν δόλον μοι ῥάψωσιν, ἂν ἀπάτην ἐργάσωνται; οὐδὲν γὰρ οὕτως εὐεπιχείρητον, ὡς ξένος. Οὐδὲν τούτων εἶπεν, ἀλλὰ ταῦτα ἅπαντα παριδὼν, ὃ μάλιστά ἐστιν ὑπιδέ‐ σθαι, τοῦτο ὑπείδετο, ἀπὸ μὲν τοῦ μηδὲν ἐκείνῳ ἀν‐
45τειπεῖν τὴν ὑπακοὴν ἐπιδεικνύμενος, ἀπὸ δὲ τοῦ μό‐ νον ἐκεῖνο ἐρέσθαι, ὃ μάλιστα πάντων ζητῆσαι ἔδει, τὴν σύνεσιν τὴν αὐτοῦ καὶ πρόνοιαν δηλῶν. Τί ποτ’ οὖν ἐστι τοῦτο; καὶ τί τὸν δεσπότην ἤρετο τὸν ἑαυ‐ τοῦ; Ἐὰν δὲ μὴ βουληθῇ, φησὶν, ἡ γυνὴ πορευ‐

51

.

233

(50)

θῆναι μετ’ ἐμοῦ, ἀποστρέψω τὸν υἱόν σου εἰς τὴν γῆν, ὅθεν ἐξῆλθες; Εἶτα ὁ Ἀβραάμ· Μὴ ἀποστρέ‐ ψῃς τὸν υἱόν μου ἐκεῖ. Κύριος ὁ Θεὸς τοῦ οὐρα‐ νοῦ καὶ τῆς γῆς, ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πα‐ τρός μου, καὶ ἐκ τῆς γῆς, ἧς ἐγεννήθην, ὃς ἐλά‐
55λησέ μοι καὶ ὤμοσέ μοι λέγων· Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου, αὐτὸς ἀποστελεῖ τὸν ἄγγελον αὐτοῦ ἔμπροσθέν σου, καὶ κατευ‐ οδώσει τὴν ὁδόν σου. Ὁρᾷς πίστιν ἀνδρός; Οὐ παρ‐ εκάλεσε φίλους, ἢ συγγενεῖς, οὐκ ἄλλον οὐδένα, ἀλλὰ
60τὸν Θεὸν ἔδωκεν αὐτῷ μεσίτην καὶ συνοδοιπόρον. Εἶτα βουλόμενος παραθαρσῦναι τὸν οἰκέτην, οὐχ ἁπλῶς εἶπε, Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἀλλὰ προστίθησιν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός
μου. Ἀναμνήσθητι, φησὶ, πῶς τοσαύτην ἤλθομενColumn end

51

.

234

ἀποδημίαν, πῶς τὴν οἰκείαν ἀφέντες ἐπὶ τῆς ἀλλοτρίας πλείονος ἀπελαύσαμεν εὐημερίας, πῶς τὰ ἀδύνατα γέγονε δυνατά. Οὐ τοῦτο δὲ μόνον βουλόμενος δηλῶ‐ σαι ἔλεγεν, Ὃς ἔλαβέ με ἐκ τοῦ οἴκου τοῦ πατρός
5μου, ἀλλ’ ὅτι καὶ ὀφειλέτην ἔχει τὸν Θεόν. Χρεώστης, φησὶν, ἡμῖν ἐστιν· αὐτὸς εἶπε, Σοὶ δώσω τὴν γῆν ταύτην καὶ τῷ σπέρματί σου. Ὥστε εἰ καὶ ἡμεῖς ἀνάξιοι, διὰ γοῦν τὴν ὑπόσχεσιν αὐτὸς τὴν ἑαυτοῦ, καὶ ἵνα αὐτὴν εἰς τέλος ἀγάγῃ, συμπαρέσται, καὶ
10ἐξευμαριεῖ τὰ προκείμενα ἅπαντα, καὶ τέλος ἐπιθή‐ σει τούτου οὗπερ εὐχόμεθα. Ταῦτα εἰπὼν ἔπεμψε τὸν παῖδα. Εἶτα ἐλθὼν ἐκεῖνος εἰς τὴν χώραν ἐκείνην, οὐ προσ‐ ῆλθέ τινι τῶν τὴν πόλιν οἰκούντων, οὐ διελέχθη ἀν‐
15θρώποις, οὐκ ἐκάλεσε γυναῖκας· ἀλλ’ ὅρα πῶς καὶ ἐκεῖνος πιστὸς ὢν, τὸν μεσίτην, ὃν ἔλαβεν, αὐτὸν κατεῖχεν, αὐτῷ διελέγετο μόνῳ, καὶ στὰς ηὔξατο, φησὶ, Καὶ εἶπε, Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραὰμ, εὐόδωσον ἐναντίον μου σήμερον· καὶ
20οὐκ εἶπε, Κύριε ὁ Θεός μου, ἀλλὰ τί; Κύριε ὁ Θεὸς τοῦ κυρίου μου Ἀβραάμ. Εἰ καὶ ἐγὼ εὐτελὴς καὶ ἀπεῤῥιμμένος, φησὶν, ἀλλὰ τὸν δεσπότην προβάλλο‐ μαι τὸν ἐμόν· οὐ γὰρ ἐμαυτῷ, ἀλλ’ ἐκείνῳ διακονῶν ἥκω· ἐκείνου τοίνυν αἰδεσθεὶς τὴν ἀρετὴν, συγκατά‐
25πραξόν μοι τὸ προκείμενον ἅπαν. ϛʹ. Εἶτα ἵνα μὴ νομίσῃς ὅτι ὡς χρέος ἀπαιτεῖ, ἄκου‐ σον καὶ τῶν ἑξῆς· Καὶ ποίησον ἔλεος μετὰ τοῦ κυρίου μου Ἀβραάμ. Κἂν μυρία ὦμεν, φησὶ, κατ‐ ωρθωκότες, ἀξιοῦμεν χάριτι σωθῆναι, καὶ ἀπὸ φιλ‐
30ανθρωπίας τοῦτο λαβεῖν, οὐκ ἐξ ὀφειλῆς τινος καὶ χρέους. Τί τοίνυν βούλει· Ἰδοὺ ἕστηκα, φησὶν, ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος· αἱ δὲ θυγατέρες τῶν οἰ‐ κούντων τὴν πόλιν ἐκπορεύονται ἀντλῆσαι ὕδωρ· καὶ ἔσται ἡ παρθένος, ᾗ ἂν ἐγὼ εἴπω,
35Ἐπίκλινόν μοι τὴν ὑδρίαν σου, ἵνα πίω, καὶ εἴπῃ, Πίε καὶ σὺ, καὶ τὰς καμήλους σου ποτιῶ, ἕως ἂν παύσωνται πᾶσαι πίνουσαι, ταύτην ἡτοίμασας τῷ παιδί σου Ἰσαὰκ, καὶ ἐν τούτῳ γνώσομαι ὅτι ἐποίησας ἔλεος τῷ κυρίῳ μου Ἀβραάμ. Ὅρα σο‐
40φίαν οἰκέτου, οἷον τίθησι σημεῖον. Οὐκ εἶπεν, Ἐάν τινα ἴδω ἐπὶ ἡμιόνων φερομένην, ἐπὶ ὀχήματος ὀχουμένην, εὐνούχων δὲ ἐσμὸν ἐπισυρομένην, πολλὴν ἔχουσαν θε‐ ραπείαν, εὔμορφον καὶ ἀπολάμπουσαν κατὰ τὴν τοῦ σώματος ὥραν, ταύτην ἡτοίμασας τῷ παιδί σου· ἀλλὰ
45τί; ᾟ ἂν ἐγὼ εἴπω· Ἐπίκλινόν μοι τὴν ὑδρίαν σου, ἵνα πίω. Τί ποιεῖς, ἄνθρωπε; οὕτως εὐτελῆ γυναῖκα τῷ δεσπότῃ σου ζητεῖς, ὑδροφοροῦσαν, καί σοι διαλεχθῆ‐ ναι δυναμένην; Ναὶ, φησίν· οὐ γὰρ ἔπεμψέ με χρη‐ μάτων εὐπορίαν, οὐδὲ γένους λαμπρότητα, ἀλλὰ

51

.

234

(50)

ψυχῆς εὐγένειαν ἐπιζητήσοντα. Πολλαὶ πολλάκις τῶν ὑδροφορουσῶν τούτων ὁλόκληρον ἔχουσιν ἀρετὴν, ἄλ‐ λαι δὲ ἐν οἴκοις λαμπροῖς καθήμεναι, πάντων εἰσὶ χείρους καὶ φαυλότεραι. Εἶτα καὶ πόθεν τοῦτο, ὅτι ἐνάρετός ἐστιν ἡ γυνή; Ἀπὸ τοῦ σημείου, φησὶν, οὗ
55εἶπε. Καὶ ποῖον τοῦτο τὸ σημεῖον ἀρετῆς; Μέγιστον καὶ ἀναμφισβήτητον. Φιλοξενίας γὰρ τοῦτο μέγα ση‐ μεῖόν ἐστιν, ὥστε πᾶσαν παρασχεῖν ἀπόδειξιν. Ὃ τοίνυν λέγει τοιοῦτόν ἐστιν, εἰ καὶ μὴ ταῦτα φθέγ‐ γεται τὰ ῥήματα· Ἐκείνην ζητῶ τὴν παρθένον, ἥτις
60οὕτω φιλόξενός ἐστιν, ὡς πᾶσαν παρασχεῖν ἐν οἷς ἂν δύνηται θεραπείαν. Καὶ οὐχ ἁπλῶς τοῦτο ἐζήτει· ἀλλ’ ἐπειδὴ τοιαύτης οἰκίας ἦν, ἐν ᾗ μάλιστα τὰ τῆς φιλοξενίας ἤνθει κατορθώματα, τοῦτο πρὸ τῶν ἄλλων ἐζήτησεν, ὁμότροπον τοῖς ἑαυτοῦ δεσπόταις λαβεῖν.
65Εἰς οἰκίαν αὐτὴν μέλλομεν, φησὶν εἰσαγαγεῖν, ξένοις233

51

.

235

ἀνεῳγμένην· ἵνα μὴ πόλεμος ᾖ καὶ μάχη, τοῦ ἀνδρὸς προϊεμένου τὰ ὄντα, καὶ τὸν πατέρα μιμουμένου, καὶ τοὺς ξένους ὑποδεχομένου· ταύτης δὲ σμικρολογου‐ μένης τε καὶ μὴ ἀνεχούσης, καὶ κωλυούσης, ὃ πολ‐
5λάκις ἐν πολλαῖς οἰκίαις εἴωθε γίνεσθαι· ἐντεῦθεν ἤδη βούλομαι μαθεῖν εἰ φιλόξενός ἐστι· καὶ γὰρ ἐντεῦθεν ἡμῖν ἅπαντα γέγονε τὰ ἀγαθά. Οὕτω τὸν νυμφίον ἐκτήσατο ὁ δεσπότης ὁ ἐμός· οὕτω πατὴρ ἐγένετο, μόσχον ἔθυσε, καὶ παιδίον ἔλαβεν, ἄλευρα ἔφυρε, καὶ
10κατὰ τὸ πλῆθος τῶν ἄστρων τοὺς ἐκγόνους αὐτῷ ὑπ‐ έσχετο δώσειν ὁ Θεός. Ἐπεὶ οὖν ἐντεῦθεν ἡμῖν καὶ τῇ οἰκίᾳ ἅπαντα γέγονε τὰ ἀγαθὰ, τοῦτο πρὸ τῶν ἄλλων ἐπιζητῶ. Μὴ γὰρ τοῦτο ἴδωμεν, ὅτι ὕδωρ ἐπε‐ ζήτησεν, ἀλλ’ ἐκεῖνο σκοπήσωμεν, ὅτι σφόδρα φιλο‐
15ξένου ψυχῆς, μὴ μόνον δοῦναι τὸ αἰτηθὲν, ἀλλὰ καὶ πλέον ὧν ᾔτησε παρασχεῖν. Καὶ ἐγένετο, φησὶ, πρὸ τοῦ συντελέσαι αὐτὸν λαλοῦντα, ἰδοὺ Ῥεβέκκα ἐξεπορεύετο, καὶ τὸ προφητικὸν ἐκεῖνο ἐπληροῦτο· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Τοιαῦται
20τῶν γενναίων ἀνδρῶν αἱ εὐχαί· πρὸ τοῦ τέλους πεί‐ θουσι τὸν Θεὸν ἐπινεῦσαι τοῖς λεγομένοις. Καὶ σὺ τοίνυν, ἐπειδὰν μέλλῃς γυναῖκα ἄγεσθαι, μὴ πρὸς ἀνθρώπους καταφύγης, μηδὲ πρὸς γυναῖκας ἐμπο‐ ρευομένας τὰς ἀλλοτρίας συμφορὰς, καὶ ζητούσας
25ἓν μόνον, ὅπως αὐταὶ μισθὸν λάβωσιν· ἀλλὰ κατάφυγε ἐπὶ τὸν Θεόν. Οὐκ ἐπαισχύνεταί σου γενέ‐ σθαι νυμφαγωγός. Αὐτὸς ὑπέσχετο καὶ εἶπε· Ζη‐ τεῖτε τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ μὴ λέγε, Πῶς δύναμαι
30τὸν Θεὸν ἰδεῖν; μὴ γὰρ ἀφεῖναί μοι φωνὴν ἔχει, καὶ διαλεχθῆναι φανερῶς, ἵνα προσελθὼν ἐρωτήσω; Ἀπί‐ στου ταῦτα ψυχῆς. Καὶ γὰρ ὀξέως καὶ χωρὶς φωνῆς πάντα, ὅσα ἂν θέλῃ, δύναται κατασκευάζειν ὁ Θεός· ὃ δὴ καὶ ἐπὶ τούτου γέγονεν. Οὐδὲ γὰρ φωνὴν ἤκου‐
35σεν, οὐδὲ ὄψιν τινὰ εἶδεν· ἀλλ’ ἐπὶ πηγῇ ἑστὼς ηὔ‐ ξατο, καὶ ταχέως ἐπέτυχεν. Ἐγένετο γὰρ πρὶν ἢ συντελέσαι λαλοῦντα αὐτὸν, φησὶ, Ῥεβέκκα ἐξ‐ επορεύετο ἡ τεχθεῖσα Βαθουὴλ τῷ υἱῷ Μελχᾶς, ἔχουσα τὴν ὑδρίαν ἐπὶ τῶν ὤμων· ἡ δὲ παρθένος
40ἦν καλὴ τῇ ὄψει σφόδρα, παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Τί μοι λέγεις τὴν εὐμορφίαν τοῦ σώμα‐ τος; Ἵνα μάθῃς τὴν ὑπερβολὴν τῆς σωφροσύνης, ἵνα μάθῃς τὸ κάλλος τὸ ἐν τῇ ψυχῇ. Θαυμαστὸν μὲν γὰρ τὸ σωφρονεῖν· πολλῷ δὲ θαυμαστότερον, ὅταν
45μετ’ εὐμορφίας τοῦτο γίνηται. Διὰ τοῦτο καὶ περὶ τοῦ Ἰωσὴφ μέλλων ἡμῖν διηγεῖσθαι καὶ τῆς ἐκείνου σωφροσύνης, πρότερον τὴν εὐμορφίαν τοῦ σώματος τέθεικεν, εἰπών· Καλὸς ἦν τῷ εἴδει, καὶ ὡραῖος τῇ ὄψει σφόδρα· καὶ τότε τὴν σωφροσύνην

51

.

235

(50)

αὐτοῦ διηγήσατο δεικνὺς, ὅτι τὸ κάλλος αὐτὸν εἰς ἀσέλγειαν οὐ προήγαγεν. Οὔτε γὰρ τὸ κάλλος πορ‐ νείας αἴτιον, οὔτε ἡ ἀμορφία σωφροσύνης πάντως. Πολλαὶ γὰρ κατὰ τὴν ὥραν τοῦ σώματος λάμψασαι, μειζόνως κατὰ τὴν σωφροσύνην ἔλαμψαν· ἄλλαι πά‐
55λιν αἰσχραὶ καὶ δυσειδεῖς οὖσαι, αἰσχρότεραι κατὰ τὴν ψυχὴν ἐγένοντο, μυρίαις ῥυπωθεῖσαι πορνείαις. Οὐ γὰρ ἡ φύσις τοῦ σώματος, ἀλλ’ ἡ προαίρεσις τῆς ψυχῆς καὶ τούτου κἀκείνου αἰτία. ζʹ. Οὐχ ἁπλῶς δὲ δεύτερον αὐτὴν παρθένον εἶπεν.
60Εἰπὼν γὰρ, Παρθένος ἦν, ἐπήγαγε· Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ἐπειδὴ γὰρ πολλαὶ παρθέ‐ νων τὸ σῶμα ἀδιάφθορον τηροῦσαι, τὴν ψυχὴν πολ‐
λῆς ἀκολασίας πληροῦσι, καλλωπιζόμεναι, μυρίουςColumn end

51

.

236

πανταχόθεν ἐπισπώμεναι ἐραστὰς, καὶ τοὺς τῶν νέων ὀφθαλμοὺς ἀναπτεροῦσιν, ἐνέδρας τιθεῖσαι καὶ βάρα‐ θρα, δεικνὺς ὁ Μωϋσῆς ὅτι οὐκ αὐτὴ τοιαύτη, ἀλλ’ ἑκατέρωθεν ἦν παρθένος, ἀπό τε σώματος, ἀπό τε
5ψυχῆς, φησὶ, Παρθένος ἦν, ἀνὴρ οὐκ ἔγνω αὐτήν. Καίτοι γε πολλὰς εἶχεν ἀφορμὰς τοῦ γνωρισθῆναι ἀνδράσι· πρῶτον μὲν, τὸ κάλλος τοῦ σώματος· δεύ‐ τερον δὲ, ὁ τῆς διακονίας τρόπος. Εἰ μὲν γὰρ ἐν θα‐ λάμῳ διηνεκῶς ἐκάθητο, καθάπερ αἱ νῦν παρθένοι,
10καὶ μηδέποτε εἰς ἀγορὰν ἐνέβαλεν, μηδὲ ἐξῄει τὴν οἰκίαν τὴν πατρῴαν, οὐδὲν τοσοῦτον ἦν εἰς ἐγκώμιον λέγεσθαι περὶ αὐτῆς, ὅτι ἀνὴρ οὐκ ἔγνω αὐτήν. Ὅταν δὲ ἴδῃς αὐτὴν εἰς ἀγορὰν ἐξιοῦσαν, καθ’ ἑκάστην ἡμέ‐ ραν ὑδροφορεῖν ἀναγκαζομένην, καὶ ἅπαξ καὶ δὶς καὶ
15πολλάκις, εἶτα μηδενὶ γνώριμον οὖσαν ἀνδρὶ, τότε μάλιστα αὐτῆς δυνήσῃ κατιδεῖν τὸ ἐγκώμιον. Εἰ γὰρ ὀλιγάκις εἰς ἀγορὰν παραβάλλουσα παρθένος, καὶ δυσειδὴς οὖσα καὶ ἄμορφος, πολλῶν ἑπομένων θερα‐ παινίδων, ἀπὸ τῶν ἐξόδων τούτων διεφθάρη τὸ ἦθος
20πολλάκις· ἡ καθ’ ἑκάστην ἡμέραν ἐκ τῆς πατρῴας οἰκίας ἐξιοῦσα μόνη, καὶ οὐκ εἰς ἀγορὰν ἁπλῶς, ἀλλ’ εἰς τὴν πηγὴν ἀπαντῶσα καὶ ὑδρευομένη, ἔνθα πολλοὺς καὶ ἑτέρους συνιέναι ἀνάγκη, πῶς οὐκ ἂν εἴη μυρίων ἀξία θαυμάτων, οὔτε ἀπὸ τῶν ἐξόδων τῶν
25συνεχῶν, οὔτε ἀπὸ τῆς κατὰ τὴν ὄψιν εὐμορφίας, οὔτε ἀπὸ τοῦ πλήθους τῶν παραγινομένων, οὔτε ἄλ‐ λοθεν οὐδαμόθεν διαφθαρεῖσα τὸ ἦθος, ἀλλὰ τὸ σῶμα καὶ τὴν ψυχὴν ἀδιάφθορος μείνασα, καὶ τὴν σωφρο‐ σύνην τῶν ἐν γυναικωνίτιδι καθημένων ἀκριβέστερον
30διατηρήσασα, καὶ τοιαύτη φανεῖσα, οἵαν ὁ Παῦλος ἐπιζητεῖ λέγων, Ἵνα ᾖ ἁγία σώματι καὶ πνεύματι; Καταβᾶσα τοίνυν ἐπὶ τὴν πηγὴν ἔπλησε τὴν ὑδρίαν τοῦ ὕδατος, καὶ ἀνέβη· καὶ ἔδραμεν ὁ παῖς εἰς συνάντησιν αὐτῆς, καὶ εἶπε· Πότισόν με
35μικρὸν ἐκ τῆς ὑδρίας σου. Ἡ δὲ εἶπε· Πίε, κύριε· καὶ ἔσπευσε, καὶ καθεῖλε τὴν ὑδρίαν ἐπὶ τὸν βρα‐ χίονα αὐτῆς, καὶ ἐπότισεν αὐτὸν ἕως ἐπαύσατο πίνων· καὶ εἶπε· Καὶ ταῖς καμήλοις σου ὑδρεύ‐ σομαι, ἕως ἂν πᾶσαι πίωσι. Καὶ ἔσπευσε καὶ
40ἐξεκένωσε τὴν ὑδρίαν εἰς τὸ ποτιστήριον, καὶ ἔδραμεν ἐπὶ τὸ φρέαρ ἀντλῆσαι καὶ ὑδρεύσασθαι πάσαις ταῖς καμήλοις. Πολλὴ μὲν τῆς γυναικὸς ἡ φιλοξενία, πολλὴ δὲ ἡ σωφροσύνη, καὶ ἀμφότερα ταῦτα καὶ ἀφ’ ὧν ἐποίησε,
45καὶ ἀφ’ ὧν εἶπε, μάλιστα ἔστι καταμαθεῖν. Εἶδες πῶς οὔτε ἡ σωφροσύνη τὴν φιλοξενίαν ἐλυμήνατο, οὔτε ἡ φιλοξενία τὴν σωφροσύνην διέφθειρε; Τὸ μὲν γὰρ μὴ προτέραν ἐπιδραμεῖν, μηδὲ προσειπεῖν τὸν ἄνδρα, σωφροσύνης ἦν· τὸ δὲ αἰτηθεῖσαν μὴ ἀνανεῦ‐

51

.

236

(50)

σαι, μηδὲ ἀρνήσασθαι, φιλοξενίας καὶ φιλανθρωπίας πολλῆς. Ὥσπερ γὰρ εἰ προτέρα προσέδραμε, καὶ μηδὲν εἰπόντι διελέχθη, ἰταμότητος ἦν καὶ ἀναισχυν‐ τίας· οὕτως, εἰ παρακαλέσαντα διεκρούσατο, ὠμότη‐ τος ἦν καὶ ἀπανθρωπίας. Νῦν δὲ οὐδέτερον τούτων
55ἐποίησεν· οὔτε διὰ τὴν σωφροσύνην τὴν φιλοξενίαν ἐλυμήνατο, οὐδ’ αὖ πάλιν διὰ τὴν φιλοξενίαν τὸ τῆς σω‐ φροσύνης ἐγκώμιον ὑπετέμετο, ἀλλ’ ὁλόκληρον ἑκα‐ τέραν ἐπεδείξατο τὴν ἀρετὴν, τῷ μὲν ἀναμεῖναι τὴν αἴ‐ τησιν τὴν σωφροσύνην ἐπιδεικνυμένη, τῷ δὲ παρασχεῖν
60μετὰ τὴν αἴτησιν τὴν φιλοξενίαν τὴν ἄφατον. Καὶ γὰρ ἀφάτου φιλοξενίας ἦν, τὸ μὴ μόνον ὅπερ ᾔτησε δοῦναι, ἀλλὰ καὶ πλέον τι παρασχεῖν τῶν αἰτηθέντων. Εἰ δὲ ὕδωρ ἦν τὸ διδόμενον, τούτου κυρία ἦν τότε. Τοὺς δὲ φιλοξένους οὐκ ἀπὸ τῆς πολυτελείας τῶν διδομένων,
65ἀλλ’ ἀπὸ τῆς δυνάμεως, ἧς παρέχουσι, κρίνειν εἰώθα‐235

51

.

237

σιν· ἐπεὶ καὶ τὸν ποτήριον δόντα ψυχροῦ ὁ Θεὸς ἐπ‐ ῄνεσε, καὶ τὴν δύο λεπτὰ καταβαλοῦσαν πάντων πλέον καταβεβληκέναι ἔφη, ἐπειδὴ πάντα, ἅπερ εἶχε, τότε κατέβαλεν. Οὕτω καὶ αὕτη τούτοις τὸν γενναῖον
5ἐκεῖνον ἐξένισεν, ὧν οὐδὲν εἶχε πλέον αὐτῷ παρα‐ σχεῖν. Οὐχ ἁπλῶς δὲ πρόσκειται τὸ, Ἔσπευσε, καὶ ἔδραμε, καὶ ὅσα τοιαῦτα, ἀλλ’ ἵνα μάθῃς τὴν προθυ‐ μίαν, μεθ’ ἧς ἐποίει τὸ πρᾶγμα, οὐκ ἄκουσα, οὐδὲ ἀναγκαζομένη, οὐδὲ δυσχεραίνουσα, οὐδὲ ἀγανα‐
10κτοῦσα. Καὶ ὅτι οὐ μικρὸν τοῦτό ἐστι, πολλάκις παριόντα τινὰ στῆναι μικρὸν ᾐτήσαμεν δᾷδα κατ‐ έχοντα, ἵνα ἅψωμεν, ἢ ὕδωρ βαστάζοντα, ὥστε ἀπο‐ πιεῖν, καὶ οὐκ ἠνέσχετο, ἀλλ’ ἐδυσχέρανεν· ἐκείνη δὲ οὐ μόνον ἀπέκλινεν αὐτῷ τὴν ὑδρίαν, ἀλλὰ καὶ ταῖς
15καμήλοις πάσαις ὑδρεύσατο, πόνον τοσοῦτον ἀνασχο‐ μένη, καὶ τὴν ἀπὸ τοῦ σώματος λειτουργίαν εἰς τὴν φιλοξενίαν εἰσενεγκοῦσα μετὰ πολλῆς προσηνείας· οὐ γὰρ τὸ ποιῆσαι μόνον, ἀλλὰ καὶ τὸ προθύμως, δείκνυσιν αὐτῆς τὴν ἀρετήν· κύριον καλεῖ ἄνθρωπον
20ἀγνῶτα καὶ τότε φανέντα πρῶτον. Καὶ καθάπερ ὁ κηδεστὴς αὐτῆς Ἀβραὰμ οὐκ ἠρώτα τοὺς παριόντας, Τίνες τέ ἐστε, καὶ πόθεν; καὶ ποῦ πορεύεσθε; καὶ πόθεν ἥκατε; ἀλλ’ ἁπλῶς τὴν φιλοξενίαν ἐκαρποῦτο· οὕτω καὶ αὕτη οὐκ εἶπε, Τίς εἶ, καὶ πόθεν, καὶ τίνος
25ἕνεκεν παραγέγονας; ἀλλὰ καρπωσαμένη τὴν εὐπο‐ ρίαν τῆς φιλοξενίας, τὰ περιττὰ πάντα ἀφῆκε. Καὶ γὰρ οἱ μαργαρίτας ὠνούμενοι, καὶ χρυσίον λαμβάνον‐ τες, ἓν τοῦτο ζητοῦσι μόνον, ὅπως κερδαίνοιεν ἀπὸ τῶν ἐχόντων τὰ χρήματα, οὐχ ὅπως αὐτοὺς περιεργά‐
30σοιντο· καὶ αὕτη τοῦτο μόνον ζητεῖ, ὅπως δέξηται τὸν τῆς φιλοξενίας καρπὸν, ὅπως λάβοι τὸν μισθὸν ἀπηρτισμένον. ᾜδει τοῦτο σαφῶς, ὅτι ὁ ξένος μά‐ λιστα πάντων αἰσχύνεται· διὰ τοῦτο δεῖται πολλῆς τῆς φιλοφροσύνης, καὶ ἀπεριεργάστου τῆς σωφροσύ‐
35νης· ἂν τοίνυν μέλλωμεν αὐτὸν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, ὀκνεῖ καὶ ἀναδύεται, καὶ ἀηδῶς προσέρχεται. Διὰ τοῦτο οὐδὲ αὕτη τοῦτο ἐποίησεν ἐπὶ τούτου, οὐδὲ ἐπὶ τῶν ξένων ὁ κηδεστὴς ὁ ταύτης, ἵνα μὴ τὴν θήραν ἀποσοβήσῃ· ἀλλ’ ἐθεράπευε τοὺς
40παριόντας μόνον, καὶ καρπούμενος δι’ αὐτῶν ὅπερ ἐβούλετο, οὕτως αὐτοὺς ἐξέπεμπε. ηʹ. Διὰ τοῦτο καὶ ἀγγέλους ποτὲ ὑπεδέξατο· ὡς εἴ γε περιειργάζετο, ἠλαττώθη ἂν αὐτῷ ὁ ἐπικείμενος μι‐ σθός. Καὶ γὰρ θαυμάζομεν αὐτὸν, οὐχ ὅτι ἀγγέλους
45ὑπεδέξατο, ἀλλ’ ὅτι ἀγνοῶν ὑπεδέξατο. Εἰ μὲν γὰρ εἰδὼς ἐθεράπευσεν, οὐδὲν θαυμαστὸν ἐποίει, τῆς ἀξίας τῶν ὑποδεχθέντων καὶ τὸν σφόδρα λίθινον καὶ ἀπηνῆ καταναγκαζούσης φιλάνθρωπον γενέσθαι καὶ ἥμερον· τὸ δὲ θαυμαστὸν τοῦτο ἦν, ὅτι ὁδίτας τινὰς αὐτοὺς

51

.

237

(50)

εἶναι νομίζων, τοσαύτην ἐπ’ αὐτοῖς ἐπεδείξατο τὴν θεραπείαν. Τοσαύτη καὶ αὕτη ἦν· οὐκ οἶδεν τίς ἦν, οὐδὲ ἐπὶ τί παρεγένετο, οὐδὲ ὅτι αὐτὴν μνηστευσόμε‐ νος ἦλθεν, ἀλλὰ ξένον τινὰ καὶ ὁδοιπόρον ἐνόμισε. Διὰ τοῦτο μείζων αὐτῇ ὁ μισθὸς τῆς φιλοξενίας ἐγίνετο,
55ὅτι τὸν οὐδαμόθεν ὄντα γνώριμον μετὰ τοσαύτης ὑπεδέξατο εὐνοίας, ὁμοῦ καὶ τὴν σωφροσύνην διατη‐ ροῦσα. Οὐδὲ γὰρ ἀναισχύντως, οὐδὲ ἰταμῶς, οὔτε ἀναγκάζουσα, οὔτε ὀργιζομένη, ἀλλὰ μετὰ τῆς προσ‐ ηκούσης σεμνότητος τοῦτο ἐποίει. Τοῦτο γὰρ αὐτὸ
60ᾐνίξατο ὁ Μωϋσῆς λέγων· Ὁ δὲ ἄνθρωπος κατεμάν‐ θανεν αὐτὴν, καὶ παρεσιώπα τοῦ γνῶναι, εἰ εὐ‐
ώδωσε Κύριος τὴν ὁδὸν αὐτοῦ. Τί ἐστι, Κατεμάν‐Column end

51

.

238

θανεν αὐτήν; Καὶ σχῆμα, καὶ βάδισμα, καὶ βλέμμα, καὶ ῥῆμα, καὶ πάντα ἀκριβῶς ἐξήταζεν, ἀπὸ τῶν τοῦ σώματος κινημάτων τὴν ἕξιν τῆς ψυχῆς καταμαν‐ θάνων. Καὶ οὐδὲ τούτοις ἠρκέσθη μόνον, ἀλλὰ δευτέ‐
5ραν προσάγει πεῖραν. Ἐπειδὴ γὰρ ἐπότισεν αὐτὸν, οὐκ ἔστη μέχρι τούτου, ἀλλ’ εἶπεν αὐτῇ, Τίνος θυ‐ γάτηρ εἶ, ἀνάγγειλόν μοι, καὶ εἰ ἔστι παρὰ τῷ πατρί σου τόπος τοῦ καταλῦσαι; Τί οὖν ἐκείνη; Ἀνεξικάκως καὶ πράως καὶ τὸν πατέρα εἶπε, καὶ
10οὐκ ἠγανάκτησε, λέγουσα· Σὺ δέ τις εἶ ὁ πολυπραγμο‐ νῶν, καὶ ζητῶν, καὶ τὴν οἰκίαν περιεργαζόμενος; ἀλλὰ τί; Θυγάτηρ Βαθουήλ εἰμι ἐγὼ υἱοῦ Μελχᾶς, ὃν ἔτεκεν τῷ Ναχώρ· καὶ ἄχυρα καὶ χορ‐ τάσματα πολλὰ παρ’ ἡμῖν, καὶ τόπος τοῦ κατα‐
15λῦσαι. Ὥσπερ ἐπὶ τοῦ ὕδατος, πλέον ὧν ᾔτησεν ἔδωκεν· ὁ μὲν γὰρ πιεῖν ᾔτησε μόνον, ἡ δὲ καὶ τὰς καμήλους ὑπέσχετο ποτίζειν, καὶ ἐπότισεν· οὕτω καὶ ἐνταῦθα· αὐτὸς τόπον ᾔτησε μόνον, ἡ δὲ καὶ ἄχυρα καὶ χορτάσματα καὶ ἄλλα πολλὰ, διὰ τούτων πάντων
20αὐτὸν ἐκκαλουμένη, καὶ πρὸς τὴν οἰκίαν ἕλκουσα, ἵνα τὸν τῆς φιλοξενίας καρπώσηται μισθόν. Ταῦτα δὲ μὴ παρέργως μηδὲ ἁπλῶς ἀκούωμεν, ἀλλ’ ἡμᾶς αὐτοὺς καθ’ ἑαυτοὺς ἐννοοῦντες, καὶ τούτοις παραβάλ‐ λοντες, οὕτως εἰσόμεθα τὴν ἀρετὴν τῆς γυναικός.
25Πολλάκις γοῦν γνωρίμους τινὰς καὶ ἐπιτηδείους ὑποδεχόμενοι δυσχεραίνομεν, κἂν μίαν ἢ δευτέραν ἡμέραν ἐνδιατρίψωσι, βαρυνόμεθα· αὕτη δὲ τὸν ἀγνῶτα καὶ ξένον μετὰ πολλῆς εἰς τὴν οἰκίαν εἷλκε τῆς προθυμίας, καὶ ταῦτα οὐκ αὐτῷ μόνον, ἀλλὰ καὶ
30καμήλοις τοσαύταις μέλλουσα παρέξειν τὴν θερα‐ πείαν. Ἐπειδὴ δὲ εἰσῆλθε, σκόπει ἐντεῦθεν μᾶλλον αὐτοῦ τὴν σύνεσιν. Ὡς γὰρ παρέθηκε φαγεῖν αὐτῷ ἄρτους, φησίν· Οὐ μὴ φάγω, ἕως ὅτου λαλήσω τὰ ῥήματά μου.
35 Εἶδες πῶς ἦν ἐγρηγορὼς καὶ νήφων; Εἶτα, ἐπειδὴ εἰπεῖν ἐπέτρεψαν, ἴδωμεν πῶς αὐτοῖς διαλέγεται. Ἆρα ταῦτα εἶπε πρὸς αὐτοὺς τὰ ῥήματα, ὅτι δεσπό‐ την ἔχοι περιφανῆ καὶ λαμπρὸν, παρὰ πάντων τιμώ‐ μενον, πολλῆς παρὰ τῶν ἐγχωρίων προεδρίας ἀπο‐
40λαύοντα; καίτοι γε εἴπερ ἐβούλετο ταῦτα εἰπεῖν, οὐκ ἂν ἠπόρησε· καὶ γὰρ ἐν τάξει βασιλέως αὐτὸν οἱ ἐπι‐ χώριοι ἐτίμων. Ἀλλ’ ὅμως οὐδὲν τούτων εἶπεν, ἀλλὰ τὰ ἀνθρώπινα ταῦτα ἀφεὶς, ἀπὸ τῆς ἄνωθεν αὐτὸν ῥοπῆς ἐκόσμησεν οὕτω λέγων· Παῖς Ἀβραὰμ ἐγώ
45εἰμι· Κύριος εὐλόγησε τὸν κύριόν μου σφόδρα, καὶ ὑψώθη, καὶ ἔδωκεν αὐτῷ πρόβατα, καὶ μό‐ σχους, καὶ χρυσίον, καὶ ἀργύριον. Τὸν πλοῦτον εἶπεν, οὐχ ἵνα εὔπορον δείξῃ ὄντα, ἀλλ’ ἵνα φιλόθεον· οὐ γὰρ ἀπὸ τοῦ κεκτῆσθαι, ἀλλ’ ἀπὸ τοῦ παρὰ Θεοῦ

51

.

238

(50)

ταῦτα αὐτὸν εἰληφέναι ἐγκωμιάσαι βούλεται· εἶτα περὶ τοῦ νυμφίου διαλεγόμενος· Καὶ ἔτεκε Σάῤῥα, ἡ γυνὴ τοῦ κυρίου μου, υἱὸν ἕνα τῷ κυρίῳ μου μετὰ τὸ γηρᾶσαι αὐτόν. Ἐνταῦθά μοι καὶ τὸν τρό‐ πον τῶν ὠδίνων ᾐνίξατο, δεικνὺς ὅτι καὶ ὁ τόκος ἀπὸ
55τῆς τοῦ Θεοῦ γέγονε προνοίας τῆς πρὸς ἐκεῖνον, οὐ κατὰ φύσεως ἀκολουθίαν. Καὶ σὺ τοίνυν ἄν τε νυμ‐ φίον, ἄν τε νύμφην ἐπιζητῇς, ταῦτα πρὸ τῶν ἄλλων ζήτει, εἰ θεοφιλής ἐστιν, εἰ πολλῆς ἄνωθεν ἀπολαύει τῆς εὐνοίας. Ἂν γὰρ ἐκεῖνα ᾖ, καὶ τὰ ἄλλα ἕπεται·
60τούτων δὲ οὐκ ὄντων, κἂν μετὰ πολλῆς τῆς ἀδείας αὐτοῖς ὑπάρχῃ τὰ βιωτικὰ, κέρδος οὐδέν. Εἶτα ἵνα μὴ λέγωσι, Τίνος οὖν ἕνεκεν οὐδεμίαν τῶν ἐπιχωρίων
ἔλαβε γυναικῶν; Ὥρκισέ με, φησὶ, λέγων· Οὐ237

51

.

239

λήψῃ τῷ υἱῷ μου γυναῖκα ἀπὸ τῶν θυγατέρων τῶν Χαναναίων, ἀλλ’ εἰς τὸν οἶκον τοῦ πατρός μου πορεύσῃ, καὶ εἰς τὴν φυλήν μου, καὶ λήψῃ γυναῖκα τῷ υἱῷ μου. Ἀλλ’ ἵνα μὴ πᾶσαν τὴν ἱστο‐
5ρίαν εἰς μέσον φέροντες παρενοχλεῖν δόξωμεν, ἐπὶ τὸ τέλος ἴωμεν. Ἐπειδὴ γὰρ εἶπε, πῶς ἐπὶ τῆς πηγῆς ἔστη, πῶς ᾔτησε τὴν κόρην, πῶς ἔδωκεν ἐκείνη πλέον τῆς αἰτήσεως, πῶς ὁ Θεὸς μεσίτης ἐγένετο, καὶ πάντα μετὰ ἀκριβείας ἀπαγγείλας, κατέλυσεν ἐν τούτοις
10τὸν λόγον. Ταῦτα ἅπαντα ἀκούσαντες ἐκεῖνοι, οὐκέτι λοιπὸν ἀμφέβαλον, οὐδὲν ἠμέλησαν, ἀλλ’ ὥσπερ τοῦ Θεοῦ τὴν ψυχὴν αὐτῶν εἰς τοῦτο κινήσαν‐ τος, εὐθέως αὐτῷ καθωμολόγησαν τὴν θυγατέρα. Καὶ ἀποκριθεὶς Λάβαν καὶ Βαθουὴλ εἶπον· Τὸ πρόσ‐
15ταγμα τοῦτο παρὰ Θεοῦ ἐξῆλθεν· οὐ δυνησόμεθα οὖν σοι ἀντειπεῖν κακόν· ἰδοὺ Ῥεβέκκα, λαβὼν ἀπότρεχε, καὶ ἔσται γυνὴ τῷ κυρίῳ σου, καθάπερ ἐλάλησε Κύριος. Τίς οὐκ ἂν ἐκπλαγείη; τίς οὐκ ἂν θαυμάσειεν, ὅσα καὶ ἡλίκα κωλύματα ἐν βραχείᾳ
20καιροῦ ῥοπῇ ἀνῃρεῖτο; Καὶ γὰρ τὸ ξένον εἶναι, καὶ οἰκέτην, καὶ ἀγνῶτα, καὶ πολὺ τῆς ὁδοῦ τὸ διάστημα, καὶ τὸ μηδὲ τὸν κηδεστὴν, μηδὲ τὸν νυμφίον, μήτε ἄλλον τινὰ τῶν ἐκείνῃ προσηκόντων γνωρίζεσθαι, καὶ καθ’ ἑαυτὸ τούτων ἕκαστον ἱκανὸν ἦν κωλῦσαι
25τὸν γάμον· ἀλλ’ ὅμως οὐδὲν ἐκώλυσεν, ἀλλὰ πάντα ταῦτα ἐξηυμαρίζετο καὶ καθάπερ γνωρίμῳ καὶ πλη‐ σίον οἰκοῦντι, καὶ ἐκ πρώτης ἡμέρας συναναστρα‐ φέντι, οὕτως αὐτῷ θαῤῥοῦντες ἐνεχείριζον τὴν νύμ‐ φην· τὸ δὲ αἴτιον, ὁ Θεὸς ἦν ἐν μέσῳ. Ὥσπερ γὰρ
30ὅταν χωρὶς αὐτοῦ τι ποιῶμεν, κἂν ἅπαντα ᾖ λεῖα καὶ ῥᾴδια, βάραθρα καὶ κρημνοὺς καὶ μυρίας ἐν αὐτοῖς ἀποτυχίας εὑρίσκομεν· οὕτως ὅταν παρῇ καὶ συν‐ εφάπτηται, κἂν ἁπάντων ἀπορώτερα ᾖ τὰ προκείμενα, ἅπαντα λεῖα καὶ ῥᾴδια γίνεται. Μηδὲν οὖν μήτε
35ποιῶμεν, μήτε λέγωμεν, πρὶν ἢ τὸν Θεὸν καλέσαι καὶ παρακαλέσαι συνεφάψασθαι τῶν ἐν χερσὶν ἡμῖν ἁπάντων, καθάπερ οὖν καὶ οὗτος ἐποίησεν. θʹ. Ἀλλ’ ἴδωμεν, ἐπειδὴ αὐτὴν ἔλαβε, ποίῳ τρόπῳ τὸν γάμον ἐπετέλεσεν. Ἆρα κύμβαλα καὶ σύριγγας καὶ
40χοροὺς καὶ τύμπανα καὶ αὐλοὺς καὶ τὴν ἄλλην ἐπεσύ‐ ρατο φαντασίαν; Οὐδὲν τούτων, ἀλλὰ μόνην λαβὼν οὕτως ἀπῄει, τὸν ἄγγελον ἔχων μεθ’ ἑαυτοῦ παρα‐ πέμποντα αὐτὴν καὶ συνοδοιποροῦντα, ὃν ὁ δεσπότης αὐτοῦ τὸν Θεὸν ἱκέτευσεν αὐτῷ συναποστεῖλαι ἐκ τῆς
45οἰκίας ἐξερχομένῳ. Καὶ ἤγετο λοιπὸν ἡ νύμφη αὐλῶν μὲν καὶ κιθάρας καὶ τῶν ἄλλων τῶν τοιούτων οὐδενὸς ἀκούσασα, μυρίας δὲ παρὰ τοῦ Θεοῦ ἐπὶ τὴν κεφαλὴν τὰς εὐλογίας ἔχουσα, στέφανον διαδήματος παντὸς λαμπρότερον. Ἤγετο οὐ χρυσᾶ περιβεβλημένη ἱμάτια,

51

.

239

(50)

ἀλλὰ σωφροσύνην καὶ εὐλάβειαν, καὶ φιλοξενίαν, καὶ τὴν ἄλλην ἅπασαν ἀρετήν. Ἤγετο οὐκ ἐπὶ ὀχήματος καταστέγου, οὐδὲ ἐπὶ ἄλλης τινὸς φαντασίας τοιαύ‐ της, ἀλλ’ ἐπὶ τῆς καμήλου καθημένη. Μετὰ γὰρ τῆς ἀρετῆς τῆς ἐν τῇ ψυχῇ, καὶ τὰ σώματα ταῖς παρθέ‐
55νοις τὸ παλαιὸν πολλῆς μετεῖχε τῆς εὐεξίας. Οὐ γὰρ οὕτως αὐτὰς ἔτρεφον αἱ μητέρες, καθάπερ τὰς νῦν, βαλανείοις πυκνοῖς, μύρων ἀλοιφαῖς, ἐπιτρίμμασι σκιαγραφίας, μαλακοῖς ἱματίοις, ἑτέροις μυρίοις δια‐ φθείρουσαι τρόποις, καὶ τοῦ δέοντος μαλακωτέρας
60ποιοῦσαι, ἀλλ’ εἰς ἅπασαν αὐτὰς ἤγαγον ἐκεῖναι σκληραγωγίαν. Διὰ τοῦτο αὐταῖς καὶ τοῦ σώματος ἡ
ὥρα σφόδρα ἦν εὐανθὴς καὶ γνησία, ἅτε φυσική τιςColumn end

51

.

240

οὖσα, ἀλλ’ οὐ χειροποίητος, οὔτε ἐπιτετηδευμένη. Διὰ τοῦτο καὶ ὑγείας ἀπέλαυον καθαρᾶς, καὶ κάλλος αὐ‐ ταῖς ἀμήχανον ἦν, οὐδεμιᾶς ἀῤῥωστίας ἐνοχλούσης τῷ σώματι, ἀλλὰ πάσης βλακείας ἐκβεβλημένης. Οἱ
5γὰρ πόνοι καὶ αἱ ταλαιπωρίαι καὶ τὸ ἐν ἅπασιν αὐτ‐ ουργεῖν βλακείαν μὲν ἀπήλαυνε πᾶσαν, εὐρωστίαν δὲ καὶ ὑγείαν μετὰ πολλῆς παρεῖχε τῆς ἀσφα‐ λείας. Διὸ δὴ καὶ ποθεινότεραι τοῖς ἀνδράσιν ἦσαν, καὶ μᾶλλον ἐπέραστοι· οὐ γὰρ δὴ τὸ σῶμα μόνον,
10ἀλλὰ καὶ τὴν ψυχὴν τούτοις βελτίω καὶ σωφρονεστέ‐ ραν κατειργάσαντο. Καθημένη τοίνυν ἐπὶ τῆς καμή‐ λου καὶ φθάσασα εἰς τὴν χώραν, πρὶν αὐτὴν ἐλθεῖν ἐγγὺς, ἀναβλέψασα εἶδε τοῖς ὀφθαλμοῖς τὸν Ἰσαὰκ, καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου. Εἶδες ἰσχύν;
15εἶδες εὐεξίαν; Κατεπήδησεν ἀπὸ τῆς καμήλου. Οὕτως αὐταῖς ῥώμη πολλὴ μετὰ σωφροσύνης ἦν. Καὶ εἶπε τῷ παιδί· Τίς ἐστιν ὁ ἄνθρωπος ἐκεῖνος ὁ πορευόμενος ἐν τῷ πεδίῳ; Εἶπε δὲ ὁ παῖς· Ὁ κύριός μου. Εἶτα λαβοῦσα τὸ θέριστρον περιεβάλετο. Ὅρα πανταχοῦ
20τὴν σωφροσύνην αὐτῆς μαρτυρουμένην, πῶς ἦν αἰ‐ σχυντηρὰ, πῶς ἦν αἰδέσιμος. Καὶ ἔλαβεν αὐτὴν ὁ Ἰσαὰκ, καὶ ἐγένετο αὐτῷ εἰς γυναῖκα καὶ ἠγάπησεν αὐτὴν, καὶ παρεκλήθη περὶ Σάῤῥας τῆς μητρὸς αὐ‐ τοῦ. Οὐχ ἁπλῶς δὲ ταῦτα εἴρηται, ὅτι ἠγάπησεν αὐ‐
25τὴν, καὶ παρεκλήθη περὶ τῆς Σάῤῥας τῆς μητρὸς αὐτοῦ, ἀλλ’ ἵνα μάθῃς τοῦ φίλτρου καὶ τῆς ἀγάπης τὰς ὑποθέσεις, ἃς οἴκοθεν ἔχουσα ἦλθεν ἡ γυνή. Τίς γὰρ τὴν τοιαύτην οὐκ ἂν ἠγάπησε, τὴν οὕτω σώ‐ φρονα, τὴν οὕτω κοσμίαν, τὴν οὕτω φιλόξενον καὶ
30φιλάνθρωπον καὶ ἥμερον, τὴν ἀνδρείαν μὲν κατὰ τὴν ψυχὴν, ῥωμαλέαν δὲ κατὰ τὸ σῶμα; Ταῦτα εἶπον, οὐχ ἵνα ἀκούσητε, οὐδ’ ἵνα ἀκούσαντες ἐπαινέσητε μόνον, ἀλλ’ ἵνα καὶ ζηλώσητε. Καὶ πατέρες μὲν, τὴν πρόνοιαν τοῦ πατριάρχου μιμεῖσθε, ἣν ἐποιεῖτο περὶ
35τοῦ λαβεῖν γυναῖκα ἄπλαστον, οὐ χρήματα ἐπιζητή‐ σας, οὐ γένους λαμπρότητα, οὐ σώματος κάλλος, οὐκ ἄλλο οὐδὲν, ἀλλὰ ψυχῆς εὐγένειαν μόνον· μητέρες δὲ, οὕτω τὰς ἑαυτῶν ἀνατρέφετε θυγατέρας. Οἱ δὲ ἄγεσθαι αὐτὰς μέλλοντες νυμφίοι, μετὰ τοσαύτης
40αὐτὰς ἄγετε κοσμιότητος, χορείας μὲν καὶ γέλωτας καὶ ῥήματα αἰσχρὰ, καὶ σύριγγας καὶ αὐλοὺς, καὶ τὴν διαβολικὴν φαντασίαν, καὶ τὰ ἄλλα πάντα τὰ τοιαῦτα ἐξορίζοντες, τὸν Θεὸν δὲ ἀεὶ παρακαλοῦντες μεσίτην γενέσθαι τῶν πραττομένων ἁπάντων. Ἂν
45γὰρ οὕτω τὰ καθ’ ἑαυτοὺς οἰκονομήσωμεν, οὐκ ἀπο‐ στάσιον ἔσται ποτὲ, οὐ μοιχείας ὑποψία, οὐ ζηλοτυ‐ πίας πρόφασις, οὐ μάχη καὶ ἔρις, ἀλλὰ πολλῆς μὲν ἀπολαυσόμεθα τῆς εἰρήνης, πολλῆς δὲ τῆς ὁμονοίας· ταύτης δὲ οὔσης, καὶ αἱ ἄλλαι πάντως ἕψονται

51

.

240

(50)

ἀρεταί. Ὥσπερ γὰρ, γυναικὸς πρὸς ἄνδρα στασια‐ ζούσης, οὐδὲν ὑγιὲς ἔσται ἐπὶ τῆς οἰκίας, κἂν ἅπαντα τὰ ἄλλα κατὰ ῥοῦν φέρηται πράγματα· οὕτως ὁμο‐ νοούσης καὶ εἰρηνευούσης, οὐδὲν ἔσται ἀηδὲς, κἂν μυρίοι χειμῶνες καθ’ ἑκάστην τίκτωνται τὴν ἡμέραν.
55Ἂν οὕτως οἱ γάμοι γένωνται, καὶ τὰ παιδία μετὰ πολλῆς τῆς εὐκολίας εἰς ἀρετὴν ἀγαγεῖν δυνησόμεθα. Ὅταν γὰρ ἡ μήτηρ οὕτως ᾖ κοσμία, καὶ σώφρων, καὶ πᾶσαν ἀρετὴν κεκτημένη, πάντως καὶ τὸν ἄνδρα ἑλεῖν δυνήσεται καὶ χειρώσασθαι τῷ περὶ αὐτὴν
60πόθῳ· ἑλοῦσα δὲ αὐτὸν, μετὰ πολλῆς ἕξει τῆς προ‐ θυμίας βοηθοῦντα πρὸς τὴν τῶν παίδων ἐπιμέλειαν, καὶ τὸν Θεὸν οὕτως ἐπισπάσεται πρὸς τὴν αὐτὴν ταύτην πρόνοιαν· ἐκείνου δὲ συνεφαπτομένου τῆς καλῆς ταύτης οἰκονομίας, καὶ τὰς ψυχὰς τῶν παίδων
65ἀσκοῦντος, οὐδὲν ἀηδὲς ἔσται λοιπὸν, ἀλλὰ καὶ τὰ τῆς οἰκίας εὖ διακείσεται, τῶν ἀρχόντων οὕτω διακειμένων· καὶ μετὰ τῆς οἰκίας οὕτως ἕκαστος δυ‐ νήσεται, τῆς ἑαυτοῦ γυναικὸς λέγω, καὶ παίδων καὶ
οἰκετῶν, καὶ τὸν ἐνταῦθα μετὰ ἀδείας ἁπάσης διανύ‐239

51

.

241

σαι βίον, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσ‐ ελθεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ
φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’Column end

51

.

242

οὗ τῷ Πατρὶ δόξα, καὶ κράτος, σὺν τῷ ἁγίῳ καὶ ζωο‐ ποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end || Page end241