TLG 2062 071 :: JOANNES CHRYSOSTOMUS :: De libello repudii JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De libello repudii Citation: Vol — pg — (ln) | ||
51.217(25t) | ΕΙΣ ΤΟ | |
26t | Γυνὴ δέδεται νόμῳ, ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει | |
---|---|---|
27t | γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ. | |
28 | αʹ. Περὶ γάμου πρώην ἡμῖν ὁ μακάριος Παῦλος ἐνο‐ μοθέτει, καὶ τῶν τοῦ γάμου δικαιωμάτων, Κορινθίοις | |
30 | οὕτω γράφων καὶ λέγων· Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, Διὰ τοῦτο καὶ ἡμεῖς τὴν διάλεξιν ἅπασαν εἰς ταῦτα τὰ ῥήματα ἀναλώσα‐ | |
35 | μεν. Οὐκοῦν ἀνάγκη καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλεχθῆναι πάλιν, ἐπειδὴ καὶ σή‐ μερον περὶ τῶν αὐτῶν ὁ αὐτὸς διαλέγεται Παῦλος. Καὶ γὰρ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· | |
40 | ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν Ἑψώμεθα τοί‐ νυν αὐτῷ καὶ σήμερον, καὶ περὶ ταύτης διαλεξώμεθα | |
45 | τῆς ὑποθέσεως· ἀκολουθοῦντες γὰρ Παύλῳ, δι’ αὐ‐ τοῦ πάντως τῷ Χριστῷ ἑψόμεθα, ἐπειδὴ καὶ οὗτος οὐχ ἑαυτῷ, ἀλλ’ ἐκείνῳ ἀκολουθῶν, πάντα ἔγραφε. Καὶ γὰρ οὐ τὸ τυχὸν πρᾶγμα γάμος εὖ διακείμενος, ὥσπερ οὖν μυρίων συμφορῶν ὑπόθεσις γίνεται τοῖς | |
51.217(50) | οὐκ εἰς δέον αὐτῷ χρωμένοις. Ὥσπερ γὰρ βοηθός ἐστιν ἡ γυνὴ, οὕτω πολλάκις καὶ ἐπίβουλος γίνεται. Ὥσπερ οὖν λιμήν ἐστιν ὁ γάμος, οὕτω καὶ ναυάγιον, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην τῶν κακῶς αὐτῷ χρησαμένων. Ὁ μὲν γὰρ κατὰ τοὺς | |
55 | προσήκοντας αὐτὸν ἐπιτελῶν, νόμους, τῶν ἀπὸ τῆς | |
ἀγορᾶς καὶ πάντων τῶν πανταχοῦ κακῶν παραμυ‐ | Column end | |
51.218(28) | θίαν τινὰ καὶ ἀπαλλαγὴν εὑρίσκει τὴν οἰκίαν, καὶ τὴν ἑαυτοῦ γυναῖκα· ὁ δὲ ἁπλῶς καὶ ὡς ἔτυχε τὸ | |
30 | πρᾶγμα μεταχειριζόμενος, κἂν πολλῆς ἐπὶ τῆς ἀγο‐ ρᾶς ἀπολαύσῃ γαλήνης, σκοπέλους καὶ σπιλάδας εἰσ‐ ελθὼν εἰς τὴν οἰκίαν ὄψεται. Ἐπεὶ οὖν οὐ περὶ τῶν τυχόντων ἡμῖν ὁ κίνδυνος, ἀναγκαῖον μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχειν, καὶ τὸν μέλλοντα γυναῖκα | |
35 | ἄγεσθαι, μετὰ τῶν τοῦ Παύλου νόμων, μᾶλλον δὲ μετὰ τῶν τοῦ Χριστοῦ νόμων τοῦτο ποιεῖν. Οἶδα μὲν οὖν ὅτι πολλοῖς εἶναι δοκεῖ καινὸν καὶ παράδοξον τὸ λεγόμενον· πλὴν οὐ διὰ τοῦτο σιγήσομαι, ἀλλὰ πρῶ‐ τον τὸν νόμον ὑμῖν ἀναγνοὺς, οὕτω τὴν δοκοῦσαν ἀντι‐ | |
40 | νομίαν λῦσαι πειράσομαι. Τίς οὖν ἐστιν ὁ νόμος, ὃν ὁ Παῦλος ἡμῖν ἔθηκε; Γυνὴ, φησὶ, δέδεται νόμῳ. Οὐκοῦν οὐ δεῖ ἀποσχίζεσθαι ζῶντος τοῦ ἀνδρὸς, οὐδὲ ἕτερον ἐπεισάγειν νυμφίον, οὐδὲ δευτέροις ὁμιλεῖν γάμοις. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας καὶ αὐτῇ τῶν | |
45 | λέξεων τῇ φύσει κέχρηται. Οὐ γὰρ εἶπε, Συνοικείτω τῷ ἀνδρὶ, ἐφ’ ὅσον χρόνον ζῇ· ἀλλὰ τί; Γυνὴ δέδεται νόμῳ, ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ὥστε κἂν βιβλίον ἀποστασίου δῷ, καὶ τὴν οἰκίαν ἀφῇ, κἂν πρὸς ἄλλον ἀπέλθῃ, τῷ νόμῳ δέδεται, καὶ μοιχα‐ | |
51.218(50) | λίς ἐστιν ἡ τοιαύτη. Ἐὰν τοίνυν ὁ ἀνὴρ ἐκβαλεῖν βούληται τὴν γυναῖκα, ἢ ἡ γυνὴ τὸν ἄνδρα ἀφεῖναι, ταύτης ἀναμιμνησκέ‐ σθω τῆς ῥήσεως, καὶ τὸν Παῦλον νομιζέτω παρεῖναι καὶ καταδιώκειν αὐτὴν βοῶντα καὶ λέγοντα, Γυνὴ | |
55 | δέδεται νόμῳ. Καθάπερ γὰρ οἱ δραπετεύοντες οἰκέ‐ ται, κἂν τὴν οἰκίαν ἀφῶσι τὴν δεσποτικὴν, τὴν ἅλυσιν ἔχουσιν ἐπισυρομένην· οὕτω καὶ γυναῖκες, κἂν τοὺς | |
ἄνδρας ἀφῶσι, τὸν νόμον ἔχουσι καταδικάζοντα ἀντὶ | 217 | |
51.219 | ἁλύσεως, κατηγοροῦντα μοιχείαν, κατηγοροῦντα τῶν λαμβανόντων, καὶ λέγοντα· Περίεστιν ὁ ἀνὴρ ἔτι, καὶ μοιχεία τὸ γινόμενόν ἐστι Γυνὴ γὰρ δέδεται νόμῳ, ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς. Καὶ πᾶς ὁ | |
5 | ἀπολελυμένην γαμῶν μοιχᾶται. Καὶ πότε, φησὶν, ἐξέσται αὐτῇ δευτέροις ὁμιλῆσαι γάμοις; Πότε; Ὅταν τῆς ἁλύσεως ἀπαλλαγῇ, ὅταν ὁ ἀνὴρ τελευτή‐ σῃ. Τοῦτο γοῦν δηλῶν, οὐ προσέθηκεν, ὅτι Ἐὰν τε‐ λευτήσῃ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὸν ᾧ θέλει γαμη‐ | |
10 | θῆναι, ἀλλ’, Ἐὰν κοιμηθῇ, μονονουχὶ παραμυθού‐ μενος τὴν ἐν χηρείᾳ, καὶ πείθων μένειν ἐπὶ τῷ προ‐ τέρῳ, καὶ μὴ δεύτερον εἰσαγαγεῖν νυμφίον. Οὐκ ἐτελεύτησέ σου ὁ ἀνὴρ, ἀλλὰ καθεύδει. Τίς καθεύ‐ δοντα οὐκ ἀναμένει; Διὰ τοῦτό φησιν Ἐὰν δὲ κοι‐ | |
15 | μηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· οὐκ εἶπε, Γαμείσθω, ἵνα μὴ δόξῃ βιάζεσθαι καὶ ἀναγκά‐ ζειν· οὔτε ἐκώλυσε βουλομένην ὁμιλεῖν δευτέρῳ γά‐ μῳ, οὔτε μὴ θέλουσαν προετρέψατο, ἀλλὰ τὸν νόμον ἀνέγνω εἰπὼν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆ‐ | |
20 | ναι. Ἐλευθέραν δὲ αὐτὴν μετὰ τὴν τοῦ ἀνδρὸς τελευ‐ τὴν γεγενῆσθαι λέγων, ἔδειξεν ὅτι πρὸ τούτου δούλη ἦν, ζῶντος ἐκείνου· δούλη δὲ οὖσα καὶ ὑποκειμένη τῷ νόμῳ, κἂν μυριάκις βιβλίον ἀποστασίου λάβῃ, τῷ τῆς μοιχείας ἁλίσκεται νόμῳ. Οἰκέταις μὲν γὰρ ἔξ‐ | |
25 | εστι δεσπότας ἀμείβειν ζῶντας· γυναικὶ δὲ οὐκ ἔξ‐ εστιν ἄνδρας ἀμείβειν, ζῶντος τοῦ ἀνδρός· ἐπεὶ τὸ πρᾶγμα μοιχεία ἐστί. Μὴ γάρ μοι τοὺς παρὰ τοῖς ἔξωθεν κειμένους νόμους ἀναγνῷς, τοὺς κελεύοντας διδόναι βιβλίον ἀποστασίου, καὶ ἀφίστασθαι. Οὐ γὰρ | |
30 | δὴ κατὰ τούτους σοι μέλλει κρίνειν τοὺς νόμους ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἀλλὰ καθ’ οὓς αὐτὸς ἔθηκε. Καὶ οἱ τῶν ἔξωθεν δὲ νόμοι οὐχ ἁπλῶς, οὐδὲ προηγου‐ μένως τοῦτο τεθείκασιν, ἀλλὰ καὶ αὐτοὶ κολάζουσι τὸ πρᾶγμα· ὥστε καὶ αὐτόθεν δείκνυται, ὅτι ἀηδῶς πρὸς | |
35 | ταύτην ἔχουσι τὴν ἁμαρτίαν. Τὴν γοῦν αἰτίαν τοῦ ἀποστασίου γινομένην γυμνὴν καὶ ἔρημον χρημάτων ἐκβάλλουσι, καὶ ὅθεν ἂν γένηται τῆς διαλύσεως ἡ πρόφασις, καὶ τῇ ζημίᾳ τῆς οὐσίας τοῦτον κολά‐ ζουσιν· οὐκ ἂν οὖν τοῦτο ποιήσαντες ἐπῄνουν τὸ γι‐ | |
40 | νόμενον. βʹ. Τί οὖν καὶ Μωϋσῆς; Τοῦτο ἔπραττε κἀκεῖνος διὰ τὴν αὐτὴν αἰτίαν. Σὺ δὲ ἄκουε τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλ‐ | |
45 | θητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἄκουε αὐ‐ τοῦ πάλιν λέγοντος, Ὁ ἀπολύων τὴν γυναῖκα αὐ‐ τοῦ παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευ‐ θῆναι, καὶ ὁ ἀπολελυμένην γαμῶν μοιχᾶται. Διὰ τοῦτο ἦλθεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, διὰ τοῦτο | |
51.219(50) | δούλου μορφὴν ἔλαβε, διὰ τοῦτο τὸ αἷμα ἐξέχεε τὸ τί‐ μιον, τὸν θάνατον κατέλυσε, τὴν ἁμαρτίαν ἔσβεσε, δαψιλεστέραν τὴν τοῦ Πνεύματος ἔδωκε χάριν, ἵνα πρὸς μείζονά σε ἀγάγῃ φιλοσοφίαν. Ἄλλως δὲ, οὐδὲ ὁ Μωϋσῆς προηγουμένως τοῦτο ἐνομοθέτησεν, ἀλλ’ | |
55 | ἀναγκαζόμενος συγκαταβῆναι τῇ τῶν νομοθετουμέ‐ νων ἀσθενείᾳ. Ἐπειδὴ γὰρ πρὸς φόνους ἦσαν ἕτοι‐ μοι, καὶ συγγενικῶν αἱμάτων τὰς οἰκίας ἐπλήρουν, καὶ οὔτε τῶν οἰκείων, οὔτε τῶν ἀλλοτρίων ἐφείδοντο· ἵνα μὴ κατασφάττωσι τὰς γυναῖκας ἔνδον, ἃς ἂν ἀηδῶς | |
60 | ἔχωσιν, ἐκέλευσεν ἐκβαλεῖν, μεῖζον ἀναιρῶν κακὸν τὴν περὶ τὰς σφαγὰς εὐκολίαν. Ὅτι γὰρ μιαιφόνοι τινὲς ἦσαν, ἄκουε αὐτῶν τῶν προφητῶν λεγόντων· Οἰκοδομοῦντες Σιὼν ἐν αἵματι, καὶ Ἱερουσαλὴμ | |
ἐν ἀδικίαις· καὶ πάλιν, Αἵματα ἐφ’ αἵμασι μίσγουσι· | Column end | |
51.220 | καὶ πάλιν, Αἱ χεῖρες ὑμῶν αἵματος πλήρεις. Ὅτι δὲ οὐ κατὰ τῶν ἀλλοτρίων μόνον, ἀλλὰ καὶ κατὰ τῶν οἰκείων ἐμαίνοντο, καὶ τοῦτο δηλῶν ὁ Προφήτης ἔλεγε· Καὶ ἔθυσαν τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας | |
5 | αὐτῶν τοῖς δαιμονίοις. Οἱ δὲ παίδων αὐτῶν μὴ φεισάμενοι, οὐκ ἂν ἐφείσαντο γυναικῶν. Ἵν’ οὖν μὴ τοῦτο γένηται, τοῦτο ἐπέτρεψε. Διὰ τοῦτο καὶ ὁ Χριστὸς τοῖς Ἰουδαίοις ἐρωτῶσι καὶ λέγουσι, Πῶς Μωϋσῆς ἐπέτρεψε δοῦναι βιβλίον ἀποστασίου; | |
10 | δεικνὺς ὅτι οὐκ ἀντινομοθετῶν αὐτῷ ταῦτα ἔγραφεν, οὕτω πώς φησι· Μωϋσῆς πρὸς τὴν σκληροκαρ‐ δίαν ὑμῶν εἶπεν, ἀπ’ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως· ἀλλ’ ὁ ποιήσας ἐξ ἀρχῆς ἄῤῥεν καὶ θῆλυ ἐποίη‐ σεν αὐτούς. Εἰ καλὸν τοῦτο ἦν, φησὶν, οὐκ ἂν ἕνα | |
15 | ἄνδρα ἐποίησε καὶ μίαν γυναῖκα, ἀλλὰ ἕνα ποιήσας τὸν Ἀδὰμ, δύο ἂν ἐποίησε τὰς γυναῖκας, εἴ γε ἐβού‐ λετο τὴν μὲν ἐκβαλεῖν, τὴν δὲ εἰσαγαγεῖν· νῦν δὲ διὰ τοῦ τρόπου τῆς δημιουργίας τὸν νόμον εἰσήγαγεν, ὃν ἐγὼ γράφω νῦν. Ποῖον δὴ τοῦτον; Τὸ τὴν κληρω‐ | |
20 | θεῖσαν ἐξ ἀρχῆς γυναῖκα, ταύτην ἔχειν διαπαντός· οὗτος ἐκείνου παλαιότερος ὁ νόμος, καὶ τοσοῦτον, ὅσον ὁ Ἀδὰμ τοῦ Μωϋσέως. Ὥστε οὐ καινοτομῶ νῦν ἐγὼ, οὐδὲ ξένα ἐπεισφέρω δόγματα, ἀλλὰ τοῦ Μωϋ‐ σέως πρεσβύτερα καὶ ἀρχαιότερα. Ἄξιον δὲ καὶ αὐτὸν | |
25 | τὸν νόμον ἀκοῦσαι Μωϋσέως, ὃν περὶ τούτου ἔθηκεν. Ἐάν τις γυναῖκα λάβῃ, φησὶ, καὶ συνοικήσῃ αὐτῇ, καὶ ἔσται, ἐὰν μὴ εὕρῃ χάριν ἐναντίον αὐτοῦ, ὅτι εὗρεν ἐν αὐτῇ ἀσχημοσύνης πρᾶγμα, γράψει αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσει αὐτῇ | |
30 | εἰς τὰς χεῖρας αὐτῆς. Ὅρα· οὐκ εἶπε, Γραψάτω, καὶ δότω· ἀλλὰ τί; Γράψει αὐτῇ βιβλίον ἀπο‐ στασίου, καὶ δώσει αὐτῇ εἰς τὰς χεῖρας αὐτῆς. Πολὺ δὲ τούτου κἀκείνου τὸ μέσον· τὸ μὲν γὰρ εἰ‐ πεῖν, Γραψάτω, καὶ δότω, κελεύοντος καὶ ἐπιτάτ‐ | |
35 | τοντος· τὸ δὲ εἰπεῖν, Γράψει βιβλίον ἀποστασίου, καὶ δώσει εἰς τὰς χεῖρας αὐτῆς, τὸ γεγενημένον ἀπαγγέλλοντος, οὐκ οἴκοθεν τὸν νόμον εἰσάγοντος. Ἐὰν οὖν τις, φησὶν, ἐκβάλῃ τὴν γυναῖκα, καὶ ἀποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ἀπελ‐ | |
40 | θοῦσα γένηται ἀνδρὶ ἑτέρῳ, καὶ μισήσῃ αὐτὴν καὶ ὁ ἀνὴρ ὁ ἔσχατος, καὶ γράψῃ αὐτῇ βιβλίον ἀποστασίου, καὶ δώσῃ εἰς τὰς χεῖρας αὐτῆς, καὶ ἐξαποστείλῃ αὐτὴν ἐκ τῆς οἰκίας αὐτοῦ, ἢ ἀπο‐ θάνῃ ὁ ἀνὴρ αὐτῆς, ὃς ἔλαβεν αὐτὴν ἑαυτῷ γυ‐ | |
45 | ναῖκα, οὐ δυνήσεται ὁ ἀνὴρ ὁ πρότερον ἐξαποστεί‐ λας αὐτὴν ἐπαναστρέψαι καὶ λαβεῖν αὐτὴν ἑαυτῷ γυναῖκα. Εἶτα ἐνδεικνύμενος, ὅτι οὐκ ἐπαινεῖ τὸ γε‐ γενημένον, οὐδὲ γάμον εἶναι νομίζει, ἀλλὰ διὰ τὴν ἀσθένειαν αὐτῶν συγκαταβαίνει, εἰπὼν, Οὐ δυνή‐ | |
51.220(50) | σεται ὁ ἀνὴρ ὁ πρότερος λαβεῖν αὐτὴν ἑαυτῷ γυ‐ ναῖκα, ἐπήγαγε, Μετὰ τὸ μιανθῆναι αὐτὴν, ἐμφαί‐ νων διὰ τοῦ τρόπου τῆς λέξεως, ὅτι ὁ δεύτερος γάμος, ζῶντος τοῦ προτέρου ἀνδρὸς γενόμενος, μίασμα μᾶλ‐ λόν ἐστιν, ἢ γάμος. Διὰ τοῦτο οὐκ εἶπε, Μετὰ τὸ | |
55 | γαμηθῆναι αὐτήν. Ὁρᾷς ὅτι συνῳδὰ τῷ Χριστῷ φθέγγεται; Εἶτα καὶ τὴν αἰτίαν προσέθηκεν, Ὅτι βδέλυγμά ἐστιν ἐναντίον τοῦ Θεοῦ. Καὶ Μωϋσῆς μὲν οὕτως· ὁ δὲ προφήτης Μαλαχίας σαφέστερον πολλῷ τοῦ Μωϋσέως αὐτὸ τοῦτο ἐνδείκνυται, μᾶλλον | |
60 | δὲ οὐ Μαλαχίας, ἀλλ’ ὁ Θεὸς διὰ τοῦ Μαλαχίου, λέγων οὕτως· Εἰ ἄξιον ἐπιβλέψαι εἰς θυσίαν ὑμῶν; ἢ λαβεῖν δεκτὸν ἐκ τῶν χειρῶν ὑμῶν; | |
εἶτα εἰπόντος, Τίνος ἕνεκεν, φησὶ, γυναῖκα ἐκ | 219 | |
51.221 | νεότητός σου ἐγκατέλιπες; καὶ δεικνὺς ἡλίκον ἐστὶ κακὸν, καὶ ἀποστερῶν πάσης συγγνώμης τὸν τοῦτο ποιήσαντα, διὰ τῶν ἑξῆς τὴν κατηγορίαν αὔ‐ ξει, ἐπάγων οὕτω καὶ λέγων· Καὶ αὕτη κοινωνός | |
5 | σου, καὶ γυνὴ διαθήκης σου, καὶ ἐγκατάλειμμα πνεύματός σου, καὶ οὐκ ἄλλος ἐποίησεν. Ὅρα πόσα τίθησι δικαιώματα· πρῶτον τὸ τῆς ἡλικίας, Γυνὴ νεότητός σου· εἶτα τὸ ἀναγκαῖον, Καὶ αὕτη κοινωνός σου· εἶτα τὸν τῆς δημιουργίας τρόπον, | |
10 | Ἐγκατάλειμμα πνεύματός σου. γʹ. Πρὸς τούτοις ἅπασιν, ὃ πάντων τούτων μεῖζον ἦν, τὸ τοῦ ποιήσαντος ἀξίωμα. Τοῦτο γάρ ἐστι τὸ, Οὐκ ἄλλος ἐποίησεν. Οὐκ ἔχεις, φησὶν, εἰπεῖν, ὅτι σὲ μὲν ὁ Θεὸς ἐποίησεν, ἐκείνην δὲ οὐχ ὁ Θεὸς, ἀλλ’ | |
15 | ἄλλος τις ἐκείνου καταδεέστερος· ἀλλ’ εἷς καὶ ὁ αὐ‐ τὸς ἀμφοτέρους εἰς τὸ εἶναι παραγαγών· ὥστε εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν αἰδεσθεὶς, φύλαττε τὴν πρὸς αὐτὴν ἀγάπην. Εἰ γὰρ δούλοις πολλάκις τοῖς πρὸς ἀλλήλους στασιάζουσιν ὑπόθεσις τοῦτο γεγέ‐ | |
20 | νηται, τὸ δεῖν λέγω τοὺς ἀμφοτέρους ἑνὶ καὶ τῷ αὐτῷ δουλεῦσαι δεσπότῃ, πολλῷ μᾶλλον ἐφ’ ἡμῶν τοῦτο γίνεσθαι χρὴ, ὅταν καὶ δημιουργὸν καὶ δεσπό‐ την τὸν αὐτὸν ἔχωμεν οἱ ἀμφότεροι. Εἶδες πῶς καὶ ἐν τῇ Παλαιᾷ ἀρχὰς καὶ προοίμια λοιπὸν ἐλάμβανε | |
25 | τῆς καινῆς φιλοσοφίας τὰ προστάγματα; Ἐπειδὴ γὰρ πολὺν ἐνετράφησαν τῷ νόμῳ χρόνον, καὶ πρὸς τὰ τελειότερα παραγγέλματα ὁδεύειν ὤφειλον, καὶ πρὸς τὸ τέλος λοιπὸν ἀπήντα αὐτοῖς τὰ τῆς πολιτείας, μετὰ τοῦ προσήκοντος καιροῦ λοιπὸν ἐπὶ ταύτην | |
30 | ἄγει τὴν φιλοσοφίαν αὐτοὺς ὁ προφήτης. Πειθώμεθα τοίνυν τῷ καλῷ τούτῳ νόμῳ, καὶ πάσης αἰσχύνης ἑαυτοὺς ἀπαλλάξωμεν καὶ μήτε τὰς ἑαυτῶν ἐκβάλω‐ μεν, μήτε τὰς ὑπὸ ἑτέρων ἐκβληθείσας δεχώμεθα. Ποίῳ γὰρ ὄψει προσώπῳ τὸν ἄνδρα τῆς γυναικός; | |
35 | ποίοις ὀφθαλμοῖς τοὺς φίλους τοὺς ἐκείνου, τοὺς οἰκέ‐ τας; Εἰ γὰρ τελευτήσαντος τοῦ συνοικοῦντος, τὴν γυναῖκά τις τὴν ἐκείνου λαβὼν, εἶτα τὴν εἰκόνα μόνην ἀνακειμένην ἰδὼν, ἔπαθέ τι καὶ ἐδυσχέρανεν, ὡς ζῶντα τὸν ἄνδρα ὁρῶν τῆς αὐτῷ συνοικούσης, | |
40 | ποῖον βιώσεται βίον; πῶς οἴκαδε εἰσελεύσεται; μετὰ ποίας γνώμης, μετὰ ποίων ὀφθαλμῶν ὄψεται τὴν ἐκείνου γυναῖκα τὴν αὑτοῦ; Μᾶλλον δὲ οὐδὲ ἐκείνου, οὔτε αὑτοῦ δικαίως ἄν τις τὴν τοιαύτην προσείποι· ἡ γὰρ μοιχαλὶς οὐδενός | |
45 | ἐστι γυνή. Καὶ γὰρ τὰς πρὸς ἐκεῖνον συνθήκας ἐπά‐ τησε, καὶ πρὸς σὲ μετὰ τῶν προσηκόντων νόμων οὐκ ἦλθε. Πόσης οὐκ ἂν εἴη παρανοίας, πρᾶγμα τοσούτων γέμον κακῶν εἰς τὴν οἰκίαν εἰσαγαγεῖν; Μὴ γὰρ σπάνις ἐστὶ γυναικῶν; Τίνος ἕνεκεν, πολλῶν οὐσῶν, | |
51.221(50) | ἃς μετὰ τῶν προσηκόντων νόμων καὶ μετὰ καθαροῦ συνειδότος λαμβάνειν ἔξεστιν, ἐπὶ τὰς κεκωλυμένας τρέχομεν, τὰς οἰκίας ἀνατρέποντες, καὶ πολέμους ἐμφυλίους εἰσάγοντες, καὶ πανταχόθεν ἔχθραν ἑαυ‐ τοῖς παρασκευάζοντες, μυρίων κατηγόρων ἀνοίγοντες | |
55 | στόματα, καὶ τὴν ζωὴν τὴν ἑαυτῶν καταισχύνοντες, καὶ, τὸ πάντων χαλεπώτατον, ἀπαραίτητον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως συνάγοντες ἑαυτοῖς κόλασιν; Τί γὰρ ἐροῦμεν τότε τῷ μέλλοντι κρίνειν ἡμᾶς, ὅταν τὸν νόμον παρενεγκὼν εἰς μέσον καὶ ἀναγνοὺς εἴποι· | |
60 | Ἐκέλευσα ἀπολελυμένην γυναῖκα μὴ λαμβάνειν, εἰ‐ | |
πὼν ὅτι μοιχεία τὸ πρᾶγμά ἐστι. Πῶς οὖν ἐτόλμη‐ | Column end | |
51.222 | σας ἐπὶ κεκωλυμένον γάμον ἐλθεῖν; Τί ἐροῦμεν, καὶ τί ἀποκρινούμεθα; Οὐ γὰρ δεῖ τοὺς παρὰ τῶν ἔξωθεν κειμένους νόμους ἐκεῖ προβαλέσθαι, ἀλλ’ ἀνάγκη σιγῶντας καὶ δεδεμένους εἰς τὸ τῆς γεέννης ἀπάγε‐ | |
5 | σθαι πῦρ μετὰ τῶν μοιχῶν καὶ τῶν τοὺς ἀλλοτρίους ἀδικησάντων γάμους· ὅ τε γὰρ ἀπολύσας χωρὶς αἰτίας, τῆς ἐπὶ πορνείᾳ, ὅ τε ἐκβεβλημένην γαμῶν, τοῦ ἀν‐ δρὸς ζῶντος, ὁμοίως μετὰ τῆς ἐκβληθείσης κολάζον‐ ται. Διὸ παρακαλῶ, καὶ δέομαι καὶ ἀντιβολῶ, μήτε | |
10 | ἄνδρας ἐκβάλλειν γυναῖκας, μήτε γυναῖκας ἄνδρας ἀφιέναι, ἀλλ’ ἀκούειν τοῦ Παύλου λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. | |
15 | Ποίαν γὰρ ἔχοιεν συγγνώμην οἱ, τοῦ Παύλου καὶ δεύτερον ἐπιτρέποντος γάμον μετὰ τὴν τελευτὴν τοῦ συνοικοῦντος, καὶ τοσαύτην παρέχοντος ἄδειαν, πρὸ τῆς τελευτῆς τολμῶντες τοῦτο ποιεῖν; τίνος ἂν τύ‐ χοιεν ἀπολογίας, ἢ οὗτοι οἱ ζώντων τῶν ἀνδρῶν τὰς | |
20 | γυναῖκας λαμβάνοντες, ἢ ἐκεῖνοι οἱ πρὸς τὰς πανδή‐ μους ἀπερχόμενοι πόρνας; Καὶ γὰρ καὶ ἐκεῖνο μοι‐ χείας ἕτερον εἶδος, τὸν γυναῖκα ἔχοντα ἔνδον, πόρναις γυναιξὶν ὁμιλεῖν. Ὥσπερ γὰρ ἡ τὸν ἄνδρα ἔχουσα γυνὴ, κἂν οἰκέτῃ κἂν ἐλευθέρῳ τινὶ γυναῖκα μὴ ἔχοντι ἑαυ‐ | |
25 | τὴν ἐκδῷ, τοῖς τῆς μοιχείας ἁλίσκεται νόμοις· οὕτω καὶ ὁ ἀνὴρ, κἂν εἰς πάνδημον πόρνην, κἂν εἰς ἑτέραν γυ‐ ναῖκα ἄνδρα οὐκ ἔχουσαν ἁμάρτοι, γυναῖκα ἔχων, μοι‐ χείας τὸ πρᾶγμα νενόμισται. Φεύγωμεν τοίνυν καὶ τοῦτον τὸν τρόπον τῆς μοιχείας Τί γὰρ ἕξομεν εἰπεῖν, | |
30 | τί δὲ προβαλέσθαι τοιαῦτα τολμῶντες; ποίαν εὐπρόσω‐ πον παρεξόμεθα πρόφασιν; Τὴν τῆς φύσεως ἐπιθυ‐ μίαν; Ἀλλ’ ἐφέστηκεν ἡ κληρωθεῖσα γυνὴ, τῆς ἀπολογίας ἡμᾶς ταύτης ἀποστεροῦσα. Διὰ τοῦτο γά‐ μος εἰσενήνεκται, ἵνα μὴ πορνεύσῃς· μᾶλλον δὲ | |
35 | οὐχ ἡ γυνὴ μόνον, ἀλλὰ καὶ ἕτεροι πολλοὶ τῆς αὐτῆς ἡμῖν μετασχόντες φύσεως ταύτης ἡμᾶς ἀποστεροῦσι τῆς συγγνώμης. Ὅταν γὰρ ὁ σύνδουλός σου, τὸ αὐτὸ σῶμα ἔχων, τὴν αὐτὴν ἐπιθυμίαν κεκτημένος, ὑπὸ τῆς αὐτῆς ἀνάγκης ὠθούμενος, μηδεμίαν ἑτέραν | |
40 | ἴδῃ γυναῖκα, ἀλλὰ μένῃ τὴν αὐτοῦ στέργων μόνην, ποίαν ἕξεις ἀπολογίαν σὺ τὴν ἐπιθυμίαν προβαλλό‐ μενος; Καὶ τί λέγω τοὺς ἔχοντας γυναῖκας; Ἐννόη‐ σόν μοι τοὺς διαπαντὸς ἐν παρθενίᾳ ζῶντας, καὶ μηδ’ ὅλως ὁμιλήσαντας γάμῳ, καὶ πολλὴν ἐπιδειξα‐ | |
45 | μένους σωφροσύνην. Ὅταν οὖν ἄλλοι χωρὶς γάμου σωφρονῶσι, ποίας σὺ τεύξῃ συγγνώμης μετὰ γάμον πορνεύων; Ταῦτα καὶ ἄνδρες καὶ γυναῖκες ἀκουέ‐ τωσαν, καὶ χῆραι, καὶ γεγαμηκυῖαι· πᾶσι γὰρ ὁ Παῦλος διαλέγεται, καὶ ὁ νόμος οὗτος ὁ λέγων· Γυνὴ | |
51.222(50) | δέδεται νόμῳ, ἐφ’ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆ‐ ναι, μόνον ἐν Κυρίῳ. Καὶ ταῖς ἐχούσαις ἄνδρας, καὶ ταῖς οὐκ ἐχούσαις, καὶ ταῖς χηρευούσαις, καὶ ταῖς δεύτερον εἰσαγούσαις νυμφίον, καὶ πάσαις ἁπλῶς | |
55 | ὁ λόγος οὗτος χρήσιμος. Ἡ μὲν γὰρ ἔχουσα ἄνδρα οὐχ αἱρήσεται, ζῶντος ἐκείνου, ἔσεσθαι ἑτέρου, ἀκούσασα ὅτι ζῶντος αὐτοῦ δέδεται· ἡ δὲ ἀποβαλοῦσα πάλιν, ἂν μὲν βουληθῇ δευτέροις ὁμιλῆσαι γάμοις. οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχε, τοῦτο ἐργάζεται, ἀλλὰ | |
60 | μετὰ τῶν κειμένων παρὰ τοῦ Παύλου νόμων, εἰπόν‐ τος, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ, τουτέστι, μετὰ σωφροσύνης, μετὰ σεμνό‐ τητος. Ἂν δ’ ἄρα ἕληται πρὸς τὸν ἀπελθόντα τὰς συνθήκας φυλάξαι, ἀκούσεται τοὺς ἀποκειμένους | |
65 | αὐτῇ στεφάνους, καὶ μείζονα λήψεται προθυμίαν. | |
Μακαριωτέρα γάρ ἐστι, φησὶν, ἐὰν οὕτω μείνῃ. | 221 | |
51.223 | δʹ. Ὁρᾷς πῶς ἅπασιν ὁ λόγος χρήσιμος, τῇ τε ἐκεί‐ νων ἀσθενείᾳ συγκαταβαίνων, καὶ ταύτας οὐκ ἀπο‐ στερῶν τῶν οἰκείων ἐπαίνων; Ὅπερ γὰρ ἐπὶ τοῦ γάμου καὶ ἐπὶ τῆς παρθενίας ἐποίησε, τοῦτο καὶ | |
5 | ἐπὶ τοῦ προτέρου γάμου καὶ τοῦ δευτέρου. Καθάπερ γὰρ ἐκεῖ οὐκ ἀπέκλεισε τὸν γάμον, ἵνα μὴ βαρήσῃ τοὺς ἀσθενεστέρους, οὔτε ἀνάγκην ἐπέθηκεν, ἵνα μὴ τοὺς βουλομένους παρθενεύειν ἀποστερήσῃ τῶν κειμένων στεφάνων, ἀλλ’ ἔδειξε μὲν ὅτι καλὸς ὁ | |
10 | γάμος, ἐδήλωσε δὲ ὅτι κρείττων ἡ παρθενία· οὕτω δὴ καὶ ἐνταῦθα πάλιν ἡμῖν ἑτέρους τίθησι βαθμοὺς, δεικνὺς ὅτι μεῖζον μὲν καὶ ὑψηλότερον τὸ τῆς χη‐ ρείας, δεύτερον δὲ καὶ κατώτερον τὸ τῶν δευτέρων γάμων, τούς τε ἰσχυροτέρους καὶ μὴ μεταπηδᾷν βου‐ | |
15 | λομένους ἀλείφων, καὶ τοὺς ἀσθενεστέρους οὐκ ἀφιεὶς πεσεῖν. Εἰπὼν γὰρ, Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ, ἵνα μὴ νομίσῃς ἀνθρώπινον εἶναι τὸν νόμον, ἀκούων, Κατὰ τὴν ἐμὴν γνώμην, ἐπήγαγε· Δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν. Οὐκ ἔχεις τοίνυν εἰπεῖν, | |
20 | ὅτι ἀνθρωπίνη ἐστὶν ἡ γνώμη, ἀλλὰ τῆς τοῦ Πνεύ‐ ματος χάριτος ἡ ἀπόφασις, καὶ θεῖος ὁ νόμος. Μὴ τοίνυν Παύλου νομίζωμεν εἶναι ταῦτα λέγοντος, ἀλλὰ τοῦ Παρακλήτου ταῦτα νομοθετοῦντος ἡμῖν. Εἰ δὲ λέ‐ γει, Δοκῶ, οὐχ ὡς οὐκ ἔχων λέγει, ἀλλὰ μετριάζων | |
25 | καὶ συστέλλων ἑαυτόν. Ὅτι μὲν οὖν μακαριω‐ τέρα ἐστὶν, εἶπε· πῶς δὲ μακαριωτέρα, οὐκ ἔτι προσέθηκεν, ἀρκοῦσαν ἀπόδειξιν δοὺς τὸ παρὰ τοῦ Πνεύματος κομίζειν τὴν ἀπόφασιν. Εἰ δὲ βούλει καὶ λογισμοῖς ἐξετάσαι, πολλὴν ἀποδείξεων εὐπορίαν | |
30 | ἐνταῦθα εὑρήσεις· καὶ ὄψει τὴν χήραν μακαριωτέραν οὖσαν, οὐ κατὰ τὸν μέλλοντα αἰῶνα μόνον, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον. Καὶ τοῦτο αὐτὸ μάλιστα οἶδεν ὁ Παῦλος, ὃ καὶ περὶ τῶν παρθένων ᾐνίξατο λέγων. Παραινῶν γὰρ καὶ συμβουλεύων παρθενίαν αἱρεῖσθαι, | |
35 | οὕτω πως ἔλεγε· Νομίζω ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι διὰ τὴν ἐνεστῶσαν ἀνάγκην· καὶ πάλιν, Καὶ ἐὰν γήμῃ ἡ παρθένος, οὐχ ἥμαρτε· παρθένον ἐνταῦθα λέγων, οὐ τὴν ἀποταξαμένην, ἀλλὰ τὴν ἀπειρόγαμον μόνον, καὶ μὴ γενομένην ὑπεύθυνον | |
40 | τῇ τῆς διηνεκοῦς παρθενίας ὑποσχέσει. Θλίψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φεί‐ δομαι. Ἑνὶ γὰρ καὶ ψιλῷ ῥήματι τούτῳ κατέλιπε τῷ συνειδότι τῶν ἀκροατῶν ἅπαντα ἀναλέξασθαι, τὰς ὠδῖνας, τὰς παιδοτροφίας, τὴν φροντίδα, τὰς ἀῤ‐ | |
45 | ῥωστίας, τοὺς θανάτους τοὺς ἀώρους, τὰς ἀπεχθείας, τὰς φιλονεικίας, τὸ γνώμαις μυρίαις δουλεύειν, τὸ τῶν ἀλλοτρίων κακῶν ὑπεύθυνον εἶναι, τὸ μυρίας ἀναδέχεσθαι λύπας μίαν ἔχουσαν ψυχήν. Ἁπάντων δὲ τούτων ἀπαλλάττεται τῶν κακῶν ἡ τὴν ἐγκρά‐ | |
51.223(50) | τειαν ἑλομένη, καὶ μετὰ τῆς τῶν ἀνιαρῶν ἀπαλλα‐ γῆς κατὰ τὴν μέλλουσαν ζωὴν πολὺν ἔχει κείμενον τὸν μισθόν. Ταῦτ’ οὖν ἅπαντα εἰδότες, σπουδάζωμεν τοῖς προτέροις ἀρκεῖσθαι γάμοις. Ἂν δὲ καὶ ἐπὶ δευ‐ τέρους παρασκευαζώμεθα εἰσέρχεσθαι, μετὰ τοῦ προσ‐ | |
55 | ήκοντος τρόπου καὶ σχήματος, μετὰ τῶν τοῦ Θεοῦ νόμων. Διὰ τοῦτο γὰρ εἶπεν, Ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι· καὶ ἐπήγαγε, Μόνον ἐν Κυρίῳ, ὁμοῦ καὶ ἄδειαν διδοὺς, καὶ τειχίζων τὴν ἄδειαν, καὶ ἐξουσίαν παρέχων, καὶ τῇ ἐξουσίᾳ πάλιν ταύτῃ ὅρους | |
60 | καὶ νόμους τιθεὶς πανταχόθεν· οἷον, ἵνα μὴ μιαροὺς καὶ διεφθαρμένους ἄνδρας εἰς τὴν οἰκίαν εἰσαγάγῃ ἡ γυνὴ, ἢ τοὺς ἀπὸ τῆς σκηνῆς, ἢ τοὺς πορνείας προσ‐ έχοντας· ἀλλὰ μετὰ σεμνότητος, μετὰ σωφροσύνης, | |
μετὰ εὐλαβείας, ἵνα πάντα εἰς δόξαν Θεοῦ γένηται. | Column end | |
51.224 | Ἐπειδὴ γὰρ πολλαὶ πολλάκις γυναῖκες, τῶν πρώτων τελευτησάντων ἀνδρῶν, μοιχευθεῖσαι πρότερον, οὕ‐ τω τοὺς ὑστέρους εἰσήγαγον, καὶ τρόπους ἑτέρους μιαροὺς ἐπενόησαν, διὰ τοῦτο ἐπήγαγε, Μόνον | |
5 | ἐν Κυρίῳ· ἵνα μηδὲν τούτων ὁ δεύτερος ἔχῃ γάμος· οὕτω γὰρ δυνήσεται ἐγκλημάτων ἀπηλλάχθαι. Πάν‐ των μὲν γὰρ βέλτιον ἀναμένειν τὸν τετελευτηκότα, καὶ τὰς πρὸς ἐκεῖνον συνθήκας διατηρεῖν, καὶ ἐγκρά‐ τειαν αἱρεῖσθαι, καὶ τοῖς καταλειφθεῖσιν ἐπιμένειν | |
10 | παιδίοις, καὶ παρὰ τοῦ Θεοῦ πλείονα τὴν εὔνοιαν ἐπι‐ σπάσασθαι. Ἂν δ’ ἄρα τις βουληθῇ δεύτερον ἐπεισ‐ αγαγεῖν νυμφίον, μετὰ σωφροσύνης, μετὰ σεμνότη‐ τος, μετὰ τῶν προσηκόντων νόμων· καὶ γὰρ καὶ τοῦτο ἐφεῖται, πορνεία δὲ κεκώλυται μόνον καὶ μοιχεία. | |
15 | Ταύτην τοίνυν φεύγωμεν, καὶ οἱ γυναῖκας ἔχοντες, καὶ οἱ μὴ ἔχοντες· καὶ μὴ καταισχύνωμεν ἡμῶν τὸν βίον, μηδὲ καταγέλαστον ζῶμεν ζωὴν, μηδὲ μολύνω‐ μεν τὸ σῶμα, μηδὲ πονηρὸν συνειδὸς εἰς τὴν διά‐ νοιαν εἰσαγάγωμεν. Πῶς γὰρ εἰς ἐκκλησίαν ἐλθεῖν | |
20 | δυνήσῃ μετὰ τὴν πρὸς τὰς πόρνας ὁμιλίαν; πῶς τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνατεῖναι, αἷς τὴν πόρνην περιελάμβανες; πῶς κινῆσαι γλῶτταν, καὶ τῷ στόματι καλέσαι τούτῳ, ᾧ τὴν πόρνην ἐφίλησας; ποίοις ὀφθαλμοῖς ὄψει τῶν φίλων τοὺς σεμνοτέρους; | |
25 | Καὶ τί λέγω τοὺς φίλους; Κἂν γὰρ μηδεὶς ὁ συνειδὼς ᾖ, σὺ σαυτὸν ἀναγκασθήσῃ πρὸ πάντων ἐρυθριᾷν καὶ αἰσχύνεσθαι, καὶ πάντων μᾶλλον τὸ ἑαυτοῦ βδε‐ λύττεσθαι σῶμα. Εἰ γὰρ μὴ τοῦτο ἦν, τίνος ἕνεκεν ἐπὶ βαλανεῖον μετὰ τὴν ἁμαρτίαν τρέχεις ἐκείνην; | |
30 | οὐκ ἐπειδὴ βορβόρου παντὸς ἀκαθαρτότερον ἑαυτὸν εἶναι νομίζεις; Ποίαν ἑτέραν ζητεῖς μείζονα ἀπόδει‐ ξιν τῆς τῶν γεγενημένων ἀκαθαρσίας, ἢ τίνα τὸν Θεὸν προσδοκᾷς ψῆφον οἴσειν, ὅταν ὁ πεπλημμεληκὼς σὺ τοιαύτην περὶ τῶν γεγενημένων γνώμην ἔχῃς; | |
35 | Ὅτι μὲν οὖν ἀκαθάρτους ἑαυτοὺς εἶναι νομίζουσι, σφόδρα ἐπαινῶ καὶ ἀποδέχομαι· ὅτι δὲ οὐκ ἐπὶ τὸν προσήκοντα τῶν καθαρσίων ἔρχονται τρόπον, ἐγκαλῶ διὰ τοῦτο καὶ μέμφομαι. Εἰ μὲν γὰρ σωματικὸς ὁ ῥύπος ἦν, εἰκότως τοῖς τῶν βαλανείων καθαρμοῖς | |
40 | ἑαυτὸν ἀπέσμηχες· τὴν δὲ ψυχὴν καταῤῥυπάνας καὶ ποιήσας ἀκάθαρτον, τοιοῦτον ζήτει καθάρσιον, ὃ τὴν ἐκείνης κηλῖδα ἀποσμῆξαι δυνήσεται. Ποῖον δέ ἐστι τῆς τοιαύτης ἁμαρτίας τὸ βαλανεῖον; Θερμαὶ δακρύων πηγαὶ, στεναγμοὶ κάτωθεν ἀπὸ καρδίας ἀνιόντες, | |
45 | κατάνυξις διηνεκὴς, εὐχαὶ ἐκτενεῖς, ἐλεημοσύναι, καὶ ἐλεημοσύναι δαψιλεῖς, τὸ καταγνῶναι τῶν γεγε‐ νημένων, τὸ μηκέτι τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμα‐ σιν· οὕτως ἁμαρτίας ἀποσμήχεται φύσις, οὕτως ἐκ‐ καθαίρεται τῆς ψυχῆς ὁ ῥύπος· ὥστε ἐὰν μὴ τοιαῦτα | |
51.224(50) | ποιῶμεν, κἂν ἁπάσας τῶν ποταμῶν διέλθωμεν τὰς πηγὰς, οὐδὲ μικρὸν τῆς ἁμαρτίας ταύτης ὑφελέσθαι δυνησόμεθα μέρος. Τὸ μὲν οὖν ἄμεινον, μηκέτι πεῖ‐ ραν λαβεῖν τῆς μυσαρᾶς ταύτης ἁμαρτίας. Εἰ δ’ ἄρα τις ὑπεσκελίσθη ποτὲ, ταῦτα ἐπιτιθέτω τὰ φάρμακα, | |
55 | πρότερον ὑποσχόμενος μηκέτι τοῖς αὐτοῖς περιπεσεῖν. Ὡς ἐὰν ἁμαρτάνοντες καταγινώσκωμεν τῶν ἤδη γε‐ γενημένων, πάλιν δὲ τοῖς αὐτοῖς ἐπιχειρῶμεν, οὐδὲν ἡμῖν ὄφελος ἔσται τῶν καθαρσίων. Ὁ γὰρ ἀπολουό‐ μενος, καὶ τῷ αὐτῷ πάλιν ἐγκυλινδούμενος βορβόρῳ, | |
60 | καὶ ὁ καθαιρῶν πάλιν ὅπερ ᾠκοδόμησε, καὶ οἰκοδο‐ μῶν πάλιν, ἵνα καθέλῃ, οὐδὲν κερδαίνει πλέον, ἢ τὸ περιττὰ ποιεῖσθαι καὶ ταλαιπωρεῖν. Καὶ ἡμεῖς τοίνυν, ἵνα μὴ μάτην μηδὲ εἰκῆ τὴν ζωὴν ἀναλώσωμεν, τὰ πρότερα ἁμαρτήματα ἐκκαθάρωμεν, καὶ τὸν ἐπί‐ | |
65 | λοιπον ἅπαντα βίον ἐν σωφροσύνῃ καὶ κοσμιότητι | 223 |
51.225 | καὶ τῇ λοιπῇ διαγάγωμεν ἀρετῇ· ἵνα καὶ τὸν Θεὸν ἔχοντες ἵλεων, τῆς βασιλείας τῶν οὐρανῶν ἐπιτύ‐ | |
χωμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν | Column end | |
51.226 | Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | Column end || Page end225 |