TLG 2062 069 :: JOANNES CHRYSOSTOMUS :: In illud: Salutate Priscillam et Aquilam (sermones 1–2)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Salutate Priscillam et Aquilam (sermones 1–2)

Citation: Vol — pg — (ln)

51

.

187

(14t)

ΕΙΣ ΤΟ
15t«Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν,» καὶ τὰ ἑξῆς, λόγος αʹ.
16 αʹ. Πολλοὺς ὑμῶν οἶμαι θαυμάζειν ἐπὶ τὴν περικο‐ πὴν τῆς ἀποστολικῆς ἀναγνώσεως ταύτης, μᾶλλον δὲ πάρεργον ἡγεῖσθαι καὶ περιττὸν τοῦτο τῆς ἐπιστολῆς τὸ μέρος, διὰ τὸ προσρήσεις ἔχειν μόνον συνεχεῖς καὶ
20ἐπαλλήλους. Διὸ δὴ καὶ αὐτὸς ἑτέρωσε τήμερον ὡρ‐ μημένος, ἀποστὰς ἐκείνης τῆς ὑποθέσεως, εἰς ταύ‐ την καθεῖναι παρασκευάζομαι, ἵνα μάθητε, ὅτι τῶν θείων Γραφῶν οὐδὲν περιττὸν, οὐδὲν πάρεργόν ἐστι, κἂν ἰῶτα ἓν, κἂν μία κεραία ᾖ, ἀλλὰ καὶ ψιλὴ πρόσ‐
25ρησις πολὺ πέλαγος ἡμῖν ἀνοίγει νοημάτων. Καὶ τί λέγω, ψιλὴ πρόσρησις; Πολλάκις καὶ ἑνὸς στοιχείου προσθήκη ὁλόκληρον νοημάτων εἰσήγαγε δύναμιν. Καὶ τοῦτο ἐπὶ τῆς τοῦ Ἀβραὰμ προσηγορίας ἔστιν ἰδεῖν. Πῶς γὰρ οὐκ ἄτοπον παρὰ φίλου μὲν ἐπιστο‐
30λὴν δεχόμενον, μὴ τὸ σῶμα τῆς ἐπιστολῆς ἀναγινώ‐ σκειν μόνον, ἀλλὰ καὶ τὴν κάτω κειμένην πρόσρησιν, κἀκεῖθεν μάλιστα στοχάζεσθαι τὴν τοῦ γεγραφότος διάθεσιν, Παύλου δὲ γράφοντος, μᾶλλον δὲ οὐ τοῦ Παύλου, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος τὴν ἐπι‐
35στολὴν ὑπαγορευούσης ὁλοκλήρῳ πόλει καὶ δήμῳ τοσούτῳ, καὶ δι’ ἐκείνων τῇ οἰκουμένῃ πάσῃ, νομί‐ ζειν περιττόν τι εἶναι τῶν ἐγκειμένων, καὶ παρα‐ τρέχειν ἁπλῶς, καὶ μὴ ἐννοεῖν, ὅτι ταῦτα πάντα τὰ ἄνω κάτω πεποίηκε; Τοῦτο γάρ ἐστι, τοῦτο, ὃ πολ‐
40λῆς ῥᾳθυμίας ἡμᾶς ἐνέπλησε, τὸ μὴ πάσας ἐπιέναι τὰς Γραφὰς, ἀλλ’ ἃ νομίζομεν εἶναι σαφέστερα, ταῦ‐ τα ἐκλεγομένους, τῶν ἄλλων μηδένα ποιεῖσθαι λόγον. Τοῦτο καὶ τὰς αἱρέσεις εἰσήγαγε, τὸ μὴ βούλεσθαι ἅπαν ἐπιέναι τὸ σῶμα, τὸ νομίζειν εἶναί τι περιττὸν
45καὶ πάρεργον. Διὰ τοῦτο τὰ μὲν ἄλλα ἅπαντα ἡμῖν διεσπούδασται, οὐχὶ τὰ περιττὰ μόνον, ἀλλὰ καὶ τὰ ἀνόνητα καὶ βλαβερά· τῶν Γραφῶν δὲ ἡ ἐμπειρία
ἠμέληται καὶ παρῶπται· καὶ οἱ μὲν πρὸς τὴν θεω‐Column end

51

.

188

(16)

ρίαν τῆς τῶν ἵππων ἁμίλλης ἐπτοημένοι, καὶ ὀνό‐ ματα, καὶ ἀγέλην, καὶ γένος, καὶ πατρίδα, καὶ ἀνα‐ τροφὴν τῶν ἵππων ἔχουσιν εἰπεῖν μετὰ ἀκριβείας ἁπάσης, καὶ ἔτη ζωῆς, καὶ ἐνεργείας δρόμων, καὶ
20τίς τίνι συνταττόμενος τὴν νίκην ἁρπάσεται, καὶ ποῖος ἵππος ἐκ ποίας ἀφεθεὶς βαλβῖδος, καὶ τίνα ἔχων ἡνίοχον, περιέσται τοῦ δρόμου, καὶ τὸν ἀντίτεχ‐ νον παραδραμεῖται. Καὶ οἱ περὶ τὴν ὀρχήστραν δὲ ἐσχολακότες, οὐκ ἐλάττω τούτων, ἀλλὰ καὶ πλείω
25μανίαν περὶ τοὺς ἐν τοῖς θεάτροις ἀσχημονοῦν‐ τας ἐπιδείκνυνται, μίμους λέγω καὶ ὀρχηστρίας, καὶ γένος αὐτῶν, καὶ πατρίδα, καὶ ἀνατροφὴν, καὶ τὰ ἄλλα πάντα καταλέγοντες· ἡμεῖς δὲ ἐρωτώμενοι, ὁπόσαι, καὶ τίνες εἰσὶν αἱ Παύλου ἐπιστολαὶ, οὐδὲ τὸν
30ἀριθμὸν ἴσμεν εἰπεῖν. Εἰ δέ τινες καὶ εἶεν τὸν ἀρι‐ θμὸν ἐπιστάμενοι, ἀλλὰ τὰς πόλεις, αἳ τὰς ἐπιστολὰς ἐδέξαντο, ταύτας ἐρωτώμενοι διαποροῦσι πρὸς τὴν ἐρώτησιν. Καὶ ἄνθρωπος μὲν εὐνοῦχος καὶ βάρβαρος, μυρίαις φροντίσιν ὑπὸ μυρίων ἑλκόμενος πραγμά‐
35των, οὕτω προσέκειτο βιβλίοις, ὡς μηδὲ κατὰ τὸν καιρὸν τῆς ὁδοιπορίας ἡσυχάζειν, ἀλλ’ ἐπ’ ὀχήματος καθήμενος, ἐγκεῖσθαι μετὰ πολλῆς τῆς ἀκριβείας τῇ τῶν θείων Γραφῶν ἀναγνώσει· ἡμεῖς δὲ οὐδὲ τὸ πολ‐ λοστὸν μέρος τῆς ἀσχολίας ἔχοντες τῆς ἐκείνου, καὶ
40πρὸς τὰ ὀνόματα τῶν ἐπιστολῶν ξενιζόμεθα, καὶ ταῦτα καθ’ ἑκάστην κυριακὴν ἐνταῦθα συλλεγόμενοι, καὶ θείας ἀπολαύοντες ἀκροάσεως. Ἀλλὰ γὰρ ἵνα μὴ μόνον εἰς ἐπιτίμησιν τὸν λόγον ἀναλώσωμεν, φέρε, τὴν πρόσρησιν αὐτὴν τὴν δοκοῦσαν εἶναι περιττὴν
45καὶ παρενοχλεῖν, εἰς μέσον ἀγάγωμεν. Ἀναπτυσσο‐ μένης γὰρ αὐτῆς καὶ δεικνυμένου τοῦ κέρδους ὅσον παρέχει τοῖς προσέχουσιν αὐτῇ μετὰ ἀκριβείας, τότε
μείζων ἔσται κατηγορία τοῖς ἀμελοῦσι τοσούτων θη‐

51

.

189

σαυρῶν, καὶ τὸν πνευματικὸν ἀπὸ τῶν χειρῶν ῥί‐ πτουσι πλοῦτον. Τίς οὖν ἐστιν ἡ πρόσρησις; Ἀσπά‐ ζεσθε, φησὶ, Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνερ‐ γούς μου ἐν Κυρίῳ. Ἆρα οὐ δοκεῖ ψιλή τις εἶναι
5πρόσρησις, καὶ μηδὲν μέγα, μηδὲ γενναῖον ἡμῖν ἐνδεί‐ κνυσθαι; Φέρε οὖν, εἰς αὐτὴν μόνην ἅπασαν τὴν διάλε‐ ξιν ἀναλώσωμεν, μᾶλλον δὲ οὐδὲ ἀρκέσομεν σήμερον τὰ ἐγκείμενα ἅπαντα τοῖς ὀλίγοις τούτοις ῥήμασιν ἀνιμή‐ σασθαι σπουδάσαντες ὑμῖν νοήματα, ἀλλὰ ἀνάγκη καὶ
10εἰς ἑτέραν ὑμῖν ἡμέραν ταμιευθῆναι τὴν τῶν θεωρη‐ μάτων περιουσίαν, τῶν τικτομένων ἀπὸ τῆς ὀλίγης ταύτης προσρήσεως. Οὐδὲ γὰρ ἅπασαν αὐτὴν ἐπελ‐ θεῖν παρασκευάζομαι, ἀλλὰ μέρος αὐτῆς καὶ ἀρχὴν καὶ προοίμιον μόνον· Ἀσπάσασθε Πρίσκιλλαν καὶ
15Ἀκύλαν. βʹ. Πρῶτόν ἐστιν ἐκπλαγῆναι τοῦ Παύλου τὴν ἀρε‐ τὴν, ὅτι τὴν οἰκουμένην ἅπασαν ἐγκεχειρισμένος, καὶ γῆν καὶ θάλατταν, καὶ τὰς ὑφ’ ἡλίῳ πόλεις ἁπάσας, καὶ βαρβάρους, καὶ Ἕλληνας, καὶ δήμους τοσούτους
20ἐν ἑαυτῷ περιφέρων, ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς τοσαύτην ἐποιεῖτο φροντίδα· καὶ δεύτερον τοῦτο θαυ‐ μάσαι, πῶς ἄγρυπνόν τε καὶ μεμεριμνημένην εἶχε ψυχὴν, οὐχὶ κοινῇ πάντων μόνον, ἀλλὰ καὶ ἰδίᾳ με‐ μνημένος ἑκάστου τῶν δοκίμων καὶ γενναίων. Νῦν μὲν
25γὰρ οὐδὲν θαυμαστὸν τοὺς τῶν Ἐκκλησιῶν προεστῶ‐ τας τοῦτο ποιεῖν, τῷ καὶ τοὺς θορύβους κατεστάλθαι ἐκείνους, καὶ μιᾶς πόλεως ἀναδεδέχθαι πρόνοιαν μό‐ νον· τότε δὲ οὐ τὸ τῶν κινδύνων μέγεθος μόνον, ἀλλὰ καὶ τὸ τῆς ὁδοῦ διάστημα, καὶ τὸ τῶν φροντίδων πλῆ‐
30θος καὶ τὰ ἐπάλληλα κύματα, καὶ τὸ μὴ συνεχῶς ἅπασιν ἐπιχωριάζειν ἀεὶ, καὶ πολλὰ ἕτερα πλείονα τούτων, ἱκανὰ τῆς μνήμης ἐκβαλεῖν καὶ τοὺς σφόδρα ἐπιτηδείους. Ἀλλ’ οὐκ ἐξέβαλε τούτους. Πῶς οὖν οὐκ ἐξεβλήθησαν; Διὰ τὴν τοῦ Παύλου μεγαλοψυχίαν, καὶ
35τὴν θερμὴν αὐτοῦ καὶ γνησίαν ἀγάπην. Οὕτω γὰρ αὐτοὺς εἶχεν ἐν διανοίᾳ, ὡς καὶ ἐν ἐπιστολαῖς αὐ‐ τῶν μεμνῆσθαι πολλάκις. Ἀλλ’ ἴδωμεν τίνες καὶ ὁποῖοι ἦσαν οὗτοι, οἱ τὸν Παῦλον οὕτω χειρωσά‐ μενοι, καὶ πρὸς τὸν οἰκεῖον ἐπισπασάμενοι πόθον.
40Ἆρα ὕπατοί τινες καὶ στρατηγοὶ ἦσαν, καὶ ὕπαρχοι, ἢ ἄλλην τινὰ περιφάνειαν κεκτημένοι, ἢ πλοῦτον πολὺν περιβεβλημένοι, καὶ τῶν τὴν πόλιν ἀγόντων; Οὐδὲν τούτων ἔστιν εἰπεῖν, ἀλλὰ τοὐναντίον ἅπαν, πτωχοὶ καὶ πένητες, καὶ ἐκ τῆς τῶν χειρῶν ἐργασίας ζῶν‐
45τες. Ἦσαν γὰρ, φησὶ, σκηνοποιοὶ τῇ τέχνῃ· καὶ οὐκ ᾐσχύνετο ὁ Παῦλος, οὐδὲ ὄνειδος εἶναι ἐνόμιζε βασι‐ λικωτάτῃ πόλει καὶ δήμῳ μέγα φρονοῦντι, κελεύων τοὺς χειροτέχνας ἐκείνους ἀσπάζεσθαι, οὐδὲ καθυβρί‐ ζειν αὐτοὺς ἡγεῖτο τῇ πρὸς ἐκείνους φιλίᾳ· οὕτως

51

.

189

(50)

ἦν ἅπαντας πεπαιδευκὼς τότε φιλοσοφεῖν. Καίτοι γε ἡμεῖς πολλάκις συγγενεῖς ἔχοντες πενεστέρους ὀλίγῳ, τῆς πρὸς αὐτοὺς οἰκειότητος ἀλλοτριούμεθα, καὶ ὄνειδος εἶναι νομίζομεν, εἰ φωραθείημέν ποτε ἐκείνοις προσήκοντες· ὁ δὲ Παῦλος οὐχ οὕτως, ἀλλὰ
55καὶ ἐγκαλλωπίζεται τῷ πράγματι, καὶ οὐ τοῖς τότε μόνον, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα πᾶσι δῆλον ἐποίη‐
σεν, ὅτι εἰς τοὺς πρώτους αὐτῷ τὴν φιλίαν ἐτέλουνColumn end

51

.

190

ἐκεῖνοι οἱ σκηνοποιοί. Καὶ μή μοι λεγέτω τις, Καὶ τί γὰρ μέγα καὶ θαυμαστὸν, καὶ αὐτὸν, ἀπὸ τῆς αὐτῆς ὄντα τέχνης, μὴ ἐπαισχύνεσθαι τοῖς ὁμοτέχνοις; Τί λέγεις; Τοῦτο γὰρ αὐτὸ μέγιστόν ἐστι καὶ θαυμα‐
5στόν. Οὐ γὰρ οὕτως οἱ προγόνων ἔχοντες εἰπεῖν πε‐ ριφάνειαν ἐπαισχύνονται τοῖς καταδεεστέροις, ὡς οἱ γενόμενοί ποτε ἐπὶ τῆς αὐτῆς εὐτελείας, εἶτα ἀθρόον εἰς λαμπρότητά τινα καὶ περιφάνειαν ἀνα‐ βάντες. Ὅτι δὲ Παύλου λαμπρότερον οὐδὲν ἦν, οὐδὲ
10περιφανέστερον, ἀλλὰ καὶ αὐτῶν τῶν βασιλέων ἐπι‐ σημότερος ἦν, παντί που δῆλόν ἐστιν. Ὁ γὰρ δαίμο‐ σιν ἐπιτάττων, καὶ νεκροὺς ἐγείρων, καὶ ἐξ ἐπιτά‐ γματος καὶ πηρῶσαι, καὶ θεραπεῦσαι τοὺς πεπηρωμέ‐ νους δυνάμενος, οὗ τὰ ἱμάτια καὶ αἱ σκιαὶ ἅπαν νο‐
15σημάτων εἶδος ἔλυον, εὔδηλον ὅτι οὐδὲ ἄνθρωπος λοι‐ πὸν εἶναι ἐνομίζετο, ἀλλ’ ἄγγελός τις ἐξ οὐρανοῦ κα‐ ταβάς. Ἀλλ’ ὅμως τοσαύτης ἀπολαύων δόξης, καὶ πανταχοῦ θαυμαζόμενος, καὶ ὅπουπερ ἂν φανείη πάντας ἐπιστρέφων, οὐκ ἐπῃσχύνετο τὸν σκηνοποιὸν,
20οὐδὲ ἐλαττοῦσθαι ἐνόμιζε τοὺς ἐν τοσούτοις ἀξιώμασιν ὄντας. Καὶ γὰρ εἰκὸς ἐν τῇ Ἐκκλησίᾳ τῇ Ῥωμαίων πολλοὺς εἶναι περιφανεῖς, οὓς ἠνάγκαζε τοὺς πτω‐ χοὺς ἐκείνους ἀσπάσασθαι. ᾜδει γὰρ, ᾔδει σαφῶς, ὅτι εὐγένειαν οὐ πλούτου περιφάνεια, οὐδὲ χρημά‐
25των περιουσία, ἀλλὰ τρόπων ἐπιείκεια ποιεῖν εἴωθεν· ὡς οἵ γε ταύτης μὲν ἀπεστερημένοι, ἀπὸ δὲ τῆς τῶν γεγεννηκότων αὐτοὺς δόξης μεγαλοφρονοῦντες, ὀνόμα‐ τι μόνον εὐγενείας ψιλῷ, ἀλλ’ οὐχὶ πράγματι καλλωπί‐ ζονται· μᾶλλον δὲ αὐτὸ τὸ ὄνομα φωρᾶται πολλάκις, εἰ
30τις ἐπὶ τοὺς ἀνωτέρω προγόνους τῶν εὐγενῶν ἀναβαίη τούτων. Τὸν γὰρ περιφανῆ καὶ λαμπρὸν, καὶ πατέρα ἔχοντα ἐπίσημον εἰπεῖν καὶ πάππον, ἂν μετὰ ἀκρι‐ βείας ἐξετάσῃς, πολλάκις εὑρήσεις ἐπίπαππον εὐτελῆ τινα καὶ ἀνώνυμον ἐσχηκότα· καθάπερ τῶν εὐτελῶν
35εἶναι δοκούντων ἂν τὸ γένος ἅπαν ἀναβαίνον‐ τες κατὰ μικρὸν διερευνησώμεθα, ὑπάρχους καὶ στρατηγοὺς εὑρήσομεν αὐτῶν πολλάκις τοὺς ἀνωτέρω προγόνους, καὶ εἰς ἱπποφορβοὺς καὶ συοφορβοὺς εὕ‐ ροι τις ἂν γεγενημένους. Ἅπερ οὖν ἅπαντα Παῦλος
40εἰδὼς, τούτων μὲν οὐ πολὺν ἐποιεῖτο λόγον, ψυχῆς δὲ εὐγένειαν ἐζήτει, καὶ τοὺς ἄλλους ταύτην θαυμά‐ ζειν ἐπαίδευσεν. Οὐ μικρὸν οὖν τοῦτο τέως ἐντεῦθεν καρπούμεθα, τὸ μηδενὶ τῶν εὐτελεστέρων ἐπαισχύ‐ νεσθαι, τὸ ψυχῆς ἀρετὴν ἐπιζητεῖν, τὸ πάντα τὰ
45ἔξωθεν ἡμῖν περικείμενα περιττὰ εἶναι νομίζειν καὶ ἀνόνητα. γʹ. Ἔστι καὶ ἕτερον οὐκ ἔλαττον τούτου καρπώσα‐ σθαι κέρδος ἐντεῦθεν, καὶ ὃ μάλιστα συνέχει ἡμῶν τὴν ζωὴν κατορθωθέν. Τί δὲ τοῦτό ἐστι; Τὸ μὴ κατη‐

51

.

190

(50)

γορεῖν τοῦ γάμου, μηδὲ νομίζειν ἐμπόδισμα εἶναι καὶ κώλυμα τῆς εἰς ἀρετὴν φερούσης ὁδοῦ, τὸ γυναῖκα ἔχειν, καὶ παῖδας τρέφειν, καὶ οἰκίας προΐστασθαι, καὶ τέχνην μεταχειρίζειν. Ἰδοὺ καὶ ἐνταῦθα ἀνὴρ ἦν καὶ γυνὴ, καὶ ἐργαστηρίων προειστήκεσαν, καὶ τέχ‐
55νην μετεχειρίζοντο, καὶ τῶν ἐν μοναστηρίοις ζώντων ἀκριβεστέραν ἐπεδείξαντο πολλῷ τὴν φιλοσοφίαν. Πόθεν τοῦτο δῆλον; Ἀφ’ ὧν προσεῖπεν αὐτοὺς ὁ Παῦ‐
λος, μᾶλλον δὲ οὐκ ἀφ’ ὧν προσεῖπεν, ἀλλὰ καὶ

51

.

191

ἀφ’ ὧν μετὰ ταῦτα ἐμαρτύρησεν. Εἰπὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν, προσέθηκεν αὐτῶν καὶ τὸ ἀξίωμα. Ποῖον δὴ τοῦτο; Οὐκ εἶπε τοὺς πλουσίους, τοὺς περιφανεῖς, τοὺς εὐπάτριδας· ἀλλὰ
5τί; Τοὺς συνεργούς μου ἐν Κυρίῳ. Τούτου δὲ οὐδὲν ἴσον εἰς ἀρετῆς γένοιτ’ ἂν λόγον· καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ ἐξ ὧν παρ’ αὐτοῖς ἔμεινεν, οὐχὶ ἡμέ‐ ραν μίαν, δύο καὶ τρεῖς, ἀλλ’ ἐνιαυτοὺς ὁλοκλήρους δύο, τὴν αὐτῶν ἔστιν ἀρετὴν ἰδεῖν. Ὥσπερ γὰρ οἱ τῶν
10ἔξωθεν ἄρχοντες οὐκ ἂν ἕλοιντο παρ’ εὐτελέσι καὶ ταπεινοῖς καταχθῆναί ποτε, ἀλλ’ ἐπιζητοῦσι λαμπρὰς οἰκίας ἐπισήμων ἀνδρῶν τινων, ὥστε μὴ τὴν τῶν ὑποδεχομένων αὐτοὺς εὐτέλειαν τῷ μεγέθει τῆς ἀξίας λυμήνασθαι· οὕτω καὶ οἱ ἀπόστολοι ἐποίουν· οὐ πρὸς
15τυχόντας κατήγοντο, ἀλλ’ ὥσπερ ἐκεῖνοι οἰκίας λαμ‐ πρότητα, οὕτω τῆς ψυχῆς ἀρετὴν ἐπεζήτουν οὗτοι, καὶ μετὰ ἀκριβείας διερευνώμενοι τοὺς ἐπιτηδείους αὐτοῖς, πρὸς ἐκείνους κατήγοντο. Καὶ γὰρ καὶ νόμος παρὰ τοῦ Χριστοῦ τοῦτο κελεύων ἔκειτο. Εἰς ἣν γὰρ
20πόλιν, φησὶν, ἢ οἰκίαν εἰσέλθητε, ἐρωτήσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι, κἀκεῖ μείνατε. Ὥστε ἄξιοι Παύ‐ λου ἦσαν οὗτοι· εἰ δὲ ἄξιοι Παύλου, τῶν ἀγγέλων ἦσαν ἄξιοι. Ἐγὼ τὸ δωμάτιον ἐκεῖνο, καὶ οὐρανὸν καὶ Ἐκκλησίαν θαῤῥῶν ἂν προσείποιμι. Ὅπου γὰρ Παῦ‐
25λος ἦν, ἐκεῖ καὶ ὁ Χριστὸς ἦν. Εἰ δοκιμὴν ἐπιζη‐ τεῖτε, φησὶ, τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; Ὅπου δὲ Χριστὸς ἦν, ἐκεῖ καὶ ἄγγελοι συνεχῶς ἐφοίτων. Οἱ δὲ καὶ πρὸ τούτου παρασχόντες ἑαυτοὺς ἀξίους τῆς τοῦ Παύλου θεραπείας, ἐννόησον τίνες ἐγένοντο,
30ἔτεσι δύο συνοικοῦντες αὐτῷ, καὶ σχῆμα, καὶ βά‐ δισμα, καὶ βλέμμα, καὶ τρόπον στολῆς, καὶ εἰσόδους καὶ ἐξόδους, καὶ τἄλλα πάντα παρατηροῦντες. Ἐπὶ γὰρ τῶν ἁγίων οὐχὶ τὰ ῥήματα ταῦτα μόνον, οὐδὲ αἱ διδασκαλίαι καὶ αἱ παραινέσεις, ἀλλὰ καὶ ἡ λοιπὴ
35τοῦ βίου πᾶσα ἀναστροφὴ ἀρκοῦσα γένοιτ’ ἂν τοῖς προσέχουσι διδασκαλία φιλοσοφίας. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν Παῦλον, καὶ δειπνοποιούμενον, καὶ ἐπιτιμῶντα, καὶ παρακαλοῦντα, καὶ εὐχόμενον, καὶ δακρύοντα, ἐξιόντα καὶ εἰσιόντα. Εἰ γὰρ δεκατέσσα‐
40ρας ἐπιστολὰς ἔχοντες μόνον, πανταχοῦ τῆς οἰκουμέ‐ νης αὐτὰς περιφέρομεν, οἱ τὴν πηγὴν τῶν ἐπιστολῶν ἔχοντες, οἱ τὴν γλῶτταν τῆς οἰκουμένης, οἱ τὸ φῶς τῶν Ἐκκλησιῶν, οἱ τὸν θεμέλιον τῆς πίστεως, οἱ τὸν στῦλον καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας, τίνες οὐκ ἂν
45ἐγένοντο ἀγγέλῳ τοιούτῳ συζῶντες; Εἰ γὰρ τὰ ἱμά‐ τια αὐτοῦ δαίμοσιν ἦν φοβερὰ, καὶ τοσαύτην εἶχον ἰσχὺν, ἡ συνοίκησις αὐτοῦ πόσην οὐκ ἂν ἐπεσπάσατο Πνεύματος χάριν; Τὸ γὰρ τὴν κλίνην ὁρᾷν τὴν Παύ‐ λου, τὸ γὰρ τὴν στρωμνὴν, τὸ γὰρ τὰ ὑποδήματα,

51

.

191

(50)

οὐκ ἂν ἤρκεσεν αὐτοῖς εἰς ὑπόθεσιν κατανύξεως δι‐ ηνεκοῦς; Εἰ γὰρ οἱ δαίμονες ὁρῶντες αὐτοῦ τὰ ἱμάτια ἔφριττον, πολλῷ μᾶλλον οἱ πιστοὶ καὶ συζήσαντες αὐτῷ κατενύσσοντο βλέποντες αὐτά. Ἄξιον δὲ κἀκεῖνο ἐξετάσαι, τίνος ἕνεκεν, προσαγορεύων, τὴν Πρίσκιλ‐
55λαν προτέθεικε τοῦ ἀνδρός. Οὐ γὰρ εἶπεν, Ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσκιλλαν, ἀλλὰ, Πρίσκιλλαν καὶ Ἀκύ‐ λαν. Οὐδὲ γὰρ τοῦτο ἁπλῶς ἐποίησεν, ἀλλ’ ἐμοὶ δοκεῖ πλείονα αὐτῇ συνειδέναι τοῦ ἀνδρὸς εὐλάβειαν. Καὶ
ὅτι οὐ στοχασμὸς τὸ εἰρημένον, ἔξεστι καὶ ἀπὸ τῶνColumn end

51

.

192

Πράξεων τοῦτο μαθεῖν. Τὸν γὰρ Ἀπολλὼ, ἄνδρα λόγιον ὄντα καὶ δυνατὸν ἐν ταῖς Γραφαῖς, καὶ τὸ βάπτισμα Ἰωάννου μόνον εἰδότα, αὕτη λαβοῦσα κατ‐ ήχησε τὴν ὁδὸν τοῦ Θεοῦ, καὶ διδάσκαλον ἀπηρτι‐
5σμένον ἐποίησεν. Οὐ γὰρ αἱ ἐπὶ τῶν ἀποστόλων γυ‐ ναῖκες ταῦτα ἐμερίμνων, ἅπερ αἱ νῦν, ὅπως λαμπρὰ ἱμάτια περιβάλοιντο, καὶ ἐπιτρίμμασι καὶ ὑπογρα‐ φαῖς τὴν ὄψιν τὴν ἑαυτῶν καλλωπίσαιεν, καὶ τοὺς ἄνδρας τοὺς ἑαυτῶν ἐνάγχουσαι, τῆς γείτονος καὶ τῆς
10ὁμοτίμου πολυτελεστέραν ἀναγκάζουσαι πρίασθαι στολὴν, καὶ λευκοὺς ἡμιόνους, καὶ χρυσοπάστους χαλινοὺς, καὶ θεραπείαν εὐνούχων, καὶ πολὺν θερα‐ παινίδων ἐσμὸν, καὶ τὴν ἄλλην ἅπασαν τὴν καταγέ‐ λαστον φαντασίαν· ἀλλὰ ταῦτα πάντα ἀποσεισάμεναι,
15καὶ τὸν κοσμικὸν ἀποβαλοῦσαι τῦφον, ἓν μόνον ἐζή‐ τουν, ὅπως κοινωνοὶ γένωνται τῶν ἀποστόλων, καὶ τῆς θήρας αὐτῶν μετάσχοιεν τῆς αὐτῆς. Διὰ τοῦτο οὐκ αὐτὴ μόνη τοιαύτη, ἀλλὰ καὶ αἱ λοιπαὶ πᾶσαι. Καὶ γὰρ περὶ Περσίδος τινός φησιν, Ἥτις πολλὰ
20ἐκοπίασεν εἰς ἡμᾶς, καὶ Μαρίαν καὶ Τρύφαιναν ἀπὸ τούτων θαυμάζει τῶν πόνων, ὅτι ἐκοπίων μετὰ τῶν ἀποστόλων, καὶ πρὸς τοὺς αὐτοὺς ἀγῶνας ἀπεδύσαν‐ το. Καὶ πῶς Τιμοθέῳ γράφων φησὶ, Γυναικὶ δὲ δι‐ δάσκειν οὐκ ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν τοῦ ἀν‐
25δρός; Ὅταν καὶ ὁ ἀνὴρ εὐλαβὴς ᾖ, καὶ τὴν αὐτὴν πίστιν κεκτημένος, καὶ τῆς αὐτῆς σοφίας μετέχων· ὅταν δὲ ἄπιστος ᾖ καὶ πεπλανημένος, οὐκ ἀποστερεῖ τὴν αὐθεντίαν τῆς διδασκαλίας αὐτήν. Κορινθίοις γοῦν ἐπιστέλλων λέγει· Καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπι‐
30στον, μὴ ἀφιέτω αὐτόν. Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Πῶς δὲ ἂν ἔσωσεν ἡ πιστὴ γυνὴ τὸν ἄνδρα τὸν ἄπιστον; Κατηχοῦσα δηλονότι καὶ δι‐ δάσκουσα καὶ ἐνάγουσα πρὸς τὴν πίστιν, ὥσ‐ περ οὖν καὶ αὕτη Ἀπολλὼ ἡ Πρίσκιλλα. Ἄλλως δὲ,
35ὅταν λέγῃ, Γυναικὶ διδάσκειν οὐκ ἐπιτρέπω, περὶ τῆς ἐν τῷ βήματι διδασκαλίας λέγει, περὶ τῆς ἐν κοινῷ διαλέξεως, καὶ τῆς κατὰ τὸν ἱερωσύνης λόγον· ἰδίᾳ δὲ παραινεῖν καὶ συμβουλεύειν οὐκ ἐκώλυσεν. Οὐ γὰρ ἂν, εἰ κεκωλυμένον ἦν, ταύτην ἐπῄνεσε τοῦτο
40ποιοῦσαν. δʹ. Ἀκουέτωσαν ἄνδρες, ἀκουέτωσαν ταῦτα καὶ γυ‐ ναῖκες· ἐκεῖναι μὲν, ἵνα τὴν ὁμόφυλον καὶ συγγενῆ μιμήσωνται· οὗτοι δὲ, ἵνα μὴ γυναικὸς ἀσθενέστεροι φαίνωνται. Τίνα γὰρ ἕξομεν ἀπολογίαν, τίνα συγ‐
45γνώμην, ὅταν γυναικῶν τοσαύτην προθυμίαν ἐπιδει‐ κνυμένων καὶ τοσαύτην φιλοσοφίαν, ἡμεῖς τοῖς τοῦ κόσμου πράγμασιν ὦμεν συνδεδεμένοι διηνεκῶς; Ταῦτα καὶ ἄρχοντες μανθανέτωσαν, καὶ ἀρχόμενοι, καὶ ἱερεῖς, καὶ οἱ τῶν λαϊκῶν τὴν τάξιν ἔχοντες, ἵν’

51

.

192

(50)

ἐκεῖνοι μὲν μὴ τοὺς πλουτοῦντας θαυμάζωσι, μηδὲ τὰς περιφανεῖς διώκωσιν οἰκίας, ἀλλ’ ἀρετὴν μετὰ πενίας ζητῶσι, καὶ τοῖς πτωχοτέροις τῶν ἀδελφῶν μὴ ἐπαισχύνωνται, μηδὲ τὸν σκηνοποιὸν, καὶ τὸν βυρσοδέψην, καὶ τὸν πορφυροπώλην, καὶ τὸν χαλκο‐
55τύπον παρατρέχοντες, τοὺς ἐν δυναστείαις θεραπεύ‐ σωσιν· οἱ δὲ ἀρχόμενοι, ἵνα μὴ νομίζωσιν εἶναι κώ‐
λυμα πρὸς τὴν ὑποδοχὴν τῶν ἁγίων, ἀλλ’ ἐννοοῦντες

51

.

193

τὴν χήραν, ἢ τὸν Ἠλίαν ὑπεδέξατο, δράκα ἀλεύρου μόνον ἔχουσα, καὶ τούτους, οἳ τὸν Παῦλον διετίαν ἐξένισαν, τὰς οἰκίας διανοίγωσι τοῖς δεομένοις, καὶ πάντα τοῖς ξένοις ὦσι κοινὰ κεκτημένοι. Μὴ γάρ
5μοι τοῦτο εἴπῃς, ὅτι οἰκέτας οὐκ ἔχεις διακονουμέ‐ νους. Κἂν γὰρ μυρίους ἔχῃς, ὁ Θεός σε κελεύει διὰ σαυτοῦ τῆς φιλοξενίας τὸν καρπὸν τρυγᾷν. Διὰ τοῦτο Παῦλος χήρᾳ γυναικὶ διαλεγόμενος, καὶ κελεύων αὐτὴν ξενοδοχεῖν, οὐ δι’ ἑτέρων, ἀλλὰ δι’ ἑαυτῆς
10τοῦτο ἐπέταττεν. Εἰπὼν γὰρ, Εἰ ἐξενοδόχησεν, ἐπήγαγεν, Εἰ ἁγίων πόδας ἔνιψεν. Οὐκ εἶπεν, εἰ χρήματα ἐδαπάνησεν, οὐδὲ, εἰ τοῖς οἰκέταις ἐκέλευσε τοῦτο ποιῆσαι, ἀλλ’, εἰ δι’ ἑαυτῆς τοῦτο εἰργάσατο. Διὰ τοῦτο καὶ ὁ Ἀβραὰμ τριακοσίους ὀκτὼ καὶ δέκα
15οἰκογενεῖς ἔχων, αὐτὸς ἐπὶ τὴν ἀγέλην ἔτρεχε, καὶ τὸν μόσχον ἐβάσταζε, καὶ τὰ ἄλλα ἅπαντα διηκόνει, καὶ τὴν γυναῖκα κοινωνὸν ἐποίει τῶν τῆς φιλοξενίας καρπῶν. Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χρι‐ στὸς καὶ ἐν φάτνῃ τίκτεται, καὶ ἐν οἰκίᾳ τικτόμενος
20τρέφεται, καὶ αὐξηθεὶς οὐκ εἶχε ποῦ τὴν κεφαλὴν κλίνῃ, ἵνα σε παιδεύσῃ διὰ πάντων μὴ πρὸς τὰ λαμ‐ πρὰ τοῦ βίου τούτου κεχηνέναι πράγματα, ἀλλ’ εὐ‐ τελείας εἶναι ἐραστὴν πανταχοῦ, καὶ πτωχείαν διώ‐ κειν, καὶ περιουσίαν φεύγειν, καὶ ἔσωθεν καλλωπί‐
25ζεσθαι. Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βα‐ σιλέως, φησὶν, ἔσωθεν. Ἐὰν ἔχῃς προαίρεσιν φι‐ λόξενον, ἅπασαν τῆς φιλοξενίας ἔχεις τὴν θήκην, κἂν ὀβολὸν ᾖς κεκτημένος μόνον· ἂν δὲ μισάνθρωπος ᾖς καὶ μισόξενος, κἂν τὰ πάντα ᾖς περιβεβλημένος
30πράγματα, ἐστενοχώρηταί σοι τοῖς ξένοις ἡ οἰκία. Οὐκ εἶχεν αὕτη κλίνας ἀργυρενδέτους, ἀλλ’ εἶχε σω‐ φροσύνην πολλήν· οὐκ εἶχε στρωμνὴν, ἀλλὰ προαί‐ ρεσιν ἐκέκτητο προσηνῆ καὶ φιλόξενον· οὐκ εἶχε κίο‐ νας ἀπαστράπτοντας, ἀλλ’ εἶχε ψυχῆς κάλλος
35ἀπολάμπον· οὐκ εἶχε τοίχους μαρμάροις περιβεβλη‐ μένους, οὐδὲ ἔδαφος ψηφῖσι διηνθισμένον, ἀλλ’ ἦν αὐτὴ ναὸς τοῦ Πνεύματος. Ταῦτα ἐπῄνεσεν ὁ Παῦ‐ λος, τούτων ἠράσθη· διὰ ταῦτα ἔτη δύο μείνας ἐπὶ τῆς οἰκίας οὐκ ἀπανίστατο· διὰ ταῦτα αὐτῶν μέ‐
40μνηται διηνεκῶς, καὶ ἐγκώμιον αὐτοῖς συντίθησι μέγα καὶ θαυμαστὸν, οὐχ ἵνα αὐτοὺς λαμπροτέρους ἐργάσηται, ἀλλ’ ἵνα τοὺς λοιποὺς εἰς τὸν αὐτὸν ἀγάγῃ ζῆλον, καὶ πείσῃ μακαρίζειν, οὐχὶ τοὺς πλουτοῦντας, οὐδὲ τοὺς ἐν ἀρχαῖς ὄντας, ἀλλὰ τοὺς φιλοξένους,
45τοὺς ἐλεήμονας, τοὺς φιλανθρώπους, τοὺς πολλὴν περὶ τοὺς ἁγίους φιλοφροσύνην ἐπιδεικνυμένους. εʹ. Ταῦτα δὴ καὶ ἡμεῖς ἀπὸ τῆς προσρήσεως ταύτης μαθόντες, διὰ τῶν ἔργων αὐτῶν ἐπιδειξώμεθα· καὶ μήτε τοὺς πλουτοῦντας ἁπλῶς μακαρίζωμεν, μήτε

51

.

193

(50)

τοὺς πτωχοὺς ἐξευτελίζωμεν, μηδὲ ἐπαισχυνώμεθα τέχναις, μηδὲ ὄνειδος εἶναι νομίζωμεν ἐργασίαν, ἀλλὰ ἀργίαν, καὶ τὸ μὴ ἔχειν τι ποιεῖν. Εἰ γὰρ ὄνει‐ δος ἦν τὸ ἐργάζεσθαι, οὐκ ἂν αὐτὸ μετῆλθεν ὁ Παῦ‐ λος, οὐκ ἂν ἐπ’ αὐτῷ μεῖζον ἐφρόνησεν, οὕτω λέγων·
55Ἐὰν γὰρ εὐαγγελίζωμαι, οὐκ ἔστι μοι καύχημα. Τίς οὖν μοί ἐστιν ὁ μισθός; Ἵνα εὐαγγελιζόμενος ἀδάπανον θήσω τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ. Εἰ δὲ τέχνη ὄνειδος ἦν, οὐκ ἂν τοὺς μὴ ἐργαζομένους ἐκέλευσε μηδὲ ἐσθίειν. Ἁμαρτία γὰρ μόνον ἐστὶν
60ὄνειδος· ταύτην δὲ ἀργία τίκτειν εἴωθε, καὶ οὐ μίανColumn end

51

.

194

καὶ δύο καὶ τρεῖς μόνον, ἀλλὰ πᾶσαν ὁμοῦ τὴν πο‐ νηρίαν. Διὰ τοῦτο καί τις σοφὸς δεικνὺς, ὅτι πᾶσαν τὴν κακίαν ἐδίδαξεν ἡ ἀργία, καὶ περὶ οἰκετῶν δια‐ λεγόμενός φησιν· Ἔμβαλε αὐτὸν εἰς ἔργον, ἵνα
5μὴ ἀργῇ. Ὅπερ γάρ ἐστιν ὁ χαλινὸς τῷ ἵππῳ, τοῦτο τὸ ἔργον τῇ φύσει τῇ ἡμετέρᾳ. Εἰ καλὸν ἦν ἡ ἀργία, πάντα ἂν ἄσπαρτα καὶ ἀνήροτα ἡ γῆ ἀνεβλάστανεν· ἀλλ’ οὐδὲν τοιοῦτον ἐργάζεται. Πρώην μὲν οὖν ἐκέ‐ λευσεν ἀνήροτα πάντα ἐκβαλεῖν ὁ Θεός· νυνὶ δὲ οὐκ
10ἐποίησεν οὕτως, ἀλλὰ καὶ ζεῦξαι βόας, καὶ ἄροτρον ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα κατα‐ βάλλειν, καὶ ἑτέροις πολλοῖς τρόποις θεραπεῦσαι καὶ ἄμπελον καὶ δένδρα καὶ σπέρματα τοῖς ἀνθρώ‐ ποις ἐνομοθέτησεν, ἵν’ ἡ τῆς ἐργασίας ἀσχολία πά‐
15σης ἀπάγῃ πονηρίας τὴν τῶν ἐργαζομένων διάνοιαν. Ἐξ ἀρχῆς μὲν οὖν, ἵνα τὴν δύναμιν ἐπιδείξηται τὴν ἑαυτοῦ, χωρὶς τῶν πόνων τῶν ἡμετέρων ἅπαντα ἀναδοθῆναι παρεσκεύασε· Βλαστησάτω γὰρ ἡ γῆ βοτάνην χόρτου, φησί· καὶ πάντα ἐκόμα εὐθέως·
20μετὰ δὲ ταῦτα οὐχ οὕτως· ἀλλὰ καὶ διὰ τῶν ἡμετέ‐ ρων αὐτὰ πόνων ἐκφέρεσθαι ἐκέλευσεν ἐκ τῆς γῆς, ἵνα μάθῃς ὅτι διὰ τὸ χρήσιμον ἡμῖν καὶ λυσιτελὲς τὸν πόνον εἰσήγαγε. Καὶ δοκεῖ μὲν εἶναι κόλασις καὶ τιμωρία τὸ ἀκοῦσαι, Ἐν ἱδρῶτι τοῦ προσώπου
25σου φάγῃ τὸν ἄρτον σου· τὸ δὲ ἀληθὲς, νουθεσία τίς ἐστι καὶ σωφρονισμὸς, καὶ τῶν τραυμάτων τῶν ἀπὸ τῆς ἁμαρτίας γενομένων φάρμακον. Διὰ ταῦτα καὶ Παῦλος εἰργάζετο διηνεκῶς, οὐκ ἐν ἡμέρᾳ μόνῃ, ἀλλὰ καὶ ἐν αὐτῇ τῇ νυκτί· καὶ τοῦτο βοᾷ λέγων·
30Νυκτὸς γὰρ καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. Καὶ οὐχ ἁπλῶς τέρψεως ἕνεκεν καὶ ψυχαγωγίας τὸ ἔργον μετῄει, καθάπερ πολλοὶ τῶν ἀδελφῶν, ἀλλὰ τοσοῦτον ἐπεδείκνυτο περὶ αὐτὸ πόνον, ὡς καὶ ἑτέροις δυνηθῆναι ἐπικου‐
35ρῆσαι. Ταῖς γὰρ χρείαις μου, φησὶ, καὶ τοῖς οὖσι μετ’ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ἄνθρωπος δαίμοσιν ἐπιτάττων, τῆς οἰκουμένης διδάσκαλος ὢν, τοὺς τὴν γῆν οἰκοῦντας ἅπαντας ἐπιτραπεὶς, καὶ τὰς ὑφ’ ἡλίῳ κειμένας Ἐκκλησίας ἁπάσας, καὶ δήμους
40καὶ ἔθνη καὶ πόλεις μετὰ πολλῆς θεραπεύων ἐπιμε‐ λείας, νύκτα καὶ ἡμέραν εἰργάζετο, καὶ οὐδὲ μικρὸν ἀνέπνει τῶν πόνων ἐκείνων. Ἡμεῖς δὲ, οὐδὲ τὸ μυ‐ ριοστὸν τῆς ἐκείνου φροντίδος μετιόντες, μᾶλλον δὲ οὐδὲ εἰς νοῦν λαβεῖν δυνάμενοι, διατελοῦμεν ἐν ἀργίᾳ
45ζῶντες διηνεκῶς. Καὶ ποίαν ἕξομεν ἀπολογίαν, ἢ τίνα συγγνώμην, εἰπέ μοι; Ἐντεῦθεν ἅπαντα εἰς τὸν βίον εἰσενήνεκται τὰ κακὰ, ὅτι πολλοὶ μεγίστην ἀξίαν εἶναι νομίζουσι, τὸ μὴ τὰς ἑαυτῶν μεταχειρίζειν τέχνας, καὶ ἐσχάτην κατηγορίαν, τὸ φανῆναί τι

51

.

194

(50)

τοιοῦτον εἰδότας. Καὶ Παῦλος μὲν οὐκ ᾐσχύνετο ὁμοῦ καὶ σμίλην μεταχειρίζων, καὶ δέρματα ῥάπτων, καὶ τοῖς ἐν ἀξιώμασι διαλεγόμενος, ἀλλὰ καὶ ἐνεκαλλω‐ πίζετο τῷ πράγματι, μυρίων πρὸς αὐτὸν λαμπρῶν καὶ ἐπισήμων ἀφικνουμένων ἀνθρώπων. Καὶ οὐ μό‐
55νον οὐκ ἐπῃσχύνετο ταῦτα ποιῶν, ἀλλὰ καὶ καθάπερ ἐν στήλῃ χαλκῇ ταῖς ἐπιστολαῖς ἐξεπόμπευσεν ἑαυ‐ τοῦ τὸ ἐπιτήδευμα. Ὅπερ οὖν ἐξ ἀρχῆς ἔμαθε, καὶ μετὰ ταῦτα αὐτὸ μετεχείριζε, καὶ τότε μετὰ τὸ εἰς οὐρανὸν τρίτον ἁρπαγῆναι, μετὰ τὸ εἰς παράδεισον
60ἀπενεχθῆναι, μετὰ τὸ κοινωνῆσαι ῥημάτων ἀποῤ‐

51

.

195

ῥήτων τῷ Θεῷ· ἡμεῖς δὲ, οὐδὲ τῶν ὑποδημάτων ὄντες ἄξιοι τῶν ἐκείνου, αἰσχυνόμεθα τούτοις, ἐφ’ οἷς ἐκεῖνος ἐνηβρύνετο· καὶ καθ’ ἑκάστην μὲν ἡμέραν πλημμελοῦντες, οὐδὲ ἐπιστρεφόμεθα, οὐδὲ ὄνειδος
5εἶναι νομίζομεν· τὸ δὲ ἐκ δικαίων πόνων ζῇν, ὡς αἰσχρὸν καὶ καταγέλαστον φεύγομεν. Τίνα οὖν ἕξο‐ μεν ἐλπίδα σωτηρίας, εἰπέ μοι; Τὸν γὰρ αἰσχυνόμε‐ νον, ἁμαρτίαν αἰσχύνεσθαι δεῖ, καὶ τὸ τῷ Θεῷ προσ‐ κροῦσαι, καὶ τὸ ποιῆσαί τι τῶν οὐ δεόντων, ἐπὶ δὲ
10τέχναις καὶ ἐργασίαις καὶ ἐναβρύνεσθαι. Οὕτω γὰρ καὶ πονηρὰν ἔννοιαν τῇ τῆς ἐργασίας ἀσχολίᾳ τῆς διανοίας ἐκβαλοῦμεν ῥᾳδίως, καὶ τοῖς δεομένοις ἐπι‐ κουρήσομεν, καὶ τὰς ἑτέρων οὐκ ἐνοχλήσομεν θύρας, καὶ τὸν νόμον τοῦ Χριστοῦ πληρώσομεν τὸν εἰπόντα·
15Μακάριόν ἐστι διδόναι μᾶλλον ἢ λαμβάνειν. Διὰ γὰρ τοῦτο χεῖρας ἔχομεν, ἵνα ἑαυτοῖς βοηθῶμεν, καὶ τοῖς τὰ σώματα πεπηρωμένοις ἐκ τῶν ἡμετέρων εἰσφέρωμεν τὰ κατὰ δύναμιν ἅπαντα· ὡς ἐάν τις ἀργῶν διατελῇ, κἂν ὑγιαίνῃ, τῶν πυρεττόντων ἐστὶν
20ἀθλιώτερος· οἱ μὲν γὰρ παρὰ τῆς ἀσθενείας ἔχουσι συγγνώμην, καὶ τύχοιεν ἂν ἐλέου· οὗτοι δὲ καται‐ σχύνοντες τὴν τοῦ σώματος εὐεξίαν, εἰκότως ἂν παρὰ πάντων μισοῦνται, ὡς καὶ τοὺς τοῦ Θεοῦ παραβαί‐ νοντες νόμους, καὶ τῇ τραπέζῃ τῶν ἀσθενούντων
25λυμαινόμενοι, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν φαυλοτέ‐ ραν ποιοῦντες. Οὐδὲ γὰρ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν,
ὅτι δέον οἴκοθεν καὶ παρ’ ἑαυτῶν τρέφεσθαι, τὰςColumn end

51

.

196

ἑτέρων ἐνοχλοῦσιν οἰκίας, ἀλλ’ ὅτι καὶ πάντων αὐτοὶ γίνονται χείρους. Οὐ γάρ ἐστιν, οὐκ ἔστι τῶν πάν‐ των οὐδὲν, ὃ μὴ διὰ τῆς ἀργίας ἀπόλλυται. Καὶ γὰρ ὕδωρ, τὸ μὲν ἑστηκὸς σήπεται, τὸ δὲ τρέχον
5καὶ πανταχοῦ πλανώμενον τὴν ἀρετὴν διασώζει τὴν ἑαυτοῦ· καὶ σίδηρος, ὁ μὲν ἐν ἀργίᾳ κείμενος, ἁπα‐ λώτερός τε καὶ φαυλότερος, ἰῷ πολλῷ δαπανώμενος, γίνεται· ὁ δὲ ἐν ἐργασίαις ὢν, πολὺ χρησιμώτερος καὶ εὐπρεπέστερος, ἀργύρου παντὸς οὐδὲν ἔλαττον
10ἀποστίλβων. Καὶ γῆν μὲν τὴν ἀργοῦσαν ἴδοι τις ἂν οὐδὲν ὑγιὲς ἐκφέρουσαν, ἀλλὰ πονηρὰς βοτάνας καὶ ἀκάνθας καὶ τριβόλους καὶ ἄκαρπα δένδρα, τὴν δὲ ἐργασίας ἀπολαύουσαν, καρποῖς ἡμέροις κομῶσαν. Καὶ ἕκαστον δὲ τῶν ὄντων, ὡς εἰπεῖν ἁπλῶς, ὑπὸ
15μὲν τῆς ἀργίας φθείρεται, ὑπὸ δὲ τῆς οἰκείας ἐρ‐ γασίας χρησιμώτερον γίνεται. Ταῦτα οὖν εἰδότες ἅπαντα, καὶ πόσον μὲν ἀπὸ τῆς ἀργίας τὸ βλάβος, πόσον δὲ ἀπὸ τῆς ἐργασίας τὸ κέρδος, τὴν μὲν φεύ‐ γωμεν, τὴν δὲ διώκωμεν, ἵνα καὶ τὸν παρόντα βίον
20εὐσχημόνως ζήσωμεν, καὶ δεομένοις ἐκ τῶν ἐνόντων ἐπικουρήσωμεν, καὶ τὴν ψυχὴν τὴν ἑαυτῶν ἀμείνω κατασκευάσαντες τύχωμεν τῶν αἰωνίων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα
25καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν.Column end

51

.

195

(28t)

ΕΙΣ ΑΚΥΛΑΝ ΚΑΙ ΠΡΙΣΚΙΛΛΑΝ
29tΚαὶ εἰς τὸ μὴ κακῶς λέγειν τοὺς ἱερεῖς τοῦ Θεοῦ. Λόγος βʹ.
30 αʹ. Ἆρα ἐπαιδεύθητε μηδὲν εἶναι νομίζειν πάρεργον τῶν ἐν τῇ θείᾳ Γραφῇ κειμένων; ἆρα ἐμάθετε καὶ ἐπιγραφὰς καὶ ὀνόματα καὶ ψιλὰς περιεργάζεσθαι προσ‐ ρήσεις, τὰς ἐν τοῖς θείοις Λογίοις γεγραμμένας; Ἐγὼ μὲν γὰρ οὐδένα οἶμαι λοιπὸν τῶν φιλοπόνων τὸν ἀνεξό‐
35μενον παραδραμεῖν τι τῶν ἐν ταῖς Γραφαῖς κειμένων ῥημάτων, κἂν ὀνομάτων ᾖ κατάλογος, κἂν χρόνων ἀριθμὸς, κἂν ψιλὴ πρός τινας πρόσρησις. Πλὴν ἵνα ἀσφαλεστέρα αὕτη ἡ διόρθωσις γένηται. φέρε καὶ τή‐ μερον τὰ λειπόμενα τῆς προσηγορίας τῆς πρὸς Πρίσκιλ‐
40λαν καὶ Ἀκύλαν ἐπέλθωμεν· καίτοι γε οὐ μικρὰ τὸ προοίμιον αὐτῆς ἡμᾶς ὠφέλησε. Καὶ γὰρ ἐδίδαξεν ἡμᾶς, πόσον μὲν ἀγαθὸν, ἔργον, πόσον δὲ κακὸν, ἀργία, καὶ τίς ἡ Παύλου ψυχὴ, πῶς ἄγρυπνος καὶ μεμεριμνημένη, οὐ κατὰ πόλεις καὶ δήμους καὶ ἔθνη, ἀλλὰ καὶ καθ’ ἕνα
45ἕκαστον τῶν πιστῶν πολλὴν ποιουμένη τὴν πρόνοιαν. Ἔδειξε πῶς οὐδὲν εἰς φιλοξενίαν ἡ πενία γίνεται κώ‐ λυμα, καὶ ὅτι οὐ πλούτου καὶ χρημάτων, ἀλλὰ ἀρετῆς πανταχοῦ χρεία καὶ προαιρέσεως εὐλάβειαν ἐχούσης, καὶ ὅτι πάντων εἰσὶ λαμπρότεροι οἱ τὸν τοῦ Θεοῦ φό‐

51

.

195

(50)

βον ἔχοντες, κἂν εἰς πενίαν ἐσχάτην κατενεχθῶσι. Τὴν γοῦν Πρίσκιλλαν καὶ Ἀκύλαν, σκηνοποιοὺς ὄντας καὶ χειροτέχνας, καὶ ἐν πτωχείᾳ ζῶντας, τῶν βασιλέων πάντων μᾶλλον ἐμακαρίζομεν νῦν· καὶ οἱ μὲν ἐν ἀξιώ‐
μασι καὶ δυναστείαις σεσίγηνται, ὁ δὲ σκηνοποιὸς μετὰColumn end

51

.

196

(30)

τῆς γυναικὸς ᾄδονται πανταχοῦ τῆς οἰκουμένης. Εἰ δὲ ἐνταῦθα τοσαύτης ἀπολαύουσι δόξης, ἐννόησον ὅσον κατὰ τὴν ἡμέραν ἐκείνην ἀξιωθήσονται τῶν ἀντιδόσεων καὶ τῶν στεφάνων· καὶ πρὸ τῆς ἡμέρας δὲ ἐκείνης, οὐ μικρὰν καὶ ἡδονὴν καὶ ὠφέλειαν καὶ δόξαν ἐκαρπώ‐
35σαντο νῦν, Παύλῳ τοσοῦτον συζήσαντες χρόνον. Καὶ γὰρ, ὅπερ ἔμπροσθεν ἔλεγον, τοῦτο καὶ νῦν λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι οὐχ ἡ διδασκαλία μόνον, οὐδὲ ἡ παραίνεσις καὶ συμβουλὴ, ἀλλὰ καὶ αὕτη ἡ ὄψις τῶν ἁγίων πολλὴν εἶχεν ἡδονὴν καὶ ὠφέλειαν, καὶ αὐτὸς δὲ
40τῶν ἱματίων ὁ στολισμὸς, καὶ αὐτὸς τῶν ὑποδημάτων ὁ τρόπος. Καὶ γὰρ ἐντεῦθεν πολλή τις εἰς τὸν ἡμέτερον εἰσενήνεκται βίον ὠφέλεια, τὸ μαθεῖν μέχρι ποῦ τοῖς ἀναγκαίοις ἐχρῶντο. Οὐδὲ γὰρ μόνον τὸ μέτρον οὐχ ὑπερέβαινον τῆς χρείας, ἀλλ’ ἔστιν ὅπου οὔτε τῆς
45χρείας αὐτῆς ἀπέλαυον ἁπάσης· ἀλλὰ καὶ ἐν λιμῷ καὶ δίψει καὶ γυμνότητι διετέλεσαν. Καὶ τοῖς μὲν μαθηταῖς ἐπιτάττων ὁ Παῦλος ἔλεγεν· Ἔχοντες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησόμεθα· περὶ δὲ ἑαυ‐ τοῦ φαίνεται λέγων, ὅτι Ἄχρι τῆς ἄρτι ὥρας καὶ πει‐

51

.

196

(50)

νῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν, καὶ κολα‐ φιζόμεθα. Ἀλλὰ γὰρ ἃ μεταξὺ ἔλεγον, καὶ μετὰ ταῦτα εἰσῆλθεν, ἀναγκαῖον εἰς μέσον παραθεῖναι πολλὴν
ἔχοντα τὴν ζήτησιν. Τί δὲ τοῦτό ἐστιν; Ἔλεγον, ὅτι καὶ

51

.

197

ὁ τῶν ἀποστολικῶν ἱματίων στολισμὸς παρέχει πολλὴν ἡμῖν τὴν ὠφέλειαν· μεταξὺ δέ με ταῦτα λέγοντα εἰσῆλ‐ θεν ὁ νόμος τοῦ Χριστοῦ, ὃν ἔθηκεν αὐτοῖς, οὕτω λέγων· Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν
5εἰς τὰς ζώνας ὑμῶν, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδον εἰς τὴν ὁδόν· φαίνεται δὲ Πέτρος σανδάλια ἔχων. Ὅτε γοῦν ὁ ἄγγελος καθεύδοντα αὐτὸν ἐξύπνισε, καὶ ἐξήγαγε τοῦ δεσμωτηρίου, φησίν· Ὑπόδησαι τὰ σαν‐ δάλιά σου, καὶ περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκο‐
10λούθει μοι. Καὶ Παῦλος δὲ Τιμοθέῳ γράφων λέγει· Τὸν φελόνην, ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, φέρε ἐρχόμενος, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμ‐ βράνας. Τί λέγεις; ὁ Χριστὸς οὐδὲ ὑποδήματα ἐκέλευ‐ σεν ἔχειν, καὶ σὺ φελόνην ἔχεις, καὶ ἕτερος σανδάλια
15πάλιν; Καὶ εἰ μὲν τῶν εὐτελῶν τινες ἦσαν, καὶ τῶν οὐ πάντοτε τῷ Διδασκάλῳ πειθομένων, οὐκ ἦν ζήτημα τὸ λεγόμενον· ἐπειδὴ δὲ οἱ καὶ τὰς ψυχὰς ἑαυτῶν ἐπιδι‐ δόντες, καὶ κορυφαῖοι καὶ πρῶτοι τῶν μαθητῶν εἰσιν οὗτοι, καὶ πάντα ἐπείθοντο τῷ Χριστῷ, ὁ δὲ Παῦλος οὐ
20μόνον τὰ ἐπιταττόμενα ἐποίει, ἀλλὰ καὶ ὑπὲρ τὰ σκάμ‐ ματα ἐπεπήδα, κἀκείνου κελεύοντος ἐκ τοῦ Εὐαγγε‐ λίου ζῇν, οὗτος ἐκ τῶν χειρῶν αὐτοῦ ἔζη, πλέον τι τῶν ἐπιτεταγμένων ποιήσας, ἄξιον ὄντως ζητῆσαι, τίνος ἕνεκεν, πάντα αὐτῷ πειθόμενοι, ἐνταῦθα δοκοῦσι παρα‐
25βαίνειν αὐτοῦ τὸν νόμον. Ἀλλ’ οὐ παραβαίνουσιν. Οὐδὲ γὰρ εἰς τοῦτο χρήσιμος ἡμῖν οὗτος ἔσται μόνον ὁ λόγος, εἰς τὴν ὑπὲρ τῶν ἁγίων ἐκείνων ζήτησιν, ἀλλὰ καὶ εἰς τὸ τὰ τῶν Ἑλλήνων ἐμφράξαι στόματα. Καὶ γὰρ πολλοὶ χηρῶν οἰκίας ἀνατρέποντες, ὀρφανοὺς
30γυμνοῦντες, τὰ πάντων περιβαλλόμενοι, λύκων οὐδὲν ἄμεινον διακείμενοι, ἐκ τῶν ἀλλοτρίων ζῶντες πόνων, ὁρῶντες πολλάκις τινὰς τῶν πιστῶν δι’ ἀῤῥωστίαν σώ‐ ματος πλείονα περιβεβλημένους ἱμάτια, τὸν νό‐ μον εὐθέως ἡμῖν τοῦ Χριστοῦ προβάλλονται, καὶ ταῦτα
35λέγουσι τὰ ῥήματα· Οὐκ ἐκέλευσεν ὑμῖν ὁ Χριστὸς μὴ ἔχειν δύο χιτῶνας, μηδὲ ὑποδήματα; πῶς οὖν ὑμεῖς παραβαίνετε τὸν νόμον τὸν περὶ τούτων κείμενον; Εἶτα δαψιλὲς γελάσαντες καὶ ἀνακαγχάσαντες, καὶ καταισχύ‐ ναντες τὸν ἀδελφὸν, ἀποπηδῶσιν. Ἵν’ οὖν μὴ ταῦτα
40γένηται, φέρε καὶ τὴν ἐκείνων ἀναισχυντίαν ἐπιστομί‐ σωμεν. Ἐξῆν μὲν οὖν τοῦτο πρὸς αὐτοὺς μόνον εἰπόν‐ τας ἀπαλλαγῆναι. Ποῖον δὲ τοῦτο; Ὅτι εἰ μὲν ἀξιόπι‐ στόν τινα νομίζεις εἶναι τὸν Χριστὸν, εἰκότως ταῦτα προβάλλῃ, καὶ ζητεῖς πρὸς ἡμᾶς· εἰ δὲ ἀπιστεῖς αὐτῷ,
45τίνος ἕνεκεν προβάλλῃ τὰς νομοθεσίας; Ἀλλ’ ὅταν μὲν ἡμῶν κατηγορεῖν ἐθέλῃς, ἀξιόπιστος νομοθέτης ὁ Χρι‐ στὸς εἶναί σοι δοκεῖ· ὅταν δὲ αὐτὸν προσκυνεῖν δέῃ καὶ θαυμάζειν, οὐδεὶς οὐκέτι σοι λόγος τοῦ κοινοῦ τῆς οἰκου‐ μένης Δεσπότου.

51

.

197

(50)

βʹ. Πλὴν ἀλλ’ ἵνα μὴ δι’ ἀπορίαν ἀπολογίας τοῦτο λέγειν ἡμᾶς νομίζωσιν, ἐπ’ αὐτὴν ἴωμεν λοιπὸν τῶν ζητουμέ‐ νων τὴν λύσιν. Τίς οὖν ἡ λύσις ἔσται; Ἐὰν ἴδωμεν, τίσι, καὶ πότε, καὶ διὰ τί ταῦτα ἐπέταττεν ὁ Χριστός. Οὐ γὰρ ἁπλῶς αὐτὰ καθ’ ἑαυτὰ τὰ λεγόμενα ἐξετάζειν
55χρὴ, ἀλλὰ καὶ πρόσωπον, καὶ καιρὸν, καὶ αἰτίαν, καὶ πάντα ταῦτα μετὰ ἀκριβείας δεῖ ἐρευνᾶσθαι. Εὑρήσομεν γὰρ ἀκριβῶς σκοποῦντες, ὅτι οὐ πᾶσι ταῦτα ἐπετέ‐ τακτο, ἀλλὰ τοῖς ἀποστόλοις μόνοις, καὶ ἐκείνοις δὲ οὐ
μέχρι παντὸς, ἀλλὰ μέχρι τινὸς διωρισμένου καιροῦ.

51

.

198

Πόθεν τοῦτο δῆλον; Ἐξ αὐτῶν τῶν εἰρημένων· καλέσας γὰρ τοὺς δώδεκα μαθητὰς, εἶπεν αὐτοῖς· Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα
5τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀσθενοῦντας θερα‐ πεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε· δωρεὰν δότε· μὴ κτήσησθε χρυ‐ σὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ὅρα Διδασκάλου σοφίαν, πῶς κοῦφον ἐποίησε τὸ
10ἐπίταγμα. Πρότερον γὰρ εἰπὼν, Ἀσθενοῦντας θερα‐ πεύετε, λεπροὺς καθαίρετε, δαιμόνια ἐκβάλλετε, καὶ τὴν παρ’ αὐτοῦ χάριν δαψιλῆ δοὺς αὐτοῖς, τότε ταῦτα ἐπέταξε, τῇ τῶν σημείων περιουσίᾳ ῥᾳδίαν καὶ κούφην ποιῶν τὴν πενίαν ἐκείνην. Οὐκ ἐντεῦθεν δὲ μόνον δῆλον,
15ὅτι αὐτοῖς μόνοις ταῦτα ἐπετέτακτο, ἀλλὰ καὶ ἐξ ἑτέ‐ ρων πολλῶν. Καὶ γὰρ τὰς παρθένους ἐκείνας διὰ τοῦτο ἐκόλασεν, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσιν αὐ‐ τῶν· καὶ ἑτέροις ἐγκαλεῖ, ὅτι πεινῶντα αὐτὸν εἶδον, καὶ οὐκ ἔθρεψαν, διψῶντα, καὶ οὐκ ἐπότισαν. Τὸν τοίνυν
20οὐκ ἔχοντα χαλκὸν, οὐδὲ ὑποδήματα, ἀλλ’ ἓν ἱμάτιον μόνον, πῶς δυνατὸν ἦν ἕτερον διαθρέψαι, πῶς γυμνὸν περιβαλεῖν, πῶς ἄστεγον εἰς τὴν οἰκίαν εἰσαγαγεῖν; Χωρὶς δὲ τούτων, καὶ ἑτέρωθεν αὐτὸ τοῦτο δῆλον ἔσται καὶ καταφανές. Προσελθόντος γάρ τινος καὶ εἰπόντος,
25Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; ἐπειδὴ τὰ τοῦ νόμου κατέλεξεν ἅπαντα, ὁ δὲ περιεργα‐ ζόμενος, ἔλεγε· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεό‐ τητός μου· τί ἔτι μοι ὑστερεῖ; λέγει πρὸς αὐτόν· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ
30ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Καίτοι εἰ νόμος καὶ πρόσταγμα ἦν, τοῦτο πρῶτον ἐξαρχῆς εἰπεῖν ἔδει, καὶ νομοθετῆσαι, καὶ ἐν προστάγματος τάξει θεῖναι, ἀλλὰ μὴ ἐν συμβουλῇ καὶ παραινέσει αὐτὸ εἰσηγήσασθαι. Ὅταν μὲν γὰρ λέγῃ,
35Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, ἐπιτάττων λέγει· ὅταν δὲ λέγῃ, Εἰ ἐθέλεις τέλειος εἶναι, συμβου‐ λεύων καὶ παραινῶν λέγει. Οὐκ ἔστι δὲ ταὐτὸν συμβου‐ λεύειν καὶ νομοθετεῖν. Ὁ μὲν γὰρ νομοθετῶν, ἐκ παν‐ τὸς τρόπου βούλεται τὸ ἐπιταττόμενον γίνεσθαι· ὁ δὲ
40συμβουλεύων καὶ παραινῶν καὶ τῇ γνώμῃ τοῦ ἀκούον‐ τος ἐπιτρέπων τὴν αἵρεσιν τῶν λεγομένων, κύριον ποιεῖ τοῦ δέξασθαι καὶ μὴ τὸν ἀκροατήν. Διὰ δὴ τοῦτο οὐχ ἁπλῶς εἶπεν, Ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, ἵνα μὴ νόμον εἶναι νομίσῃς τὸ λεγόμενον, ἀλλὰ πῶς;
45Εἰ ἐθέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα· ἵνα μάθῃς ὅτι ἐν τῇ γνώμῃ τῶν ἀκουόντων τὸ πρᾶγμα κεῖται. Ὅτι μὲν οὖν τοῖς ἀποστόλοις ταῦτα ἐπετέτακτο μό‐ νοις, δῆλον ἐντεῦθεν· ἀλλ’ οὐδέπω τὴν λύσιν εὑρήκα‐

51

.

198

(50)

μεν. Εἰ γὰρ καὶ αὐτοῖς τοῦτο νενομοθέτηται μόνοις, τίνος ἕνεκεν ἐπιταγέντες μηδὲ ὑποδήματα ἔχειν, μηδὲ διπλοῦν ἱμάτιον, εὑρίσκονται, ὁ μὲν σανδάλια κεκτημέ‐ νος, ὁ δὲ καὶ φελόνην ἔχων; Τί οὖν ἂν εἴποιμεν πρὸς ταῦτα; Ὅτι οὔτε αὐτοὺς μέχρι παντὸς ἀφῆκεν ὑπὸ ταύ‐
55την εἶναι τῶν νόμων τὴν ἀνάγκην, ἀλλ’ ἐπὶ τὸν σωτή‐ ριον ἰέναι μέλλων θάνατον, ἀπέλυσεν αὐτοὺς τῆς νομο‐ θεσίας ταύτης. Πόθεν τοῦτο δῆλον; Ἀπ’ αὐτῶν τῶν τοῦ Σωτῆρος ῥημάτων. Ἐπειδὴ γὰρ ἔμελλεν ἐπὶ τὸ πάθος ὁδεύειν, καλέσας αὐτούς φησιν· Ὅτε ἀπέστειλα ὑμᾶς
60ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός. Ὁ δὲ εἶπεν αὐ‐
τοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πή‐

51

.

199

ραν· καὶ ὁ μὴ ἔχων, πωλησάτω τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Ἀλλ’ ἴσως εἴποι τις ἂν, ὅτι Τοὺς μὲν ἀποστόλους διὰ τῶν εἰρημένων ἀπήλλαξας τῶν ἐγκλημάτων· τὸ δὲ ζητούμενόν ἐστιν εἰπεῖν, τίνος ἕνε‐
5κεν ἐναντία ὁ Χριστὸς ἐνομοθέτησε, ποτὲ μὲν λέγων, Μὴ κτήσησθε πήραν, ποτὲ δὲ λέγων, Ὁ ἔχων βα‐ λάντιον, ἀράτω, καὶ πήραν. Τίνος οὖν ἕνεκεν τοῦτο πεποίηκεν; Ἀξίως τῆς αὐτοῦ σοφίας καὶ προνοίας τῆς ὑπὲρ τῶν μαθητῶν. Παρὰ μὲν γὰρ τὴν ἀρχὴν ταῦτα
10ἐπέταξεν, ἵνα ἔργῳ καὶ πείρᾳ τὴν ἀπόδειξιν τῆς αὐτοῦ δυνάμεως λάβωσι, καὶ λαβόντες θαῤῥήσωσι λοιπὸν εἰς τὴν οἰκουμένην ἐξελθεῖν ἅπασαν. Ἐπειδὴ δὲ λοιπὸν ἱκανῶς ἔγνωσαν αὐτοῦ τὴν δύναμιν, ἐβούλετο καὶ αὐτοὺς οἴκοθεν τὴν αὐτῶν ἀρετὴν ἐπιδείξασθαι, καὶ μὴ μέχρι
15τέλους αὐτοὺς διαβαστάζεσθαι, ἀλλ’ ἐνδιδόναι πολλαχοῦ καὶ συγχωρεῖν, καὶ πειρασμοὺς αὐτοὺς ὑπομένειν, ἵνα μὴ διὰ τέλους ἀργοὶ μένωσι. Καὶ καθάπερ οἱ νήχεσθαι διδάσκοντες, παρὰ μὲν τὰς ἀρχὰς τὰς αὐτῶν ὑποτι‐ θέντες χεῖρας μετὰ πολλῆς τῆς ἀκριβείας τοὺς μαθη‐
20τὰς τοὺς ἑαυτῶν διαβαστάζουσι, μετὰ δὲ πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν πολλαχοῦ τὴν δεξιὰν αὐτῶν ὑποσύραντες ἐκείνοις, κελεύουσιν ἑαυτοῖς βοηθεῖν, καί που καὶ μικρὸν βαπτίζεσθαι ἐπιτρέπουσι, καὶ πολλὴν τῷ στόματι δέχεσθαι τὴν ἅλμην· οὕτω δὴ καὶ ὁ Χριστὸς
25ἐποίησεν ἐπὶ τῶν μαθητῶν. Ἐν ἀρχῇ καὶ ἐν προοιμίοις οὐ μικρὸν, οὐ μέγα αὐτοὺς ἀφῆκε παθεῖν, ἀλλὰ παντα‐ χοῦ παρῆν τειχίζων αὐτοὺς, περιφράττων, πάντα μετὰ ἀφθονίας αὐτοῖς ἐπιῤῥεῖν παρασκευάζων· ἐπειδὴ δὲ ἔδει καὶ τὴν ἀνδρείαν αὐτοὺς ἐπιδείξασθαι τὴν αὐτῶν,
30συνέστειλεν ὀλίγῳ τὴν χάριν, ἐγκελευσάμενος αὐτοῖς πολλὰ καὶ δι’ ἑαυτῶν ἀνύειν. Διά τοι τοῦτο, ὅτε μὲν οὐκ εἶχον ὑποδήματα, οὐδὲ ζώνην, οὐδὲ ῥάβδον, οὐδὲ χαλ‐ κὸν, οὐδενὸς ὑστερήθησαν· Μή τινος γὰρ, φησὶν, ὑστερήσατε; Οἱ δὲ ἀποκριθέντες εἶπον· Οὐδενός.
35Ἐπειδὴ δὲ αὐτοὺς ἐκέλευσε καὶ βαλάντιον ἔχειν, καὶ πήραν, καὶ ὑποδήματα, εὑρίσκονται καὶ πεινῶντες καὶ διψῶντες καὶ γυμνητεύοντες. Ὅθεν δῆλον, ὅτι πολλαχοῦ συνεχώρει καὶ παρακινδυνεύειν αὐτοὺς καὶ στενοχωρεῖ‐ σθαι, ἵνα τινὰ μισθὸν ἔχωσιν Οὕτω που καὶ οἱ ὄρνιθες
40τοῖς νεοττοῖς ποιοῦσι τοῖς ἑαυτῶν· καὶ γὰρ ἐκεῖνοι, ἕως μὲν τὰ πτερὰ ἁπαλὰ ἔχουσιν, ἐπὶ τῆς καλιᾶς καθήμε‐ νοι θάλπουσιν· ἐπειδὰν δὲ ἴδωσι πτεροφυήσαντας, καὶ δυναμένους τὸν ἀέρα τέμνειν, πρῶτον μὲν περὶ αὐτὴν τὴν καλιὰν ἵπτασθαι παρασκευάζουσιν, ἔπειτα δὲ καὶ
45ποῤῥωτέρω περιάγουσι, παρὰ μὲν τὴν ἀρχὴν ἑπόμεναι καὶ διαβαστάζουσαι, μετὰ δὲ ταῦτα αὐτοὺς ἑαυτοῖς ἀφιεῖσαι βοηθεῖν. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καθάπερ ἐν καλιᾷ, τῇ Παλαιστίνῃ τρέφων τοὺς μαθητάς· ἐπειδὴ δὲ πέτεσθαι ἐδίδαξε παρὼν καὶ διαβαστάζων αὐτοὺς,

51

.

199

(50)

τέλος ἀφῆκεν εἰς τὴν οἰκουμένην πτῆναι, κελεύσας καὶ ἑαυτοῖς πολλαχοῦ βοηθεῖν. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ ἵνα τὴν δύναμιν αὐτοῦ μάθωσι, πάντων αὐτοὺς ἐγύμνωσε, καὶ μονοχίτωνας ἀπέστειλε, καὶ χωρὶς ὑπο‐ δημάτων ἐκέλευσε βαδίζειν, αὐτῆς οὖν τῆς ῥήσεως
55ἀκούσαντες σαφῶς εἰσόμεθα. Οὐ γὰρ ἁπλῶς εἶπεν αὐ‐ τοῖς· Ἄρατε βαλάντιον καὶ πήραν, ἀλλ’ ἀνέμνησεν αὐ‐ τοὺς τῶν προτέρων, οὕτως εἰπών· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλαντίου καὶ πήρας, μή τινος ὑστερή‐ σατε; τουτέστιν, Οὐ πάντα μετὰ ἀφθονίας ὑμῖν ἐπέῤ‐
60ῥει, καὶ πολλῆς ἀπελαύσατε δαψιλείας; ἀλλὰ νῦν βού‐ λομαι ὑμᾶς καὶ δι’ ἑαυτῶν ἀγωνίζεσθαι· βούλομαι ὑμᾶς καὶ πενίας πεῖραν λαβεῖν· διὰ τοῦτο λοιπὸν ἐπὶ τὴν ἀνάγκην οὐκ ἄγω τοῦ προτέρου νόμου, ἀλλ’ ἐπιτρέπω
καὶ βαλάντιον ἔχειν καὶ πήραν, ἵνα μὴ, καθάπερ δι’Column end

51

.

200

ἀψύχων ὀργάνων, ἐνεργεῖν τὰ καθ’ ὑμᾶς νομίζωμαι, ἀλλὰ καὶ ὑμεῖς τὴν οἰκείαν ἔχητε ἐπιδείκνυσθαι φιλο‐ σοφίαν. γʹ. Καὶ τί, φησὶν, οὐκ ἂν μείζων ἐφάνη ἡ χάρις, εἰ δια‐
5παντὸς οὕτως ἐτέλεσαν ὄντες; Ἀλλ’ αὐτοὶ οὐκ ἐγένοντο οὕτω δόκιμοι· εἰ γὰρ μηδεμιᾶς ἔλαβον θλίψεως πεῖραν, μὴ πενίας, μὴ διωγμοῦ, μὴ στενοχωρίας, ἔμειναν ἂν ἀργοὶ καὶ νωθεῖς· νῦν δὲ οὐχὶ τὴν χάριν διαλάμψαι μό‐ νον, ἀλλὰ καὶ τὴν τῶν ὑπακουόντων δοκιμὴν ἠθέλησεν
10ἐπιδειχθῆναι, ἵνα μὴ μετὰ ταῦτά τινες ἔχωσι λέγειν, ὅτι Οὐδὲν παρ’ ἑαυτῶν εἰσήνεγκαν ἐκεῖνοι, ἀλλὰ τὸ πᾶν τῆς τοῦ Θεοῦ ῥοπῆς ἐγένετο. Ἠδύνατο μὲν γὰρ αὐτοὺς ὁ Θεὸς μέχρι τέλους ἐν ἀφθονίᾳ καταστῆσαι τοσαύτῃ, ἀλλ’ οὐκ ἠθέλησε διὰ πολλὰς καὶ ἀναγκαίας προφάσεις,
15ἃς πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην εἰρήκαμεν· μίαν μὲν δὴ ταύτην, ἑτέραν δὲ οὐκ ἐλάττονα ταύτης, ἵνα καὶ μετριάζειν εἰδῶσι· τρίτην δὲ, ἵνα μὴ μείζονα ἢ κατὰ ἄνθρωπον λάβωσι δόξαν. Διὰ δὴ ταῦτα, καὶ πολλῷ πλείονα τούτων, ἀφεὶς αὐτοὺς πολλοῖς τῶν
20ἀδοκήτων περιπίπτειν, οὐκ ἠβουλήθη ὑπὸ τὴν ἀκρίβειαν τῆς νομοθεσίας τῆς προτέρας ἀφεῖναι, ἀλλ’ ἐχάλασε καὶ ἀνῆκε τῆς φιλοσοφίας τὸν τόνον ἐκείνης, ὥστε μὴ βα‐ ρύν τινα καὶ ἀφόρητον αὐτοῖς γενέσθαι τὸν βίον, πολ‐ λαχοῦ ἐγκαταλιμπανομένοις, καὶ τὸν ἀκριβῆ νόμον ἐκεῖ‐
25νον ἀναγκαζομένοις τηρεῖν. Ἐπειδὴ δὲ χρὴ καὶ τὸ προ‐ κείμενον ἀσαφὲς ὂν ποιῆσαι καταφανὲς, ἀναγκαῖον καὶ τοῦτο εἰπεῖν. Εἰπὼν γὰρ, Ὁ ἔχων βαλάντιον, ἀράτω, καὶ πήραν, ἐπήγαγε· Καὶ ὁ μὴ ἔχων, πωλήσει τὸ ἱμάτιον αὐτοῦ, καὶ ἀγοράσει μάχαιραν. Τί ποτε τοῦτό
30ἐστι; καθοπλίζει τοὺς μαθητὰς ὁ λέγων, Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην; ὁ κελεύων εὐλογεῖν τοὺς λοιδορουμένους, ἀνέχεσθαι τῶν ἐπηρεαζόντων, εὔχεσθαι ὑπὲρ τῶν διω‐ κόντων, εἶτα καθοπλίζει, καὶ διὰ μαχαίρας μόνης; Καὶ
35ποῖον ἂν ἔχοι τοῦτο λόγον; Εἰ γὰρ ὅλως ἔδει καθοπλί‐ σαι, οὐ μαχαίρας ἔδει κτήσασθαι μόνον, ἀλλὰ καὶ ἀσπίδα καὶ κράνος καὶ κνημῖδας. Ὅλως δὲ, εἴ γε ἀνθρωπίνως τὰ τοιαῦτα ἔμελλεν οἰκονομεῖν, πόσοις οὐκ ἦν τὸ ἐπί‐ ταγμα γέλως; Εἰ γὰρ μυρία τοιαῦτα ὅπλα ἐκτήσαντο
40πρὸς τοσαύτην ἔφοδον καὶ ἐπιβουλὴν δήμων, τυράννων, πόλεων, ἐθνῶν, τίνες ἔμελλον οἱ ἕνδεκα φανεῖσθαι; Φω‐ νῆς γὰρ ἀκοῦσαι χρεμετίζοντος ἵππου δυνατὸν ἦν αὐτοῖς; πρὸς δὲ τὴν ὄψιν μόνην οὐκ ἂν κατεπλάγησαν τῶν στρα‐ τοπέδων, ἐν λίμναις καὶ ποταμοῖς καὶ ἀκατίοις τραφέν‐
45τες μικροῖς; Τίνος οὖν ἕνεκεν τοῦτο λέγει; Τὴν ἔφοδον τῶν Ἰουδαίων ἐνδείξασθαι βουλόμενος, καὶ ὅτι μέλ‐ λουσιν αὐτὸν συλλαμβάνειν. Καὶ τοῦτο φανερῶς μὲν οὐκ ἠθέλησεν εἰπεῖν, δι’ αἰνιγμάτων δὲ, ὥστε μὴ θορυβῆσαι πάλιν αὐτούς. Ὥσπερ οὖν ὅταν ἀκούσῃς αὐτοῦ λέγον‐

51

.

200

(50)

τος, ὅτι Ὃ ἠκούσατε εἰς τὸ οὖς, κηρύξατε ἐπὶ τῶν δωμάτων, καὶ ὃ ἠκούσατε ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτὶ, οὐ τοῦτο ὑποπτεύεις, ὅτι κελεύει τοὺς στε‐ νωποὺς καὶ τὴν ἀγορὰν ἀφέντας ἐπὶ τῶν δωμάτων κη‐ ρύττειν· οὐδὲ γὰρ φαίνονται τοῦτο ποιήσαντες οἱ μα‐
55θηταί· ἀλλὰ τὸ, Ἐπὶ τῶν δωμάτων, καὶ τὸ, Ἐν τῷ φωτὶ, τὸ μετὰ παῤῥησίας αἰνίττεται· τὸ δὲ, Εἰς τὸ οὖς, καὶ τὸ, Ἐν τῇ σκοτίᾳ, τοῦτο δηλοῖ, ὅτι Ὅπερ ἐν μικρῷ μέρει τῆς οἰκουμένης, καὶ ἐν ἑνὶ χωρίῳ τῆς
Παλαιστίνης ἠκούσατε, τοῦτο πανταχοῦ τῆς γῆς ἐξ‐

51

.

201

ηχήσατε. Οὐ γὰρ δὴ ἐν σκοτίᾳ, οὐδὲ εἰς τὸ οὖς διελέγετο αὐτοῖς, ἀλλ’ ἐφ’ ὑψηλῶν τῶν ὀρέων, καὶ ἐν ταῖς συν‐ αγωγαῖς πολλάκις. Οὕτω καὶ ἐνταῦθα ὑποληπτέον. Ὥσπερ οὖν ἐκεῖ δώματα ἀκούοντες, ἑτέρως ἐνοήσαμεν,
5οὕτω καὶ ἐνταῦθα μαχαίρας ἀκούοντες, μὴ τοῦτο νο‐ μίσωμεν, ὅτι ἐπέταξε μαχαίρας κεκτῆσθαι, ἀλλ’ ὅτι διὰ τῶν μαχαιρῶν τὴν ἐνεστῶσαν αἰνίττεται ἐπιβουλὴν, καὶ ὅτι μέλλει πάσχειν παρὰ τῶν Ἰουδαίων, ἅπερ ἔπαθε. Καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Εἰπὼν γὰρ,
10Ἀγοράσει μάχαιραν, ἐπήγαγε· Δεῖ γὰρ τὰ γεγραμ‐ μένα περὶ ἐμοῦ τελεσθῆναι, ὅτι ἐν τοῖς ἀνόμοις ἐλο‐ γίσθην. Εἰπόντων δὲ ἐκείνων, ὅτι Εἰσὶν ὧδε δύο μά‐ χαιραι, καὶ τὸ λεχθὲν μὴ συνιέντων, φησὶν, Ἱκανόν ἐστι Καίτοι γε οὐκ ἦν ἱκανόν· εἰ μὲν γὰρ ἀνθρωπίνῃ
15βοηθείᾳ κεχρῆσθαι αὐτοὺς ἐβούλετο, οὐ μόνον δύο καὶ τρεῖς, ἀλλ’ οὐδὲ ἑκατὸν ἦσαν ἱκαναὶ μάχαιραι· εἰ δὲ οὐκ ἐβούλετο ἀνθρωπίνῃ βοηθείᾳ αὐτοὺς κεχρῆσθαι, καὶ αἱ δύο περιτταί. Ἀλλ’ ὅμως οὐκ ἐξεκάλυψε τὸ αἴνιγμα· καὶ γὰρ πολλαχοῦ φαίνεται τοῦτο ποιῶν·
20ἐπειδὰν μὴ νοήσωσι τὸ λεχθὲν, παρατρέχει καὶ ἀφίησι, τῇ τῶν πραγμάτων ἐκβάσει τῶν μετὰ ταῦτα τὴν κατα‐ νόησιν τῶν εἰρημένων ἐπιτρέπων λοιπόν· ὅπερ οὖν καὶ ἀλλαχοῦ ἐποίησε. Καὶ γὰρ περὶ τῆς ἀναστάσεως αὐτοῦ διαλεγόμενος, οὕτω πως ἔλεγε· Λύσατε τὸν ναὸν
25τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Καὶ ὅμως οὐκ ᾔδεισαν οἱ μαθηταὶ τὸ λεγόμενον· καὶ ὅτι οὐκ ᾔδεισαν, ὁ εὐαγγελιστὴς ἐπεσημήνατο, λέγων· Ὅτε δὲ ἀνέστη ὁ Ἰησοῦς, τότε ἐπίστευσαν τῷ λόγῳ αὐτοῦ, καὶ τῇ Γραφῆ. Καὶ πάλιν ἀλλαχοῦ· Οὐδὲ γὰρ ᾔδει‐
30σαν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. δʹ. Ἀλλὰ τὸ μὲν ζήτημα ἱκανὴν ἔχει τὴν λύσιν· ἡμεῖς δὲ ἐπὶ τὸ λειπόμενον τῆς προσρήσεως μέρος τὸν λόγον ἀγάγωμεν. Τί ποτ’ οὖν ἐστι τὸ λεγόμενον, καὶ πόθεν εἰς ταῦτα ἐξέβημεν; Ἐμακαρίζομεν τὴν Πρίσκιλλαν
35καὶ τὸν Ἀκύλαν, ὅτι συνῴκουν τῷ Παύλῳ, ὅτι καὶ τὸν τρόπον τῆς στολῆς, καὶ τὸν τρόπον τῶν ὑποδημάτων, καὶ τὰ ἄλλα ἅπαντα μετὰ ἀκριβείας αὐτοῦ κατεμάν‐ θανον. Ἐντεῦθεν τὸ ζήτημα ἡμῖν ἐτέχθη τοῦτο. Ἐζη‐ τοῦμεν γὰρ, τίνος ἕνεκεν, τοῦ Χριστοῦ ἀπαγορεύοντος
40μηδὲν ὅλως ἔχειν, εἰ μὴ μόνον ἱμάτιον, ἐφαίνοντο καὶ ὑποδήματα καὶ φελόνην ἔχοντες. Εἶτα ὁ λόγος ἀπ‐ έδειξεν, ὅτι οὐ παραβαίνοντες τὸν νόμον, ἀλλὰ καὶ σφό‐ δρα τηροῦντες τούτοις ἐχρῶντο. Ταῦτα δὲ ἐλέγομεν, οὐκ εἰς περιουσίαν χρημάτων ὑμᾶς ἀλείφοντες, οὐδὲ
45παρακαλοῦντες πλείω τῆς χρείας κεκτῆσθαι, ἀλλ’ ἵνα ἔχητε πρὸς τοὺς ἀπίστους ἀντιλέγειν τοὺς διαχλευάζον‐ τας τὰ ἡμέτερα. Καὶ γὰρ ὁ Χριστὸς λύσας τὸν πρότερον νόμον, οὐχὶ οἰκίας, οὐδὲ ἀνδράποδα, οὐδὲ κλίνας, οὐδὲ ἀργυρώματα, οὐδὲ ἄλλο τι τοιοῦτον οὐδὲν ἐκέλευσεν

51

.

201

(50)

ἔχειν, ἀλλὰ τῆς ἀνάγκης ἀπηλλάχθαι τῶν πρότερον εἰρη‐ μένων. Καὶ ὁ Παῦλος δὲ οὕτω παρῄνει λέγων· Ἔχον‐ τες τροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησό‐ μεθα. Τὸ γὰρ περιττὸν τῆς χρείας εἰς τοὺς δεομένους ἀναλίσκεσθαι δεῖ· καθάπερ οὖν καὶ οὗτοι ἐποίουν, Πρί‐
55σκιλλα καὶ Ἀκύλας. Διόπερ αὐτοὺς ἐπαινεῖ καὶ θαυ‐ μάζει, καὶ μέγιστον αὐτῶν συντίθησιν ἐγκώμιον. Εἰ‐ πὼν γὰρ, Ἀσπάσασθε Πρίσκιλλαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Κυρίῳ, καὶ τὴν αἰτίαν τίθησι τῆς τοιαύτης ἀγάπης. Ποίαν δὴ ταύτην; Οἵτινες ὑπὲρ τῆς
60ψυχῆς μου, φησὶ, τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. Οὐκοῦν διὰ τοῦτο αὐτοὺς ἀγαπᾷς καὶ φιλεῖς, ἴσως εἴποι τις; Μάλιστα μὲν οὖν· εἰ καὶ τοῦτο μόνον ἦν, ἀρκοῦν ἐγκώμιον ἦν. Ὁ γὰρ τὸν στρατηγὸν σώσας, τοὺς στρα‐ τιώτας διέσωσεν ἄν· ὁ τὸν ἰατρὸν ἀπαλλάξας τῶν κιν‐
65δύνων, τοὺς κάμνοντας εἰς ὑγείαν ἐπανήγαγεν· ὁ τὸν
κυβερνήτην ἐξαρπάσας τοῦ κλύδωνος, τὸ πλοῖον ὅλονColumn end

51

.

202

τῶν κυμάτων ἀπήλλαξεν· οὕτω καὶ οἱ τὸν διδάσκαλον τῆς οἰκουμένης διασώσαντες, καὶ τὸ αἷμα τὸ ἑαυτῶν ἐκχέαντες ὑπὲρ τῆς ἐκείνου σωτηρίας, κοινοὶ τῆς οἰκου‐ μένης ἦσαν εὐεργέται, ἐν τῇ περὶ τὸν διδάσκαλον προ‐
5νοίᾳ τοὺς μαθητὰς ἅπαντας διασώσαντες. Ἵνα δὲ μάθῃς, ὅτι οὐ περὶ τὸν διδάσκαλον ἦσαν τοιοῦτοι μόνον, ἀλλὰ καὶ περὶ τῶν ἀδελφῶν τὴν αὐτὴν ἐπεδείκνυντο πρόνοιαν, ἄκουσον τῶν ἑξῆς. Εἰπὼν γὰρ, Οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν,
10ἐπήγαγε λέγων· Οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν. Τί λέγεις; σκηνοποιοῖς, πτωχοῖς χειροτέχναις, οὐδὲν πλέον τῆς ἀναγ‐ καίας ἔχουσι τροφῆς, πᾶσαι αἱ Ἐκκλησίαι τῶν ἐθνῶν εὐχαριστοῦσι; καὶ τί τοσοῦτον οἱ δύο οὗτοι Ἐκκλησίας
15τοσαύτας ὠφελῆσαι ἴσχυσαν; ποίαν χρημάτων εἶχον πε‐ ριουσίαν; ποῖον δυναστείας μέγεθος; τίνα παρὰ ἄρχουσι παῤῥησίαν; Χρημάτων μὲν περιουσίαν καὶ δυναστείαν παρὰ τοῖς κρατοῦσιν οὐκ ἐκέκτηντο· ὃ δὲ τούτων ἁπάν‐ των μεῖζον ἦν, προθυμίαν γενναίαν καὶ ψυχὴν πρὸς
20κινδύνους παρατεταγμένην μετὰ πολλῆς τῆς περιουσίας εἶχον. Διὰ τοῦτο πολλῶν εὐεργέται ἐγένοντο καὶ σωτῆρες. Οὐ γὰρ οὕτως οἱ πλουτοῦντες καὶ ψοφοδεεῖς ὡς οἱ πενίᾳ συζῶντες καὶ μεγαλόψυχοι τὰς Ἐκκλησίας ὠφελεῖν δύ‐ ναιντ’ ἄν. Καὶ μηδεὶς παράδοξον εἶναι νομιζέτω τὸ λε‐
25γόμενον· ἀληθὲς γάρ ἐστι, καὶ ἀπ’ αὐτῶν δείκνυται τῶν πραγμάτων. Ὁ μὲν γὰρ πλούσιος πολλὰς ἔχει τοῦ παραβλάπτεσθαι τὰς λαβάς. Δέδοικεν ὑπὲρ οἰκίας, ὑπὲρ οἰκετῶν, ὑπὲρ ἀγρῶν, ὑπὲρ χρημάτων, μή τις αὐτόν τι τούτων ἀφέληται. Καὶ τὸ πολλῶν εἶναι κύριον, πολλῶν
30εἶναι δοῦλον ποιεῖ. Ὁ μέντοι πένης, εὔζωνός τις ὢν καὶ πάσας ταύτας ἀποθέμενος τὰς λαβὰς, λέων ἐστὶ πῦρ πνέων, καὶ ψυχὴν ἔχει γενναίαν, καὶ πάντων ἐξ‐ ανιστάμενος ῥᾳδίως ἅπαντα πράττει τὰ δυνάμενα τὰς Ἐκκλησίας ὠφελεῖν, κἂν ἐλέγξαι δέῃ, κἂν ἐπιτιμῆσαι,
35κἂν μυρίας διὰ τὸν Χριστὸν ἀναδέξασθαι ἐπαχθείας· καὶ ἐπειδὴ ἅπαξ τῆς ζωῆς ὑπερεῖδε τῆς παρούσης, πάντα ῥᾳδίως καὶ μετὰ πολλῆς ποιεῖ τῆς εὐκολίας. Τί γὰρ καὶ δέδοικεν, εἰπέ μοι; Μή τις αὐτοῦ τὰ χρήματα ἀφέληται; Ἀλλ’ οὐκ ἔστι τοῦτο εἰπεῖν. Ἀλλὰ μὴ τῆς
40πατρίδος ἐκπέσῃ; Ἀλλὰ πᾶσα ἡ ὑπ’ οὐρανὸν πόλις αὐτῷ ἐστιν. Ἀλλὰ μὴ τῆς τρυφῆς αὐτόν τις περικόψῃ καὶ τῆς δορυφορίας; Ἀλλὰ καὶ τούτοις ἅπασι χαίρειν εἰπὼν, ἐν οὐρανῷ πολιτεύεται, καὶ πρὸς τὴν μέλλουσαν ἐπείγεται ζωήν. Κἂν αὐτὴν ἐπιδοῦναι δέῃ τὴν ψυχὴν,
45καὶ τὸ αἷμα εἰσενεγκεῖν, οὐ παραιτήσεται. Ἐντεῦθεν ὁ τοιοῦτος καὶ τυράννων, καὶ βασιλέων, καὶ δήμων, καὶ πάντων ἐστὶ δυνατώτερός τε καὶ εὐπορώτερος. Καὶ ἵνα μάθῃς ὅτι οὐ κολακεία τὸ λεγόμενον, ἀλλ’ ἀληθῶς, οἱ μηδὲν κεκτημένοι, οὗτοι μάλιστα πάντων ἐλευθεροστο‐

51

.

202

(50)

μεῖν δύναιντ’ ἂν, πόσοι πλούσιοι κατὰ τὸν καιρὸν ἦσαν Ἡρώδου; πόσοι δυνάσται; τίς παρῆλθεν εἰς μέσον; τίς ἐπετίμησε τῷ τυράννῳ; τίς ἤμυνεν ἀδικουμένοις τοῖς τοῦ Θεοῦ νόμοις; Τῶν μὲν εὐπόρων οὐδείς· ὁ δὲ πένης καὶ πτωχὸς, ὁ μὴ κλίνην, μήτε τράπεζαν,
55μήτε στέγην ἔχων, ὁ τῆς ἐρήμου πολίτης Ἰωάννης, οὗτος μόνος καὶ πρῶτος μετὰ παῤῥησίας ἁπάσης τὸν τύραννον ἤλεγχε, καὶ τοὺς μοιχαλίους ἐξεκά‐ λυπτε γάμους, καὶ παρόντων ἁπάντων καὶ ἀκουόν‐ των, τὴν καταδικάζουσαν αὐτὸν ἐξέφερε ψῆφον. Καὶ
60πρὸ τούτου δὲ πάλιν ὁ μέγας Ἠλίας, τῆς μηλωτῆς
μηδὲν κεκτημένος πλέον, τὸν ἀσεβῆ καὶ παράνομον

51

.

203

Ἀχαὰβ ἐκεῖνον μόνος ἤλεγξε μετὰ πολλῆς ἀνδρείας, Οὐδὲν γὰρ οὕτως ἐλευθεροστομεῖν παρασκευάζει, καὶ θαῤῥεῖν ἐν ἅπασι πείθει τοῖς δεινοῖς, καὶ ἀναλώτους ἐργάζεται καὶ ἰσχυροὺς, ὡς τὸ μηδὲν κεκτῆσθαι, μηδὲ
5περιβολήν τινα πραγμάτων ἔχειν. Ὥστε εἴ τις βούλοιτο πολλὴν κεκτῆσθαι δύναμιν ἀσπασάσθω πενίαν, κατα‐ φρονείτω τῆς παρούσης ζωῆς, μηδὲν εἶναι νομιζέτω θάνατον. Οὗτος οὐχὶ τῶν εὐπόρων μόνον, οὐδὲ τῶν ἀρχόντων, ἀλλὰ καὶ αὐτῶν τῶν βασιλευόντων πλείονα
10τὰς Ἐκκλησίας ὠφελῆσαι δυνήσεται. Οἱ μὲν γὰρ βασιλεύοντες καὶ οἱ εὔποροι, ὅσα ἂν ποιήσωσιν, ἀπὸ χρημάτων ποιοῦσιν· ὁ δὲ τοιοῦτος πολλάκις καὶ ἀπὸ κινδύνων καὶ ἀπὸ θανάτων πολλὰ καὶ μεγάλα συνετέ‐ λεσεν. Ὅσῳ δὲ χρυσίου παντὸς τιμιώτερον αἷμα, το‐
15σούτῳ βελτίων ἐκείνης αὕτη ἡ εἰσφορά. εʹ. Τοιοῦτοί τινες ἦσαν καὶ οὗτοι οἱ Παύλου ξενοδόχοι, ἡ Πρίσκιλλα καὶ ὁ Ἀκύλας, οἳ χρημάτων μὲν περιου‐ σίαν οὐκ εἶχον, πλούτου δὲ παντὸς εὐπορωτέραν ἐκέ‐ κτηντο γνώμην, καθ’ ἑκάστην ἀποθανεῖσθαι προσδο‐
20κῶντες ἡμέραν, καὶ ἐν σφαγαῖς καὶ αἵμασι ζῶντες, καὶ διὰ παντὸς μαρτυροῦντες τοῦ χρόνου. Διὰ τοῦτο ἤνθει τὰ ἡμέτερα κατὰ τοὺς καιροὺς ἐκείνους, ὅτι οὕτω μὲν οἱ μαθηταὶ τοῖς διδασκάλοις, οὕτω δὲ οἱ διδάσκαλοι συν‐ εδέδεντο τοῖς μαθηταῖς. Οὐ γὰρ δὴ περὶ τούτων μόνον
25φησὶν ὁ Παῦλος, ἀλλὰ καὶ περὶ ἑτέρων πολλῶν. Καὶ γὰρ Ἑβραίοις καὶ Θεσσαλονικεῦσι γράφων καὶ Γαλάταις, πολλὴν ἅπασι μαρτυρεῖ πειρασμῶν ἐπαγωγὴν, καὶ δεί‐ κνυσι δι’ ὧν ἐπέστελλεν, ὅτι καὶ ἠλαύνοντο καὶ τῆς πα‐ τρίδος ἐξέπιπτον, καὶ τὰς οὐσίας ἀπώλλυον, καὶ μέχρις
30αὐτοῦ τοῦ αἵματος ἐκινδύνευον· καὶ ἅπας ἐναγώνιος αὐτοῖς ὁ βίος ἦν, καὶ αὐτὰ δὲ ἀκρωτηριασθῆναι τὰ μέλη οὐκ ἂν ὑπὲρ τῶν διδασκάλων παρῃτήσαντο. Τοῖς γοῦν Γαλάταις ἐπιστέλλων ἔλεγε· Μαρτυρῶ γὰρ ὑμῖν, ὅτι, εἰ δυνα‐ τὸν, τοὺς ὀφθαλμοὺς ὑμῶν ἐξορύξαντες ἂν ἐδώκατέ
35μοι. Καὶ τὸν Ἐπαφρᾶν δὲ τὸν ἐν Κολοσσαῖς ἐπὶ τοῖς αὐ‐ τοῖς ἀποδέχεται πάλιν, εἰπὼν, ὅτι Ἠσθένησε παραπλή‐ σιον θανάτου, καὶ ἠλέησεν αὐτὸν ὁ Θεὸς, οὐκ αὐτὸν δὲ μόνον, ἀλλὰ καὶ ἐμὲ, ἵνα μὴ λύπην ἐπὶ λύπῃ σχῶ. Οὕτω δὲ εἶπε δεικνὺς, ὅτι δικαίως ἔμελλεν ἀλγεῖν ἐπὶ
40τῇ τελευτῇ τοῦ μαθητοῦ. Καὶ τὴν ἀρετὴν δὲ αὐτοῦ πάλιν ἐκκαλύπτει πᾶσιν, οὑτωσὶ λέγων, ὅτι Ἤγγισε μέχρι θανάτου παραβουλευσάμενος τῇ ψυχῇ, ἵνα ἀναπλη‐ ρώσῃ τὸ ὑμῶν ὑστέρημα τῆς πρός με λειτουργίας. Τί γένοιτ’ ἂν ἐκείνων μακαριώτερον, τί δὲ ἡμῶν ἀθλιώ‐
45τερον; εἴ γε ἐκεῖνοι μὲν καὶ τὸ αἷμα, καὶ τὴν ψυχὴν ὑπὲρ τῶν διδασκάλων προΐεντο, ἡμεῖς δὲ οὐδὲ ῥῆμα ψιλὸν πολλάκις προέσθαι τολμῶμεν ὑπὲρ τῶν κοινῶν πατέρων, ἀλλὰ ἀκούοντες αὐτοὺς βλασφημουμένους, λοιδορουμένους κακῶς καὶ παρὰ τῶν οἰκείων καὶ παρὰ

51

.

203

(50)

τῶν ἀλλοτρίων, οὐκ ἐπιστομίζομεν τοὺς λέγοντας, οὐ κωλύομεν, οὐκ ἐλέγχομεν. Εἴθε μὲν οὖν μὴ αὐτοὶ τῆς κακηγορίας ἤρχομεν ταύ‐ της. Νυνὶ δὲ οὐ τοσαῦτα παρὰ τῶν ἀπίστων σκώμ‐ ματα καὶ ὀνείδη, ὅσα παρὰ τῶν δοκούντων εἶναι πι‐
55στῶν καὶ μεθ’ ἡμῶν τετάχθαι γινόμενα εἰς τοὺς ἄρχον‐ τας ἴδοι τις ἄν. Ἔτι οὖν ζητήσομεν πόθεν ῥᾳθυμία το‐ σαύτη καὶ εὐλαβείας ὑπεροψία γέγονεν, ὅταν οὕτως ὦμεν ἀπεχθῶς πρὸς τοὺς πατέρας διακείμενοι τοὺς ἡμετέ‐ ρους; Οὐ γάρ ἐστιν, οὐκ ἔστιν οὐδὲν, ὃ καταλῦσαι καὶ
60διαφθεῖραι Ἐκκλησίαν δύναιτ’ ἂν, μᾶλλον δὲ οὐκ ἔστιν οὕτω γενέσθαι τοῦτο ἀλλαχόθεν ῥᾳδίως, ἀλλ’ ἢ ὅταν οἱ μαθηταὶ τοῖς διδασκάλοις, καὶ τοῖς πατράσιν οἱ παῖδες, καὶ τοῖς ἄρχουσιν οἱ ἀρχόμενοι μὴ μετὰ πολλῆς ὦσι
συνδεδεμένοι τῆς ἀκριβείας. Εἶτα ἂν μὲν τὸν ἀδελφόν τιςColumn end

51

.

204

εἴπῃ κακῶς, καὶ τῆς ἀναγνώσεως τῶν θείων ἀπείργεται Γραφῶν. Ἵνα τί γὰρ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου; φησὶν ὁ Θεός· εἶτα τὴν αἰτίαν τι‐ θεὶς, ἐπήγαγε· Καθήμενος κατὰ τοῦ ἀδελφοῦ σου
5κατελάλεις. Τὸν πνευματικὸν δὲ πατέρα κατ‐ ηγορῶν, ἄξιον εἶναι νομίζεις σαυτὸν ἐπιβῆναι τῶν ἱερῶν προθύρων; Καὶ πῶς ἂν ἔχοι λόγον; Εἰ γὰρ οἱ κακολο‐ γοῦντες πατέρα ἢ μητέρα θανάτῳ τελευτῶσι, ποίας ἄξιος ἔσται δίκης ὁ τὸν πολλῷ τῶν γονέων ἐκείνων
10ἀναγκαιότερον ὄντα καὶ βελτίω τολμῶν λέγειν κακῶς; Καὶ οὐ δέδοικε, μήποτε διαστᾶσα ἡ γῆ παντελῶς αὐτὸν ἀφανίσῃ, ἢ σκηπτὸς ἄνωθεν κατενεχθεὶς καταφλέξῃ τὴν κατήγορον γλῶτταν; Οὐκ ἤκουσας τί πέπονθεν ἡ Μωϋ‐ σέως ἀδελφὴ κατειποῦσα τοῦ ἄρχοντος; πῶς ἀκάθαρτος
15γέγονε, καὶ εἰς λέπραν ἐνέπεσε, καὶ τὴν ἐσχάτην ὑπέμει‐ νεν ἀτιμίαν, καὶ τοῦ ἀδελφοῦ παρακαλοῦντος καὶ τῷ Θεῷ προσπίπτοντος, οὐδεμιᾶς ἔτυχε συγγνώμης, ἀλλὰ καὶ ἐκθεμένη τὸν ἅγιον ἐκεῖνον, καὶ πρὸς τὴν ἀνατρο‐ φὴν αὐτοῦ συντελέσασα, καὶ ὅπως ἡ μήτηρ γένοιτο
20τροφὸς, καὶ μὴ ἐν βαρβαρικῇ χειρὶ τραφῇ τὸ παιδίον ἐξαρχῆς συμπράξασα, καὶ μετὰ ταῦτα στρατηγήσασα τοῦ γυναικείου γένους, καθάπερ Μωϋσῆς τοῦ τῶν ἀν‐ δρῶν, καὶ πάντα συνδιενεγκοῦσα τὰ δεινὰ, καὶ ἀδελφὴ Μωϋσέως οὖσα, οὐδὲν ὅμως ἀπὸ τούτων ἁπάντων ἐκέρ‐
25δανεν εἰς τὸ διαφυγεῖν τὴν ὀργὴν τοῦ Θεοῦ ἐπὶ τῇ κα‐ κηγορίᾳ; ἀλλ’ ὁ Μωϋσῆς, ὁ τοσοῦτον λαὸν ἐξαιτησάμε‐ νος μετὰ τὴν ἄφατον ἀσέβειαν ἐκείνην, οὗτος ὑπὲρ τῆς ἀδελφῆς προσπίπτων καὶ συγγνώμην αἰτῶν, οὐκ ἴσχυ‐ σεν ἵλεω ποιῆσαι τὸν Θεὸν, ἀλλὰ καὶ ἐπετιμᾶτο σφο‐
30δρῶς· ἵνα μάθωμεν ἡμεῖς ὅσον κακόν ἐστι, τὸ τοὺς ἄρ‐ χοντας λέγειν κακῶς, καὶ τοὺς ἑτέρων κρίνειν βίους. Καὶ γὰρ ἐπὶ τῆς ἡμέρας ἐκείνης, οὐκ ἀφ’ ὧν ἁμαρτά‐ νομεν μόνον, ἀλλὰ καὶ ἀφ’ ὧν ἑτέροις ἐψηφισάμεθα, κρι‐ νεῖ πάντως ἡμῖν ὁ Θεός· καὶ πολλάκις ὃ τῇ φύσει κοῦ‐
35φόν ἐστιν ἁμάρτημα, τοῦτο χαλεπὸν καὶ ἀσύγγνωστον γίγνεται τῇ τοῦ ἁμαρτάνοντος περὶ ἑτέρου κρίσει. Τάχα ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν αὐτὸ σαφὲς ποιῆσαι πει‐ ράσομαι. Ἥμαρτέ τις· ἕτερον ἁμαρτάνοντα τὴν αὐτὴν ἁμαρτίαν κατεδίκασε σφοδρῶς. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐ
40τοσαύτην ἐπισπᾶται κόλασιν, ὅσην ἡ φύσις τῆς ἁμαρ‐ τίας ἀπαιτεῖ, ἀλλὰ καὶ διπλασίονα πολλῷ καὶ τριπλα‐ σίονα· οὐ γὰρ ἀφ’ ὧν αὐτὸς ἥμαρτεν, ἀλλ’ ἀφ’ ὧν ἕτε‐ ρον ἁμαρτάνοντα τὰ αὐτὰ χαλεπῶς ἐκόλασε, ψηφιεῖται αὐτῷ τὴν τιμωρίαν ὁ Θεός. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς,
45ἀπὸ τῶν γεγενημένων καὶ ἐκβάντων, μειζόνως, ὅπερ ὑπεσχόμην ὑμῖν, αὐτὸ ποιήσω καταφανές. Ὁ Φαρι‐ σαῖος, καίτοι γε αὐτὸς οὐδὲν ἁμαρτὼν, ἀλλὰ καὶ ἐν δι‐ καιοσύνῃ ζήσας, καὶ πολλὰ ἔχων κατορθώματα εἰπεῖν, ἐπειδὴ τὸν τελώνην, τὸν ἅρπαγα καὶ πλεονέκτην καὶ

51

.

204

(50)

παρανομώτατον κατεδίκασε, τοσαύτην ἔδωκε δίκην, ὡς ἐκείνου μείζονι τηρεῖσθαι κολάσει. Εἰ δὲ ὁ μηδὲν μὲν ἁμαρτὼν αὐτὸς, ἁμαρτάνοντα δὲ ἕτερον καὶ περιφανῆ πᾶσιν ἐπὶ παρανομίαις ὄντα, ῥήματι ψιλῷ καταδικάσας τοσαύτην ἐπεσπάσατο κόλασιν, οἱ πολλὰ μὲν καθ’ ἑκά‐
55στην ἡμέραν ἁμαρτάνοντες, ἑτέρων δὲ βίους καταδικά‐ ζοντες, οὐδὲ ἐμφανεῖς ὄντας τινὶ, οὐδὲ δήλους, ἐννόησον ὅσην ὑποστησόμεθα κόλασιν, πῶς ἐκπεσούμεθα πάσης συγγνώμης. Ἐν ᾧ γὰρ κρίματι, φησὶ, κρίνετε, καὶ ὑμεῖς κριθήσεσθε.
60 ϛʹ. Διὰ δὴ ταῦτα ἀντιβολῶ, καὶ παραινῶ, καὶ δέομαι, ταύτης ἀποστῆναι τῆς πονηρᾶς συνηθείας. Τοὺς μὲν
γὰρ ἱερέας κακῶς ἀκούοντας οὐδὲν παραβλάψομεν,

51

.

205

οὐ μόνον ἂν ψευδῆ τὰ λεγόμενα ᾖ, ἀλλὰ κἂν ἀληθῆ· ἐπεὶ καὶ ὁ Φαρισαῖος τὸν τελώνην οὐδὲν κατέβλαψεν, ἀλλὰ καὶ ὠφέλησε, καίτοι γε ἀληθῆ περὶ αὐτοῦ λέγων· ἡμεῖς δὲ ἑαυτοὺς τοῖς ἐσχάτοις περιβαλοῦμεν κακοῖς·
5ἐπεὶ καὶ ὁ Φαρισαῖος καθ’ ἑαυτοῦ τὸ ξίφος ὤθησε, καὶ καιρίαν πληγὴν λαβὼν ἀπῆλθεν. Ἵνα οὖν μὴ καὶ ἡμεῖς τὰ αὐτὰ πάθωμεν, κρατῶμεν ἀκολάστου γλώττης. Εἰ γὰρ τὸν τελώνην εἰπὼν κακῶς, οὐ διέφυγεν ἐκεῖνος, οἱ τοὺς πατέρας ἡμῶν κακῶς λέγοντες, ποίαν ἕξομεν ἀπο‐
10λογίαν; εἰ τὸν ἀδελφὸν βλασφημήσασα Μαρία ἅπαξ, τοσαύτην ἔδωκε δίκην, ποίας σωτηρίας ἡμῖν ἐλπὶς, ὅταν μυρίαις καθ’ ἑκάστην ἡμέραν τοὺς ἄρχοντας πλύνωμεν λοιδορίαις; Μὴ γάρ μοι τοῦτο λεγέτω τις, ὅτι ἐκεῖνος Μωϋσῆς ἦν· δυνήσομαι γὰρ εἰπεῖν καὶ ἐγὼ, ὅτι κἀκείνη
15Μαρία ἦν. Ἄλλως δὲ, ἵνα καὶ τοῦτο αὐτὸ μάθῃς σαφῶς, ὅτι εἰ καὶ ἐγκλημάτων ὑπεύθυνοι ὦσιν οἱ ἱερεῖς, οὐδὲ οὕτω σοι θέμις τὸν ἐκείνων βίον κρίνειν, ἄκουσον τί φησι περὶ τῶν ἀρχόντων τῶν Ἰουδαϊκῶν ὁ Χριστός· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς
20καὶ οἱ Φαρισαῖοι· πάντα οὖν, ὅσα ἂν λέγωσιν ὑμῖν ποιεῖν, ποιεῖτε· κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε. Καὶ τί γένοιτ’ ἂν χεῖρον ἐκείνων, ὧν ὁ ζῆλος ἔφθειρε τοὺς μαθητευομένους; Ἀλλ’ ὅμως οὐδὲ οὕτω κατεβίβα‐ σεν αὐτοὺς ἀπὸ τῆς ἀξίας, οὐδὲ εὐκαταφρονήτους ἐποίη‐
25σεν εἶναι τοῖς ἀρχομένοις· καὶ μάλα εἰκότως. Εἰ γὰρ ταύτης ἐπιλάβοιντο τῆς ἐξουσίας οἱ ἀρχόμενοι, ὀφθή‐ σονται πάντας ἀποχειροτονοῦντες, καὶ ἐκ τοῦ βήματος καταβιβάζοντες. Διὰ τοῦτο καὶ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων ὑβρίσας, καὶ εἰπὼν, Τύπτειν σε μέλλει ὁ
30Θεὸς, τοῖχε κεκονιαμένε· καὶ σὺ κάθῃ κρίνων με; ἐπειδή τινων ἤκουσεν ἐπιστομιζόντων αὐτὸν, καὶ λεγόν‐ των, Τὸν ἀρχιερέα τοῦ Θεοῦ λοιδορεῖς; δεῖξαι βουλό‐ μενος, ὅσην ἀπονέμειν δεῖ τοῖς ἄρχουσι τὴν αἰδῶ καὶ τὴν τιμὴν, τί φησιν; Οὐκ ᾔδειν ὅτι ἀρχιερεὺς τοῦ Θεοῦ
35ἦν. Διὰ τοῦτο καὶ Δαυῒδ παρανομοῦντα λαβὼν τὸν Σαοὺλ, καὶ φόνου πνέοντα, καὶ μυρίας ὄντα κολάσεως ἄξιον, οὐ μόνον αὐτοῦ τῆς ζωῆς ἐφείσατο, ἀλλ’ οὔτε ῥῆμα φορτικὸν εἰς αὐτὸν ἐκβαλεῖν ὑπέμεινε· καὶ τὴν αἰτίαν τίθησι λέγων, ὅτι Χριστὸς Κυρίου ἐστίν. Οὐκ
40ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν ἐκ πολλῆς τῆς περιουσίας ἔστιν ἰδεῖν, πῶς πόῤῥω που τὰ τῶν ἱερέων διορθοῦν τὸν ἀρχόμενον ἑστηκέναι χρή. Τῆς γὰρ κιβω‐ τοῦ ποτε ἀναγομένης, ἐπειδή τινες τῶν ἀρχομένων περι‐ τρεπομένην καὶ καταπίπτειν μέλλουσαν ἰδόντες ἀνώρ‐
45θωσαν, ἐν αὐτῷ τῷ χωρίῳ δίκην ἔδοσαν, ὑπὸ τοῦ Κυρίου πληγέντες καὶ νεκροὶ μείναντες. Καίτοι γε οὐδὲν ἄτοπον ἐποίουν· οὐδὲ γὰρ ἀνέτρεπον τὴν κιβωτὸν, ἀλλ’ ἀνατρέ‐ πεσθαι μέλλουσαν καὶ καταπίπτειν ἀνώρθουν. Ἀλλ’ ἵνα ἐκ πολλῆς περιουσίας μάθῃς τῶν ἱερέων τὸ ἀξίωμα, καὶ

51

.

205

(50)

πῶς οὐ θέμις τὸν ὑποτεταγμένον καὶ ἐν τάξει λαϊκῶν ὄντα τοιαῦτα ἐπανορθοῦν, ἀπέκτεινεν αὐτοὺς ἐν μέσῳ τῷ πλήθει, τοὺς ἄλλους πάντας ἐκ πολλῆς φοβῶν τῆς ὑπερβολῆς, καὶ πείθων μηδέποτε τοῖς τῆς ἱερωσύνης προσιέναι ἀδύτοις. Εἰ γὰρ δὴ μέλλοιεν ἕκαστοι ἐπὶ προ‐
55φάσει τοῦ τὰ κακῶς γινόμενα διορθοῦν εἰς τὸ τῆς ἱερω‐ σύνης εἰσάγειν ἑαυτοὺς ἀξίωμα, οὔτε πρόφασις ἐπιλείψει διορθώσεώς ποτε, οὔτε ἄρχοντα, οὔτε ἀρχόμε‐ νον διαγνωσόμεθα, ἀναμεμιγμένων πάντων ἀλλήλοις. Καὶ μή μέ τις νομίσῃ τῶν ἱερέων κατεγνωκότα ταῦτα
60λέγειν (διὰ γὰρ τὴν τοῦ Θεοῦ χάριν, πολλὴν, ὡς καὶ
ὑμεῖς ἴστε, τὴν ἐπιείκειαν ἐν ἅπασιν ἐπιδείκνυνται, καὶColumn end

51

.

206

οὐδεμίαν οὐδενί ποτε παρεσχήκασι λαβὴν), ἀλλ’ ἵνα ὑμεῖς μάθητε, ὅτι εἰ καὶ μοχθηροὺς εἴχετε πατέρας καὶ φορ‐ τικοὺς διδασκάλους, οὐδὲ οὕτως ἀκίνδυνον ὑμῖν ἦν, οὐδὲ ἀσφαλὲς βλασφημεῖν αὐτοὺς καὶ λοιδορεῖσθαι. Εἰ γὰρ
5ἐπὶ τῶν σωματικῶν γονέων σοφός τίς φησι, Κἂν ἀπο‐ λίπῃ σύνεσιν, συγγνώμην ἔχε· τί γὰρ αὐτοῖς ἀπο‐ δώσεις, καθὼς αὐτοί σοι; πολλῷ μᾶλλον ἐπὶ τῶν πνευ‐ ματικῶν τοῦτον φυλάττεσθαι χρὴ τὸν νόμον, καὶ τὸν ἑκάστου βίον ἑαυτὸν ἕκαστον περιεργάζεσθαι καὶ πολυ‐
10πραγμονεῖν, ἵνα μὴ ἀκούσωμεν κατ’ ἐκείνην τὴν ἡμέ‐ ραν, Ὑποκριτὰ, τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλ‐ μῷ οὐ κατανοεῖς δοκόν; Καὶ γὰρ ὑποκριτῶν ἔργον, τὸ δημοσίᾳ μὲν καὶ πάντων ὁρώντων τὰς χεῖρας φιλεῖν
15τῶν ἱερέων, καὶ γονάτων ἅπτεσθαι, καὶ παρακαλεῖν ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ δεομένους βαπτίσματος ἐπὶ τὰς ἐκείνων τρέχειν θύρας, οἴκοι δὲ καὶ ἐν ἀγοραῖς τοὺς τοσούτων ἀγαθῶν αἰτίους ἡμῖν καὶ διακόνους μυρίοις πλύνειν ὀνείδεσιν, ἢ ἑτέρων ὀνειδιζόντων ἀνέχεσθαι. Εἰ μὲν
20γὰρ ἀληθῶς κακὸς ὁ πατὴρ, πῶς αὐτὸν ἀξιόπιστον εἶναι νομίζεις διάκονον τῆς τῶν φρικτῶν ἐκείνων μυσταγωγίας; Εἰ δὲ ἀξιόπιστος ἐκείνων εἶναί σοι δοκεῖ διάκονος, τίνος ἕνεκεν ἀνέχῃ κακῶς ἑτέρων λεγόντων αὐτὸν, καὶ οὐκ ἐπιστομίζεις, οὐδὲ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις, ἵνα
25παρὰ τοῦ Θεοῦ πολὺν τὸν μισθὸν ἀπολάβῃς, καὶ παρ’ αὐτῶν ἐκείνων τῶν κατηγορούντων τὸν ἔπαινον; Κἂν γὰρ μυριάκις ὦσιν ὑβρισταὶ, πάντως ἐπαινέσονταί σε καὶ ἀποδέξονται τῆς περὶ τοὺς πατέρας κηδεμονίας· ὥσπερ, ἂν μὴ τοῦτο ποιῶμεν, ἅπαντες ἡμῶν καταγνώ‐
30σονται, καὶ αὐτοὶ οἱ κακῶς λέγοντες. Καὶ οὐ τοῦτο μό‐ νον ἐστὶ τὸ δεινὸν, ἀλλ’ ὅτι καὶ ἐκεῖ τὴν ἐσχάτην δώσο‐ μεν δίκην. Οὐδὲν γὰρ οὕτω τὰς Ἐκκλησίας λυμαίνεται, ὡς τοῦτο τὸ νόσημα· καὶ καθάπερ σῶμα μὴ μετὰ ἀκρι‐ βείας συνδεδεμένον τῇ τῶν νευρῶν περιβολῇ, πολλὰς
35τίκτει τὰς ἀῤῥωστίας, καὶ ἀβίωτον ποιεῖ τὸν βίον· οὕτω καὶ Ἐκκλησία, μὴ σφοδρᾷ καὶ ἀῤῥαγεῖ τῇ τῆς ἀγάπης ἁλύσει περιβεβλημένη, μυρίους τίκτει πολέμους, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ αὔξει, καὶ πολλῶν πειρασμῶν γίνεται ὑπόθεσις. Ἵνα οὖν μὴ ταῦτα συμβαίνῃ, μηδὲ τὸν Θεὸν
40παροξύνωμεν, καὶ τὰ ἡμέτερα ἐπαυξήσωμεν κακὰ, καὶ τὴν κόλασιν ἀπαραίτητον παρασκευάζωμεν, καὶ πολλῆς ἀηδίας πληρῶμεν τὴν ζωὴν τὴν ἡμετέραν, πρὸς εὐ‐ φημίαν τὴν γλῶτταν μεταθέντες, τὸν ἑαυτῶν καθ’ ἑκά‐ στην ἡμέραν περιεργαζώμεθα βίον, καὶ τὴν ἑτέρων ζωὴν
45τῷ τὰ ἀπόῤῥητα μετὰ ἀκριβείας εἰδότι κρίνειν ἐπιτρέ‐ ψαντες, αὐτοὶ τὰ ἑαυτῶν ἁμαρτήματα κρίνωμεν. Οὕτω γὰρ καὶ τὸ τῆς γεέννης δυνησόμεθα διαφυγεῖν πῦρ. Ὥσπερ γὰρ οἱ τὰ ἀλλότρια πολυπραγμονοῦντες κακὰ, τῶν οἰκείων οὐδένα ποιοῦνται λόγον· οὕτως οἱ δε‐

51

.

206

(50)

δοικότες εἰς τὸν ἑτέρων παρακύψαι βίον, πολλὴν ἑαυ‐ τοῖς τῶν πεπλημμελημένων ποιήσονται τὴν φροντίδα· οἱ δὲ τὰ ἑαυτῶν ἀναλογιζόμενοι κακὰ, καὶ ταῦτα καθ’ ἑκάστην κρίνοντες τὴν ἡμέραν, καὶ δίκας ἑαυτοὺς ἀπαι‐ τοῦντες, ἥμερον ἕξουσι τότε τὸν δικαστήν. Καὶ τοῦτο ὁ
55Παῦλος δηλῶν ἔλεγεν· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ Κυρίου, Ἵν’ οὖν διαφύγωμεν τὴν ψῆφον ἐκείνην, πάντα τὰ ἄλλα ἀφέντες, περιεργαζώμεθα τὴν ἑαυτῶν ζωὴν, καὶ κολάζωμεν τὸν λογισμὸν τὸν ἁμαρτάνειν ἀναπείθοντα, καὶ κατανύττωμεν τὸ συν‐
60ειδὸς, καὶ λόγον ἑαυτοὺς ἀπαιτῶμεν τῶν πεπραγμένων ἡμῖν. Οὕτω γὰρ δυνησόμεθα κοῦφον τῶν ἁμαρτημάτων ποιήσαντες τὸ φορτίον, συγγνώμης ἀπολαῦσαι πολλῆς,
καὶ τὸν παρόντα βίον μεθ’ ἡδονῆς διάγειν, καὶ τῶν μελ‐

51

.

207

λόντων ἐπιτυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ
τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗColumn end

51

.

208

τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end