TLG 2062 068 :: JOANNES CHRYSOSTOMUS :: In illud: Si esurierit inimicus JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Si esurierit inimicus Citation: Vol — pg — (ln) | ||
51.171(28t) | ΠΡΟΣ ΤΟΥΣ | |
29t | Μὴ ἀπαντήσαντας εἰς τὴν σύναξιν, καὶ εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Ἐὰν πεινᾷ | |
---|---|---|
30t | ὁ ἐχθρός σου ψώμιζε αὐτὸν,» καὶ περὶ τοῦ μνησικακεῖν. | |
31 | αʹ. Οὐδὲν, ὡς ἔοικεν, ὠφελήσαμεν, μακρὸν λόγον πρώην πρὸς ὑμᾶς ἀποτείναντες ὑπὲρ τῆς περὶ τὰς συνάξεις σπουδῆς· πάλιν γὰρ ἡμῖν ἔρημος ἡ ἐκκλησία τῶν τέκνων. Διὸ καὶ πάλιν ἀναγκάζομαι ἐπαχθὴς | |
35 | φανῆναι καὶ βαρὺς, ἐπιτιμῶν τοῖς παροῦσιν, ἐγκα‐ λῶν τοῖς ἀπολειφθεῖσιν· ἐκείνοις μὲν, ὅτι τὴν ῥᾳ‐ θυμίαν οὐκ ἀπέθεντο, ὑμῖν δὲ, ὅτι τῆς τῶν ἀδελφῶν οὐκ ἀντελάβεσθε σωτηρίας. Ἀναγκάζομαι βαρὺς φα‐ νῆναι καὶ ἐπαχθὴς, οὐχ ὑπὲρ ἐμαυτοῦ καὶ τῶν ἐμῶν | |
40 | κτημάτων, ἀλλ’ ὑπὲρ ὑμῶν καὶ τῆς ὑμετέρας σωτη‐ ρίας, ἧς οὐδὲν ἐμοὶ προτιμότερον. Ὁ βουλόμενος βαρυνέσθω, καὶ φορτικὸν καὶ ἀναίσχυντον καλείτω· ἐγὼ δὲ οὐ παύσομαι συνεχῶς ὑπὲρ τῶν αὐτῶν ἐνο‐ | |
χλῶν· τῆς γὰρ ἀναισχυντίας ταύτης οὐδὲν ἄμεινον | Column end | |
51.172(31) | ἐμοί. Ἴσως γὰρ, ἴσως, εἰ καὶ μηδὲν ἕτερον, τοῦτο γοῦν ἐρυθριάσαντες, τὸ μὴ συνεχῶς ὀχλεῖσθαι περὶ τῶν αὐτῶν, ἀντιλήψεσθέ ποτε τῆς κηδεμονίας τῶν ἀδελφῶν τῶν ὑμετέρων. Τί γάρ μοι τῶν ἐπαίνων | |
35 | ὄφελος, ὅταν ὑμᾶς μὴ θεάσωμαι προκόπτοντας κατ’ ἀρετήν; τί δέ μοι βλάβος ἐκ τῆς σιγῆς τῶν ἀκουόν‐ των, ὅταν αὐξομένην ὑμῶν ἴδω τὴν εὐλάβειαν; Ἔπαι‐ νος γὰρ τοῦ λέγοντος οὐχ ὁ κρότος, ἀλλ’ ὁ περὶ τὴν εὐσέβειαν ζῆλος τῶν ἀκουόντων· οὐχ ὁ θόρυβος κατὰ | |
40 | τὸν καιρὸν τῆς ἀκροάσεως, ἀλλ’ ἡ σπουδὴ ἡ διαπαν‐ τὸς τοῦ χρόνου. Ὁ κρότος ἐξῆλθεν ὁμοῦ τε τοῦ στό‐ ματος, καὶ εἰς ἀέρα διαχυθεὶς ἀπώλετο· τὸ δὲ βελ‐ τίονας γενέσθαι τοὺς ἀκούοντας, ἀγήρω καὶ ἀθάνα‐ | |
τον φέρει τὸν μισθὸν καὶ τῷ λέγοντι καὶ τοῖς πειθο‐ | 171 | |
51.173 | μένοις. Ὁ τῆς βοῆς ὑμῶν ἔπαινος ἐνταῦθα τὸν λέ‐ γοντα ποιεῖ λαμπρὸν, ἡ δὲ τῆς ψυχῆς ὑμῶν εὐλάβεια πολλὴν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ δίδωσι παῤῥη‐ σίαν τῷ διδάξαντι. Ὥστε, εἴ τις τῶν λεγόντων ἐρᾷ, | |
5 | μὴ τῶν κρότων, ἀλλὰ τῆς ὠφελείας τῶν ἀκουόντων ἐράτω. Οὐκ ἔστι τὸ τυχὸν κακὸν ἀδελφῶν ἀμελεῖν, ἀλλ’ ἐσχάτη κόλασις, καὶ ἀπαραίτητος τιμωρία· καὶ τοῦτο ὁ τὸ τάλαντον καταχώσας ἐδήλωσεν. Οὐ‐ δὲν γοῦν ὑπὲρ τῆς οἰκείας ἐνεκαλεῖτο ζωῆς· οὐδὲ | |
10 | γὰρ ἐγένετο κακὸς περὶ τὴν καταθήκην· ὁλόκλη‐ ρον γὰρ αὐτὴν ἀπέδωκεν· ἀλλ’ ὅμως ἐγένετο κακὸς καὶ περὶ τὴν ἐργασίαν τῆς παρακαταθήκης. Οὐ γὰρ ἐδιπλασίασε τὸ πιστευθέν· διὸ καὶ ἐκολάζετο. Ὅθεν δῆλον, ὅτι κἂν ἡμεῖς σπουδαῖοι ὦμεν καὶ συγκε‐ | |
15 | κροτημένοι, κἂν πολλὴν ἐπιθυμίαν ἔχωμεν περὶ τὴν ἀκρόασιν τῶν θείων Γραφῶν, οὐκ ἀρκεῖ πρὸς σω‐ τηρίαν ἡμῶν. Διπλασιάσαι γὰρ χρὴ τὴν παρακα‐ ταθήκην, διπλῆ δὲ γίνεται, ὅταν μετὰ τῆς ἑαυ‐ τῶν σωτηρίας, καὶ τῆς ἑτέρων ἀντιλαμβανώμεθα προ‐ | |
20 | νοίας. Ἐπεὶ κἀκεῖνος εἶπεν, Ἴδε ἔχεις τὸ σὸν σῶον· ἀλλ’ οὐκ ἤρκεσεν αὐτῷ τοῦτο πρὸς ἀπολογίαν. Ἔδει γὰρ, φησὶ, καταβαλεῖν ἐπὶ τοὺς τραπεζίτας τὸ καταβληθέν. Καί μοι σκόπει, πῶς κοῦφα τοῦ Δε‐ σπότου τὰ ἐπιτάγματα. Ἄνθρωποι μὲν γὰρ τοὺς δα‐ | |
25 | νείζοντας χρήματα δεσποτικὰ καὶ τῆς ἀπαιτήσεως ὑπευθύνους ποιοῦσι. Σὺ κατέβαλες, σὺ, φησὶν, ἀπαί‐ τησον· ἐμοὶ λόγος οὐδεὶς πρὸς τὸν δεξάμενον. Ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλὰ καταβαλεῖν κελεύει μόνον, οὐ‐ κέτι δὲ καὶ τῆς ἀπαιτήσεως ἡμᾶς ὑπευθύνους ποιεῖ. | |
30 | Τοῦ συμβουλεῦσαι γὰρ, οὐ τοῦ πεῖσαι κύριος ὁ λέ‐ γων ἐστί. Διὸ τῆς καταβολῆς ὑπεύθυνόν σε ποιῶ μό‐ νον, φησὶ, τῆς δὲ ἀπαιτήσεως οὐκέτι. Τί τούτου κου‐ φότερον; Ἀλλ’ ὅμως σκληρὸν ἐκάλει τὸν οὕτως ἥμε‐ ρον καὶ φιλάνθρωπον δεσπότην ὁ δοῦλος. Τοιαῦται γὰρ | |
35 | τῶν ἀγνωμόνων καὶ ῥᾳθύμων οἰκετῶν αἱ συνήθειαι· τῶν οἰκείων ἁμαρτημάτων εἰς τοὺς δεσπότας ἀεὶ μετατιθέασι τὰς αἰτίας. Διὰ τοῦτο στρεβλούμενος καὶ δεσμούμενος ἐκεῖνος εἰς τὸ σκότος ἐξήγετο τὸ ἐξώτερον. Ὅπερ ἵνα μὴ ἡμεῖς πάθωμεν, καταβάλ‐ | |
40 | λωμεν τὴν διδασκαλίαν ἐπὶ τοὺς ἀδελφοὺς, κἂν πεί‐ θωνται, κἂν μὴ πείθωνται. Πειθόμενοι μὲν γὰρ, καὶ ἑαυτοὺς καὶ ἡμᾶς ὠφελήσουσι· μὴ πειθόμενοι δὲ, αὐτοῖς μὲν ἀπαραίτητον ἐπισπῶνται κόλασιν, ἡμᾶς δὲ οὐδὲ τὸ τυχὸν παραβλάψαι δύναιντ’ ἄν. Τὸ γὰρ | |
45 | ἡμέτερον ἐποιήσαμεν, συμβουλεύσαντες· εἰ δὲ μὴ πείθοιντο, οὐδὲν ἡμῖν ἐκ τούτου γένοιτ’ ἂν βλάβος. Ἔγκλημα γὰρ, οὐ τὸ μὴ πεῖσαι, ἀλλὰ τὸ μὴ συμ‐ βουλεῦσαι· μετὰ δὲ τὴν παραίνεσιν καὶ τὴν συμβου‐ λὴν, τὴν διηνεκῆ καὶ τὴν συνεχῆ, οὐκέτι πρὸς ἡμᾶς, | |
51.173(50) | ἀλλὰ πρὸς ἐκείνους ἔσται ὁ λόγος τῷ Θεῷ. Ἐβουλό‐ μην γοῦν εἰδέναι σαφῶς, ὅτι παραινοῦντες αὐτοὺς διατελεῖτε, καὶ εἰ διαπαντὸς μένουσιν ἐπὶ τῆς ῥᾳθυ‐ μίας ἐκεῖνοι, καὶ οὐκ ἂν ὑμῖν οὐδέποτε ἠνόχλησα· νῦν δέδοικα, μή ποτε ἐκ τῆς ὑμετέρας ὑπεροψίας καὶ | |
55 | ἀμελείας μένωσιν ἀδιόρθωτοι. Καὶ γὰρ ἀμήχανον ἄνθρωπον συνεχῶς ἀπολαύοντα παραινέσεως καὶ δι‐ δασκαλίας, μὴ γενέσθαι βελτίω καὶ σπουδαιότερον. Καὶ δημώδης μέν ἐστιν ἡ παροιμία, ἣν ἐρεῖν μέλλω· | |
πλὴν ἀλλ’ αὐτὸ τοῦτο συνίστησι. Πέτραν γὰρ κοιλαί‐ | Column end | |
51.174 | νει, φησὶ, ῥανὶς ὑδάτων ἐνδελεχοῦσα. Καίτοι τί μα‐ λακώτερον ὕδατος; τί δὲ πέτρας σκληρότερον; Ἀλλ’ ὅμως ἡ ἐνδελέχεια τὴν φύσιν ἐνίκησεν. Εἰ δὲ φύσιν ἐνδελέχεια νικᾷ, πολλῷ μᾶλλον προαιρέσεως δύναιτ’ | |
5 | ἂν περιγενέσθαι. Οὐκ ἔστι παίγνια ὁ Χριστιανισμὸς, ἀγαπητοὶ, οὐδὲ πρᾶγμα πάρεργον. Συνεχῶς ταῦτα λέγομεν, καὶ οὐδὲν πλέον ποιοῦμεν. βʹ. Πῶς οἴεσθέ με ὀδυνᾶσθαι, ἀναμιμνησκόμενον ὅτι ἐν μὲν ταῖς πανηγύρεσι πελάγη θαλάττης μακρὰ μι‐ | |
10 | μεῖται τῶν συνάξεων τὰ πλήθη, νῦν δὲ οὐδὲ τὸ πολ‐ λοστὸν τοῦ πλήθους ἐκείνου μέρος ἐνταῦθα συλλέγε‐ ται; Ποῦ νῦν εἰσιν οἱ διενοχλοῦντες ἡμᾶς ἐν ταῖς ἑορταῖς; Ἐκείνους ἐπιζητῶ, καὶ δι’ ἐκείνους ὀδύρο‐ μαι, ἐννοῶν ὅσον πλῆθος ἀπόλλυται τῶν σωζομένων, | |
15 | ὅσην ἀδελφῶν ὑπομένω ζημίαν, πῶς εἰς ὀλίγους τὰ τῆς σωτηρίας περιίσταται, καὶ τὸ πλέον τοῦ σώματος τῆς Ἐκκλησίας μέρος νεκρῷ καὶ ἀκινήτῳ προσέοικε σώματι. Καὶ τί πρὸς ἡμᾶς, φησί; Πρὸς ὑμᾶς μὲν οὖν μάλιστα τοὺς μὴ θεραπεύοντας, τοὺς μὴ | |
20 | παραινοῦντας καὶ συμβουλεύοντας, πρὸς ὑμᾶς οὐκ ἐπιτιθέντας ἀνάγκην, καὶ μετὰ βίας ἕλκοντας, καὶ τῆς πολλῆς ἀπάγοντας ῥᾳθυμίας. Ὅτι γὰρ οὐχ ἑαυτῷ χρήσιμον εἶναι χρὴ μόνον, ἀλλὰ καὶ πολλοῖς, ἐδήλω‐ σεν ὁ Χριστὸς, ἅλας ἡμᾶς καὶ ζύμην καλέσας καὶ | |
25 | φῶς· ταῦτα δὲ ἑτέροις ἐστὶ χρήσιμα καὶ λυσιτελῆ. Καὶ γὰρ ὁ λύχνος οὐχ ἑαυτῷ φαίνει, ἀλλὰ τοῖς ἐν σκότῳ καθημένοις· καὶ σὺ λύχνος εἶ, οὐχ ἵνα τοῦ φωτὸς ἀπολαύσῃς μόνος, ἀλλ’ ἵνα ἐκεῖνον τὸν πεπλα‐ νημένον ἐπαναγάγῃς. Τί γὰρ ὄφελος λύχνου, ὅταν μὴ | |
30 | φαίνῃ τῷ ἐν τῷ σκότει καθημένῳ; τί δὲ ὄφελος Χρι‐ στιανοῦ, ὅταν μηδένα κερδάνῃ μηδὲ πρὸς ἀρετὴν ἐπαναγάγῃ; Πάλιν τὸ ἅλας οὐχ ἑαυτὸ ἐπισφίγγει μόνον, ἀλλὰ καὶ τὰ σεσηπότα τῶν σωμάτων συστέλ‐ λει, καὶ οὐκ ἀφίησι διαῤῥυέντα ἀπολέσθαι. Οὕτω δὴ | |
35 | καὶ σὺ, ἐπειδὴ ἅλας σε κατεσκεύασεν ὁ Θεὸς πνευ‐ ματικὸν, τὰ σεσηπότα μέλη, τουτέστι, τοὺς ῥᾳθύμους ἀδελφῶν καὶ βαναύσους ἐπίσφιγξον καὶ σύστειλον, καὶ τῆς ῥᾳθυμίας, ὥσπερ τινὸς σηπεδόνος, ἀπαλλά‐ ξας, ἕνωσον τῷ λοιπῷ σώματι τῆς Ἐκκλησίας. Διὰ | |
40 | τοῦτό σε καὶ ζύμην ἐκάλεσε· καὶ γὰρ καὶ ἡ ζύμη οὐχ ἑαυτὴν ζυμοῖ, ἀλλὰ τὸ λοιπὸν φύραμα τὸ πολὺ καὶ ἄφατον ἡ μικρὰ καὶ βραχεῖα. Οὕτω δὴ καὶ ὑμεῖς· εἰ καὶ ὀλίγοι ἐστὲ κατὰ τὸν ἀριθμὸν, ἀλλὰ πολλοὶ καὶ δυνατοὶ τῇ πίστει καὶ τῇ κατὰ Θεὸν γίνεσθε | |
45 | σπουδῇ. Ὥσπερ οὖν ἡ ζύμη οὐκ ἀσθενεῖ διὰ τὴν βραχύτητα, ἀλλὰ περιγίνεται διὰ τὴν ἐγκειμένην αὐτῇ θερμότητα καὶ τὴν τῆς ποιότητος δύναμιν· οὕτω δὴ καὶ ὑμεῖς δυνήσεσθε πολλῷ πλείους πρὸς τὴν αὐτὴν ὑμῖν ἐπαναγαγεῖν σπουδὴν, ἂν θέλητε. Εἰ δὲ | |
51.174(50) | τὸ θέρος προβάλλοιντο· καὶ γὰρ καὶ ταῦτα ἀκούω λε‐ | |
γόντων, ὅτι Σφοδρὸν τὸ πνῖγος νῦν, τὸ καῦμα ἀφόρη‐ | 173 | |
51.175 | τον, οὐκ ἰσχύομεν στενοχωρεῖσθαι καὶ θλίβεσθαι ἐν τῷ πλήθει, ἱδρῶτι πάντοθεν περιῤῥεόμενοι καὶ ἀχθόμε‐ νοι τῇ θέρμῃ καὶ τῇ στενοχωρίᾳ· αἰσχύνομαι μὲν ὑπὲρ αὐτῶν, πιστεύσατε· γυναικώδεις γὰρ αἱ σκή‐ | |
5 | ψεις, μᾶλλον δὲ οὐδὲ ἐκείναις πρὸς συγγνώμην ἀρ‐ κοῦσαι αἱ προφάσεις, αἷς μαλακώτερα τὰ σώματα, καὶ ἀσθενεστέρα ἡ φύσις. Πλὴν εἰ καὶ αἰσχρὸν τὸ ἀποκρίνασθαι πρὸς τὴν τοιαύτην ἀπολογίαν, ἀλλ’ ἀναγκαῖον ὅμως. Εἰ γὰρ ἐκεῖνοι τοιαῦτα προφασίζον‐ | |
10 | ται, καὶ οὐκ ἐρυθριῶσι, πολλῷ μᾶλλον ἡμᾶς οὐκ αἰ‐ σχύνεσθαι χρὴ πρὸς ταῦτα ἀντιλέγοντας. Τί οὖν εἴ‐ ποιμι τοῖς ταῦτα προβαλλομένοις; Τῶν τριῶν παίδων ἀναμνῆσαι αὐτοὺς βούλομαι τῶν ἐν τῇ καμίνῳ καὶ ἐν τῇ φλογὶ, οἳ πανταχόθεν αὐτοῖς περιτρέχον τὸ πῦρ ὁρῶν‐ | |
15 | τες, καὶ τῷ στόματι καὶ τοῖς ὀφθαλμοῖς, καὶ αὐτῇ περι‐ κεχυμένον τῇ ἀναπνοῇ, οὐκ ἐπαύσαντο τὸν ἱερὸν καὶ μυστικὸν ἐκεῖνον ὕμνον ᾄδοντες τῷ Θεῷ μετὰ τῆς κτίσεως, ἀλλὰ τῶν ἐν λειμῶνι διατριβόντων, ἐν μέσῃ τότε ἑστῶτες τῇ πυρᾷ, προθυμότερον τὴν εὐφημίαν τῷ | |
20 | κοινῷ τῶν ὅλων ἀνέπεμπον Δεσπότῃ· καὶ μετὰ τῶν τριῶν παίδων τούτων, τῶν λεόντων αὐτοῖς τῶν ἐν Βαβυλῶνι, καὶ τοῦ Δανιὴλ καὶ τοῦ λάκκου· οὐχὶ δὲ τούτου μόνου, ἀλλὰ καὶ ἑτέρου λάκκου καὶ προφήτου, καὶ βορβόρου μέχρι τραχήλου τὸν Ἱερεμίαν ἀποπνί‐ | |
25 | γοντος ἀναμνησθῆναι πάλιν αὐτοὺς ἀξιῶ. Καὶ ἀπὸ τῶν λάκκων ἀναβὰς, εἰσαγαγεῖν εἰς τὸ δεσμω‐ τήριον βούλομαι τούτους τοὺς τὸ καῦμα προβαλλομέ‐ νους, καὶ δεῖξαι τὸν Παῦλον ἐκεῖ καὶ τὸν Σίλαν τῷ ξύλῳ προσδεδεμένους, μωλώπων γέμοντας καὶ τραυ‐ | |
30 | μάτων, τῷ πλήθει τῶν πληγῶν ἅπαν καταξανθέντας τὸ σῶμα, ἐν μέσῃ τῇ νυκτὶ τὸν Θεὸν ὑμνοῦντας, καὶ τὴν ἱερὰν ἐκείνην παννυχίδα ἐπιτελοῦντας. Πῶς γὰρ οὐκ ἄτοπον τοὺς μὲν ἁγίους ἐκείνους, ἐν καμίνῳ, καὶ πυρὶ, καὶ λάκκῳ, καὶ θηρίοις, καὶ βορβόρῳ, καὶ | |
35 | δεσμωτηρίῳ, καὶ ξύλῳ, καὶ πληγαῖς, καὶ φυλακαῖς, καὶ τοῖς ἀφορήτοις ὄντας δεινοῖς, μηδὲν τούτων αἰ‐ τιᾶσθαι πώποτε, ἀλλὰ μετὰ πολλοῦ τοῦ τόνου καὶ προθυμίᾳ ζεούσῃ εὐχαῖς καὶ ὕμνοις ἱεροῖς ἐνδιατρί‐ βειν διηνεκῶς, ἡμᾶς δὲ οὐ μικρὸν, οὐ μέγα τῶν ἀπ‐ | |
40 | ηριθμημένων ὑπομείναντας παθῶν, διὰ καῦμα, καὶ θέρμην βραχεῖαν καὶ ἱδρῶτα, τῆς οἰκείας αὐτῶν ἀμε‐ λεῖν σωτηρίας, καὶ τὰς συνάξεις ἀφέντας ἕξω πλα‐ νᾶσθαι, συλλόγοις προσφθειρομένους οὐδὲν ἔχουσιν ὑγιές; Τοσαύτη δρόσος τῶν θείων λογίων, καὶ καῦμα | |
45 | προβάλλῃ; Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, φησὶν ὁ Χριστὸς, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλο‐ μένου εἰς ζωὴν αἰώνιον· καὶ πάλιν, Ὁ πιστεύων εἰς ἐμὲ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Πηγὰς | |
51.175(50) | ἔχων, εἰπέ μοι, καὶ ποταμοὺς πνευματικοὺς, καῦμα δέδοικας αἰσθητόν; ἐπὶ δὲ τῆς ἀγορᾶς, εἰπέ μοι, ἔνθα τοσοῦτος θόρυβος καὶ στενοχωρία καὶ πολὺς ὁ καύ‐ σων, πῶς οὐ προβάλλῃ πνῖγος καὶ θέρμην; Οὐ γὰρ δὴ τοῦτο ἔχεις ἂν εἰπεῖν, ὅτι ἐκεῖ μὲν ψυχροτέρας τῆς | |
55 | τοῦ ἀέρος φύσεως ἔστιν ἀπολαύειν, ἐνταῦθα δὲ ἅπαν ἡμῖν συνῆκται τὸ πνῖγος, ἀλλὰ πᾶν τοὐναντίον, ἐνταῦθα μὲν καὶ ἀπὸ τῆς ὑποκειμένης πλακὸς, καὶ ἀπὸ τῆς ἄλλης τοῦ οἴκου κατασκευῆς (καὶ γὰρ εἰς ὕψος ἀνέστη‐ κεν ἄφατον) κουφότερος καὶ ψυχρότερος ὁ ἀήρ· ἐκεῖ | |
60 | δὲ πολὺς μὲν ἥλιος πανταχοῦ, πολλὴ δὲ ἡ στενοχωρία καὶ καπνὸς καὶ κόνις, καὶ ἕτερα πολλῷ πλείονα τού‐ | |
των ἐπιτείνοντα τὴν ἀηδίαν. Ὅθεν δῆλον, ὅτι ῥᾳθυ‐ | Column end | |
51.176 | μίας καὶ ψυχῆς ἀναπεπτωκυίας καὶ τῆς τοῦ Πνεύ‐ ματος φλογὸς ἀπεστερημένης αὗται αἱ προφάσεις αἱ ἄλογοι. γʹ. Ταῦτα οὐχὶ πρὸς ἐκείνους τοσοῦτον ἀποτεινόμενος | |
5 | λέγω νῦν, ὅσον πρὸς ὑμᾶς τοὺς οὐκ ἐπισπωμένους, τοὺς οὐκ ἀνιστῶντας αὐτοὺς ἀπὸ τῆς ῥᾳθυμίας, καὶ πρὸς τὴν σωτηρίαν ταύτην ἕλκοντας τράπεζαν. Καὶ οἰκέται μὲν κοινὴν μέλλοντες ἐκπληροῦν διακονίαν, τοὺς αὑτῶν συνδούλους καλοῦσιν· ὑμεῖς δὲ ἐπὶ τὴν | |
10 | πνευματικὴν ταύτην μέλλοντες ἀπαντᾷν ὑπηρεσίαν, περιορᾶτε τοὺς ὁμοδούλους τοῦ κέρδους ἀποστερου‐ μένους. Τί οὖν, εἰ μὴ βούλοιντο, φησί; Ποίησον αὐτοὺς βουληθῆναι τῇ συνεχεῖ προσεδρείᾳ· ἂν γὰρ ἴδωσιν ἐπικειμένους ἡμᾶς, πάντως βουλήσονται. | |
15 | Ἀλλὰ γὰρ σκῆψις ταῦτα καὶ πρόφασις. Πόσοι γοῦν ἐνταῦθα πατέρες εἰσὶ καὶ τοὺς υἱοὺς οὐκ ἔχουσι μεθ’ ἑαυτῶν ἑστῶτας; μὴ καὶ τῶν τέκνων ἐπισπάσασθαί σοι δύσκολον ἦν; Ὅθεν δῆλον ὅτι καὶ οἱ λοιποὶ οὐ παρὰ τὴν οἰκείαν ῥᾳθυμίαν μόνον, ἀλλὰ καὶ παρὰ | |
20 | τὴν ὑμετέραν ὑπεροψίαν ἔξω μένουσιν. Ἀλλ’ εἰ καὶ μὴ πρότερον, νῦν γοῦν διανάστητε, καὶ μετὰ τοῦ μέλους ἕκαστος εἰς τὴν ἐκκλησίαν εἰσιέτω, καὶ πατὴρ υἱὸν, καὶ υἱὸς τὸν γεγεννηκότα, καὶ γυναῖκας ἄνδρες, καὶ ἄνδρας γυναῖκες, καὶ δεσπότης δοῦλον, καὶ ἀδελ‐ | |
25 | φὸς ἀδελφὸν, καὶ φίλος φίλον διεγειρόντων καὶ παρορμώντων πρὸς τὴν ἐνταῦθα σύνοδον· μᾶλλον δὲ μὴ τοὺς φίλους μόνον, ἀλλὰ καὶ τοὺς ἐχθροὺς καλῶ‐ μεν ἐπὶ τὸν κοινὸν τοῦτον τῶν ἀγαθῶν θησαυρόν. Ἂν ἴδῃ σου τὴν πρόνοιαν ὁ ἐχθρὸς, καταλύσει τὴν | |
30 | ἀπέχθειαν πάντως. Εἰπὲ πρὸς αὐτόν· Οὐκ αἰσχύνῃ Ἰουδαίους, οὐδὲ ἐρυθριᾷς, οἳ μετὰ τοσαύτης ἀκριβείας τὸ σάββατον φυλάττουσι, καὶ ἀπὸ τῆς ἑσπέρας αὐτῆς πάσης ἐρ‐ γασίας ἀφίστανται; Κἂν ἴδωσι τὸν ἥλιον πρὸς δυσμὰς | |
35 | ἐπειγόμενον ἐν τῇ τῆς παρασκευῆς ἡμέρᾳ, καὶ συμ‐ βόλαια διακόπτουσι, καὶ πράσεις διατέμνουσι· κἂν πριάμενός τις παρ’ αὐτῶν πρὸ τῆς ἑσπέρας, ἐν ἑσπέρᾳ τὴν τιμὴν ἔλθῃ κομίζων, οὐκ ἀνέχονται λα‐ βεῖν, οὐδὲ ὑποδέξασθαι τὸ ἀργύριον. Καὶ τί λέγω | |
40 | τιμὴν ὠνίων καὶ συμβόλαια; κἂν θησαυρὸν ἐξῆν λα‐ βεῖν, ἕλοιντ’ ἂν ἀπολέσαι τὸ κέρδος, ἢ καταπατῆσαι τὸν νόμον. Εἶτα Ἰουδαῖοι μὲν, καὶ ταῦτα ἀκαίρως τηροῦντες τὸν νόμον οὕτως εἰσὶν ἀκριβεῖς, καὶ φυ‐ λακῆς ἀντέχονται οὐδὲν αὐτοὺς ὠφελούσης, ἀλλὰ καὶ | |
45 | καταβλαπτούσης· σὺ δὲ, ὁ τῆς σκιᾶς ἀνώτερος, ὁ τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν καταξιωθεὶς, ὁ πρὸς τὴν τῶν οὐρανῶν πολιτείαν τελῶν, οὐδὲ τὴν αὐτὴν ἐκεί‐ νοις ἐπιδείκνυσαι σπουδὴν τοῖς τῇ κακίᾳ προσεδρεύου‐ σιν ἀκαίρως, ὁ τὴν ἀλήθειαν ἐγχειρισθεὶς, ἀλλὰ μι‐ | |
51.176(50) | κρὸν μέρος ἡμέρας ἐνταῦθα καλούμενος, οὐδὲ τοῦτο ὑπομένεις ἀναλῶσαι πρὸς τὴν τῶν θείων ἀκρόασιν λογίων; καὶ ποίας ἂν τύχοις συγγνώμης, εἰπέ μοι; τίνα δὲ ἕξεις ἀπολογίαν εἰπεῖν εὔλογον καὶ δικαίαν; Οὐκ ἔστιν, οὐκ ἔστι τὸν οὕτως ἀμελῆ καὶ ῥᾴθυμον | |
55 | συγγνώμης τυχεῖν ποτε, κἂν μυριάκις ἀνάγκας προ‐ βάλληται πραγμάτων βιωτικῶν. Οὐκ οἶδας, ὅτι ἐὰν ἐλθὼν προσκυνήσῃς τὸν Θεὸν, καὶ μετάσχῃς τῆς ἐν‐ ταῦθα διατριβῆς, μᾶλλόν σοι τὰ ἐν χερσὶν εὐμαρίζε‐ ται πράγματα; Βιωτικὰς ἔχεις φροντίδας; Διὰ ταύ‐ | |
60 | τας μὲν οὖν ἐνταῦθα ἀπάντησον, ἵνα τὴν εὔνοιαν | 175 |
51.177 | ἐπισπασάμενος τοῦ Θεοῦ διὰ τῆς ἐνταῦθα διατριβῆς, οὕτω μετ’ ἀσφαλείας ἐξέλθῃς· ἵνα ἔχῃς αὐτὸν σύμμα‐ χον, ἵνα ἀκαταγώνιστος γένῃ τοῖς δαίμοσιν ὑπὸ τῆς ἄνωθεν βοηθούμενος χειρός. Ἂν ἀπολαύσῃς εὐχῶν | |
5 | πατρικῶν, ἂν μετάσχῃς κοινῆς εὐχῆς, ἂν ἀκούσῃς θείων λογίων, ἂν ἐπισπάσῃ τοῦ Θεοῦ τὴν βοήθειαν, ἂν τούτοις τοῖς ὅπλοις φραξάμενος οὕτως ἐξέλθῃς, οὐδὲ αὐτὸς ὁ διάβολος ἀντιβλέψαι δυνήσεταί σοι λοι‐ πὸν, μήτι γε ἄνθρωποι πονηροὶ, σπουδάζοντες ἐπη‐ | |
10 | ρεάζειν καὶ συκοφαντεῖν. Ἂν δὲ ἀπὸ τῆς οἰκίας ἐπὶ τὴν ἀγορὰν ἔλθῃς, γυμνὸς τῶν ὅπλων τούτων εὑρε‐ θεὶς, εὐχείρωτος ἔσῃ τοῖς ἐπηρεάζουσιν ἅπασι. Διὰ τοῦτο πολλὰ καὶ ἐν τοῖς κοινοῖς καὶ ἐν τοῖς ἰδίοις πράγμασι παρὰ γνώμην ἡμῖν ἀπαντᾷ, ὅτι οὐ περὶ | |
15 | τὰ πνευματικὰ πρῶτον ἐσπουδάκαμεν, καὶ τότε περὶ τὰ βιωτικὰ, ἀλλ’ ἀντεστρέψαμεν τὴν τάξιν. Διὰ τοῦτο καὶ ἡ τῶν πραγμάτων ἀκολουθία καὶ εὐθύτης ἀντ‐ έστραπται, καὶ πολλῆς ἡμῖν ἅπαντα γέμει ταραχῆς. Πῶς οἴεσθέ με ὀδυνᾶσθαι καὶ ἀλγεῖν, ὅταν ἐννοήσω, | |
20 | ὅτι πανηγύρεως μὲν καὶ ἑορτῆς ἐπιστάσης, κἂν μη‐ δεὶς ὁ καλῶν ᾖ, πᾶσα ἡ πόλις συντρέχει· πα‐ νηγύρεως δὲ καὶ ἑορτῆς ἀπελθούσης, κἂν ἅπασαν τὴν ἡμέραν διατελέσωμεν διαῤῥηγνύντες ἑαυτοὺς καὶ κα‐ λοῦντες ὑμᾶς, οὐδεὶς ὁ προσέχων ἐστί; Ταῦτα γὰρ | |
25 | πολλάκις ἐν διανοίᾳ στρέφων, χαλεπῶς ἀνεστέναξα, καὶ πρὸς ἐμαυτὸν εἶπον· Τί δεῖ παραινέσεως, ἢ συμ‐ βουλῆς, συνηθείᾳ ἁπλῶς ἅπαντα ποιούντων ὑμῶν, καὶ οὐδὲν ἀπὸ τῆς διδασκαλίας προθυμοτέρων γινο‐ μένων τῆς ἡμετέρας; Ὅταν γὰρ ἐν ἑορταῖς μὲν μη‐ | |
30 | δὲν δεήσητε τῆς παρ’ ἡμῶν παραινέσεως, ἀπελθου‐ σῶν δὲ ἐκείνων μηδὲν ὠφελῆσθε παρὰ τῆς ἡμετέρας διδασκαλίας, οὐχὶ περιττὸν ἡμῶν ἀποφαίνετε τὸν λό‐ γον, τό γε εἰς ὑμᾶς ἧκον; δʹ. Τάχα ἀλγοῦσι πολλοὶ τῶν ταῦτα ἀκουόντων. Ἀλλ’ | |
35 | οὐχ οὕτως οἱ ῥᾳθυμοῦντες ἴσασιν· εἰ γὰρ, ἂν ἀπ‐ έθεντο τὴν ὀλιγωρίαν, ὡς ἡμεῖς οἱ καθ’ ἑκάστην ἡμέ‐ ραν τὰ ὑμέτερα μεριμνῶντες. Τί τοσοῦτον κερδαίνεις ἐκ τῶν ἔξωθεν πραγμάτων, ὅσον ζημιοῖς ἑαυτόν; Οὐκ ἔστιν ἐξ ἑτέρας συνάξεως ἢ συνόδου τοσοῦτον κέρδος | |
40 | λαβόντας ἀπελθεῖν, ὅσον ἀπὸ τῆς ἐνταῦθα διατριβῆς· κἂν δικαστήριον λέγῃς, κἂν βουλευτήριον, κἂν αὐτὰ τὰ βασίλεια. Οὐ γὰρ οἰκονομίαν τῶν ἐθνῶν καὶ πό‐ λεων, οὐδὲ στρατοπέδων ἐπιστασίαν τοῖς ἐνταῦθα εἰσιοῦσιν ἐγχειρίζομεν, ἀλλ’ ἑτέραν ἀρχὴν καὶ αὐ‐ | |
45 | τῆς τῆς βασιλείας σεμνοτέραν· μᾶλλον δὲ οὐχ ἡμεῖς ἐγχειρίζομεν, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις. Τίς οὖν ἐστιν ἡ ἀρχὴ ἡ τῆς βασιλείας σεμνοτέρα, ἢν οἱ ἐνταῦθα εἰσιόντες λαμβάνουσι; Παιδεύονται τῶν ἀτόπων κρατεῖν, βασιλεύειν ἐπιθυμίας πονηρᾶς, | |
51.177(50) | ἄρχειν ὀργῆς ἀποτάσσειν φθόνον, δουλοῦσθαι κενο‐ δοξίαν. Οὐκ ἔστιν οὕτω βασιλεὺς σεμνὸς, ὁ ἐπὶ τοῦ θρόνου καθήμενος τοῦ βασιλικοῦ, καὶ διάδημα περι‐ κείμενος, ὡς ἄνθρωπος τὸν ὀρθὸν ἐν ἑαυτῷ λογισμὸν | |
ἐπὶ τὸν θρόνον τῆς ἀρχῆς τῶν δουλοπρεπῶν παθῶν | Column end | |
51.178 | ἀναβιβάσας, καὶ τῇ κατ’ ἐκείνων δεσποτείᾳ, καθά‐ περ τινὶ διαδήματι λαμπρῷ, τὴν κεφαλὴν ἀναδήσας. Τί γὰρ ὄφελος ἁλουργίδος, εἰπέ μοι, καὶ χρυσῶν ἱματίων καὶ διαλίθου στεφάνου, ὅταν ἡ ψυχὴ τῶν | |
5 | παθῶν αἰχμάλωτος ᾖ; τί κέρδος ἐκ τῆς ἔξωθεν ἐλευ‐ θερίας, ὅταν κυριώτερον ἐν ἡμῖν δουλαγωγῆται αἰ‐ σχρῶς καὶ ἐλεεινῶς; Ὥσπερ γὰρ πυρετοῦ πρὸς τὸ βάθος καταδυομένου, καὶ τὰ ἔνδον ἅπαντα κατα‐ φλέγοντος, οὐδὲν ὄφελος ἐκ τῆς ἄνωθεν ἐπιφανείας | |
10 | τοῦ σώματος, ἂν μηδὲν πάσχῃ τοιοῦτον· οὕτως, τῆς ψυχῆς ἡμῖν ὑπὸ τῶν ἔνδον παθῶν παρασυρομέ‐ νης, οὐδὲ ὄφελος τῆς ἔξωθεν ἀρχῆς, οὐδὲ τῆς καθ‐ έδρας τῆς βασιλικῆς, ὅταν ὁ νοῦς μετὰ πολλῆς τυραν‐ νίδος ἀπὸ τοῦ θρόνου τῆς βασιλείας ὑπὸ τῶν παθῶν | |
15 | καταστρέφηται, καὶ ὑποκύπτῃ καὶ τρέμῃ τὰς ἐπανα‐ στάσεις αὐτῶν. Ὅπερ ἵνα μὴ γένηται, προφῆται καὶ ἀπόστολοι πάντοθεν συντρέχουσι, καταστέλλοντες ἡμῶν τὰ πάθη, καὶ τῆς ἐν ἡμῖν ἀλογίας τὴν θηριω‐ δίαν πᾶσαν ἐκβάλλοντες, καὶ τὴν πολλῷ τῆς βασι‐ | |
20 | λείας σεμνοτέραν ἀρχὴν ἡμῖν ἐγχειρίζοντες. Διὰ τοῦτο ἔλεγον, ὅτι οἱ ταύτης ἑαυτοὺς ἀποστεροῦντες τῆς ἐπιμελείας περὶ τὰ καίρια λαμβάνουσι τὴν πληγὴν, ζημίαν ὑπομένοντες, ὅσην οὐδαμόθεν ἄλλοθεν· ἐπειδὴ καὶ κέρδη κερδαίνουσιν ἐνταῦθα ἐρχόμενοι, ὅσα | |
25 | οὐδαμόθεν ἑτέρωθεν κερδᾶναι δύναιντ’ ἄν· ὥσπερ οὖν καὶ ὁ λόγος ἀπέδειξεν. Οὐκ ὀφθήσῃ ἐνώπιον Κυ‐ ρίου κενὸς, ὁ νόμος ἔλεγε· τουτέστι, χωρὶς θυσιῶν μὴ εἰσέλθῃς. Εἰ δὲ χωρὶς θυσιῶν οὐ δεῖ εἰσιέναι εἰς οἶκον Θεοῦ, πολλῷ μᾶλλον εἰς συνάξεις μετὰ ἀδελ‐ | |
30 | φῶν χρή· βελτίων γὰρ ἐκείνης αὕτη ἡ θυσία καὶ ἡ προσφορὰ, ὅταν ψυχὴν μετὰ σαυτοῦ λαβὼν εἰσέλ‐ θῃς, Οὐχ ὁρᾶτε τὰς περιστερὰς τὰς μεμελετηκυίας, πῶς ἐξιοῦσαι θηρεύουσιν ἑτέρας; Τοῦτο καὶ ἡμεῖς ποιῶμεν. Ποία γὰρ ἔσται σκῆψις, ὅταν τῶν ἀλόγων | |
35 | τὸ ὁμόφυλον ζῶον δυναμένων θηρεύειν, ἡμεῖς οἱ λό‐ γῳ τιμηθέντες καὶ σοφίᾳ τοσαύτῃ, τῆς τοιαύτης ἄγρας ὑπερορῶμεν; Παρῄνεσα τῇ προτέρᾳ διαλέξει λέγων· Ἕκαστος ὑμῶν εἰς τὰς οἰκίας ἀπαντήσατε τῶν πλησίον, ἀναμείνατε ἐξελθόντας, κατάσχετε, καὶ | |
40 | ἐπαναγάγετε πρὸς τὴν κοινὴν μητέρα· καὶ τοὺς θεα‐ τρομανοῦντας μιμήσασθε, οἳ μετὰ πάσης σπουδῆς ἀλλήλοις συνταξάμενοι, οὕτως ὑπὸ τὴν ἕω πρὸς τὴν παράνομον ἀναμένουσι θέαν ἐκείνην. Ἀλλ’ οὐδὲν πλέον ἡμῖν γέγονεν ἀπὸ τῆς παραινέσεως ἐκείνης. | |
45 | Διὰ τοῦτο πάλιν λέγω, καὶ λέγων οὐ παύσομαι, ἕως ἂν πείσω. Οὐδὲν ὠφελεῖ ἀκρόασις, ἐὰν μὴ πρᾶξις αὐτῇ παρῇ. Βαρυτέραν οὖν ἡμῖν ποιεῖ τὴν τιμωρίαν, ὅταν συνεχῶς τῶν αὐτῶν ἀκούοντες. μηδὲν τῶν λεγο‐ μένων ποιῶμεν. Καὶ ὅτι βαρυτέρα ἡ κόλασίς ἐστιν, | |
51.178(50) | ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Εἰ μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔχουσι περὶ τῆς ἁμαρτίας· καὶ ὁ Ἀπόστολος δὲ, Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δι‐ καιωθήσονται. Καὶ πρὸς τοὺς μὲν ἀκούοντάς φησι | |
55 | ταῦτα· βουλόμενος δὲ καὶ τὸν λέγοντα παιδεῦσαι, ὅτι οὐδὲ ἐκείνῳ κέρδος ἔσται τι πλέον ἀπὸ τῆς διδασκα‐ λίας, ὅταν μὴ πολιτείαν ἔχῃ τῇ διδασκαλίᾳ συνεζευ‐ γμένην, καὶ συμβαίνοντα τῷ λόγῳ τὸν βίον, ἄκουσον | |
πῶς καὶ ὁ Ἀπόστολος πρὸς αὐτὸν ἀποτείνεται, καὶ ὁ | 177 | |
51.179 | Προφήτης. Ὁ μὲν γάρ φησι· Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεὸς, Ἵνα τί σὺ ἐκδιηγῇ τὰ δικαιώματά μου, καὶ ἀναλαμβάνεις τὴν διαθήκην μου διὰ στόματός σου, σὺ δὲ ἐμίσησας παιδείαν; Ὁ δὲ | |
5 | Ἀπόστολος πρὸς αὐτοὺς τούτους πάλιν ἀποτεινόμενος, τοὺς ἐπὶ τῇ διδασκαλίᾳ μέγα φρονοῦντας, οὕτω πως φησί· Πέποιθας σεαυτὸν ὁδηγὸν εἶναι τυφλῶν, φῶς τῶν ἐν σκότει, παιδευτὴν ἀφρόνων, διδά‐ σκαλον νηπίων· ὁ οὖν διδάσκων ἕτερον, σεαυ‐ | |
10 | τὸν οὐ διδάσκεις; Ἐπεὶ οὖν οὔτε ἐμὲ τὸν λέγοντα τὸ λέγειν, οὔτε ὑμᾶς τοὺς ἀκούοντας τὸ ἀκούειν ἄνευ τοῦ πείθεσθαι τοῖς λεγομένοις ὠφελῆσαι δύναιτ’ ἂν, ἀλλὰ καὶ καταδικάζει πλέον, μὴ μέχρι τῆς ἀκροά‐ σεως τὴν σπουδὴν ἐπιδειξώμεθα, ἀλλ’ ἐπὶ τῶν ἔργων | |
15 | φυλάττωμεν τὰ λεγόμενα. Καλὸν μὲν γὰρ τὸ διηνε‐ κῶς ἐνδιατρίβειν θείων ἀκροάσει λογίων· ἀλλὰ τὸ κα‐ λὸν τοῦτο ἄχρηστον γίνεται, ὅταν τὴν ἐκ τῆς ὑπακοῆς ὠφέλειαν μὴ ἔχῃ συνεζευγμένην. Ἵνα οὖν μὴ μάτην ἐνταῦθα συλλέγησθε, μετὰ πάσης σπουδῆς, ὃ πολλά‐ | |
20 | κις ὑμῶν ἐδεήθην, καὶ δεόμενος οὐ παύσομαι, τοὺς ἀδελφοὺς ἡμῖν ἐπισπάσασθε, τοὺς πλανωμένους παρ‐ αινέσατε, συμβουλεύσατε μὴ λόγῳ μόνον, ἀλλὰ καὶ ἔργῳ. Μείζων αὕτη ἡ διδασκαλία ἡ διὰ τῶν τρόπων, ἡ διὰ τῆς πολιτείας. Κἂν μηδὲν εἴπῃς, ἐξέλθῃς δὲ ἀπὸ | |
25 | συνάξεως, διὰ τοῦ σχήματος, καὶ τοῦ βλέμματος, καὶ τῆς φωνῆς, καὶ τῆς βαδίσεως, καὶ τῆς ἄλλης ἁπάσης καταστολῆς ἐμφαίνων τοῖς ἀπολειφθεῖσιν ἀνθρώποις τὸ κέρδος, ὅπερ ἐντεῦθεν ἐξῆλθες λαβὼν, ἀρκεῖ τοῦτο εἰς παραίνεσιν καὶ συμβουλήν. Οὕτω γὰρ ἡμᾶς ἐν‐ | |
30 | τεῦθεν ἐξιέναι δεῖ, ὥσπερ ἐξ ἱερῶν ἀδύτων, ὥσπερ ἐξ αὐτῶν καταβάντας τῶν οὐρανῶν, γενομένους κατ‐ εσταλμένους, φιλοσοφοῦντας, ῥυθμῷ πάντα καὶ ποι‐ οῦντας καὶ λέγοντας· καὶ γυνὴ τὸν ἄνδρα ὁρῶσα ἀπὸ συνάξεως ἀναχωροῦντα, καὶ τὸν υἱὸν πατὴρ, καὶ τὸν | |
35 | πατέρα ὁ παῖς, καὶ τὸν δεσπότην ἡ δοῦλος, καὶ τὸν φίλον ὁ φίλος, καὶ τὸν ἐχθρὸν ὁ ἐχθρὸς, λαμβανέτω‐ σαν ἅπαντες αἴσθησιν τῆς ἐνταῦθα γενομένης ἡμῖν ὠφελείας· λήψονται δὲ, ἂν πραοτέρων, ἂν φιλοσο‐ φωτέρων, ἂν εὐλαβεστέρων ὑμῶν γεγενημένων αἰ‐ | |
40 | σθάνωνται. Ἐννόησον οἵας ἀπολαύεις μυσταγωγίας ὁ μεμυημένος σὺ, μετὰ τίνων ἀναπέμπεις τὸ μυστικὸν μέλος ἐκεῖνο, μετὰ τίνων βοᾷς τὸ, Τρισάγιος. Δίδαξον τοὺς ἔξωθεν, ὅτι μετὰ τῶν σεραφὶμ ἐχόρευσας, ὅτι εἰς τὸν δῆμον τὸν ἄνω τελεῖς, ὅτι εἰς τὸν χορὸν ἐν‐ | |
45 | εγράφης τὸν τῶν ἀγγέλων, ὅτι τῷ Δεσπότῃ διελέχθης, ὅτι τῷ Χριστῷ συνεγένου. Ἂν οὕτως ἑαυτοὺς ῥυθμί‐ ζωμεν, οὐδὲν ἐξελθόντες δεησόμεθα λόγου πρὸς τοὺς ἀπολειφθέντας· ἀλλ’ ἀπὸ τῆς ἡμετέρας ὠφελείας, τῆς οἰκείας αἰσθήσονται ζημίας, καὶ δραμοῦνται τα‐ | |
51.179(50) | χέως, ὥστε τῶν αὐτῶν ἀπολαῦσαι. Τὸ γὰρ κάλλος ὑμῶν τῆς ψυχῆς διὰ τῶν αἰσθήσεων αὐτῶν ἀπο‐ λάμπον ὁρῶντες, κἂν ἁπάντων ὦσι νωθρότεροι, εἰς ἔρωτα τῆς εὐπρεπείας ἐμπεσοῦνται τῆς ὑμετέρας. Εἰ γὰρ σώματος κάλλος ἀναπτεροῖ τοὺς ὁρῶντας, | |
55 | πολλῷ μᾶλλον εὐμορφία ψυχῆς διεγείραι δύναιτ’ ἂν τὸν θεατὴν, καὶ πρὸς τὸν ἴσον παρακαλέσαι ζῆλον. Καλλωπίσωμεν τοίνυν ἡμῶν τὸν ἔσω ἄνθρωπον, καὶ τῶν ἐνταῦθα λεγομένων ἔξω μνημονεύωμεν· ἐκεῖ γὰρ | |
αὐτῶν μάλιστα τῆς μνήμης ὁ καιρός· καὶ καθάπερ | Column end | |
51.180 | ἀθλητὴς, ἅπερ ἂν ἐπὶ τῆς παλαίστρας μανθάνῃ, ταῦτα ἐπὶ τῶν ἀγώνων ἐπιδείκνυται· οὕτω δὴ καὶ ἡμᾶς, ἅπερ ἂν ἐνταῦθα ἀκούωμεν, ταῦτα ἐπὶ τῶν ἔξωθεν πραγμάτων ἐπιδείκνυσθαι χρή. | |
5 | εʹ. Μνημόνευσον τοίνυν τῶν ἐνταῦθα λεγομένων, ἵν’, ὅτε ἐξέλθῃς, καὶ ἐπιλάβηταί σου ὁ διάβολος, ἢ δι’ ὀργῆς, ἢ διὰ κενοδοξίας, ἢ δι’ ἄλλου τινὸς πάθους, ἀναμνησθεὶς τῆς ἐνταῦθα διδασκαλίας, δυνηθῇς ῥᾳ‐ δίως ἀποδύσασθαι τὰ ἅμματα τοῦ πονηροῦ. Οὐχ ὁρᾶτε | |
10 | ἐν τοῖς σκάμμασι τοὺς παιδοτρίβας, οἳ μετὰ μυρίους ἄθλους ἀτέλειαν λοιπὸν τῶν παλαισμάτων ἀπὸ τῆς ἡλικίας λαβόντες, ἔξω τῶν σκαμμάτων καθήμενοι παρὰ τὴν κόνιν αὐτὴν, τοῖς ἔνδον οὖσι καὶ παλαίουσιν ὑποφωνοῦσιν, ὥστε χεῖρα κατασχεῖν, ὥστε σκέλος | |
15 | ἑλκύσαι, ὥστε λαβεῖν μετὰ τὰ νῶτα, καὶ ἕτερα πολλὰ τοιαῦτα λέγοντες, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, ἐκτενεῖς ῥᾳδίως τὸν ἀνταγωνιστὴν, τὰ μέγιστα συν‐ τελοῦσι τοῖς μαθηταῖς; Καὶ σὺ τὸν παιδοτρίβην τὸν σὸν ὅρα, τὸν μακάριον Παῦλον, ὃς μετὰ μυρίους στε‐ | |
20 | φάνους ἔξω τοῦ σκάμματος καθήμενος νῦν, τῆς παρούσης λέγω ζωῆς, τοῖς παλαίουσιν ἡμῖν ὑποφωνεῖ, καὶ βοᾷ διὰ τῶν Ἐπιστολῶν, ὅταν ἴδῃ κατα‐ σχεθέντας ὑπὸ ὀργῆς καὶ ὑπὸ μνησικακίας, καὶ ἀπο‐ πνιγομένους ὑπὸ τοῦ πάθους, Ἐὰν πεινᾷ ὁ ἐχθρός | |
25 | σου, ψώμιζε αὐτόν. Καὶ καθάπερ ὁ παιδοτρίβης λέγει, ὅτι ἂν τὸ καὶ τὸ ποιήσῃς, περιέσῃ τοῦ ἀντ‐ αγωνιστοῦ, οὕτω καὶ οὗτος προστίθησι· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφα‐ λὴν αὐτοῦ. Ἀλλὰ γὰρ μεταξὺ τούτου τοῦ ἀναγινώ‐ | |
30 | σκειν με τὸν νόμον, ἐπῆλθε τὸ δοκοῦν φύεσθαι ζή‐ τημα ἐξ αὐτοῦ, καὶ πολλοῖς παρέχειν κατὰ τοῦ Παύ‐ λου λαβὴν, ὅπερ προθεῖναι τήμερον εἰς μέσον ὑμῖν. Τί ποτ’ οὖν ἐστι τὸ ὑφορμοῦν ταῖς διανοίαις τῶν μὴ μετὰ ἀκριβείας ἅπαντα ἐξετάζειν βουλομένων; | |
35 | Ἀπάγων ὀργῆς ὁ Παῦλος, φησὶ, καὶ πείθων ἐπιει‐ κεῖς εἶναι καὶ μετρίους τοῖς πέλας, μᾶλλον αὐτοὺς ἐξεθηρίωσε, καὶ πρὸς θυμὸν ἐπῆρε. Τὸ μὲν γὰρ εἰπεῖν, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτὸν, καλὸν ἐπίταγμα καὶ φιλο‐ | |
40 | σοφίας γέμον, καὶ τῷ ποιοῦντι καὶ τῷ πάσχοντι χρήσιμον· τὸ δὲ ἐντεῦθεν λοιπὸν πολλὴν ἔχει τὴν ἀπορίαν, καὶ δοκεῖ μὴ συμβαίνειν τῇ γνώμῃ τοῦ τὰ πρότερα εἰρηκότος. Ποῖον δὲ τοῦτο; Τὸ λέγειν, ὅτι Ποιῶν τοῦτο, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν | |
45 | κεφαλὴν αὐτοῦ. Διὰ γὰρ τούτων τῶν ῥημάτων καὶ τὸν ποιοῦντα καὶ τὸν πάσχοντα ἠδίκησε· τοῦ μὲν τὴν κεφαλὴν ἀνάψας, καὶ πυρὸς ἄνθρακας ἐπιθείς. Τί γὰρ τοσοῦτον ἀπὸ τοῦ ψωμίζεσθαι καὶ ποτίζεσθαι γένοιτ’ ἂν ἀγαθὸν, ὅσον κακὸν ἀπὸ τῆς τῶν ἀνθράκων σω‐ | |
51.180(50) | ρείας; Τὸν μὲν οὖν εὖ πάσχοντα, φησὶν, οὕτως ἠδί‐ κησεν, εἰς μείζονα ἐμβαλὼν τιμωρίαν, τὸν δὲ εὖ ποιοῦντα πάλιν ἑτέρως κατέβλαψε. Τί γὰρ καὶ οὗτος τῆς ἀπὸ τῶν ἐχθρῶν εὐεργεσίας κερδᾶναι δύναται, ὅταν ἐλπίδι τῆς τιμωρίας αὐτὸ ποιῇ; Ὁ γὰρ διὰ | |
55 | τοῦτο τρέφων καὶ ποτίζων τὸν ἐχθρὸν, ἵνα ἄνθρακας σωρεύσῃ πυρὸς ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, οὐχὶ φιλάν‐ θρωπος καὶ χρηστὸς, ἀλλ’ ὠμὸς καὶ ἀπηνὴς γένοιτ’ ἂν, διὰ μικρᾶς εὐεργεσίας ἄφατον ἐμβαλὼν κόλασιν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον τοῦ διὰ τοῦτο τρέ‐ | |
60 | φοντος, ἵνα σωρεύσῃ πυρὸς ἄνθρακας ἐπὶ τὴν τοῦ | 179 |
51.181 | τρεφομένου κεφαλήν; Ἡ μὲν οὖν ἀντίθεσις αὕτη· δεῖ δὲ λοιπὸν τὴν λύσιν ἐπαγαγεῖν, ἵνα δι’ αὐτῶν τούτων τῶν δοκούντων ἐπιλαμβάνεσθαι τῶν τοῦ νόμου γραμ‐ μάτων ἴδῃς ἀκριβῶς τοῦ νομοθέτου τὴν σοφίαν ἅπα‐ | |
5 | σαν. Τίς οὖν ἐστιν ἡ λύσις; Συνεῖδε τοῦτο καλῶς ὁ μέγας καὶ γενναῖος ἀνὴρ ἐκεῖνος, ὅτι βαρὺ καὶ χαλεπὸν πρᾶγμα, ἐχθρῷ καταλ‐ λαγῆναι ταχέως· βαρὺ δὲ καὶ χαλεπὸν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τὴν ἡμετέ‐ | |
10 | ραν. Αὐτὸς δὲ οὐχὶ καταλλαγῆναι μόνον ἐκέλευσεν, ἀλλὰ καὶ θρέψαι, ὃ πολὺ τοῦ προτέρου βαρύτερον ἦν. Εἰ γὰρ βλέποντες μόνον τοὺς λελυπηκότας τινὲς ἐκ‐ θηριοῦνται, πῶς ἂν εἵλοντο θρέψαι πεινῶντας; Καὶ τί λέγω, βλέποντες; Ἂν μνησθῇ τις αὐτῶν, καὶ τὴν | |
15 | προσηγορίαν εἰς μέσον ἐνέγκῃ μόνον, ἀνανεοῖ τὴν πληγὴν τῆς διανοίας ἡμῖν, καὶ μείζω ποιεῖ τὴν φλεγμονήν. Ταῦτ’ οὖν ἅπαντα συνιδὼν ὁ Παῦλος, καὶ βουλόμενος τὸ δυσκατόρθωτον τοῦτο καὶ χαλεπὸν εὔ‐ κολον ποιῆσαι καὶ ῥᾴδιον, καὶ πεῖσαι τὸν μηδὲ ἰδεῖν | |
20 | ἀνεχόμενον τὸν ἐχθρὸν εἰς εὐεργεσίαν τὴν ἐκεί‐ νου γενέσθαι, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, ἵν’ ἐλπίδι τῆς τιμωρίας προτραπεὶς, ἐπιδράμῃ τῇ τοῦ λελυπηκότος εὐεργεσίᾳ. Καὶ καθάπερ ὁ ἁλιεὺς πάντο‐ θεν τὸ ἄγκιστρον περιστέλλων τῷ δελέατι, προσ‐ | |
25 | τίθησι τοῖς ἰχθύσιν, ἵνα προσδραμὼν τῇ συνήθει τρο‐ φῇ, δι’ ἐκείνης ἁλῷ καὶ κατασχεθῇ ῥᾳδίως· οὕτω δὴ καὶ ὁ Παῦλος, βουλόμενος εἰς τὴν εὐεργεσίαν ἐμβι‐ βάσαι τοῦ ἠδικηκότος τὸν ἠδικημένον, οὐ γυμνὸν προστίθησι τὸ τῆς φιλοσοφίας ἄγκιστρον, ἀλλ’ ὥσπερ | |
30 | τινὶ δελέατι, τοῖς ἄνθραξι τοῦ πυρὸς περιστείλας, καλεῖ μὲν τὸν ἐπηρεασθέντα τῇ τῆς κολάσεως ἐλπίδι πρὸς τὴν εὐεργεσίαν τοῦ λελυπηκότος· ἐλθόντα δὲ αὐτὸν κατέχει λοιπὸν καὶ οὐκ ἀφίησιν ἀποπηδῆσαι, αὐτῆς τοῦ πράγματος τῆς φύσεως προσηλούσης αὐτὸν | |
35 | τῷ ἐχθρῷ· καὶ μονονουχὶ λέγει πρὸς αὐτόν· Οὐ βού‐ λει δι’ εὐλάβειαν τρέφειν τὸν ἠδικηκότα; διὰ γοῦν τὴν ἐλπίδα τῆς κολάσεως θρέψον. Οἶδε γὰρ, ὅτι ἐὰν ἅψηται τῆς εἰς αὐτὸν εὐεργεσίας, ἀρχὴ λοιπὸν αὐτῷ καὶ ὁδὸς γίνεται τῆς καταλλαγῆς. Οὐδεὶς γὰρ, οὐδεὶς | |
40 | τὸν ψωμιζόμενον ὑπ’ αὐτοῦ καὶ ποτιζόμενον διηνεκῶς ἀνάσχοιτο ἔχειν ἐχθρὸν, εἰ καὶ παρὰ τὴν ἀρχὴν ἐλπίδι τιμωρίας τοῦτο ποιεῖ. Ὁ γὰρ χρόνος προϊὼν χαλᾷ καὶ τῆς ὀργῆς τὸν τόνον. Ὥσπερ οὖν ὁ ἁλιεὺς, εἰ γυμνὸν τὸ θήρατρον προσέθηκεν, οὐκ ἂν ἐπεσπάσατο τὸν | |
45 | ἰχθὺν, νυνὶ δὲ περιστείλας αὐτὸ, λανθανόντως ἐνίησι τῷ στόματι τοῦ προσιόντος ζώου τὸ ἄγκιστρον· οὕτω καὶ ὁ Παῦλος, εἰ μὴ προέτεινε τὴν προσδοκίαν τῆς κολάσεως, οὐκ ἂν ἔπεισε τοὺς ἠδικημένους ἅψασθαι τῆς τῶν λελυπηκότων εὐεργεσίας. Βουλόμενος οὖν | |
51.181(50) | ἀποπηδῶντας αὐτοὺς, καὶ δυσχεραίνοντας, καὶ ναρ‐ κῶντας καὶ πρὸς αὐτὴν τὴν τῶν ἐχθρῶν ὄψιν, πεῖσαι τὰ μέγιστα αὐτοὺς εὐεργετεῖν, τοὺς ἄνθρακας ἔθηκε τοῦ πυρὸς, οὐχ ἵνα ἐκείνους ἐμβάλλῃ εἰς ἀπαραί‐ τητον κόλασιν, ἀλλ’ ἵνα τοὺς ἠδικημένους πείσας ἐν | |
55 | τῇ προσδοκίᾳ τῆς κολάσεως εὐεργετεῖν τοὺς ἐχθροὺς, τῷ χρόνῳ λοιπὸν πείσῃ καὶ πᾶσαν αὐτοῖς ἀφεῖναι τὴν ὀργήν. ϛʹ. Καὶ τὸν μὲν ἠδικημένον οὕτω παρεμυθήσατο· | |
ὅρα δὲ καὶ τὸν ἠδικηκότα πῶς συνάπτει τῷ παρωργι‐ | Column end | |
51.182 | σμένῳ πάλιν. Πρῶτον μὲν τῷ τῆς εὐεργεσίας τρόπῳ· οὐδεὶς γάρ ἐστιν οὕτως ἄθλιος καὶ ἀναίσθητος, ὃς ποτιζόμενος, καὶ ψωμιζόμενος, μὴ γενέσθαι βούλοιτο δοῦλος καὶ φίλος τῷ ταῦτα αὐτῷ ἐργαζομένῳ· δεύ‐ | |
5 | τερον δὲ τῷ φόβῳ τῆς τιμωρίας. Δοκεῖ μὲν γὰρ πρὸς τὸν ψωμίζοντα ἀποτείνεσθαι, λέγων· Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύεις ἐπὶ τὴν κεφα‐ λὴν αὐτοῦ· μάλιστα δὲ τοῦ λελυπηκότος καθάπτε‐ ται, ἵνα τῷ φόβῳ τῆς κολάσεως ταύτης μὴ μένῃ δια‐ | |
10 | παντὸς ἐχθρὸς ὢν, ἀλλ’ εἰδὼς, ὅτι τὰ μέγιστα αὐτὸν καταβλάψαι δύναιτ’ ἂν τὸ ψωμίζεσθαι καὶ ποτίζεσθαι, εἰ μένοι διηνεκῶς ἐπὶ τῆς ἀπεχθείας, καταλύσῃ τὴν ὀργήν. Οὕτω γὰρ τοὺς ἄνθρακας τοῦ πυρὸς σβέσαι δυνήσεται. Ὥστε καὶ ἡ κόλασις καὶ ἡ τιμωρία κει‐ | |
15 | μένη τόν τε ἠδικημένον ἐπισπᾶται εἰς εὐεργεσίαν τοῦ λελυπηκότος, τόν τε παροξύναντα φοβεῖ καὶ διαν‐ ίστησι, καὶ πρὸς καταλλαγὴν ὠθεῖ τοῦ τρέφοντος καὶ ποτίζοντος. Διπλῷ τοίνυν ἀμφοτέρους συνέδησε δεσμῷ πρὸς ἀλλήλους, καὶ τῷ τῆς εὐεργεσίας, καὶ τῷ | |
20 | τῆς τιμωρίας. Τὸ γὰρ δυσχερὲς, ἄρχειν καὶ εἴσοδον εὑρεῖν τῇ καταλλαγῇ· ταύτης δὲ ἀνοιγείσης οἱῳδή‐ ποτε τρόπῳ, τὰ μετὰ ταῦτα πάντα ῥᾴδια ἔσται καὶ εὔκολα. Κἂν γὰρ παρὰ τὴν ἀρχὴν ἐλπίδι κολάσεως τρέφῃ τὸν ἐχθρὸν ὁ λελυπημένος, ἀλλ’ αὐτῷ τῷ τρέ‐ | |
25 | φειν γινόμενος φίλος, ἐκβαλεῖν τὴν ἐπιθυμίαν δυνή‐ σεται τῆς τιμωρίας. Φίλος γὰρ γενόμενος, οὐκέτι ἂν τοιαύτῃ θρέψειε προσδοκίᾳ τὸν καταλλαγέντα αὐτῷ. Πάλιν ὁ παροξύνας, ἰδὼν τὸν ἠδικημένον τρέφειν αὐτὸν καὶ ποτίζειν προαιρούμενον, διά γε τοῦτο αὐτὸ, | |
30 | καὶ τὸν φόβον τῆς ἀποκειμένης αὐτῷ κολάσεως, πᾶ‐ σαν ἐκβάλλει τὴν ἀπέχθειαν, κἂν μυριάκις σιδηροῦς ᾖ, καὶ ἀπηνὴς, καὶ ἀδάμας, τήν τε φιλοφροσύνην τοῦ τρέφοντος δυσωπούμενος, καὶ τὴν ἀποκειμένην αὐτῷ κόλασιν δεδοικὼς, εἰ μένοι μετὰ τὴν τροφὴν ἐχθρὸς | |
35 | ὤν. Διά τοι τοῦτο οὐδὲ ἐνταῦθα ἔστη τῆς παραινέ‐ σεως, ἀλλ’ ὅτε ἐκένωσεν ἑκατέρου τὴν ὀργὴν, τότε καὶ τὴν γνώμην αὐτῶν διορθοῦται λέγων, Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ. Ἂν γὰρ μένῃς, φησὶ, μνησικακῶν | |
40 | καὶ ἀμυνόμενος, δοκεῖς μὲν τὸν ἐχθρὸν νικᾷν, νικᾶσαι δὲ ὑπὸ τοῦ κακοῦ, τουτέστιν, ὑπὸ τῆς ὀργῆς· ὥστε, εἰ βούλει νικῆσαι, καταλλάγηθι, καὶ μὴ ἐπεξέλθῃς. Αὕτη γάρ ἐστιν ἡ λαμπρὰ νίκη, ὅταν ἐν τῷ ἀγαθῷ, τουτέστι, τῇ ἀνεξικακίᾳ νικήσῃς τὸ κακὸν, τὴν ὀρ‐ | |
45 | γὴν καὶ τὴν μνησικακίαν ἐκβαλών. Ἀλλὰ τούτων ἐξ ἀρχῆς οὐκ ἂν ἠνέσχετο τῶν ῥημάτων ὁ ἠδικημένος καὶ φλεγμαίνων. Διὰ τοῦτο, ὅτε αὐτοῦ τὸν θυμὸν ἐκόρεσε, τότε καὶ ἐπὶ τὴν ἀρίστην αὐτὸν ἤγαγε τῆς καταλλαγῆς αἰτίαν, καὶ οὐκ ἀφῆκεν ἐναπομεῖναι τῇ | |
51.182(50) | πονηρᾷ τῆς τιμωρίας ἐλπίδι. Εἶδες νομοθέτου σο‐ φίαν; Καὶ ἵνα μάθῃς ὅτι διὰ τὴν ἀσθένειαν τῶν οὐκ ἀνεχομένων ἄλλως ἑαυτοῖς συνάπτεσθαι, τοῦτον εἰσ‐ ήγαγε τὸν νόμον, ἄκουσον πῶς ὁ Χριστὸς τὸ αὐτὸ τοῦτο νομοθετῶν, οὐ τὸ αὐτὸ τέθεικεν ἔπαθλον· ἀλλ’ | |
55 | εἰπὼν, ὅτι Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, ὅπερ ἐστὶ τρέφειν καὶ ποτίζειν, οὐκ ἐπήγαγεν, ὅτι Τοῦτο γὰρ ποιοῦντες ἄν‐ θρακας πυρὸς σωρεύσετε ἐπὶ τὰς κεφαλὰς αὐτῶν, ἀλλὰ | |
τί; Ὅπως γένησθε ὅμοιοι τοῦ Πατρὸς ὑμῶν τοῦ | 181 | |
51.183 | ἐν τοῖς οὐρανοῖς. Εἰκότως· Πέτρῳ γὰρ, Ἰακώβῳ καὶ Ἰωάννῃ διελέγετο, καὶ τῷ λοιπῷ τῶν ἀποστόλων χορῷ· διὰ τοῦτο αὐτὸ τέθεικεν ἔπαθλον. Εἰ δὲ λέγεις, ὅτι καὶ οὕτω φορτικὸν τὸ ἐπίταγμα, μειζόνως μὲν | |
5 | ὑπὲρ Παύλου πάλιν ἡμῖν ἀπολογῇ, σαυτὸν δὲ πάσης συγγνώμης ἀποστερεῖς. Τί δήποτε; Ὅτι τοῦτο τὸ δοκοῦν εἶναι φορτικὸν, ἐν τῇ Παλαιᾷ σοι δείκνυμι κατορθούμενον, ὅτε οὔπω τοσαύτης φιλοσοφίας ἐπί‐ δειξις ἦν. Διὰ γὰρ τοῦτο καὶ ὁ Παῦλος οὐχὶ οἰκείοις | |
10 | ῥήμασι τὸν νόμον εἰσήγαγεν, ἀλλ’ αὐταῖς χρησάμενος ταῖς ῥήσεσιν, αἷς ὁ παρὰ τὴν ἀρχὴν αὐτὸν εἰσαγαγὼν ἔθηκεν, ἵνα μηδεμίαν συγγνώμην καταλείπῃ τοῖς μὴ τηροῦσιν αὐτόν. Τὸ γὰρ, Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, ἐὰν διψᾷ, πότιζε αὐτὸν, οὐχὶ Παύ‐ | |
15 | λου ἐστὶ πρῶτον ῥῆμα, ἀλλὰ τοῦ Σολομῶντος. Διὰ τοῦτο τὰ ῥήματα τέθεικεν, ἵνα πείσῃ τὸν ἀκροατὴν, ὅτι τῶν αἰσχίστων ἐστὶ, παλαιὸν νόμον, καὶ ὑπὸ τῶν ἀρχαίων κατορθωθέντα πολλάκις, νῦν εἰς τοσαύτην ἐπιδοθέντα φιλοσοφίαν φορτικὸν εἶναι νομίζειν | |
20 | καὶ ἐπαχθῆ. Καὶ τίς αὐτὸν τῶν ἀρχαίων κατώρθωσε, φησί; Πολλοὶ μὲν καὶ ἄλλοι, μάλιστα δὲ ὁ Δαυῒδ μετὰ πλείονος τῆς περιουσίας. Οὐ μὲν ἐψώμισε τὸν ἐχθρὸν, οὐδὲ ἐπότισε μόνον, ἀλλὰ καὶ κινδυνεύοντα πολλάκις ἐξήρπασε τοῦ θανάτου, καὶ γενόμενος κύριος αὐτοῦ | |
25 | τῆς σφαγῆς, ἐφείσατο καὶ ἅπαξ, καὶ δὶς, καὶ πολ‐ λάκις. Καὶ ὁ μὲν Σαοὺλ οὕτως αὐτὸν ἐμίσει καὶ ἀπεστρέφετο μετὰ τὰς μυρίας εὐεργεσίας, μετὰ τὰ λαμπρὰ τρόπαια, καὶ τὴν ἐπὶ τοῦ Γολιὰθ σωτηρίαν, ὡς μηδὲ τῆς προσηγορίας ἀνασχέσθαι τῆς ἐκείνου | |
30 | μνησθῆναι, ἀλλ’ ἀπὸ τοῦ πατρὸς αὐτὸν καλεῖν. Ἑορ‐ τῆς γάρ ποτε ἐπιστάσης, ἐπειδὴ δόλον αὐτῷ πλέξας τινὰ, καὶ χαλεπὴν ἐπιβουλὴν ῥάψας, οὐκ εἶδε παρα‐ γινόμενον. Ποῦ ἐστι, φησὶν, ὁ υἱὸς Ἰεσσαί; Ἐκάλει μὲν αὐτὸν ἀπὸ τοῦ πατρὸς, ὁμοῦ μὲν διὰ τὴν ἔχθραν | |
35 | οὐχ ὑπομένων ἀναμνησθῆναι τῆς προσηγορίας, ὁμοῦ δὲ νομίζων ἀπὸ τῆς τοῦ πατρὸς δυσγενείας τῇ τοῦ δικαίου λυμαίνεσθαι περιφανείᾳ, ἀθλίως καὶ ταλαι‐ πώρως νομίζων· μάλιστα μὲν γὰρ, εἰ καὶ κατηγο‐ ρεῖν εἶχε τοῦ πατρὸς, οὐδὲν τοῦτο κατέβλαπτε τὸν | |
40 | Δαυΐδ. Τῶν γὰρ αὐτῷ πεπραγμένων ὑπεύθυνός ἐστιν ἕκαστος, καὶ ἀπὸ τούτων ἐπαινεῖσθαι καὶ κατηγορεῖ‐ σθαι δύναται. Νυνὶ δὲ πονηρίαν οὐδεμίαν ἔχων εἰπεῖν, τὴν τοῦ γένους δυσγένειαν εἰς μέσον ἔφερε, ταύτῃ προσδοκῶν ἐπισκοτίζειν αὐτοῦ τὴν λαμπρότητα, | |
45 | ὅπερ καὶ αὐτὸ ἐσχάτης ἀνοίας ἦν. Ποῖον γὰρ ἔγκλημα τὸ ἐξ εὐτελῶν εἶναι καὶ ταπεινῶν; Ἀλλ’ οὐκ ᾔδει ταῦτα ἐκεῖνος φιλοσοφεῖν. Ὁ μὲν οὖν Σαοὺλ υἱὸν Ἰεσσαὶ ἐκάλει· ὁ δὲ Δαυῒδ εὑρὼν αὐτὸν ἔνδον ἐν τῷ σπηλαίῳ καθεύδοντα, οὐκ ἐκάλεσεν αὐτὸν υἱὸν Κεῖς, | |
51.183(50) | ἀλλὰ τῷ τῆς τιμῆς ὀνόματι· Οὐ γὰρ μὴ ἐπαγάγω τὴν χεῖρά μου, φησὶν, ἐπὶ χριστὸν Κυρίου. Οὕτω κα‐ θαρὸς ἦν ὀργῆς καὶ μνησικακίας ἁπάσης· χριστὸν Κυρίου καλεῖ τὸν τοσαῦτα ἠδικηκότα, τὸν τοῦ αἵματος αὐτοῦ διψῶντα, τὸν μετὰ μυρίας εὐεργεσίας πολλάκις | |
55 | αὐτὸν ἐπιχειρήσαντα ἀνελεῖν. Οὐ γὰρ ἐσκόπει τί παθεῖν ἐκεῖνος ἄξιος ἦν, ἀλλ’ ἐσκόπει τί καὶ ποιῆσαι καὶ εἰπεῖν αὐτῷ πρέπον ἦν, ὅπερ μέγιστος ὅρος φιλοσοφίας ἐστί. Τί τοῦτο; ὥσπερ ἐν δεσμωτηρίῳ λαβὼν τὸν ἐχθρὸν, διπλῷ κατεχόμενον δεσμῷ, μᾶλλον | |
60 | δὲ τριπλῷ, καὶ τῇ τοῦ τόπου στενοχωρίᾳ, καὶ τῇ τῶν | Column end |
51.184 | βοηθησάντων ἐρημίᾳ, καὶ τῇ τοῦ ὕπνου ἀνάγκῃ, οὐκ ἀπαιτεῖς δίκην οὐδὲ τιμωρίαν αὐτόν; Οὐχὶ, φησίν· οὐ γὰρ τί παθεῖν δίκαιος οὗτός ἐστιν, ὁρῶ νῦν, ἀλλὰ τί ποιῆσαι ἐμοὶ προσῆκεν. Οὐκ εἶδε πρὸς τὴν εὐκο‐ | |
5 | λίαν τῆς σφαγῆς, ἀλλ’ εἶδε πρὸς τὴν ἀκρίβειαν τῆς αὐτῷ πρεπούσης φιλοσοφίας. Καίτοι τί τῶν τότε οὐκ ἦν ἱκανὸν διαναστῆσαι αὐτὸν πρὸς τὴν σφαγήν; Τὸ δεδεμένον αὐτῷ παραδοθῆναι τὸν ἐχθρόν; Ἴστε γὰρ δήπου τοῦτο, ὡς μειζόνως ἐπιτρέχομεν τοῖς εὐκολίας | |
10 | γέμουσι πράγμασι, καὶ ἡ τοῦ κατορθῶσαι ἐλπὶς μείζο‐ να τῆς πράξεως ἡμῖν ἐπιθυμίαν ἐντίθησιν, ὥσπερ καὶ ἐπ’ ἐκείνου τότε ἦν. Ἀλλ’ ὁ στρατηγὸς τότε συμβουλεύων καὶ διεγεί‐ ρων; ἀλλ’ ἡ μνήμη τῶν παρελθόντων; Ἀλλ’ οὐδὲν | |
15 | αὐτὸν ἐκίνησε πρὸς τὸν φόνον· αὐτὸ μὲν οὖν αὐτὸν τὸ τῆς σφαγῆς εὔκολον ἀπέστρεψεν· ἐνενόησε γὰρ, ὅτι διὰ τοῦτο παρέδωκεν αὐτὸν ὁ Θεὸς, ἵνα αὐτῷ πλείονα φιλοσοφίας ὑπόθεσιν παράσχῃ καὶ ἀφορμήν. Ὑμεῖς μὲν οὖν αὐτὸν ἴσως θαυμάζετε, ὅτι οὐδενὸς | |
20 | ἐμνήσθη τῶν παρελθόντων κακῶν· ἐγὼ δὲ δι’ ἕτερον πολλῷ μεῖζον αὐτὸν ἐκπλήττομαι. Ποῖον δὴ τοῦτο; Ὅτι οὐδὲ ὁ φόβος αὐτὸν τῶν μελλόντων ὤθησε πρὸς τὸ διαχειρίσασθαι τὸν ἐχθρόν. ᾜδει γὰρ σαφῶς, ὅτι διαφυγὼν αὐτοῦ τὰς χεῖρας, πάλιν κατ’ αὐτοῦ | |
25 | στήσεται· ἀλλ’ εἵλετο μᾶλλον αὐτὸς κινδυνεύειν ἀπο‐ λύσας τὸν ἠδικηκότα, ἢ τῆς καθ’ ἑαυτὸν ἀσφαλείας προνοῶν διαχειρίσασθαι τὸν πολέμιον. Τί γένοιτ’ ἂν οὖν ἴσον τῆς μεγάλης καὶ γενναίας ἐκείνης ψυχῆς, ὃς, τοῦ νόμου κελεύοντος ἐξορύττειν ὀφθαλμὸν ἀντὶ ὀφθαλ‐ | |
30 | μοῦ, καὶ ὀδόντα ἀντὶ ὀδόντος, καὶ τοῖς ἴσοις ἀμύνεσθαι, οὐ μόνον τοῦτο οὐκ εἰργάσατο, ἀλλὰ καὶ πολλῷ πλείονα φιλοσοφίαν ἐπεδείξατο; Καίτοι γε εἰ ἀνῃρήκει τότε τὸν Σαοὺλ, καὶ οὕτως αὐτῷ φιλοσοφίας ἐγκώμιον ἀκέ‐ ραιον ἔμενεν ἂν, οὐ μόνον ὅτι ἠμύνατο, οὐκ αὐτὸς | |
35 | ἄρχων χειρῶν ἀδίκων, ἀλλ’ ὅτι καὶ, Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, μετὰ πολλῆς ἐνίκα τῆς ἐπιεικείας. Οὐ γὰρ ἀντὶ μιᾶς σφαγῆς μίαν ἐπῆρεν, ἀλλ’ ἀντὶ πολλῶν θανάτων, ὧν ἐκεῖνος ἐπήγαγεν, οὐχ ἅπαξ, οὐ δὶς, ἀλλὰ πολλάκις αὐτὸν ἐπιχειρήσας ἀνελεῖν, ἕνα | |
40 | ἔμελλεν ἐπαγαγεῖν θάνατον· μᾶλλον δὲ οὐ ταῦτα μόνον, ἀλλὰ καὶ δεδοικότα τὸ μέλλον οὕτως ἐπὶ τὴν ἄμυναν ἔρχεσθαι, καὶ τοῦτο μετὰ τῶν εἰρημένων ὁλόκληρον αὐτῷ τὸν τῆς ἀνεξικακίας διεγείρει στέ‐ φανον. Ὁ μὲν γὰρ ὑπὲρ τῶν γεγενημένων εἰς αὐτὸν | |
45 | ὀργιζόμενος καὶ τιμωρίαν ἀπαιτῶν, οὐκ ἂν δύναιτο τῶν τῆς ἀνεξικακίας ἐπιτυχεῖν ἐγκωμίων· τὸν δὲ τὰ μὲν παρελθόντα πάντα πολλὰ ὄντα καὶ χαλεπὰ ἀφέντα, ὑπὲρ δὲ τοῦ μέλλοντος δεδοικότα καὶ προκα‐ τασκευάζοντα ἀσφάλειαν ἑαυτῷ, καὶ διὰ τοῦτο ἀναγ‐ | |
51.184(50) | καζόμενον ἐπὶ τὴν ἄμυναν ἀνέρχεσθαι, οὐδεὶς ἂν τῶν τῆς ἐπιεικείας ἀποστερήσειε στεφάνων. ζʹ. Ἀλλ’ ὅμως ὁ Δαυῒδ οὐδὲ τοῦτο ἐποίησεν, ἀλλὰ καινόν τινα καὶ παράδοξον εὗρε φιλοσοφίας τρόπον· καὶ οὔτε ἡ μνήμη τῶν παρελθόντων, οὐχ ὁ φόβος τῶν μελ‐ | |
55 | λόντων, οὐχ ἡ προτροπὴ τοῦ στρατηγοῦ, οὐχ ἡ ἐρημία τοῦ τόπου, οὐ τὸ τῆς σφαγῆς εὔκολον, οὐκ ἄλλο οὐδὲν διήγειρεν αὐτὸν πρὸς τὸν φόνον· ἀλλ’ ὥσπερ εὐεργέ‐ | |
του τινὸς, καὶ μεγάλα αὐτὸν πεποιηκότος ἀγαθὰ, | 183 | |
51.185 | οὕτω τοῦ ἐχθροῦ καὶ λελυπηκότος ἐφείσατο. Ποίαν οὖν ἕξομεν ἡμεῖς συγγνώμην, ἁμαρτημάτων παρελ‐ θόντων μνημονεύοντες, καὶ τοὺς λελυπηκότας ἀμυνό‐ μενοι, ὅταν ὁ ἀναίτιος ἐκεῖνος, τοσαῦτα μὲν πεπον‐ | |
5 | θὼς, πλείονα δὲ καὶ χαλεπώτερα προσδοκῶν αὐτῷ συμβήσεσθαι κακὰ ἀπὸ τῆς τοῦ ἐχθροῦ σωτηρίας, φαίνηται φειδόμενος οὕτως, ὡς ἑλέσθαι κινδυνεῦσαι μᾶλλον αὐτὸς, καὶ μετὰ φόβου καὶ τρόμου ζῇν, ἢ τὸν μέλλοντα μυρία πράγματα αὐτῷ παρέχειν ἀποσφάξαι | |
10 | δικαίως; Τὴν μὲν οὖν φιλοσοφίαν ἐκ τούτων ἔστιν ἰδεῖν, ὅτι οὐ μόνον οὐκ ἔσφαξε, τοσαύτης οὔσης ἀνάγκης, ἀλλ’ οὐδὲ ῥῆμα βλάσφημον εἰς αὐτὸν ἐξήνεγκε, καὶ ταῦτα μὴ μέλλοντος αὐτοῦ ἀκούσασθαι τοῦ ὑβριζομέ‐ | |
15 | νου. Καίτοι γε ἡμεῖς καὶ φίλους λέγομεν πολλάκις κακῶς ἀπόντας, ἐκεῖνος δὲ οὐδὲ τὸν ἐχθρὸν καὶ τοσαῦτα ἠδικηκότα. Τὴν μὲν οὖν φιλοσοφίαν ἐκ τού‐ των ἔστιν ἰδεῖν· τὴν δὲ φιλανθρωπίαν, καὶ τὴν ἄλλην κηδεμονίαν, ἐξ ὧν μετὰ ταῦτα ἐποίησε. Τὸ γὰρ κρά‐ | |
20 | σπεδον κόψας τοῦ ἱματίου, καὶ τὸν φακὸν τοῦ ὕδατος ὑφελόμενος, ἀπελθὼν πόῤῥωθεν, καὶ στὰς ἐβόησε, καὶ τῷ διασωθέντι ταῦτα ὑπέδειξεν, οὐχὶ πρὸς ἐπί‐ δειξιν καὶ φιλοτιμίαν τοῦτο ποιῶν, ἀλλὰ διὰ τῶν ἔργων αὐτὸν πεῖσαι βουλόμενος, ὅτι εἰκῆ καὶ μάτην | |
25 | αὐτὸν ὑπώπτευεν ὡς ἐχθρὸν, καὶ διὰ τοῦτο αὐτὸν πρὸς φιλίαν ἐπισπάσασθαι σπεύδων. Ἀλλ’ ὅμως οὐδὲ οὕτως αὐτὸν πείσας, καὶ δυνάμενος διαχειρίσασθαι, πάλιν εἵλετο μᾶλλον ἐκπεσεῖν τῆς πατρίδος καὶ ἐν ἀλλοτρίᾳ διατρίβειν, καὶ καθ’ ἑκάστην ταλαιπωρούμενος ἡμέ‐ | |
30 | ραν, τὴν ἀναγκαίαν αὐτῷ πορίζειν τροφὴν, ἢ μένων οἴκοι λυπεῖν τὸν ἐπίβουλον. Τί γένοιτ’ ἂν ἡμερώτερον τῆς ἐκείνου ψυχῆς; Ὄντως δικαίως ἔλεγε, Μνή‐ σθητι, Κύριε, τοῦ Δαυῒδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ. Τοῦτον καὶ ἡμεῖς μιμησώμεθα, καὶ μήτε λέ‐ | |
35 | γωμεν, μήτε ποιῶμεν κακῶς τοὺς ἐχθροὺς, ἀλλὰ καὶ εὐεργετῶμεν κατὰ δύναμιν· ἡμεῖς γὰρ ἑαυτοὺς εὖ ποιήσομεν μᾶλλον, ἢ ἐκείνους. Ἂν γὰρ ἀφῆτε, φησὶ, τοῖς ἐχθροῖς ὑμῶν, ἀφεθήσεται ὑμῖν. Ἄφες δουλικὰ ἁμαρτήματα, ἵνα λάβῃς συγχώρησιν δεσποτικὴν | |
40 | ἁμαρτημάτων· εἰ δὲ μεγάλα ἠδίκησεν, ὅσῳπερ ἂν μείζονα ἀφῇς, τοσούτῳ μείζονα λήψῃ τὴν συγχώρη‐ σιν. Διὰ γὰρ τοῦτο ἐδιδάχθημεν λέγειν, Ἄφες ἡμῖν, καθὼς ἀφίεμεν, ἵνα μάθωμεν, ὅτι τὸ μέτρον τῆς ἀφέ‐ σεως παρ’ ἡμῶν πρῶτον λαμβάνει τὴν ἀρχήν. Ὥστε, | |
45 | ὅσῳπερ ἂν χαλεπώτερα ὁ ἐχθρὸς ἐργάσηται κακὰ, τοσούτῳ μειζόνως εὐεργετεῖ. Σπεύδωμεν τοίνυν καὶ ἐπειγώμεθα καταλλάττεσθαι πρὸς τοὺς λελυπηκότας, ἄν τε δικαίως, ἄν τε ἀδίκως ὀργίζωνται. Ἂν μὲν γὰρ ἐνταῦθα καταλλαγῇς, ἀπηλλάγης τῆς ἐκεῖ κρίσεως· | |
51.185(50) | ἐὰν δὲ, μεταξὺ μενούσης τῆς ἔχθρας, θάνατος ἐπι‐ στὰς ἀπαγάγῃ τὴν ἀπέχθειαν μεσολαβήσας, ἐκεῖ λοι‐ πὸν εἰσαχθῆναι τὴν δίκην ἀνάγκη. Καθάπερ οὖν πολ‐ | |
λοὶ τῶν ἀνθρώπων πρὸς ἀλλήλους ἀμφισβητοῦντες, | Column end | |
51.186 | ἂν μὲν ἔξω φιλικώτερον διαλύσωνται πρὸς ἀλλήλους, καὶ ζημίας καὶ φόβου καὶ κινδύνων πολλῶν ἑαυτοὺς ἀπαλλάττουσι, κατὰ γνώμην ἑκατέροις τοῦ τέλους τῆς δίκης ἐκβαίνοντος· ἂν δὲ τῷ δικαστῇ καθ’ ἑαυ‐ | |
5 | τοὺς ἐπιτρέψωσι, καὶ χρημάτων ζημία καὶ τιμωρία πολλάκις, καὶ τὸ τὴν ἔχθραν μένειν ἀκίνητον αὐτοῖς περιέσται· οὕτω δὴ καὶ ἐνταῦθα, ἂν μὲν κατὰ τὴν παροῦσαν ζωὴν διαλυσώμεθα, πάσης ἑαυτοὺς κολά‐ σεως ἀπαλλάξομεν· ἂν δὲ ἐχθροὶ μένοντες εἰς τὸ δι‐ | |
10 | καστήριον ἀπέλθωμεν ἐκεῖνο τὸ φοβερὸν, τὴν ἐσχάτην δώσομεν δίκην ἐπὶ τῇ ψήφῳ τοῦ δικαστοῦ πάντως ἐκείνου, καὶ ἀμφότεροι τιμωρίαν ὑποστησόμεθα ἀπαραίτητον, ὁ μὲν ἀδίκως ὀργιζόμενος, διὰ τοῦτο ὅτι ἀδίκως, ὁ δὲ δικαίως, διὰ τοῦτο ὅτι δικαίως | |
15 | ἐμνησικάκησε. Κἂν γὰρ ἀδίκως ὦμέν τι πεπονθότες κακῶς, συγχώρησιν δεῖ προσνέμειν τοῖς ἠδικηκόσι. Καὶ σκόπει πῶς τοὺς ἀδίκως λυπήσαντας ὠθεῖ καὶ κατεπείγει πρὸς τὴν καταλλαγὴν τῶν ἠδικημένων. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἔμπροσθεν | |
20 | τοῦ θυσιαστηρίου, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου. Οὐκ εἶπε, Συνάγαγε, προσ‐ ένεγκε τὴν θυσίαν, ἀλλὰ, Διαλλάγηθι, καὶ τότε προσ‐ ένεγκε. Ἄφες αὐτὴν κεῖσθαι, φησὶν, ἵνα ἡ ἀνάγκη τῆς | |
25 | προσφορᾶς καὶ ἄκοντα καταναγκάσῃ πρὸς τὴν καταλ‐ λαγὴν ἐλθεῖν τὸν δικαίως ὀργιζόμενον. Ὅρα πῶς προ‐ τρέπει πάλιν πρὸς τὸν παροξύναντα ἐλθεῖν, εἰπὼν, Ἄφετε τοῖς ὀφειλέταις ὑμῶν, ὅπως καὶ ὁ Πατὴρ ὑμῶν ἀφήσῃ ὑμῶν τὰ παραπτώματα. Οὐ γὰρ μικρὸν | |
30 | τέθεικε μισθὸν, ἀλλὰ καὶ σφόδρα ὑπερβαίνοντα τὸ τοῦ κατορθώματος μέγεθος. Ταῦτ’ οὖν ἅπαντα ἐννοοῦν‐ τες, καὶ τὴν ἀμοιβὴν τὴν ἐπὶ τούτῳ γινομένην λογι‐ ζόμενοι, καὶ ὡς οὐ πολλοῦ καμάτου καὶ σπουδῆς ἐστιν ἁμαρτήματα ἀπαλεῖψαι, συγχωρῶμεν τοῖς | |
35 | ἡμᾶς ἠδικηκόσιν. Ὃ γὰρ διὰ νηστείας, καὶ ὀδυρμῶν, καὶ εὐχῶν, καὶ σάκκου, καὶ σποδοῦ, καὶ μυρίας ἐξομο‐ λογήσεως μόλις ἕτεροι κατορθοῦσι, τὸ τὰ ἁμαρτήματα ἐξαλείφειν λέγω τὰ ἑαυτῶν, τοῦτο ἔξεστιν ἡμῖν ῥᾳ‐ δίως ποιεῖν χωρὶς σάκκου καὶ σποδοῦ καὶ νηστείας, | |
40 | ἂν μόνον ἀπὸ τῆς διανοίας ἐξαλείψωμεν τὴν ὀργὴν, καὶ μετὰ εἰλικρινείας ἀφῶμεν τοῖς ἠδικηκόσιν ἡμᾶς. Ὁ δὲ τῆς εἰρήνης καὶ ἀγάπης Θεὸς πάντα θυμὸν καὶ πικρίαν καὶ ὀργὴν τῆς ψυχῆς ἐξορίσας τῆς ἡμετέρας, καταξιώσαι κατὰ τὴν τῶν μελῶν ἀκολουθίαν μετὰ | |
45 | ἀκριβείας συνδεδεμένους ἀλλήλοις, ὁμοθυμαδὸν, ἐν ἑνὶ στόματι καὶ μιᾷ ψυχῇ, διηνεκῶς ἀναπέμπειν τοὺς ὀφειλομένους εὐχαριστηρίους ὕμνους αὐτῷ, ὅτι αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 185 |