TLG 2062 067 :: JOANNES CHRYSOSTOMUS :: In illud: Diligentibus deum omnia cooperantur in bonum JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In illud: Diligentibus deum omnia cooperantur in bonum Citation: Vol — pg — (ln) | ||
51.165(10t) | Εἰς τὴν ἀποστολικὴν ῥῆσιν τὴν λέγουσαν, «Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συν‐ | |
11t | εργεῖ εἰς ἀγαθὸν,» καὶ περὶ ὑπομονῆς, καὶ ὅσον τῶν θλίψεων τὸ κέρδος. | |
---|---|---|
12 | αʹ. Ὡς διὰ μακροῦ τοῦ χρόνου πρὸς ὑμᾶς παραγενό‐ μενος, οὕτω διάκειμαι σήμερον. Εἰ γὰρ καὶ οἴκοι καθειργμένος ἐτύγχανον διὰ τὴν τοῦ σώματος ἀῤῥω‐ | |
15 | στίαν, ἀλλ’ ὡς μακράν που ἀπῳκισμένος τῆς ὑμετέ‐ ρας ἀγάπης, οὕτω διεκείμην. Ὁ γὰρ φιλεῖν εἰδὼς ἀκριβῶς, ὅταν μὴ ἐξῇ τῷ φιλουμένῳ συγγίνεσθαι, κἂν τὴν αὐτὴν πόλιν οἰκῇ, τῶν ἐν ἀλλοτρίᾳ διατρι‐ βόντων οὐδὲν ἔλαττον διακείσεται. Καὶ τοῦτο ἴσασιν | |
20 | ὅσοι φιλεῖν ἴσασι. Σύγγνωτε τοίνυν ἡμῖν, παρακαλῶ· οὐ γὰρ ἀπὸ ῥᾳθυμίας ἡμῖν ὁ χωρισμὸς οὗτος γέγονεν, ἀλλ’ ἀσθενείας σώματος ἦν ἡ σιγή. Καὶ οἶδα μὲν ὅτι χαίρετε νῦν πάντες ὑμεῖς ὅτι ἀπεθέμεθα τὴν ἀῤῥω‐ στίαν· ἐγὼ δὲ χαίρω, οὐχ ὅτι τὴν ἀῤῥωστίαν μόνον | |
25 | ἀπεθέμην, ἀλλ’ ὅτι καὶ τὰ ποθούμενα ὑμῶν πρόσ‐ ωπα πάλιν ὁρᾷν δύναμαι, καὶ ἐντρυφᾷν ὑμῶν τῇ κατὰ Θεὸν ἀγάπῃ. Καὶ καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων, μετὰ τὴν ἀπαλλαγὴν τῆς ἀῤῥωστίας, φιάλας καὶ πο‐ τήρια καὶ ψυχρὰ νάματα ἐπιζητοῦσιν· οὕτως ἐμοὶ | |
30 | πάσης εὐφροσύνης ἡδυτέρα καθέστηκεν ἡ συνουσία ἡ ὑμετέρα, καὶ τοῦτό μοι καὶ ὑγιείας ὑπόθεσις, καὶ εὐφροσύνης ἀφορμή. Φέρε οὖν, ἐπειδὴ διὰ τὴν τοῦ Θεοῦ χάριν ἀλλήλους ἀπελάβομεν, ἀποδῶμεν ὑμῖν τὸ χρέος τῆς ἀγάπης, εἴ γε ἔστιν ἀποδοθῆναι τοῦτό ποτε. | |
35 | Τοῦτο γὰρ μόνον τὸ ὄφλημα τέλος οὐκ ἐπίσταται· ἀλλ’ ὅσῳ ἀποδίδοται, τοσούτῳ τὸ ὄφλημα ἐπιτείνεται· καὶ καθάπερ ἐπὶ τῶν χρημάτων τοὺς μηδὲν ὀφεί‐ λοντας ἐπαινοῦμεν, οὕτως ἐνταῦθα τοὺς πολλὰ ὀφεί‐ λοντας μακαρίζομεν. Διὰ τοῦτο καὶ ὁ τῆς οἰκουμένης | |
40 | διδάσκαλος Παῦλος γράφων ἔλεγε· Μηδενὶ μηδὲν ὀφείλετε, ἀλλ’ ἢ τὸ ἀγαπᾷν ἀλλήλους, βουλόμε‐ νος ἡμᾶς τοῦτο τὸ χρέος καὶ ἀεὶ ἀποδιδόναι, καὶ ἀεὶ ὀφείλειν, καὶ μηδέποτε τὴν ὀφειλὴν ταύτην κατα‐ λύειν, μέχρις ἂν τὴν παροῦσαν ζωὴν καταλύσωμεν. | |
45 | Ὥσπερ οὖν τὰ χρήματα ὀφείλειν, βαρὺ καὶ ἐπαχθὲς, οὕτω τὸ τὴν ὀφειλὴν ταύτην μὴ ἀεὶ ὀφείλειν, κατηγο‐ ρίας ἄξιον. Καὶ ἵνα μάθῃς ὅτι τοῦτο οὕτως ἔχει, ἄκουε τῆς σοφίας τοῦ θαυμαστοῦ τούτου διδασκάλου, ὅπως τὴν παραίνεσιν εἰσήγαγε. Πρότερον γὰρ εἰπών· | |
51.165(50) | Μηδενὶ μηδὲν ὀφείλετε· τότε ἐπήγαγεν· Εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους· βουλόμενος πᾶσαν ἡμῶν τὴν ὀφειλὴν ἐνταῦθα κενοῦσθαι, καὶ τοῦτο τὸ χρέος θέλων | |
ἀδιάλυτον μένειν διηνεκῶς. Τοῦτο γάρ ἐστι μάλιστα | Column end | |
51.166(12) | τὸ συγκροτοῦν καὶ συσφίγγον τὴν ζωὴν τὴν ἡμετέ‐ ραν. Ἐπεὶ οὖν ἔγνωμεν ὅσον τῆς ὀφειλῆς ταύτης τὸ κέρδος, καὶ ὅτι ἐν τῷ ἀποδίδοσθαι μᾶλλον αὔξεται, | |
15 | φέρε, καὶ ἡμεῖς τὴν ὀφειλὴν, ἣν ὀφείλομεν ὑμῖν, οὐκ ἀπὸ ῥᾳθυμίας οὐδὲ ἀπὸ ἀγνωμοσύνης τινὸς, ἀλλ’ ἀπὸ τῆς συμβάσης ἀῤῥωστίας, σήμερον, καθ’ ὅσον οἷόν τε, ἐκτῖσαι σπουδάζωμεν, μικρά τινα διαλεχθέντες πρὸς τὴν ὑμετέραν ἀγάπην, ὑπόθεσιν τῆς διαλέξεως | |
20 | ποιησάμενοι αὐτὸν τοῦτον τὸν θαυμαστὸν τῆς οἰκου‐ μένης διδάσκαλον· καὶ ἅπερ σήμερον γράφων Ῥω‐ μαίοις διελέγετο, ταῦτα εἰς μέσον ἀγαγόντες ἀναπο‐ λήσωμεν, καὶ διὰ μακροῦ τοῦ χρόνου τὴν ἑστίασιν τὴν πνευματικὴν παραθῶμεν ὑμῶν τῇ ἀγάπῃ. Τίνα | |
25 | δέ ἐστι τὰ ἀναγνωσθέντα, ἀναγκαῖον εἰπεῖν, ἵν’ ὑπο‐ μνησθέντες τῶν εἰρημένων, μετὰ πλείονος τῆς εὐκο‐ λίας δέξησθε τὰ παρ’ ἡμῶν λεγόμενα. Οἴδαμεν, φησὶν, ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνερ‐ γεῖ εἰς ἀγαθόν. Τί βούλεται αὐτὸ τοῦτο τὸ προοί‐ | |
30 | μιον; Οὐδὲν γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ φθέγγεται ἡ μακαρία αὕτη ψυχὴ, ἀλλὰ κατάλληλα ἀεὶ τοῖς ὑπο‐ κειμένοις πάθεσι προσάγει τὰ φάρμακα τὰ πνευμα‐ τικά. Τί οὖν ἐστιν ὅ φησιν; Ἐπειδὴ πολλοὶ πανταχόθεν | |
35 | οἱ πειρασμοὶ περιεστοιχίζοντο τοὺς τότε τῇ πίστει προσιόντας, καὶ ἐπάλληλα ἦν τὰ παρὰ τοῦ ἐχθροῦ μηχανήματα, καὶ συνεχεῖς αἱ ἐπιβουλαὶ, καὶ οὐκ ἠρέμουν οἱ τῷ κηρύγματι πολεμοῦντες, τοὺς μὲν εἰς δεσμωτήρια ἐμβάλλοντες, τοὺς δὲ εἰς ἀπαγωγὰς, | |
40 | τοὺς δὲ εἰς μυρία ἕτερα βάραθρα καθέλκοντες· διὰ τοῦτο καθάπερ στρατηγὸς ἄριστος, ὁρῶν μετὰ πολλοῦ θυμοῦ πνέοντα τὸν ἀντίπαλον, περιιὼν τοὺς οἰκείους πανταχόθεν διεγείρει, νευροῖ, ἀλείφει, θαρσαλεωτέ‐ ρους καθίστησι, προθυμοτέρους ποιεῖ πρὸς τὸ τὰς | |
45 | χεῖρας ἀντᾶραι κατὰ τοῦ πολεμίου, καὶ μὴ δεδοικέ‐ ναι τὰς ἐκείνου καταδρομὰς, ἀλλὰ στεῤῥῷ τῷ φρονή‐ ματι ἐξ ἐναντίας ἱσταμένους καὶ αὐτὴν αὐτοῦ συγ‐ κόπτειν, εἰ οἷόν τε, τὴν ὄψιν, καὶ μὴ καταπλήττε‐ σθαι τὴν πρὸς αὐτὸν ἀντίστασιν τὸν αὐτὸν δὲ τρό‐ | |
51.166(50) | πον καὶ ὁ μακάριος οὗτος, ἡ οὐρανομήκης ψυχὴ, διεγεῖραι βουλόμενος τῶν πιστῶν τὰ φρονήματα, καὶ κάτω κείμενον, ὡς εἰπεῖν, αὐτῶν τὸν λογισμὸν ἀνορ‐ | |
θῶσαι ἐπειγόμενος, οὕτως ἤρξατο λέγων· Οἴδαμεν | 165 | |
51.167 | δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ὁρᾷς τὴν σύνεσιν τὴν ἀποστολικήν; Οὐκ εἶπεν, Οἶδα, ἀλλ’, Οἴδαμεν, καὶ αὐτοὺς εἰς συγκατά‐ θεσιν ἐφελκόμενος τῶν λεγομένων, ὅτι τοῖς ἀγαπῶσι | |
5 | τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Σκόπει ἀκρί‐ βειαν ῥημάτων ἀποστολικῶν. Οὐκ εἶπεν, Οἱ ἀγαπῶν‐ τες τὸν Θεὸν διαφεύγουσι τὰ δεινὰ, ἐλευθεροῦνται τῶν πειρασμῶν· ἀλλ’, Οἴδαμεν, φησὶ, τουτέστι, πε‐ πείσμεθα, πεπληροφορήμεθα, δι’ αὐτῆς τῶν πραγμά‐ | |
10 | των τῆς πείρας τὰς ἀποδείξεις εἰλήφαμεν· Οἴδαμεν ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. βʹ. Πόσην οἴεσθε δύναμιν ἔχειν τὴν βραχεῖαν ταύτην λέξιν; Πάντα, φησὶ, συνεργεῖ εἰς ἀγαθόν· μὴ γάρ | |
15 | μοι τὰ χρηστὰ ἐνταῦθα εἴπῃς, μηδὲ τὴν ἄνεσιν καὶ τὴν ἄδειαν μόνον λογίσῃ, ἀλλὰ καὶ τὰ ἐναντία, τὰ δεσμωτήρια, τὰς θλίψεις, τὰς ἐπιβουλὰς, τὰς καθ‐ ημερινὰς ἐφόδους, καὶ τότε ὄψει μετὰ ἀκριβείας τοῦ ῥήματος τὴν δύναμιν. Καὶ ἵνα μὴ μακράν που ἀγάγω | |
20 | τὴν ὑμετέραν ἀγάπην, εἰ βούλεσθε, μικρά τινα τῶν τῷ μακαρίῳ τούτῳ συμβάντων εἰς μέσον ἀγάγωμεν, καὶ ὄψεσθε τοῦ ῥήματος τὴν ἰσχύν. Ἐπειδὴ γὰρ περιιὼν πανταχοῦ, σπείρων τὸν τῆς εὐσε‐ βείας λόγον, τὰς ἀκάνθας ἀνασπῶν, καὶ τὴν ἀλή‐ | |
25 | θειαν ἐν τῇ ἑκάστου ψυχῇ καταφυτεύειν ἐπειγόμε‐ νος, γενόμενος κατά τινα πόλιν τῆς Μακεδονίας, καθὼς ὁ μακάριος Λουκᾶς, ὁ τὸ τῶν Πράξεων βιβλίον συνθεὶς, ἡμῖν διηγήσατο, παιδίσκην τινὰ πνεῦμα πονηρὸν ἔχουσαν, καὶ σιγᾷν οὐκ ἀνεχομένην, ἀλλὰ | |
30 | περιιοῦσαν καὶ πανταχοῦ καταδήλους αὐτοὺς διὰ τοῦ δαίμονος ποιεῖν βουλομένην, μετὰ πολλῆς τῆς ἐξου‐ σίας, λόγῳ καὶ ἐπιτάγματι, καθάπερ τινὰ μαστιγίαν ἀπελάσας, ἠλευθέρωσεν ἐκείνην τοῦ πονηροῦ δαίμο‐ νος· δέον τοὺς τὴν πόλιν ἐκείνην οἰκοῦντας, ὡς εὐερ‐ | |
35 | γέτας λοιπὸν καὶ σωτῆρας βλέπειν τοὺς ἀποστόλους, καὶ παντὶ θεραπείας τρόπῳ περὶ αὐτοὺς χρησαμένους ἀμείψασθαι τῆς τοσαύτης εὐεργεσίας, οἱ δὲ τοῖς ἐναντίοις ἀμείβονται. Καὶ ἄκουε τίσιν αὐτοῖς ἀμεί‐ βονται. Ἰδόντες, φησὶν, οἱ κύριοι αὐτῆς, ὅτι ἐξῆλ‐ | |
40 | θεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσήγαγον αὐ‐ τοὺς τοῖς στρατηγοῖς, καὶ πολλὰς ἐπιθέντες ἐκεί‐ νοις πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαν‐ | |
45 | τες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς. Εἴδετε πονηρίας ὑπερβολὴν τῶν τὴν πόλιν ἐκείνην οἰκούντων; εἴδετε τῶν ἀποστόλων ὑπομονὴν καὶ καρ‐ τερίαν; Μικρὸν ἀναμείνατε, καὶ ὄψεσθε καὶ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Σοφὸς γὰρ ὢν καὶ εὐμήχα‐ | |
51.167(50) | νος, οὐκ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις λύει τὰ δεινὰ, ἀλλ’ ὅταν αὐξηθῇ πάντα τὰ παρὰ τῶν ἐναντίων, καὶ δειχθῇ διὰ τῶν πραγμάτων τῶν αὐτοῦ ἀθλητῶν ἡ ὑπομονὴ, τότε καὶ τὴν οἰκείαν ῥοπὴν ἐπιδείκνυται· ἵνα μηδεὶς ἔχῃ λέγειν, ὅτι διὰ τοῦτο ἐπιπηδῶσι τοῖς | |
55 | κινδύνοις, διὰ τὸ θαῤῥεῖν ὅτι οὐδὲν ἀηδὲς πείσονται. Διά τοι τοῦτό τινας μὲν καὶ ἐναφίησι τοῖς δεινοῖς, ἀποῤῥήτῳ τινὶ σοφίᾳ χρώμενος, τινὰς δὲ καὶ ἐξαρπά‐ ζει, ἵνα διὰ πάντων μάθῃς αὐτοῦ τὴν ὑπερβάλλου‐ σαν φιλανθρωπίαν, καὶ ὅτι μείζους αὐτοῖς τὰς ἀμοι‐ | |
60 | βὰς ταμιευόμενος, συγχωρεῖ πολλάκις ἐπιτείνεσθαι τὰ δεινά. Οὕτως οὖν καὶ ἐνταῦθα ποιεῖ. Μετὰ γὰρ | |
τὴν τοσαύτην θαυματουργίαν καὶ τὴν εὐεργεσίαν, | Column end | |
51.168 | ἣν ἐπεδείξαντο ἀπελάσαντες τὸν ἀναίσχυντον ἐκεῖνον δαίμονα, συνεχώρησε καὶ μαστιχθῆναι καὶ εἰς δεσμω‐ τήριον ἐμβληθῆναι. Ἐντεῦθεν γὰρ μάλιστα διεδεί‐ κνυτο καὶ ἡ τοῦ Θεοῦ δύναμις. Διὸ καὶ ὁ μακάριος | |
5 | οὗτος ἔλεγεν· Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμοὶ ἡ δύ‐ ναμις τοῦ Χριστοῦ. Καὶ πάλιν· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ἀσθένειαν τοὺς πειρασμοὺς λέγων τοὺς ἐπαλλήλους. Ἀλλ’ ἴσως ἄν τις διαπορήσειεν | |
10 | ἐνταῦθα, τίνος ἕνεκεν ἀπήλασαν τὸν δαίμονα οὐδὲν ἐναντίον αὐτοῖς λέγοντα, ἀλλὰ μᾶλλον καὶ καταδή‐ λους αὐτοὺς ποιοῦντα· ἐπὶ πολλὰς γὰρ ἡμέρας ἐβόα λέγων, ὅτι Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ Θεοῦ τοῦ ὑψίστου εἰσὶν, οἵτινες καταγγέλλουσιν ἡμῖν ὁδὸν | |
15 | σωτηρίας. Μὴ ξενισθῇς, ἀγαπητέ· καὶ τοῦτο γὰρ τῆς συνέσεως ἦν τῆς ἀποστολικῆς καὶ τῆς τοῦ Πνεύ‐ ματος χάριτος. Εἰ γὰρ καὶ μηδὲν αὐτοῖς ἐναντίον ἔλεγεν, ἀλλ’ ἵνα μὴ ἐντεῦθεν ἀξιόπιστος γενόμενος ὁ δαίμων, καὶ ἐν τοῖς ἄλλοις ὑποσύρειν δύνηται τοὺς | |
20 | ἀφελεστέρους, διὰ τοῦτο ἐπιστομίσας αὐτὸν ἀπήλα‐ σεν, οὐ συγχωρήσας αὐτῷ τὰ ὑπὲρ τὴν ἀξίαν φθέγ‐ γεσθαι. Τοῦτο δὲ ἐποίει, ἀκολουθῶν τῷ οἰκείῳ Δε‐ σπότῃ· ἐπεὶ καὶ ἐκείνῳ προσιόντες ἔλεγον, Οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ· καὶ ὅμως | |
25 | ταῦτα λέγοντας αὐτοὺς ἀπήλαυνεν. Ἐγίνετο δὲ τοῦτο εἰς κατηγορίαν τῶν ἀναισχύντων Ἰουδαίων, ὅτι ἐκεῖ‐ νοι μὲν καθ’ ἑκάστην ἡμέραν θαύματα ὁρῶντες καὶ μυρία παράδοξα γινόμενα, ἠπίστουν, οἱ δὲ δαίμονες ἐπεγίνωσκον, καὶ Υἱὸν αὐτὸν τοῦ Θεοῦ ὡμολόγουν. | |
30 | γʹ. Ἀλλ’ ἐπὶ τὴν ἀκολουθίαν ἐπανέλθωμεν τοῦ λόγου. Ἵνα τοίνυν μάθητε ὅπως τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθὸν, ἀναγκαῖον πᾶσαν ὑμῖν ἀναγνῶ‐ ναι ταύτην τὴν ἱστορίαν, ἵνα καὶ ἐντεῦθεν γνῶτε, ὅπως μετὰ τὰς πληγὰς, μετὰ τὸ δεσμωτήριον, εἰς | |
35 | ἀγαθὸν ἅπαντα αὐτοῖς μετέβαλεν ἡ τοῦ Θεοῦ χάρις. Ἀλλ’ ἴδωμεν πῶς τοῦτο δείκνυσιν ὁ μακάριος Λουκᾶς λέγων· Παραγγελίαν δὲ τοιαύτην εἰληφὼς ὁ δε‐ σμοφύλαξ ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυ‐ λακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ | |
40 | ξύλον. Σκόπει πῶς ἐπιτείνεται τὰ δεινὰ, ἵνα καὶ ἡ ὑπομονὴ τῶν ἀποστόλων λαμπροτέρα γένηται, καὶ ἡ ἄφατος τοῦ Θεοῦ δύναμις κατάδηλος ἅπασι καταστῇ. Ἄκουε δὲ καὶ τὸ ἑξῆς. Ἐπάγει γὰρ, Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι | |
45 | ὕμνουν τὸν Θεόν. Ὅρα ψυχὴν ἐπτερωμένην, ὅρα διάνοιαν νήφουσαν· μὴ ἁπλῶς παραδράμωμεν, ἀγα‐ πητοὶ, τὸ εἰρημένον. Οὐ γὰρ εἰκῆ καὶ τὸν καιρὸν ἡμῖν ἐπεσημήνατο, εἰπὼν, Κατὰ δὲ τὸ μεσονύ‐ κτιον, ἀλλὰ βουλόμενος δεῖξαι, ὅτι, ὅτε τοῖς ἄλλοις | |
51.168(50) | ἅπασιν ἡδὺς ὁ ὕπνος ἐφίσταται καὶ κοιμίζει τὰ βλέφαρα, μάλιστα δὲ τοὺς ἐν ὀδύναις πολλαῖς καθ‐ εστῶτας εἰκὸς κατὰ τὸν καιρὸν ἐκεῖνον τοῦ ὕπνου καθ‐ έλκεσθαι, τότε τοίνυν, φησὶν, ὅτε πάντοθεν περι‐ εγένετο ἡ τοῦ ὕπνου τυραννὶς, τότε ἐκεῖνοι Προσευ‐ | |
55 | χόμενοι ὕμνουν τὸν Θεὸν, τῆς περὶ αὐτὸν ἀγάπης μέγιστον δεῖγμα τοῦτο ποιούμενοι. Καθάπερ γὰρ ἡμεῖς ὑπὸ ἀλγημάτων σωματικῶν ἐνοχλούμενοι, τὴν τῶν γνησίων συνουσίαν ἐπιζητοῦμεν, ἵνα ἐκ τῆς πρὸς ἐκείνους διαλέξεως τὴν ἐπίτασιν τῆς ὀδύνης παραμυ‐ | |
60 | θησώμεθα· οὕτω καὶ οἱ ἅγιοι οὗτοι τῷ πόθῳ τῷ περὶ τὸν Δεσπότην πυρούμενοι, καὶ τοὺς ἱεροὺς ὕμνους | |
ἀναφέροντες, οὐδὲ αἴσθησιν ἐλάμβανον τῶν ὀδυνῶν | 167 | |
51.169 | ἐκείνων, ἀλλ’ ὅλοι τῆς ἱκετηρίας ἐγίνοντο, καὶ τὴν θαυμαστὴν ἐκείνην ὑμνῳδίαν ἀνέφερον, καὶ λοιπὸν ἐκκλησία ἐγένετο τὸ δεσμωτήριον, καὶ ὁ τόπος ἅπας ἡγιάζετο διὰ τῆς ὑμνῳδίας τῶν ἁγίων ἐκείνων. Καὶ | |
5 | ἦν ἰδεῖν θαυμαστὰ καὶ παράδοξα πράγματα, ἀνθρώ‐ πους τῷ ξύλῳ προσδεδεμένους, καὶ οὐδὲν ἐμποδιζο‐ μένους πρὸς τὴν ὑμνῳδίαν. Τὸν γὰρ νήφοντα, καὶ ἐγρηγορότα, καὶ ζέοντα πόθον ἔχοντα περὶ τὸν Θεὸν, οὐδὲν κωλῦσαι δυνήσεταί ποτε τῆς πρὸς τὸν Δεσπό‐ | |
10 | την συνουσίας· Θεὸς γὰρ, φησὶν, ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν· καὶ πάλιν ἀλλαχοῦ, Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι. Ἔνθα γὰρ ἂν ᾖ διάνοια νήφουσα, πτεροῦται ὁ λογισμὸς καὶ ἀπαλ‐ λάττεται, ὡς εἰπεῖν, τοῦ συνδέσμου τοῦ σώματος, | |
15 | καὶ πρὸς τὸν ποθούμενον ἀνίπταται, καὶ τῆς γῆς ὑπερορᾷ. καὶ τῶν ὁρωμένων ἀνωτέρω γενόμενος, πρὸς ἐκεῖνον ἐπείγεται· ὃ δὴ καὶ ἐπὶ τῶν ἁγίων τού‐ των γεγένηται. Ὅρα γὰρ τὴν παραχρῆμα τῶν ὕμνων ἐνέργειαν, καὶ ὅπως καὶ ἐν δεσμωτηρίῳ γενόμενοι | |
20 | καὶ τῷ ξύλῳ προσδεδεμένοι, καὶ μετὰ γοήτων καὶ δεσμίων συναναμιγέντες, οὐ μόνον οὐδὲν παρ‐ εβλάβησαν, ἀλλὰ καὶ ταύτῃ μᾶλλον ἐξέλαμψαν, καὶ τῷ φωτὶ τῆς οἰκείας ἀρετῆς κατηύγασαν ἅπαντας τοὺς τὸ δεσμωτήριον οἰκοῦντας. Ἡ γὰρ φωνὴ τῶν | |
25 | ἱερῶν ὕμνων ἐκείνων εἰς τὴν ἑκάστου τῶν δεσμωτῶν εἰσιοῦσα ψυχὴν, μετέπλαττεν αὐτὴν, ὡς εἰπεῖν, καὶ μετεῤῥύθμιζεν. Ἄφνω γὰρ, φησὶ, σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμω‐ τηρίου, ἀνεῴχθησάν τε παραχρῆμα αἱ θύραι | |
30 | ἅπασαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες τῶν ὕμνων τῶν εἰς τὸν Θεὸν τὴν δύναμιν; Οὐ μόνον αὐτοὶ παρακλήσεως ἀπέλαυσαν οἱ τοὺς ὕμνους ἀναφέρον‐ τες, ἀλλὰ καὶ πάντων τὰ δεσμὰ λυθῆναι παρεσκεύα‐ σαν· ἵνα δειχθῇ διὰ τῶν πραγμάτων αὐτῶν, ὅπως | |
35 | Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγα‐ θόν. Ἰδοὺ γὰρ καὶ πληγαὶ, καὶ δεσμωτήριον, καὶ ξύλον, καὶ μετὰ τῶν δημίων διαγωγὴ, καὶ ὅμως ταῦτα ἀγαθῶν ὑπόθεσις γεγένηται καὶ εὐδοκιμήσεως ἀφορμὴ, οὐκ αὐτοῖς μόνον, οὐδὲ τοῖς οἰκοῦσι τὸ δε‐ | |
40 | σμωτήριον δεσμίοις, ἀλλὰ καὶ αὐτῷ τῷ δεσμοφύλακι. Ἔξυπνος γὰρ, φησὶ, γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν τὰς θύρας ἀνεῳγμένας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίσας ἐκπεφευγέναι τοὺς δεσμίους. Ὅρα μοι | |
45 | ἐνταῦθα τοῦ Θεοῦ τὴν φιλανθρωπίαν πάντα λόγον ὑπερβαίνουσαν. Τίνος γὰρ ἕνεκεν κατὰ τὸ μεσονύ‐ κτιον ἅπαντα ταῦτα γίνεται; Οὐδενὸς ἑτέρου χάριν, ἀλλ’ ἵνα ἀθόρυβον καὶ ἐν ἡσυχίᾳ τὸ πρᾶγμα οἰκονο‐ μηθῇ, καὶ τὴν σωτηρίαν πραγματεύσωνται τοῦ δε‐ | |
51.169(50) | σμοφύλακος. Τοῦ γὰρ σεισμοῦ γενομένου καὶ τῶν θυρῶν ἀνοιχθεισῶν, τὰ δεσμὰ ἀνέθη πάντων τῶν αὐ‐ τόθι, καὶ οὐδεὶς αὐτῶν ἐκπηδῆσαι συνεχωρήθη. Σκό‐ πει μοι καὶ ἄλλην ἐνταῦθα Θεοῦ σοφίαν. Τὰ μὲν γὰρ ἄλλα πάντα γέγονεν, ὁ σεισμὸς, λέγω, καὶ ἡ τῶν θυ‐ | |
55 | ρῶν ἄνοιξις, ἵνα μάθωσι διὰ τῶν ἔργων ἅπαντες, τίνες ἦσαν οἱ τότε τὸ δεσμωτήριον οἰκοῦντες, καὶ ὅτι οὐχ οἱ τυχόντες εἰσὶν ἄνθρωποι· οὐδενὶ δὲ ἐξελθεῖν ἐγένετο, ἵνα μὴ κινδύνων ἀφορμὴ γένηται τοῦτο τῷ δεσμοφύλακι. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον | |
60 | πῶς, ὅτε μόνον ὑπώπτευσε τοῦτο γεγενῆσθαι ὁ δε‐ | |
σμοφύλαξ, καὶ ἐνόμισέ τινας ἐκπεφευγέναι, καὶ τῆς | Column end | |
51.170 | ζωῆς αὐτῆς κατεφρόνησε. Σπασάμενος γὰρ, φησὶ, μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Ἀλλ’ ὁ παν‐ ταχοῦ νήφων καὶ ἐγρηγορῶν, ὁ μακάριος Παῦλος, τῇ οἰκείᾳ φωνῇ ἐξήρπασε τῆς φάρυγγος τοῦ θηρίου | |
5 | τὸ ἀρνίον. Ἐφώνησε γὰρ φωνῇ μεγάλῃ, λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Ὢ ταπεινοφροσύνης ὑπερβολή! οὐκ ἐφρόνησε μέγα ἐπὶ τοῖς γεγενημένοις, οὐ κατεξανέστη τοῦ δεσμοφύλακος. οὐδὲν ὑπέρογκον φθέγξασθαι κατεδέ‐ | |
10 | ξατο· ἀλλὰ μετὰ τῶν δεσμωτῶν, μετὰ τῶν δημίων, μετὰ τῶν κακούργων ἑαυτὸν κατηρίθμησε, λέγων· Ἅπαντές ἐσμεν ἐνθάδε. Εἶδες αὐτὸν πολλῇ τῇ τα‐ πεινοφροσύνῃ χρώμενον, καὶ οὐδὲν πλέον ἑαυτῷ νέ‐ μοντα τῶν αὐτόθι κακούργων; Ὅρα καὶ τὸν δεσμο‐ | |
15 | φύλακα λοιπὸν, οὐχ ὡς ἑνὶ τῶν ἄλλων προσιόντα. Θαῤῥήσας γὰρ καὶ αἰτήσας φῶτα, εἰσεπήδησε, καὶ ἔντρομος ὑπάρχων, προσέπεσε τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, καὶ προαγαγὼν αὐτοὺς ἔξω, ἔφη· Κύριοι, τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; Εἴδετε | |
20 | πῶς Τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν; εἴδετε τοῦ διαβόλου τὴν μηχανὴν, ὅπως δι‐ ελύθη; ὅπως ἄκυρα αὐτοῦ γέγονε τὰ μηχανήματα; Ἐπειδὴ γὰρ ἀπήλασαν τὸν δαίμονα, παρεσκεύασεν εἰς τὸ δεσμωτήριον αὐτοὺς ἐμβληθῆναι, νομίζων | |
25 | ἐμποδίζειν τὸν δρόμον τοῦ κηρύγματος διὰ τούτου. Ἀλλ’ ἰδοὺ καὶ τὸ δεσμωτήριον ἐμπορίας αὐτοῖς ὑπό‐ θεσις γεγένηται πνευματικῆς. δʹ. Ἄρα καὶ ἡμεῖς, ἂν νήφωμεν, οὐ μόνον ἐν ἀνέσει ὄντες, ἀλλὰ καὶ ἐν θλίψεσι, κερδαίνειν δυνάμεθα, καὶ | |
30 | τότε μᾶλλον, ἢ ἐν ἀνέσει. Ἡ γὰρ ἄνεσις, ὡς ἐπὶ τὸ πλεῖστον, ῥᾳθυμοτέρους ἐργάζεται· ἡ δὲ θλίψις νή‐ φειν παρασκευάζουσα, ἀξιοῦσθαι ποιεῖ καὶ τῆς ἄνω‐ θεν ῥοπῆς, καὶ μάλιστα, ὅταν διὰ τὴν εἰς τὸν Θεὸν ἐλπίδα τὴν ὑπομονὴν ἐπιδεικνύμεθα καὶ τὴν καρτε‐ | |
35 | ρίαν ἐν πάσαις ταῖς ἐπαγομέναις θλίψεσι. Μὴ τοίνυν ἀλγῶμεν, ἐπειδὰν θλιβώμεθα, ἀλλὰ μᾶλλον χαίρω‐ μεν· τοῦτο γὰρ ἡμῶν ἡ τῆς εὐδοκιμήσεως ὑπόθεσις. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν, Οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. | |
40 | Ἀλλ’ ἴδωμεν τὴν ζέουσαν ψυχὴν τῶν ἁγίων τούτων. Ἐπεὶ οὖν ἤκουσαν τοῦ δεσμοφύλακος λέγοντος, Τί με δεῖ ποιεῖν, ἵνα σωθῶ; ἆρα ὑπερέθεντο; ἆρα ἀνεβάλοντο; ἆρα ἠμέλησαν πρὸς τὴν κατήχησιν; Οὐδαμῶς· ἀλλὰ τί πρὸς αὐτὸν ἐκεῖνοι; Πίστευσον | |
45 | ἐπὶ τὸν Κύριον Ἰησοῦν Χριστὸν, καὶ σωθήσῃ σὺ, καὶ πᾶς ὁ οἶκός σου. Ὅρα κηδεμονίαν ἀποστο‐ λικήν. Οὐκ ἀρκοῦνται τῇ αὐτοῦ σωτηρίᾳ, ἀλλὰ δι’ ἐκείνου βούλονται καὶ τοὺς προσήκοντας αὐτῷ πάν‐ τας σαγηνεῦσαι εἰς τὸν τῆς εὐσεβείας λόγον, καιρίαν | |
51.170(50) | διδόντες τῷ διαβόλῳ τὴν πληγήν. Καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ πάντες παραχρῆμα, καὶ ἠγαλ‐ λιάσατο πανοικὶ πεπιστευκὼς τῷ Θεῷ. Ἐντεῦθεν παιδευόμεθα μηδέποτε ἐν τοῖς πνευμα‐ τικοῖς μηδὲ τὸ τυχὸν ἀναβάλλεσθαι, ἀλλὰ πάντοτε | |
55 | καιρὸν ἐπιτήδειον ἡγεῖσθαι τὸν παραπίπτοντα. Εἰ γὰρ νυκτὸς οὔσης οἱ ἅγιοι οὗτοι ὑπερθέσθαι οὐκ ἠνέσχοντο, ποίαν ἕξομεν ἀπολογίαν ἡμεῖς, ἐν ἑτέρῳ καιρῷ παρατρέχοντες πνευματικὸν κέρδος; Εἶδες ἐκκλησίαν τὸ δεσμωτήριον γινόμενον; εἶδες τὸ κατ‐ | |
60 | αγώγιον τῶν δημίων, εὐκτήριον οἶκον ἐξαίφνης ἀπο‐ | |
δειχθέντα, καὶ τὴν μυσταγωγίαν ἐκεῖ τελουμένην; | 169 | |
51.171 | Τοσοῦτόν ἐστι τὸ νήφειν, καὶ μηδέποτε παρατρέχειν τὰ πνευματικὰ κέρδη, ἀλλὰ πάντα καιρὸν ἐπιτήδειον ποιεῖσθαι πρὸς τὴν τοιαύτην ἐμπορίαν. Καλῶς ἄρα ἔλεγεν ὁ μακάριος οὗτος γράφων, Ὅτι τοῖς ἀγα‐ | |
5 | πῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. Ταύτην τὴν ῥῆσιν, παρακαλῶ, καὶ ἡμεῖς ἐγκεκολαμμένην ἔχοντες τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, μηδέποτε ἀσχάλλω‐ μεν, ἐπειδὰν λυπηροῖς τισι κατὰ τὸν βίον τοῦτον πε‐ ριπέσωμεν, ἢ περιστάσεσιν, ἢ ἀῤῥωστίαις σωματι‐ | |
10 | καῖς, ἢ ἑτέροις τισὶ λυπηροῖς πράγμασιν· ἀλλὰ πολλῇ κεχρημένοι τῇ φιλοσοφίᾳ, ἀντέχωμεν πρὸς πάντα πειρασμὸν, εἰδότες ὅτι, ἂν νήφωμεν, πανταχόθεν κερδαίνειν δυνάμεθα, καὶ μᾶλλον ἀπὸ τῶν πειρα‐ σμῶν ἢ ἀπὸ τῶν ἀνέσεων· καὶ μηδέποτε ἀλύωμεν, | |
15 | ἐννοοῦντες ὅσον τῆς ὑπομονῆς τὸ κέρδος, ἀλλὰ μηδὲ ἀπεχθῶς ἔχωμεν πρὸς τοὺς ἐπάγοντας ἡμῖν τοὺς πειρασμούς. Εἰ γὰρ κἀκεῖνοι τὸν οἰκεῖον σκοπὸν πληροῦντες τοῦτο ποιοῦσιν, ἀλλ’ ὁ κοινὸς Δεσπότης συγχωρεῖ, βουλόμενος ἡμᾶς καὶ διὰ τούτων ἐμπο‐ | |
20 | ρεύσασθαι τὴν πνευματικὴν ἐμπορίαν, καὶ τῆς ὑπο‐ | |
μονῆς λαβεῖν τὸν μισθόν. Ἐὰν οὖν δυνηθῶμεν εὐχα‐ | Column end | |
51.172 | ρίστως ἐνεγκεῖν τὰ ἐπαγόμενα, οὐ μικρὸν μέρος τῶν πεπλημμελημένων ἡμῖν διαλύσομεν. Εἰ γὰρ τὸν θη‐ σαυρὸν τοῦτον καὶ τῆς οἰκουμένης διδάσκαλον, καθ’ ἑκάστην ἡμέραν κινδύνοις περιπίπτοντα ὁρῶν ὁ Δε‐ | |
5 | σπότης ἠνείχετο, οὐ περιορῶν τὸν οἰκεῖον ἀθλητὴν, ἀλλὰ τὰ σκάμματα αὐτῷ μακρότερα κατασκευάζων, ἵνα τοὺς στεφάνους αὐτῷ λαμπροτέρους ἀπεργάση‐ ται, τί ἂν εἴποιμεν ἡμεῖς, οἱ μυρίων γέμοντες ἁμαρ‐ τημάτων, καὶ διὰ ταῦτα πολλάκις τοῖς πειρασμοῖς | |
10 | περιπίπτοντες, ἵνα τὴν ὑπὲρ τούτων δίκην ἐνταῦθα δόντες, μικρᾶς γοῦν φιλανθρωπίας ἀξιωθῶμεν, ἐπὶ τῆς φοβερᾶς ἐκείνης ἡμέρας τῶν ἀποῤῥήτων ἐκείνων ἀγαθῶν ἀπολαύσαντες; Τοῦτο δὲ λογιζόμενοι παρ’ ἑαυτοῖς, πρὸς ἅπαντα γενναίως ἀντέχωμεν, ἵνα καὶ | |
15 | τῆς ὑπομονῆς τὸν μισθὸν δεξώμεθα ἀπὸ τοῦ φιλαν‐ θρώπου Δεσπότου, καὶ τὸ πλῆθος τῶν ἡμῖν ἡμαρτη‐ μένων ὑποτεμέσθαι δυνηθῶμεν, καὶ τῶν αἰωνίων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυ‐ ρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα | |
20 | τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, | |
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | Column end || Page end171 |