TLG 2062 066 :: JOANNES CHRYSOSTOMUS :: De gloria in tribulationibus JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De gloria in tribulationibus Citation: Vol — pg — (ln) | ||
51.155(24t) | Εἰς τὸ ἀποστολικὸν ῥητὸν τὸ λέγον, «Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν, εἰδότες | |
25t | ὅτι ἡ θλῖψις ὑπομονὴν κατεργάζεται,» καὶ τὰ ἑξῆς. | |
---|---|---|
26 | αʹ. Ἐπίπονον μὲν γηπόνῳ τὸ ζεῦξαι βόας, καὶ ἄρο‐ τρον ἑλκύσαι, καὶ αὔλακα ἀνατεμεῖν, καὶ σπέρματα καταβαλεῖν, καὶ ἀνασχέσθαι χειμῶνος, καὶ κρυμὸν ἐνεγκεῖν, καὶ περιελάσαι τάφρον, καὶ πλεονεξίαν | |
30 | ὑδάτων ἐπιοῦσαν τοῖς σπέρμασιν ἀποκρούσασθαι, καὶ ὄχθας ποταμῶν ὑψηλοτέρας ἐργάσασθαι, καὶ διὰ μέσης τῆς ἀρούρας βαθυτέρας αὔλακας ἀνατεμεῖν· ἀλλὰ τὰ ἐπίπονα ταῦτα, καὶ μόχθον ἔχοντα, κοῦφα γίνεται καὶ ῥᾷστα, ὅταν ταῖς ἐλπίσιν ὁ γεωργὸς | |
35 | ἴδῃ κομῶντα τὰ λήϊα, καὶ τὴν δρεπάνην ἠκονημένην, καὶ τὴν ἅλωνα τῶν δραγμάτων ἐμπεπλησμένην, καὶ τὸν καρπὸν ὥριμον μετὰ πολλῆς τῆς εὐφροσύνης οἴ‐ καδε εἰσκομιζόμενον. Οὕτω καὶ κυβερνήτης ἀγρίων κυμάτων κατατολμᾷ, καὶ χειμῶνος, καὶ μαινομένης | |
40 | θαλάττης πολλάκις καταφρονεῖ, καὶ πνευμάτων ἀστά‐ των, καὶ διαποντίους κλύδωνας καὶ μακρὰς οἶδε φέρειν ἀποδημίας, ὅταν τὰ φορτία ἀναλογίζηται, καὶ τοὺς τῆς ἐμπορίας λιμένας, καὶ τὸν ἐκ τούτων ἄπειρον πλοῦτον τικτόμενον ἴδῃ. Οὕτω καὶ στρα‐ | |
45 | τιώτης τραύματα φέρει, καὶ νέφη βελῶν ἀποδέ‐ χεται, καὶ λιμὸν ὑποφέρει, καὶ κρυμὸν, καὶ τὰς μακρὰς ἀποδημίας, καὶ τοὺς ἐπὶ τῆς παρατάξεως κινδύνους, ἐντεῦθεν τὰ τρόπαια καὶ τὰς νίκας καὶ τοὺς στεφάνους ἀναλογιζόμενος. Ἀλλὰ τίνος | |
51.155(50) | ἕνεκεν τούτων ἐμνήσθην; ἢ τί μοι βούλεται ταῦτα τὰ παραδείγματα; Παράκλησιν ὑμῖν ἐντεῦθεν πρὸς τὴν ἀκρόασιν εἰσαγαγεῖν βούλομαι, καὶ παραμυθίαν πρὸς | |
τοὺς ὑπὲρ τῆς ἀρετῆς ἱδρῶτας. Εἰ γὰρ τῶν εἰρη‐ | Column end | |
51.156(26) | μένων ἕκαστος τὸ ἐπίπονον κοῦφον ἡγεῖται διὰ τὴν τῶν μελλόντων ἐλπίδα, καὶ ταῦτα, εἰ καί τις αὐ‐ τῶν ἐπιτυχεῖν δυνηθείη, τῷ παρόντι συγκαταλυό‐ μενα βίῳ, πολλῷ μᾶλλον ὑμᾶς τὴν ὑπὲρ τῆς πνευ‐ | |
30 | ματικῆς διδασκαλίας ἀκρόασιν ἀνέχεσθαι χρὴ, καὶ τὴν ὑπὲρ τῆς αἰωνίου ζωῆς παράταξίν τε καὶ τοὺς ἱδρῶτας γενναίως φέρειν. Τοῖς μὲν γὰρ ἄδηλα τὰ τῆς προσκαίρου ἐλπίδος ἐστὶ, καὶ ἐν προσδοκίᾳ μόνῃ τῶν χρηστῶν πολλάκις γενόμενοι, τὸν βίον | |
35 | οὕτω κατέλυσαν, ἐντρυφήσαντες μὲν ταῖς ἐλπίσιν, ἐπὶ δὲ τῶν ἔργων αὐτῶν οὐκ ἐγγίσαντες, καὶ δὴ διὰ ταῦτα τὰ χαλεπώτερα ὑπομείναντες. Οἷόν τι λέγω· Μετὰ τοὺς πολλοὺς ἐκείνους πολλάκις πόνους τε καὶ ἱδρῶτας ὁ γηπόνος ἐνίοτε ἐν αὐτῷ τῷ τὴν δρεπά‐ | |
40 | νην ἀκονᾷν, καὶ πρὸς τὸν ἄμητον παρασκευάζεσθαι, ἐρυσίβης κατενεχθείσης, ἢ πλήθους ἀκρίδων, ἢ πέρα τοῦ μέτρου τῆς ἐπομβρίας γενομένης, ἢ ἑτέρας τινὸς πληγῆς ἐπενεχθείσης ἐκ τῆς τῶν ἀέρων ἀνω‐ μαλίας, ἀπῆλθε κεναῖς οἴκαδε χερσὶ, τὸν μὲν πόνον | |
45 | ἅπαντα ὑπομείνας, τοῦ δὲ καρποῦ τῆς ἐλπίδος ἐκ‐ πεσών. Καὶ ὁ κυβερνήτης δὲ ὁμοίως χαίρων τῷ πλή‐ θει τῶν φορτίων, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς τὰ ἱστία πετάσας, καὶ περάσας πολὺ πέλαγος, ἐν αὐ‐ τῷ πολλάκις τῷ στόματι τοῦ λιμένος, ἢ σπιλάδος | |
51.156(50) | ἐμπεσούσης, ἢ ὑφάλῳ καὶ σκοπέλῳ τινὶ προσαράξας, ἢ ἄλλῃ τινὶ τοιαύτῃ ἀδοκήτῳ περιστάσει πληγεὶς, πάντα τὸν φόρτον ἀπώλεσε, καὶ μόλις τὸ ἑαυτοῦ | |
σῶμα γυμνὸν διέσωσε μετὰ τοὺς μυρίους κινδύνους | 155 | |
51.157 | ἐκείνους. Οὕτω καὶ ὁ στρατιώτης μυρίοις πολλάκις παραταξάμενος πολέμοις, καὶ ἀποκρουσάμενος τοὺς ἐναντίους, καὶ τῶν ἐχθρῶν περιγενόμενος, καὶ ἐν αὐτῇ ὢν τῇ προσδοκίᾳ τῆς νίκης, τὴν ζωὴν μεταλ‐ | |
5 | λάξας ἀπῆλθεν, οὐδενὸς ὅλως ἐκ τῶν μόχθων καὶ τῶν κινδύνων ἀπολαύσας χρηστοῦ. Τὰ δὲ ἡμέτερα οὐ τοιαῦτα· τάς τε γὰρ ἐλπίδας αἰωνίους ἔχει ἀκινή‐ τους τε καὶ βεβαίας, καὶ οὐ τῷ προσκαίρῳ τούτῳ συγκαταλυομένας βίῳ, ἀλλὰ πρὸς τὴν ἀκήρατον καὶ | |
10 | μακαρίαν ἐκείνην καὶ διαιωνίζουσαν ζωὴν, καὶ οὐ μόνον ἀνωμαλίᾳ ἀέρων καὶ ἀδοκήτων πραγμάτων περιστάσει οὐκ ἐπιβουλευομένας, ἀλλ’ οὐδὲ αὐτῷ τῷ θανάτῳ διαλυομένας. Ἀπὸ τῶν ἐλπίδων δὲ αὐτῶν ἴδοι τις ἂν καὶ ἐν αὐτοῖς τοῖς τυχοῦσι λάμποντα αὐτῶν | |
15 | τὸν καρπὸν, καὶ πολλὴν καὶ μεγάλην οὖσαν τὴν ἀμοιβήν. Διὰ τοῦτο ὁ μακάριος Παῦλος ἐβόα, λέγων· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλί‐ ψεσι. Παρακαλῶ μὴ παραδράμωμεν τὸ εἰρημένον ἁπλῶς· ἀλλ’ ἐπειδὴ, οὐκ οἶδα πῶς, πάλιν ἡμᾶς ὁ | |
20 | λόγος εἰς τὸν τοῦ καλοῦ κυβερνήτου Παύλου λιμένα εἰσήγαγεν, ἐντρυφήσωμεν τῇ λέξει, βραχείᾳ μὲν οὔ‐ σῃ, πολλῇ δὲ ἡμᾶς παιδευούσῃ φιλοσοφίᾳ. Τί ποτ’ οὖν ἐστιν ἄρα τὸ εἰρημένον, καὶ τί τοῦτο εἰπὼν ᾐνίξατο ἡμῖν, λέγων, Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν | |
25 | ταῖς θλίψεσι; Μικρὸν, εἰ δοκεῖ, ἀνωτέρω τὸν τῆς δι‐ δασκαλίας λόγον ἀγάγωμεν, καὶ πολλὴν ὀψόμεθα τὴν σαφήνειαν, καὶ τὴν τῶν νοημάτων δύναμιν ἐκεῖθεν τικτομένην ἡμῖν. Ἀλλὰ μηδένα τὸ σῶμα κα‐ ταμαλακιζέτω· ἀλλ’ ἀντὶ δρόσου γενέσθω ἡ τῆς πνευ‐ | |
30 | ματικῆς ἀκροάσεως ἐπιθυμία. Καὶ γὰρ περὶ θλίψεως ἡμῖν ὁ λόγος καὶ ἐπιθυμίας ἀγαθῶν αἰωνίων, καὶ ὑπομονῆς, καὶ τῆς ἐκ τούτων γινομένης ἀμοιβῆς τοῖς οὐκ ἀναπεπτωκόσι. Τί ποτ’ οὖν ἐστι τὸ, Οὐ μόνον; Ὁ γὰρ τοῦτο εἰρηκὼς, εἰπεῖν ἡμῖν πολλὰ καὶ | |
35 | ἕτερα δείκνυσι προϋπηργμένα ἀγαθά· καὶ μετ’ ἐκεί‐ νων καὶ τοῦτο προστίθησι, τὸ ἀπὸ τῆς θλίψεως· διὸ καὶ ἔλεγεν ὁ αὐτός· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώ‐ μεθα ἐν ταῖς θλίψεσιν. Ὥστε δὲ σαφέστερον γενέ‐ σθαι τὸ εἰρημένον, βραχεῖαν ὥραν ἀνάσχεσθε, μακρο‐ | |
40 | τέραν ἡμῶν ποιουμένων τὴν διδασκαλίαν τῷ λόγῳ. Ἐπειδὴ γὰρ κατηγγέλθη ὑπὸ τῶν ἀποστόλων τὸ θεῖον κήρυγμα, καὶ περιῄεσαν πανταχοῦ τῆς οἰκου‐ μένης σπείροντες τῆς εὐσεβείας τὸν λόγον, καὶ πρόῤ‐ ῥιζον ἀνασπῶντες τὴν πλάνην, καὶ τοὺς πατρῴους | |
45 | τῶν ἀσεβῶν καταλύοντες νόμους, καὶ παρανομίαν ἅπασαν ἐλαύνοντες, καὶ τὴν γῆν ἐκκαθαίροντες, καὶ εἰδώλων μὲν καὶ ναῶν καὶ βωμῶν καὶ πανηγύρεων τῶν ἐκεῖθεν καὶ τελετῶν κελεύοντες ἀποπηδᾷν, ἐπιγι‐ νώσκειν δὲ τὸν τῶν ὅλων ἕνα καὶ μόνον Θεὸν, καὶ τὰς | |
51.157(50) | μελλούσας ἀναμένειν ἐλπίδας, καὶ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος διελέγοντο, καὶ περὶ ἀνα‐ στάσεως ἐφιλοσόφουν, καὶ περὶ βασιλείας οὐρανῶν διελέγοντο· διὰ ταῦτα πόλεμος ἀνήφθη χαλεπὸς, καὶ πολέμων ἁπάντων ὁ τυραννικώτατος, καὶ πάντα θο‐ | |
55 | ρύβου καὶ ταραχῆς καὶ στάσεως ἔγεμε, καὶ πόλεις ἅπασαι, καὶ δῆμος ἅπας, καὶ οἰκία, καὶ οἰκουμένη καὶ ἀοίκητος, ἅτε δὴ τῶν παλαιῶν ἐθῶν διασαλευο‐ μένων, καὶ τῆς ἐπὶ τοσοῦτον κατασχούσης προλή‐ ψεως διασειομένης, καινῶν δὲ εἰσαγομένων δογμάτων, | |
60 | καὶ ὧν μηδεὶς μηδέποτε ἤκουσε· πρὸς ταῦτα βασι‐ | Column end |
51.158 | λεῖς ἠγρίαινον, καὶ ἄρχοντες ἐδυσχέραινον, καὶ ἰδιῶται ἐταράττοντο, καὶ ἀγοραὶ ἐθορυβοῦντο, καὶ δικαστήρια ἐχαλέπαινε, καὶ ξίφη ἐγυμνοῦτο, καὶ ὅπλα παρεσκευάζετο, καὶ νόμοι ἠγανάκτουν. Ἐκεῖθεν | |
5 | τιμωρίαι καὶ κολάσεις καὶ ἀπειλαὶ καὶ πάντα συν‐ εκινεῖτο τὰ ἐν ἀνθρώποις εἶναι δοκοῦντα δεινά. Ὥσ‐ περ θαλάττης μαινομένης καὶ χαλεπὰ ναυάγια ὠδι‐ νούσης, οὐδὲν ἄμεινον τὰ τῆς οἰκουμένης διέκειτο, πατρὸς παῖδα διὰ τὴν εὐσέβειαν τότε ἀποκηρύττον‐ | |
10 | τος, καὶ νύμφης πρὸς πενθερὰν σχιζομένης, καὶ ἀδελφῶν διαιρουμένων, καὶ δεσποτῶν κατὰ τῶν οἰ‐ κετῶν ἀγανακτούντων, καὶ τῆς φύσεως σχεδὸν πρὸς ἑαυτὴν στασιαζούσης, καὶ οὐκ ἐμφυλίου μόνον, ἀλλὰ καὶ συγγενικοῦ διὰ πάσης οἰκίας διιόντος πολέμου | |
15 | Ὁ γὰρ λόγος μαχαίρας δίκην εἰσιὼν, καὶ τὸ νοσοῦν ἀπὸ τοῦ ὑγιαίνοντος τέμνων, πολλὴν ἐποίει παντα‐ χοῦ τὴν στάσιν εἶναι, καὶ τὴν φιλονεικίαν, καὶ παν‐ ταχόθεν μυρίας αἴρεσθαι κατὰ τῶν πιστευόντων παρεσκεύασεν ἐπαχθείας καὶ μάχας. Ἐντεῦθεν οἱ | |
20 | μὲν εἰς δεσμωτήρια ἀπήγοντο, οἱ δὲ εἰς δικαστήρια, οἱ δὲ τὴν ἐπὶ θάνατον φέρουσαν ὁδόν· καὶ τῶν μὲν αἱ οὐσίαι ἐδημεύοντο, οἱ δὲ καὶ τῆς πατρίδος καὶ τῆς ζωῆς αὐτῆς πολλάκις ἐξέπιπτον, καὶ παντα‐ χόθεν νιφάδων πυκνότερα περιειστήκει τὰ κακά· | |
25 | ἔνδοθεν μάχαι, ἔξωθεν φόβοι, παρὰ τῶν φίλων, παρὰ τῶν ἀλλοτρίων, παρ’ αὐτῶν τῶν τῇ φύσει συνδεδε‐ μένων ἀλλήλοις. βʹ. Ταῦτ’ οὖν ὁρῶν ὁ μακάριος Παῦλος, ὁ τῆς οἰκου‐ μένης παιδοτρίβης, ὁ τῶν οὐρανίων δογμάτων διδά‐ | |
30 | σκαλος, ἐπειδὴ τὰ μὲν δεινὰ ἐν χερσὶν ἦν καὶ πρὸ τῶν ὀφθαλμῶν πραττόμενα, τὰ δὲ χρηστὰ ἐν ἐλπίσι μόνον καὶ ἐπαγγελίαις, βασιλεία οὐρανῶν, λέγω, καὶ ἀνά‐ στασις, καὶ τῶν ἀγαθῶν ἐκείνων λῆξις τῶν πάντα νοῦν καὶ λόγον ὑπερβαινόντων κάμινοι δὲ καὶ τήγανα | |
35 | καὶ ξίφη καὶ τιμωρίαι καὶ παντοδαπαὶ κολάσεις καὶ θάνατοι οὐκ ἐν ἐλπίσιν, ἀλλ’ ἐν πείρᾳ· οἱ δὲ πρὸς ταῦτα ἀγωνίζεσθαι μέλλοντες, ἀρτίως ἀπὸ βωμῶν καὶ εἰδώλων καὶ τρυφῆς καὶ ἀκολασίας καὶ μέθης εἰσποιη‐ θέντες ἦσαν τῇ πίστει, οὐδὲν ὑψηλὸν περὶ τῆς ἀϊδίου | |
40 | ζωῆς τέως μεμελετηκότες ἐννοεῖν, ἀλλὰ τῶν παρόν‐ των ἀντεχόμενοι μᾶλλον· καὶ εἰκὸς τούτων πολλοὺς μικροψυχεῖν καὶ ἐκλύεσθαι, καὶ ἀναπίπτειν καθ’ ἑκά‐ στην πολιορκουμένους ἡμέραν· ὅρα τί ποιεῖ ὁ τῶν ἀποῤῥήτων κοινωνὸς, καὶ πρόσεχε τῇ Παύλου σοφίᾳ. | |
45 | Συνεχῶς περὶ τῶν μελλόντων αὐτοῖς διαλέγεται, καὶ τὰ βραβεῖα ὑπ’ ὄψιν ἄγει, καὶ δείκνυσι τοὺς στεφά‐ νους, ἀλείφων αὐτοὺς καὶ παραμυθούμενος ταῖς τῶν αἰωνίων ἀγαθῶν ἐλπίσι. Καὶ τί φησι; Λογιζόμεθα γὰρ, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ | |
51.158(50) | πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Τί γάρ μοι λέγεις, φησὶ, τραύματα καὶ βω‐ μοὺς καὶ δημίους καὶ τιμωρίας καὶ λιμοὺς καὶ δη‐ μεύσεις καὶ πενίαν καὶ δεσμὰ καὶ ἁλύσεις; πάντα ὅσα βούλει τίθει τὰ δοκοῦντα ἐν ἀνθρώποις δεινὰ, | |
55 | καὶ οὐδὲν ἄξιον λέγεις τῶν ἐπάθλων ἐκείνων καὶ τῶν στεφάνων καὶ τῶν ἀμοιβῶν. Τὰ μὲν γὰρ τῷ παρόντι συγκαταλύεται βίῳ, τὰ δὲ ἐν τῷ ἀπείρῳ αἰῶνι τέλος οὐκ ἔχει· καὶ τὰ μὲν παροδεύει πρόσκαιρα ὄντα, τὰ δὲ παραμένει διηνεκῶς ἀγήρατα συνυπάρχοντα. | |
60 | Ὅπερ καὶ ἀλλαχοῦ τοῦτο αὐτὸ αἰνιττόμενος ἔλεγε· | 157 |
51.159 | Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως· τῇ πο‐ σότητι τὴν ποιότητα ὑποτεμνόμενος, καὶ τῷ χρόνῳ τὸ φορτικὸν παραμυθούμενος. Ἐπειδὴ γὰρ τῇ φύσει βαρέα καὶ φορτικὰ ἦν τὰ τότε συμβαίνοντα, τῷ προσ‐ | |
5 | καίρῳ τὸ φορτικὸν αὐτῶν ὑποτέμνεται, λέγων· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δό‐ ξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. Τὰ γὰρ βλε‐ | |
10 | πόμενα, πρόσκαιρα· τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Καὶ πάλιν ἀνάγων αὐτοὺς εἰς τὴν ἔννοιαν τοῦ μεγέ‐ θους τῶν τότε ἀγαθῶν, αὐτὴν εἰσάγει τὴν κτίσιν ὀδυνωμένην καὶ συστενάζουσαν ἐπὶ τοῖς παροῦσι μοχθηροῖς, καὶ σφόδρα ἐπιθυμοῦσαν τὰ μέλλοντα, ὡς | |
15 | πάνυ ὄντα χρηστὰ, λέγων οὕτω· Καὶ γὰρ ἡ κτίσις συστενάζει καὶ συνωδίνει ἄχρι τοῦ νῦν. Τίνος ἕνεκεν στενάζει; τίνος ἕνεκεν ὠδίνει; Τὰ μέλλοντα ἐκεῖνα προσδοκῶσα ἀγαθὰ καὶ ἐπιθυμοῦσα τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν. Καὶ γὰρ καὶ αὐτὴ, φησὶν, ἡ | |
20 | κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ Θεοῦ. Ὅταν δὲ ἀκούσῃς, ὅτι στενάζει καὶ ὠδίνει, μὴ λογικὴν εἶναι νόμιζε, ἀλλὰ μάνθανε τῆς Γραφῆς τὸ εἶδος. Ὅταν γὰρ βούληται ὁ Θεὸς | |
25 | μέγα καὶ χρηστὸν ἀναγγεῖλαι τοῖς ἀνθρώποις διὰ τῶν προφητῶν, καὶ αὐτὰ τὰ ἄψυχα αἰσθάνεσθαι ποιεῖ τῶν γινομένων θαυμάτων τὸ μέγεθος· οὐκ ἐπειδὴ αἰ‐ σθάνεσθαι τὴν κτίσιν φαμὲν, ἀλλ’ ἵνα τῶν θαυμάτων τὸ μέγεθος παραστῆσαι δυνηθῇ ἐκ τῶν συμβαινόντων | |
30 | τοῖς ἀνθρώποις. Τοῦτο δὴ καὶ ἡμῖν ἔθος λέγειν, ὅταν τι τῶν ἀδοκήτων συμβῇ, [ὅτι αὐτὴ ἡ πόλις ἐστύγνασεν, αὐτὸ τὸ ἔδαφος σκυθρωπὸν ἐγένετο·] καὶ ἐπὶ τῶν φοβερῶν δὲ ἀνθρώπων καὶ θηριώδη θυμὸν ἐχόντων τοῦτο αὐτὸ εἴποι τις ἄν· ὅτι αὐτὰ τὰ θεμέλια διέσει‐ | |
35 | σεν, αὐτοὶ οἱ λίθοι αὐτὸν ἐτρόμαξαν· οὐκ ἐπειδὴ ὄν‐ τως οἱ λίθοι τοῦτον ἐτρόμαξαν, ἀλλ’ ἵνα τὴν ὑπερ‐ βολὴν τῆς θηριώδους καρδίας αὐτοῦ καὶ τὸν θυμὸν παραστῆσαι δυνηθῶσι. Διὰ δὴ τοῦτο καὶ ὁ θαυμά‐ σιος προφήτης Δαυῒδ ἀπαγγέλλων τὰ ἀγαθὰ τὰ τοῖς | |
40 | Ἰουδαίοις συμβάντα, καὶ τὴν ἡδονὴν τὴν ἐκ τῆς ἐλευθερίας Αἰγύπτου ἐγγινομένην αὐτοῖς, ἔλεγεν· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου, οἴκου Ἰακὼβ ἐκ λαοῦ βαρβάρου, ἐγενήθη Ἰουδαία ἁγίασμα αὐτοῦ, Ἰσραὴλ ἐξουσία αὐτοῦ· ἡ θάλασσα εἶδε, καὶ | |
45 | ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω· τὰ ὄρη ἐσκίρτησαν ὡσεὶ κριοὶ, καὶ οἱ βουνοὶ ὡς ἀρ‐ νία προβάτων, ἀπὸ προσώπου Κυρίου. Καὶ τοῦτο οὐδαμοῦ γενόμενον ἤκουσέ τις. Ἡ μὲν γὰρ θάλασσα, καὶ ὁ Ἰορδάνης ἀνεστράφη εἰς τὰ ὀπίσω προστάγματι | |
51.159(50) | τοῦ Θεοῦ· τὰ δὲ ὄρη καὶ οἱ βουνοὶ οὐκ ἐσκίρτησαν· ἀλλ’, ὅπερ ἔφθην εἰπὼν, τὴν ὑπερβολὴν τῆς ἡδονῆς παραστῆσαι βουλόμενος, καὶ τὴν ἄνεσιν τὴν ἐκ τῆς τῶν Αἰγυπτίων κακώσεως ὑπηργμένην αὐτοῖς, καὶ αὐτὰ τὰ ἄψυχα σκιρτᾷν ἔλεγε καὶ πηδᾷν ἐπὶ τοῖς | |
55 | συμβεβηκόσιν αὐτοῖς χρηστοῖς· ὡς ὅταν τι καὶ λυ‐ πηρὸν ἀπαγγεῖλαι βούληται ἐξ ἡμετέρας ἁμαρτίας τικτόμενον, φησίν· Πενθήσει οἶνος, πενθήσει καὶ ἄμπελος· καὶ ἀλλαχοῦ· Ὁδοὶ Σιὼν πενθοῦσιν· ἀλλὰ καὶ δακρύειν τὰ ἀναίσθητα λέγει· Τεῖχος γὰρ | |
60 | θυγατρὸς Σιὼν, κατάγαγε δάκρυα, φησί· καὶ αὐ‐ τὴν δὲ τὴν γῆν, καὶ Ἰουδαίαν πενθεῖν λέγει καὶ με‐ θύειν τῇ λύπῃ οὐχ ὡς τῶν στοιχείων αἰσθανομένων | |
τούτων, ἀλλ’ ὅπερ ἔφθην εἰπὼν, ἕκαστος τῶν προφη‐ | Column end | |
51.160 | τῶν τὴν ὑπερβολὴν τῶν ἐκ Θεοῦ χορηγουμένων ἡμῖν ἀγαθῶν, καὶ τῶν τιμωριῶν τῶν ἐκ τῆς ἡμετέρας κακίας ἐπαγομένων ἡμῖν παραστῆσαι θέλων· διὸ δὴ καὶ ὁ μακάριος Παῦλος καὶ αὐτὸς τὴν κτίσιν εἰσ‐ | |
5 | άγει στενάζουσαν καὶ ὀδυνωμένην, ἵνα τὸ μέγεθος τῶν δωρεῶν τοῦ Θεοῦ τῶν μετὰ ταῦτα διαδεξομένων ἡμᾶς παραστῆσαι δυνηθῇ. γʹ. Ἀλλὰ ταῦτα πάντα, φησὶν, ἐν ἐλπίσιν· ὁ δὲ μι‐ κρόψυχος καὶ ταλαίπωρος ἄνθρωπος, καὶ νῦν τῆς | |
10 | εἰδωλολατρείας ἀπαλλαγεὶς, καὶ οὐκ εἰδὼς περὶ τῶν μελλόντων φιλοσοφεῖν, οὐ σφόδρα τούτοις διορθοῦται τοῖς λόγοις, ἀλλὰ ζητεῖ καὶ ἐν τῷ παρόντι καιρῷ εὑρέσθαι τινὰ παραμυθίαν. Διὰ δὴ τοῦτο καὶ ὁ σοφὸς οὗτος διδάσκαλος, καὶ πάντα εἰδὼς, οὐκ ἀπὸ τῶν | |
15 | μελλόντων μόνον παραμυθεῖται ἀγαθῶν, ἀλλὰ καὶ ἀπὸ τῶν παρόντων ἀλείφει χρηστῶν. Καὶ πρῶτον μὲν τὰ ὑπηργμένα προλέγει τῇ οἰκουμένῃ ἀγαθὰ, τὰ οὐκ ἐν ἐλπίσι καὶ προσδοκίᾳ, ἀλλ’ ἐν πείρᾳ καὶ ἀπο‐ λαύσει γενόμενα (ἅπερ καὶ τῶν μελλόντων καὶ ἐλπιζο‐ | |
20 | μένων μεγίστη καὶ σαφεστάτη ἀπόδειξίς ἐστι), καὶ πολὺν περὶ πίστεως κατατείνας τὸν λόγον, καὶ τοῦ πατριάρχου Ἀβραὰμ μνημονεύσας (καὶ τῆς φύσεως ἀπαγορευούσης τοῦ πατέρα αὐτὸν ἔσεσθαι, ἤλπισε καὶ προσεδόκησε, καὶ ἐπείσθη ἔσεσθαι, διὸ καὶ ἐγένετο), | |
25 | κἀκεῖθεν ἀνάγων εἰς τὸ μὴ δεῖν ποτε εἰς τὴν τῶν λο‐ γισμῶν καταπίπτειν ἀσθένειαν, ἀλλὰ τῷ μεγέθει τῆς πίστεως ὀρθοῦσθαι καὶ διανίστασθαι καὶ ὑψηλὰ φρο‐ νεῖν· μετὰ ταῦτα λέγει καὶ τῶν ὑπηργμένων τὸ μέ‐ γεθος. Τί δὲ τοῦτό ἐστιν; Ὅτι τὸν Υἱὸν, φησὶ, τὸν | |
30 | μονογενῆ, τὸν γνήσιον, τὸν ἀγαπητὸν, τοῦτον ὁ Θεὸς ὑπὲρ ἡμῶν τῶν ἀγνωμόνων ἔδωκεν οἰκετῶν, καὶ τοὺς μυρίοις βεβαρημένους ἁμαρτήμασι, καὶ τοσούτοις φορτίοις πιεζομένους πλημμελημάτων, οὐχὶ τῶν ἁμαρτημάτων ἀπήλλαξε μόνον, ἀλλὰ καὶ δικαίους | |
35 | εἰργάσατο, οὐδὲν φορτικὸν, οὐδὲ ἐπίπονον ἐπιτάξας, οὐδὲ ἐπαχθὲς, ἀλλὰ πίστιν ζητήσας παρ’ ἡμῶν μόνον, καὶ δικαίους ἐποίησε καὶ ἁγίους κατεσκεύασε, καὶ υἱοὺς Θεοῦ ἀπέφηνε, καὶ βασιλείας κληρονόμους ἀπ‐ έδειξε, καὶ τοῦ Μονογενοῦς συγκληρονόμους ἀπειργά‐ | |
40 | σατο, καὶ ἀνάστασιν ἐπηγγείλατο, καὶ ἀφθαρσίαν σω‐ μάτων, καὶ λῆξιν μετὰ ἀγγέλων, πάντα λόγον καὶ νοῦν ὑπερβαίνουσαν, καὶ τὴν ἐν οὐρανοῖς διατριβὴν, καὶ τὴν μετ’ αὐτοῦ ὁμιλίαν καὶ ἁγίου Πνεύματος ἐντεῦθεν ἤδη χάριν ἐξέχεε, καὶ τῆς τοῦ διαβόλου κατ‐ | |
45 | οχῆς ἡμᾶς ἀπήλλαξε, καὶ τῶν δαιμόνων ἡμᾶς ἐῤῥύ‐ σατο, καὶ τὴν ἁμαρτίαν κατέλυσε, καὶ τὴν κατάραν ἠφάνισε, καὶ ᾅδου πύλας συνέκλασε, καὶ τὸν παράδει‐ σον ἠνέῳξεν, οὐκ ἄγγελον, οὐκ ἀρχάγγελον, ἀλλ’ αὐτὸν ἀπέστειλε τὸν Μονογενῆ ὑπὲρ τῆς σωτηρίας τῆς ἡμε‐ | |
51.160(50) | τέρας, ὥς φησι διὰ τοῦ προφήτου· Οὐ πρέσβυς, οὐδὲ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν ἡμᾶς. Ταῦτα οὐ μυρίων στεφάνων λαμπρότερα; ὅτι ἡγιάσθημεν; ὅτι ἐδικαιώθημεν; ὅτι διὰ πίστεως; ὅτι τοῦ μονογε‐ νοῦς Υἱοῦ τοῦ Θεοῦ ἐξ οὐρανῶν κατελθόντος ὑπὲρ | |
55 | ἡμῶν; ὅτι τοῦ Πατρὸς τὸν ἀγαπητὸν αὐτοῦ δεδωκό‐ τος δι’ ἡμᾶς; ὅτι Πνεῦμα ἅγιον ἐδεξάμεθα; ὅτι μετ’ εὐκολίας ἁπάσης; ὅτι χάριτος ἀφάτου καὶ δωρεᾶς | |
ἀπελαύσαμεν; Ταῦτα τοίνυν εἰπὼν, καὶ διὰ μικρῶν | 159 | |
51.161 | ῥημάτων ἅπαντα δηλώσας, πάλιν εἰς τὴν ἐλπίδα τὸν λόγον κατέλυσεν. Εἰπὼν γὰρ, Δικαιωθέντες οὖν ἐκ πίστεως, εἰρήνην ἔχομεν πρὸς τὸν Θεὸν διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ τὴν προσ‐ | |
5 | αγωγὴν ἐσχήκαμεν τῇ πίστει εἰς τὴν χάριν ταύ‐ την, ἐν ᾗ ἑστήκαμεν, ἐπήγαγε· Καὶ καυχώμεθα ἐπὶ τῇ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. Ἐπεὶ οὖν εἶπε τὰ μὲν γεγενημένα, τὰ δὲ μέλλοντα· τὸ μὲν γὰρ δικαιω‐ θῆναι, καὶ τὸ τὸν Υἱὸν ὑπὲρ ἡμῶν σφαγῆναι, καὶ τὸ | |
10 | δι’ αὐτοῦ τῷ Πατρὶ προσαχθῆναι, καὶ τὸ χάριτος ἀπολαῦσαι, καὶ δωρεᾶς, καὶ τὸ ἁμαρτημάτων ἀπαλ‐ λαγῆναι, καὶ τὸ εἰρήνην ἔχειν πρὸς τὸν Θεὸν, καὶ τὸ ἁγίου Πνεύματος μετασχεῖν, ταῦτα γεγενημένων ἐστί· τὰ δὲ μέλλοντα ἦν, ἡ δόξα ἐκείνη ἡ ἀπόῤῥητος· | |
15 | ὃ καὶ αὐτὸ ἐπήγαγε, λέγων· Ἐν ᾗ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπὶ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ· ἡ δὲ ἐλπὶς, ὥσπερ ἔφθην εἰπὼν, οὐ σφόδρα ἱκανὴ τὸν μικρόψυχον ὀρθῶσαι καὶ ἀναστῆσαι ἀκροατήν· ὅρα τί ποιεῖ πάλιν, καὶ θέασαι τὴν εὐτονίαν Παύλου, καὶ | |
20 | τὴν φιλόσοφον γνώμην. Ἀπὸ γὰρ αὐτῶν τῶν δοκούν‐ των λυπεῖν καὶ θορυβεῖν καὶ ταράττειν τὸν ἀκροα‐ τὴν, ἀπ’ αὐτῶν τούτων ἀναπλέκει τῆς παρακλήσεως καὶ τοῦ καυχήματος τοὺς στεφάνους. Ἐπειδὴ γὰρ ταῦτα πάντα κατέλεξε, λοιπὸν ἐπάγει λέγων· Οὐ μό‐ | |
25 | νον ταῦτα λέγω, ἅπερ εἶπον, φησὶν, οἷον τὸ, ὅτι ἡγιά‐ σθημεν, ὅτι ἐδικαιώθημεν, ὅτι διὰ τοῦ Μονογενοῦς, ὅτι χάριτος ἀπηλαύσαμεν, ὅτι εἰρήνης, ὅτι δωρεᾶς, ὅτι ἁμαρτημάτων ἀφέσεως, ὅτι Πνεύματος ἁγίου κοινωνίας, ὅτι μετ’ εὐκολίας ἁπάσης, ὅτι καὶ χωρὶς | |
30 | μόχθων, καὶ χωρὶς ἱδρώτων, ὅτι πίστει μόνῃ, ὅτι τὸν Υἱὸν ἔπεμψε τὸν μονογενῆ, ὅτι τὸ μὲν ἔδωκε, τὸ δὲ ἐπηγγείλατο, δόξαν ἄῤῥητον, ἀφθαρσίαν, σωμάτων ἀνάστασιν, λῆξιν ἀγγελικὴν, τὴν μετὰ Χριστοῦ δια‐ γωγὴν, τὴν ἐν οὐρανοῖς διατριβήν· ταῦτα γὰρ ἅπαντα | |
35 | παρέστησεν ἐν τῷ εἰπεῖν, Καὶ καυχώμεθα ἐπ’ ἐλ‐ πίδι τῆς δόξης τοῦ Θεοῦ. Οὐ τοίνυν ταῦτα λέγει μόνον τὰ γενόμενα καὶ τὰ ἐσόμενα, ἀλλὰ καὶ αὐτὰ τὰ δοκοῦντα εἶναι ἐν ἀνθρώ‐ ποις λυπηρὰ, τὰ δικαστήρια λέγω, τὰς ἀπαγωγὰς, | |
40 | τοὺς θανάτους, τὰς ἀπειλὰς, τοὺς λιμοὺς, τὰς βασά‐ νους, τὰ τήγανα, τὰς καμίνους, τὴν λεηλασίαν, τοὺς πολέμους, τὰς πολιορκίας. τὰς μάχας, τὰς στάσεις, τὰς φιλονεικίας, καὶ ταῦτα τίθησιν ἐν τάξει δωρεᾶς καὶ κατορθωμάτων. Οὐ γὰρ ἐπ’ ἐκείνοις μόνοις τοῖς | |
45 | εἰρημένοις χαίρειν δεῖ καὶ γεγηθέναι, ἀλλὰ καὶ ἐν τού‐ τοις καυχᾶσθαι χρὴ, ὡς ὅταν λέγῃ· Νῦν χαίρω ἐν τοῖς παθήμασί μου ὑπὲρ ὑμῶν, καὶ ἀνταναπληρῶ τὰ ὑστερήματα τῶν θλίψεων τοῦ Χριστοῦ ἐν τῇ σαρκί μου. Εἶδες ψυχὴν εὔτονον, καὶ γνώμην ὑψηλὴν, καὶ | |
51.161(50) | φρόνημα ἀπερίτρεπτον, οὐκ ἐπὶ τοῖς στεφάνοις καλλω‐ πιζόμενον μόνον, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀγωνίσμασιν ἐν‐ ηδυνόμενον; οὐκ ἐπὶ ταῖς ἀμοιβαῖς χαίροντα, ἀλλὰ καὶ ἐπὶ τοῖς παλαίσμασιν ἐναβρυνόμενον; οὐκ ἐπὶ ταῖς ἀντιδόσεσιν εὐφραινόμενον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ | |
55 | παγκρατίῳ καυχώμενον; Μὴ γάρ μοι λέγε τὴν βασι‐ λείαν τῶν οὐρανῶν, μηδὲ τοὺς στεφάνους ἐκείνους τοὺς ἀκηράτους, μηδὲ τὰ βραβεῖα, ἀλλ’ αὐτὰ τὰ παρόντα, τὰ θλίψιν ἔχοντα καὶ μόχθον καὶ ταλαιπω‐ ρίαν πολλήν· ταῦτα εἰς μέσον ἄγε, καὶ δυνήσομαι | |
60 | δεῖξαι, ὅτι ἐπὶ τούτοις καυχᾶσθαι δεῖ μᾶλλον μειζό‐ | |
νως. Ἐπὶ μὲν γὰρ τῶν ἔξωθεν ἀγώνων τὰ μὲν πα‐ | Column end | |
51.162 | λαίσματα τὸν πόνον ἔχει, ὁ δὲ στέφανος τὴν ἡδονήν· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ καὶ πρὸ τῶν στεφάνων αὐτὰ τὰ παλαίσματα πολὺ φέρει τὸ καύχημα. Καὶ ἵνα μάθητε ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον, ἀναλο‐ | |
5 | γίσασθε ἕκαστον τῶν ἁγίων τῶν ἐφ’ ἑκάστης γενεᾶς, ὥς φησιν· Ὑπόδειγμα λάβετε, ἀδελφοὶ, τῆς κακο‐ παθείας καὶ τῆς ὑπομονῆς, τοὺς προφήτας, οἱ ἐλάλησαν τὸν λόγον ἐν ὀνόματι Κυρίου. Ἀλλὰ γὰρ καὶ οὗτος ὁ νῦν ἡμῖν τὸν ἀγῶνα τοῦτον προτεί‐ | |
10 | νας. καὶ τὸ παρὸν πνευματικὸν θέατρον συγκροτήσας, Παῦλον λέγω, μετὰ τὸ τὰς μυρίας αὐτὸν ἐκείνας ἑκά‐ στου τῶν ἁγίων καταλέξαι ταλαιπωρίας, ἃς μηδὲ ῥᾴ‐ διον νῦν κατὰ λόγον διεξιέναι, ἐπάγει λέγων· Περι‐ ῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστε‐ | |
15 | ρούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος, καὶ ἐπὶ τούτοις πᾶσιν ἀγαλ‐ λόμενοι. Τοῦτο δὲ αὐτὸ ἴδοι τις ἂν, ὅτε μετὰ τὴν φυ‐ λακὴν καὶ τὰς λοιδορίας μαστιχθέντες ἀπηλαύνοντο, τί φησιν; Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ | |
20 | προσώπου τοῦ συνεδρίου, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀτιμασθῆναι. δʹ. Ἀλλὰ γὰρ καὶ ἐπὶ ἡμῶν ταῦτα γέγονε· καὶ εἰ βούλοιτό τις, ἐνθυμηθήτω ὃ λέγω, ἐν τῷ καιρῷ τῶν διωγμῶν οἷα συνέβαινεν. Εἰσῄει παρθένος ἁπαλὴ καὶ | |
25 | ἀπειρόγαμος, κηροῦ μαλακώτερον ἔχουσα σῶμα· εἶτα τῷ ξύλῳ προσηλωθεῖσα πάντοθεν, διωρύττετο τὰς πλευρὰς καταξεομένη, καὶ κατεῤῥεῖτο τῷ αἵματι, καὶ καθάπερ νυμφευομένη μᾶλλον καὶ ἐν παστάδι καθημένη, οὕτω μετ’ εὐνοίας ἔφερε τὰ γινόμενα | |
30 | διὰ τὴν βασιλείαν τῶν οὐρανῶν, ἐν αὐτοῖς τοῖς ἀγῶσι στεφανουμένη. Ἐννόησον ἡλίκον ἦν ἰδεῖν τύραννον μετὰ στρατοπέδων καὶ ξιφῶν ἠκονημένων καὶ ὅπλων τοσούτων ἀπὸ μιᾶς κόρης νικώμενον. Ὁρᾷς ὅτι καὶ αὐτὴ ἡ θλίψις καύχησιν ἔχει μεγίστην; Καὶ μαρτυ‐ | |
35 | ρεῖτε τοῖς λεγομένοις ὑμεῖς. Οὔπω γὰρ τῶν μαρτύρων ἀπολαβόντων τὰς ἀμοιβὰς, οὐδὲ τὰ βραβεῖα καὶ τοὺς στεφάνους, ἀλλ’ εἰς κόνιν διαλυθέντων καὶ τέφραν, μετὰ πάσης προθυμίας συντρέχομεν εἰς τὰς ἐκείνων τιμὰς, καὶ θέατρον συγκροτοῦμεν πνευματικὸν, καὶ | |
40 | ἀνακηρύττομεν τούτους, καὶ στεφανοῦμεν αὐτοὺς διά τε τὰ τραύματα καὶ τὸ αἷμα, διὰ τὰς βασάνους καὶ τὰς πληγὰς, διὰ τὰς θλίψεις ἐκείνας καὶ τὰς στενο‐ χωρίας· οὕτω καὶ αὐταὶ αἱ θλίψεις καύχημα ἔχουσι καὶ πρὸ τῆς ἀμοιβῆς. Ἐννόησον ἡλίκος ἦν ὁ Παῦλος | |
45 | τότε τὰ δεσμωτήρια οἰκῶν, καὶ εἰς δικαστήρια ἐπ‐ αγόμενος, πῶς περίβλεπτος, πῶς λαμπρὸς, καὶ περι‐ φανὴς παρὰ πᾶσιν ἐφαίνετο, μάλιστα δὲ παρ’ ὧν ἐπολεμεῖτο, καὶ ἐπεβουλεύετο. Καὶ τί λέγω, ἀνθρώ‐ ποις περίβλεπτος, ὅπου γε καὶ τοῖς δαίμοσι τότε μᾶλ‐ | |
51.162(50) | λον ἦν φοβερὸς, ὅτε ἐμαστίζετο; Ὅτε δὲ ἐδεσμεῖτο, ὅτε ἐναυάγει, τότε τὰ μέγιστα εἰργάζετο σημεῖα, τότε μειζόνως περιεγένετο τῶν ἀντικειμένων δυνάμεων. Εἰδὼς οὖν καλῶς τὸ ἀπὸ τῶν θλίψεων τούτων προσ‐ γινόμενον τῇ ψυχῇ κέρδος, ἔλεγεν· Ὅταν ἀσθενῶ, | |
55 | τότε δυνατός εἰμι· εἶτα ἐπάγει· Διὸ εὐδοκῶ ἐν | |
ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, | 161 | |
51.163 | ἐν παθήμασιν, ἵνα ἐπισκηνώσῃ ἐπ’ ἐμὲ ἡ δύνα‐ μις τοῦ Χριστοῦ. Διὰ τοῦτο καὶ πρός τινας ἐν Κο‐ ρίνθῳ διατρίβοντας, καὶ πρὸς τούτους ἀποτεινόμενος μεγαλοφρονοῦντας ἐφ’ ἑαυτοῖς, τῶν δὲ λοιπῶν κατα‐ | |
5 | ψηφιζομένους, τὸν χαρακτῆρα τῆς Ἐπιστολῆς ἀπο‐ γράφων, ἀνάγκην ἔσχεν ἐντεῦθεν τῶν καθ’ ἑαυτὸν κατορθωμάτων συνθεῖναι ἡμῖν τὴν εἰκόνα, καὶ τοῦτο οὐκ ἀπὸ τῶν σημείων, οὐκ ἀπὸ τῶν θαυμάτων, οὐκ ἀπὸ τῆς τιμῆς, οὐκ ἀπὸ τῆς ἀνέσεως, ἀλλ’ ἀπὸ τῶν | |
10 | δεσμωτηρίων, καὶ τῶν δικαστηρίων, καὶ τοῦ λιμοῦ, καὶ τοῦ ψύχους, καὶ τῶν πολέμων, καὶ τῶν ἐπιβου‐ λῶν, οὕτω λέγων αὐτοῖς· Διάκονοι Χριστοῦ εἰσι· παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· καὶ δεικνὺς τὸ, Ὑπὲρ, καὶ τὴν ὑπεροχὴν, φησίν· Ἐν κόποις περισ‐ | |
15 | σοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλα‐ καῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις, καὶ τὰ ἑξῆς· Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁρᾷς αὐτὸν ἐν τούτοις μᾶλλον μειζόνως καυ‐ | |
20 | χώμενον, ἢ ἐπὶ λαμπροῖς στεφάνοις ἐγκαλλωπιζόμε‐ νον, καὶ διὰ τοῦτο λέγοντα· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσι; Τί δέ ἐστι τὸ, Οὐ μό‐ νον; Οὐ μόνον, φησὶν, οὐκ ἐκκακοῦμεν θλιβόμενοι καὶ ταλαιπωροῦντες, ἀλλ’ ὡς ἐπὶ μείζονι προκόπτον‐ | |
25 | τες τιμῇ καὶ δόξῃ, καυχώμεθα μᾶλλον ἐπὶ τοῖς συμ‐ βαίνουσι θλιβεροῖς. Εἶτα, ἐπειδὴ δόξαν ἔφησεν εἶναι μεγίστην καὶ καύχημα ἀπὸ τῶν θλίψεων καὶ καλλω‐ πισμόν· ἡ δὲ δόξα εὔδηλον ὅτι καὶ ἡδονὴν ἔχει· ὅπου γὰρ ἡδονὴ, πάντως ὅτι καὶ δόξα, ὅπου δὲ δόξα τοιαύτη, | |
30 | πάντως καὶ ἡδονή· ἐπειδὴ τοίνυν ἔδειξε λαμπρὸν καὶ περιφανὲς τὸ θλίβεσθαι καὶ ποιοῦν καλλωπίζεσθαι, λέγει ἕτερον αὐτοῦ κατόρθωμα μέγιστον, καὶ καρπὸν μέγιστόν τινα καὶ παράδοξον. Τίς δὲ οὗτός ἐστιν, ἴδω‐ μεν. Εἰδότες οὖν, φησὶν, ὅτι ἡ θλίψις ὑπομονὴν | |
35 | κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμὴν, ἡ δὲ δοκιμὴ ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Τί ἐστίν· Εἰ‐ δότες ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται; Τοῦτο μέγιστον ἔχει τὸν καρπὸν, ἰσχυρότερον ποιεῖ τὸν θλι‐ βόμενον τοῦτο. Καθάπερ γὰρ τῶν δένδρων τὰ μὲν | |
40 | σκιατροφούμενα καὶ ἐν ἀπηνέμοις ἑστηκότα χωρίοις, εὐθαλοῦντα τῇ ἰδέᾳ, μαλακώτερα γίνεται καὶ χαῦνα, πάσῃ ἀνέμων προσβολῇ ταχέως βλαπτόμενα· τὰ δὲ ἐν κορυφαῖς ὀρέων ὑψηλοτέροις ἑστῶτα, καὶ πολλοῖς καὶ μεγάλοις ῥιπιζόμενα τοῖς ἀνέμοις, καὶ ἀνωμαλίαν | |
45 | ἀέρων συνεχῆ φέροντα, καὶ χαλεπωτάτῃ ζάλῃ κλονού‐ μενα, καὶ χιόνι πολλῇ βαλλόμενα, σιδήρου παντὸς ἰσχυ‐ ρότερα μᾶλλον καθέστηκε· καὶ σώματα δὲ ὁμοίως τὰ πολλαῖς καὶ ποικίλαις ἡδοναῖς συστρεφόμενα, καὶ μα‐ λακοῖς ἱματίοις κοσμούμενα, καὶ συνεχέσι λουτροῖς | |
51.163(50) | καὶ μύροις κεχρημένα, καὶ πολυειδέσι τροφαῖς ὑπὲρ | Column end |
51.164 | τὴν χρείαν τρυφῶντα, παντάπασιν ἄχρηστα πρὸς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἱδρῶτας καὶ πόνους καθίστανται, κολάσεως ὄντα μεγίστης ὑπεύθυνα· οὕτω δὴ καὶ ψυ‐ χαὶ, αἱ μὲν τὸν ἀταλαίπωρον βίον μετιοῦσαι, καὶ | |
5 | ἀνέσεως γέμουσαι, καὶ τὸ ἡδέως διακεῖσθαι πρὸς τὰ παρόντα, καὶ τὸν ἀνάλγητον τοῦ διὰ τὴν βασιλείαν θλίβεσθαι κατὰ τοὺς ἁγίους ἅπαντας προτιμῶσαι βίον, κηροῦ παντὸς μαλακώτεραι μᾶλλον καὶ ἀσθε‐ νέστεραι καθιστάμεναι, αἰωνίου πυρὸς κατάβρωμα | |
10 | πρόκεινται· αἱ δὲ κινδύνοις καὶ πόνοις καὶ ταλαιπω‐ ρίαις τῆς διὰ τὸν Θεὸν θλίψεως ἐπιδεδομέναι, καὶ ἐν αὐταῖς συστρεφόμεναι, αὐτοῦ τοῦ σιδήρου ἢ τοῦ ἀδάμαντος στεῤῥότεραι καὶ γενναιότεραι μᾶλλόν εἰσιν ἐκ τοῦ συνεχῶς πάσχειν κακῶς, τοῖς ἐπιοῦσιν ἀχεί‐ | |
15 | ρωτοι καθιστάμεναι, καὶ ἕξιν τινὰ προσλαβοῦσαι ὑπομονῆς καὶ ἀνδρείας ἀκαταμάχητον. Καὶ καθάπερ οἱ μὲν πρῶτον νηὸς ἐπιβάντες ναυτιῶσί τε καὶ ἰλιγ‐ γιῶσι, ταραττόμενοι καὶ θορυβούμενοι ἀηδίᾳ καὶ σκοτοδινίᾳ κατεχόμενοι· οἱ δὲ πολλὰ καὶ μακρὰ | |
20 | διαβάντες πελάγη, καὶ μυρίων κυμάτων κατατολμή‐ σαντες, καὶ ναυαγίων συνεχῶν ἀνασχόμενοι, μετὰ τοῦ θαῤῥεῖν ἅπτονται τῆς τοιαύτης ἀποδημίας· οὕτω δὴ καὶ ἡ ψυχὴ πολλοὺς ὑπομείνασα πειρασμοὺς, καὶ με‐ γάλας θλίψεις ἀνασχομένη, ἐν μελέτῃ λοιπὸν πόνων | |
25 | καὶ ἕξει καρτερίας καθίσταται, οὐχ ὑπάρχουσα ψοφοδεὴς, οὐδὲ εὐπτόητος, οὐδὲ ταραττομένη τοῖς προσπίπτουσι λυπηροῖς, ἀλλ’ ἀπὸ τῆς συνεχοῦς γυ‐ μνασίας τῶν συμβαινόντων, καὶ τῆς πυκνῆς μελέτης τῶν γινομένων, μετὰ πολλῆς τῆς εὐκολίας ἅπαντα | |
30 | φέρουσα τὰ ἐπιόντα δεινά. Τοῦτο τοίνυν ὁ σοφὸς ἀρ‐ χιτέκτων τῆς οὐρανίου πολιτείας δηλῶν, ἔλεγεν· Οὐ μόνον δὲ, ἀλλὰ καὶ καυχώμεθα ἐν ταῖς θλίψεσιν· ὅτι πρὸ τῆς βασιλείας καὶ τῶν οὐρανίων στεφάνων μέγιστον ἐντεῦθεν καρπούμεθα τὸν μισθὸν, ἀπὸ τοῦ | |
35 | συνεχῶς θλίβεσθαι καρτερικωτέρας τῆς ψυχῆς ἡμῶν γινομένης, καὶ τῶν λογισμῶν ἰσχυροτέρων κατασκευα‐ ζομένων. Ταῦτ’ οὖν ἅπαντα εἰδότες, ἀγαπητοὶ, φέ‐ ρωμεν γενναίως τὰ προσπίπτοντα λυπηρὰ, διά τε τὸ τῷ Θεῷ δοκοῦν, καὶ ἐπὶ τῷ ἡμετέρῳ συμφέροντι, καὶ | |
40 | μὴ ἀλύωμεν, μήτε ἀναπίπτωμεν τῇ τῶν πειρασμῶν ἐπαγωγῇ, ἀλλὰ καὶ μετὰ ἀνδρείας ἁπάσης ἱστάμενοι, εὐχαριστῶμεν τῷ Θεῷ διηνεκῶς ὑπὲρ πασῶν τῶν εἰς ἡμᾶς τελουμένων εὐεργεσιῶν, ἵνα καὶ τῶν παρόντων ἀπολαύσωμεν ἀγαθῶν, καὶ τῶν μελλουσῶν ἐπιτύχω‐ | |
45 | μεν δωρεῶν, χάριτι καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα καὶ τὸ κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύ‐ ματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. | |
Ἀμήν. | 163 |