TLG 2062 065 :: JOANNES CHRYSOSTOMUS :: De mutatione nominum (homiliae 1–4)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De mutatione nominum (homiliae 1–4)

Citation: Vol — pg — (ln)

51

.

113

(30t)

Ἀναγνωσθείσης περικοπῆς, «Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου,» πάντων προσ‐
31tδοκώντων εἰς τὴν ἀρχὴν τοῦ θʹ τῶν Πράξεων τὴν ὁμιλίαν λεχθήσεσθαι, ὅτι ἀναστάσεως ἀπό‐
32tδειξις ἡ Παύλου κλῆσις.
33 αʹ. Ἆρα ταῦτα φορητά; ἆρα ταῦτα ἀνεκτά; Καθ’ ἑκάστην ἡμέραν ἡμῖν ἡ σύναξις πρὸς τὸ ἔλαττον συ‐
35στέλλεται· καὶ μεστὴ μὲν ἡ πόλις ἀνθρώπων, κενὴ δὲ ἡ ἐκκλησία ἀνθρώπων· μεστὴ μὲν ἡ ἀγορὰ, καὶ θέατρα, καὶ περίπατος· ἔρημος δὲ ὁ τοῦ Θεοῦ οἶκος· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἔρημος μὲν ἡ πόλις ἀνθρώπων, μεστὴ δὲ ἡ ἐκκλησία ἀνθρώπων. Ἀνθρώ‐
40πους γὰρ οὐ τοὺς ἐπὶ τῆς ἀγορᾶς δεῖ καλεῖν, ἀλλὰ τοὺς ἐπὶ τῆς ἐκκλησίας ὑμᾶς· οὐκ ἐκείνους τοὺς ῥᾳ‐ θυμοῦντας, ἀλλ’ ὑμᾶς τοὺς σπουδάζοντας· οὐκ ἐκεί‐ νους τοὺς περὶ τὰ βιωτικὰ κεχηνότας, ἀλλ’ ὑμᾶς τοὺς τὰ πνευματικὰ τῶν βιωτικῶν προτιμῶντας. Οὐ γὰρ,
45εἴ τις σῶμα ἀνθρώπου καὶ φωνὴν ἔχει, οὗτος ἅνθρω‐Column end

51

.

114

(33)

πος· ἀλλ’ εἴ τις ψυχὴν ἀνθρώπου, καὶ διάθεσιν ἔχει ψυχῆς. Ψυχῆς δὲ ἀνθρωπίνης οὐδὲν οὕτω τεκμήριον,
35ὡς τῶν θείων ἐρᾷν λογίων· ὥσπερ οὐδὲν οὕτω κτη‐ νώδους καὶ ἀλόγου ψυχῆς δεῖγμα καὶ σημεῖον, ὡς τῶν θείων ὑπερορᾷν λογίων. Βούλει μαθεῖν, ὅτι οἱ θείας ἀκροάσεως ὑπερορῶντες, καὶ τὸ εἶναι ἄνθρωποι διὰ τῆς ὑπεροψίας ταύτης ἀπώλεσαν, καὶ τῆς εὐγενείας
40αὐτῆς ἐξέπεσαν; Οὐκ ἐμὸν ὑμῖν ἐρῶ λόγον, ἀλλὰ προ‐ φητικὴν ἐρῶ ῥῆσιν, τὴν ἐμὴν γνώμην κυροῦσαν, ἵν’ ἴδητε ὅτι λόγων οὐκ ἐρῶντες πνευματικῶν, οὐδὲ ἄν‐ θρωποι εἶναι δύνανται· ἵνα ἴδητε ὅτι ἔρημος ἡμῖν ἐστιν ἡ πόλις ἀνθρώπων. Ὁ γὰρ μεγαλοφωνότατος
45Ἡσαΐας, ὁ τῶν παραδόξων ὄψεων θεωρὸς, ὁ τὰ σε‐113

51

.

115

ραφεὶμ ἰδεῖν καταξιωθεὶς ἔτι ὢν ἐν σαρκὶ, ὁ τοῦ μυ‐ στικοῦ μέλους ἐκείνου, οὗτος εἰς τὴν πόλιν τῶν Ἰουδαίων τὴν μητρόπολιν εἰσελθὼν τὴν πολυάνθρω‐ πον, τὰ Ἱεροσόλυμα λέγω, ἐν μέσαις ταῖς ἀγοραῖς
5ἑστὼς, τοῦ δήμου παντὸς αὐτὸν περιεστῶτος, βουλό‐ μενος δεῖξαι, ὅτι ὁ μὴ ἀκούων τῶν λόγων τῶν προ‐ φητικῶν, οὐκ ἔστιν ἄνθρωπος, ἐβόα λέγων· Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα, καὶ οὐκ ἦν ὑπ‐ ακουσόμενος. Καὶ ὅτι οὐ διὰ τὴν ἐρημίαν τῶν παρ‐
10όντων, ἀλλὰ διὰ τὴν ῥᾳθυμίαν τῶν ἀκροωμένων τοῦτο εἶπεν, εἰπὼν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐπ‐ ήγαγε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος. Ὥστε παρ‐ ῆσαν μὲν, οὐκ ἐνομίζοντο δὲ παρεῖναι, ἐπειδὴ τοῦ προ‐ φήτου οὐκ ἤκουον· διὰ τοῦτο ἐπειδὴ ἦλθε, καὶ οὐκ
15ἦν ἄνθρωπος, ἐκάλεσε, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος, πρὸς τὰ στοιχεῖα τρέπει τὸν λόγον, καί φησιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ. Ἐγὼ μὲν γὰρ, φησὶ, πρὸς ἀνθρώπους ἀπεστάλην, πρὸς ἀνθρώπους νοῦν ἔχοντας· ἐπειδὰν δὲ οὔτε λόγον, οὔτε αἴσθησιν ἔχοντες ὦσι, διὰ
20τοῦτο τοῖς οὐκ ἔχουσιν αἴσθησιν στοιχείοις δια‐ λέγομαι, εἰς κατηγορίαν τῶν αἰσθήσει τετιμημένων μὲν, οὐ χρωμένων δὲ τῇ τιμῇ. Οὕτω καὶ ἕτερος προ‐ φήτης φησὶν ὁ Ἱερεμίας. Καὶ γὰρ καὶ ἐκεῖνος ἐν μέσῳ πλήθει τῶν Ἰουδαίων ἑστὼς, ἐν αὐτῇ τῇ πόλει,
25ὥσπερ οὐδενὸς παρόντος, οὕτως ἐβόα· Πρὸς τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; Τί λέγεις; τοσοῦτον πλῆθος ὁρῶν, ἐρωτᾷς, πρὸς τίνα λαλήσεις; Ναὶ, φησί· τὸ πλῆθος γὰρ τῶν σωμάτων ἐστὶν, ἀλλ’ οὐ πλῆθος ἀνθρώπων· σωμάτων ἐστὶ πλῆθος οὐκ ἐχόντων ἀκοήν.
30Διά τοι τοῦτο καὶ ἐπήγαγεν· Ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Ὁρᾷς ὅτι πάν‐ τες οὗτοι διὰ τὸ μὴ ἀκούειν οὐκ εἰσὶν ἄνθρωποι; Ἐκεῖ‐ νός φησιν, Ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος, ἐκάλε‐ σα, καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος· οὗτός φησι, Πρὸς
35τίνα λαλήσω καὶ διαμαρτυροῦμαι; ἀπερίτμητα τὰ ὦτα αὐτῶν, καὶ οὐ δύνανται ἀκούειν. Εἰ δὲ τοὺς παρόντας, ἐπειδὴ μὴ προσεῖχον μετὰ σπουδῆς τοῖς λεγομένοις, οὐδὲ ἀνθρώπους εἶναί φασιν οἱ προφῆται, τί ἂν εἴποιμεν ἡμεῖς περὶ τῶν οὐ μόνον οὐκ ἀκουο‐
40μένων, ἀλλ’ οὐδὲ ἐπιβῆναι τῶν ἱερῶν τούτων προ‐ θύρων ἀνεχομένων, περὶ τῶν ἔξω τῆς ἱερᾶς ταύτης ἀγέλης πλανωμένων, πόῤῥωθεν ὄντων τῆς μητρικῆς ταύτης οἰκίας, ἐν ἀμφόδοις καὶ στενωποῖς, καθάπερ τὰ ἄτακτα καὶ ῥᾴθυμα τῶν παιδίων; καὶ γὰρ ἐκεῖνα
45τὸν πατρῷον οἶκον ἀφέντα, ἔξω που πλανᾶται, ἐν ἀθύρμασι διημερεύοντα παιδικοῖς· διά τοι τοῦτο καὶ τῆς ἐλευθερίας καὶ τῆς ζωῆς πολλάκις ἐξέπεσε τὰ τοιαῦτα παιδία. Περιτυγχάνοντα γὰρ ἀνδραποδιστῶν ἢ λωποδυτῶν χερσὶ, θάνατον πολλάκις τὴν τιμωρίαν τῆς

51

.

115

(50)

ῥᾳθυμίας ἔδωκαν. Λαμβάνοντες γὰρ ἐκεῖνοι αὐτὰ, καὶ τὸν χρυσοῦν ἀφελόμενοι κόσμον, ἢ ῥεύμασι ποταμῶν ἀποπνίγουσιν, ἢ ὅταν φιλανθρωπότερόν τι περὶ αὐτῶν βουλεύσωνται, εἰς τὴν ἀλλοτρίαν ἀπαγαγόντες γῆν, τὴν ἐλευθερίαν αὐτῶν ἀποδίδονται. Τοῦτο καὶ οὗτοι
55πάσχουσιν. Ἐπειδὰν γὰρ τοῦ πατρῴου οἴκου καὶ τῆς ἐνταῦθα διατριβῆς ἀποπλανηθῶσι, περιτυγχάνουσι στόμασιν αἱρετικῶν, καὶ ταῖς γλώσσαις τῶν τῆς ἀλη‐
θείας ἐχθρῶν· εἶτα, καθάπερ ἀνδραποδισταὶ λαβόντεςColumn end

51

.

116

αὐτοὺς ἐκεῖνοι, καὶ τὸν χρυσοῦν τῆς πίστεως ἀφελό‐ μενοι κόσμον, ἀποπνίγουσιν εὐθέως, οὐκ εἰς ποτα‐ μοὺς ἐμβάλλοντες, ἀλλ’ εἰς τὰ θολερὰ τῆς δυσωδίας αὐτῶν καταποντίζοντες δόγματα.
5 βʹ. Ὑμέτερον ἂν εἴη τῆς τῶν ἀδελφῶν τούτων προ‐ νοῆσαι σωτηρίας, καὶ ἐπαναγαγεῖν αὐτοὺς πρὸς ἡμᾶς, κἂν ἀνθέλκωσι, κἂν ἀντιτείνωσι, κἂν καταβοῶσι, κἂν ὀδύρωνται. Παιδικῆς ἡ φιλονεικία αὕτη καὶ ῥᾳ‐ θυμία διανοίας ἐστίν. Ἀλλ’ ὑμεῖς διορθώσατε τὴν
10ἀτελέστερον ἔτι διακειμένην αὐτῶν ψυχήν· ὑμέτερόν ἐστι πεῖσαι γενέσθαι ἀνθρώπους αὐτούς. Ὥσπερ γὰρ τὸν ἀνθρωπίνην ἀποστρεφόμενον τροφὴν, ἀκάνθας δὲ καὶ βοτάνας μετὰ τῶν θρεμμάτων βοσκόμενον, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι· οὕτω δὴ τὸν τὴν
15ἀληθῆ καὶ προσήκουσαν ἀνθρωπίνῃ ψυχῇ μισοῦντα τροφὴν, τὴν ἀπὸ τῶν θείων λογίων, ἐν δὲ βιωτικοῖς συλλόγοις καὶ συνεδρίοις ἀεὶ αἰσχρότητος γέμουσι καθήμενον, καὶ παράνομα βοσκόμενον ῥήματα, οὐκ ἂν εἴποιμεν ἄνθρωπον εἶναι. Ἄνθρωπος γὰρ καθ’
20ἡμᾶς, οὐκ εἴ τις ἄρτον τρέφοιτο μόνον, ἀλλ’ εἴ τις πρὸ τῆς τροφῆς ἐκείνης θείων λογίων μετέχοι καὶ πνευματικῶν. Καὶ ὅτι τοῦτο ἄνθρωπος, ἄκουσον τοῦ Χριστοῦ λέγοντος· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ
25διὰ στόματος Θεοῦ. Ὥστε διπλῆ τῆς ζωῆς ἡμῶν ἡ τροφὴ, ἡ μὲν ἐλάττων, ἡ δὲ βελτίων· καὶ δεῖ μάλι‐ στα ταύτης ἀντιποιεῖσθαι, ὥστε καὶ τὴν ψυχὴν δια‐ τρέφειν, καὶ μὴ περιορᾷν αὐτὴν λιμῷ τηκομένην. Ὑμέτερον οὖν ἂν εἴη ποιῆσαι τὴν πόλιν ἡμῖν μεστὴν
30ἀνθρώπων. Ἐπειδὴ οὖν ἔρημός ἐστιν ἀνθρώπων ἡ μεγάλη αὕτη καὶ πολυάνθρωπος, δίκαιοι δ’ ἂν εἴητε τοῦτον τῇ πατρίδι τὸν ἔρανον εἰσενεγκεῖν, καὶ τοὺς ἀδελφοὺς ἐπισπάσασθαι δεῖ, ἂν τὰ ἐντεῦθεν πρὸς ἐκεί‐ νους διακομίσητε. Καὶ γὰρ τραπέζης τότε πείθομεν
35ἀπολαύειν, οὐχ ὅταν ἐπαινῶμεν τὴν τράπεζαν μόνον, ἀλλὰ καὶ ὅταν τῶν ἐξ αὐτῆς ἐδεσμάτων τοῖς ἀπολειφθεῖ‐ σιν ἔχωμέν τι παρασχεῖν. Τοῦτο καὶ ὑμεῖς ποιήσατε νῦν, καὶ δυοῖν θάτερον ἔσται πάντως, ἢ πείσατε αὐ‐ τοὺς πρὸς ἡμᾶς ἐπανελθεῖν, ἢ μένοντες ἐπὶ τῆς αὐ‐
40τῆς φιλονεικίας, διὰ τῆς ὑμετέρας τραφήσονται γλώτ‐ της, μᾶλλον δὲ ἐπανήξουσι πάντως. Οὐ γὰρ αἱρήσονται ἐν χάριτος τρέφεσθαι μέρει, παρὸν μετ’ ἐξουσίας τῆς πατρικῆς ταύτης ἀπολαύειν τραπέζης. Ἀλλ’ ὅτι μὲν τοῦτο ποιεῖτε, ἢ πεποιήκατε, ἢ ποιήσετε, πάνυ
45θαῤῥῶ καὶ πιστεύω· καὶ γὰρ αὐτὸς συνεχῶς ταῦτα παραινῶν οὐ διέλιπον· καὶ ὑμεῖς δὲ πεπληρωμένοι ἐστὲ πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθε‐ τεῖν. Ὥρα δὴ λοιπὸν τὴν ἡμετέραν ὑμῖν παραθεῖναι τράπεζαν τὴν εὐτελῆ ταύτην καὶ πτωχὴν, καὶ πενίας

51

.

116

(50)

μὲν πολλῆς γέμουσαν, ἔχουσαν δὲ ὄψον ἄριστον, ὑμῶν τῶν ἀκροωμένων τὴν ἐπιθυμίαν. Τράπεζαν γὰρ ἡδί‐ στην οὐκ ἐδεσμάτων πολυτέλεια ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ τῶν κεκλημένων ποιεῖ ὄρεξις· οὕτω λαμπρὰ τράπεζα εὐτελὴς φανεῖται, ὅταν μὴ μετὰ τοῦ πεινῇν
55προσβάλωσιν οἱ παρόντες· οὕτω καὶ ἡ εὐτελὴς πολυ‐ τελὴς δείκνυται, ὅταν πεινῶντας λάβῃ τοὺς δαιτυ‐ μόνας. Ὅπερ οὖν καὶ ἕτερός τις συνιδὼν, ὅτι οὐ τῇ φύσει τῶν ἐδεσμάτων, ἀλλὰ τῇ διαθέσει τῶν ἑστιωμέ‐ νων ἡ πολυτέλεια κρίνεται τῶν τραπεζῶν, οὕτω πώς
60φησι· Ψυχὴ ἐν πλησμονῇ οὖσα, κηρίοις ἐμπαίζει,115

51

.

117

ψυχῇ δὲ ἐνδεεῖ καὶ τὰ πικρὰ γλυκέα φαίνεται· οὐ τῆς φύσεως τῶν προκειμένων μεταβαλλομένης, ἀλλὰ τῆς διαθέσεως τῶν ἑστιωμένων κλεπτούσης τὴν αἴ‐ σθησιν. Εἰ δὲ τὰ πικρὰ γλυκέα φαίνεται διὰ τὴν ἐπι‐
5θυμίαν τῶν κεκλημένων, πολλῷ μᾶλλον τὰ εὐτελῆ πο‐ λυτελῆ φαίνεται. Διὸ δὴ καὶ ἡμεῖς ἐσχάτῃ συζῶντες πενίᾳ, τοὺς φιλοτίμους τῶν ἑστιατόρων μιμούμεθα, καθ’ ἑκάστην σύναξιν πρὸς τὴν ἡμετέραν καλοῦντες ὑμᾶς τράπεζαν. Ποιοῦμεν δὲ τοῦτο, οὐ τῇ τῆς οἰκείας
10εὐπορίας πεποιθότες, ἀλλὰ τῇ τῆς ὑμετέρας ἀκροά‐ σεως θαῤῥοῦντες. γʹ. Τῆς μὲν οὖν ἐπιγραφῆς ὑμῖν τὸ χρέος ἅπαν κατα‐ βεβλήκαμεν, τῆς ἐπιγραφῆς, φημὶ, τῶν Πράξεων τῶν ἀποστολικῶν. Ἀκόλουθον δὲ λοιπὸν ἦν καὶ τῆς ἀρχῆς
15ἅψασθαι τοῦ βιβλίου, καὶ εἰπεῖν τί ποτέ ἐστι· Τὸν μὲν πρῶτον λόγον ἐποιήσαμεν περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδά‐ σκειν. Ἀλλὰ Παῦλος οὐκ ἀφίησί με χρήσασθαι τῇ τάξει ταύτῃ τῆς ἀκολουθίας, πρὸς ἑαυτὸν καὶ
20τὰ οἰκεῖα κατορθώματα τὴν ἡμετέραν γλῶτταν καλῶν. Ἐπιθυμῶ γὰρ αὐτὸν ἰδεῖν εἰς Δαμασκὸν εἰσαγόμε‐ νον, δεδεμένον, οὐκ ἐν ἁλύσει σιδηρᾷ, ἀλλὰ φωνῇ δε‐ σποτικῇ· ἐπιθυμῶ ἰδεῖν ἁλιευθέντα τὸν ἰχθὺν τοῦτον τὸν μέγαν, τὸν ἅπασαν ἀναβράσσοντα τὴν θάλασσαν,
25τὸν μυρία κύματα κατὰ τῆς Ἐκκλησίας ἐπεγείραντα· ἐπιθυμῶ ἰδεῖν αὐτὸν ἁλιευθέντα, οὐκ ἀγκίστρῳ, ἀλλὰ λόγῳ δεσποτικῷ. Καθάπερ γάρ τις ἁλιεὺς ἐπὶ πέτρας ὑψηλῆς καθήμενος, τὸν κάλαμον μετεωρίζων, ἀφ’ ὑψηλοῦ τὸ ἄγκιστρον ἀφίησιν εἰς τὸ πέλαγος· οὕτω
30δὴ καὶ ὁ Δεσπότης ὁ ἡμέτερος, ὁ τὴν ἁλείαν δείξας τὴν πνευματικὴν, καθάπερ ἐφ’ ὑψηλῆς πέτρας τῶν οὐρανῶν καθήμενος, ὥσπερ ἄγκιστρον τὴν φωνὴν ταύτην ἀφεὶς ἄνωθεν, καὶ εἰπὼν, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτως ἡλίευσε τὸν ἰχθὺν τοῦτον τὸν μέ‐
35γαν. Καὶ οἷον ἐπὶ τοῦ ἰχθύος γέγονεν, ὃν ἡλίευσε Πέτρος κατὰ τὸ πρόσταγμα τὸ δεσποτικὸν, τοιοῦτόν τι καὶ ἐπὶ τούτου συνέβη. Καὶ γὰρ καὶ οὗτος ὁ ἰχθὺς εὑρέθη στατῆρα ἔχων ἐν τῷ στόματι, στατῆρα μὲν, κίβδηλον δέ· εἶχε μὲν γὰρ ζῆλον, οὐ κατ’ ἐπίγνωσιν δέ.
40Διὰ τοῦτο τὴν ἐπίγνωσιν αὐτῷ χαρισάμενος ὁ Θεὸς, δόκιμον ἐποίησε τὸ νόμισμα· καὶ ὅπερ ἐπὶ τῶν ἁλιευομένων ἰχθύων γίνεται, τοῦτο καὶ ἐπὶ τούτου γέγονε. Καθάπερ γὰρ ἐκεῖνοι τοῦ πελάγους εὐθέως ἀνελκυσθέντες ἀποτυφλοῦνται, οὕτω καὶ οὗτος δεξά‐
45μενος εὐθέως τὸ ἄγκιστρον, καὶ ἀνασπασθεὶς εὐθέως ἐπετυφλώθη· ἀλλ’ ἐκείνη ἡ τύφλωσις πᾶσαν οἰκουμέ‐ νην ἀναβλέψαι ἐποίησε. Ταῦτ’ οὖν ἅπαντα ἰδεῖν ἐπι‐ θυμῶ. Καὶ γὰρ εἰ πόλεμος ἡμῖν περιειστήκει βαρ‐ βαρικὸς, καὶ ἐπὶ τῆς παρατάξεως οἱ πολέμιοι μυρία

51

.

117

(50)

παρεῖχον ἡμῖν πράγματα, εἶτα ὁ στρατηγὸς τῶν βαρ‐ βάρων, ὁ μυρία προσάγων μηχανήματα, καὶ πάντα συγχέων τὰ ἡμέτερα, καὶ πολλοῦ θορύβου καὶ ταρα‐ χῆς πληρῶν, καὶ τὴν πόλιν αὐτὴν ἀπειλῶν κατασκά‐ ψειν, καὶ παραδώσειν πυρὶ, καὶ δουλείαν ἡμῖν ἐπ‐
55ανατεινόμενος, ἐξαίφνης ὑπὸ τοῦ βασιλέως τοῦ ἡμετέ‐ ρου δεθεὶς αἰχμάλωτος εἰς τὴν πόλιν ἤγετο, πάντες ἂν μετὰ γυναικῶν καὶ παιδίων πρὸς τὴν θεωρίαν ἐκείνην ἐξεπηδήσαμεν. Ἐπεὶ οὖν καὶ νῦν πόλεμος συνέστηκεν, Ἰουδαίων θορυβούντων ἅπαντα καὶ τα‐
60ραττόντων, καὶ πολλὰ τῇ τῆς Ἐκκλησίας ἀσφαλείᾳ προσαγόντων μηχανήματα, τὸ δὲ κεφάλαιον τῶν πο‐ λεμίων ἦν ὁ Παῦλος, ὁ πάντων μείζονα καὶ ποιῶν
καὶ λέγων, ὁ πάντα θορυβῶν καὶ ταράττων, ἔδησεColumn end

51

.

118

δὲ αὐτὸν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ βασιλεὺς ὁ ἡμέτερος, ἔδησε καὶ αἰχμάλωτον εἰσήγαγε τοῦτον τὸν πάντα ἀνατρέποντα, οὐκ ἐξέλθωμεν ἅπαντες ἐπὶ τὴν θεωρίαν ταύτην, ὥστε ἰδεῖν αὐτὸν αἰχμάλωτον
5ἀγόμενον; Καὶ γὰρ οἱ ἄγγελοι τότε ἐκ τῶν οὐρανῶν ὁρῶντες αὐτὸν δεδεμένον καὶ εἰσαγόμενον, ἐσκίρτων· οὐκ ἐπειδὴ δεδεμένον εἶδον μόνον, ἀλλ’ ἐπειδὴ ἐν‐ ενόουν ὅσους ἀνθρώπους ἀπὸ τῶν δεσμῶν λύειν ἔμελ‐ λεν· οὐκ ἐπειδὴ χειραγωγούμενον ἐθεάσαντο, ἀλλ’
10ἐπειδὴ ἐλογίζοντο, ὅσους ἀνθρώπους ἔμελλεν ἀπὸ τῆς γῆς εἰς τὸν οὐρανὸν χειραγωγεῖν ἐκεῖνος. Διὰ τοῦτο ἔχαιρον, οὐκ ἐπειδὴ πεπηρωμένον εἶδον, ἀλλ’ ἐπειδὴ ἐνενόουν ὅσους ἔμελλεν ἀπὸ σκότους ἐξαγαγεῖν. Πο‐ ρεύθητι γὰρ, φησὶν, εἰς τὰ ἔθνη, καὶ ἀπαλλάξας αὐ‐
15τοὺς ἀπὸ σκότους, μεταστήσεις αὐτοὺς εἰς τὴν βασι‐ λείαν τῆς ἀγάπης Χριστοῦ. Διὰ ταῦτα τὸ προοίμιον ἀφεὶς, εἰς τὸ μέσον ἅλλεσθαι σπεύδω. Παῦλος γὰρ καὶ ὁ Παύλου πόθος ἠνάγκασεν ἡμᾶς πηδῆσαι τοῦτο τὸ πήδημα. Παῦλος καὶ ὁ Παύλου πό‐
20θος. Σύγγνωτέ μοι, μᾶλλον δὲ μὴ σύγγνωτε, ἀλλὰ καὶ ζηλώσατε τὸν ἔρωτα τοῦτον. Ὁ μὲν γὰρ ἄτοπον ἐρῶν ἔρωτα, εἰκότως συγγνώμην αἰτεῖ· ὁ δὲ τοιοῦτον ἐρῶν, καλλωπιζέσθω τῷ πόθῳ, καὶ πολλοὺς ποιείτω κοι‐ νωνοὺς τῆς ἐπιθυμίας, καὶ συνεραστὰς αὐτοῦ κατα‐
25σκευαζέτω μυρίους. Εἰ μὲν γὰρ ἦν ὁδῷ βαδίζοντα καὶ τάξει προβαίνοντα, καὶ τὰ πρότερα εἰπεῖν, καὶ πρὸς τὰ μέσα φθάσαι, οὐκ ἂν τὴν ἀρχὴν ἀφέντες, εὐ‐ θέως ἐπὶ τὸ μέσον ἤλθομεν· ἐπειδὴ δὲ τῶν Πατέρων ὁ νόμος κελεύει μετὰ τὴν Πεντηκοστὴν ἀποτίθεσθαι
30τὸ βιβλίον, καὶ τῷ τέλει τῆς ἑορτῆς ταύτης συγκατα‐ λύεται καὶ ἡ τοῦ βιβλίου ἀνάγνωσις, ἐφοβήθην μή ποτε περὶ τὰ προοίμια ἀσχολουμένων ἡμῶν καὶ δια‐ τριβόντων, προσεκδράμῃ τὴν ἡμετέραν ἄφιξιν τῆς ἱστορίας ἡ ἀκολουθία. Διὰ τοῦτο ἔδραμον ἀπὸ τῆς
35ἀρχῆς τοῦ διηγήματος, καὶ καθάπερ κεφαλῆς ὄπισθεν κατέχων τὸ προοίμιον τῆς ἱστορίας, κελεύσας μεῖναι καὶ στῆναι ὑμᾶς ἐν τῇ ἀρχῇ τῆς ὁδοῦ. Τῆς γὰρ τοῦ διηγήματος κεφαλῆς ἁψάμενος, θαῤῥῶν λοιπὸν ἅπα‐ σιν ἐπέξειμι τοῖς λοιποῖς, κἂν ἡ ἑορτὴ παρέλθῃ· οὐ‐
40δεὶς γὰρ ἡμῖν ἀκαιρίαν ἐγκαλέσει, αὐτῆς τῆς κατὰ τὴν ἀκολουθίαν ἀνάγκης τῶν τῆς ἀκαιρίας ἐγκλημά‐ των ἀπαλλαττούσης ἡμᾶς· διὰ τοῦτο ἀπὸ τῶν προοι‐ μίων ἐπὶ τὸ μέσον ἔδραμον. Ὅτι γὰρ οὐκ ἦν ὁδῷ βαδίζοντα πρὸς Παῦλον ἐλθεῖν, ἀλλὰ προεξέδραμεν ἂν
45τῆς ἡμετέρας γλώττης τὸ βιβλίον, καὶ τὰς θύρας ἡμῖν ἀπέκλεισεν ἂν, ἐξ αὐτοῦ τοῦ προοιμίου ποιήσω φα‐ νερὸν, εἰ καὶ ἤδη γέγονε τοῦτο δῆλον. δʹ. Εἰ γὰρ ἐπιγραφὴν μόνην ὑμῖν ἀναγινώσκοντες καὶ ἐξηγούμενοι, τὸ ἥμισυ τῆς ἑορτῆς ἀνηλώσαμεν, εἰ

51

.

118

(50)

καὶ πρὸς τὸ πέλαγος αὐτὸ τοῦ βιβλίου ἀπὸ τοῦ προοι‐ μίου ἀρξάμενοι, τὸν λόγον ἀφεῖναι ἐπεχειρήσαμεν, πόσον ἂν ἀνηλώσαμεν χρόνον, ὥστε φθάσαι εἰς τὰ κατὰ τὸν Παῦλον διηγήματα; Μᾶλλον δὲ ἐξ αὐτοῦ τοῦ προοιμίου δῆλον ὑμῖν τοῦτο ποιῆσαι πειράσομαι. Τὸν
55μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε. Πόσα νομίζετε ἐνταῦθα εἶναι ζητήματα; Πρῶτον, τίνος ἕνεκεν ἀναμιμνήσκει αὐτὸν τοῦ προτέ‐
ρου βιβλίου. Δεύτερον, τίνος ἕνεκεν λόγον καλεῖ, καὶ117

51

.

119

οὐχὶ Εὐαγγέλιον· καίτοι γε Παῦλος Εὐαγγέλιον αὐτὸ καλεῖ, οὑτωσὶ λέγων, Οὗ ὁ ἔπαινος ἐν τῷ Εὐαγγελίῳ διὰ πασῶν τῶν Ἐκκλησιῶν, περὶ τοῦ Λουκᾶ λέ‐ γων. Τρίτον, τίνος ἕνεκέν φησι, Περὶ πάντων ὧν
5ἐποίησεν ὁ Ἰησοῦς. Εἰ γὰρ Ἰωάννης, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ, ὁ τοσαύτης ἀπολαύσας παῤῥησίας, ὁ ἐπὶ τὸ στῆθος ἐκεῖνο τὸ ἅγιον κατακλιθῆναι καταξιω‐ θεὶς, ὁ τὰς πηγὰς ἐκεῖθεν ἀρυσάμενος τοῦ Πνεύμα‐ τος, οὗτος οὐκ ἐτόλμησε τοῦτο εἰπεῖν, ἀλλὰ τοσαύτῃ
10κέχρηται ἀσφαλείᾳ, ὡς εἰπεῖν, ὅτι Εἰ ἐγράφετο καθ’ ἓν πάντα ὅσα ἐποίησεν ὁ Χριστὸς, οὐδ’ ἂν αὐτὸν οἶμαι χωρῆσαι τὸν κόσμον τὰ γραφόμενα βιβλία· πῶς οὗτος ἐτόλμησεν εἰπεῖν, ὅτι Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν
15ἐποίησεν ὁ Ἰησοῦς; ἆρα μικρὸν ἡμῖν τὸ ζήτημα τοῦτο εἶναι δοκεῖ; Κἀκεῖ μὲν, Κράτιστε Θεό‐ φιλε, μετ’ ἐγκωμίου τὸ ὄνομα· οὐδὲ γὰρ ἁπλῶς τοῦ‐ το τοῖς ἁγίοις εἴρηται. Καὶ τάχα καὶ τοῦτο ἀπὸ μέρους ἐδείξαμεν, ὅτι οὐδὲ ἰῶτα ἓν, οὐδὲ μίαν κεραίαν ἁπλῶς
20ἔστιν ἰδεῖν ἐν ταῖς Γραφαῖς κειμένην. Εἰ τοίνυν ἐν τῷ προοιμίῳ τοσαῦτα ζητήματα, πόσον ἐμέλλομεν ἀναλί‐ σκειν χρόνον τὰ ἑξῆς ἅπαντα ἐπιόντες; Διὰ ταῦτα ἠναγκάσθην τὸ ἐν μέσῳ παραδραμὼν, πρὸς Παῦλον ἐλθεῖν. Τίνος οὖν ἕνεκεν τὰ ζητήματα εἰπόντες, τὴν
25λύσιν αὐτῶν οὐκ ἐπηγάγομεν; Ἐθίζοντες ὑμᾶς μὴ διὰ παντὸς μεμασημένην δέχεσθαι τὴν τροφὴν, ἀλλὰ πολλαχοῦ καὶ αὐτοὺς ἐπάγειν τὴν λύσιν τοῖς νοήμα‐ σιν, ὅπερ ποιοῦσιν αἱ περιστεραί. Καὶ γὰρ ἐκεῖναι τοὺς νεοττοὺς, ἕως μὲν ἂν ἐν τῇ καλιᾷ μένουσι, τῷ
30οἰκείῳ τρέφουσι στόματι· ἐπειδὰν δὲ αὐτοὺς δυνηθῶ‐ σιν ἐξαγαγεῖν τῆς νοσσιᾶς, καὶ ἴδωσιν αὐτοῖς παγέντα τὰ πτερὰ, οὐκέτι τοῦτο λοιπὸν ποιοῦσιν, ἀλλὰ φέρουσι μὲν τὸν κόκκον ἐπὶ τοῦ στόματος καὶ δεικνύουσιν· ἐπειδὰν δὲ οἱ νεοττοὶ προσδοκήσαντες πλησίον ἔλθω‐
35σιν, αἱ μητέρες ἀφεῖσαι τὴν τροφὴν ἐπὶ τοῦ ἐδάφους, δι’ ἑαυτῶν κελεύουσιν ἀναλέγεσθαι· οὕτω καὶ ἡμεῖς ἐποιήσαμεν, λαβόντες τὴν πνευματικὴν τροφὴν ἐπὶ τοῦ στόματος, ἐκαλέσαμεν ὑμᾶς, ὡς δηλώσοντες ὑμῖν συνήθως τὴν λύσιν· ἐπειδὴ δὲ προσήλθετε καὶ προσ‐
40εδοκήσατε δέξασθαι, ἀφήκαμεν, ὥστε ὑμᾶς δι’ ὑμῶν αὐτῶν ἀναδέξασθαι τὰ νοήματα. Διὰ τοῦτο τὸ προοί‐ μιον ἀφέντες, πρὸς Παῦλον ἐπειγόμεθα. Ἐροῦμεν δὲ οὐχ ὅσα τὴν Ἐκκλησίαν ὠφέλησε μόνον, ἀλλ’ ὅσα καὶ ἔβλαψε· καὶ γὰρ ἀναγκαῖος ἡμῖν οὗτος ὁ λόγος.
45Ἐροῦμεν πῶς ἐμαχήσατο τῷ λόγῳ τοῦ κηρύγματος, πῶς ἐπολέμησε τῷ Χριστῷ, πῶς ἐδίωξε τοὺς ἀπο‐ στόλους, πῶς τὰ τῶν πολεμίων ἐφρόνει, πῶς πάντων πλείονα παρεῖχε τῇ Ἐκκλησίᾳ πράγματα. Ἀλλὰ μη‐ δεὶς αἰσχυνέσθω περὶ Παύλου ταῦτα ἀκούων· οὐ γάρ

51

.

119

(50)

ἐστιν αὐτοῦ κατηγορήματα, ἀλλ’ ἐγκωμίων ὑπόθεσις. Οὐ γὰρ κατηγορία αὐτῷ πρότερον ὄντα φαῦλον, ὕστε‐ ρον γενέσθαι χρηστὸν, ἀλλὰ τὸ πρότερον ὄντα σπου‐ δαῖον, ὕστερον μεταβάλλεσθαι πρὸς πονηρίαν· ἀπὸ γὰρ τοῦ τέλους ἀεὶ τὰ πράγματα κρίνεται. Καὶ γὰρ
55τοὺς κυβερνήτας, κἂν μυρία ναυάγια ὑπομείνωσιν, ὅταν μέλλωσιν εἰς τὸν λιμένα καταίρειν, ἂν φορτίων πεπληρωμένην ὁλκάδα καταγάγωσιν, οὐ φαμὲν πε‐ πρᾶχθαι κακῶς, τοῦ τέλους τὰ παρελθόντα ἀποκρύ‐
ψαντος· καὶ τοὺς ἀθλητὰς πάλιν, κἂν μυρία πρότερονColumn end

51

.

120

ἡττηθῶσι, τὴν δὲ περὶ τοῦ στεφάνου πάλην κρατή‐ σωσιν, οὐκ ἀποστεροῦμεν τῶν ἐγκωμίων τῶν ἐπὶ τῇ νίκῃ διὰ τὰ πρότερα. Οὕτω καὶ ἐπὶ Παύλου ποιήσω‐ μεν. Καὶ γὰρ καὶ οὗτος καὶ μυρία ναυάγια ὑπέμει‐
5νεν, ἀλλ’ ὅτε εἰς τὸν λιμένα καταίρειν ἔμελλε, πεπλη‐ ρωμένην ἐπήγαγε τῶν φορτίων τὴν ὁλκάδα. Καὶ ὥσπερ ὁ Ἰούδας οὐδὲν ὠφέλησε πρὸ τούτου μαθητὴς ὢν, εἶτα προδότης γενόμενος· οὕτω καὶ οὗτος οὐδὲν παρ‐ εβλάβη πρὸ τούτου διώκτης ὢν, μετὰ δὲ ταῦτα γενό‐
10μενος εὐαγγελιστής. Ἐγκώμια Παύλου ταῦτά ἐστιν, οὐκ ἐπειδὴ κατέσκαψε τὴν Ἐκκλησίαν, ἀλλ’ αὐτὸς αὐτὴν πάλιν ᾠκοδόμησεν· οὐκ ἐπειδὴ ἐπόρθησε τὸν λόγον, ἀλλ’ ἐπειδὴ πορθήσας τὸν λόγον, αὐτὸς αὐτὸν πάλιν ηὔξησεν· οὐκ ἐπειδὴ ἐπολέμησε τοὺς
15ἀποστόλους, οὐκ ἐπειδὴ διεσπάραξε τὴν ἀγέλην, ἀλλ’ ἐπειδὴ διασπαράξας, ὕστερον αὐτὸς αὐτὴν συνεκρό‐ τησε. εʹ. Τί τούτου παραδοξότερον γένοιτ’ ἄν; Ὁ λύκος ἐγένετο ποιμήν· ὁ τὸ αἷμα τῶν προβάτων ἐκπίνων,
20οὐ διέλιπε τὸ αἷμα ἑαυτοῦ ἐκχέων ὑπὲρ τῆς τῶν προ‐ βάτων σωτηρίας. Βούλει μαθεῖν πῶς τὸ αἷμα τῶν προβάτων ἐξέπινε; πῶς ᾑμαγμένη ἦν αὐτοῦ ἡ γλῶσσα; Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φό‐ νου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Ἀλλ’ οὗτος ὁ
25ἀπειλῆς καὶ φόνου ἐμπνέων, καὶ τὸ αἷμα τῶν ἁγίων ἐκχέων, ἄκουσον πῶς τὸ αἷμα τὸ ἑαυτοῦ ἐξέχεεν ὑπὲρ τῶν ἁγίων. Εἰ κατὰ ἄνθρωπον, φησὶν, ἐθη‐ ριομάχησα ἐν Ἐφέσῳ· καὶ πάλιν, Καθ’ ἡμέραν ἀποθνήσκω· καὶ πάλιν, Ἐλογίσθημεν ὡς πρόβατα
30σφαγῆς. Καὶ ταῦτα ἔλεγεν ὁ παρὼν ὅτε ἐξεχεῖτο τὸ αἷμα Στεφάνου, καὶ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Ὁρᾷς πῶς ὁ λύκος ποιμὴν ἐγένετο; Ἆρ’ οὐκ αἰσχύνεσθε πρὸ τούτου ἀκούοντες ὅτι διώκτης ἦν καὶ βλάσφημος καὶ ὑβριστής; Εἴδετε πῶς μεῖζον αὐτοῦ
35ἐποίησε τὸ ἐγκώμιον ἡ προτέρα κατηγορία; Οὐκ ἔλε‐ γον ὑμῖν ἐν τῇ προτέρᾳ συνάξει ὅτι τῶν πρὸ τοῦ σταυροῦ σημείων τὰ μετὰ τὸν σταυρὸν μείζονα ἐγέ‐ νετο; οὐκ ἔδειξα ὑμῖν καὶ ἀπὸ τῶν σημείων, καὶ ἀπὸ τῆς εὐνοίας τῶν μαθητῶν, καὶ πῶς πρὸ τούτου
40μὲν ὁ Χριστὸς ἐπιτάττων ἤγειρε τοὺς νεκροὺς, ὕστε‐ ρον δὲ αἱ σκιαὶ τῶν δούλων αὐτοῦ τοῦτο ἐποίουν; πῶς τότε μὲν αὐτὸς κελεύων ἐθαυματούργει, ὕστερον δὲ οἱ δοῦλοι αὐτοῦ τῷ ὀνόματι αὐτοῦ κεχρημένοι μείζονα ἐποίησαν; οὐκ εἶπον ὑμῖν περὶ τῶν ἐχθρῶν,
45πῶς διέσεισεν αὐτῶν τὸ συνειδός; πῶς ἐκράτησε τῆς οἰκουμένης ἁπάσης; πῶς μείζονα τὰ σημεῖα μετὰ τὸν σταυρὸν ἦν τῶν πρὸ τοῦ σταυροῦ; Ἀδελφὸς ἐκείνου καὶ ὁ σήμερον εἰσελθὼν λόγος. Τί γὰρ τοῦ κατὰ Παῦλον μεῖζον σημείου γένοιτ’ ἄν; Ζῶντα μὲν

51

.

120

(50)

γὰρ αὐτὸν καὶ ὁ Πέτρος ἠρνήσατο, ἀποθανόντα δὲ ὁ Παῦλος ὡμολόγησε. Τοῦ δὲ νεκροὺς ἐγεῖραι διὰ τῶν σκιῶν μεῖζον σημεῖον ἦν τὸ τὴν γνώμην Παύλου ἐπισπάσασθαι καὶ ἑλεῖν. Ἐκεῖ μὲν γὰρ ἡ φύσις εἵπετο, καὶ οὐκ ἀντέλεγε τῷ ἐπιτάττοντι· ἐνταῦθα
55δὲ προαίρεσις ἦν τοῦ πεισθῆναι, καὶ τοῦ μὴ πει‐ σθῆναι κυρία· ὅθεν πολλὴ ἡ δύναμις τοῦ πείσαντος δείκνυται. Τοῦ γὰρ φύσιν διορθῶσαι τὸ προαίρεσιν
μεταβαλεῖν πολλῷ μεῖζον ἦν· μεῖζον ἄρα τῶν ἄλλων119

51

.

121

ἁπάντων σημεῖον ἐγένετο τὸ Παῦλον προσελθεῖν τῷ Χριστῷ μετὰ τὸν σταυρὸν καὶ τὸν τάφον. Καὶ γὰρ διὰ τοῦτο ἀφῆκεν αὐτὸν ὁ Χριστὸς πᾶσαν τὴν ἔχθραν ἐπιδείξασθαι, καὶ τότε ἐκάλεσεν, ἵνα ἀνύποπτον
5ποιήσῃ τῆς ἀναστάσεως τὴν ἀπόδειξιν, καὶ τὸν δι‐ δασκαλίας λόγον. Πέτρος μὲν γὰρ περὶ αὐτοῦ λέγων ἴσως ὑπωπτεύετο· εἶχε γάρ τις τῶν ἀναισχύντων εἰπεῖν τι. Εἶπον δὲ τῶν ἀναισχύντων, ὅτι κἀκεῖ φα‐ νερὰ ἡ ἀπόδειξις ἦν. Καὶ γὰρ καὶ ἐκεῖνος αὐτὸν
10ἠρνήσατο πρότερον, καὶ ἠρνήσατο μεθ’ ὅρκου, ἀλλ’ ὅμως τὸν αὐτὸν τοῦτον ὁμολογῶν ὕστερον καὶ τὴν ψυχὴν ἐπέδωκε τὴν ἑαυτοῦ. Εἰ δὲ μὴ ἀνέστη, οὐκ ἂν ὁ ζῶντα ἀρνησάμενος, ὥστε μὴ ἀρνήσασθαι τελευτήσαντα, μυρίους ἂν θανάτους ὑπέμεινε· διὸ
15καὶ ἐπὶ Πέτρου φανερὰ ἡ ἀπόδειξις τῆς ἀναστάσεως ἦν. Πλὴν ἀλλ’ ἐκεῖνο μὲν εἶχον οἱ ἀναίσχυντοι λέγειν, ὅτι ἐπειδὴ μαθητὴς αὐτοῦ ἦν, ἐπειδὴ τραπέζης ἐκοι‐ νώνησεν αὐτῷ, καὶ τρία ἔτη αὐτῷ συνεγένετο, ἐπειδὴ διδασκαλίας ἀπήλαυσεν, ἐπειδὴ ἐκολακεύθη ὑπ’ αὐ‐
20τοῦ ἀπατηθεὶς, διὰ τοῦτο κηρύττει αὐτοῦ τὴν ἀνά‐ στασιν· ὅταν δὲ Παῦλον ἴδῃς τὸν οὐκ εἰδότα αὐτὸν, τὸν οὐκ ἀκούσαντα αὐτοῦ, τὸν οὐ μετασχόντα τῆς διδασκαλίας, τὸν καὶ μετὰ τὸν σταυρὸν αὐτῷ πολε‐ μοῦντα, τὸν ἀποκτιννύντα τοὺς εἰς αὐτὸν πιστεύον‐
25τας, τὸν πάντα συγχέοντα καὶ ταράττοντα, τοῦτον ἐξαίφνης μεταβεβλημένον, καὶ τοῖς ὑπὲρ τοῦ κηρύ‐ γματος καμάτοις ἅπαντας παρελάσαντα τοὺς τοῦ Χριστοῦ φίλους, ποίαν ἕξεις λοιπὸν, εἰπέ μοι, ἀναι‐ σχυντίας πρόφασιν, ἀπιστῶν τῷ τῆς ἀναστάσεως
30λόγῳ; Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, τίς τὸν οὕτως ὠμὸν καὶ ἀπάνθρωπον, τίς τὸν ἐκπεπολεμωμένον καὶ ἠγριωμένον ἐπεσπάσατο ἂν, καὶ πρὸς ἑαυτὸν ἐπηγά‐ γετο; Εἰπὲ γάρ μοι, ὦ Ἰουδαῖε, τίς Παῦλον ἔπεισε προσελθεῖν τῷ Χριστῷ; Πέτρος; ἀλλ’ Ἰάκωβος;
35ἀλλ’ Ἰωάννης; Ἀλλ’ οὗτοι πάντες αὐτὸν ἐδεδοίκεισαν καὶ ἔφριττον, καὶ οὐχὶ πρὸ τούτου μόνον, ἀλλὰ καὶ ὅτε τῶν φίλων ἐγένετο, ὅτε Βαρνάβας ἐπιλαβόμενος αὐτοῦ τῆς χειρὸς ἐπανήγαγεν εἰς Ἱεροσόλυμα, ἔτι ἐφοβοῦντο κολλᾶσθαι αὐτῷ· καὶ ὁ μὲν πόλεμος ἐλέ‐
40λυτο, ὁ δὲ φόβος ἐπέμενε τοῖς ἀποστόλοις. Οἱ οὖν κατ‐ αλλαγέντα αὐτὸν ἔτι φοβούμενοι, ἐχθρὸν ὄντα καὶ πολέμιον ἐτόλμων πεῖσαι; προσελθεῖν γὰρ ὅλως, ἢ στῆναι, ἢ διᾶραι στόμα, φανῆναι δὲ ὅλως ὑπέμενον; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν· οὐκ ἦν ἀνθρωπίνη σπουδὴ
45τὸ γινόμενον, ἀλλὰ θείας χάριτος. Εἰ τοίνυν νεκρὸς ἦν, ὥς φατε, ὁ Χριστὸς, καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ ἔκλεψαν αὐτὸν, πῶς μείζονα τὰ σημεῖα μετὰ τὸν σταυρὸν ἐγένετο; πῶς πλείων ἡ ἀπόδειξις τῆς δυνάμεως; Οὐ γὰρ μόνον μετέστησε τὸν πολέμιον,

51

.

121

(50)

καὶ ἀρχηγὸν τῆς μάχης ὑμῶν· καίτοι εἰ καὶ τοῦτο μόνον ἐποίησε, μεγίστης δυνάμεως ἦν τὸ τὸν ἐχθρὸν καὶ πολέμιον λαβεῖν αἰχμάλωτον· νῦν δὲ οὐχὶ τοῦτο μόνον εἰργάσατο, ἀλλὰ καὶ τούτου πολλῷ μεῖζον. Οὐ γὰρ μόνον μετέστησεν, ἀλλ’ οὕτως οἰκεῖον ἐποίησεν,
55οὕτως ἐπεσπάσατο πρὸς τὴν εὔνοιαν τὴν ἑαυτοῦ, ὡς καὶ αὐτῷ πάντα τῆς Ἐκκλησίας τὰ πράγματα ἐγχει‐ ρίσαι. Σκεῦος γὰρ, φησὶν, ἐκλογῆς μοί ἐστιν οὗ‐
τος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶνColumn end

51

.

122

καὶ βασιλέων, καὶ πλείονα τῶν ἀποστόλων πεῖσαι καμεῖν ὑπὲρ τῆς Ἐκκλησίας τῆς πρότερον ὑπ’ αὐ‐ τοῦ πολεμουμένης. ϛʹ. Βούλει μαθεῖν πῶς αὐτὸν μετέστησε; πῶς αὐτὸν
5ᾠκειώσατο; πῶς αὐτὸν ἐπεσπάσατο; πῶς εἰς τοὺς πρώτους τῶν φίλων κατέλεξεν; Οὐδενὶ τῶν ἀνθρώ‐ πων τοσαῦτα ἐθάῤῥησεν εἰπεῖν ἀπόῤῥητα, ὅσα τῷ Παύλῳ. Καὶ πόθεν τοῦτο δῆλον; Ἤκουσα ἄῤῥητα ῥήματα, φησὶν, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι.
10Εἶδες, ὁ ἐχθρὸς, ὁ πολέμιος πόσην εὔνοιαν ἐπ‐ εδείξατο; Διὰ τοῦτο ἀναγκαῖον καὶ τὸν πρό‐ τερον βίον αὐτοῦ εἰπεῖν· καὶ γὰρ τὴν τοῦ Θεοῦ δείκνυσιν ἡμῖν φιλανθρωπίαν καὶ δύναμιν· φι‐ λανθρωπίαν μὲν, ὅτι ἐβουλήθη τὸν τοσαῦτα κακὰ
15ἐργασάμενον σῶσαι, καὶ πρὸς ἑαυτὸν ἐπισπάσα‐ σθαι· δύναμιν δὲ, ὅτι βουληθεὶς ἴσχυσε. Καὶ τὴν Παύλου δὲ τοῦτο δείκνυσι ψυχὴν, ὅτι οὐδὲν πρὸς φιλονεικίαν ἐποίει, οὐδὲ ἀνθρωπίνῃ προκατειλημ‐ μένος δόξῃ, καθάπερ οἱ Ἰουδαῖοι· ἀλλὰ ζήλῳ πε‐
20πυρωμένος, οὐκ ὀρθῷ μὲν, ζήλῳ δὲ ὅμως· ὅπερ καὶ αὐτὸς ἐβόα λέγων, ὅτι Διὰ τοῦτο ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· καὶ τὴν τοῦ Θεοῦ φιλαν‐ θρωπίαν ἐκπληττόμενος ἔλεγεν· Ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς τὴν ἅπασαν μακροθυμίαν,
25πρὸς ὑποτύπωσιν δὲ τῶν μελλόντων πιστεύειν ἐπ’ αὐτῷ εἰς ζωὴν αἰώνιον· καὶ ἀλλαχοῦ πάλιν ἔλεγεν, ὅτι Τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ μάλιστα ἔδειξεν εἰς ἡμᾶς τοὺς πιστεύοντας. Εἶδες πῶς καὶ τὴν φιλανθρωπίαν ἔδειξε τοῦ Θεοῦ,
30καὶ τὴν δύναμιν, καὶ τὸ τῆς ἑαυτοῦ γνώμης ἀδέκα‐ στον ὁ πρότερος Παύλου βίος; Τοῦτο γοῦν Γαλάταις γράφων εἰς ἀπόδειξιν παρήγαγε, τοῦ μὴ δι’ ἀνθρώ‐ πους μεταβαλέσθαι, ἀλλὰ θείᾳ μετενενῆχθαι δυνά‐ μει. Εἰ γὰρ ἀνθρώποις, φησὶν, ἤρεσκον, Χριστοῦ
35δοῦλος οὐκ ἂν ἤμην. Καὶ πόθεν δῆλον ὅτι οὐκ ἀν‐ θρώποις ἀρέσκων, πρὸς τὸ κήρυγμα μετέστης; Ἠκούσατε, φησὶ, τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ἰουδαϊσμῷ, ὅτι καθ’ ὑπερβολὴν ἐδίωκον τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, καὶ ἐπόρθουν αὐτήν. Οὐκ
40ἂν δὲ, εἰ ἀνθρώποις ἀρέσκειν ἤθελε, μετέθετο πρὸς τὴν πίστιν. Διὰ τί; Ἐτιμᾶτο παρὰ Ἰουδαίοις, καὶ ἀδείας ἀπήλαυε πολλῆς, καὶ προεδρίας ἠξιοῦτο· οὐκ ἂν οὖν πρὸς ἐπικίνδυνον μετέστη βίον τὸν τῶν ἀπο‐ στόλων, τὸν δυσφημίας γέμοντα, τὸν συμφορῶν
45ἐμπεπλησμένον· ὥστε αὐτὴν (sic) ἀθρόᾳ μεταβολῇ καὶ μεταστάσει, καὶ τὸ καταλιπεῖν μὲν τὴν παρὰ Ἰουδαίοις τιμὴν καὶ τὸν ἀπόλεμον βίον, ἀνταλλά‐ ξασθαι δὲ τὴν τῶν ἀποστόλων ζωὴν, τὴν μυρίους ἔχουσαν θανάτους, μεγίστη γέγονεν ἀπόδειξις τοῦ

51

.

122

(50)

μὴ δι’ ἀνθρωπίνην τινὰ πρόφασιν μετατεθῆναι τὸν Παῦλον. Διὰ τοῦτο καὶ ἡμεῖς ἐβουλήθημεν τὸν πρό‐ τερον αὐτοῦ βίον εἰς μέσον ἀγαγεῖν, καὶ δεῖξαι τὸν πεπυρωμένον ζῆλον τὸν κατὰ τῆς Ἐκκλησίας, ἵν’, ὅταν ἴδῃς τὴν πολλὴν προθυμίαν τὴν ὑπὲρ τῆς Ἐκ‐
55κλησίας, θαυμάσῃς τὸν ποιοῦντα πάντα καὶ μετα‐ σκευάζοντα Θεόν. Διὰ τοῦτο καὶ ὁ μαθητὴς ὁ Παύ‐ λου τὰ πρότερα ἡμῖν μετ’ ἀκριβείας διηγήσατο, καὶ πολλῆς ἐμφάσεως, οὕτως εἰπών· Σαῦλος δὲ ἔτι
ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς121

51

.

123

τοῦ Κυρίου. Ἐβουλόμην μὲν οὖν καὶ αὐτὸς ἄρξα‐ σθαι τοῦ προοιμίου σήμερον, ἐβουλόμην ἐμβαλεῖν εἰς τὴν ἀρχὴν τοῦ διηγήματος, ἀλλ’ ὁρῶ πέλαγος νοημάτων ἀπὸ τοῦ ὀνόματος μόνον. Ἐννόησον γὰρ
5ὅσον εὐθέως ἡμῖν κινεῖ ζήτημα, τὸ, Σαῦλος, τοῦτο· ἐν γὰρ ταῖς Ἐπιστολαῖς ἕτερον ὄνομα ὁρῶ κείμενον· Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς ἀπόστο‐ λος· Παῦλος καὶ Σωσθένης· Παῦλος κλητὸς ἀπόστολος· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν· νυνὶ δὲ
10ὡς Παῦλος, καὶ πανταχοῦ Παῦλος καλεῖται, ἀλλ’ οὐχὶ Σαῦλος λέγεται. Τίνος οὖν ἕνεκεν πρὸ τούτου μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη; Οὐκ ἔστι ψιλὸν τὸ ζήτημα· καὶ γὰρ Πέτρος εὐθέως ἐπιτρέχει· καὶ γὰρ κἀκεῖνος πρὸ τούτου μὲν
15Σίμων ἐλέγετο, μετὰ δὲ ταῦτα ὠνομάσθη Κη‐ φᾶς· καὶ υἱοὶ Ζεβεδαίου, Ἰάκωβος καὶ Ἰωάννης, Υἱοὶ βροντῆς μετωνομάσθησαν. Καὶ οὐκ ἐν τῇ Καινῇ δὲ μόνον, ἀλλὰ καὶ ἐν τῇ Παλαιᾷ εὑρίσκομεν τὸν Ἀβραὰμ πρὸ τούτου μὲν Ἀβρὰμ λεγόμενον, μετὰ
20ταῦτα δὲ Ἀβραάμ· καὶ τὸν Ἰακὼβ νῦν μὲν Ἰακὼβ λεγόμενον, μετὰ δὲ ταῦτα Ἰσραήλ· καὶ τὴν Σάῤῥαν
πρὸ τούτου Σάραν λεγομένην, μετὰ δὲ ταῦτα Σάῤῥαν·Column end

51

.

124

καὶ πολλὴν ἡμῖν τῶν ὀνομάτων ἡ μετάθεσις παρέχει τὴν ζήτησιν· καὶ δέδοικα μὴ, πολλὰ ῥεύματα ποτα‐ μῶν ἐξαίφνης ἀφεὶς, ἀποπνίξω τῆς διδασκαλίας τὸν λόγον. Καθάπερ γὰρ ἐν χωρίῳ νοτίδα ἔχοντι, ὅπουπερ
5ἂν διασκάψῃ τις, πηγαὶ πανταχόθεν ἐκπηδῶσιν· οὕτω καὶ ἐν τῷ χωρίῳ τῶν θείων Γραφῶν, ὅπουπερ ἂν διανοίξῃς, ποταμοὺς ἐξιόντας ὄψει πολλοὺς, ὅθεν καὶ πάντας αὐτοὺς ἀθρόον ἀφεῖναι τήμερον δέος ἐστὶν οὐ μικρόν. Διόπερ τὸν ἡμέτερον ἀποφράξας ῥύακα,
10παραπέμψω τὴν ὑμετέραν ἀγάπην πρὸς τὴν ἱερὰν πηγὴν τῶν προέδρων τούτων καὶ διδασκάλων τὴν καθαρὰν ταύτην καὶ πότιμον καὶ γλυκὺν, νᾶμα τὸ ἐξ αὐτῆς ἐξερχόμενον τῆς πέτρας τῆς νοητῆς. Παρα‐ σκευάσωμεν τοίνυν τὴν διάνοιαν πρὸς ὑποδοχὴν τῆς
15διδασκαλίας, ἀρύσασθαι τὰ πνευματικὰ νάματα, ἵνα γένηται ἐν ἡμῖν πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα
20τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

51

.

123

(23t)

Πρὸς τοὺς ἐγκαλοῦντας ὑπὲρ τοῦ μήκους τῶν εἰρημένων, καὶ πρὸς τοὺς δυσχεραίνοντας
24tὑπὲρ τῆς βραχυλογίας, καὶ περὶ τῆς τοῦ Σαύλου προσηγορίας καὶ Παύλου, καὶ τίνος ἕνε‐
25tκεν Ἀδὰμ ὁ πρῶτος ἄνθρωπος ἐκλήθη, ὅτι χρησίμως καὶ συμφερόντως, καὶ εἰς τοὺς νεο‐
26tφωτίστους.
27 αʹ. Τί ποτε ἄρα χρὴ ἡμᾶς ποιῆσαι τήμερον; Τὸ μὲν γὰρ πλῆθος ὑμῶν ὁρῶν, δέδοικα πρὸς μῆκος ἐκτεῖναι τὸν λόγον. Καὶ γὰρ ὅταν ἡ διδασκαλία μακροτέρω
30προβαίνῃ, ὁρῶ συμπατουμένους ὑμᾶς, στενοχωρου‐ μένους, καὶ τὴν ἀπὸ τῆς στενοχωρίας θλίψιν τῇ τῆς ἀκροάσεως ἀκριβείᾳ λυμαινομένην· ἀκροατὴς γὰρ ἀνέσεως οὐκ ἀπολαύων, οὐδὲ μετὰ σπουδῆς προσ‐ έχειν τοῖς λεγομένοις δύναιτ’ ἄν.
35 Τὸ μὲν οὖν πλῆθος ὑμῶν, ὡς ἔφην, ὁρῶν, δέδοικα πρὸς μῆκος ἐκτεῖναι τὸν λόγον· τὸν δὲ πόθον ὑμῶν λογιζόμενος φοβοῦμαι συστεῖλαι τὴν διδασκαλίαν. Ὁ γὰρ διψῶν, ἐὰν μὴ πρότερον πεπληρωμένην ἴδῃ τὴν φιάλην, οὐδὲ τοῖς χείλεσιν αὐτὴν ἡδέως ἂν προσαγά‐
40γοι· ἀλλὰ κἂν μὴ πᾶσαν αὐτὴν ἐκπίνειν μέλλοι, πᾶ‐ σαν αὐτὴν γέμουσαν ἰδεῖν ἐπιθυμεῖ. Διὰ τοῦτο οὐκ ἔχω τί χρήσομαι τῇ δημηγορίᾳ. Καὶ γὰρ τῇ βραχυλογίᾳ τὸν κάματον ὑποτέμνεσθαι τὸν ὑμέτερον βούλομαι, καὶ τῷ μήκει τοῦ λόγου τὴν ἐπιθυμίαν
45ὑμῶν ἐμπλῆσαι. Ἀλλ’ ἑκάτερα πολλάκις ταῦτα ἐποίησα, καὶ οὐδὲ ἅπαξ τὴν αἰτίαν διέφυγον. Οἶδα ὅτι πολλάκις φειδόμενος ὑμῶν πρὸ τοῦ τέλους κατ‐ έλυσα τὸν λόγον, καὶ κατεβόησαν ἡμῶν οἱ ψυχὴν ἀκόρεστον ἔχοντες, οἱ συνεχῶς μὲν τῶν θείων ἀπο‐

51

.

123

(50)

λαύοντες ναμάτων, οὐδέποτε δὲ ἐμπιπλάμενοι, οἱ Μακάριοι ἐκεῖνοι, οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ τὰς παρὰ τούτων καταβοή‐ σεις φοβηθεὶς πάλιν προῆλθον μέχρι πολλοῦ τὴν δι‐ δασκαλίαν ἐκτείνων, καὶ διὰ τοῦτο αἰτίαν ὑπέμενον.
55Οἱ γὰρ βραχυλογίας ἐρῶντες ἀπαντῶντες παρεκάλουν τῆς αὐτῶν ἀσθενείας φείδεσθαι, καὶ συστέλλειν τὸ μῆκος τῶν λεγομένων. Ὅταν μὲν οὖν στενοχωρου‐
μένους ὑμᾶς ἴδω, πρὸς σιγὴν συνελαύνω τὸν λόγον·Column end

51

.

124

(27)

ὅταν δὲ στενοχωρουμένους, καὶ οὐκ ἀφισταμένους, ἀλλ’ ἐκκρεμαμένους πρὸς πλείονα δρόμον, τὴν γλῶτ‐ ταν διεγείρειν ἐπιθυμῶ. Στενά μοι πάντοθεν. Τί
30πάθω; Ὁ μὲν γὰρ ἑνὶ δουλεύων κυρίῳ, καὶ μιᾷ γνώμῃ ὑπηρετεῖν ἀναγκαζόμενος, μετ’ εὐκολίας ἀρέσκειν δύναται τῷ δεσπότῃ, καὶ μὴ διαμαρτάνειν· ἐγὼ δὲ πολλοὺς ἔχω δεσπότας, δήμῳ τοσούτῳ δου‐ λεύειν ἀναγκαζόμενος διάφορον ἔχοντι γνώμην. Ταῦτα
35δὲ εἶπον οὐ δυσχεραίνων τὴν δουλείαν, μὴ γένοιτο, οὐδὲ δραπετεύων τὴν δεσποτείαν ὑμῶν. Οὐδὲν γάρ μοι τῆς δουλείας ταύτης σεμνότερον. Οὐχ οὕτω βασι‐ λεὺς ἐπὶ τῷ διαδήματι καὶ τῇ πορφυρίδι μέγα φρο‐ νεῖ, ὡς ἐγὼ νῦν ἐπὶ τῇ δουλείᾳ τῆς ὑμετέρας ἀγάπης
40ἐγκαλλωπίζομαι. Ἐκείνην μὲν γὰρ τὴν βασιλείαν θάνατος διαδέχεται· ταύτην δὲ τὴν δουλείαν, ἂν ἀπαρτισθῇ καλῶς, βασιλεία οὐρανῶν ἀναμένει. Μα‐ κάριος γὰρ ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ διδόναι τὸ σιτομέ‐
45τριον τοῖς συνδούλοις αὐτοῦ. Ἀμὴν λέγω ὑμῖν, ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐ‐ τόν. Εἶδες πόσον τὸ κέρδος τῆς δουλείας ταύτης, ὅταν σπουδαίως γένηται; Ἐπὶ πᾶσι τοῖς ὑπάρχουσι τοῦ δεσπότου καθίσταται. Οὐ φεύγω τοίνυν τὴν δουλείαν·

51

.

124

(50)

μετὰ γὰρ Παύλου δουλεύω. Καὶ γὰρ ἐκεῖνός φησιν, ὅτι Οὐχ ἑαυτοὺς κηρύττομεν, ἀλλὰ Χριστὸν Ἰη‐ σοῦν Κύριον, ἑαυτοὺς δὲ δούλους ὑμῶν διὰ Ἰη‐ σοῦν. Καὶ τί λέγω Παῦλον; Εἰ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν διὰ
55τοὺς δούλους, τί μέγα εἰ ὁ δοῦλος ἐγὼ δοῦλος ἐγενό‐ μην τοῖς συνδούλοις δι’ ἐμαυτόν; Οὐ τοίνυν δραπε‐ τεύων ὑμῶν τὴν δεσποτείαν ταῦτα εἶπον, ἀλλ’ ἀξιῶν
συγγνώμης τυχεῖν, ἐὰν μὴ ταῖς ἁπάντων γνώμαις123

51

.

125

κατάλληλον παραθῶμαι τὴν τράπεζαν. Μᾶλλον δὲ τοῦτο ποιήσατε ὃ λέγω νῦν. Ὑμεῖς οἱ μὴ δυνάμενοι ἐμπλησθῆναί ποτε, ἀλλὰ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, καὶ μακρῶν ἐπιθυμοῦντες λόγων, διὰ
5τὴν ἀσθένειαν τῶν ὑμετέρων ἀδελφῶν ἀνάσχεσθε τοῦ συνήθους περικοπτομένου μέτρου τῶν λόγων. Πάλιν ὑμεῖς οἱ βραχυλογίας ἐρῶντες καὶ ἀσθενέστερον δια‐ κείμενοι, διὰ τοὺς ἀδελφοὺς τοὺς ὑμετέρους τοὺς ἀκορέστους μικρὸν καρτερήσατε πόνον, ἀλλήλων τὰ
10βάρη βαστάζοντες, καὶ οὕτως ἀναπληρώσατε τὸν νό‐ μον τοῦ Χριστοῦ. Οὐχ ὁρᾶτε τοὺς Ὀλυμπιακοὺς ἀθλη‐ τὰς εἰς μέσον τοῦ θεάτρου ἑστῶτας, ἐν μεσημ‐ βρίᾳ μέσῃ καθάπερ ἐν καμίνῳ τῷ σκάμματι καὶ γυμνῷ τῷ σώματι τὴν ἀκτῖνα δεχομένους, ὥσπερ τι‐
15νὰς ἀνδριάντας χαλκοῦς καὶ ἡλίῳ καὶ κονιορτῷ καὶ πνίγει μαχομένους, ἵνα τὴν τοσαῦτα ταλαιπωρήσασαν κεφαλὴν φύλλοις δάφνης ἀναδήσωνται; Ὑμῖν δὲ οὐ στέφανος δάφνης, ἀλλὰ στέφανος δικαιοσύνης πρό‐ κειται τῆς ἀκροάσεως ὁ μισθὸς, καὶ οὐδὲ μέχρι με‐
20σημβρίας μέσης ὑμᾶς κατέχομεν, ἀλλ’ ἀπ’ αὐτῶν τῶν προοιμίων τῆς ὑμετέρας ἕνεκα ὀλιγωρίας διαφίε‐ μεν, ἔτι τοῦ ἀέρος ὄντος ψυχροτέρου, καὶ οὐ δια‐ θερμαινομένου ταῖς ἀπὸ τῶν ἀκτίνων βολαῖς, οὐ γυμνῇ τῇ κεφαλῇ κελεύοντες ὑμᾶς τὴν ἀκτῖνα δέχε‐
25σθαι, ἀλλ’ ὑπὸ τὸν θαυμαστὸν τοῦτον ἄγομεν ὄροφον, καὶ τὴν ἀπὸ τῆς στέγης παρέχομεν παραμυθίαν παντὶ τρόπῳ ἐπινοοῦντες ὑμῖν ἄνεσιν, ὥστε γενέσθαι τῶν λεγομένων μόνιμον τὴν ἀκρόασιν. Μὴ δὴ γενώμεθα μαλακώτεροι τῶν παιδίων τῶν ἡμετέρων τῶν εἰς δι‐
30δασκαλεῖα βαδιζόντων· ἐκεῖνα πρὸ τῆς μεσημβρίας οὐ τολμᾷ ἀναχωρῆσαι οἴκαδε, ἀλλ’ ἄρτι τοῦ γάλακτος ἀποσπασθέντα, ἄρτι τῆς θηλῆς ἀποστάντα, οὐδέπω οὐδὲ πέντε ἐτῶν ἡλικίαν ἄγοντα, ἐν νεαρῷ καὶ ἁπαλῷ σώματι πᾶσαν καρτερίαν ἐπιδείκνυται· κἂν πνῖγος,
35κἂν δίψος, κἂν ἄλλο ὁτιοῦν παρενοχλῇ, πρὸς μεσημ‐ βρίαν μέσην διακαρτερεῖ, καὶ ταλαιπωρεῖται ἐν τῷ διδασκαλείῳ καθήμενα. Εἰ καὶ μηδένα οὖν ἕτερον, ἐκεῖνα μιμησώμεθα τὰ παιδία ἡμεῖς οἱ ἄνδρες οἱ φθάσαντες εἰς μέτρον ἡλικίας. Εἰ γὰρ τοὺς λόγους
40τοὺς περὶ ἀρετῆς μὴ ἀνεχόμεθα ἀκούειν, τίς ἡμῖν πιστεῦσαι δυνήσεται, ὅτι τοὺς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς ὑπομενοῦμεν; εἰ πρὸς τὴν ἀκρόασιν οὕτω βάναυσοι, πόθεν δῆλον, ὅτι πρὸς τὴν πρᾶξίν ἐσμεν διεγηγερμένοι; εἰ τὸ εὐκολώτερον παραπεμψώμεθα,
45πῶς τὸ δυσκολώτερον οἴσομεν; Ἀλλὰ πολλὴ ἡ στενο‐ χωρία, πολλὴ ἡ βία. Ἀλλ’ ἄκουσον ὅτι βιασταὶ ἁρ‐ πάζουσι τὴν βασιλείαν τῶν οὐρανῶν, ὅτι στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. Ἐπεὶ οὖν στενὴν καὶ τεθλιμμένην ὁδὸν βαδίζομεν, δεῖ ἡμᾶς

51

.

125

(50)

καὶ ἑαυτοὺς στενοχωρεῖν καὶ θλίβειν, ἵνα δυνηθῶμεν διοδεῦσαι τὴν στενὴν καὶ τεθλιμμένην ὁδόν. Ὁ γὰρ ἐμπλατύνων ἑαυτὸν, οὐκ ἂν οὕτω ῥᾳδίως τὴν ἐστε‐ νωμένην ὁδὸν διαδράμοι, ἀλλ’ ὁ συνέχων, καὶ θλί‐ βων, καὶ πιέζων.
55 βʹ. Οὐδὲ γὰρ περὶ τῶν τυχόντων ἐστὶν ἡμῖν ἡ ζήτη‐ σις τήμερον, ἀλλ’ ὑπὲρ ζητήματος τὴν ἀρχὴν μὲν λα‐ βόντος χθὲς, τὴν δὲ λύσιν μὴ λαβόντος διὰ τὸ πολλὰ γενέσθαι τὰ προβληθέντα. Τί δὴ τοῦτό ἐστι; Περὶ τῆς τῶν ὀνομάτων θέσεως ἐζητοῦμεν, ἅπερ ἐπέθηκε
60τοῖς ἁγίοις ὁ Θεός. Τοῦτο δὲ τὸ πρᾶγμα δοκεῖ μὲν ψι‐ λὸν εἶναι, εἴ τις ἀκούσειε· πολὺν δὲ ἔχει θησαυρὸν, εἴ τις μετὰ ἀκριβείας προσέχοι. Καὶ γὰρ τὴν χρυσῖ‐ τιν γῆν τὴν ἐν τοῖς μετάλλοις κειμένην οἱ μὲν ἄπει‐
ροι καὶ ἁπλῶς ὁρῶντες γῆν νομίζουσιν εἶναι μόνονColumn end

51

.

126

ψιλὴν, καὶ οὐδὲν πλέον ἔχειν τῆς ἑτέρας· οἱ δὲ τοῖς ὀφθαλμοῖς τῆς τέχνης καταμανθάνοντες ἴσασι τῆς γῆς ταύτης τὴν εὐγένειαν, καὶ τῷ πυρὶ παραδόντες αὐτῆς τὴν βάσανον, ἅπασαν αὐτῆς ἐκκαλύπτουσι τὴν ὑπερ‐
5οχήν. Οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν, οἱ μὲν ἁπλῶς ἀναγινώσκοντες τὰ γράμματα, γράμ‐ ματα εἶναι νομίζουσι ψιλὰ καὶ τῶν ἄλλων πλέον ἔχειν οὐδέν· οἱ δὲ τοῖς τῆς πίστεως ὀφθαλμοῖς αὐτὰ κατα‐ μανθάνοντες, καθάπερ ἐκεῖνοι τοῖς τῆς τέχνης ὀργά‐
10νοις, πυρὶ τοῦ Πνεύματος παραδιδόντες αὐτῶν τὴν ἐξέτασιν, ἅπαντα τὸν χρυσὸν αὐτῶν ὄψονται ῥᾳδίως. Πόθεν οὖν ἡ ἀρχὴ τῆς ζητήσεως γέγονεν; Οὐδὲ γὰρ ἁπλῶς ἐνεπέσαμεν εἰς τὴν πραγματείαν ταύτην, ἵνα μή τις ἡμῶν ἀκαιρίαν καταγινώσκῃ· ἀλλ’ ἐπεθυμή‐
15σαμεν εἰπεῖν τὰ Παύλου κατορθώματα, τῶν Πράξεων τῶν ἀποστολικῶν ὑμῖν ὑπαναγινωσκομένων, καὶ ἡψάμεθα τοῦ προοιμίου τῆς ἱστορίας· ηὕραμεν δὲ τὴν ἀρχὴν τοῦ διηγήματος οὕτως ἔχουσαν· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθη‐
20τὰς τοῦ Κυρίου. Εὐθέως ὑμᾶς διετάραξεν ἡ τοῦ ὀνό‐ ματος ἐναλλαγή· εὑρίσκομεν γὰρ ἐν ταῖς Ἐπιστολαῖς ἁπάσαις, καὶ ἐν τοῖς προοιμίοις ἐκείνοις οὐ Σαῦλον αὐτὸν, ἀλλὰ Παῦλον καλούμενον, καὶ τοῦτο οὐκ ἐπὶ τούτου μόνου, ἀλλὰ καὶ ἐπὶ πολλῶν ἑτέρων γινόμε‐
25νον. Καὶ γὰρ καὶ ὁ Πέτρος Σίμων ἐλέγετο πρὸ τού‐ του, καὶ τὰ τέκνα Ζεβεδαίου Ἰάκωβος καὶ Ἰωάννης Υἱοὶ βροντῆς μετωνομάσθησαν ὕστερον, καὶ ἐν τῇ Παλαιᾷ δὲ τὸ ἔθος αὐτὸ τοῦτο ἴδοι τις ἂν ἐπ’ ἐνίων κρατῆσαν· καὶ γὰρ ὁ Ἀβραὰμ πρότερον Ἀβρὰμ λε‐
30γόμενος μετὰ ταῦτα Ἀβραὰμ ἐκαλεῖτο, καὶ Σάῤῥα πρὸ τούτου Σάρα, μετὰ δὲ ταῦτα Σάῤῥα ὠνομάσθη, καὶ ὁ Ἰακὼβ δὲ μετὰ ταῦτα Ἰσραὴλ προσηγορεύετο· ἄτοπον οὖν ἔδοξεν ἡμῖν εἶναι τοσοῦτον ὀνομάτων θη‐ σαυρὸν παραδραμεῖν ἁπλῶς. Τοῦτο δὲ καὶ ἐπὶ ἀρ‐
35χόντων τῶν ἔξωθεν συμβαῖνον εὕροι τις ἄν· καὶ γὰρ καὶ ἐκείνοις διπλοῦς ὁ χρηματισμὸς τῶν ὀνομάτων. Ὅρα δέ· Διεδέξατο, φησὶ, τὸν Φήλικα Πόρτιος Φῆστος· καὶ πάλιν, Συνῆν τις τῷ ἀνθυπάτῳ κα‐ λουμένῳ Σεργίῳ Παύλῳ· καὶ ὁ τὸν Χριστὸν ἐκδοὺς
40τοῖς Ἰουδαίοις Πόντιος Πιλάτος ἐλέγετο. Οὐ τοῖς ἄρ‐ χουσι δὲ μόνον, ἀλλὰ καὶ τοῖς στρατιώταις πολλάκις διπλᾶ τὰ ὀνόματα, καὶ τοῖς τὸν ἰδιωτικὸν ἀνῃρημέ‐ νοις βίον ἀπὸ αἰτίας τινὸς καὶ ὑποθέσεως διπλῆ γέ‐ γονεν ἡ προσηγορία. Ἀλλ’ ὑπὲρ μὲν ἐκείνων οὐδὲν
45ἡμῖν ὄφελος ζητεῖν πόθεν οὕτως ἐκλήθησαν· ὅταν δὲ ὁ Θεὸς ὀνομάζῃ, πᾶσαν ἐπιδείκνυσθαι σπουδὴν χρὴ ὡς εὑρεῖν τὴν αἰτίαν. Οὐδὲν γὰρ ἁπλῶς οὔτε εἰκῆ οὔτε ποιεῖν οὔτε λέγειν ὁ Θεὸς εἴωθεν, ἀλλ’ ἕκαστον μετὰ τῆς αὐτῷ προσ‐

51

.

126

(50)

ηκούσης σοφίας. Τί δήποτε οὖν Σαῦλος ἐλέγετο, ὅτε ἐδίωκεν, καὶ Παῦλος μετωνομάσθη, ὅτε ἐπίστευσε; Τινές φασιν ὅτι ἡνίκα μὲν ἐθορύβει καὶ ἐτάραττε καὶ συνέχεεν ἅπαντα, καὶ τὴν Ἐκκλησίαν ἐσάλευε, Σαῦλος ἐλέγετο, δι’ αὐτὸ τοῦτο τὸ σαλεύειν τὴν Ἐκ‐
55κλησίαν, ἀπὸ τοῦ πράγματος λαβὼν τὴν προσηγο‐ ρίαν· ἐπειδὴ δὲ ἀπέστη τῆς μανίας ἐκείνης καὶ τὴν ταραχὴν ἀπέθετο, καὶ τὸν πόλεμον κατέλυσε, καὶ τοῦ
διώκειν ἐπαύσατο, πάλιν Παῦλος ἀπὸ τοῦ παύσασθαι125

51

.

127

μετωνομάσθη· ἀλλ’ ἕωλος οὗτος ὁ λόγος καὶ οὐκ ἀληθὴς, καὶ διὰ τοῦτο αὐτὸν τέθεικα εἰς μέσον, ἵνα μὴ παρακρούησθε ταῖς ψιλαῖς αἰτιολογίαις. Πρῶτον μὲν γὰρ οἱ γονεῖς αὐτῷ τοῦτο τεθείκασι τοὔνομα οὐχὶ
5προφῆταί τινες ὄντες, καὶ τὸ μέλλον προορῶντες. Ἔπειτα εἰ διὰ τοῦτο Σαῦλος ἐλέγετο, ἐπειδὴ τὴν Ἐκκλησίαν ἐσάλευε καὶ ἐτάραττεν, ἔδει παυσάμενον αὐτὸν τοῦ σαλεύειν τὴν Ἐκκλησίαν εὐθέως καὶ τὸ ὄνομα ἀποθέσθαι· νῦν δὲ ὁρῶμεν αὐτὸν τοῦ μὲν
10σάλου τῶν κατὰ τῆς Ἐκκλησίας ἀποστάντα, τὸ ὄνομα δὲ οὐκ ἀποθέμενον, ἀλλ’ ἔτι Σαῦλον λεγόμενον. Καὶ ἵνα μὴ νομίσητε ὅτι παρακρουόμενος ὑμᾶς ταῦτα λέγω, ἄνωθεν ὑμῖν τοῦτο ἀπαριθμήσομαι. Ἐξέβαλον τὸν Στέφανον, φησὶ, καὶ ἐλιθοβόλουν αὐτὸν, καὶ
15οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου· καὶ πάλιν, Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ· καὶ ἀλλαχοῦ, Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλη‐ σίαν κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων
20τε ἄνδρας καὶ γυναῖκας· καὶ πάλιν, Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου· καὶ πάλιν, Ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαοὺλ, Σαοὺλ, τί με διώκεις; Οὐκοῦν ἐντεῦ‐ θεν αὐτὸν ἔδει λοιπὸν ἀποθέσθαι τὸ ὄνομα, καὶ γὰρ
25ἀπέστη τοῦ διώκειν. Τί οὖν; εὐθέως ἀπέθετο; Οὐδα‐ μῶς, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον· σκοπεῖτε δέ· Ἠγέρθη Σαῦλος ἀπὸ τῆς γῆς, καὶ ἀνεῳγμένων τῶν ὀφθαλμῶν αὐτοῦ οὐδένα ἔβλεπε· καὶ πάλιν· Εἶπε δὲ Κύριος τῷ Ἀνανίᾳ· Πορεύθητι εἰς τὴν
30ῥύμην καλουμένην Εὐθεῖαν, εὑρήσεις ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι· καὶ πάλιν, Εἰσελθὼν ὁ Ἀνανίας εἶπε, Σαοὺλ ἀδελφὲ, ἀπέσταλκέ με ὁ Κύριος, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ, ἵνα ἀναβλέψῃς. Εἶτα ἤρξατο κηρύσσειν καὶ συνέχεε τοὺς Ἰουδαίους,
35καὶ οὐδὲ οὕτως τὸ ὄνομα ἀπέθετο, ἀλλ’ ἔτι Σαῦλος ἐλέγετο. Ἐγνώσθη γὰρ, φησὶ, τῷ Σαύλῳ ἡ ἐπι‐ βουλὴ τῶν Ἰουδαίων. Ἆρ’ οὖν ἐνταῦθα μόνον; Οὐδαμῶς, ἀλλ’, Ἐγένετο λιμὸς, φησὶ, καὶ ὥρισαν οἱ μαθηταὶ πέμψαι εἰς Ἱεροσόλυμα τοῖς ἁγίοις εἰς
40διακονίαν. Ἔπεμψαν δὲ διὰ χειρὸς Βαρνάβα καὶ Σαύλου. Ἰδοὺ διακονεῖ τοῖς ἁγίοις, καὶ ἔτι Σαῦλος λέγεται. Εἰσῆλθε καὶ μετὰ ταῦτα Βαρνάβας εἰς Ἀν‐ τιόχειαν, καὶ ἰδὼν τὴν χάριν τοῦ Θεοῦ, καὶ ὅτι πλῆ‐ θος ἦν ἐκεῖ πολὺ, ἐξῆλθεν εἰς Ταρσὸν ἀναζητῆσαι
45Σαῦλον. Ἰδοὺ καὶ ἐπιστρέφει πολλοὺς, καὶ Σαῦλος λέγεται· καὶ πάλιν· Ἦσαν, φησὶν, ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδά‐ σκαλοι, Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρώδου τοῦ τετράρχου

51

.

127

(50)

σύντροφος, καὶ Σαῦλος. Ἰδοὺ καὶ διδάσκαλος ἐγένετο καὶ προφήτης, καὶ ἔτι Σαῦλος ἐλέγετο. Καὶ πάλιν, Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορί‐ σατέ μοι τὸν Βαρνάβαν καὶ τὸν Σαῦλον.
55 γʹ. Ἰδοὺ καὶ ἀφορίζεται ὑπὸ τοῦ Πνεύματος, καὶ οὐδέπω τὸ ὄνομα ἀποτίθεται, ἀλλ’ ὅτε ἦλθεν εἰς Σαλα‐ μῖνα, ὅτε τὸν μάγον εὗρε, τότε φησὶν ὁ Λουκᾶς περὶ αὐτοῦ· Σαῦλος δὲ, ὁ καὶ Παῦλος, πλησθεὶς Πνεύ‐
ματος ἁγίου, εἶπεν. Ἐντεῦθεν ἡ ἀρχὴ τῆς μετονο‐Column end

51

.

128

μασίας ἐγίνετο. Μὴ τοίνυν ἀποκάμωμεν τὸν περὶ τῶν ὀνομάτων τοῦτον ζητοῦντες λόγον. Ὀνομάτων γὰρ εὕρεσις καὶ ἐν τοῖς βιωτικοῖς πράγμασι πολλὴν ἔχει τὴν ἰσχύν. Καὶ γὰρ ἀναγνωρισμὸν διὰ πολλοῦ χρό‐
5νου πολλάκις εἰργάσατο, καὶ συγγένειαν λανθάνουσαν ἐφανέρωσεν ὀνομάτων εὕρεσις, καὶ ἀμφισβητήσεις ἐν δικαστηρίῳ ἔλυσε, καὶ μάχας καθεῖλε, καὶ πόλεμον ἔσβεσεν ὀνομάτων εὕρεσις, καὶ πολλάκις ὑπόθεσις εἰ‐ ρήνης γέγονεν. Εἰ δὲ ἐν τοῖς βιωτικοῖς πράγμασι το‐
10σαύτη ἡ δύναμις τῆς τῶν ὀνομάτων εὑρέσεως, πολλῷ μᾶλλον ἐν τοῖς πνευματικοῖς. Πρότερον δὲ ἀνάγκη αὐτὰ τὰ ζητήματα διακρῖναι μετὰ ἀκριβείας. Ζη‐ τεῖται τοίνυν πρῶτον μὲν, διὰ τί τῶν ἁγίων τοὺς μὲν ὠνόμασεν ὁ Θεὸς, τοὺς δὲ οὐκ ὠνόμασεν. Οὐ
15γὰρ δὴ πάντας τοὺς ἁγίους αὐτὸς ὠνόμασεν, οὔτε ἐν τῇ Καινῇ, οὔτε ἐν τῇ Παλαιᾷ· καὶ ὅπερ γέγονεν ἐν τῇ Καινῇ, τοῦτο καὶ ἐν τῇ Παλαιᾷ, ἵνα μάθῃς, ὅτι εἷς ἐστιν ὁ Δεσπότης ἑκατέρων τῶν διαθηκῶν. Ἐν μὲν οὖν τῇ Καινῇ τὸν Σίμωνα ὁ Χριστὸς Πέτρον ὠνό‐
20μασε, καὶ τὰ τέκνα Ζεβεδαίου Ἰάκωβον καὶ Ἰωάν‐ νην Υἱοὺς βροντῆς, τούτους μόνους· τῶν δὲ λοιπῶν μαθητῶν οὐδένα, ἀλλ’ ἀφῆκεν αὐτοὺς ἐν ταῖς προσ‐ ηγορίαις, ἐν αἷς ἔθεντο αὐτοὺς οἱ γονεῖς ἐξ ἀρχῆς· ἐν δὲ τῇ Παλαιᾷ τὸν Ἀβραὰμ ὁ Θεὸς μετωνόμασε καὶ
25τὸν Ἰακώβ· οὔτε δὲ τὸν Ἰωσὴφ, οὔτε τὸν Σαμουὴλ, οὔτε τὸν Δαυῒδ, οὔτε τὸν Ἠλίαν, οὔτε τὸν Ἐλισσαῖον, οὔτε τοὺς λοιποὺς προφήτας, ἀλλ’ ἀφῆκεν αὐτοὺς ἐπὶ τῆς προσηγορίας μένειν τῆς ἐν ἀρχῇ. Ἓν μὲν τοῦτο πρῶτον ζήτημά ἐστι, διὰ τί τῶν ἁγίων οἱ
30μὲν μετωνομάσθησαν, οἱ δὲ οὔ· δεύτερον δὲ μετ’ ἐκεῖνο, διὰ τί τούτων οἱ μὲν ἐν μέσῃ τῇ ἡλικίᾳ μετ‐ ωνομάζοντο, οἱ δὲ ἐξ ἀρχῆς, καὶ πρὸ αὐτῶν τῶν ὠδί‐ νων. Τὸν μὲν γὰρ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνόμασεν ὁ Χριστός· Ἰωάννην
35δὲ τὸν Βαπτιστὴν πρὸ αὐτῶν τῶν ὠδίνων. Ἦλθε γὰρ ἄγγελος Κυρίου, καὶ εἶπε· Μὴ φοβοῦ, Ζαχαρία· ἰδοὺ ἡ γυνή σου Ἐλισάβετ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. Εἶδες πῶς πρὸ τῶν ὠδίνων ἡ προσηγορία; Τοῦτο καὶ ἐν τῇ Παλαιᾷ
40γέγονεν. Ὥσπερ γὰρ ἐν τῇ Καινῇ ὁ μὲν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης εἰς ἄνδρας τελοῦντες μετωνο‐ μάσθησαν, καὶ διώνυμοι γεγόνασιν, Ἰωάννης δὲ ὁ Βαπτιστὴς πρὸ αὐτῶν τῶν ὠδίνων καὶ τῶν τόκων ἔλαβε τὴν προσηγορίαν· οὕτω καὶ ἐν τῇ Παλαιᾷ ὁ μὲν
45Ἀβραὰμ καὶ Ἰακὼβ ἐν μέσῃ τῇ ἡλικίᾳ μετωνομά‐ ζοντο· ὁ μὲν γὰρ ἐκαλεῖτο Ἀβρὰμ, καὶ ἐκλήθη Ἀβραάμ· ὁ δὲ ἐκαλεῖτο Ἰακὼβ, ἐκλήθη δὲ Ἰσραήλ. Ὁ δὲ Ἰσαὰκ οὐκ ἔτι οὕτως, ἀλλὰ πρὸ αὐτῶν τῶν ὠδίνων τὸ ὄνομα δέχεται· καὶ καθάπερ ἐκεῖ ὁ ἄγγε‐

51

.

128

(50)

λος εἶπεν· Ἡ γυνή σου λήψεται ἐν γαστρὶ, καὶ τέξεται υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάν‐ νην· οὕτω καὶ ἐνταῦθα ὁ Θεὸς εἶπε πρὸς τὸ Ἀβραάμ· Ἡ γυνή σου Σάῤῥα τέξεται υἱὸν καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Ἓν μὲν οὖν τοῦτο
55ζήτημα, τίνος ἕνεκεν οἱ μὲν μετωνομάσθησαν, οἱ δὲ οὐκέτι· δεύτερον δὲ μετ’ ἐκεῖνο, τί δήποτε οἱ μὲν ἐν μέσῃ τῇ ἡλικίᾳ, οἱ δὲ πρὸ αὐτῶν τῶν ὠδίνων, καὶ ταῦτα μὲν ἐν ἑκατέραις Διαθήκαις. Ἡμεῖς δὲ ἐπὶ τὸ
δεύτερον ἴωμεν πρότερον· οὕτω γὰρ καὶ ἐκεῖνο σα‐127

51

.

129

φέστερον ἔσται· καὶ ἴδωμεν τοὺς ἐξ ἀρχῆς ὀνομασθέν‐ τας, καὶ ἀναβαίνοντες μετὰ (f. κατὰ) μικρὸν ἐπὶ τὸν πρῶτον ὀνομασθέντα ἄνθρωπον παρὰ τοῦ Θεοῦ ἔλθω‐ μεν, ἵνα ἀπὸ τῆς ἀρχῆς τὰ ζητήματα τὴν λύσιν λαμ‐
5βάνῃ. Τίνα οὖν πρῶτον ὠνόμασεν ὁ Θεός; Τίνα δὲ ἄλλον, ἀλλ’ ἢ τὸν πρῶτον πλασθέντα; Οὐδὲ γὰρ ἦν ἄλλος ἄνθρωπος οὐδεὶς, ὥστε ἐπιθεῖναι αὐτῷ προσ‐ ηγορίαν. Τίνα οὖν τοῦτον ὠνόμασεν; Ἀδὰμ τῇ Ἑβραίων φωνῇ· οὐ γάρ ἐστιν Ἑλληνικὸν τὸ ὄνομα,
10εἰς δὲ τὴν Ἑλλάδα μεταβαλλόμενον, οὐδὲν ἄλλο δηλοῖ, ἀλλ’ ἢ τὸν γήϊνον· τὸ γὰρ Ἐδὲμ τὴν παρθένον σημαίνει γῆν· τοιοῦτον δὲ ἦν τὸ χωρίον ἐκεῖνο, ἐν ᾧ τὸν παράδεισον ἐφύτευσεν ὁ Θεός. Ἐφύτευσε γὰρ τὸν παράδεισον ὁ Θεὸς, φησὶν, ἐν Ἐδὲμ κατὰ
15ἀνατολάς· ἵνα μάθῃς, ὅτι οὐκ ἀνθρωπίνων χειρῶν ἔργον ἦν ὁ παράδεισος· παρθένος γὰρ ἦν ἡ γῆ, καὶ οὔτε ἄροτρον δεξαμένη ἦν, οὔτε εἰς αὔλακα διανοι‐ γεῖσα, ἀλλ’ ἄπειρος οὖσα γεωργικῶν χειρῶν ἀπὸ ἐπιταγῆς μόνον ἐβλάστησε τὰ δένδρα ἐκεῖνα. Διὰ
20τοῦτο Ἐδὲμ αὐτὴν ἐκάλεσεν, ὅπερ ἐστὶ παρθένος γῆ· αὕτη ἡ παρθένος ἐκείνης τῆς Παρθένου τύπος ἦν. Ὥσπερ γὰρ αὕτη ἡ γῆ μὴ δεξαμένη σπέρματα ἐβλά‐ στησεν ἡμῖν τὸν παράδεισον· οὕτω καὶ ἐκείνη μὴ δε‐ ξαμένη σπέρμα ἀνδρὸς ἐβλάστησεν ἡμῖν τὸν Χριστόν.
25Ὅταν οὖν εἴποι σοι ὁ Ἰουδαῖος, Πῶς ἔτεκεν ἡ παρθέ‐ νος; εἰπὲ πρὸς αὐτὸν, Πῶς ἐβλάστησεν ἡ παρθένος γῆ τὰ δένδρα ἐκεῖνα τὰ παράδοξα; Τὸ γὰρ Ἐδὲμ παρθένος γῆ λέγεται τῇ Ἑβραίων γλώττῃ· καὶ εἴ τις διαπιστεῖ, τοὺς τῆς γλώττης τῆς Ἑβραίων ἐμπείρους
30διερωτάτω, καὶ θεάσεται ταύτην οὖσαν τὴν ἑρμη‐ νείαν τοῦ Ἐδὲμ ὀνόματος. Οὐδὲ γὰρ ἐπειδὴ ἀγνοοῦσι λέγομεν, διὰ τοῦτο παραλογίσασθαι ὑμᾶς βούλομαι, ἀλλὰ σπουδάζοντες ἀχειρώτους ποιεῖν, ὥσπερ αὐτῶν τῶν ἐχθρῶν παρόντων τῶν ταῦτα εἰδότων, οὕτω μετὰ
35ἀκριβείας ἅπαντα ἑρμηνεύομεν. Ἐπειδὴ οὖν ἀπὸ τῆς Ἐδὲμ τῆς παρθένου γῆς ἐπλάσθη ἄνθρωπος, ἐκλήθη Ἀδὰμ συνώνυμος τῇ μητρί. Οὕτω καὶ ἄν‐ θρωποι ποιοῦσι, τὰ τικτόμενα παιδία εἰς ὄνομα τῶν μητέρων καλοῦσι πολλάκις· οὕτω καὶ ὁ Θεὸς τὸν
40πλασθέντα ἄνθρωπον ἀπὸ τῆς γῆς εἰς ὄνομα τῆς μη‐ τρὸς ἐκάλεσεν Ἀδάμ. Ἐκείνη Ἐδὲμ, οὗτος Ἀδάμ. δʹ. Ἀλλὰ τί τὸ χρήσιμον; Ἄνθρωποι μὲν γὰρ καλοῦ‐ σιν εἰς ὄνομα τῶν μητέρων διὰ τὴν τιμὴν τῶν τετο‐ κυιῶν γυναικῶν· ὁ Θεὸς τίνος ἕνεκεν εἰς ὄνομα τῆς
45μητρὸς ἐκάλεσεν; τί μέγα ἢ μικρὸν οἰκονομῶν ἐν‐ τεῦθεν; Οὐδὲν γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ποιεῖ, ἀλλὰ μετὰ λόγου καὶ σοφίας πολλῆς· τῆς γὰρ συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Ἐδὲμ ἡ γῆ, Ἀδὰμ ὁ γήϊνος, ὁ χοϊκὸς, ὁ γηγενής.

51

.

129

(50)

Διὰ τί οὖν οὕτως αὐτὸν ἐκάλεσεν; Ἀναμιμνήσκων αὐ‐ τὸν διὰ τοῦ ὀνόματος τῆς εὐτελείας τῆς κατὰ φύσιν, καὶ καθάπερ ἐν στήλῃ χαλκῇ τῇ προσηγορίᾳ κατατι‐ θέμενος τὴν ταπεινότητα τῆς οὐσίας, ἵνα τὸ ὄνομα διδασκαλίαν ἔχῃ μετριοφροσύνης, ἵνα μὴ μείζονα τῆς
55οἰκείας ἀξίας ἔννοιαν λάβῃ. Ἡμεῖς μὲν γὰρ ὅτι γῆ ἐσμεν, ἴσμεν σαφῶς, καὶ ἀπ’ αὐτῆς τῆς πείρας τῶν πραγμάτων· ἐκεῖνος δὲ οὐδένα εἶδε πρὸ αὐτοῦ τετε‐
λευτηκότα, οὐδὲ διαλυθέντα εἰς κόνιν, ἀλλὰ πολὺ τὸColumn end

51

.

130

κάλλος ἦν αὐτῷ τοῦ σώματος, καὶ καθάπερ χρυσοῦ ἀνδριὰς ἀπὸ χωνευτηρίου ἄρτι προελθὼν, οὕτως ἀπ‐ έλαμπεν. Ἵνα μὴ οὖν τὸ ὑπερέχον τῆς ὄψεως εἰς ἀπό‐ νοιαν αὐτὸν ἐπάρῃ, ἀντέστησεν αὐτῷ ὄνομα ἱκανὴν
5ταπεινοφροσύνης διδασκαλίαν ἔχον· ἔμελλε γὰρ αὐτῷ καὶ ὁ διάβολος προσελθὼν διαλέγεσθαι περὶ ἀπονοίας· ἔμελλεν ἐρεῖν αὐτῷ, ὅτι Ἔσεσθε ὡς θεοί. Ἵνα οὖν μεμνημένος τοῦ ὀνόματος τοῦ διδάσκοντος αὐτὸν, ὅτι γῆ ἐστι, μηδέποτε ἰσοθεΐαν φαντάζηται, διὰ τοῦτο
10προκαταλαμβάνει αὐτοῦ τὸ συνειδὸς τῷ ὀνόματι, ἱκανὴν αὐτῷ διὰ τῆς προσηγορίας προαποτιθέμενος ἀσφάλειαν τῆς μελλούσης ἐπάγεσθαι παρὰ τοῦ πο‐ νηροῦ δαίμονος ἐπιβουλῆς, καὶ τῆς πρὸς τὴν γῆν αὐ‐ τὸν ἀναμιμνήσκων συγγενείας, καὶ ἐμφαίνων τῆς
15φύσεως τὴν εὐγένειαν ἅπασαν, καὶ μονονουχὶ λέγων, ὅτι Ἐὰν εἴποι σοι, ὅτι Ἔσῃ ὡς Θεὸς, ἀναμνήσθητι τοῦ ὀνόματος, καὶ ἱκανὴν ἔλαβες παραίνεσιν, ὥστε μὴ δέ‐ ξασθαι τὴν συμβουλήν. Ἀναμνήσθητι τῆς μητρὸς, ἀπὸ τῆς συγγενείας ἐπίγνωθι τὴν εὐτέλειαν, οὐχ ἵνα
20τὴν ταπεινότητα μάθῃς, ἀλλ’ ἵνα μηδέποτε εἰς ἀπό‐ νοιαν ἐπαρθῇς. Διὰ τοῦτο καὶ Παῦλος ἔλεγεν, Ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκός. Τὸ γὰρ Ἀδὰμ ἑρμηνεύων ἡμῖν τί ποτέ ἐστιν, ἔλεγε τὸ, Ἐκ γῆς χοϊκός· ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ
25οὐρανοῦ. Ἀλλ’ ἐπιπηδῶσιν ἡμῖν οἱ αἱρετικοὶ λέγον‐ τες· Ἰδοὺ οὐκ ἀνέλαβε σάρκα ὁ Χριστός· Ὁ δεύτε‐ ρος γὰρ, φησὶν, ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Ἀκούεις ὅτι δεύτερος ἄνθρωπος, καὶ λέγεις, ὅτι Οὐκ ἀνέλαβε σάρκα; Καὶ τί ταύτης ἀναισχυντίας γέ‐
30νοιτ’ ἂν ἴσον; τίς γάρ ἐστιν ἄνθρωπος σάρκα οὐκ ἔχων; Διὰ γὰρ τοῦτο καὶ ἄνθρωπον καὶ δεύτερον αὐ‐ τὸν ἐκάλεσεν ἄνθρωπον, ἵνα ἴδῃς αὐτοῦ τὴν συγγέ‐ νειαν, καὶ ἀπὸ τοῦ ἀριθμοῦ καὶ ἀπὸ τῆς φύσεως. Τίς οὖν ἐστι, φησὶν, ὁ δεύτερος ἄνθρωπος; Ὁ Κύριος
35ἐξ οὐρανοῦ. Ἀλλ’ ὁ τόπος με σκανδαλίζει, φησὶ, καὶ τὸ λέγεσθαι Ἐξ οὐρανοῦ. Ὅταν ἀκούσῃς, ὅτι πρῶ‐ τος ἄνθρωπος Ἀδὰμ ἐκ γῆς χοϊκὸς, ἆρα γήϊνον αὐ‐ τὸν νομίζεις εἶναι; ἆρα χοϊκὸν ὑποπτεύεις μόνον εἶ‐ ναι, μὴ ἔχειν δὲ δύναμιν ἀσώματον, τὴν ψυχὴν λέγω
40καὶ τὴν ἐκείνης φύσιν; Καὶ τίς ἂν τοῦτο εἴποι; Ὥσπερ οὖν περὶ τοῦ Ἀδὰμ ἀκούων, ὅτι χοϊκὸς ἦν, οὐκ ἔρημον τῆς ψυχῆς τὸ σῶμα ὑποπτεύεις, οὕτως ἀκούων, Ὁ Κύριος ἐξ οὐρανοῦ, μὴ ἀθέτει τὴν οἰκο‐ νομίαν διὰ τὸ προσκεῖσθαι, Ἐξ οὐρανοῦ. Τέως μὲν
45οὖν τὸ πρῶτον ὄνομα ἱκανὴν ἔλαβεν ἀπολογίαν· Ἀδὰμ γὰρ ἐκλήθη ἀπὸ τοῦ ὀνόματος τῆς μητρὸς, ἵνα μὴ μεῖζον φρονῇ τῆς οἰκείας δυνάμεως· ἵνα ἀχείρωτος γένηται πρὸς τὴν ἀπάτην τοῦ διαβόλου· καὶ γὰρ ἔλε‐ γεν· Ἔσεσθε ὡς θεοί. Δεῦρο δὴ λοιπὸν, καὶ ἐφ’ ἕτε‐

51

.

130

(50)

ρον τὸν πρὸ αὐτῶν τῶν τόκων ὀνομασθέντα παρὰ τοῦ Θεοῦ μεταβάντες καταπαύσωμεν τὸν λόγον. Τίς οὖν μετὰ τὸν Ἀδὰμ ὑπὸ τοῦ Θεοῦ προσηγορίαν ἔλαβε πρὶν ἢ γενέσθαι; Ὁ Ἰσαάκ· Ἰδοὺ γὰρ, φησὶν, ἡ γυνή σου Σάῤῥα λήψεται ἐν γαστρὶ, καὶ τέξεται
55υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Ἐπειδὴ δὲ ἔτεκεν αὐτὸν, ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ἰσαὰκ λέγουσα· Γέλωτά μοι ἐποίησεν ὁ Θεός. Διὰ τί; Τίς γὰρ, φησὶν, ἀναγγελεῖ τῷ Ἀβραὰμ, ὅτι Σάῤῥα
θηλάζει υἱόν; Προσέχετέ μοι ἀκριβῶς ἐνταῦθα, ἵνα129

51

.

131

ἴδητε τὸ θαῦμα. Οὐκ εἶπεν, ὅτι ἔτεκε παιδίον, ἀλλ’ ὅτι θηλάζει παιδίον. Ἵνα γὰρ μή τις ὑποβολιμαῖον εἶναι νομίσῃ τὸ παιδίον, αἱ τοῦ γάλακτος πηγαὶ τὸν τοκετὸν ἐνεγυήσαντο, ὥστε ἀναμιμνησκόμενος τοῦ
5ὀνόματος καὶ αὐτὸς ἱκανὴν εἶχε διδασκαλίαν τῆς πα‐ ραδόξου γεννήσεως. Διὰ τοῦτό φησι, Γέλωτά μοι ἐποίησεν ὁ Θεὸς, ὅτι ἦν ἰδεῖν γυναῖκα γεγηρακυῖαν ἐν βαθυτάτῃ πολιᾷ τιθηνουμένην, ὑπομάζιον ἔχουσαν παιδίον. Ἀλλ’ ὁ γέλως τῆς τοῦ Θεοῦ χάριτος
10ὑπόμνησις ἦν, καὶ ἡ γαλακτοτροφία τὴν θαυματο‐ ποιίαν ἐπιστοῦτο· οὐδὲ γὰρ φύσεως ἔργον ἦν, ἀλλὰ τὸ πᾶν τῆς χάριτος κατόρθωμα ἐγίνετο. Διὰ τοῦτό φησι καὶ ὁ Παῦλος, Κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ὥσπερ γὰρ ἐκεῖ ἡ χάρις εἰργάσατο· οὕτω
15καὶ ἐνταῦθα προῆλθεν ἐκεῖνος ἀπὸ μήτρας κατ‐ εψυγμένης. Ἀνέβης σὺ ἀπὸ ὑδάτων ψυχρῶν· ὅπερ οὖν ἐκείνῳ ἡ μήτρα, τοῦτό σοι ἡ κολυμβήθρα ἐγένετο τῶν ὑδάτων. Εἶδες τόκου συγγένειαν; εἶδες χάριτος συμ‐ φωνίαν; εἶδες πανταχοῦ τὴν φύσιν σχολάζουσαν, καὶ
20τὴν δύναμιν τοῦ Θεοῦ τὸ πᾶν ἐργαζομένην; Διὰ
τοῦτο Κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐσμέν. Ἀλλ’Column end

51

.

132

ἕν ἐστιν ἔτι τὸ ζητούμενον· περὶ ἡμῶν εἶπεν, ὅτι Οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός. Πῶς; Οὐδὲ Ἰσαὰκ ἐξ αἱμάτων· Ἐξέλιπε γὰρ Σάῤῥᾳ τοῦ γίνεσθαι τὰ γυναικεῖα αὐτῆς. Ἀπεσβέσθησαν αἱ τοῦ
5αἵματος πηγαὶ, ἀνῃρέθη τῆς γεννήσεως ἡ ὕλη, ἄχρη‐ στον ἦν τῆς φύσεως τὸ ἐργαστήριον, καὶ ὁ Θεὸς τὴν δύναμιν ἐπεδείξατο τὴν ἑαυτοῦ. Ἰδοὺ καὶ τῆς τοῦ Ἰσαὰκ προσηγορίας ἀπηρτισμένην τὴν διδασκαλίαν ἔχομεν. Λείπεται μὲν γὰρ ἐπὶ τὸν Ἀβραὰμ, καὶ
10τοὺς υἱοὺς Ζεβεδαίου καὶ τὸν Πέτρον ἐλθεῖν· ἀλλ’ ὥστε μὴ ἐνοχλῆσαι τῷ μήκει, εἰς ἑτέραν ταῦτα διάλεξιν ὑπερθέμενοι καταπαύσομεν τὸν λόγον, παρα‐ καλέσαντες ὑμᾶς, τοὺς γεννηθέντας κατὰ τὸν Ἰσαὰκ, μιμεῖσθαι τοῦ Ἰσαὰκ τὴν πραότητα καὶ τὴν ἐπιεί‐
15κειαν καὶ τὴν ἄλλην ἅπασαν φιλοσοφίαν, ἵνα εὐχαῖς ἐκείνου τοῦ δικαίου καὶ τῶν προέδρων τούτων ἁπάν‐ των εἰς κόλπους Ἀβραὰμ ἅπαντες καταντῆσαι δυνη‐ θῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα,
20τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

51

.

131

(22t)

Πρὸς τοὺς ἐγκαλέσαντας ὑπὲρ τοῦ μήκους τῶν προοιμίων, καὶ ὅτι χρήσιμον τὸ φέρειν ἐλέγχους, καὶ
23tτίνος ἕνεκεν οὐκ εὐθέως πιστεύσας μετωνομάσθη Παῦλος, καὶ ὅτι οὐκ ἐξ ἀνάγκης, ἀλλ’ ἐκ προαι‐
24tρέσεως γέγονεν αὐτῷ ἡ μεταβολὴ, καὶ εἰς τὸ ῥητόν· «Σαῦλε, Σαῦλε, τί με διώκεις;»
25 αʹ. Ἐνεκάλεσαν ἡμῖν τινες τῶν ἀγαπητῶν τῶν ἡμε‐ τέρων, ὅτι τοῦ λόγου τὰ προοίμια πρὸς μῆκος ἐκτείνο‐ μεν, καὶ εἰ μὲν δικαίως, ἢ ἀδίκως ἐνεκάλεσαν, τότε εἴσεσθε, ἐπειδὰν καὶ τὰ παρ’ ἡμῶν ἀκούσαντες, ὡς ἐν κοινῷ δικαστηρίῳ τὴν ψῆφον ἐνέγκητε. Ἐγὼ δὲ καὶ
30πρὶν ἀποδεῖξαι τοῦτο, χάριν αὐτοῖς ἔχω τῶν ἐγκλη‐ μάτων· κηδεμονίας γὰρ, οὐ πονηρίας ἐστὶ τὰ ἐγκλή‐ ματα· καὶ τὸν φιλοῦντά με, οὐχ ὅταν ἐπαινῇ με μό‐ νον, ἀλλὰ καὶ ὅταν ἐγκαλῇ καὶ διορθῶται, τότε φαίην ἂν ἔγωγε φιλεῖν. Τὸ μὲν γὰρ ἁπλῶς πάντα ἐπαινεῖν,
35καὶ τὰ καλῶς ἔχοντα, καὶ τὰ μὴ καλῶς, οὐκ ἔστι φι‐ λοῦντος, ἀλλ’ ἀπατεῶνος καὶ εἴρωνος· τὸ δὲ ἐπαινεῖν μὲν ἄν τι τῶν δεόντων γίνηται, ἐγκαλεῖν δὲ ἄν τι διαμαρτάνηται, τοῦτο φίλου καὶ κηδεμόνος. Καὶ ἵνα μάθητε, ὅτι τὸ ἁπλῶς πάντα ἐπαινεῖν καὶ μακαρί‐
40ζειν ἐπὶ πᾶσιν, οὐκ ἔστι φίλου, ἀλλὰ πλανῶντος· Λαός μου γὰρ, φησὶν, οἱ μακαρίζοντες ὑμᾶς, πλανῶσιν ὑμᾶς, καὶ τὸν τρίβον τῶν ποδῶν ὑμῶν ἐκταράσσουσι. Τὸν μὲν οὖν ἐχθρὸν οὐδὲ ἐπαινοῦντα δέχομαι, τὸν δὲ φίλον καὶ ἐγκαλοῦντα προσίεμαι.
45Ἐκεῖνος, κἂν φιλῇ με, ἀηδής ἐστιν· οὗτος, κἂν τραυ‐ ματίζῃ με, ποθεινός ἐστιν· ἐκείνου τὸ φίλημα ὑπ‐ οψίας γέμει, τούτου τὸ τραῦμα κηδεμονίαν ἔχει. Διὰ τοῦτό φησί τις· Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Τί λέγεις; Τραύματα

51

.

131

(50)

φιλημάτων βελτίονα, φησίν· οὐ γὰρ τῇ φύσει τῶνColumn end

51

.

132

(25)

γινομένων, ἀλλὰ τῇ διαθέσει τῶν ποιούντων προσέχω. Βούλει μαθεῖν, πῶς ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ; Ἐφίλησε τὸν Κύριον ὁ Ἰούδας, ἀλλὰ προδοσίας αὐτοῦ τὸ φίλημα ἔγεμεν, ἰὸν αὐτοῦ τὸ στόμα εἶχε, πονηρίας ἡ γλῶσσα ἐπέπληστο.
30Τὸν παρὰ Κορινθίοις πεπορνευκότα ἐτραυμάτισεν ὁ Παῦλος, ἀλλ’ ἔσωσε. Καὶ πῶς ἐτραυμάτισε; φησί. Τῷ Σατανᾷ παραδούς. Παράδοτε γὰρ, φησὶ, τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός. Διὰ τί; Ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου
35Ἰησοῦ. Εἶδες τραύματα σωτηρίαν ἔχοντα; εἶδες φί‐ λημα προδοσίας γέμον; Οὕτως Ἀξιοπιστότερα τραύ‐ ματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ. Τοῦτο μὴ ἐπ’ ἀνθρώπων μόνον, ἀλλὰ καὶ ἐπὶ τοῦ Θεοῦ, καὶ ἐπὶ τοῦ διαβόλου ἐξετάσωμεν. Ὁ μὲν φίλος, ὁ δὲ
40ἐχθρός· ὁ μὲν σωτὴρ καὶ κηδεμὼν, ὁ δὲ ἀπατεὼν καὶ πολέμιος. Ἀλλ’ ὁ μὲν ἐφίλησέ ποτε, ὁ δὲ ἐτραυμά‐ τισε. Πῶς ὁ μὲν ἐφίλησεν, ὁ δὲ ἐτραυμάτισεν; Ὁ μὲν εἶπεν, Ἔσεσθε ὡς θεοί· ὁ δὲ εἶπε, Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Τίς οὖν ὠφέλησε μᾶλλον, ἐκεῖνος
45ὁ εἰπὼν, ὅτι Ἔσεσθε ὡς θεοὶ, ἢ οὗτος ὁ εἰπὼν, ὅτι Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ; Οὗτος θάνατον ἠπεί‐ λησεν, ἐκεῖνος ἀθανασίαν ἐπηγγείλατο· ἀλλ’ ὁ μὲν ἀθανασίαν ἐπαγγειλάμενος, καὶ τοῦ παραδείσου ἐξ‐ έβαλεν· ὁ δὲ θάνατον ἀπειλήσας, εἰς τὸν οὐρανὸν ἀν‐

51

.

132

(50)

ήγαγεν. Εἶδες πῶς Ἀξιοπιστότερα τραύματα φίλου, ἢ ἑκούσια φιλήματα ἐχθροῦ; Διὰ τοῦτο καὶ πρὶν ἀποδεῖξαι, χάριν ἔχω τοῖς ἐγκαλοῦσιν. Οἱ μὲν γὰρ,
κἂν δικαίως, κἂν ἀδίκως ἐγκαλῶσιν, οὐκ ὀνειδίσαι131

51

.

133

βουλόμενοι, ἀλλὰ διορθῶσαι, τοῦτο ποιοῦσιν· οἱ δὲ ἐχθροὶ, κἂν δικαίως ἐγκαλῶσιν, οὐχὶ διορθῶσαι, ἀλλ’ ἐκπομπεῦσαι σπουδάζοντες ἐλέγχουσιν. Οὗτοι τοίνυν ἐπαινοῦντες, σπουδαιότερον ζητοῦσι ποιῆσαι, ἐκεῖνοι
5δὲ, κἂν ἐπαινῶσιν, ὑποσκελίσαι σπεύδουσι. Πλὴν ὅπως ἂν ὁ ἔλεγχος κινῆται, μέγα ἀγαθὸν τὸ δύνασθαι φέρειν ἐλέγχους καὶ ἐγκλήματα, καὶ μὴ ἐκθηριοῦσθαι. γὰρ μισῶν ἐλέγχους, ἄφρων ἐστὶ, φησίν. Οὐκ εἶπε, τοιούσδε ἢ τοιούσδε ἐλέγχους, ἀλλ’
10ἁπλῶς, ἐλέγχους. Εἰ μὲν γὰρ δικαίως ἐνεκάλεσεν ὁ φίλος, διόρθωσαι τὸ ἁμάρτημα· εἰ δὲ ἀλόγως ἐμέμ‐ ψατο, τέως ἐπαίνεσον αὐτὸν τῆς γνώμης, ἀπόδεξαι τὸν σκοπὸν, χάριν ὁμολόγησον τῆς φιλίας· ἀπὸ γὰρ τοῦ σφόδρα φιλεῖν τὸ ἐγκαλεῖν γίνεται. Μὴ δυσχεραί‐
15νωμεν ἐλεγχόμενοι. Καὶ γὰρ μεγάλα ὀνίνησι τοῦτο τὴν ζωὴν τὴν ἡμετέραν, εἰ γίνοιτο παρὰ πάντων, εἰ καὶ ἐλέγχοιμεν τοὺς ἁμαρτάνοντας, καὶ ἁμαρτάνον‐ τες φέροιμεν τοὺς ἐλέγχους εὐκόλως· ὅπερ γὰρ ἐπὶ τῶν τραυμάτων ἐστὶ τὰ φάρμακα, τοῦτο ἐπὶ τῶν
20ἁμαρτημάτων οἱ ἔλεγχοι· ὥσπερ οὖν ὁ τὰ φάρμακα διακρουόμενος, ἀνόητος, οὕτω καὶ ὁ τοὺς ἐλέγ‐ χους μὴ καταδεχόμενος, ἄφρων. Ἀλλ’ ἐκθηριοῦνται πολλοὶ πολλάκις, πρὸς αὐτοὺς ἐννοοῦντες καὶ λέγον‐ τες· Σοφὸς, φησὶν, ἐγὼ καὶ συνετὸς τοῦ δεῖνος ἀνέξο‐
25μαι; οὐκ εἰδότες, ὅτι τοῦτο αὐτὸ ἐσχάτης ἀνοίας τε‐ κμήριον. Εἶδον γὰρ, φησὶν, ἄνθρωπον δοκοῦντα σοφὸν εἶναι παρ’ ἑαυτῷ, ἐλπίδα δὲ ἔχει μᾶλλον ὁ ἄφρων αὐτοῦ. Διὰ τοῦτο καὶ Παῦλος λέγει, Μὴ γίνεσθε φρόνιμοι παρ’ ἑαυτοῖς. Κἂν γὰρ μυριάκις
30εἶ σοφὸς, καὶ τὰ δέοντα συνορῶν, ἀλλ’ ἄνθρωπος εἶ, καὶ χρείαν ἔχεις συμβούλου. Ὁ Θεὸς γὰρ μόνος ἐστὶν ἀνενδεὴς, καὶ μόνος οὐ δεῖται συμβούλου. Δι’ ὃ καὶ περὶ ἐκείνου μόνου λέγεται· Τίς γὰρ ἔγνω νοῦν Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο; ἄνθρω‐
35ποι δὲ, κἂν μυριάκις ὦμεν σοφοὶ, μυριάκις ἐλεγχό‐ μεθα, καὶ τὸ τῆς φύσεως ἡμῶν ἀσθενὲς διαφαίνεται. Οὐ γὰρ δύναται πάντα εἶναι ἐν ἀνθρώποις, φησί. Διὰ τί; Ὅτι οὐκ ἀθάνατος υἱὸς ἀνθρώπου. Τί φωτει‐ νότερον ἡλίου; Ἀλλ’ ὅμως καὶ τοῦτο ἐκλείπει. Καθά‐
40περ οὖν ἐκεῖνο τὸ φῶς τὸ λαμπρὸν, τὴν ἀπαστρά‐ πτουσαν ἀκτῖνα σκότος ἐπελθὸν ἀποκρύπτει· οὕτω πολλάκις καὶ τὴν σύνεσιν τὴν ἡμετέραν, καθάπερ ἐν σταθηρᾷ μεσημβρίᾳ λάμπουσαν καὶ διαφαινομένην, ἐπελθοῦσα ἄνοια ἀπέκρυψε πολλάκις· καὶ ὁ μὲν σο‐
45φὸς τὸ δέον οὐ συνεῖδεν, ὁ δὲ ἐλάττων ἐκείνου πολλῷ ὀξύτερον ἐκείνου τοῦτο ἐφώρασε. Καὶ τοῦτο γίνεται, ἵνα μήτε ὁ σοφὸς ἐπαίρηται, μήτε ὁ εὐτελὴς ἑαυτὸν ταλανίζῃ. Μέγα ἀγαθὸν ἐλέγχους δύνασθαι φέρειν, μέγα ἀγαθὸν δύνασθαι ἐλέγχειν· τοῦτο κηδεμονίας

51

.

133

(50)

μεγίστης. Νυνὶ δὲ ἂν μὲν ἴδωμεν ἄνθρωπον τὸν χιτω‐ νίσκον ἔχοντα παραλελυμένον ἐκ πλαγίων, ἢ τὴν ἄλλην στολὴν κακῶς περικειμένην, διορθοῦμεν καὶ ὑπομιμνήσκομεν· ἂν δὲ ἴδωμεν αὐτοῦ τὴν ζωὴν πα‐ ραλελυμένην, οὐδὲ λόγον προϊέμεθα. Ἂν ἴδωμεν αὐ‐
55τοῦ τὸν βίον ἀσχήμονα ὄντα, παρατρέχομεν· καίτοι τὰ μὲν τῶν ἱματίων, μέχρι γέλωτος, τὰ δὲ τῆς ψυ‐ χῆς, μέχρι κινδύνου καὶ τιμωρίας ἐστίν. Ὁρᾷς τὸν ἀδελφὸν, εἰπέ μοι, κατὰ κρημνοῦ φερόμενον, ἠμελη‐ μένον ἔχοντα βίον, οὐ συνορῶντα τὸ δέον, καὶ οὐκ
60ὀρέγεις χεῖρα, οὐκ ἀνιστᾷς ἐκ τοῦ πτώματος; οὐκ
ἐγκαλεῖς, καὶ ἐλέγχεις; ἀλλὰ τὸ μὴ προσκροῦσαι αὐτῷColumn end

51

.

134

καὶ φανῆναι ἐπαχθὴς προτιμᾷς τῆς ἐκείνου σωτη‐ ρίας; Καὶ ποίαν ἕξεις συγγνώμην παρὰ τοῦ Θεοῦ; τίνα ἀπολογίαν; Οὐκ ἤκουσας τί τοῖς Ἰουδαίοις ἐκέ‐ λευσεν ὁ Θεός· τὰ ὑποζύγια τῶν ἐχθρῶν μὴ περιορᾷν
5πλανώμενα, μηδὲ παρατρέχειν πεπτωκότα; Εἶτα Ἰουδαῖοι μὲν τὰ ἄλογα κελεύονται μὴ περιορᾷν τῶν ἐχθρῶν, ἡμεῖς δὲ τὰς ψυχὰς τῶν ἀδελφῶν καθ’ ἑκά‐ στην ὑποσκελιζομένας ἡμέραν περιοψόμεθα; Καὶ πῶς οὐκ ἐσχάτης τοῦτο ὠμότητος καὶ θηριωδίας, μηδὲ
10τοσαύτην ἀπονέμειν ἀνθρώποις πρόνοιαν, ὅσην τοῖς ἀλόγοις ἐκεῖνοι; Τοῦτο πάντα ἀνέτρεψε, τοῦτο τὸν βίον ἡμῶν συνέχεεν, ὅτι οὔτε ἐλεγχόμενοι φέρομεν γενναίως, οὔτε ἑτέρους ἐλέγχειν βουλόμεθα· διὰ γὰρ τοῦτο καὶ ἐπαχθεῖς ἐσμεν ἐλέγχοντες, ἐπειδὴ ἐκθη‐
15ριούμεθα ἐλεγχόμενοι. Εἰ γὰρ ᾔδει ὁ ἀδελφὸς, ὅτι ἐλέγξας σε ἐπῃνεῖτο παρὰ σοῦ, καὶ αὐτὸς ἐλεγ‐ χόμενος τὴν αὐτὴν ἀμοιβὴν ἀπέδωκεν ἄν. βʹ. Βούλει μαθεῖν ὅτι κἂν σφόδρα συνετὸς ᾖς, κἂν σφόδρα ἀπηρτισμένος, κἂν πρὸς αὐτὴν τὴν ἄκραν
20κορυφὴν ἔλθῃς τῆς ἀρετῆς, χρείαν ἔχεις συμβούλου, καὶ διορθοῦντος καὶ ἐλέγχοντος; Ἄκουσον ἱστορίαν παλαιάν. Οὐδὲν Μωϋσέως ἦν ἴσον. Καὶ γὰρ πραότα‐ τος, φησὶν, ἦν πάντων ἀνθρώπων ἐκεῖνος, καὶ τῷ Θεῷ φίλος, καὶ τῆς ἔξωθεν φιλοσοφίας ἐνεπέπληστο,
25καὶ τῆς πνευματικῆς πλήρης ἦν συνέσεως. Ἐπαι‐ δεύθη γὰρ, φησὶ, Μωϋσῆς πᾶσαν σοφίαν Αἰγυ‐ πτίων. Εἶδες ἀπηρτισμένην αὐτοῦ τὴν παίδευσιν; Καὶ ἦν δυνατὸς ἐν λόγῳ, καὶ ἄλλῃ ἀρετῇ. Ἀλλ’ ἄκουσον καὶ ἑτέραν μαρτυρίαν. Πολλοῖς, φησὶ, προ‐
30φήταις ὡμίλησεν ὁ Θεὸς, ἀλλ’ οὐδενὶ οὕτως ὡμίλη‐ σεν· ἀλλὰ τοῖς μὲν ἄλλοις ἐν αἰνίγμασι καὶ δι’ ὀνει‐ ράτων, τῷ δὲ Μωϋσῇ πρόσωπον πρὸς πρόσωπον. Τί μεῖζον τούτου ζητεῖς τεκμήριον τῆς ἀρετῆς ἐκείνου, ὅταν ὁ πάντων Δεσπότης τῷ δούλῳ ὡς φίλῳ διαλέγη‐
35ται; Ἦν τοίνυν σοφὸς καὶ τὴν ἔξω καὶ τὴν ἔσω παι‐ δείαν· ἦν δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ· ἐπέτασσεν αὐτῇ τῇ κτίσει, ἐπειδὴ φίλος ἦν τοῦ Δεσπότου τῆς κτίσεως· ἐξήγαγε λαὸν τοσοῦτον ἐξ Αἰγύπτου· τὴν θάλασσαν ἔσχισε, καὶ πάλιν συνήγαγε· καὶ ἦν ἰδεῖν θαῦμα
40παράδοξον. Τότε γὰρ πρῶτον ἐπεῖδεν ἥλιος θάλασσαν οὐ πλεομένην, ἀλλὰ πεζευομένην, πέλαγος οὐχὶ κώ‐ παις καὶ πλοίοις, ἀλλὰ ποσὶν ἵππων περώμενον. Ἀλλ’ ὅμως ὁ σοφὸς, ὁ δυνατὸς ἐν λόγῳ καὶ ἔργῳ, ὁ φίλος τοῦ Θεοῦ, ὁ τῇ κτίσει ἐπιτάξας, ὁ τοσαῦτα θαυ‐
45ματουργήσας, οὐ συνεῖδε πρᾶγμα πολλοῖς τῶν ἀν‐ θρώπων εὐσύνοπτον· ἀλλ’ ὁ μὲν κηδεστὴς αὐτοῦ, βάρβαρος ἄνθρωπος καὶ εὐτελὴς, συνεῖδεν αὐτὸ, καὶ εἰς μέσον ἤγαγεν· ἐκεῖνος δὲ αὐτὸ οὐχ εὗρε. Τί οὖν ἐστι τοῦτο; Ἀκούσατε, ἵνα μάθητε, ὅτι ἕκαστος συμ‐

51

.

134

(50)

βούλου δεῖται, κἂν κατὰ Μωϋσέα γένηται, καὶ ὅτι τὰ τοὺς μεγάλους λανθάνοντα καὶ θαυμαστοὺς τοὺς ἀν‐ θρώπους, τοὺς μικροὺς καὶ εὐτελεῖς πολλάκις οὐκ ἔλαθεν. Ἐπειδὴ γὰρ ἐξῆλθεν ὁ Μωϋσῆς ἐξ Αἰγύπτου, καὶ ἦν ἐν τῇ ἐρήμῳ, εἱστήκει πλησίον αὐτοῦ ὁ λαὸς
55ἅπας, ἑξακόσιαι χιλιάδες, καὶ πᾶσι διέλυσε τὰ ἐγκλή‐ ματα τοῖς πρὸς ἀλλήλους ἀμφισβητοῦσιν. Ἰδὼν τοί‐ νυν αὐτὸν ὁ κηδεστὴς τοῦτο ποιοῦντα ὁ Ἰοθὼρ, ἄν‐
θρωπος καὶ ἀνόητος καὶ ἐν ἐρήμῳ βεβιωκὼς, καὶ οὔτε133

51

.

135

νόμων οὔτε πολιτείας τινὶ κοινωνήσας ποτὲ, ἀλλ’ ἐν ἀσεβείᾳ ζῶν, οὗ τί γένοιτ’ ἂν μεῖζον ἀνοίας τεκμή‐ ριον; Οὐδὲν γὰρ Ἑλλήνων ἀνοητότερον. Ἀλλ’ ὅμως ἐκεῖνος ὁ βάρβαρος, ὁ ἀσεβὴς, ὁ ἀνόητος, ἰδὼν οὐ
5δεόντως αὐτὸν ποιοῦντα, διώρθωσε τὸν Μωϋσέα, τὸν σοφὸν καὶ συνετὸν καὶ τοῦ Θεοῦ φίλον. Καὶ εἰπὼν πρὸς αὐτὸν, Τί οὗτοι ἑστήκασιν ἐνώπιόν σου; καὶ μαθὼν τὴν αἰτίαν λέγει· Οὐκ ὀρθῶς σὺ τοῦτο ἐποίη‐ σας, φησί. Μετ’ ἐπιτιμήσεως ἡ συμβουλή· καὶ οὔτε
10οὕτως ἠγρίανεν ἐκεῖνος, ἀλλ’ ἠνείχετο ὁ σοφὸς, ὁ συνετὸς καὶ τοῦ Θεοῦ φίλος, τοσαύταις ἐφεστηκὼς μυριάσιν. Οὐδὲ γὰρ τοῦτο μικρὸν, τὸ παρὰ τοῦ βαρ‐ βάρου καὶ ἰδιώτου παιδεύεσθαι. Καὶ οὔτε τὰ θαύματα, ἅπερ εἰργάσατο, οὔτε τὸ μέγεθος τῆς ἀρχῆς αὐτὸν
15ἐπῆρεν, οὔτε τὸ παρόντων τῶν ὑπηκόων διορθοῦσθαι, ἐρυθριάσαι ἐποίησεν· ἀλλ’ ἐννοήσας ὅτι εἰ καὶ μεγά‐ λα αὐτῷ εἴργασται σημεῖα, ἀλλ’ ὅμως ἀνθρω‐ πίνης φύσεως μετέχει, ἣν πολλὰ λανθάνει πολλάκις, μετ’ ἐπιεικείας ἐδέξατο τὴν συμβουλήν. Πολλοὶ δὲ
20πολλάκις ὑπὲρ τοῦ μὴ φανῆναι δεόμενοι συμβουλῆς τῆς παρ’ ἑτέρων, εἵλοντο προδοῦναι τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς γνώμης, ἢ δεξάμενοι τὴν παραίνεσιν διορθῶ‐ σαι τὸ ἁμάρτημα· μᾶλλον ἀγνοεῖν ἢ μαθεῖν κατεδέ‐ ξαντο, οὐκ εἰδότες ὅτι οὐ τὸ μαθεῖν ἔγκλημα, ἀλλὰ
25τὸ ἀγνοεῖν κατηγορία· οὐ τὸ διδάσκεσθαι, ἀλλὰ τὸ ἐν ἀμαθείᾳ εἶναι· οὐ τὸ ἐλέγχεσθαι, ἀλλὰ τὸ ἁμαρτά‐ νειν ἀδιόρθωτα. Ἔστι γὰρ, ἔστι καὶ παρὰ ἀνθρώπῳ μικρῷ καὶ εὐτελεῖ εὑρεθῆναί τι τῶν δεόντων, ὃ παρὰ τῷ σοφῷ καὶ μεγάλῳ πολλάκις οὐχ εὕρηται. Ὅπερ
30οὖν συνιδὼν ὁ Μωϋσῆς ἤκουε μετὰ πάσης ἐπιεικείας ἐκείνου συμβουλεύοντος, καὶ λέγοντος· Ποίησόν σοι χιλιάρχους, ἑκατοντάρχους, πεντηκοντάρχους, δεκάρχους· καὶ τὸ ῥῆμα τὸ βαρὺ ἀνοίσουσιν ἐπὶ σὲ, τὸ δὲ κοῦφον αὐτοὶ διαλύσονται. Καὶ ἀκούσας
35οὐκ ᾐσχύνθη, οὐκ ἠρυθρίασεν, οὐκ ᾐδέσθη τοὺς ὑπ‐ ηκόους, οὐκ εἶπε πρὸς ἑαυτὸν, ὅτι Καταγνώσονταί μου οἱ ἀρχόμενοι, εἰ ἄρχων ὢν παρ’ ἑτέρου μανθάνω τὰ δέοντα· ἀλλὰ καὶ ἐπείσθη καὶ ἐποίησε τὸ πρόστα‐ γμα, καὶ οὐ μόνον ἐκείνους οὐκ ᾐσχύνθη τοὺς τότε,
40ἀλλ’ οὐδὲ ἡμᾶς τοὺς μετὰ ταῦτα ἐσομένους· ἀλλ’ ὥσπερ ἐγκαλλωπιζόμενος τῇ διορθώσει τῇ παρὰ τοῦ κηδεστοῦ γενομένῃ, οὐ τοὺς τότε μόνον ἀνθρώπους, ἀλλὰ καὶ τοὺς ἐξ ἐκείνου μέχρι σήμερον γενομένους, καὶ τοὺς αὖθις ἐσομένους μέχρι τῆς τοῦ Χριστοῦ
45παρουσίας κατὰ τὴν οἰκουμένην ἅπασαν διὰ τῶν γραμμάτων ἐδίδαξε, καὶ ὅτι αὐτὸς τὸ δέον συνιδεῖν οὐκ ἠδυνήθη, καὶ ὅτι τὴν διόρθωσιν ἐδέξατο παρὰ τοῦ κηδεστοῦ. Ἡμεῖς δὲ, ἐὰν ἄνθρωπον ἴδωμεν παρ‐ όντα ἐλεγχομένων ἡμῶν καὶ διορθουμένων, ἰλιγγιῶ‐

51

.

135

(50)

μεν, ἐξιστάμεθα, νομίζομεν τῆς ζωῆς ἐκπεπτωκέναι πάσης. Ἀλλ’ οὐκ ἐκεῖνος· ἀλλ’ ὁρῶν τοσαύτας χι‐ λιάδας παρούσας οὐκ ἠρυθρίασε, μᾶλλον δὲ τοσαύτας μυριάδας τότε, τὰς ἐξ ἐκείνου μέχρι νῦν κατὰ τὴν γῆν ἅπασαν, ἀλλὰ κηρύττει πᾶσι καθ’ ἑκάστην ἡμέ‐
55ραν διὰ τῶν γραμμάτων, ὅτι ὅπερ αὐτὸς οὐ συνεῖδε, τοῦτο ὁ κηδεστὴς συνεῖδε. Τίνος οὖν ἕνεκεν τοῦτο ἐποίησε, καὶ μνήμῃ παρέδωκε τὸ γεγενημένον; Ἵνα ἡμᾶς πείσῃ μηδέποτε ἐφ’ ἑαυτοῖς μέγα φρονεῖν, κἂν ἁπάντων ὦμεν σοφώτεροι, μηδὲ ἀτιμάζειν τὰς παρ’
60ἑτέρων συμβουλίας, κἂν ἁπάντων ὦσιν εὐτελέστεροι. Ἂν μὲν γάρ τι τῶν δεόντων συμβουλεύσῃ τις, κἂν οἰκέτης ᾖ, δέξαι τὴν παραίνεσιν· ἂν δέ τι τῶν ὀλε‐ θρίων, κἂν ἐν ἀξιώματι τυγχάνῃ μεγίστῳ, παράπεμ‐
ψαι τὴν γνώμην· οὐ γὰρ τῇ ποιότητι τῶν προσώπωνColumn end

51

.

136

τῶν συμβουλευόντων, ἀλλ’ αὐτῇ τῆς συμβουλῆς τῇ φύσει προσέχειν δεῖ πανταχοῦ. Ὅπερ οὖν καὶ Μωϋ‐ σῆς ἐποίησε, παιδεύων ἡμᾶς μὴ ἐρυθριᾷν ἐλεγχομέ‐ νους, κἂν ὁλόκληρος ἡμῖν δῆμος παρῇ. Ἐγκώμιον
5γὰρ τοῦτο μέγιστον, καὶ ἔπαινος οὐχ ὁ τυχὼν, καὶ φιλοσοφίας ἔπαινος τῆς ἀνωτάτω, τὸ φέρειν ἔλεγχον γενναίως. Οὐχ οὕτω γὰρ τὸν Ἰοθὼρ ἐπαινοῦμεν καὶ θαυμάζομεν νῦν, ὅτι τὸν Μωϋσέα διώρθωσεν, ὡς ἐκπληττόμεθα τὸν ἅγιον ἐκεῖνον, ὅτι οὔτε ᾐσχύνθη
10διορθούμενος τοσούτων παρόντων, καὶ μνήμῃ τὸ γε‐ γενημένον παρέδωκε, διὰ πάντων τὴν αὐτοῦ φιλοσο‐ φίαν δείξας, καὶ ὅτι μετὰ πολλῆς τῆς ὑπερβολῆς τὴν παρὰ τῶν πολλῶν κατεπάτησε δόξαν. γʹ. Ἀλλὰ γὰρ ὑπὲρ προοιμίων ἀπολογούμενοι,
15πάλιν μεῖζον τὸ προοίμιον πεποιήκαμεν· ἀλλ’ οὐχ ἁπλῶς οὐδὲ εἰκῆ, ἀλλ’ ὑπὲρ τῶν μεγίστων ὑμῖν διαλε‐ γόμενοι καὶ ἀναγκαιοτάτων, ἵνα γενναίως ἐλεγχόμενοι φέρωμεν, ἵνα προθύμως ἐλέγχωμεν τοὺς ἁμαρτάνον‐ τας καὶ διορθῶμεν. Ἀνάγκη δὲ λοιπὸν ἀπολογήσασθαι
20ὑπὲρ τοῦ μήκους, καὶ εἰπεῖν τίνος ἕνεκεν μακρὰ ποιοῦ‐ μεν προοίμια. Τίνος οὖν ἕνεκεν τοῦτο ποιοῦμεν; Πλή‐ θει τοσούτῳ διαλεγόμεθα, ἀνθρώποις γυναῖκας ἔχου‐ σιν, οἰκίας προεστηκόσιν, ἐν ἐργασίᾳ καθημερινῇ ζῶσιν, ἐν βιωτικοῖς πράγμασι. Καὶ οὐ τοῦτο μόνον
25ἐστὶ τὸ δυσχερὲς, ὅτι διηνεκῶς εἰσιν ἠσχολημένοι, ἀλλ’ ὅτι καὶ ἅπαξ τῆς ἑβδομάδος αὐτοὺς ἐνταῦθα λαμ‐ βάνομεν. Βουλόμενοι τοίνυν εὐσύνοπτα κατασκευάζειν αὐτοῖς τὰ λεγόμενα, διὰ τῶν προοιμίων σαφεστέραν ποιῆσαι τὴν διδασκαλίαν σπουδάζομεν. Ὁ μὲν γὰρ
30μηδὲν ἔργον ἔχων, ἀλλ’ ἀεὶ ταῖς Γραφαῖς προσηλω‐ μένος, οὐ δέεται προοιμίων, οὐ δεῖται κατασκευῆς, ἀλλ’ ἀκούσας εὐθέως τοῦ λέγοντος, δέχεται τῶν λε‐ γομένων τὴν διάνοιαν· ἄνθρωπος δὲ τὸν μὲν πλείω χρόνον πράγμασι βιωτικοῖς προσδεδεμένος, ὀλίγον δὲ
35καὶ βραχὺ ἐνταῦθα παραγενόμενος, ἂν μὴ προοι‐ μίων ἀκούσῃ καὶ κατασκευῆς πλείονος, καὶ πανταχό‐ θεν ἴδῃ προοδοποιηθέντα αὐτῷ τὸν λόγον, οὐδὲν κερ‐ δάνας ἀπέρχεται. Οὐ τοῦτο δὲ μόνον ἡμῖν ἐστιν αἴτιον τοῦ μήκους τῶν προοιμίων, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλατ‐
40τον τούτου. Τῶν γὰρ πολλῶν τούτων οἱ μὲν παραγί‐ νονται, οἱ δὲ οὐ παραγίνονται πολλάκις. Ἀνάγκη τοίνυν τοὺς μὲν παραγενομένους ἐπαινέσαι, τοὺς δὲ μὴ παραγενομένους μέμψασθαι, ἵνα ἐκεῖνοι μὲν τοῖς ἐπαίνοις σπουδαιότεροι γένωνται, οὗτοι δὲ διὰ τῶν
45ἐγκλημάτων τὴν ῥᾳθυμίαν ἀποθῶνται. Ἔστι καὶ ἑτέρα χρεία προοιμίων ὑμῖν. Ὑποθέσεως ἁπτόμεθα μακροτέρας πολλάκις, ἢν οὐ δυνατὸν ἐν ἡμέρᾳ μιᾷ πρὸς τέλος ἀγαγεῖν, ἀλλὰ καὶ δευτέρας καὶ τρί‐ της καὶ τετάρτης ἡμῖν ἔστιν ὅτε ἐξηγήσεως εἰς τὴν

51

.

136

(50)

αὐτὴν ἐδέησε πραγματείαν. Ἀνάγκη τοίνυν καὶ ταύτῃ τῇ δευτέρᾳ ἡμέρᾳ τὰ τέλη τῆς προτέρας διδα‐ σκαλίας ἀναλαβεῖν, ἵν’ οὕτως ἁρμοσθὲν τῇ ἀρχῇ τὸ τέλος, σαφεστέραν ποιῇ τοῖς παροῦσι τὴν ἐξήγησιν, καὶ μὴ τῆς ἀκολουθίας ἀπηρτημένος ὁ λόγος ἀφανέ‐
55στερος ᾖ τοῖς ἀκροαταῖς. Καὶ ἵνα μάθῃς ὅτι χωρὶς προοιμίων εἰσαγόμενος λόγος οὐδενὶ γνώριμος ἔσται, ἰδοὺ χωρὶς προοιμίων αὐτὸν εἰσάγω νῦν πείρας ἕνε‐ κεν. Ἐμβλέψας δὲ αὐτῷ ὁ Ἰησοῦς εἶπε, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμη‐
60νεύεται Πέτρος. Ὁρᾶτε, μὴ συνίετε τὸ λεχθέν; μὴ ἴστε τὴν ἀκολουθίαν, τίνος ἕνεκεν εἴρηται; ἐπειδὴ χωρὶς προοιμίου αὐτὸ εἰσήγαγον, ταὐτὸν ποιήσας, ὥσπερ ἂν εἴ τις ἄνθρωπον πάντοθεν περιβαλὼν εἰς
τὸ θέατρον εἰσαγάγοι. Φέρε οὖν, αὐτὸν λοιπὸν ἐκκα‐135

51

.

137

λύψωμεν, τὸ προοίμιον ἀποδόντες αὐτῷ. Περὶ Παύλου δὲ ὁ λόγος ἦν πρώην ἡμῖν ἐνταῦθα, ὅτε περὶ τῶν ὀνομάτων διελεγόμεθα, καὶ ἐζητοῦμεν, διὰ τί ποτὲ μὲν Σαῦλος, μετὰ δὲ ταῦτα Παῦλος ἐκλήθη. Ἐντεῦθεν
5ἐξέβημεν εἰς παλαιὰν ἱστορίαν, καὶ τοὺς ἔχοντας ἐπωνυμίας ἐξητάσαμεν ἅπαντας. Εἶτα ἐκεῖθεν καὶ Σίμωνος ἐμνήσθημεν, καὶ τῆς τοῦ Χριστοῦ φωνῆς λεγούσης πρὸς αὐτὸν, Σὺ εἶ Σίμων υἱὸς Ἰωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. Εἶδες
10πῶς τὸ πρὸ μικροῦ δόξαν ἀπορίας γέμειν, γνωριμώ‐ τερον ἐγένετο νῦν; Ὥσπερ γὰρ σῶμα κεφαλῆς, καὶ ῥίζης δένδρον, καὶ ποταμὸς δεῖται πηγῆς, οὕτω καὶ προοιμίων λόγος. Ἐπεὶ οὖν ἐστήσαμεν ὑμᾶς ἐπ’ αὐτὴν τὴν ἀρχὴν τῆς ὁδοῦ, καὶ τὴν ἀκολουθίαν
15ἐδείξαμεν, ἁψώμεθα λοιπὸν αὐτοῦ τῆς ἱστορίας τοῦ προοιμίου. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Καὶ μὴν ἐν ταῖς Ἐπιστολαῖς Παῦλος καλεῖται· τίνος οὖν ἕνεκεν αὐτοῦ τὴν προσηγορίαν μετέβαλε τὸ Πνεῦ‐
20μα τὸ ἅγιον; Καθάπερ δεσπότης οἰκέτην πριάμενος, εἶτα βουλόμενος αὐτὸν διδάξαι τὴν δεσποτείαν, μετατί‐ θησιν αὐτοῦ τὸ ὄνομα· οὕτω καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐποίησε τότε. Καὶ γὰρ ἐξ αἰχμαλωσίας τὸν Παῦλον ἔλαβε, καὶ προσφάτως ἦν τῇ δεσποτείᾳ ταύτῃ προσ‐
25ελθών. Διὰ τοῦτο αὐτοῦ μετέβαλε τὴν προσηγορίαν, ἵνα μάθῃ κἀντεῦθεν τὴν δεσποτείαν ἐκεῖνος. Ὅτι γὰρ ὀνομάτων θέσις δεσποτείας ἐστὶ σύμβολον, μά‐ λιστα μὲν καὶ ἐξ ὧν ποιοῦμεν δῆλον· γνωριμώτερον δὲ ἔσται ἐξ ὧν ἐπὶ τοῦ Ἀδὰμ ἐποίησεν ὁ Θεός. Βου‐
30λόμενος γὰρ αὐτὸν διδάξαι, ὅτι πάντων ἐστὶν ἄρχων καὶ δεσπότης, ἤγαγε πρὸς αὐτὸν πάντα τὰ θηρία, Ἰδεῖν τί καλέσει αὐτὰ, δεικνὺς ὅτι τῶν ὀνομάτων ἡ θέσις τὴν δεσποτείαν κυροῖ. Εἰ δὲ βούλοισθε καὶ ἐπ’ ἀνθρώπων ἰδεῖν τοῦτο γινόμενον, καὶ μαθεῖν, ὅτι
35ἔθος πολλάκις τοῖς ἀπὸ αἰχμαλωσίας λαμβάνουσι δούλους μετατιθεῖν αὐτῶν τὰ ὀνόματα, ἀκούσατε τί ἐποίησεν ὁ τῶν Βαβυλωνίων βασιλεύς. Λαβὼν γὰρ οὗτος ἐκ τῆς αἰχμαλωσίας τὸν Ἀνανίαν καὶ Ἀζαρίαν καὶ Μισαὴλ, οὐκ ἀφῆκεν ἐπὶ τῶν προτέρων ὀνομά‐
40των, ἀλλὰ Σεδρὰκ, Μισὰκ, Ἀβδεναγὼ αὐτοὺς ἐκά‐ λεσεν. Ἀλλὰ τίνος ἕνεκεν οὐκ εὐθέως αὐτὸν μετωνό‐ μασεν, ἀλλ’ ἀνέμεινε χρόνον γενέσθαι πολύν; Ὅτι εὐθέως εἰ αὐτὸν μετωνόμασε μεταστάντα, οὐκ ἂν ἐγένετο φανερὰ ἡ μεταβολὴ τοῦ Παύλου, καὶ ἡ πρὸς
45τὴν πίστιν μετάστασις. Ἀλλ’ ὅπερ ἐπὶ τῶν οἰκετῶν συμβαίνει, ὅταν φυγόντες εὐθέως ἀμείβωσιν αὐτῶν τὰ ὀνόματα, ἀφανεῖς γίνονται, τοῦτο καὶ ἐπὶ τοῦ Παύλου γέγονεν ἄν· εἰ εὐθέως ἀφεὶς τοὺς Ἰουδαίους καὶ πρὸς ἡμᾶς ἐλθὼν μετωνομάσθη, οὐδεὶς ἂν ἔγνω

51

.

137

(50)

ὅτι ὁ διώκτης αὐτός ἐστιν ὁ εὐαγγελιστής. Τὸ δὲ σπουδαζόμενον τοῦτο ἦν, μαθεῖν ὅτι ὁ διώκτης αὐτός ἐστι, καὶ ἀπόστολος γέγονε. Τοῦτο γὰρ ἦν ὃ συνεῖχε τοὺς Ἰουδαίους, ὅτι τὸν διδάσκαλον τὸν ὑπὲρ αὐτῶν ἱστάμενον, ηὕρισκον κατ’ αὐτῶν ὄντα. Ἵνα οὖν μὴ ἡ
55τοῦ ὀνόματος ἀθρόα μεταβολὴ ἀποκρύψῃ τὴν μετα‐ βολὴν τῆς προαιρέσεως, ἀφίησιν αὐτὸν μέχρι πολ‐ λοῦ τὴν προτέραν ἔχειν προσηγορίαν· ἵν’, ὅταν μά‐ θωσι πάντες, ὅτι αὐτός ἐστιν ὁ διώξας τὴν Ἐκκλησίαν ἔμπροσθεν, τότε λοιπὸν γνωρίμου γενομένου πᾶσι,
60μεταθῇ καὶ τὴν προσηγορίαν. Καὶ ὅτι τοῦτο αἴτιον, ἄκουσον αὐτοῦ λέγοντος· Ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας· ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς Ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν Παλαιστίνῃ, φησίν. Εἰ δὲ ταῖς ἐν Παλαιστίνῃ
65ἠγνοεῖτο ἔνθα διέτριβε, πολλῷ μᾶλλον ταῖς ἀλλαχοῦColumn end

51

.

138

κειμέναις. Ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ, φη‐ σὶν, οὐχὶ τῷ ὀνόματι. Διὰ τί Ἀγνοούμενος τῷ προσ‐ ώπῳ; Οὐδεὶς γὰρ οὐδὲ ἰδεῖν αὐτὸν ἐτόλμα τῶν πι‐ στῶν, ἡνίκα ἡμῖν ἐπολέμει· τοσούτου φόνου, τοσαύ‐
5της ἔγεμε μανίας. Διὸ πάντες ἀπεπήδων, πάντες ἔφευγον, εἴ που παραγενόμενον εἶδον, καὶ οὐδὲ ἀντιβλέψαι ἐτόλμων· οὕτως ἦν ἐκτεθηριωμένος κατὰ τῶν πιστῶν· μόνον δὲ ἀκούοντες ἦσαν, ὅτι ὁ διώκων ἡμᾶς ποτε, νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε
10ἐπόρθει. Ἐπεὶ οὖν τῷ μὲν προσώπῳ αὐτὸν ἠγνόουν, μόνον δὲ ἀκούοντες ἦσαν, εἰ τὸ ὄνομα αὐτοῦ μετ‐ εβλήθη εὐθέως, οὐκ ἂν οὐδὲ οἱ ἀκούοντες ἔγνωσαν, ὅτι ὁ διώκων τὴν πίστιν, οὗτος εὐαγγελίζεται. Ἐπειδὴ γὰρ τὸ πρότερον αὐτοῦ ὄνομα ᾔδεσαν, ὅτι
15Σαῦλος ἐλέγετο, εἰ μεταβληθεὶς εὐθέως Παῦλος ἐκλήθη, εἶτα ἀπήγγειλάν τινες αὐτοῖς, ὅτι Παῦλος εὐαγγελίζεται, ὁ διώκων τὴν Ἐκκλησίαν, οὐκ ἂν ἔγνωσαν ὅτι οὗτος ἐκεῖνος ἦν, διὰ τὸ μὴ Παῦλον αὐ‐ τὸν καλεῖσθαι, ἀλλὰ Σαῦλον. Διὰ τοῦτο ἀφῆκεν αὐτὸν
20μέχρι πολλοῦ τὴν προτέραν ἔχειν προσηγορίαν, ἵνα πᾶσι γνώριμος γένηται τοῖς πιστοῖς, καὶ τοῖς πόῤ‐ ῥωθεν οὖσι καὶ οὐχ ἑωρακόσιν αὐτόν. δʹ. Τίνος μὲν οὖν ἕνεκεν οὐκ εὐθέως μετεβλήθη αὐ‐ τοῦ τοὔνομα, ἱκανῶς ἀποδέδεικται. Ἀνάγκη λοιπὸν
25ἐπ’ αὐτὴν ἐλθεῖν τοῦ λόγου τὴν ἀρχήν. Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου. Τί ἐστιν, Ἔτι; Τί γὰρ ἐποίησε πρὸ τούτου, ὅτι λέγει, Ἔτι; Τὸ γὰρ, Ἔτι, περὶ ἀνθρώ‐ που πολλὰ κακὰ πεποιηκότος ἔμπροσθεν λέγεται. Τί
30οὖν ἐποίησε; Τί γὰρ οὐκ ἐποίησεν, εἰπέ μοι, κακόν; Αἱμάτων ἐνέπλησε τὰ Ἱεροσόλυμα τοὺς πιστοὺς ἀναιρῶν, τὴν Ἐκκλησίαν ἐπόρθει, τοὺς ἀποστόλους ἐδίωκε, τὸν Στέφανον ἔσφαξεν, οὐκ ἀνδρῶν, οὐ γυ‐ ναικῶν ἐφείδετο. Ἄκουσον γοῦν τοῦ μαθητοῦ αὐτοῦ
35λέγοντος· Σαῦλος δὲ ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος, σύρων τε ἄν‐ δρας καὶ γυναῖκας. Οὐδὲ γὰρ ἤρκει αὐτῷ ἡ ἀγορὰ, ἀλλὰ καὶ εἰς τὰς οἰκίας ἐπεπήδα· Κατὰ τοὺς οἴ‐ κους γὰρ εἰσπορευόμενος, φησί. Καὶ οὐκ εἶπεν,
40ἄγων, οὐδὲ, ἕλκων ἄνδρας καὶ γυναῖκας, ἀλλὰ, Σύ‐ ρων ἄνδρας καὶ γυναῖκας· καθάπερ περὶ θηρίου διαλεγόμενος, Σύρων ἄνδρας καὶ γυναῖκας· καὶ οὐκ ἄνδρας μόνον, ἀλλὰ καὶ γυναῖκας. Οὐδὲ τὴν φύσιν ᾐδεῖτο, οὐδὲ τὸ γένος ἠλέει, οὐδὲ πρὸς τὴν ἀσθένειαν
45ἀπεκλᾶτο. Ζήλῳ γὰρ, οὐχὶ θυμῷ ταῦτα ἐποίει. Διὰ τοῦτο οἱ μὲν Ἰουδαῖοι τὰ αὐτὰ ποιοῦντες, ἄξιοι κατ‐ ηγορίας· οὗτος δὲ τὰ αὐτὰ ποιῶν, ἄξιος συγγνώμης. Καὶ γὰρ ἀπ’ αὐτῶν ὧν ἐποίουν δῆλοι ἦσαν, ὅτι ἐκεῖ‐ νοι μὲν τιμῆς ἕνεκεν καὶ δόξης τῆς παρὰ τῶν πολλῶν

51

.

138

(50)

ταῦτα ἔπραττον· οὗτος δὲ οὐχ οὕτως, ἀλλὰ τῷ Θεῷ ζηλῶν, εἰ καὶ μὴ κατ’ ἐπίγνωσιν· διὰ τοῦτο ἐκεῖνοι τὰς μὲν γυναῖκας ἠφίεσαν, τοῖς δὲ ἀνδράσιν ἐπολέ‐ μουν, ἐπειδὴ εἰς ἐκείνους ἑώρων τὴν ἑαυτῶν περιελ‐ θοῦσαν τιμήν· οὗτος δὲ, ἅτε ζηλοτυπῶν, πρὸς ἅπαν‐
55τας ἵστατο. Ταῦτ’ οὖν ἅπαντα ἐννοήσας ὁ Λουκᾶς, καὶ ὁρῶν αὐτὸν οὔπω κορεννύμενον, ἔλεγε· Σαῦλος δὲ ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθη‐ τὰς τοῦ Κυρίου. Οὐκ ἐκόρεσεν αὐτὸν ὁ φόνος Στεφά‐ νου, οὐκ ἐνέπλησεν αὐτοῦ τὴν ἐπιθυμίαν ἡ δίωξις
60τῆς Ἐκκλησίας, ἀλλὰ περαιτέρω προῄει, καὶ οὐδα‐ μοῦ ἵστατο τῆς μανίας· ζῆλος γὰρ ἦν. Ἀλλ’ ἐπ‐ ανελθὼν ἄρτι ἀπὸ τῆς σφαγῆς Στεφάνου, ἐδίωκε τοὺς ἀποστόλους· καὶ ταὐτὸν ἐποίει, ὥσπερ ἂν εἰ λύκος ἄγριος ἐπιπηδήσας ποίμνῃ προβάτων, καὶ ἀρνίον
65ἁρπάσας ἐκεῖθεν, καὶ τῷ οἰκείῳ σπαράξας στόματι,137

51

.

139

θρασύτερος ὑπὸ τῆς ἁρπαγῆς ἐγένετο. Οὕτω καὶ Σαῦλος ἐπεπήδησε τῷ χορῷ τῶν ἀποστόλων, ἥρπασεν ἐκεῖθεν τὸ ἀρνίον τοῦ Χριστοῦ, τὸν Στέφα‐ νον διεσπάραξεν, ἐγένετο λοιπὸν ὑπὸ τῆς σφαγῆς
5ταύτης θρασύτερος. Διὰ τοῦτό φησιν, Ἔτι. Καίτοι τίνα οὐκ ἂν ἐνέπλησεν ὁ φόνος ἐκεῖνος; τίνα οὐκ ἂν κατῄδεσεν ἡ ἐπιείκεια τοῦ σφαττομένου, τὰ ῥήματα ἅπερ λιθαζόμενος ὑπὲρ τῶν λιθαζόντων ηὔχετο, Κύ‐ ριε, λέγων, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύ‐
10την; Διὰ τοῦτο ὁ διώκτης εὐαγγελιστὴς γέγονεν. Εὐθέως γὰρ μετὰ τὸν φόνον οὗτος μετεβάλλετο, ἐκεί‐ νου τῆς φωνῆς ἤκουσεν ὁ Θεός. Καὶ γὰρ ἄξιος ἦν ἀκούεσθαι Στέφανος καὶ διὰ τὴν ἀρετὴν Παύλου τὴν ἐσομένην, καὶ διὰ οἰκείαν ὁμολογίαν, Κύριε, μὴ
15στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Ἀκουέτωσαν ὅσοι ἐχθροὺς ἔχουσιν, ὅσοι πλεονεκτοῦνται. Κἂν γὰρ μυρία πάθῃς δεινὰ, οὐδέπω ἐλιθάσθης, καθάπερ ὁ Στέφανος. Καὶ ὅρα τί γίνεται. Ἐνεφράττετο μία πηγὴ ἡ τοῦ Στεφάνου, καὶ ἠνοίγετο ἑτέρα μυρίους
20ἀφιεῖσα ποταμούς. Ἐπειδὴ γὰρ ἐσίγησε τὸ στόμα Στεφάνου, ἤχησεν εὐθέως ἡ σάλπιγξ τοῦ Παύλου. Οὕτως οὐδέποτε ὁ Θεὸς εἰς τέλος ἐγκαταλιμπάνει τοὺς αὐτῷ προστρέχοντας, ἀλλὰ μείζονα ὧν ἀποστε‐ ροῦσιν οἱ ἐχθροὶ δίδωσιν αὐτὸς τὰ δῶρα. Οὐ γὰρ
25τοιοῦτον ἐξέβαλον ἀπὸ τῆς φάλαγγος στρατιώτην ἐκεῖνοι, οἷον ἀντεισήγαγεν ὁ Χριστός. Σαῦλος δὲ ἔτι. Καὶ ἄλλο τι δηλοῖ τὸ, Ἔτι, τοῦτο· οἷον, ὅτι ἔτι μαινόμενον, ἔτι ἀγριαίνοντα, ἔτι ἐν ἀκμῇ τοῦ θυμοῦ ὄντα, ἔτι τῷ φόνῳ ζέοντα ἐπεσπάσατο ὁ
30Χριστός. Οὐδὲ γὰρ ἀνέμεινε λῆξαι τὸ νόσημα, καὶ σβεσθῆναι τὸ πάθος, καὶ πραότερον γενέσθαι τὸν ἄγριον, καὶ οὕτως εἵλκυσεν· ἀλλ’ ἐν αὐτῇ τῇ ἀκμῇ τῆς μανίας αὐτὸν ἐχειρώσατο, ἵνα δείξῃ τὴν ἑαυτοῦ δύναμιν, ὅτι ἐν μέσῃ τῇ βακχείᾳ τότε ἐκείνῃ ζέοντος
35ἔτι τοῦ θυμοῦ κρατεῖ καὶ περιγίνεται τοῦ διώκτου. Καὶ γὰρ ἰατρὸν τότε θαυμάζομεν μάλιστα, ὅταν δυ‐ νηθῇ τὸν πυρετὸν αἰρόμενον καὶ τὴν φλόγα τοῦ νο‐ σήματος οὖσαν ἐν ἄκρᾳ σφοδρότητι κατασβέσαι καὶ παντελῶς ἀφανίσαι· ὃ καὶ ἐπὶ τοῦ Παύλου γέγονεν.
40Ἐν ἀκμῇ γὰρ αὐτὸν ὄντα τῆς φλογὸς, ὥσπερ τις δρόσος ἄνωθεν κατενεχθεῖσα, ἡ φωνὴ τοῦ Κυρίου τοῦ νοσήματος ἀπήλλαξε παντελῶς. Σαῦλος δὲ ἔτι ἐμ‐ πνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ Κυρίου, ἀφῆκε τὸ πλῆθος, καὶ τοῖς ἄρχουσι λοιπὸν
45ἐπεπήδα. Ὥσπερ γὰρ ὁ δένδρον βουλόμενος ἐκτεμεῖν, τοὺς κλάδους ἀφεὶς, κάτωθεν ἐκκόπτει τὴν ῥίζαν, οὕτω δὴ καὶ οὗτος ἐπὶ τοὺς μαθητὰς ἦλθε, τὴν ῥίζαν τοῦ κηρύγματος βουλόμενος ἀνελεῖν. Ἀλλὰ οὐκ ἦσαν ῥίζαι τοῦ κηρύγματος οἱ μαθηταὶ,

51

.

139

(50)

ἀλλ’ ὁ τῶν μαθητῶν Δεσπότης. Διὰ τοῦτο καὶ ἔλε‐ γεν· Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα. Ἐκείνη δὲ ἀκαταγώνιστος ἡ ῥίζα. Διὰ τοῦτο ὅσῳ πλείονα ἐξέτεμνον κλήματα, τοσούτῳ καὶ πλείονα καὶ μείζονα πάλιν ἐβλάστανεν. Ἐξετμήθη γοῦν Στέφανος,
55καὶ ἀνεβλάστησε Παῦλος καὶ οἱ διὰ Παύλου πι‐ στεύσαντες. Ἐγένετο δὲ, φησὶν, ἐν τῷ ἐγγίζειν αὐτὸν τῇ Δαμασκῷ, ἐξαίφνης περιήστραψεν αὐ‐ τὸν φῶς ἐκ τοῦ οὐρανοῦ, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἤκουσε φωνὴν λέγουσαν αὐτῷ, Σαῦλε, Σαῦλε,
60τί με διώκεις; Τίνος ἕνεκεν οὐχὶ πρῶτον ἡ φωνὴ ἠνέχθη, ἀλλὰ πρότερον φῶς αὐτὸν περιήστραψεν; Ἵνα μεθ’ ἡσυχίας ἀκούσῃ τῆς φωνῆς. Ἐπειδὴ γὰρ ὁ πρός τι πρᾶγμα τεταμένος καὶ θυμοῦ πλήρης ὢν,
κἂν μυρίοι καλῶσιν, οὐκ ἐπιστρέφεται, ὅλος τῆςColumn end

51

.

140

προκειμένης ὑποθέσεως ὤν· ἵνα μὴ καὶ ἐπὶ Παύλου τοῦτο γένηται, καὶ μεθύων τῇ μανίᾳ τῶν γεγε‐ νημένων παραπέμψηται τὴν φωνὴν, ἢ μηδὲ ἀκούσῃ τὴν ἀρχὴν, τὴν διάνοιαν ἅπασαν πρὸς τὴν λεηλασίαν
5ἐκείνην ἔχων, πρότερον διὰ τοῦ φωτὸς πηρώσας αὐ‐ τοῦ τοὺς ὀφθαλμοὺς, καὶ τὸν θυμὸν καταστείλας, καὶ σβέσας ἅπαντα τῆς ψυχῆς τὸν θόρυβον, καὶ πολλὴν ἐν τῇ διανοίᾳ γαλήνην ποιήσας, οὕτω τὴν φωνὴν ἀφῆκεν, ἵνα κατενεχθείσης τῆς ἀλαζονείας σώφρονι
10τῷ λογισμῷ προσέχῃ τοῖς λεγομένοις λοιπόν. Σαῦλε, Σαῦλε, τί με διώκεις; Οὐ τοσοῦτον ἐγκαλοῦντός ἐστιν, ὅσον ἀπολογουμένου. Τί με διώκεις; Τί μι‐ κρὸν ἢ μέγα ἐγκαλεῖν ἔχων ἐμοί; τί παρ’ ἐμοῦ ἠδι‐ κημένος; ὅτι τοὺς νεκροὺς ὑμῶν ἀνέστησα; ὅτι τοὺς
15λεπροὺς ἐκάθηρα; ὅτι τοὺς δαίμονας ἀπήλασα; Ἀλλὰ διὰ ταῦτα προσκυνεῖσθαί με, οὐχὶ διώκεσθαι ἔδει. Καὶ ἵνα μάθῃς, ὅτι τὸ, Τί με διώκεις; ἀπολογουμέ‐ νου μᾶλλόν ἐστιν, ἄκουσον πῶς καὶ ὁ Πατὴρ αὐτοῦ πρὸς τοὺς Ἰουδαίους τούτῳ κέχρηται τῷ ῥήματι. Ὥσπερ
20γὰρ οὗτος λέγει, Σαῦλε, Σαῦλε, τί με διώκεις; οὕτω κἀκεῖνος πρὸς τοὺς Ἰουδαίους φησί· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἐλύπησά σε; Σαῦλε, Σαῦλε, τί με διώκεις; Ἰδοὺ κεῖσαι πρηνὴς, ἰδοὺ δέδεσαι χωρὶς ἁλύσεως. Ὥσπερ οὖν ὅταν δεσπότης οἰκέτην πολλὰ
25περιφεύγοντα καὶ μυρία ἐργαζόμενον δεινὰ λαβὼν ὑπὸ χεῖρας, καὶ δήσας λέγοι πρὸς αὐτὸν δεδεμένον, Τί σοι βούλει ποιήσω νῦν; ἰδοὺ γέγονας ὑποχείριος· οὕτω καὶ ὁ Χριστὸς τὸν Παῦλον λαβὼν, ῥίψας πρηνῆ, καὶ ὁρῶν τρέμοντα καὶ δεδοικότα καὶ οὐδὲν ἐργάζεσθαι
30δυνάμενον, φησί· Σαῦλε, Σαῦλε, τί με διώκεις; Ποῦ οὖν ὁ θυμὸς ἐκεῖνος οἴχεται; ποῦ δὲ ἡ μανία; ποῦ δὲ ὁ ζῆλος ὁ ἄκαιρος; ποῦ τὰ δεσμὰ καὶ αἱ περι‐ δρομαί; ποῦ δὲ ἡ ἀγριότης ἐκείνη; Ἀκίνητος μὲν ἔσῃ νῦν, καὶ οὐδὲ ἰδεῖν τὸν διωκόμενον δύνασαι· καὶ
35ὁ σπεύδων καὶ πανταχοῦ περιτρέχων, χειραγωγοῦ χρείαν ἔχεις νῦν. Διὰ γὰρ τοῦτο καὶ νῦν φησιν αὐτῷ, Τί με διώκεις; ἵνα μάθῃ ὅτι καὶ ἐν τῷ πρὸ τούτου χρόνῳ ἑκὼν αὐτῷ συνεχώρει· ὅτι οὔτε ἐκεῖνα ἀσθε‐ νείας ἦν, οὔτε ταῦτα ὠμότητος, ἀλλὰ καὶ ἐκεῖνα φιλ‐
40ανθρωπίας, καὶ ταῦτα κηδεμονίας. Τί οὖν ὁ Παῦλος, Τίς εἶ, Κύριε; Ἐπέγνω τὴν δεσποτείαν ἀπὸ τῆς συγ‐ χωρήσεως, ἔμαθε τὴν δύναμιν ἀπὸ τῆς τότε πηρώ‐ σεως, ὁμολογεῖ λοιπὸν τὴν ἐξουσίαν. Τίς εἶ, Κύριε; Εἶδες ψυχὴν εὐγνώμονα; εἶδες διάνοιαν ἐλευθερίας
45γέμουσαν; εἶδες συνειδὸς ἀδέκαστον; Οὐκ ἀντέτει‐ νεν, οὐκ ἐφιλονείκησεν, ἀλλ’ ἔγνω τὸν Δεσπότην εὐθέως. Οὐ καθάπερ Ἰουδαῖοι νεκροὺς ὁρῶντες ἀν‐ ισταμένους, πηροὺς ἀναβλέποντας, λεπροὺς κα‐ θαιρομένους, οὐ μόνον οὐ προσέτρεχον τῷ ταῦτα ποι‐

51

.

140

(50)

οῦντι, ἀλλὰ καὶ πλάνον αὐτὸν ἐκάλουν, καὶ πάντα τρόπον ἐπιβουλῆς ἐκίνουν· ἀλλ’ οὐχ ὁ Παῦλος οὕτως, ἀλλ’ εὐθέως μετετίθετο. Τί οὖν ὁ Χριστός; Ἐγώ εἰμι Ἰησοῦς, ὃν σὺ διώκεις. Καὶ διὰ τί μὴ εἶ‐ πεν, Ἐγώ εἰμι Ἰησοῦς ὁ ἀναστὰς, ἐγώ εἰμι Ἰησοῦς
55ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος, ἀλλ’, Ἐγώ εἰμι Ἰη‐ σοῦς, ὃν σὺ διώκεις; Ἵνα πλήξῃ αὐτοῦ τὴν διά‐ νοιαν, ἵνα κατανύξῃ αὐτοῦ τὴν ψυχήν. Ἄκουσον γοῦν Παύλου μετὰ πολλοὺς τοὺς χρόνους καὶ μυρία κατ‐ ορθώματα τοῦτο θρηνοῦντος· Ἐγὼ γάρ εἰμι, φησὶν,
60ὁ ἐλάχιστος πάντων τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, διότι ἐδίωξα τὴν Ἐκκλησίαν. Εἰ δὲ μετὰ μυρία κατορθώματα
καὶ τοσούτους χρόνους τοῦτο ἐπένθει, τί εἰκὸς ἦν139

51

.

141

αὐτὸν παθεῖν κατὰ τὸν καιρὸν ἐκεῖνον, κατόρθωμα μὲν οὐδέπω οὐδὲν ἔχοντα, τὴν δὲ δίωξιν ἑαυτῷ συνειδότα, καὶ τῆς φωνῆς ἐκείνης ἀκούοντα; εʹ. Ἀλλ’ ἐπιφύονται ἡμῖν ἐνταῦθα· ὑμεῖς δὲ μὴ ἀπο‐
5κάμητε, κἂν ἑσπέρα καταλάβοι· ὑπὲρ γὰρ τοῦ Παύ‐ λου πᾶς ἡμῖν ὁ λόγος, Παύλου τοῦ τριετίαν νύκτα καὶ ἡμέραν τοὺς μαθητὰς διδάσκοντος. Ἐπιφύονται τοίνυν τινὲς ἐνταῦθα, καὶ λέγουσι· Καὶ τί μέγα, ὅτι Παῦλος προσῆλθε; καὶ γὰρ μονονουχὶ ὥσπερ σχοῖνον
10περιβαλὼν αὐτοῦ τῷ τραχήλῳ ὁ Θεὸς τὴν φωνὴν ἐκείνην, οὕτως αὐτὸν εἵλκυσε πρὸς ἑαυτόν. Προσ‐ έχετε μετὰ ἀκριβείας. Καὶ γὰρ καὶ πρὸς Ἕλληνας κοινὸς ἡμῖν οὗτος ὁ λόγος, καὶ πρὸς Ἰουδαίους, οἳ τῆς οἰκείας ἀπιστίας προκάλυμμα νομίζουσιν εἶναι
15τὸ τοῦ δικαίου κατηγορεῖν, οὐκ εἰδότες ὅτι διπλῆν ἁμαρτάνουσιν ἁμαρτίαν, τήν τε οἰκείαν οὐκ ἀποτι‐ θέμενοι πλάνην, καὶ τὸν ἅγιον τοῦ Θεοῦ τοιαύταις αἰτίαις ὑποβάλλειν ἐπιχειροῦντες. Ἀλλ’ ἡμεῖς ὑπὲρ αὐτοῦ τὴν ἀπολογίαν τῇ τοῦ Θεοῦ χάριτι ποιησό‐
20μεθα. Τίς οὖν ἐστιν ἡ κατηγορία; Ἀνάγκῃ, φησὶν, αὐτὸν ἐπεσπάσατο ὁ Θεός. Ποίᾳ ἀνάγκῃ, ἄνθρωπε; Ἐκάλεσεν αὐτὸν ἄνωθεν. Ὅλως πιστεύεις, ὅτι ἐκάλε‐ σεν αὐτὸν ἄνωθεν; Οὐκοῦν καὶ σὲ καλεῖ τήμερον δι’ ἐκείνης τῆς φωνῆς, ἀλλ’ οὐχ ὑπακούεις. Ὁρᾷς ὅτι
25οὐχὶ ἀνάγκης ἦν τὸ πρᾶγμα; Εἰ γὰρ ἀνάγκη ἦν, καὶ σὲ ἔδει ὑπακούειν· εἰ δὲ σὺ οὐχ ὑπακούεις, εὔδηλον ὅτι κἀκεῖνος ἐκ προαιρέσεως ὑπήκουσε. Καὶ ἵνα μά‐ θητε ὅτι πολὺ μὲν εἰς τὴν Παύλου σωτηρίαν ἡ κλῆσις, καθάπερ καὶ εἰς τὴν τῶν ἄλλων ἁπάντων ἀνθρώπων,
30οὐ μὴν ἔρημον αὐτὸν ἀφῆκεν εἶναι τῶν οἰκείων κατορθωμάτων καὶ τῶν διὰ τὴν βούλησιν ἐπαίνων, οὐδὲ ἐλυμήνατο αὐτοῦ τὸ αὐτεξούσιον, ἀλλ’ ἑκὼν προσῆλθεν οὗτος καὶ ἐξ οἰκείας εὐγνωμοσύνης, ἐξ ἑτέρου παραδείγματος τοῦτο ποιήσω φανερόν. Ἤκου‐
35σαν οἱ Ἰουδαῖοι φωνῆς ἄνωθεν φερομένης, οὐχὶ τοῦ Υἱοῦ, ἀλλὰ τοῦ Πατρὸς, περὶ τοῦ Χριστοῦ λεγούσης περὶ τῶν Ἰορδανίων ῥείθρων, Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, καὶ λέγουσιν ἐκεῖνοι Οὗτός ἐστιν ὁ πλάνος. Εἶδες φανερὸν πόλεμον; εἶδες δήλην μά‐
40χην; εἶδες ὅτι πανταχοῦ εὐγνωμοσύνης χρεία, καὶ ψυχῆς ἀδεκάστου, καὶ μὴ προκατειλημμένης πάθει; Ἰδοὺ καὶ ἐκεῖ φωνὴ, ἐνταῦθα φωνή· ἀλλ’ ὁ μὲν ἐπεί‐ θετο, οἱ δὲ ἀντέλεγον. Καὶ οὐχὶ φωνὴ μόνον, ἀλλὰ καὶ τὸ Πνεῦμα ἐν εἴδει περιστερᾶς. Ἐπειδὴ γὰρ
45ἐβάπτιζε μὲν Ἰωάννης, ἐβαπτίζετο δὲ ὁ Χριστὸς, ἵνα μὴ τῷ ἀνθρωπίνῳ σχήματι προσέχοντες, τὸν βα‐ πτίζοντα μείζονα τοῦ βαπτιζομένου εἶναι νομίσωσιν, ἦλθεν ἡ φωνὴ τοῦτον ἀπ’ ἐκείνου διαιροῦσα. Καὶ ἐπει‐ δὴ ἄδηλον ἦν περὶ τίνος ἔλεγεν ἡ φωνὴ ὅπερ ἔλεγεν,

51

.

141

(50)

ἦλθε καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἐν εἴδει περιστερᾶς, τὴν φωνὴν ἐπὶ τὴν κεφαλὴν ἕλκον τοῦ Χριστοῦ. Ἀλλ’ ὅμως καὶ διὰ φωνῆς αὐτὸν ἐκήρυξε, καὶ διὰ τοῦ Πνεύματος ἔδειξε, καὶ μετὰ τοῦτο καὶ Ἰωάννης ἐβόα, ὅτι Οὐκ εἰμὶ ἱκανὸς αὐτοῦ λῦσαι τὸν ἱμάντα τοῦ
55ὑποδήματος· καὶ μυρία ἕτερα καὶ διὰ ῥημάτων, καὶ διὰ πραγμάτων μαρτύρια ἐγένετο, καὶ πρὸς ἅπαν‐ τα ἀπετυφλώθησαν· μᾶλλον δὲ πάντα μὲν συνεώρων, οὐδενὶ δὲ τῶν λεγομένων, οὐδὲ τῶν πρατ‐ τομένων ἐπείθοντο, τῇ μανίᾳ τῆς παρὰ τῶν πολλῶν
60δόξης προκατειλημμένοι τὴν διάνοιαν. Ὅπερ οὖν καὶ ὁ εὐαγγελιστής φησιν, ὅτι πολλοὶ τῶν Ἰουδαίων ἐπί‐
στευσαν εἰς αὐτὸν, διὰ δὲ τοὺς ἄρχοντας οὐχ ὡμολό‐Column end

51

.

142

γουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται. Καὶ αὐτὸς δὲ ὁ Χριστὸς ἔλεγε, Πῶς δύνασθε πιστεύειν, δόξαν παρὰ ἀλλήλων λαμβάνοντες; καὶ τὴν δόξαν τὴν παρὰ τοῦ μόνου Θεοῦ οὐ ζητοῦντες; Ἀλλ’ οὐχ ὁ Παῦλος
5οὕτως, ἀλλὰ μιᾶς μόνης ἀκούσας φωνῆς αὐτοῦ τοῦ διωκομένου, εὐθέως προσέδραμεν, εὐθέως ὑπήκουσε, καὶ πολλὴν ἐπεδείξατο τὴν μεταβολήν. Εἰ δὲ μὴ ἀπ‐ εκάμετε τῷ μήκει τῶν εἰρημένων, ἔτι εἰς ἐγγύτερον παράδειγμα ἄγω τὸν λόγον. Καὶ γὰρ καὶ τοῦ Υἱοῦ
10ἤκουσαν, καὶ οὕτως ἤκουσαν ὡς Παῦλος ἤκουσε, καὶ ἐν καιρῷ τοιούτῳ ἤκουσαν, οἵῳ Παῦλος ἤκουσε, καὶ οὐδὲ οὕτως ἐπίστευσαν. Καθάπερ γὰρ Παῦλος ὅτε ἐμαίνετο, ὅτε ἠγριαίνετο, ὅτε ἐπολέμει τοῖς μαθηταῖς, ἤκουσε τῆς φωνῆς, οὕτω καὶ Ἰουδαῖοι. Ποῦ, καὶ
15πότε; Ἐξῆλθον ἐν τῇ νυκτὶ μετὰ φανῶν καὶ λαμπά‐ δων εἰς τὴν σύλληψιν αὐτοῦ· ἐνόμιζον γὰρ ἀνθρώπῳ ψιλῷ ἐπιτίθεσθαι. Βουλόμενος τοίνυν αὐτοὺς διδάξαι τὴν δύναμιν τὴν ἑαυτοῦ, καὶ ὅτι Θεός ἐστι, καὶ πρὸς κέντρα λακτίζουσι, λέγει αὐτοῖς, Τίνα ζητεῖτε; Ἔμ‐
20προσθεν αὐτοῦ καὶ πλησίον εἱστήκεισαν, καὶ οὐχ ἑώρων αὐτόν· ἀλλ’ αὐτὸς ὁ ζητούμενος αὐτοὺς ἐχειρ‐ αγώγει πρὸς τὴν εὕρεσιν τὴν ἑαυτοῦ, ἵνα μάθωσιν, ὅτι οὐκ ἄκων ἐπὶ τὸ πάθος ἔρχεται, ὅτι, εἰ μὴ ἐβού‐ λετο συγχωρῆσαι, οὐκ ἂν περιεγένοντο. Πῶς γὰρ, οἱ
25μηδὲ εὑρεῖν αὐτὸν δυνηθέντες; Τί λέγω, εὑρεῖν αὐ‐ τὸν μὴ δυνηθέντες; Ἀλλ’ οὔτε ἰδεῖν αὐτὸν παρόντα ἴσχυσαν· οὐ μόνον δὲ παρόντα οὐκ ἴσχυσαν ἰδεῖν, ἀλλὰ καὶ ἐρωτῶντι ἀποκρινόμενοι, οὐδὲ οὕτως ᾔδεσαν ὅστις ποτὲ ἦν ὁ παρών· οὕτω μεθ’ ὑπερβολῆς ἁπάσης ἀπ‐
30ετύφλωσεν αὐτῶν τοὺς ὀφθαλμούς. Καὶ οὐ τοῦτο μό‐ νον, ἀλλὰ καὶ ὑπτίους ἔῤῥιψεν αὐτοὺς τῇ φωνῇ· εἰ‐ πόντος γὰρ, Τίνα ζητεῖτε, ἀπῆλθον πάντες εἰς τὰ ὀπίσω ἀπὸ τῆς φωνῆς ταύτης. Ὥσπερ γὰρ τὸν Παῦ‐ λον ἡ φωνὴ κατέβαλε, καὶ πρηνῆ κεῖσθαι ἐποίησεν,
35οὕτω καὶ τούτους ἡ φωνὴ πάντας ἔῤῥιψεν ὑπτίους· καὶ ὥσπερ οὗτος οὐκ ἔβλεπε τὸν διωκόμενον ὑπ’ αὐτοῦ, οὕτως ἐκεῖνοι οὐκ ἔβλεπον τὸν ζητούμενον ὑπ’ αὐτῶν· ὥσπερ οὗτος ἐν τῷ καιρῷ τῆς μανίας ἀπετυ‐ φλώθη, κἀκεῖνοι ἐν αὐτῷ τῷ καιρῷ τῆς μανίας ἀπ‐
40ετυφλώθησαν. Καὶ γὰρ ἐκεῖνος, ὅτε ἐπορεύετο δῆσαι τοὺς μαθητὰς, καὶ οὗτοι, ὅτε ἐξῆλθον δῆσαι τὸν Χρι‐ στὸν, ταὐτὰ ἔπαθον. Καὶ ἐκεῖ δεσμὰ, καὶ ἐνταῦθα δε‐ σμά· καὶ ἐκεῖ δίωξις, καὶ ἐνταῦθα δίωξις· καὶ ἐκεῖ πήρωσις, καὶ ἐνταῦθα πήρωσις· καὶ ἐκεῖ φωνὴ, καὶ
45ἐνταῦθα φωνή· καὶ ὁμοία τῆς τοῦ Χριστοῦ δυνάμεως ἡ ἔνδειξις, ὅμοια τὰ φάρμακα, ἀλλ’ οὐχ ὁμοία ἡ διόρ‐ θωσις· οἱ γὰρ κάμνοντες πολλὴν εἶχον διαφοράν. Τί γὰρ ἀναισθητότερον, τί δὲ ἀγνωμονέστερον ἐκεί‐ νων; Ἔπεσον ὀπίσω, καὶ πάλιν ἀνέστησαν, καὶ πάλιν

51

.

142

(50)

ἐπέθεντο. Ἆρα τῶν λίθων οὐκ ἦσαν ἀναισθητότεροι; Καὶ ἵνα μάθωσιν, ὅτι οὗτός ἐστιν ὁ εἰπὼν αὐτοῖς, Τίνα ζητεῖτε; καὶ ῥίψας ὀπίσω αὐτοὺς, λέγει αὐτοῖς πάλιν, ὅτε ἀνέστησαν, Τίνα ζητεῖτε; καὶ λέγουσιν, Ἰη‐ σοῦν· λέγει αὐτοῖς, Εἶπον ὑμῖν, ὅτι ἐγώ εἰμι· μονον‐
55ουχὶ λέγων, Μάθετε ὅτι καὶ ὁ πρὸ τούτου εἰπὼν, Τίνα ζητεῖτε; καὶ ῥίψας ὑμᾶς, ἐγώ εἰμι. Ἀλλ’ οὐδὲν πλέον ἐκ τούτου ἐγένετο, ἀλλ’ ἔμειναν ἐπὶ τῆς αὐτῶν πωρώ‐ σεως. Ταῦτ’ οὖν ἅπαντα ἐκ παραλλήλου συγκρίνων, μάν‐ θανε ἀκριβῶς, ὅτι οὐκ ἐξ ἀνάγκης προσῆλθε Παῦλος,
60ἀλλ’ ἀπὸ ψυχῆς εὐγνώμονος καὶ ἀδεκάστου συνειδό‐ τος. ϛʹ. Εἰ δὲ καρτερεῖτε καὶ ὑπομένετε, ἕτερον ἐγγύτε‐ ρον τούτου λέγω πάλιν, ἀναντίῤῥητον ἔχον ἀπόδειξιν
τοῦ μὴ κατ’ ἀνάγκην τὸν Παῦλον προσεληλυθέναι τῷ141

51

.

143

Κυρίῳ. Ἦλθεν εἰς τὴν Σαλαμῖνα τῆς Κύπρου μετὰ ταῦτα ὁ Παῦλος, καὶ εὗρεν ἐκεῖ μάγον τινὰ ἀνθιστά‐ μενον τῷ ὑπάτῳ Σεργίῳ. Ὁ δὲ Παῦλος πλησθεὶς Πνεύματος ἁγίου εἶπε πρὸς αὐτὸν, Ὦ πλήρης παν‐
5τὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, οὐ παύσῃ διαστρέφων τὰς ὁδοὺς Κυρίου τὰς εὐ‐ θείας; Ταῦτα ὁ διώκτης. Δοξάσωμεν τοίνυν τὸν με‐ ταβαλόντα αὐτόν. Πρὸ τούτου ἠκούετε ὅτι ἐλυμαίνετο τὴν Ἐκκλησίαν, κατὰ τοὺς οἴκους εἰσπορευόμενος,
10σύρων τε ἄνδρας καὶ γυναῖκας, παρεδίδου εἰς φυλα‐ κήν. Ὁρᾶτε πῶς παῤῥησιάζεται νῦν ὑπὲρ τοῦ κη‐ ρύγματος. Οὐ παύσῃ διαστρέφων, φησὶ, τὰς ὁδοὺς Κυρίου τὰς εὐθείας; Καὶ νῦν ἰδοὺ χεὶρ Κυρίου ἐπὶ σὲ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων ἕως καιροῦ.
15Τὸ φάρμακον τὸ ποιῆσαν αὐτὸν ἀναβλέψαι, τοῦτο ἐπέθηκε καὶ τῷ μάγῳ, ἀλλ’ ἔμεινεν ἐπὶ τῆς πηρώ‐ σεως ἐκεῖνος· ἵνα μάθῃς ὅτι οὐχ ἡ κλῆσις μόνον προσ‐ ήγαγε τὸν Παῦλον, ἀλλὰ καὶ ἡ αὐτοῦ ἐκείνου προ‐ αίρεσις. Εἰ γὰρ ἡ πήρωσις μόνη τοῦτο ἐποίησεν,
20ἐχρῆν καὶ ἐπὶ τοῦ μάγου τὸ αὐτὸ γενέσθαι· ἀλλ’ οὐκ ἐγένετο. Ἀλλ’ ἐκεῖνος μὲν ἐπηροῦτο, ὁ δὲ ἀνθύπατος ἰδὼν τὸ γεγενημένον ἐπίστευσεν. Ἄλλος ἐδέξατο τὸ φάρμακον, καὶ ἄλλος ἀνέβλεψεν. Εἴδετε πόσον ἐστὶν εὐγνωμοσύνη διανοίας, πόσον ἐστὶν ἀπείθεια καὶ σκλη‐
25ροκαρδία. Ἐγένετο πηρὸς ὁ μάγος· κἀκεῖνος μὲν οὐδὲν ἀπώνατο, ἀπειθὴς γὰρ ἦν, ἔγνω δὲ τὸν Χριστὸν ἀνθύπατος. Ἀλλ’ ὅτι μὲν ἑκὼν καὶ ἐκ προαιρέσεως προσῆλθεν ὁ Παῦλος, ἱκανῶς ἀποδέδεικται. Βούλο‐ μαι δὲ τοῦτον ὑμᾶς ἀκριβῶς εἰδέναι τὸν λόγον, ὅτι
30μὴ βουλομένους οὐ βιάζεται ὁ Θεὸς, ἀλλὰ βουλομέ‐ νους ἕλκει. Διὰ τοῦτο γάρ φησιν· Οὐδεὶς ἔρχεται πρός με, ἂν μὴ ὁ Πατήρ μου ἑλκύσῃ αὐτόν. Ὁ δὲ ἕλκων, τὸν βουλόμενον ἕλκει, τὸν κάτω κείμενον καὶ χεῖρα ὀρέγοντα. Καὶ ἵνα μάθητε ὅτι οὐδένα βιά‐
35ζεται, ἀλλ’ ἐὰν αὐτὸς θέλῃ, ἡμεῖς δὲ μὴ θέλωμεν, διαπίπτει τὰ τῆς σωτηρίας ἡμῶν, οὐκ ἐπειδὴ ἀσθε‐ νὲς αὐτοῦ τὸ βούλημα, ἀλλ’ ἐπειδὴ ἀναγκάσαι οὐδένα θέλει, ἀναγκαῖον τοῦτον ἐξετάσαι τὸν λόγον, ἐπειδὴ πολλοὶ πολλάκις προφάσει ῥᾳθυμίας, τούτῳ κέχρην‐
40ται τῷ προσχήματι τῆς ἀπολογίας, καὶ παρακαλού‐ μενοι πολλάκις ἐπὶ φώτισμα, ἐπὶ πολιτείας ἀρίστης μεταβολὴν, ἐφ’ ἕτερα τοιαῦτα κατορθώματα, εἶτα καὶ ὡς ὀκνοῦντες καὶ ἀναδυόμενοι τοῦτο ἀποκρίνον‐ ται, ὅτι Ἐὰν θέλῃ ὁ Θεὸς, πείσει με, καὶ μεταθήσο‐
45μαι. Καὶ οὐκ ἐγκαλῶ μὲν αὐτοῖς, ἀλλὰ καὶ σφόδραColumn end

51

.

144

ἀποδέχομαι, ὅτι καταφεύγουσιν ἐπὶ τὴν βου‐ λὴν τοῦ Θεοῦ· βούλομαι δὲ καὶ τὰ παρ’ ἑαυτῶν εἰσφέ‐ ρειν, καὶ οὕτω λέγειν, Ἐὰν θέλῃ ὁ Θεός. Ἂν γὰρ σαυτὸν ὕπνῳ καὶ ῥᾳθυμίᾳ παραδοὺς, μὴ ἐγχειρῇς
5μὲν ταῖς ἀγαθαῖς πράξεσι, τὸ δὲ τοῦ Θεοῦ θέλημα προβάλλῃ μόνον, οὐδέποτέ σοι οὐδὲν ἔσται τῶν δεόν‐ των. Ὅπερ γὰρ ἔφην, ἀνάγκῃ καὶ βίᾳ οὐδένα προσ‐ άγεταί ποτε ὁ Θεός· ἀλλὰ θέλει μὲν ἅπαντας σωθῆναι, οὐκ ἀναγκάζει δὲ οὐδένα· καθὼς καὶ Παῦλός φησιν,
10Ὁ θέλων πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Πῶς οὖν οὐχ ἅπαντες σώζονται, εἰ θέλει πάντας σωθῆναι; Ἐπειδὴ οὐχ ἁπάντων τὸ θέλημα τῷ θελήματι αὐτοῦ ἕπεται, αὐ‐ τὸς δὲ οὐδένα βιάζεται. Οὕτω καὶ πρὸς τὴν Ἱερου‐
15σαλήμ φησιν· Ἱερουσαλὴμ, Ἱερουσαλὴμ, ποσά‐ κις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθελήσατε; Τί οὖν; Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Ὁρᾷς ὅτι, κἂν θέλῃ ὁ Θεὸς σῶσαι, ἡμεῖς δὲ ἑαυτοὺς μὴ ἐπιδῶμεν, μένομεν ἐπὶ τῆς ἀπωλείας;
20Οὐ γὰρ ἄκοντα, οὐδὲ μὴ βουλόμενον, ὅπερ λέγω πολ‐ λάκις, ἀλλ’ ἑκόντα καὶ προαιρούμενον παρεσκεύασται σώζειν ὁ Θεὸς τὸν ἄνθρωπον. Ἄνθρωποι μὲν γὰρ καὶ ἑκόντων καὶ ἀκόντων τῶν οἰκετῶν βούλονται εἶναι καὶ δεσπόζειν· οὐ πρὸς τὸ τοῖς οἰκέταις συμφέ‐
25ρον, ἀλλὰ πρὸς τὴν οἰκείαν χρείαν ὁρῶντες αὐτῶν δεσπόζουσιν· ὁ δὲ Θεὸς ἀνενδεὴς ὢν, καὶ βουλόμενός σοι δεῖξαι, ὅτι οὐδενὸς τῶν ἡμετέρων δεόμενος, τῆς δουλείας ἡμῶν ἐφίεται, ἀλλ’ εἰς ἓν μόνον σκοπῶν τὸ συμφέρον ἡμῖν, καὶ οὐ τῆς αὐτοῦ χρείας ἕνεκεν, ἀλλὰ
30τῆς ἡμετέρας ὠφελείας ἅπαντα πράττει, ἂν μὲν ἑκόν‐ τες καὶ βουλόμενοι καὶ χάριν αὐτῷ τῆς δουλείας εἰ‐ δότες προσέλθωμεν· ἄκοντας καὶ ἀποπηδῶντας οὐκ ἀναγκάζει, οὐδὲ βιάζεται, αὐτὸ τοῦτο δεικνὺς, ὅτι οὐκ αὐτὸς ἡμῖν χάριν τῆς δουλείας, ἀλλ’ ἡμεῖς αὐτῷ
35χάριν τῆς δεσποτείας ἔχειν ὀφείλομεν. Ταῦτ’ οὖν εἰ‐ δότες, καὶ τὴν τοῦ Δεσπότου φιλανθρωπίαν ἐννοοῦν‐ τες, ἀξίαν αὐτοῦ τῆς ἀγαθότητος κατὰ δύναμιν τὴν ἡμετέραν πολιτείαν ἐπιδειξώμεθα, ἵνα καὶ τῆς βασι‐ λείας τῶν οὐρανῶν ἐπιτύχωμεν· ἧς γένοιτο πάντας
40ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, ἅμα τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

51

.

143

(46t)

ΕΠΙΤΙΜΗΣΙΣ
47tΚατὰ τῶν ἀπολειφθέντων, παραίνεσις πρὸς τοὺς παρόντας, εἰς τὸ κήδεσθαι τῶν ἀδελφῶν, καὶ εἰς
48tτὸ προοίμιον τῆς πρὸς Κορινθίους ἐπιστολῆς, «Παῦλος κλητὸς,» καὶ περὶ ταπεινοφροσύνης.
49αʹ. Ὅταν εἰς τὴν ὀλιγότητα ἀπίδω τὴν ὑμετέραν

51

.

143

(50)

καὶ τὸ ποίμνιον θεάσωμαι καθ’ ἑκάστην σύναξιν ἐλατ‐ τούμενον, καὶ ἀθυμῶ, καὶ χαίρω· χαίρω μὲν δι’ ὑμᾶς τοὺς παρόντας, ἀθυμῶ δὲ δι’ ἐκείνους τοὺς ἀπόντας. Ὑμεῖς μὲν γὰρ ἐπαίνων ἄξιοι, οὐδὲ ἀπὸ τῆς ὀλιγό‐ τητος ῥᾳθυμότεροι γενόμενοι· ἐκεῖνοι δὲ ὑπεύθυνοι
55ἐγκλημάτων, οὐδὲ ἀπὸ τῆς ὑμετέρας σπουδῆς εἰς προθυμίαν διεγειρόμενοι. Διὰ τοῦτο ὑμᾶς μὲν
μακαρίζω καὶ ζηλωτοὺς εἶναί φημι, ὅτι οὐδὲν ὑμᾶςColumn end

51

.

144

(49)

παρέβλαψεν ἡ ἐκείνων ὀλιγωρία· ἐκείνους δὲ ταλα‐

51

.

144

(50)

νίζω καὶ δακρύω, ὅτι οὐδὲν αὐτοὺς ὠφέλησεν ἡ ὑμε‐ τέρα σπουδή. Οὐκ ἤκουσαν γὰρ τοῦ προφήτου λέγον‐ τος· Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Οὐκ εἶπεν, Ἐξελεξάμην κατοικεῖν ἐν τῷ οἴκῳ τοῦ Θεοῦ
55μου, οὐδὲ, διατρίβειν, οὐδὲ, εἰσιέναι· ἀλλ’, Ἐξελε‐ ξάμην παραῤῥιπτεῖσθαι. Ἀγαπητόν μοι καὶ ἐν τοῖς
ἐσχάτοις τετάχθαι· στέργω ἐν τούτῳ, κἂν τῶν προ‐143

51

.

145

θύρων ἐπιβῆναι καταξιωθῶ, φησί· μεγίστην ἡγοῦ‐ μαι δωρεὰν, κἄν με τῶν τελευταίων ἀριθμήσειέ τις ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου. Τὸν κοινὸν Δεσπότην ὁ πόθος ἴδιον ποιεῖται· τοιοῦτον γὰρ ἡ ἀγάπη. Ἐν τῷ
5οἴκῳ τοῦ Θεοῦ μου. Ὁ φιλῶν οὐχὶ τὸν φιλούμενον μόνον ἐπιθυμεῖ ἰδεῖν, ἀλλὰ καὶ τὸν οἶκον ἐκείνου μόνον, ἀλλὰ καὶ τὸν πυλῶνα· οὐχὶ τὸν πυλῶνα τῆς οἰκίας μόνον, ἀλλὰ καὶ αὐτὸν τὸν στενωπὸν καὶ τὸ ἄμφοδον· καὶ κἂν ἱμάτιον, κἂν ὑπόδημα ἴδῃ τοῦ φι‐
10λουμένου, αὐτὸν νομίζει παρεῖναι τὸν φιλούμενον. Τοιοῦτοι ἦσαν οἱ προφῆται· ἐπειδὴ τὸν Θεὸν οὐχ ἑώρων τὸν ἀσώματον, ἑώρων τὸν οἶκον, καὶ διὰ τοῦ οἴκου τὴν ἐκείνου παρουσίαν ἐφαντάζοντο. Ἐξελε‐ ξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου
15μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν. Ἕκαστος τόπος, ἕκαστον χωρίον, πρὸς τὴν σύγκρισιν τοῦ οἴκου τοῦ Θεοῦ, σκήνωμα ἁμαρτωλῶν ἐστι, κἂν δικαστήριον εἴπῃς, κἂν βουλευτήριον, κἂν τὴν ἑκά‐ στου οἰκίαν. Κἂν γὰρ εὐχαὶ γίνωνται ἐκεῖ, κἂν ἱκε‐
20τηρίαι, ἀλλ’ ἀνάγκη καὶ φιλονεικίας γίνεσθαι καὶ μάχας καὶ λοιδορίας, καὶ συλλόγους ὑπὲρ βιωτικῶν φροντίδων· ὁ δὲ οἶκος οὗτος τούτων καθαρεύει πάν‐ των· διὰ τοῦτο, ἐκεῖνα μὲν σκηνώματα ἁμαρτωλῶν, οὗτος δὲ οἶκος τοῦ Θεοῦ· καὶ καθάπερ λιμὴν πνευ‐
25μάτων καὶ κυμάτων ἀπηλλαγμένος πολλὴν τοῖς ὁρμι‐ ζομένοις πλοίοις παρέχει τὴν ἀσφάλειαν, οὕτω δὴ καὶ ὁ τοῦ Θεοῦ οἶκος, ὥσπερ ἀπό τινος χειμῶνος τῶν ἔξωθεν πραγμάτων τοὺς εἰσιόντας ἐξαρπάζων, μετὰ πολλῆς παρέχει τῆς γαλήνης καὶ τῆς ἀσφα‐
30λείας ἑστάναι, καὶ τῶν θείων ἀκροᾶσθαι λογίων. Τοῦτο τὸ χωρίον ὑπόθεσίς ἐστιν ἀρετῆς, διδασκαλεῖον φιλοσοφίας· οὐκ ἐν συνάξει μόνον, ὅτε ἀκρόασις Γρα‐ φῶν καὶ διδασκαλία πνευματικὴ, καὶ συνέδριον Πα‐ τέρων αἰδεσίμων· ἀλλὰ καὶ ἐν παντὶ τῷ λοιπῷ καιρῷ,
35ἐπίβηθι τῶν προθύρων μόνον, καὶ εὐθέως ἀπέθου τὰς φροντίδας τὰς βιωτικάς. Εἴσελθε τῶν προθύρων εἴσω, καὶ καθάπερ αὔρα τις πνευματικὴ περιίσταταί σου τὴν ψυχήν. Αὕτη ἡ ἡσυχία εἰς φρίκην ἄγει, καὶ διδάσκει φιλοσοφεῖν· ἀνίστησι τὸ φρόνημα, καὶ οὐκ
40ἀφίησι μεμνῆσθαι τῶν παρόντων, μεθίστησί σε ἀπὸ γῆς εἰς τὸν οὐρανόν. Εἰ δὲ χωρὶς συνάξεως τοσοῦτον τὸ κέρδος τῆς ἐνταῦθα παρουσίας, ὅταν προφῆται πάντοθεν βοῶσιν, ὅταν ἀπόστολοι εὐαγγελίζωνται, ὅταν ὁ Χριστὸς ἐν μέσῳ εἱστήκῃ, ὅταν Πατὴρ ἀπο‐
45δέχηται τὰ γινόμενα, ὅταν Πνεῦμα ἅγιον παρ‐ έχῃ τὴν οἰκείαν ἀγαλλίασιν, πόσης μὲν ὠφελείας ἐμπλησθέντες οἱ παρόντες ἀπέρχονται! οἱ ἀπόντες δὲ πόσην ζημίαν ὑπομένουσιν! Ἐβουλόμην εἰδέναι ποῦ διατρίβουσιν οἱ τῆς συν‐

51

.

145

(50)

άξεως καταφρονήσαντες, τί κατέσχεν αὐτοὺς, καὶ τῆς ἱερᾶς ταύτης τραπέζης ἀπήγαγε, περὶ τίνων ἡ διά‐ λεξις. Μᾶλλον δὲ οἶδα σαφῶς· ἢ γὰρ περὶ ἀτόπων καὶ καταγελάστων πραγμάτων διαλέγονται, ἢ βιωτι‐ καῖς εἰσι προσηλωμένοι φροντίσιν· ἀμφοτέρων δὲ ἡ
55διατριβὴ συγγνώμης ἀπεστέρηται, καὶ κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ περὶ μὲν τῆς προτέρας οὐδὲ λόγου δεῖ, οὔτε ἀποδείξεως· ὅτι δὲ καὶ οἱ τὰ τῆς οἰκίας ἡμῖν προβαλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγ‐
60γνώμης τυχεῖν, ἅπαξ τῆς ἑβδομάδος ἐνταῦθα καλού‐ μενοι, καὶ οὐδὲ τότε ἀνεχόμενοι τὰ πνευματικὰ τῶν γηΐνων προτιμῆσαι πραγμάτων, ἀπὸ τῶν Εὐαγγελίων
δῆλον. Καὶ γὰρ οἱ κληθέντες ἐπὶ τὸν γάμον τὸν πνευ‐Column end

51

.

146

ματικὸν, ταύτας προεβάλλοντο τὰς προφάσεις, ὁ μὲν ὅτι ζεῦγος ὠνήσατο, ὁ δὲ ὅτι ἀγρὸν ἐπριάσατο, ὁ δὲ ὅτι νύμφην ἠγάγετο, ἀλλ’ ἐκολάσθησαν ὅμως. Ἀναγ‐ καῖαι μὲν αἱ αἰτίαι· ἀλλ’ ὅταν ὁ Θεὸς καλῇ, ἀπο‐
5λογίαν οὐκ ἔχουσι· μετὰ γὰρ τὸν Θεὸν ἡμῖν πάντα ἀναγκαῖα. Μετὰ τὴν ἐκείνου τιμὴν, τότε τὰ ἄλλα ἀπολαυέτω σπουδῆς. Τίς γὰρ οἰκέτης, εἰπέ μοι, πρὶν ἢ τὴν δεσποτικὴν πληρώσῃ διακονίαν, τῶν κατὰ τὴν ἰδίαν οἰκίαν ἐπιμελήσεταί ποτε; Πῶς οὖν οὐκ ἄτο‐
10πον ἐπ’ ἀνθρώπῳ μὲν, ἔνθα ψιλὸν ὄνομα ἡ δεσπο‐ τεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδῶ καὶ τὴν ὑπακοὴν, τὸν δὲ ἀληθῶς Δεσπότην, οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας; Εἴθε ἦν
15δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι, καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων ἔγεμον, ὅσας ἀκάνθας εἶχον. Καθάπερ γὰρ γῆ, γεωργικῶν οὐκ ἀπολαύουσα χειρῶν, χερσοῦται καὶ ὑλομανεῖ· οὕτω καὶ ψυχὴ, πνευματικῆς οὐκ ἀπολαύουσα διδα‐
20σκαλίας, ἀκάνθας καὶ τριβόλους ἐκπέμπει. Εἰ γὰρ ἡμεῖς οἱ καθ’ ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, μόλις κατ‐ έχομεν θυμὸν, μόλις χαλινοῦμεν ὀργὴν, μόλις κα‐ ταστέλλομεν ἐπιθυμίαν, μόλις ἐκβάλλομεν τηκεδόνα
25φθόνου, συνεχεῖς ἐπῳδὰς τὰς ἀπὸ τῶν θείων Γραφῶν ἐπᾴδοντες τοῖς ἡμετέροις πάθεσι, μόλις καταστέλ‐ λομεν τὰ ἀναίσχυντα θηρία· ἐκεῖνοι οἱ μηδέποτε ταύτης ἀπολαύοντες τῆς ἰατρείας, μηδὲ τῆς θείας ὑπακούοντες φιλοσοφίας, ποίαν σωτηρίας ἐλπίδα
30ἕξουσιν, εἰπέ μοι; Ἐβουλόμην δύνασθαι δεῖξαι τοῖς ὑμετέροις ὀφθαλμοῖς τὴν ἐκείνων ψυχὴν, καὶ εἴδετε ἂν ῥυπῶσαν, αὐχμῶσαν, κατακεχυμένην, καὶ τετα‐ πεινωμένην, καὶ ἀπαῤῥησίαστον. Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα αὐχμοῦ καὶ ῥύ‐
35που γέμει πολλοῦ· οὕτω καὶ ἡ ψυχὴ, διδασκαλίας οὐκ ἀπολαύουσα πνευματικῆς, πολλὴν τῶν ἁμαρτημά‐ των ἔχει περικειμένην αὐτῇ τὴν κηλῖδα. Καὶ γὰρ βαλανεῖόν ἐστι τὰ ἐνταῦθα πνευματικὸν, τῇ θέρμῃ τοῦ Πνεύματος πάντα ἀποσμῆχον ῥύπον· μᾶλλον δὲ
40οὐχὶ ῥύπον ἀποσμῆχον μόνον τὸ τοῦ Πνεύματος πῦρ, ἀλλὰ καὶ βαφήν. Ἐὰν γὰρ ὦσι, φησὶν, αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· κἂν μετὰ τῆς αὐτῆς, φησὶν, ἀκριβείας τῶν ἁμαρτημά‐ των ὁ ῥύπος δάκῃ τῆς ψυχῆς τὴν οὐσίαν, ὡς εἰς ἕξιν
45βαφῆς ἀκίνητον καταστῆναι, καὶ οὕτως ἐγὼ δύναμαι εἰς τὴν ἐναντίαν αὐτὴν καταστῆσαι ποιότητα· ἀρκεῖ γὰρ νεῦσαι, καὶ πάντα ἀφανίζεται τὰ ἁμαρτήματα. βʹ. Ταῦτα λέγω, οὐχ ἵνα ὑμεῖς ἀκούσητε· οὐδὲ γὰρ ὑμεῖς δεῖσθε τῶν φαρμάκων, διὰ τὴν τοῦ Θεοῦ χάριν·

51

.

146

(50)

ἀλλ’ ἵνα ἐκεῖνοι δι’ ὑμῶν μάθωσιν. Εἰ δὲ ἐδυνάμην εἰδέναι τοὺς τόπους ἐν οἷς συλλέγονται, οὐκ ἂν ἠνώ‐ χλησα τὴν ὑμετέραν ἀγάπην· ἀλλ’ ἐπειδὴ ἀδύνατόν μοι ἑνὶ ὄντι τοσοῦτον εἰδέναι δῆμον, ὑμῖν ἐγχειρίζω τῶν ἀδελφῶν τῶν ὑμετέρων τὴν θεραπείαν· ἐπιμε‐
55λήσασθε τῶν ἀδελφῶν τῶν οἰκείων, ἐπισπάσασθε, καλέσατε. Οἶδα ὅτι πολλάκις τοῦτο ἐποιήσατε· ἀλλ’ οὐδὲν τὸ πολλάκις τοῦτο ποιῆσαι, ἀλλ’ ἕως τότε ποιῆσαι, ἕως ἂν πείσητε καὶ ἑλκύσητε. Οἶδα ὅτι
ἠνωχλήσατε, ὅτι φορτικοὶ πολλάκις ἐνομίσθητε, ὅτι145

51

.

147

οὐκ ἐπείσατε· καὶ τοῦτο ὑμᾶς ὀκνηροτέρους ἐποίη‐ σεν· ἀλλὰ παραμυθείσθω ὑμᾶς ὁ Παῦλος λέγων· Ἡ ἀγάπη πάντα ἐλπίζει, πάντα πιστεύει, ἀγάπη οὐδέποτε ἐκπίπτει. Σὺ τὸ σαυτοῦ ποίησον· κἂν ἐκεῖ‐
5νος μὴ δέξηται τὴν θεραπείαν, σὺ τὸν μισθὸν ἔχεις παρὰ τῷ Θεῷ. Ἐπὶ μὲν γὰρ τῆς γῆς ἂν καταβάλῃς τὰ σπέρματα, καὶ μὴ ἐξενέγκῃ τοὺς ἀστάχυας, κε‐ ναῖς ἀνάγκη χερσὶν ἀπελθεῖν· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλὰ σὺ μὲν κατάβαλε τὴν διδασκαλίαν,
10ἐκείνη δὲ κἂν μὴ πεισθῇ τοῖς λεγομένοις, ἀπηρτι‐ σμένον ἔχεις τὸν μισθὸν, καὶ τοσοῦτον, ὅσον ἂν εἰ ἐπείσθη· οὐ γὰρ τῷ τέλει τῶν πραγμάτων ἁπλῶς, ἀλλὰ τῇ γνώμῃ τῶν πονούντων προσέχων ὁ Θεὸς, οὕτω τὰς ἀμοιβὰς ὁρίζειν εἴωθε. Παρακαλῶ οὖν ὑμᾶς,
15ὅπερ ποιοῦσιν οἱ περὶ τὰ θέατρα μεμηνότες πρὸς τὰς τῶν ἵππων ἁμίλλας, τοῦτο καὶ ὑμεῖς ποιήσατε. Τί δὲ ἐκεῖνοι ποιοῦσιν; Ἀπὸ ἑσπέρας ἀλλήλους συν‐ τάσσονται, καὶ εἰς τὰς οἰκίας ἀλλήλων ἀπαντῶσιν ὑπὸ τὴν ἕω, καὶ τόπους ἑτέρους ἑαυτοῖς ἀφορίζουσιν,
20ἵν’ ὁμοῦ συγκροτηθέντες, μετὰ πλείονος ἡδονῆς ἐπὶ τὴν σατανικὴν ἐκείνην ἀνέλθωσι θέαν. Ὥσπερ ἐκεῖ‐ νοι κατὰ τῆς ἑαυτῶν σπουδάζουσι ψυχῆς, καὶ ἀλλή‐ λους συγκατασπῶσιν· οὕτως ὑμεῖς προνοήσατε τῆς ἑαυτῶν ψυχῆς, καὶ ἀλλήλους συνδιασώσατε, καὶ συν‐
25άξεως μελλούσης γίνεσθαι, ἐπὶ τὴν οἰκίαν ἀπάντη‐ σον τοῦ ἀδελφοῦ, καὶ ἀνάμεινον ἔξω τῶν προθύρων, καὶ ἐξελθόντα κάτασχε· κἂν μυρίαι καλῶσιν ἀνάγ‐ και, μὴ συγχωρήσῃς, μηδὲ ἐπιτρέψῃς ἅψασθαί τινος τῶν βιωτικῶν, πρὶν εἰς τὴν ἐκκλησίαν ἀγαγεῖν καὶ πεῖ‐
30σαι τῆς συνάξεως μετασχεῖν ἁπάσης· κἂν φιλονεικῇ, κἂν ἀντιλέγῃ, κἂν μυρίας προβάληται προφάσεις, μὴ πεισθῇς, μηδὲ ἀνάσχῃ, ἀλλ’ εἰπὼν καὶ διδάξας ὅτι καὶ τὰ ἄλλα αὐτῷ τότε μᾶλλον ἐξευμαρισθήσεται, ὅταν τὴν σύναξιν ἐπιτελέσας, καὶ κοινωνήσας εὐ‐
35χῶν, καὶ εὐλογιῶν Πατέρων ἀπολαύσας, οὕτω πρὸς ἐκεῖνα βαδίζει, καὶ τούτοις καὶ πλείοσι τούτων ἑτέροις λόγοις καταδήσας αὐτὸν, οὕτως ἄγε πρὸς τὴν ἱερὰν ταύτην τράπεζαν, ἵνα διπλοῦν ἔχῃς τὸν μισθὸν, καὶ ὑπὲρ τῆς ἑαυτοῦ, καὶ ὑπὲρ τῆς ἐκείνου παρου‐
40σίας. Πάντως, ἂν τοσαύτῃ καὶ σπουδῇ καὶ προθυμίᾳ περὶ τὴν ἄγραν τῶν ῥᾳθυμοτέρων χρησώμεθα, ἐπι‐ τευξόμεθα τῆς σωτηρίας. Κἂν γὰρ μυριάκις ὦσιν ὀλίγ‐ ωροι καὶ ἀναίσχυντοι καὶ φονικοὶ, τὸ συνεχὲς ὑμῶν τῆς προαιρέσεως ἐρυθριάσαντες, ἀποστήσονταί ποτε
45τῆς ῥᾳθυμίας. Οὐ γάρ εἰσιν ἐκείνου τοῦ δικαστοῦ τοῦ τὸν Θεὸν οὐκ εἰδότος οὐδὲ ἀνθρώπους αἰσχυνομέ‐ νου χαλεπώτεροι, κἂν μυριάκις ὦσιν ἀναίσθητοι· ἀλλ’ ὅμως ἐκεῖνον τὸν ὠμὸν, τὸν ἄγριον, τὸν σιδη‐ ροῦν, τὸν ἀδάμαντα μιᾶς γυναικὸς χήρας προσεδρεία

51

.

147

(50)

συνεχὴς ἐδυσώπησε. Ποίας οὖν κἂν εἴημεν συγγνώ‐ μης ἄξιοι, εἰ γυναικὸς χήρας δικαστὴν ὠμὸν, καὶ μήτε τὸν Θεὸν φοβούμενον, μήτε ἀνθρώπους ἐντρε‐ πόμενον, δυνηθείσης ἐπικάμψαι καὶ πεῖσαι δοῦναι τὴν χάριν, ἡμεῖς τοὺς ἀδελφοὺς τοὺς ἀνεκτοτέρους ἐκεί‐
55νου πολλῷ, καὶ μετριωτέρους ἐκείνου, μὴ δυνηθείη‐ μεν ἐφελκύσασθαι, ὑπὲρ τῶν οἰκείων αὐτοὺς παρα‐ καλοῦντες ἀγαθῶν; Ταῦτα πολλάκις εἶπον, καὶ λέγων
οὐ παύσομαι, ἕως ἂν ἴδω τοὺς νοσοῦντας ὑγιαίνοντας.Column end

51

.

148

Καθ’ ἑκάστην αὐτοὺς ἐπιζητῶ τὴν ἡμέραν, ἕως ἂν δυνηθῶ διὰ τῆς ὑμετέρας σπουδῆς αὐτοὺς εὑρεῖν. Δέο‐ μαι δὲ καὶ ὑμῶν, μετὰ τῆς αὐτῆς ὀδύνης, μεθ’ ἧς ταῦτα λέγω νῦν, μετὰ τοῦ αὐτοῦ πόνου τὴν ἔρευναν
5ποιεῖσθαι τῶν ῥᾳθυμοτέρων. Καὶ γὰρ οὐκ ἐμοὶ μό‐ νον, ἀλλὰ καὶ ὑμῖν Παῦλος ἐπέταξε τῶν οἰκείων φρον‐ τίζειν μελῶν. Παρακαλεῖτε γὰρ, φησὶν, εἷς τὸν ἕνα ἐν τοῖς λόγοις τούτοις, καθὼς καὶ ποιεῖτε· καὶ πά‐ λιν· Οἰκοδομεῖτε ἀλλήλους. Καὶ γὰρ ὁ μισθὸς μέγας
10τοῖς τῶν ἀδελφῶν κηδομένοις, καὶ τιμωρία μεγίστη τοῖς ἀμελοῦσι καὶ καταφρονοῦσι τῆς σωτηρίας αὐτῶν. γʹ. Ὅθεν σφόδρα θαῤῥῶ καὶ πεπίστευκα, ὅτι μετὰ πολλῆς τῆς προθυμίας ποιήσετε τὰ εἰρημένα· καὶ διὰ τοῦτο ἐνταῦθα ταύτην τὴν παραίνεσιν στήσας, ἐπὶ
15τὴν Παύλου τράπεζαν ὑμᾶς ἀγαγεῖν πειράσομαι. Παῦλος κλητὸς ἀπόστολος. Ταῦτα πολλάκις καὶ ὑμεῖς ἠκούσατε, καὶ ἡμεῖς ἀνέγνωμεν· ἀλλ’ οὐκ ἀνα‐ γινώσκειν μόνον, ἀλλὰ καὶ ἐπιγινώσκειν χρὴ τὰ λεγό‐ μενα· ἐπεὶ κέρδος οὐδὲν ἡμῖν ἔσται τῆς ἀναγνώσεως.
20Καὶ γὰρ θησαυρὸς ἄνωθεν πατούμενος οὐκ ἐνδείκνυται τὸν πλοῦτον, ἀλλὰ χρὴ διορύξαι πρῶτον αὐτὸν, καὶ καταβῆναι κάτω, καὶ οὕτως ἅπασαν τὴν εὐπορίαν εὑρεῖν· οὕτω καὶ ἐπὶ τῶν Γραφῶν· οὐκ ἀρκεῖ μόνον ἡ ἀνάγνωσις δεῖξαι τὸν τῶν ἀποκειμένων ἀγαθῶν
25θησαυρὸν, ἂν μὴ διερευνήσῃς τὸ βάθος. Εἰ ἤρκει ἀνά‐ γνωσις, οὐκ ἂν εἶπεν ὁ Φίλιππος τῷ εὐνούχῳ, Ἆρά γε γινώσκεις ἃ ἀναγινώσκεις; εἰ ἤρκει ἡ ἀνάγνω‐ σις, οὐκ ἂν εἶπεν ὁ Χριστὸς τοῖς Ἰουδαίοις, Ἐρευ‐ νᾶτε τὰς Γραφάς· ὁ δὲ ἐρευνῶν οὐ μέχρι τῆς ἐπι‐
30φανείας ἵσταται, ἀλλὰ πρὸς τὸ βάθος αὐτὸ καταβαίνει. Καὶ γὰρ πολὺ πέλαγος νοημάτων ἐν τοῖς προοιμίοις ὁρῶ. Ἐν μὲν γὰρ ταῖς βιωτικαῖς ἐπιστολαῖς αἱ προσ‐ ρήσεις ἁπλῶς γίνονται, θεραπείαν ἐμφαίνουσαι μόνον· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πολλῆς σοφίας γέμει τὸ
35προοίμιον. Οὐ γὰρ Παῦλός ἐστιν ὁ φθεγγόμενος, ἀλλ’ ὁ κινῶν τὴν ἐκείνου ψυχὴν Χριστός. Παῦλος κλητός. Τὸ Παῦλος τοῦτο, ὄνομα μέν ἐστιν ἓν, καὶ ψιλὸν ὄνομα· τοσοῦτον δὲ ἔχει νοημάτων θησαυρὸν ἀποκείμενον, ὅσον διὰ τῆς πείρας ἔγνωτε. Εἰ γὰρ δὴ
40μέμνησθε, ἴστε ὅτι τρεῖς ἡμέρας ὁλοκλήρους ὑπὲρ τοῦ ὀνόματος τούτου διελέχθην μόνον, τὰς αἰτίας λέ‐ γων, δι’ ἃς πρὸ τούτου Σαῦλος καλούμενος, μετὰ ταῦτα ἐκλήθη Παῦλος, καὶ τίνος ἕνεκεν οὐκ εὐθέως μεταστὰς πρὸς τὴν πίστιν, ἐδέξατο τὴν προσηγορίαν,
45ἀλλὰ μέχρι πολλοῦ διέμεινεν ἔχων τὸ ὄνομα, ὅπερ ἐξαρχῆς ἔθεντο οἱ γονεῖς· καὶ πολλὴν ἀπὸ τούτου τοῦ Θεοῦ σοφίαν καὶ κηδεμονίαν ἀνεδείκνυμεν, καὶ περὶ ἡμᾶς, καὶ περὶ τοὺς ἁγίους ἐκείνους γεγενημένην. Εἰ γὰρ ἄνθρωποι τοῖς αὑτῶν παιδίοις οὐχ ἁπλῶς ἐπιτι‐

51

.

148

(50)

θέασι τὰ ὀνόματα, ἀλλὰ τὸ μὲν ἀπὸ τοῦ πατρὸς, τὸ δὲ ἀπὸ τοῦ πάππου, τὸ δὲ ἀφ’ ἑτέρων προγόνων καλοῦντες· πολλῷ μᾶλλον ὁ Θεὸς τοῖς ἑαυτοῦ δούλοις οὐχ ἁπλῶς, οὐδὲ ἄνευ λόγου τινὸς τὰς προσηγορίας ἐπέθηκεν, ἀλλὰ μετὰ πλείονος σοφίας. Ἄνθρωποι μὲν γὰρ εἴς τε
55τιμὴν τῶν ἀπελθόντων, εἴς τε ἑαυτῶν παραμυθίαν πολλάκις τοῖς τῶν τετελευτηκότων ὀνόμασι τοὺς ἑαυ‐ τῶν υἱοὺς καλοῦσι, παραμυθίαν τινὰ τῆς τῶν κατοι‐ χομένων τελευτῆς διὰ τῆς τῶν παίδων προσηγορίας
ἐπινοοῦντες· ὁ δὲ Θεὸς ἀρετῆς ὑπόμνησιν καὶ διδασκα‐147

51

.

149

λίαν, ὥσπερ ἐν στήλῃ χαλκῇ, τῇ προσηγορίᾳ τῶν ἁγίων ἐναποτίθεται. Τὸν γοῦν Πέτρον ἀπὸ τῆς ἀρετῆς οὕτως ἐκάλεσε, τὴν ἀπόδειξιν τῆς περὶ τὴν πίστιν στεῤῥότητος ἐναπο‐
5τιθέμενος αὐτοῦ τῷ ὀνόματι, ἵνα ἔχῃ διδάσκαλον δι‐ ηνεκῆ, τὴν προσηγορίαν, τῆς τοιαύτης στεῤῥότητος. Τοῦτο καὶ τὸν Ἰωάννην καὶ τὸν Ἰάκωβον ἐκάλεσεν, ἀπὸ τῆς κατὰ τὸ κήρυγμα μεγαλοφωνίας. Ἀλλ’ ἵνα μὴ πάλιν τὰ αὐτὰ λέγων διενοχλῶ, ταῦτα ἀφεὶς,
10ἐκεῖνο ἐρῶ, ὅτι καὶ αὐτὰ καθ’ ἑαυτὰ λεγόμενα τὰ ὀνόματα τῶν ἁγίων, καὶ τοῖς φιλοθέοις εἰσὶν αἰδέσιμα, καὶ τοῖς ἁμαρτάνουσι φοβερά. Τὸν γοῦν Ὀνήσιμον δραπέτην καὶ κλέπτην γενόμενον, καὶ τῶν δεσποτικῶν ὑφελόμενόν τι χρημάτων, ὑποδεξάμενος ὁ Παῦλος καὶ
15μεταβαλὼν, καὶ οὕτω πρὸς τὴν ἱερὰν χειραγωγήσας μυσταγωγίαν· εἶτα μέλλων ἀποδιδόναι τῷ δεσπότῃ πάλιν, τοῦτο πρὸς αὐτὸν ἔγραφε· Διὸ πολλὴν ἐν Χριστῷ παῤῥησίαν ἔχων ἐπιτάσσειν σοι τὸ ἀν‐ ῆκον διὰ τὴν ἀγάπην, μᾶλλον παρακαλῶ, τοιοῦτος
20ὢν ὡς Παῦλος πρεσβύτης, νυνὶ δὲ καὶ δέσμιος ἐν Χριστῷ Ἰησοῦ. Ὁρᾷς ὅτι τρία ἐπέθηκε, τὰ δεσμὰ τὰ διὰ τὸν Χριστὸν, τὴν πολιτείαν τὴν ἀπὸ τῆς ἡλι‐ κίας, τὴν αἰδῶ τὴν ἀπὸ τῆς προσηγορίας; Ἐπειδὴ γὰρ εἷς ἦν ὁ παρακαλῶν, τριπλοῦν ἐφιλονείκησε ποιῆ‐
25σαι τὸν ὑπὲρ Ὀνησίμου δεόμενον, τὸν πρεσβύτην. Ὁρᾷς ὅτι καὶ αὐτὰ τὰ ὀνόματα αἰδέσιμα τοῖς πιστοῖς ἐστι καὶ φιλόθεα; Εἰ γὰρ παιδίου φιλουμένου προσ‐ ηγορία ὀνομασθεῖσα πολλάκις καὶ μὴ βουλόμενον τὸν πατέρα ἔπεισε δοῦναι τὴν χάριν διὰ τὸ πρὸς τὸ ὄνομα
30φίλτρον, πολλῷ μᾶλλον ἐπὶ τῶν ἁγίων συμβαίνειν τοῦτο εἰκὸς ἦν. Ὅτι δὲ καὶ τοῖς ἁμαρτάνουσι φοβερὰ ἦν, καθάπερ παιδίοις ῥᾳθυμοῦσι τὰ τῶν διδασκάλων ὀνόματα, ἄκουσον πῶς Γαλάταις ἐπιστέλλων αὐτὸ τοῦτο ᾐνίξατο. Ἐπειδὴ γὰρ εἰς ἀσθένειαν ἀπέκλι‐
35ναν Ἰουδαϊκὴν, καὶ περὶ τὴν πίστιν αὐτὴν ἐκινδύ‐ νευον, βουλόμενος αὐτοὺς ἀναστῆσαι καὶ πεῖσαι μη‐ δὲν Ἰουδαϊκὸν ἐπεισάγειν τῇ τοῦ Εὐαγγελίου διδασκα‐ λίᾳ, οὕτως ἔγραφεν· Ἰδὲ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφε‐
40λήσει. Εἶπες, Ἐγώ· τίνος ἕνεκεν προστιθεὶς τὸ ὄνομα; τὸ γὰρ, Ἐγὼ, οὐκ ἦν ἱκανὸν δηλῶσαι τὸν γράφοντα; Ἀλλ’ ἵνα μάθῃς ὅτι καὶ αὐτὴ ἡ τοῦ ὀνό‐ ματος παρενθήκη ἱκανὴ τῶν ἀκουόντων καθάψασθαι, διὰ τοῦτο προστίθησι τὴν προσηγορίαν, εἰς ὑπόμνη‐
45σιν αὐτοὺς ἄγων τοῦ διδασκάλου. Καὶ ἡμεῖς δὲ τὸ αὐτὸ τοῦτο πάσχομεν· ὅταν γὰρ ἀναμνησθῶμεν τῶν ἁγίων, κἂν ἐν ῥᾳθυμίᾳ ὦμεν, διανιστάμεθα, κἂν ἐν καταφρονήσει, φοβούμεθα. Παῦλον γοῦν τὸν ἀπόστο‐ λον ὅταν ἀκούσω ἐγὼ, ἐννοῶ τὸν ἐν θλίψεσι, τὸν ἐν

51

.

149

(50)

στενοχωρίαις, τὸν ἐν πληγαῖς, τὸν ἐν φυλακαῖς, τὸν ἐν τῷ βυθῷ νυχθήμερον γενόμενον, τὸν εἰς τρίτον ἁρπαγέντα οὐρανὸν, τὸν ἐν τῷ παραδείσῳ τὰ ἄῤῥητα ῥήματα ἀκούσαντα, τὸ σκεῦος τῆς ἐκλογῆς, τὸν νυμ‐ φαγωγὸν τοῦ Χριστοῦ, τὸν εὐξάμενον ἀνάθεμα εἶναι
55ἀπὸ τοῦ Χριστοῦ ὑπὲρ τῶν ἀδελφῶν. Καὶ καθάπερ σειρά τις χρυσῆ, τῶν κατορθωμάτων ὁ ὁρμαθὸς μετὰ τῆς τοῦ ὀνόματος μνήμης τοῖς μετὰ ἀκριβείας προσέχουσιν ἐπεισέρχεται· καὶ οὐ μικρὸν ἡμῖν ἀπὸ
τούτου γίνεται κέρδος.Column end

51

.

150

δʹ. Ἐνῆν καὶ πλείονα τούτων εἰς τὴν προσηγορίαν εἰ‐ πεῖν· ἀλλ’ ἵνα καὶ τῆς δευτέρας ἁψώμεθα λέξεως, ἐνταῦθα τὴν περὶ τοῦ ὀνόματος στήσας θεωρίαν, ἐπ’ ἐκείνην βαδιοῦμεν λοιπόν. Ὥσπερ γὰρ τὸ Παῦλος
5ὄνομα πολλὴν παρέσχεν ἡμῖν εὐπορίαν, οὕτω καὶ τὸ Κλητὸς, εἰ βουληθείημεν αὐτὸ καταμαθεῖν μετὰ τῆς προσηκούσης σπουδῆς, τῆς ἴσης ἢ καὶ πλείονος ἐμ‐ πλήσειε θεωρίας ἡμᾶς. Καὶ καθάπερ ἀπὸ κόσμου, ἢ διαδήματος βασιλικοῦ λίθον ἕνα τις ἐξελὼν, καὶ οἰ‐
10κίας λαμπρὰς καὶ πολυτελεῖς ἀγροὺς, καὶ οἰκετῶν ἀγέλας, καὶ ἕτερα πολλῷ πλείονα τούτων πρίασθαι δύναιτ’ ἂν, τὸν μαργαρίτην ἀποδόμενος ἐκεῖνον· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων ῥημάτων, ἂν μιᾶς ῥήσεως ἔννοιαν ἀναπτύξαι θελήσῃς, πολλήν σοι παρέξει πνευ‐
15ματικῆς εὐπορίας ὑπόθεσιν, οὐκ οἰκίας, οὐδὲ ἀνδρά‐ ποδα, οὐδὲ πλέθρα γῆς κομίζουσα, ἀλλὰ θεοσεβείας καὶ φιλοσοφίας ἀφορμὰς ἐνιεῖσα ταῖς τῶν προσεχόν‐ των ψυχαῖς. Σκόπει οὖν αὐτὸ τοῦτο τὸ Κλητὸς, εἰς ὅσην ἡμᾶς χειραγωγεῖ πραγμάτων ἱστορίαν πνευμα‐
20τικῶν. Δεῖ δὲ πρότερον μαθεῖν, τί ποτέ ἐστιν αὐτὸ τὸ Κλητός· καὶ δεύτερον ἐξετάσαι, τίνος ἕνεκεν Κοριν‐ θίοις ἐπιστέλλων μόνον καὶ Ῥωμαίοις οὕτως ἔγρα‐ ψεν, ἄλλῳ δὲ οὐδενί. Οὐ γὰρ ἁπλῶς, οὐδὲ εἰκῆ τοῦτο ποιεῖ. Εἰ γὰρ ἡμεῖς τῶν ἐπιστολῶν τὰς προῤῥήσεις
25οὐχ ἁπλῶς ποιούμεθα, ἀλλ’ ὑποδεεστέροις μὲν ἐπι‐ στέλλοντες, Ὁ δεῖνα τῷ δεῖνι, γράφομεν, ὅταν δὲ ὁμο‐ τίμοις, καὶ δεσπότην ἐν τῇ προῤῥήσει καλοῦμεν τὸν δεχόμενον τὴν ἐπιστολήν· ὅταν δὲ πολὺ τὴν ἀξίαν ὑπερέχωσι τὴν ἡμετέραν, καὶ ἕτερα πλείονα προστί‐
30θεμεν ὀνόματα, μείζονα ἔχοντα τὴν θεραπείαν· εἰ οὖν ἡμεῖς τοσαύτῃ προνοίᾳ κεχρήμεθα, καὶ οὐχ ἑνὶ τρόπῳ πᾶσι γράφομεν, ἀλλὰ τῇ διαφορᾷ τῶν δεχο‐ μένων προσώπων καταλλήλους ποιούμεθα τὰς προσ‐ ηγορίας· πολλῷ μᾶλλον ὁ Παῦλος, οὐχ ἁπλῶς, οὐδὲ
35εἰκῆ τούτοις μὲν οὕτως, ἐκείνοις δὲ ἑτέρως ἐπέστελ‐ λεν, ἀλλὰ μετά τινος σοφίας πνευματικῆς. Ὅτι μὲν οὐδενὶ τῶν ἄλλων ἐπιστέλλων, κλητὸν ἑαυτὸν ἐν τῷ προοιμίῳ τῆς Ἐπιστολῆς ἐκάλεσεν, ἔξεστιν ἡμῖν αὐτὰς τῶν Ἐπιστολῶν τὰς ἀρχὰς ἐπελθοῦσι τοῦτο μαθεῖν.
40Τίνος δὲ ἕνεκεν τοῦτο ἐποίει, ἡμέτερον ἂν εἴη λοιπὸν εἰπεῖν, ἐπειδὰν δείξωμεν πρότερον τί ἐστιν ὁ κλητὸς, καὶ τί διὰ τῆς ῥήσεως ἡμᾶς διδάξαι ὁ Παῦλος ἠθέ‐ λησε ταύτης. Τί ποτ’ οὖν ἡμᾶς βούλεται διδάξαι διὰ τοῦ κλητὸν ἑαυτὸν καλέσαι; Ὅτι οὐκ αὐτὸς τῷ Δε‐
45σπότῃ προσῆλθε πρῶτος, ἀλλὰ κληθεὶς ὑπήκουσεν· οὐκ αὐτὸς ἐζήτησε καὶ εὗρεν, ἀλλ’ εὑρέθη πλανώμε‐ νος· οὐκ αὐτὸς πρὸς τὸ φῶς ἀνέβλεψε πρῶτος, ἀλλὰ τὸ φῶς τὰς οἰκείας ἀκτῖνας πρὸς τὰς ὄψεις ἀφῆκε τὰς ἐκείνου, καὶ τοὺς ἔξω πηρώσας ὀφθαλμοὺς, οὕτω

51

.

150

(50)

τοὺς ἔνδοθεν ἤνοιξε. Βουλόμενος οὖν ἡμᾶς παιδεῦσαι ὅτι τῶν κατορθωμάτων αὐτοῦ πάντων οὐδὲν ἑαυτῷ λογίζεται, ἀλλὰ τῷ κεκληκότι Θεῷ, κλητὸν ἑαυτὸν καλεῖ. Ὁ γὰρ τὰς πύλας μοι τοῦ σκάμματος ἀνοίξας, φησὶ, καὶ τὸ στάδιον, οὗτος καὶ τῶν στεφάνων αἴτιος
55γίνεται· ὁ τὴν ἀρχὴν παρασχὼν καὶ τὴν ῥίζαν κατα‐ βαλλόμενος, οὗτος καὶ τῶν βλαστησάντων μοι μετὰ ταῦτα καρπῶν παρέσχε μοι τὰς ἀφορμάς. Διὰ τοῦτο καὶ ἀλλαχοῦ πάλιν εἰπὼν, Πλείονα πάντων ἐκο‐ πίασα, ἐπήγαγεν, Οὐκ ἐγὼ δὲ, ἀλλ’ ἡ χάρις ἡ σὺν
60ἐμοί. Τὸ οὖν Κλητὸς ὄνομα οὐδενός ἐστιν ἔνδειξις149

51

.

151

ἑτέρου, ἢ τὸ μηδὲν οἰκεῖον νομίζειν εἶναι Παῦλον τῶν οἰκείων κατορθωμάτων, ἀλλὰ πάντα ἀνατιθέναι τῷ Δεσπότῃ Θεῷ. Ὅπερ οὖν καὶ ὁ Χριστὸς τοὺς μαθη‐ τὰς ἐδίδασκε λέγων, Οὐχ ὑμεῖς με ἐξελέξασθε, ἀλλ’
5ἐγὼ ἐξελεξάμην ὑμᾶς· καὶ ὁ Ἀπόστολος τὸ αὐτὸ τοῦτο πάλιν ἐπὶ τῆς αὐτῆς Ἐπιστολῆς αἰνίττεται λέ‐ γων· Τότε δὲ ἐπιγνώσομαι, καθὼς καὶ ἐπεγνώσθην· νῦν γὰρ, φησὶν, οὐκ ἐγὼ πρῶτος ἐπέγνων, ἀλλ’ αὐ‐ τὸς ἐπεγνώσθην πρῶτος. Διώκοντα γὰρ αὐτὸν καὶ
10πορθοῦντα τὴν Ἐκκλησίαν ὁ Χριστὸς ἐκάλεσε, λέγων· Σαῦλε, Σαῦλε, τί με διώκεις; Διὰ τοῦτο κλητὸν ἑαυτὸν καλεῖ. Τίνος ἕνεκεν Κορινθίοις οὕτως ἐπ‐ έστελλεν; Ἡ Κόρινθος αὕτη τῆς Ἀχαΐας μητρόπολίς ἐστι, καὶ πνευματικοῖς ἐκόμα χαρίσμασι· καὶ μάλα
15εἰκότως· τῆς γὰρ Παύλου γλώττης πρώτη ἀπήλαυσε, καὶ καθάπερ ἄμπελος, ἀρίστου τινὸς καὶ ἐπιμελοῦς ἀπολαύουσα γεωργοῦ, πολλοῖς μὲν κομᾷ τοῖς φύλλοις, πολλῷ δὲ τῷ καρπῷ βρίθει διηνεκῶς· οὕτω δὴ καὶ ἡ πόλις ἐκείνη, ὥσπερ τινὸς ἀρίστου γεωργοῦ, τῆς
20Παύλου διδασκαλίας μετασχοῦσα πρώτη, καὶ ἐπὶ πο‐ λὺν ἐντρυφήσασα χρόνον τῇ τούτου σοφίᾳ, πᾶσιν ἐτε‐ θήλει τοῖς ἀγαθοῖς· οὐ πνευματικῶν δὲ αὕτη χαρι‐ σμάτων περιουσία μόνη ἦν, ἀλλὰ καὶ βιωτικῶν πλεο‐ νεκτημάτων πολλὴν εἶχε τὴν ἀφθονίαν. Καὶ γὰρ σοφίᾳ
25λόγων τῶν ἔξωθεν, καὶ πλούτῳ καὶ δυναστείᾳ τῶν ἄλλων ἐκράτει πόλεων. Καὶ ταῦτα αὐτὴν ἐφύσησε καὶ πρὸς ἀπόνοιαν ἦρε, καὶ διὰ τῆς ἀπονοίας εἰς πολλὰ διέστησε μέρη. Τοιαύτη γὰρ τῆς ὑπερηφανίας ἡ φύσις· τὸν τῆς
30ἀγάπης διαῤῥήγνυσι σύνδεσμον, καὶ τὸν πλησίον ἀποσχίζει, καὶ καθ’ ἑαυτὸν ἕκαστον εἶναι ποιεῖ τὸν κεκτημένον αὐτήν. Καὶ καθάπερ τοῖχος φυσηθεὶς διαλύει τὴν οἰκοδομὴν, οὕτω δὴ καὶ ψυχὴ φυσηθεῖσα τῆς πρὸς ἕτερον συναφείας οὐκ ἀνέχεται, ὃ δὴ καὶ
35ἡ Κόρινθος ἔπαθε τότε· καὶ πρὸς ἀλλήλους διεστα‐ σίαζον, καὶ εἰς πολλὰ μέρη τὴν Ἐκκλησίαν κατέτε‐ μον, καὶ μυρίους ἑαυτοῖς ἑτέρους ἐπέστησαν διδασκά‐ λους, καὶ κατὰ φρατρίας καὶ συμμορίας γενόμενοι ἐλυμήναντο τὸ τῆς Ἐκκλησίας ἀξίωμα. Ἐκκλησίας
40γὰρ ἀξίωμα, ὅταν σώματος ἀκολουθίαν πρὸς ἑαυτοὺς οἱ συλλεγόμενοι διατηρῶσι. εʹ. Δεῖ δὲ ταῦτα ἀποδεῖξαι ὑμῖν πάντα, ὅτι πρῶτοι Παύλου τῆς διδασκαλίας Κορίνθιοι τότε ἀπήλαυσαν, ὅτι χαρισμάτων ἦσαν πνευματικῶν πεπληρωμένοι,
45ὅτι καὶ βιωτικοῖς πλεονεκτήμασιν ἐκράτουν, ὅτι διὰ ταῦτα ἀπονοηθέντες ἀλλήλοις ἀπεῤῥάγησαν, καὶ οἱ μὲν τούτοις, οἱ δὲ ἐκείνοις προσένεμον ἑαυτούς. Ὅτι μὲν οὖν πρῶτοι τῆς Παύλου διδασκαλίας ἀπήλαυσαν, ἄκουσον πῶς αὐτὸ τοῦτο ὁ Παῦλος ᾐνίξατο· Ἐὰν

51

.

151

(50)

γὰρ, φησὶ, πολλοὺς παιδαγωγοὺς ἔχητε ἐν Χριστῷ Ἰησοῦ, ἀλλ’ οὐ πολλοὺς πατέρας. Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ Εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα· ὁ δὲ γεννήσας πρῶτος εἰς φῶς ἄγει τὸ τεχθέν. Καὶ πά‐ λιν, Ἐγὼ ἐφύτευσα, Ἀπολλὼς ἐπότισε· δεικνὺς
55ὅτι πρῶτος τὴν διδασκαλίαν κατεβάλλετο. Ὅτι δὲ χαρίσμασιν ἐκόμων πνευματικοῖς, ἐκεῖθεν δῆλον· Εὐχαριστῶ τῷ Θεῷ μου ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ, τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ, ὅτι ἐν παντὶ ἐπλουτίσθητε ἐν αὐτῷ, ὥστε ὑμᾶς μὴ ὑστερεῖσθαι
60ἐν μηδενὶ χαρίσματι. Καὶ μὴν ὅτι σοφίας μετεῖχονColumn end

51

.

152

τῆς ἔξωθεν, ἐξ ὧν πολλοὺς καὶ μακροὺς κατὰ τῆς σο‐ φίας ἀποτείνει λόγους, δῆλον ἡμῖν ἐποίησεν. Οὐδαμοῦ γὰρ αὐτὸ ταχέως ἐν ἑτέρᾳ ποιήσας Ἐπιστολῇ, ἐνταῦθα καὶ πολλῇ κέχρηται τῇ κατηγορίᾳ· καὶ μάλα εἰκότως.
5Ἐπειδὴ γὰρ ἐντεῦθεν ἡ φλεγμονὴ γέγονεν, ἐκεῖ καὶ τὴν τομὴν ἐπήγαγεν, οὕτω λέγων· Οὐ γὰρ ἀπέστειλέ με Χριστὸς βαπτίζειν, ἀλλ’ εὐαγγελίζεσθαι, οὐκ ἐν σοφίᾳ λόγου, ἵνα μὴ κενωθῇ ὁ σταυρὸς τοῦ Χριστοῦ. Ὅρα πόση κατηγορία τῆς ἔξωθεν σοφίας,
10ὅτι μὴ μόνον μηδὲν φαίνεται συντελοῦσα πρὸς τὴν εὐσέβειαν, ἀλλὰ καὶ ἐμπόδισμα καὶ κώλυμα γίνεται. Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων, καὶ τῶν ὄψεων εὐειδεῖς καὶ καλαὶ, ἂν μέν τινα καλλωπισμοῦ προσ‐ θήκην ἔξωθεν λάβωσιν, εἰς τὴν τῆς οἰκείας εὐμορφίας
15βλάπτονται δόξαν, τῶν ὑπογραμμάτων καὶ τῶν ὑπο‐ γραφῶν καὶ τῆς ἄλλης ἐπιτεχνήσεως μεριζομένων πρὸς ἑαυτὰς τὸν τοῦ κάλλους ἔπαινον· ἂν δὲ μηδὲν ἐπαγάγῃς αὐταῖς, μᾶλλον αὐτῶν ἐκφαίνεις τὴν εὐμορ‐ φίαν, γυμνῆς καθ’ ἑαυτὴν τῆς ὥρας ἀγωνιζομένης,
20καὶ ὁλόκληρον καρπουμένης τὸ θαῦμα· οὕτω καὶ ἐπὶ τῆς εὐσεβείας καὶ τῆς νύμφης τῆς πνευματικῆς, ἂν μέν τι τῶν ἔξωθεν ἐπεισαγάγῃς αὐτῇ, ἢ πλοῦτον, ἢ δυναστείαν, ἢ λόγων ἰσχὺν, ἐκένωσας τὴν δόξαν αὐ‐ τῆς, οὐκ ἀφεὶς ὁλόκληρον αὐτῆς φανῆναι τὸ θαῦμα,
25ἀλλ’ εἰς πολλὰ καταμερίσας αὐτῆς τὴν δόξαν· ἐὰν δὲ ἀφῇς γυμνὴν καθ’ ἑαυτὴν ἀγωνίζεσθαι, πάντα ἀποστήσας τὰ ἀνθρώπινα, τότε ἀκριβῶς αὐτῆς φανεῖ‐ ται τὸ κάλλος ἅπαν, τότε ἐκλάμψει σαφῶς ἡ ἄμαχος ἰσχὺς, ὅταν μήτε πλούτου, μήτε σοφίας, μήτε δυνα‐
30στείας, μήτε εὐγενείας, μήτε ἄλλου τινὸς τῶν ἀν‐ θρωπίνων δεηθεῖσα, πάντων δύνηται κρατεῖν καὶ περι‐ γίνεσθαι, δι’ ἀνθρώπων εὐτελῶν καὶ ταπεινῶν καὶ ἠπορημένων καὶ πενήτων καὶ ἰδιωτῶν, καὶ ἀσεβῶν ῥητόρων καὶ φιλοσόφων καὶ τυράννων, καὶ τῆς οἰκου‐
35μένης κρατοῦσα ἁπάσης. Διὸ καὶ Παῦλος ἔλεγεν· Οὐκ ἦλθον καθ’ ὑπερ‐ οχὴν λόγου, κηρύττων ὑμῖν τὸ μαρτύριον τοῦ Θεοῦ· καὶ, Τὰ μωρὰ τοῦ κόσμου ἐξελέξατο ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Οὐχ ἁπλῶς εἶπε, τὰ
40μωρὰ, ἀλλὰ, Τὰ τοῦ κόσμου μωρά· οὐ πάντως δὲ, ὅτι τὰ τοῦ κόσμου μωρὰ, καὶ παρὰ τῷ Θεῷ μωρά· ἀλλὰ πολλοὶ τῶν ἐνταῦθα δοκούντων εἶναι ἀνοήτων, παρὰ τῷ Θεῷ πάντων εἰσὶ τῶν ἄλ‐ λων σοφώτεροι· ὥσπερ οὖν καὶ πολλοὶ τῶν ἐν
45πενίᾳ ζώντων ἐνταῦθα, πάντων εἰσὶν εὐπορώτε‐ ροι παρὰ τῷ Θεῷ. Ἐπεὶ καὶ ὁ Λάζαρος ἐκεῖ‐ νος πάντων πτωχότερος ὢν ἐν τῷ κόσμῳ, πάντων ἦν εὐπορώτερος ἐν τοῖς οὐρανοῖς. Μωρίαν τοίνυν τοῦ κόσμου καλεῖ τοὺς οὐκ ἔχοντας γλῶτταν ἠκονημέ‐

51

.

152

(50)

νην, τοὺς τῆς ἔξωθεν οὐ μετεσχηκότας σοφίας, τοὺς εὐγλωττίας ἀπεστερημένους. Καὶ τούτους ἐξελέξατο, φησὶν, ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Καὶ πῶς, εἰπέ μοι, διὰ τούτων ἐκεῖνοι καταισχύνονται; Διὰ τῆς τῶν πραγμάτων πείρας. Ὅταν γὰρ τὴν χή‐
55ραν τὴν ἔξω καθημένην καὶ προσαιτοῦσαν, πολλάκις δὲ καὶ τὸ σῶμα ἀνάπηρον οὖσαν ἐξετάσῃς περὶ ἀθανα‐ σίας ψυχῆς, περὶ σωμάτων ἀναστάσεως, περὶ προ‐ νοίας Θεοῦ, περὶ τῆς κατ’ ἀξίαν ἀντιδόσεως, περὶ τῶν εὐθυνῶν τῶν ἐκεῖ, περὶ τοῦ φοβεροῦ δικαστη‐
60ρίου, περὶ τῶν ἀποκειμένων τοῖς κατορθοῦσιν ἀγα‐ θῶν, περὶ τῶν ἠπειλημένων τοῖς ἁμαρτάνουσι τι‐ μωριῶν, περὶ τῶν ἄλλων ἁπάντων· εἶτα μετὰ ἀκριβείας ἀποκρίνεται καὶ πληροφορίας πολλῆς· ὁ
δὲ φιλόσοφος καὶ μέγα ἐπὶ κόμῃ καὶ βακτηρίᾳ151

51

.

153

φρονῶν, μετὰ τοὺς πολλοὺς καὶ μακροὺς τῶν λόγων διαύλους, μετὰ τὰς πολλὰς καὶ ἀκαίρους ἀδολεσχίας, μηδὲ χᾶναι δύναται, μηδὲ διᾶραι στόμα περὶ τούτων ἔχει· τότε γνώσῃ καλῶς, πῶς Ἐξελέξατο τὰ μωρὰ
5τοῦ κόσμου ὁ Θεὸς, ἵνα καταισχύνῃ τοὺς σοφούς. Ἅπερ γὰρ ἐκεῖνοι δι’ ἀπόνοιαν καὶ ὑπερηφανίαν οὐκ ἠδυνήθησαν εὑρεῖν, τῆς μὲν τοῦ Πνεύματος ἑαυτοὺς ἀποστήσαντες διδασκαλίας, τοῖς δὲ οἰκείοις λογισμοῖς τὸ πᾶν ἐπιῤῥίψαντες, ταῦτα οἱ πτωχοὶ καὶ ἀπεῤῥιμ‐
10μένοι, καὶ τῆς ἔξωθεν ἀπεστερημένοι παιδεύσεως, μετὰ ἀκριβείας ἔμαθον ἅπαντα, τῆς ἐκ τῶν οὐρανῶν ἐξαρτήσαντες ἑαυτοὺς διδασκαλίας. Οὐκ ἐνταῦθα δὲ μόνον ἵσταται κατηγορῶν τῆς ἔξωθεν σοφίας, ἀλλὰ καὶ ἕτερα τούτων πλείονα προστίθησι λέγων·
15σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ· καὶ παραινῶν τοῖς ἀκούουσι πάλιν μετὰ πάσης αὐτοῖς ἀτιμίας καὶ σφοδρότητος ἔλεγεν· Εἰ γάρ τις δοκεῖ, φησὶν, ἐν ὑμῖν σοφὸς εἶναι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός·
20καὶ πάλιν· Γέγραπται, Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω· καὶ πάλιν, Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων, ὅτι εἰσὶ μάταιοι. ϛʹ. Ἀλλ’ ὅτι μὲν σοφίας μετεῖχον οἱ Κορίνθιοι, δῆλον
25ἐκ τούτων· ὅτι δὲ μέγα ἐφρόνουν καὶ ἐφυσῶντο, πάλιν ἐξ αὐτῆς τῆς Ἐπιστολῆς ἐστι φανερόν. Κατηγορήσας γάρ που τοῦ πεπορνευκότος, ἐπήγαγε λέγων· Καὶ ὑμεῖς δὲ πεφυσιωμένοι ἐστέ. Ὅτι δὲ ἐκ τῆς ἀπονοίας πρὸς ἀλλήλους ἤριζον, καὶ αὐτὸ τοῦτο ἐδή‐
30λωσε πάλιν εἰπών· Ὅπου γὰρ ἐν ὑμῖν ἔρις καὶ ζῆλος καὶ διχοστασίαι, οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Καὶ τίς ὁ τῆς ἔριδος τρόπος; Εἰς πολλοὺς ἄρχοντας κατέτεμον ἑαυτοὺς, καὶ διὰ τοῦτό φησι· Λέγω δὲ τοῦτο, ὅτι ἕκαστος ὑμῶν
35φησιν· Ἐγὼ μέν εἰμι Παύλου, ἐγὼ δὲ Ἀπολλῶ, ἐγὼ δὲ Κηφᾶ. Ταῦτα ἔλεγεν, οὐκ ἐπειδὴ Παύλῳ καὶ Κηφᾷ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλὰ τοῖς ὀνόμασι τούτοις ἀποκρύψαι βούλεται τοὺς τῆς στάσεως αἰτίους γεγενημένους, ὥστε μὴ φανεροὺς
40καταστήσας, φιλονεικοτέρους ποιῆσαι, καὶ εἰς μείζονα ἀναισχυντίαν ἀγαγεῖν. Ὅτι γὰρ οὐ Παύλῳ καὶ Πέτρῳ καὶ Ἀπολλῷ προσένεμον ἑαυτοὺς, ἀλλ’ ἑτέροις τισὶ, καὶ τοῦτο ἐκ τῶν ἑξῆς δῆλον. Ἐγκαλέσας γὰρ αὐτοῖς ἐπὶ τῇ διαστάσει ταύτῃ, πάλιν ἐπήγαγε λέγων·
45Ταῦτα δὲ, ἀδελφοὶ, μετεσχημάτισα εἰς ἐμαυτὸν καὶ Ἀπολλὼ δι’ ὑμᾶς, ἵνα ἐν ὑμῖν μάθητε τὸ μὴ ὑπὲρ ὃ γέγραπται φρονεῖν, ἵνα μὴ εἷς ὑπὲρ τοῦ ἑνὸς μὴ φυσιοῦσθε κατὰ τοῦ ἑτέρου. Πολλοὶ γὰρ τῶν ἰδιωτῶν οὐκ ἔχοντες οἴκοθεν ἐπαίρεσιν, οὐδὲ τοὺς

51

.

153

(50)

πλησίον δάκνειν, προστησάμενοί τινας ἑαυτῶν ἄρχον‐ τας, τοῖς ἐκείνων πλεονεκτήμασιν εἰς τὴν καθ’ ἑτέρων ὑπερηφανίαν ἐκέχρηντο· καὶ ἡ τῶν διδασκόν‐ των αὐτοὺς σοφία τῆς ἑτέρων αὐτοῖς ἀπονοίας ἐγέ‐ νετο πρόφασις· ὅπερ ἐσχάτης δοξομανίας ἦν, οἴκοθεν
55οὐκ ἔχοντας ἐναβρύνεσθαι, ταῖς ἑτέρων ὑπεροχαῖς ἀποχρῆσθαι εἰς τὴν κατὰ τῶν ἀδελφῶν ὑπεροψίαν, Ἐπεὶ οὖν καὶ εἰς ἀπόνοιαν ἤρθησαν καὶ διεστασίαζον, καὶ εἰς πολλὰ κατέτεμνον μέρη ἑαυτοὺς, καὶ μέγα ἐφρόνουν ἐπὶ τῇ διδασκαλίᾳ, ὡς οἴκοθέν τε καὶ
60παρ’ ἑαυτῶν εὑρόντες, ἀλλ’ οὐχ ὡς ἄνωθεν δεξάμενοι
καὶ ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ τῆς ἀληθείαςColumn end

51

.

154

δόγματα, βουλόμενος αὐτῶν καταστεῖλαι τὸ φύσημα, εὐθέως ἀπὸ τῶν προοιμίων κλητὸν αὑτὸν ἐκάλεσε, μονονουχὶ λέγων· Εἰ ἐγὼ ὁ διδάσκαλος οὐδὲν οἴκοθεν εὗρον, οὔτε πρότερον αὐτὸς τῷ Θεῷ προσῆλθον,
5ἀλλὰ κληθεὶς τότε ὑπήκουσα, πῶς ὑμεῖς οἱ μαθηταὶ, καὶ παρ’ ἐμοῦ τὰ δόγματα δεξάμενοι, δύνασθε μέγα φρονεῖν, ὡς αὐτοὶ τούτων εὑρέται γενόμενοι; Διὰ τοῦτο καὶ προϊὼν ἔλεγεν αὐτοῖς· Τίς γάρ σε διακρί‐ νει, τί δὲ ἔχεις ὃ οὐκ ἔλαβες; εἰ δὲ καὶ ἔλαβες,
10τί καυχᾶσαι ὡς μὴ λαβών; Οὐδὲν οὖν ἄλλο ἐστὶ τὸ Κλητὸς τοῦτο, ἀλλ’ ἢ ταπεινοφροσύνης διδασκαλία, καὶ τύφου καθαίρεσις, καὶ πάσης ἀλαζονείας καταστολή· οὐδὲν γάρ ἐστιν, οὐδὲν οὕτως ὃ συγκρατεῖν καὶ συνέχειν ἡμᾶς δύναιτ’
15ἂν, ὡς ταπεινοφροσύνη, καὶ μετριάζειν, καὶ τὸ κατ‐ εστάλθαι καὶ μηδὲν μηδὲν μηδέποτε περὶ ἑαυτῶν μέγα φαν‐ τάζεσθαι. Ὅπερ καὶ ὁ Χριστὸς συνειδὼς, καὶ τῆς πνευματικῆς ἐκείνης διδασκαλίας ἀρχόμενος, ἀπὸ ταπεινοφροσύνης πρῶτον τῆς παραινέσεως ἤρξατο,
20καὶ τὸ στόμα ἀνοίξας, τοῦτον πρῶτον εἰσήνεγκε τὸν νόμον, οὕτως εἰπών· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Καθάπερ γάρ τις οἰκίαν μεγάλην καὶ λαμπρὰν οἰκοδομεῖσθαι μέλλων, ἀνάλογον κα‐ ταβάλλεται τὸν θεμέλιον, ὥστε δυνηθῆναι τὸ μετὰ
25ταῦτα ἐπιτιθέμενον ἐνεγκεῖν βάρος· οὕτω δὴ καὶ ὁ Χριστὸς, τὴν μεγάλην ἐκείνην οἰκοδομὴν τῆς φιλοσο‐ φίας ἐν ταῖς ψυχαῖς αὐτῶν ἐγείρων, ὥσπερ τινὰ θε‐ μέλιον καὶ τρόπιν ἀσφαλῆ καὶ κρηπῖδα βεβαίαν καὶ ἀκίνητον, τὴν τῆς ταπεινοφροσύνης προκαταβάλλεται
30παραίνεσιν, εἰδὼς ὅτι ταύτης ἐῤῥιζωμένης ἐν ταῖς διανοίαις τῶν ἀκουόντων, ἅπαντα ἄλλα τῆς ἀρετῆς μέρη μετὰ ἀσφαλείας οἰκοδομεῖσθαι δύναται. Ὥσπερ οὖν ταύτης ἀπούσης, κἂν ἅπασάν τις τὴν λοιπὴν ἀρετὴν κατορθώσῃ, εἰκῆ καὶ μάτην καὶ εἰς οὐδὲν
35δέον ἐστὶ πεπονηκὼς, κατ’ ἐκεῖνον τὸν ἐπὶ τῆς ψάμ‐ μου τὴν οἰκίαν οἰκοδομήσαντα, ὃς τὸν μὲν πόνον ὑπέμεινε, τοῦ δὲ κέρδους οὐκ ἀπώνατο, ἐπειδὴ θεμέλιον οὐ κατέβαλεν ἀσφαλῆ· οὕτως ὁ χωρὶς τα‐ πεινοφροσύνης ὁτιοῦν μετιὼν ἀγαθὸν, ἀπώλεσεν
40ἅπαντα καὶ διέφθειρε. Ταπεινοφροσύνην δὲ, οὐ τὴν ἐν ῥήμασι λέγω, οὐδὲ τὴν ἐπὶ τῆς γλώττης, ἀλλὰ τὴν ἐν τῇ διανοίᾳ, τὴν ἀπὸ τῆς ψυχῆς, τὴν ἐν συνει‐ δότι, ἣν ὁ Θεὸς δύναται μόνος ὁρᾷν. Ἀρκεῖ τοῦτο τὸ πλεονέκτημα, καὶ καθ’ ἑαυτὸ πολλάκις φαινόμε‐
45νον, ἵλεω ποιῆσαι τὸν Θεόν. Καὶ τοῦτο ὁ τελώνης ἐδήλωσεν· οὐδὲν γὰρ ἔχων ἀγαθὸν, οὐδὲ ἀπὸ κατορ‐ θωμάτων φανῆναι δυνάμενος, εἰπὼν μόνον, Ἱλά‐ σθητί μοι τῷ ἁμαρτωλῷ, κατῆλθεν ὑπὲρ τὸν Φαρι‐ σαῖον δικαιωθείς· καίτοι γε οὐδὲ ταπεινοφροσύνης

51

.

154

(50)

ἦσαν ἐκεῖνα τὰ ῥήματα, ἀλλ’ εὐγνωμοσύνης μόνον. Ταπεινοφροσύνης μὲν γάρ ἐστιν ὅταν μεγάλα τις ἑαυτῷ συνειδὼς, μηδὲν μέγα περὶ αὑτοῦ φαντά‐ ζηται· εὐγνωμοσύνη δὲ, ὅταν, ἁμαρτωλὸς ὢν, αὐτὸ τοῦτο ὁμολογῇ. Εἰ δὲ ὁ μηδὲν ἑαυτῷ συνειδὼς
55ἀγαθὸν, ἐπειδὴ τοῦτο, ὅπερ ἦν, ὡμολόγησεν, οὕτω τὸν Θεὸν εἰς εὔνοιαν ἐπεσπάσατο, πόσης ἀπολαύ‐ σονται παῤῥησίας οἱ πολλὰ μὲν ἔχοντες ἑαυτῶν κατ‐ ορθώματα εἰπεῖν, πάντων δὲ ἐκείνων ἐπιλανθανό‐
μενοι, καὶ εἰς τοὺς ἐσχάτους ἑαυτοὺς ἀριθμοῦντες;153

51

.

155

Καθάπερ οὖν καὶ ὁ Παῦλος ἐποίησε· πρῶτος γὰρ ἁπάντων ὢν τῶν δικαίων, πρῶτον ἑαυτὸν τῶν ἁμαρ‐ τωλῶν ἔλεγεν εἶναι· οὐκ ἔλεγε δὲ μόνον, ἀλλὰ καὶ ἐπέπειστο παρὰ τοῦ Διδασκάλου μαθὼν, ὅτι μετὰ τὸ
5πάντα ποιῆσαι ἀχρείους δούλους ἑαυτοὺς χρὴ καλεῖν. Τοῦτό ἐστι ταπεινοφροσύνη, τοῦτον ζηλώσατε οἱ κατορθώματα ἔχοντες, τὸν δὲ τελώνην ὑμεῖς οἱ ἁμαρ‐ τημάτων γέμοντες, καὶ ὁμολογῶμεν ὥσπερ ἐσμὲν, καὶ τὸ στῆθος πλήττωμεν, καὶ τὴν διάνοιαν πείθωμεν
10μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι. Ἂν γὰρ οὕτως ὦμεν διακείμενοι, ἀρκεῖ τοῦτο ἡμῖν εἰς προσφορὰν καὶ θυσίαν· καθάπερ καὶ ὁ Δαυῒδ ἔλεγε· Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον· καρδίαν συντετριμ‐ μένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώ‐
15σει. Οὐχ ἁπλῶς εἶπε τεταπεινωμένην, ἀλλὰ καὶ συντετριμμένην· τὸ γὰρ συντετριμμένον, καὶ δια‐ κεκλασμένον· οὐδὲ γὰρ, ἐὰν βούληται, ἐπαρθῆναι δύναται. Οὕτω δὴ καὶ ἡμεῖς μὴ ταπεινώσωμεν μόνον
τὴν ψυχὴν τὴν ἡμετέραν, ἀλλὰ καὶ συντρίψωμεν καὶColumn end

51

.

156

κατανύξωμεν· συντρίβεται δὲ οἰκείων ἁμαρτημάτων μεμνημένη συνεχῶς. Ἂν οὕτως αὐτὴν ταπεινώσωμεν, οὐδὲ βουλομένη πρὸς τῦφον ἀναστῆναι δυνήσεται, ὥσπερ τινὸς χαλινοῦ τοῦ συνειδότος ἐπιλαμβα‐
5νομένου διεγειρομένης αὐτῆς, καὶ καταστέλλοντος καὶ πείθοντος μετριάζειν ἐν ἅπασιν. Οὕτω δυνησόμεθα παρὰ τῷ Θεῷ καὶ χάριν εὑρεῖν· Ὅσῳ γὰρ μέγας εἶ, φησὶ, τοσούτῳ ταπείνου σεαυτὸν, καὶ ἐναντίον Κυρίου εὑρήσεις χάριν. Ὁ δὲ παρὰ τῷ Θεῷ χάριν
10εὑρὼν οὐδενὸς αἰσθήσεται χαλεποῦ, ἀλλὰ καὶ ἐνταῦθα δυνήσεται μετὰ τῆς τοῦ Θεοῦ χάριτος ἐκεῖνα ἅπαντα μετ’ εὐκολίας διαδραμεῖν τὰ δεινὰ, καὶ τὰς ἐκεῖ κει‐ μένας τοῖς ἁμαρτάνουσι διαφυγεῖν τιμωρίας, τῆς χάριτος τοῦ Θεοῦ πανταχοῦ προηγουμένης, καὶ πάντα
15ἐξευμενιζούσης αὐτῷ· ἧς γένοιτο πάντας ἡμᾶς ἀπο‐ λαύειν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν
καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end155