TLG 2062 064 :: JOANNES CHRYSOSTOMUS :: In principium Actorum (homiliae 1–4)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In principium Actorum (homiliae 1–4)

Citation: Vol — pg — (ln)

51

65-67

(1t)

ΟΜΙΛΙΑ
2tΠρὸς τοὺς ἐγκαταλείψαντας τὴν σύναξιν τῆς Ἐκκλησίας, καὶ εἰς τὸ μὴ παρατρέχειν τὰς ἐπι‐
3tγραφὰς τῶν θείων Γραφῶν, καὶ εἰς τὸ ἐπίγραμμα τοῦ βωμοῦ, καὶ εἰς τοὺς νεοφωτίστους.
4αʹ. Τί τοῦτο; ὅσον προΐασιν ἡμῖν αἱ ἑορταὶ, τοσοῦ‐
5τον καὶ αἱ συνάξεις ἐλάττους γίνονται. Ἀλλὰ μὴ ῥᾳθυ‐ μῶμεν ἡμεῖς οἱ παρόντες· ἐλάττους μὲν γίνονται τῷ πλήθει, οὐκ ἐλάττους δὲ τῇ προθυμίᾳ· ἐλάττους τῷ ἀριθμῷ, οὐκ ἐλάττους δὲ τῷ πόθῳ. Ἐλάττους γίνον‐ ται, ἵνα οἱ δόκιμοι φανεροὶ γένωνται ἐν ὑμῖν, καὶ
10μάθωμεν, τίνες μὲν συνηθείᾳ, τίνες δὲ ἐπιθυμίᾳ θείων λογίων παραγίνονται δι’ ἐνιαυσίου ἑορτῆς, τίνες ἐπιθυμίᾳ ἀκροάσεως πνευματικῆς. Πᾶσα ἡ πόλις ἦν ἐνταῦθα τῇ προτέρᾳ κυριακῇ, μεστοὶ οἱ πε‐ ρίβολοι, καὶ κύματα ἀπιόντα καὶ ἐπανιόντα ἐμιμεῖτο
15τὸ πλῆθος· ἀλλ’ ἐμοὶ τῶν κυμάτων ἐκείνων ποθεινο‐ τέρα ἡ ὑμετέρα γαλήνη, ἐμοὶ τοῦ θορύβου καὶ τῆς ταραχῆς ἐκείνης τιμιωτέρα ὑμῶν ἡ ἡσυχία. Τότε τὰ σώματα ἦν ἀριθμεῖν παρόντα, νῦν τὰ φρονήματα εὐ‐ λαβείας γέμοντα. Εἴ τις τὴν σύναξιν ταύτην τὴν ὀλι‐
20γάνθρωπον καὶ τὸ πλέον ἐκ πενήτων συνεστηκυῖαν, κἀκείνην τὴν σύναξιν τὴν πολυάνθρωπον καὶ τὸ πλεῖον ἀπὸ πλουσίων συγκεκροτημένην, εἴ τις ἀμφο‐ τέρας τὰς συνάξεις ταύτας ὥσπερ ἐν ζυγῷ καὶ στα‐ θμῷ θελήσει σταθμῆσαι, εὕρῃ ἂν ταύτην καθέλκου‐
25σαν. Εἰ γὰρ ἐλάττους τῷ ἀριθμῷ, ἀλλὰ τιμιώτεροί ἐστε τῇ ἐπιθυμίᾳ. Οὕτω καὶ ἐπὶ τῶν σταθμητῶν γί‐ νεται· ἐὰν δέκα τις στατῆρας χρυσίου λαβὼν εἰς μίαν κατάθηται πλάστιγγα, εἶτα εἰς τὴν ἑτέραν πλάστιγγα χαλκοὺς ἑκατὸν, οἱ μὲν ἑκατὸν χαλκοὶ πρὸς ἑαυτοὺς
30καθέλκουσι τὴν τρυτάνην· οἱ δὲ δέκα χρυσοὶ τῇ τῆς φύσεως ὑπεροχῇ μειζόνως ἀνθέλκουσι, βαρύτεροι καὶ τιμιώτεροι ὄντες κατὰ τὸν τῆς οὐσίας λόγον. Ὥστε ἔστιν ὀλίγους ὄντας τῷ ἀριθμῷ, τῶν πολλῶν εἶναι τιμιωτέρους καὶ ἀναγκαιοτέρους. Ἀλλὰ τί ὑμῖν τὰ
35παραδείγματα ἀπὸ τῶν ἐν τῇ συνηθείᾳ φέρω πρα‐ γμάτων, δέον αὐτὴν τοῦ Θεοῦ τὴν ψῆφον περὶ τούτων παραγαγεῖν ἀποφαινομένην; Τί οὖν αὕτη φησί; Κρείσσων εἷς ποιῶν τὸ θέλημα τοῦ Κυρίου, ἢ μυ‐ ρίοι παράνομοι. Ἔστι γὰρ, ἔστι πολλάκις ἄνθρωπος
40εἷς μυρίων ἀντάξιος. Καὶ τί λέγω, ἔστιν εἷς ἄνθρω‐ πος μυρίων ἀντάξιος μόνος; ἀλλὰ καὶ τῆς οἰκουμένης ἀναγκαιότερος καὶ τιμιώτερος. Καὶ τούτου τὴν μαρτυρίαν ἀπὸ τῶν Παύλου ῥημάτων ποιήσομαι. Ἀνθρώπων γὰρ μνησθεὶς πενήτων, ἐλαυνομένων,
45θλιβομένων, κακουχουμένων, οὕτω φησί· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν οὐκ ἦν ἄξιος ὁ κόσμος. Τί λέγεις; τῶν ὑστερουμένων, τῶν κακου‐
χουμένων, τῶν οὐκ ἐχόντων πατρίδα οὐκ ἦν ἄξιος ὁColumn end

51

66-68

(4)

κόσμος; Οὐχ ὁρᾷς πόσους πόσοις ἀντέστησας; Ὁρῶ
5μὲν, φησὶ, καὶ διὰ τοῦτο εἶπον ὅτι οὐκ ἦν ὁ κόσμος ἄξιος αὐτῶν· ἐγὼ γὰρ τῶν νομισμάτων τούτων τὴν φύσιν οἶδα σαφῶς. Καὶ γῆν, καὶ θάλατταν, καὶ βα‐ σιλεῖς, καὶ ἐπάρχους, καὶ πᾶσαν ἁπλῶς τῶν ἀνθρώ‐ πων τὴν φύσιν τιθεὶς, καὶ δύο ἢ τρεῖς πένητας τού‐
10τοις ἀντιστήσας, θαῤῥῶν ἂν εἴποιμι, ὅτι οὗτοι μᾶλλον κατάγουσιν οἱ πένητες. Εἴπερ ἐκεῖνοι ἀπηλαύνοντο πατρίδος, ἀλλ’ εἶχον πατρίδα τὴν ἄνω Ἱερουσαλήμ. Ἐν πενίᾳ διῆγον· ἀλλ’ ἐπλούτουν κατὰ τὴν εὐσέ‐ βειαν. Ἀνθρώπων ἦσαν ἐχθροί· ἀλλὰ τῷ Θεῷ φίλοι.
15Καὶ τίνες εἰσὶν οὗτοι; Ὁ Ἠλίας, ὁ Ἐλισσαῖος, καὶ οἱ κατ’ ἐκείνους ἅπαντες. Μὴ γὰρ δὴ τοῦτο ἴδῃς, ὅτι οὐδὲ τῆς ἀναγκαίας ηὐπόρουν τροφῆς, ἀλλ’ ὅτι τὸ στόμα Ἠλίου τὸν οὐρανὸν ἔκλεισε καὶ ἀνέῳξε, καὶ ἡ μηλωτὴ αὐτοῦ τὸν Ἰορδάνην ἀπέστρεψε.
20 Καὶ ταῦτα ἐννοῶν χαίρω, καὶ ἀλγῶ· χαίρω μὲν δι’ ὑμᾶς τοὺς παρόντας, ἀλγῶ δὲ δι’ ἐκείνους τοὺς μὴ παρόντας· ἀλγῶ σφόδρα, καὶ ὀδυνῶμαι, καὶ συντέτριμ‐ μαι τὴν καρδίαν. Τίς γὰρ καὶ τῶν σφόδρα ἀναλγήτων οὐκ ἂν ἀλγήσειε τὰ τοῦ διαβόλου πλείονος ἀπολαύοντα
25σπουδῆς ὁρῶν; Καίτοι εἰ καὶ ἴσης ἀπήλαυσεν, οὐδε‐ μία ἡμῖν ἦν ἡ συγγνώμη, οὐδὲ ἀπολογία ὅταν δὲ καὶ πλεονεκτῇ, τίς ἡμῖν ἐλλείπεται λόγος; Θέατρα καθ’ ἑκάστην καλεῖ τὴν ἡμέραν, καὶ οὐδεὶς ὁ ὀκνῶν, οὐδεὶς ὁ ἀναδυόμενος, οὐδεὶς ἀσχολίαν προβάλλεται πραγμά‐
30των· ἀλλ’ ὥσπερ εὔζωνοι καὶ λελυμένοι φροντίδος ἁπάσης, οὕτω τρέχουσιν ἅπαντες· οὐχ ὁ γέρων τὴν πολιὰν αἰδεῖται, οὐχ ὁ νέος ὑφορᾶται τὴν φλόγα τῆς φύσεως καὶ τῆς ἐπιθυμίας, οὐχ ὁ πλούσιος τὸ ἀξίωμα τὸ ἑαυτοῦ καταισχύνειν ἡγεῖται. Ἀλλ’ ἐὰν μὲν εἰς
35ἐκκλησίαν ἀπαντῆσαι δέῃ, καθάπερ ἐξ ὑπεροχῆς τι‐ νος καὶ ἀξιώματος καταβαίνων, οὕτω ναρκᾷ καὶ ὀκνεῖ, καὶ μετὰ ταῦτα φυσᾶται, ὥσπερ τι τῷ Θεῷ χαρισάμενος· εἰς δὲ θέατρον σπεύδων, ἔνθα ἀσελγῆ θεάματα καὶ ἀκούσματα, οὐ νομίζει καταισχῦναι
40ἑαυτὸν, οὐ τὸν πλοῦτον, οὐδὲ τὴν εὐγένειαν. Ἐβου‐ λόμην εἰδέναι, ποῦ νῦν εἰσιν οἱ κατὰ τὴν ἡμέραν ἐκείνην ἡμῖν ἐνοχλήσαντες· ἐνόχλησις γὰρ ἦν αὐτῶν ἡ παρουσία· ἐβουλόμην εἰδέναι τί πράττουσι, τί τῶν παρόντων αὐτοὺς ἀναγκαιότερον ἀπεσχόλησεν. Ἀλλ’
45ἀσχολία οὐδεμία, τῦφος δὲ μόνος. Καὶ τί γένοιτ’ ἂν μανικώτερον; Τίνος γὰρ ἕνεκεν, ἄνθρωπε, μεγαλο‐ φρονεῖς, καὶ νομίζεις ἡμῖν χαρίζεσθαι, ἐὰν παραγε‐ νόμενος ἐνταῦθα προσέχῃς, καὶ ἀκούσῃς τὰ πρὸς σωτηρίαν τῆς σῆς ψυχῆς; τίνος ἕνεκεν, εἰπέ μοι, καὶ

51

66-68

(50)

διὰ τί ἀλαζονεύῃ; διὰ τὸν πλοῦτον; διὰ τὰ ἱμάτια τὰ σηρικά; Εἶτα οὐκ ἐννοεῖς, ὅτι σκωλήκων εἰσὶν
ἐκεῖνα νήματα, καὶ βαρβάρων ἀνθρώπων εὑρέματα;65

51

.

69

ὅτι πόρναι ἐκείνοις κέχρηνται, καὶ μαλακοὶ, καὶ τυμβωρύχοι, καὶ λῃσταί; Ἐπίγνωθι τὸν δίκαιον πλοῦτον, καὶ κατάβηθί ποτε ἀπὸ τοῦ φυσήματος ἐκείνου τοῦ ὑψηλοῦ καὶ κενοῦ· διάσκεψαι τῆς φύσεως
5τὸ εὐτελές. Γῆ καὶ σποδὸς εἶ, τέφρα καὶ κόνις, καπνὸς καὶ σκιὰ, χόρτος καὶ ἄνθος χόρτου. Τοιαύτῃ φύσει μεγαλοφρονεῖς, εἰπέ μοι; Καὶ τί τούτου γένοιτ’ ἂν καταγελαστότερον; Ἀλλὰ πολλῶν ἄρχεις ἀνθρώ‐ πων; Καὶ τί τοῦτο ὄφελος, ὅταν ἀνθρώπων μὲν
10ἄρχεις, τῶν δὲ παθῶν αἰχμάλωτος εἶ καὶ δοῦλος; Ὥσπερ ἄν τις οἴκοι μὲν ὑπὸ τῶν οἰκετῶν τύπτοιτο καὶ τραύματα λαμβάνοι, ἔξω δὲ εἰς τὴν ἀγορὰν ἐμ‐ βάλλων μέγα φρονῇ ἐπὶ τῇ τῶν ἄλλων ἀρχῇ· οὕτω τύπτει σε κενοδοξία, τραύματά σοι ἐπάγει ἡ ἀσέλγεια,
15πάντων τῶν παθῶν δοῦλος εἶ, καὶ μέγα φρονεῖς ὅτι τῶν ὁμοφύλων ἄρχεις; Εἴθε ἐκείνων ἦρχες, ἐκείνων ἦς ἰσότιμος. βʹ. Οὐ τῶν πλουτούντων κατηγορῶν ταῦτα λέγω, ἀλλὰ τῶν κακῶς τῷ πλούτῳ κεχρημένων. Οὐ γὰρ ὁ πλοῦτος
20κακὸν, ἐὰν εἰς δέον βουλώμεθα αὐτῷ χρήσασθαι, ἀλλ’ ἡ ἀπόνοια, καὶ ἡ ἀλαζονεία. Εἰ κακὸν ἦν ὁ πλοῦτος, οὐκ ἂν πάντες ηὐξάμεθα εἰς κόλπους Ἀβραὰμ ἀπελ‐ θεῖν τοῦ ἔχοντος τριακοσίους δέκα καὶ ὀκτὼ οἰκέτας οἰκογενεῖς. Οὐ τοίνυν ὁ πλοῦτος κακὸν, ἀλλ’ ἡ παρά‐
25νομος αὐτοῦ χρῆσις κακόν. Καὶ ὥσπερ πρῴην περὶ μέθης λέγων, οὐ τὸν οἶνον διέβαλλον (πᾶν γὰρ κτί‐ σμα Θεοῦ καλὸν, καὶ οὐδὲν ἀπόβλητον, μετ’ εὐχα‐ ριστίας λαμβανόμενον), οὕτω καὶ νῦν οὐ τῶν πλου‐ τούντων κατηγορῶ, οὐδὲ τὰ χρήματα διαβάλλω, ἀλλὰ
30τὴν κακὴν τῶν χρημάτων χρῆσιν, καὶ εἰς ἀσωτίαν δαπανωμένην. Διὰ τοῦτο χρήματα λέγεται, ἵνα ἡμεῖς αὐτοῖς χρησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμῖν· διὰ τοῦτο κτήματα λέγεται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ ἐκεῖνα ἡμᾶς. Τί οὖν τὸν δοῦλον ἔχεις δεσπότην;
35τί ἀντέστρεψας τὴν τάξιν; Ἀλλ’ ἐβουλόμην μαθεῖν, τί νῦν ποιοῦσιν οἱ τὴν σύναξιν ἐγκαταλείψαντες, καὶ ἐν τίσιν εἰσίν. Ἀλλὰ ἢ κυβεύουσιν, ἢ πάντως πρά‐ γματα ἀνακινοῦσι βιωτικὰ, ταραχῆς ἐμπεπλησμένα. Ἐνταῦθα εἰ παρῆς, ἄνθρωπε, ἐν γαλήνῃ ἦς καὶ ἐν
40λιμένι· οὐκ οἰκονόμος εἰσελθὼν ἐτάραττεν, οὐκ ἐπί‐ τροπος ἐθορύβει, οὐκ οἰκέτης ὑπὲρ πραγμάτων βιω‐ τικῶν ἠνόχλει, οὐκ ἄλλος τις παρώξυνεν· ἀλλ’ ἐν ἡσυχίᾳ διάγων ἀπήλαυες θείων ἀκροάσεων. Οὐδαμοῦ κύματα ἐνταῦθα, οὐδαμοῦ ταραχή· ἀλλ’ εὐλογία,
45καὶ εὐχαὶ, καὶ ὁμιλία πνευματικὴ, καὶ μετάστασις εἰς τὸν οὐρανόν· καὶ ἐντεῦθεν ἤδη τὸν ἀῤῥαβῶνα τῆς βασιλείας τῶν οὐρανῶν λαβὼν ἀπῄεις. Τίνος ἕνεκεν τὴν πλουσίαν ταύτην τράπεζαν ἀφεῖς, εἰς ἑτέραν φορτικωτέραν ἑαυτὸν μετήγαγες, καὶ τὸν λιμένα κα‐

51

.

69

(50)

ταλιπὼν, ταραχὴν ἀντικαταλλάττῃ γαλήνης; Τὸ μὴ παραγενέσθαι πένητας τοὺς τότε παρόντας, δεινὸν μὲν, ἀλλ’ οὐδὲ οὕτω δεινὸν, ὡς τὸ μὴ παραγενέσθαι πλουσίους. Τίνος ἕνεκεν; Ὅτι οἱ μὲν πένητες ἔχουσι τὴν ἀναγκαίαν ἀσχολίαν, τὴν φροντίδα τῆς καθη‐
55μερινῆς ἐργασίας, ἀπὸ τῶν χειρῶν ποιούμενοι τὸν βίον· παιδοτροφίας ἐπιμελοῦνται, γυναικὸς προε‐ στήκασι, κἂν μὴ κάμωσι, τὰ τῆς ζωῆς αὐτοῖς οἰχή‐ σεται. Ταῦτα λέγω, οὐχὶ ἀπολογίαν ὑπὲρ ἐκείνων συντιθεὶς, ἀλλὰ δεικνὺς πῶς μείζονος κατηγορίας οἱ
60πλουτοῦντές εἰσιν ἄξιοι. Ὅσον πλείονος ἀπολαύουσιν ἀδείας, τοσοῦτον καὶ κατακρίσεως, ὅτι οὐδενὶ τού‐
των κατέχονται.Column end

51

.

70

Οὐχ ὁρᾶτε τοὺς Ἰουδαίους, τοὺς θεομάχους, τοὺς ἀντιπίπτοντας τῷ ἁγίῳ Πνεύματι, τοὺς σκληροτρα‐ χήλους; Τούτων οἱ μὴ παραγενόμενοι πάντων χεί‐ ρους εἰσίν. Ἐκείνοις ἐὰν εἴπωσιν οἱ ἱερεῖς ἑπτὰ ἡμέ‐
5ρας ἀργῆσαι, καὶ δέκα, καὶ εἴκοσι, καὶ τριάκοντα, οὐκ ἀντιλέγουσι· καίτοι τί τῆς ἀργίας ἐκείνης χαλε‐ πώτερον; Τὰς θύρας ἀποκλείουσι, καὶ οὔτε πῦρ καίουσιν, οὐχ ὕδωρ φέρουσιν, οὐκ ἄλλο τι πρὸς τὴν χρείαν τὴν τοιαύτην μεταχειρίζειν ἐφίενται· ἀλλ’
10ἔστιν ἅλυσις αὐτοῖς ἡ ἀργία, καὶ οὐδὲ οὕτως ἀντιλέ‐ γουσιν. Ἐγὼ δὲ οὐδὲν τοιοῦτον λέγω, ὅτι Ἑπτὰ ἡμέ‐ ρας ἄργησον, οὐδὲ δέκα ἡμέρας· ἀλλὰ δύο μοι δάνει‐ σον ὥρας τῆς ἡμέρας, καὶ τὰς λοιπὰς αὐτὸς ἔχε· καὶ οὐδὲ τοῦτό μοι τὸ μέτρον εἰσφέρεις. Μᾶλλον δὲ μὴ
15ἐμοὶ δανείσῃς τὰς δύο ὥρας, ἀλλ’ ἑαυτῷ· ἵνα παρά‐ κλησίν τινα εὐχῆς δέξῃ πατέρων, ἵνα εὐλογιῶν πε‐ πληρωμένος ἀναχωρήσῃς, ἵνα πανταχόθεν ἀσφαλὴς ἀπέλθῃς, ἵνα τὰ ὅπλα λαβὼν τὰ πνευματικὰ ἀκατα‐ γώνιστος γένῃ, ἀχείρωτος τῷ διαβόλῳ. Τί ἡδύτερον,
20εἰπέ μοι, τῆς ἐνταῦθα διαγωγῆς; Εἰ γὰρ διημερεύειν ἐνταῦθα ἐχρῆν, τί σεμνότερον; τί ἀσφαλέστερον, ὅπου ἀδελφοὶ τοσοῦτοι, ὅπου τὸ Πνεῦμα τὸ ἅγιον, ὅπου Ἰησοῦς μέσος, καὶ ὁ τούτου Πατήρ; Ποίαν ἑτέραν ζητεῖς συναγωγὴν τοιαύτην; ποῖον ἕτερον
25βουλευτήριον; ποίαν σύνοδον; Τοσαῦτα ἀγαθὰ ἐν τῇ τραπέζῃ, ἐν τῇ ἀκροάσει, ἐν ταῖς εὐλογίαις, ἐν ταῖς εὐχαῖς, ἐν ταῖς συνουσίαις· καὶ σὺ πρὸς ἑτέρας βλέπεις διατριβάς; Καὶ ποίαν ἔχεις συγγνώμην; Ταῦτα οὐχ ἵνα ὑμεῖς ἀκούσητε εἶπον· οὐ γὰρ χρείαν
30ἔχετε τῶν φαρμάκων τούτων ὑμεῖς, οἱ διὰ τῶν ἔργων ἐπιδειξάμενοι τὴν ὑγίειαν, τὴν ὑπακοὴν, οἱ διὰ τῆς σπουδῆς τὸν πόθον ἁπλώσαντες· ἀλλ’ εἶπον ταῦτα πρὸς ὑμᾶς, ἵνα ἀκούσωσιν οἱ μὴ παρόντες δι’ ὑμῶν. Μὴ εἴπητε, ὅτι κατηγόρησα τῶν μὴ παραγενομένων
35ἁπλῶς, ἀλλ’ ὅλον ἄνωθεν αὐτοῖς διηγήσασθε τὸν λό‐ γον. Ἀναμνήσατε αὐτοὺς τῶν Ἰουδαίων, ἀναμνή‐ σατε αὐτοὺς τῶν βιωτικῶν πραγμάτων· εἴπατε πόσῳ βελτίων ἡ ἐνταῦθα σύναξις, εἴπατε πόσην σπουδὴν περὶ τὰ τοῦ κόσμου πράγματα ἐπιδείκνυνται, εἴπατε
40πόσος μισθὸς ἕπεται τοῖς ἐνταῦθα συλλεγομένοις. Ἂν γὰρ μόνον εἴπητε, ὅτι κατηγόρησα, τὸν μὲν θυ‐ μὸν ἠγείρατε, καὶ τραῦμα εἰργάσασθε, τὸ δὲ φάρ‐ μακον οὐκ ἐπεθήκατε· ἂν δὲ διδάξητε αὐτοὺς, ὅτι οὐχ ὡς ἐχθρὸς κατηγόρησα, ἀλλ’ ὡς φίλος ὀδυνώ‐
45μενος, καὶ πείσητε αὐτοὺς, ὅτι Ἀξιοπιστότερα τραύ‐ ματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν, δέξον‐ ται μετὰ πολλῆς ἡδονῆς τὴν κατηγορίαν· οὐ γὰρ τοῖς ῥήμασιν, ἀλλὰ τῇ γνώμῃ τοῦ λέγοντος προσ‐ έξουσιν. Οὕτω θεραπεύετε τοὺς ἀδελφοὺς τοὺς ὑμετέ‐

51

.

70

(50)

ρους. Ἡμεῖς τῆς σωτηρίας ὑπεύθυνοι τῶν παρόντων
ὑμῶν, ὑμεῖς τῆς τῶν ἀπολειφθέντων. Οὐ δυνά‐67

51

.

71

μεθα αὐτοῖς συγγενέσθαι δι’ ἑαυτῶν· συγγενώμεθα αὐτοῖς δι’ ὑμῶν, καὶ τῆς ὑμετέρας διδασκαλίας· γέφυρά τις ἡμῖν γενέσθω πρὸς ἐκείνους ἡ ὑμετέρα ἀγάπη· ποιήσατε τοὺς ὑμετέρους λόγους διὰ τῆς
5ὑμετέρας γλώττης διαβῆναι πρὸς τὴν ἐκείνων ἀκρό‐ ασιν. Τάχα αὐτάρκως εἴρηται ἕνεκεν τῶν ἀπολει‐ φθέντων τὰ εἰρημένα, καὶ οὐδὲν δεῖ πλέον προσθεῖναι. Ἐνῆν μὲν γὰρ πλείονα εἰπεῖν, ἀλλ’ ἵνα μὴ τὸν καιρὸν ἅπαντα εἰς τοῦτο καταδαπανήσωμεν κατηγοροῦντες,
10ὑμᾶς δὲ μηδὲν ὠφελοῦντες παραγενομένους αὐτοὺς, φέρε τι καὶ ὑμῖν παραθῶμεν ξένον ὄψον καὶ καινόν· ξένον δὲ καὶ καινὸν λέγω οὐ κατὰ τὴν πνευματικὴν τράπεζαν, ἀλλὰ ξένον κατὰ τὴν ὑμετέραν ἀκρόασιν. γʹ. Διελέχθημεν ὑμῖν ἀπὸ τῶν ἀποστολικῶν ῥημάτων
15ἐν ταῖς ἔμπροσθεν ἡμέραις, καὶ ἀπὸ τῶν εὐαγγελι‐ κῶν, ὅτε περὶ τοῦ Ἰούδα διελεγόμεθα· διελέχθημεν ὑμῖν καὶ ἀπὸ προφητικῶν· σήμερον βουλόμεθα ἀπὸ τῶν Πράξεων τῶν ἀποστόλων εἰπεῖν. Διὰ τοῦτο εἶπον τὸ ὄψον ξένον, καὶ οὐ ξένον. Οὐ ξένον μὲν, ὅτι τῆς
20ἀκολουθίας ἐστὶ τῶν θείων Γραφῶν, ξένον δὲ, διότι τάχα ἀήθης ὑμῖν ἡ ἀκοὴ πρὸς τὴν τοιαύτην ἀκρόασιν. Πολλοῖς γοῦν τὸ βιβλίον τοῦτο οὐδὲ γνώριμόν ἐστι, πολλοῖς δὲ δοκοῦν σαφὲς εἶναι, πάλιν παρορᾶται· καὶ γίνεται τοῖς μὲν ἡ γνῶσις, τοῖς δὲ ἡ ἄγνοια ῥᾳθυ‐
25μίας ὑπόθεσις. Ἵν’ οὖν καὶ οἱ ἀγνοοῦντες μάθωσι, καὶ οἱ νομίζοντες σαφῶς εἰδέναι, ὅτι πολὺ βάθος νοημά‐ των ἔχει, ἀναγκαῖον ἀμφοτέρων διορθώσασθαι τὴν ῥᾳθυμίαν τήμερον. Δεῖ δὲ πρότερον μαθεῖν, τίς τὸ βιβλίον ἔγραψεν. Αὕτη γὰρ ἀρίστης ἐρεύνης ἀκολου‐
30θία, πρότερον τὸν γράψαντα ἰδεῖν, εἰ ἄνθρωπός ἐστιν, ἣ ὁ Θεός· κἂν μὲν ἄνθρωπος, παρακρουσώμεθα· Μὴ καλέσητε γὰρ, φησὶ, διδάσκαλον ἐπὶ τῆς γῆς· ἂν δὲ Θεὸς, δεξώμεθα· ἄνωθεν γάρ ἐστι τὸ διδασκα‐ λεῖον τὸ ἡμέτερον· καὶ γὰρ τοιοῦτον τὸ ἀξίωμα τοῦ
35θεάτρου τούτου, μηδὲν παρὰ ἀνθρώπων μανθάνειν, ἀλλὰ παρὰ Θεοῦ δι’ ἀνθρώπων. Δεῖ τοίνυν ἐξετάσαι, τίς ὁ γράψας, καὶ πότε ἔγραψε, καὶ περὶ τίνων, καὶ τίνος ἕνεκεν τῇ ἑορτῇ ταύτῃ νενομοθέτηται αὐτὸ ἀναγινώσκεσθαι. Τάχα γὰρ οὐκ
40ἀκούετε διὰ παντὸς τοῦ ἔτους ἀναγινωσκομένου τοῦ βιβλίου. Καὶ γὰρ καὶ τοῦτο χρήσιμον· καὶ μετὰ τοῦτο ζητῆσαι χρὴ, τίνος ἕνεκεν ταύτην ἔχει τὴν ἐπιγραφὴν, Πράξεις ἀποστόλων. Οὐδὲ γὰρ τὰς ἐπιγραφὰς ἁπλῶς παριέναι χρὴ, οὐδὲ εὐθέως εἰς
45τὴν ἀρχὴν ἐμβαλεῖν τῆς συγγραφῆς, ἀλλὰ πρότερον ὁρᾷν τὴν προσηγορίαν τοῦ βιβλίου. Καθάπερ γὰρ ἐφ’ ἡμῶν ἡ κεφαλὴ γνωριμώτερον ποιεῖ τὸ λοιπὸν σῶμα, καὶ ἡ ὄψις ἄνωθεν ἐπικειμένη φανερὸν αὐτὸ ἐργάζε‐ ται, οὕτω καὶ ἡ ἐπιγραφὴ ἄνωθεν πρὸ τῆς ὑφῆς ἐπι‐

51

.

71

(50)

κειμένη ἐπὶ τοῦ μετώπου καταφανέστερον ἡμῖν ποιεῖ τὸ λοιπὸν τῆς γραφῆς. Οὐχ ὁρᾶτε καὶ ἐπὶ τῶν εἰκόνων τοῦτο τῶν βασιλικῶν, ὅτι ἄνω κεῖται μὲν ἡ εἰκὼν, καὶ τὸν βασιλέα ἔχει ἐγγεγραμμένον· κάτω δὲ ἐν τῇ χοίνικι ἐπιγέγραπται τοῦ βασιλέως τὰ τρόπαια, ἡ
55νίκη, τὰ κατορθώματα; Οὕτω δὴ καὶ ἐπὶ τῶν Γρα‐ φῶν ἔστιν ἰδεῖν. Γέγραπται μὲν ἡ εἰκὼν ἡ βα‐ σιλικὴ ἄνωθεν· κάτωθεν δὲ ἐπιγέγραπται ἡ νίκη, τὰ τρόπαια, τὰ κατορθώματα. Οὕτω καὶ ἐπιστολὴν ὅταν
δεξώμεθα, ποιοῦμεν· οὐκ εὐθέως διαλύομεν τὸν δε‐Column end

51

.

72

σμὸν, οὐδὲ εὐθέως τὰ ἐγκείμενα ἔνδοθεν ἀναγινώσκο‐ μεν· ἀλλὰ πρότερον τὴν ἔξωθεν ἐπιγραφὴν ἐπερχό‐ μεθα, καὶ ἐξ ἐκείνης μανθάνομεν καὶ τὸν πέμψαντα, καὶ τὸν ὀφείλοντα ὑποδέξασθαι. Καὶ πῶς οὖν οὐκ ἄτο‐
5πον ἐν μὲν τοῖς βιωτικοῖς τοσαύτῃ κεχρῆσθαι σπουδῇ, καὶ μὴ θορυβεῖσθαι, μηδὲ ταράττεσθαι, ἀλλὰ κατὰ τάξιν ἕκαστον ἐπιέναι· ἐνταῦθα δὲ ἀσχάλλειν, καὶ εὐθέως ἐπιπηδᾷν τῇ ἀρχῇ; Βούλεσθε μαθεῖν ὅση τῆς ἐπιγραφῆς ἡ ἰσχύς; ὅση δύναμις; ὅσος ἀπόκειται θη‐
10σαυρὸς ἐν ταῖς ἀρχαῖς τῶν Γραφῶν; Ἀκούσατε, ἵνα μὴ καταφρονῆτε τῆς ἐπιγραφῆς τῶν θείων Βιβλίων. Εἰσῆλθεν εἰς τὰς Ἀθήνας ὁ Παῦλός ποτε· ἐν αὐτῷ τῷ βιβλίῳ γέγραπται ἡ ἱστορία αὕτη· εὗρεν ἐν τῇ πόλει οὐχὶ βιβλίον θεῖον, ἀλλὰ βωμὸν εἰδώλων· εὗρεν
15ἐπιγραφὴν οὕτως ἔχουσαν, Ἀγνώστῳ Θεῷ· καὶ οὐ παρέδραμεν, ἀλλ’ ἀπὸ τῆς ἐπιγραφῆς τοῦ βωμοῦ τὸν βωμὸν καθεῖλε. Παῦλος ὁ ἅγιος, ὁ Πνεύματος χάριν ἔχων, οὐ παρέδραμε βωμοῦ ἐπίγραμμα, καὶ σὺ ἐπιγραφὴν Γραφῶν παρατρέχεις; ἐκεῖνος οὐκ
20ἀφῆκεν ἅπερ ἔγραψαν Ἀθηναῖοι εἰδωλολάτραι, καὶ σὺ ἅπερ ἔγραψε τὸ Πνεῦμα τὸ ἅγιον οὐ νομίζεις εἶναι ἀναγκαῖα; καὶ ποίαν ἔχεις συγγνώμην; Ἀλλὰ γὰρ ἴδωμεν πόσον τὸ κέρδος ἀπὸ τοῦ ἐπιγράμματός ἐστιν. Ὅταν οὖν ἴδῃς ἐπίγραμμα βωμῷ ἐγκεχαραγμένον
25τοσαύτην παρασχὸν τὴν ἰσχὺν, μαθήσῃ ὅτι πολλῷ μᾶλλον τὰ ἐπιγράμματα τῶν θείων Γραφῶν τοῦτο ποιῆσαι δυνήσεται. Εἰσῆλθεν εἰς τὴν πόλιν ὁ Παῦ‐ λος, εὗρε βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ Θεῷ. Τί ἔδει ποιῆσαι; Ἕλληνες πάντες ἦσαν, ἀσεβεῖς
30πάντες. Τί οὖν ἐχρῆν ποιῆσαι; Ἀπὸ Εὐαγγελίων διαλεχθῆναι; Ἀλλὰ κατεγέλων. Ἀλλ’ ἀπὸ προφητι‐ κῶν, καὶ τοῦ νόμου γραμμάτων; Ἀλλ’ οὐκ ἐπίστευον. Τί οὖν ἐποίησεν; Ἐπὶ τὸν βωμὸν ἔδραμε, καὶ ἀπὸ τῶν ὅπλων τῶν πολεμίων αὐτοὺς ἐχειρώσατο. Καὶ
35τοῦτό ἐστιν, ὃ λέγει· Ἐγενόμην τοῖς πᾶσι τὰ πάντα, τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος, τοῖς ἀνόμοις ὡς ἄνομος. Εἶδε τὸν βωμὸν, εἶδε τὸ ἐπίγραμμα, ἀνέστη τῷ Πνεύματι. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος χάρις· πάντοθεν ποιεῖ κερδαίνειν τοὺς ὑποδεχομέ‐
40νους αὐτήν· τοιαῦτα ἡμῶν τὰ ὅπλα τὰ πνευματικά. Αἰχμαλωτίζοντες γὰρ, φησὶ, πᾶν νόημα πρὸς τὴν ὑπακοὴν τοῦ Χριστοῦ. Εἶδε τοίνυν τὸν βωμὸν, καὶ οὐκ ἐδειλίασεν· ἀλλὰ μετέστησε τὸν βωμὸν πρὸς ἑαυτόν· μᾶλλον δὲ τὰ γράμματα ἀφεὶς, μετέθηκεν
45αὐτοῦ τὰ νοήματα· καὶ καθάπερ ἐν πολέμῳ στρατη‐ γὸς ἰδὼν στρατιώτην ἐν τῇ παρατάξει τῶν πολεμίων γενναῖον, εἶτα λαβόμενος ἀπὸ τῆς κόμης τοῦ στρα‐ τιώτου, πρὸς τὴν ἑαυτοῦ τάξιν αὐτὸν μεταστήσειε, καὶ παρασκευάσειεν ὑπὲρ αὐτοῦ πολεμεῖν· οὕτω καὶ

51

.

72

(50)

ὁ Παῦλος ἐποίησε, καθάπερ ἐν παρατάξει πολεμίων τὸ ἐπίγραμμα εὑρὼν ἐν τῷ βωμῷ γεγραμμένον, πρὸς τὴν ἑαυτοῦ τάξιν μετέστησεν, ἵνα μετὰ Παύλου τοῖς Ἀθηναίοις πολεμῇ, ἀλλ’ οὐ μετὰ Ἀθηναίων τὸν Παῦ‐ λον βάλλῃ· ξίφος γὰρ ἦν τῶν Ἀθηναίων, μάχαιρα
55ἦν τῶν πολεμίων τὸ ἐπίγραμμα ἐκεῖνο, ἀλλ’ αὕτη ἡ μάχαιρα τῶν πολεμίων τὴν κεφαλὴν ἐξέτεμεν. Οὐκ ἦν οὕτω θαυμαστὸν, εἰ τοῖς οἰκείοις αὐτοῦ ὅπλοις ἐχειρώσατο· τοῦτο γὰρ κατὰ λόγον συμβαίνει· τὸ γὰρ καινὸν καὶ παράδοξον, ὅταν τὰ τῶν πολεμίων ὅπλα,
60ταῦτα μηχανήματα τοῖς πολεμίοις προσάγηται· ὅταν τὸ ξίφος, ὃ καθ’ ἡμῶν βαστάζουσι, τοῦτο αὐτοῖς τὴν
καιρίαν ἐπαγάγῃ πληγήν.69

51

.

73

δʹ. Τοιαύτη γὰρ ἡ τοῦ Πνεύματος δύναμις. Οὕτω καὶ ὁ Δαυῒδ ἐποίησέ ποτε· ἐξῆλθε γυμνὸς τῶν ὅπλων, ἵνα φανῇ γυμνὴ ἡ τοῦ Θεοῦ χάρις. Μηδὲν γὰρ, φησὶν, ἀνθρώπινον ἔστω, ὅταν Θεὸς ὑπὲρ ἡμῶν πολεμῇ.
5Ἐξῆλθε τοίνυν γυμνὸς τῶν ὅπλων, καὶ κατήνεγκε τὸν πύργον ἐκεῖνον. Εἶτα ἐπειδὴ ὅπλα οὐκ εἶχε, δρα‐ μὼν ἥρπασε τὴν μάχαιραν τοῦ Γολιὰθ, καὶ οὕτω τὴν κεφαλὴν ἐξέτεμε τὴν τοῦ βαρβάρου· οὕτω καὶ Παῦ‐ λος ἐποίησεν ἐπὶ τοῦ ἐπιγράμματος τούτου. Καὶ ἵνα
10σαφέστερος γένηται ὁ τῆς νίκης τρόπος, καὶ τὴν δύναμιν ὑμῖν τοῦ ἐπιγράμματος ἐρῶ. Εὗρε τοίνυν ὁ Παῦλος ἐν Ἀθήναις βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο Ἀγνώστῳ Θεῷ. Τίς δὲ ἦν ὁ ἀγνοούμενος, ἀλλ’ ἢ ὁ Χριστός; Εἶδες πῶς ἐξῃχμαλώτισε τὸ ἐπίγραμμα, οὐκ
15ἐπὶ κακῷ τῶν γραψάντων, ἀλλ’ ἐπὶ σωτηρίᾳ αὐτῶν καὶ προνοίᾳ; Τί οὖν; Οἱ Ἀθηναῖοι διὰ τὸν Χριστὸν ἔγραψαν τοῦτο, φησίν; Εἰ διὰ τὸν Χριστὸν ἔγραψαν οἱ Ἀθηναῖοι, οὐκ ἦν οὕτω θαυμαστόν· ἀλλὰ τοῦτό ἐστι τὸ θαυμαστὸν, ὅτι ἐκεῖνοι μὲν ἄλλως ἔγραψαν, οὗτος
20δὲ ἴσχυσεν ἄλλως αὐτὸ μεταβαλεῖν. Πρότερον ἀναγ‐ καῖον εἰπεῖν τίνος ἕνεκεν οἱ Ἀθηναῖοι ἔγραψαν, Ἀγνώστῳ Θεῷ. Τίνος οὖν ἕνεκεν ἔγραψαν; Πολλοὺς εἶχον θεοὺς ἐκεῖνοι, μᾶλλον δὲ πολλοὺς δαίμονας· Πάντες γὰρ οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. Εἶχον καὶ
25ἐπιχωρίους, καὶ ξένους. Ὁρᾶτε ὅσος ὁ κατάγελως. Εἰ γὰρ Θεός ἐστιν, οὐκ ἔστι ξένος· τῆς γὰρ οἰκου‐ μένης ἁπάσης Δεσπότης ἐστί. Τούτων τοίνυν τοὺς μὲν παρὰ πατέρων εἶχον δεξάμενοι, τοὺς δὲ ἀπὸ τῶν πλησίον ἐθνῶν, οἷον ἀπὸ Σκυθῶν, ἀπὸ Θρᾳκῶν, ἀπὸ
30Αἰγυπτίων· καὶ εἰ τῆς ἔξωθεν παιδεύσεως ἦτε ἔμπει‐ ροι, καὶ ταύτας ἂν ὑμῖν ἀνέγνων τὰς ἱστορίας πάσας. Ἐπεὶ οὖν οὐκ ἐξ ἀρχῆς πάντας ἐδέξαντο, ἀλλὰ κατὰ μικρὸν εἰσηνέχθησαν αὐτοῖς, οἱ μὲν ἐπὶ τῶν πατέ‐ ρων, οἱ δὲ ἐπὶ τῆς γενεᾶς τῆς ἑαυτῶν, συνελθόντες
35εἶπον πρὸς ἀλλήλους· ὅτι Ὥσπερ τούτους ἠγνοοῦμεν, φασὶν, ἔπειτα ὕστερον αὐτοὺς ἐδεξάμεθα καὶ ἐγνω‐ ρίσαμεν, οὕτω συμβαίνει καὶ ἄλλον εἶναι ἀγνοούμε‐ νον, καὶ ὄντα μὲν Θεὸν, οὐ γνωριζόμενον δὲ ὑφ’ ἡμῶν· καὶ διὰ τοῦτο λανθάνει ἀμελούμενος, καὶ μηδὲ θερα‐
40πευόμενος. Τί οὖν ἵνα γένηται; Ἔστησαν βωμὸν, καὶ ἔγραψαν, Ἀγνώστῳ Θεῷ, τοῦτο λέγοντες διὰ τοῦ ἐπιγράμματος· ὅτι Καὶ εἴ τίς ἐστι θεὸς ἕτερος οὐδέπω γνωρισθεὶς ἡμῖν, κἀκεῖνον θεραπεύσωμεν. Ὅρα ὑπερ‐ βολὴν δεισιδαιμονίας. Διὰ τοῦτο ὁ Παῦλος ἀρχόμενος
45ἔφη, Κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς ὁρῶ· οὐ γὰρ τοὺς γνωρίμους ὑμῖν δαίμονας θερα‐ πεύετε μόνον, ἀλλὰ καὶ τοὺς οὐδέπω γνωρισθέντας ὑμῖν. Ἐκεῖνοι μὲν διὰ τοῦτο ἐπέγραψαν, Ἀγνώστῳ Θεῷ, ὁ δὲ Παῦλος ἡρμήνευσεν. Οἱ μὲν γὰρ τοῦτο

51

.

73

(50)

περὶ ἄλλων ἔλεγον, αὐτὸς δὲ αὐτὸ μετέστησεν ἐπὶ τὸν Χριστὸν, αἰχμαλωτίσας τὸ νόημα, καὶ μεθ’ ἑαυτοῦ στήσας ἐν τῇ παρατάξει τῇ ἑαυτοῦ· Ὃν γὰρ ἀγνοοῦντες εὐσεβεῖτε ὑμεῖς, τοῦτον ἐγὼ καταγ‐ γέλλω, φησίν· ἄγνωστος γὰρ Θεὸς οὐδεὶς ἄλλος
55ἐστὶν ἢ ὁ Χριστός. Καὶ ὅρα σύνεσιν πνευματικήν. Ἔμελλον αὐτῷ μετὰ ταῦτα ἐγκαλεῖν, ὅτι Ξενίζοντα εἰσφέρεις δόγματα εἰς τὰς ἀκοὰς ἡμῶν, ὅτι καινο‐ τομεῖς, ὅτι θεὸν εἰσφέρεις, ὃν οὐκ ἴσμεν. Βουλόμενος τοίνυν ἀπαλλαγῆναι τῆς ὑποψίας τῆς κατὰ τὴν και‐
60νοτομίαν, καὶ δεῖξαι ὅτι οὐ ξένον κηρύττει θεὸν, ἀλλ’ ὃν προλαβόντες διὰ τῆς θεραπείας ἐτίμησαν, ἐπήγαγε καὶ εἶπεν· ὅτι Ὃν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὑμεῖς με προελά‐
βετε, φησίν· ἔφθασεν ὑμῶν ἡ θεραπεία τὸ ἐμὸνColumn end

51

.

74

κήρυγμα. Μὴ τοίνυν ἐγκαλεῖτε, ὅτι ξένον εἰσφέρω θεόν· τοῦτον γὰρ καταγγέλλω, ὃν ὑμεῖς ἀγνοοῦντες θεραπεύετε, οὐκ ἀξίῳ μὲν αὐτοῦ τρόπῳ, θεραπεύετε δὲ ὅμως. Οὐ γὰρ τοιοῦτος βωμὸς ἵσταται τῷ Χρι‐
5στῷ, ἀλλὰ βωμὸς ἔμψυχος καὶ πνευματικός· ἀλλ’ ἀπὸ τούτου ὑμᾶς καὶ πρὸς ἐκεῖνον ἀναγαγεῖν δύναμαι. Οὕτω καὶ Ἰουδαῖοι τὸ παλαιὸν ἐθεράπευον· ἀλλ’ ἀπέ‐ στησαν ἀπὸ τῆς σωματικῆς θεραπείας, καὶ ἦλθον ἐπὶ τὴν πνευματικὴν οἱ πιστεύσαντες ἅπαντες. Εἶδες
10σοφίαν Παύλου; εἶδες σύνεσιν; εἶδες πῶς αὐτοὺς ἐχειρώσατο, οὐκ ἀπὸ Εὐαγγελίων, οὐκ ἀπὸ προφη‐ τικῶν, ἀλλὰ ἀπὸ ἐπιγράμματος; Μὴ παράτρεχε τοί‐ νυν, ἀγαπητὲ, τὴν ἐπιγραφὴν τῶν θείων λογίων· ἂν μὲν νήφῃς καὶ ἐγρήγορος ᾖς, καὶ ἐν ἀλλοτρίοις εὑ‐
15ρίσκεις τι χρήσιμον· ἂν δὲ ῥᾴθυμος καὶ ἀναπεπτω‐ κὼς, οὐδὲ ἀπὸ τῶν θείων Γραφῶν ἔσται σοί τι πλέον. Ὥσπερ γὰρ ὁ εἰδὼς κερδαίνειν, πανταχόθεν κερδαί‐ νει· οὕτω καὶ ὁ μὴ εἰδὼς, κἂν θησαυρὸν εὕρῃ, κενὸς ἄπεισι. Βούλεσθε εἴπω καὶ ἕτερόν τι τοιοῦτον ἐπι‐
20χείρημα, ὅπερ ἄλλος μὲν μεθ’ ἑτέρας ἐφθέγξατο δια‐ νοίας, ὁ δὲ εὐαγγελιστὴς πρὸς ἑαυτὸν μετέθηκε τῶν εἰρημένων τὴν δύναμιν; Οὐκοῦν προσέχετε ἀκριβῶς, ἵνα μάθητε, ὅτι κἀκεῖνος ᾐχμαλώτισε τὸ νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ· ἵνα μάθητε, ὅτι εἰ τὰ
25ἀλλότρια αἰχμαλωτίζειν δυνάμεθα, πολλῷ μᾶλλον ἐν τοῖς οἰκείοις ἐμπορευσόμεθα καὶ κερδανοῦμεν. Ὁ Καϊάφας ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου· καὶ γὰρ καὶ τοῦτο τῆς Ἰουδαϊκῆς ἐγένετο πονηρίας· κατ‐ ῄσχυνον γὰρ τὸ τῆς ἱερωσύνης ἀξίωμα, ὠνητοὺς
30ποιήσαντες ἀρχιερέας. Ἔμπροσθεν δὲ οὐχ οὕτως ἦν, ἀλλὰ τῇ τελευτῇ μόνῃ κατελύετο ἡ ἱερωσύνη τοῦ ἀρχιερέως· τότε δὲ καὶ ζῶντες παρελύοντο τῆς τιμῆς. Ἀρχιερεὺς τοίνυν ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου ὁ Καϊά‐ φας, καθώπλιζε κατὰ τοῦ Χριστοῦ τοὺς Ἰουδαίους,
35καὶ ἔλεγεν· ὅτι δεῖ τοῦτον ἀποθανεῖν, ἐγκαλεῖν μὲν οὐδὲν ἔχων, βασκανίᾳ δὲ τηκόμενος. Τοιοῦτον γὰρ ὁ φθόνος· τῶν εὐεργεσιῶν τοιαύτας ἀποδίδωσι τὰς ἀμοιβάς. Ὅθεν καὶ τὴν αἰτίαν διδάσκων τῆς ἐπι‐ βουλῆς, ἔλεγε· Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀπο‐
40θάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τούτου τοῦ ῥήματος ἡ δύναμις ὅρα πῶς μεθ’ ἡμῶν ἐγένετο· ἵνα μάθῃς ὅτι τὸ μὲν ῥῆμα ἦν τοῦ ἱερέως, τὸ δὲ νόημα ἠδυνήθη γενέσθαι πνευματικόν. Συμφέρει ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος
45ἀπόληται. Τοῦτο δὲ οὐκ ἔλεγεν ἀφ’ ἑαυτοῦ, φη‐ σὶν, ἀλλ’ ὅτι ἀρχιερεὺς ἦν τοῦ ἐνιαυτοῦ ἐκείνου, προεφήτευσεν, ὅτι δεῖ τὸν Χριστὸν ἀποθανεῖν, οὐ μόνον ὑπὲρ Ἰουδαίων, ἀλλὰ καὶ ὑπὲρ ὅλου τοῦ ἔθνους· διὰ τοῦτο καὶ ἔλεγεν, ὅτι Συμφέρει ἵνα εἷς

51

.

74

(50)

ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπό‐ ληται. Εἶδες δύναμιν Θεοῦ, πῶς τὴν γλῶτταν τῶν ἐχθρῶν ἀναγκάζει τὰ ὑπὲρ τῆς ἀληθείας λέγειν; εʹ. Ἵνα μὲν οὖν μὴ παρατρέχωμεν τὰς ἐπιγραφὰς τῶν θείων Γραφῶν, ἀρκούντως ταῦτα εἴρηται. ἐὰν
55μνημονεύητε· ἐβουλόμην δὲ εἰπεῖν, καὶ τίς ὁ γράψας τὸ βιβλίον, καὶ πότε, καὶ τίνος ἕνεκεν ἔγραψεν. Ἀλλὰ τέως ταῦτα κατέχωμεν· ἐκεῖνα δὲ εἰς τὴν ἐπιοῦσαν,
ἐὰν ὁ Θεὸς θέλῃ, ἀποδώσομεν. Βούλομαι γὰρ λοιπὸν71

51

.

75

πρὸς τοὺς νεοφωτίστους ἀγαγεῖν τὸν λόγον. Νεοφω‐ τίστους δὲ λέγω, οὐχὶ τοὺς πρὸ δύο καὶ τριῶν, οὐδὲ πρὸ δέκα ἡμερῶν φωτισθέντας μόνον, ἀλλὰ καὶ τοὺς πρὸ ἐνιαυτοῦ, καὶ τοὺς πρὸ πλείονος χρόνου· καὶ
5γὰρ καὶ τούτους οὕτω χρὴ καλεῖν. Εἰ γὰρ πολλὴν σπουδὴν ἐπιδεικνύμεθα περὶ τὴν ἑαυτῶν ψυχὴν, ἔξ‐ εστι καὶ μετὰ δέκα ἔτη εἶναι νεοφωτίστους, ἐὰν τὴν νεότητα τὴν ἀπὸ τοῦ φωτίσματος ἐγγινομένην ἡμῖν διασώσωμεν. Οὐδὲ γὰρ ὁ χρόνος ποιεῖ νεοφώτιστον,
10ἀλλ’ ὁ βίος ὁ καθαρός· ἐγχωρεῖ γὰρ καὶ μετὰ δύο ἡμέρας ἀπολέσαι τὸ ἀξίωμα τῆς προσηγορίας τὸν μὴ προσέχοντα. Καὶ τούτου παράδειγμα ὑμῖν ἐρῶ, πῶς νεοφώτιστος εὐθέως ἀπώλεσε μετὰ δύο ἡμέρας καὶ τὴν χάριν τοῦ νεοφωτίστου καὶ τὴν τιμήν. Λέγω δὲ
15τὸ παράδειγμα, ἵνα ἰδόντες τὸ πτῶμα, ἀσφαλίσησθε τὴν ἑαυτῶν σωτηρίαν. Οὐ γὰρ ἀπὸ τῶν ἑστώτων ὑμᾶς μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ὑπεσκελισμένων διορ‐ θοῦσθαι χρὴ καὶ θεραπεύειν. Σίμων ὁ μάγος μετε‐ βάλετο, φησὶ, καὶ βαπτισθεὶς προσκαρτερῶν ἦν τῷ
20Φιλίππῳ, θεωρῶν τὰ σημεῖα· ἀλλὰ μετ’ ὀλίγας ἡμέ‐ ρας εὐθέως ἐπανῆλθεν ἐπὶ τὴν ἑαυτοῦ κακίαν, καὶ διὰ χρημάτων ἐβούλετο τὴν σωτηρίαν πρίασθαι. Τί οὖν φησι τῷ νεοφωτίστῳ ὁ Πέτρος; Εἰς χολὴν πι‐ κρίας καὶ σύνδεσμον ἀδικίας ὁρῶ σε ὄντα· διὸ
25δεήθητι τοῦ Κυρίου, εἰ ἄρα ἀφεθήσεταί σοι ἡ κακία αὕτη. Οὔπω ἐνέβη εἰς τοὺς ἀγῶνας, καὶ εὐ‐ θέως ἔπεσεν εἰς πτῶμα ἀσύγγνωστον. Ὥσπερ οὖν ἔστι μετὰ δύο ἡμέρας πεσεῖν, καὶ ἀπολέσαι τὴν προσηγορίαν τοῦ νεοφωτίστου καὶ τὴν χάριν, οὕτω
30καὶ μετὰ δέκα ἔτη καὶ εἴκοσι καὶ μέχρι τῆς ἐσχάτης ἡμέρας ἔστιν ἔχειν καὶ λαμπρὸν τοῦτο καὶ σεμνὸν ὄνομά τε καὶ πρᾶγμα. Καὶ τούτου μάρτυς ἀπόστολος Παῦλος, ἐν γήρᾳ διαλάμψας μειζόνως. Ἐπειδὴ γὰρ ἡ νεότης αὕτη οὐκ ἀπὸ φύσεως, ἀλλ’ ἑκατέρας προ‐
35αιρέσεως ἡμεῖς ἐσμεν κύριοι, καὶ τὸ γηρᾶσαι καὶ μεῖναι νέους ἐν ἡμῖν ἐστι κείμενον. Ἐπὶ μὲν γὰρ τοῦ σώματος κἂν ἅπαντά τις ἐπισπουδάζῃ, κἂν ἅπαντά τις πραγματεύηται, καὶ μὴ κατατρίβῃ τὸ σῶμα, κἂν ποιῇ μένειν ἔνδον, κἂν μὴ κατατείνῃ τοῖς πόνοις
40αὐτὸ καὶ τοῖς συνεχέσιν ἔργοις, πάντως κατὰ τὸν τῆς φύσεως νόμον καὶ οὕτως αὐτὸ καταλήψεται τὸ γῆρας· ἐπὶ δὲ τῆς ψυχῆς οὐχ οὕτως· ἀλλ’ ἂν μὴ κατατρίβῃς αὐτὴν, μηδὲ κατατείνῃς πόνοις βιωτικοῖς καὶ κοσμικαῖς φροντίσι, μένει διαπαντὸς ἀκραιφνῆ τὴν
45νεότητα διατηροῦσα. Οὐχ ὁρᾶτε τούτους τοὺς ἀστέρας τοὺς ἐν τοῖς οὐρανοῖς; Ἑξακισχίλια λοιπὸν ἡμῖν ἔτη φαίνουσι, καὶ οὐδεὶς αὐτῶν ἀμαυρότερος γέγονεν. Εἰ δὲ ἔνθα φύσις, οὕτως ἔμεινεν ἀκμαῖον τὸ φῶς· ἔνθα προαίρεσις, οὐ πολλῷ μᾶλλον μενεῖ τοιοῦτον, οἷον ἐξ

51

.

75

(50)

ἀρχῆς ἔλαμψε; Μᾶλλον δὲ, ἐὰν ἐθέλωμεν, οὐ τοιοῦτον μόνον μενεῖ, ἀλλὰ καὶ λαμπρότερον ἔσται, ὡς καὶ πρὸς αὐτὰς ἁμιλλᾶσθαι τὰς ἡλιακὰς ἀκτῖνας. Βούλει μαθεῖν πῶς ἔξεστι καὶ μετὰ χρόνον εἶναι νεοφωτί‐ στους; Ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς ἀνθρώπους
55πρὸ πολλοῦ τοῦ χρόνου πεφωτισμένους· Ἐν οἷς φαί‐ νεσθε ὡς φωστῆρες ἐν κόσμῳ, λόγον ζωῆς ἐπέ‐ χοντες εἰς καύχημα ἐμοί. Ἀπεδύσασθε τὸ παλαιὸν καὶ διεῤῥωγὸς ἱμάτιον, ἠλείψασθε τὸ μύρον τὸ πνευ‐ ματικὸν, ἐλεύθεροι πάντες ἐγένεσθε· μηδεὶς λοιπὸν
60ἐπὶ τὴν δουλείαν ἐπανερχέσθω τὴν προτέραν. Πόλε‐
μός ἐστι τὰ πράγματα καὶ ἀγών.Column end

51

.

76

Οὐδεὶς ἀγωνίζεται δοῦλος, οὐδεὶς στρατεύεται οἰ‐ κέτης· ἀλλ’ ἐὰν ἁλῷ δοῦλος ὢν, μετὰ τιμωρίας ἐκ‐ βάλλεται τοῦ τῶν στρατιωτῶν καταλόγου. Οὐκ ἐπὶ τῆς στρατείας δὲ ταύτης, ἀλλὰ καὶ ἐπὶ τῶν Ὀλυμ‐
5πιακῶν ἀγώνων τὸ αὐτὸ τοῦτο ἔθος κρατεῖ. Μετὰ γὰρ τὰς τριάκοντα ἡμέρας τὰς ἐνταῦθα ἀναγαγόντες αὐ‐ τοὺς εἰς τὸ προάστειον περιάγουσι, καὶ τοῦ θεάτρου καθημένου παντὸς, βοᾷ ὁ κήρυξ, Μή τις τούτου κατ‐ ηγορεῖ; ὥστε αὐτὸν ἀποσκευασάμενον τῆς δουλείας
10τὴν ὑποψίαν, οὕτως εἰς τοὺς ἀγῶνας ἐμβῆναι. Εἰ δὲ ὁ διάβολος οὐ δέχεται δούλους εἰς τοὺς ἀγῶνας τοὺς ἑαυτοῦ, πῶς σὺ τολμᾷς δοῦλος γενόμενος τῆς ἁμαρ‐ τίας εἰς τοὺς ἀγῶνας ἐμβῆναι τοῦ Χριστοῦ; Ἐκεῖ μὲν ὁ κήρυξ λέγει, Μή τις τούτου κατήγορος; ἐνταῦθα
15δὲ ὁ Χριστὸς οὐχ οὕτω λέγει· ἀλλὰ κἂν ἅπαντες αὐτοῦ κατηγορήσωσι πρὸ τοῦ βαπτίσματος, λέγει, Ἐγὼ δέξομαι αὐτὸν, καὶ ἀποσκευάσομαι τῆς δουλείας, καὶ ποιήσας ἐλεύθερον εἰς τοὺς ἀγῶνας εἰσάξω. Εἶδες φιλανθρωπίαν ἀγωνοθέτου; Οὐ ζητεῖ τὰ πρότερα,
20ἀλλὰ τῶν μετὰ ταῦτα εὐθύνας ἀπαιτεῖ. Ὅτε δοῦλος ἦς, μυρίους εἶχες κατηγόρους, τὸ συνειδὸς, τὰ ἁμαρ‐ τήματα, τοὺς δαίμονας ἅπαντας. Οὐδείς με, φησὶν, ἐκείνων ἐκίνησε κατὰ σοῦ, οὐδὲ ἐνόμισά σε ἀνάξιον τῶν ἀγώνων τῶν ἐμῶν, ἀλλ’ ἐδεξάμην εἰς τὰ παλαί‐
25σματα, οὐκ ἀπὸ τῆς ἀξίας τῆς σῆς, ἀλλ’ ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας. Μένε τοίνυν καὶ ἀγωνίζου, κἂν τρέχειν δέῃ, κἂν πυκτεύειν, κἂν παγκρατιάζειν· μὴ ἀδήλως, μηδὲ ἁπλῶς, μηδὲ εἰκῆ. Ἄκουσον τί ἐποίη‐ σεν ὁ Παῦλος· Εὐθέως ἀπὸ τῶν ναμάτων ἀναβὰς,
30αὐτίκα ἀπὸ τοῦ βαπτίσματος ἠγωνίζετο, ἐκήρυττεν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ συνέχυνε τοὺς Ἰουδαίους ἀπὸ πρώτης. Ἀλλ’ οὐ δύνασαι κηρῦξαι σὺ, οὐδὲ ἔχεις διδασκαλικὸν λόγον; Οὐκοῦν δίδαξον διὰ τῶν ἔργων καὶ τῆς πολιτείας, διὰ τῆς λαμπρό‐
35τητος τῶν πράξεων. Λαμψάτω γὰρ, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Οὐ δύνασαι συγχέειν Ἰουδαίους διὰ τῆς φωνῆς; Ποίησον αὐτοὺς συγχυ‐
40θῆναι διὰ τῆς πολιτείας, ποίησον καὶ Ἕλληνας θορυβηθῆναι διὰ τῆς μεταβολῆς. Ὅταν γὰρ ἴδωσι τὸν πρὸ τούτου ἀσελγῆ, τὸν πονηρὸν, τὸν ἠμελημένον, τὸν διεφθαρμένον, ἀθρόον μεταβεβλημένον, καὶ μετὰ τῆς μεταβολῆς τῆς κατὰ τὴν χάριν, μεταβολὴν τὴν
45κατὰ τὴν πολιτείαν ἐνδεικνύμενον, οὐ συγχυθήσονται καὶ ἐροῦσιν, ὅπερ ἐπὶ τοῦ τυφλοῦ οἱ Ἰουδαῖοι ἔλεγόν ποτε, Οὗτός ἐστιν, οὐκ ἔστιν οὗτος, αὐτός ἐστι; Συγκεχυμένων γὰρ ταῦτα τὰ ῥήματα, ἀμφιβάλλειν περὶ τοῦ γνωρίμου, διαστασιάζειν πρὸς ἑαυτοὺς, τῷ

51

.

76

(50)

οἰκείῳ συνειδότι μὴ πιστεύειν, μηδὲ τοῖς ἑαυτῶν ὀφθαλμοῖς. Ἀπέβαλεν ἐκεῖνος τὴν σωματικὴν πήρω‐ σιν, ἀπέβαλες σὺ τὴν ψυχικὴν πήρωσιν· ἀνέβλεψεν ἐκεῖνος εἰς τὸν ἥλιον τοῦτον, ἀνάβλεψον σὺ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης. Ἐπέγνως τὸν Δεσπότην· ἄξια
55τοίνυν πρᾶξον τῆς ἐπιγνώσεως· ἵνα καὶ τῆς βασι‐ λείας τῶν οὐρανῶν ἐπιτύχῃς, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
60τῶν αἰώνων. Ἀμήν.73

51

.

77

(t1)

Συνάξεως διὰ χρόνου ἐν τῇ παλαιᾷ ἐκκλησίᾳ γενομένης, εἰς τὴν ἐπιγραφὴν τῶν Πράξεων τῶν
t2ἀποστόλων, καὶ ὅτι χρησιμώτερος βίος ἐνάρετος σημείων καὶ θαυμάτων, καὶ κατὰ τί διαφέρει πο‐
t3λιτεία σημείων.
4αʹ. Διὰ χρόνου πρὸς τὴν μητέρα ἡμῶν ἐπανήλθομεν
5πάλιν, τὴν ποθεινὴν καὶ ἐπέραστον ταύτην ἅπασιν ἐκκλησίαν, πρὸς τὴν μητέρα ἡμῶν καὶ τῶν ἐκκλη‐ σιῶν ἁπασῶν. Μήτηρ μὲν γὰρ, οὐχ ὅτι τῷ χρόνῳ πρεσβυτέρα μόνον ἐστὶν, ἀλλ’ ὅτι καὶ ὑπὸ ἀποστο‐ λικῶν ἐθεμελιώθη χειρῶν· διὰ τοῦτο πολλάκις καὶ
10κατασκαφεῖσα διὰ τὸ ὄνομα τοῦ Χριστοῦ, πάλιν ὠρ‐ θώθη διὰ τῆς δυνάμεως τοῦ Χριστοῦ. Οὐ γὰρ αἱ ἀπο‐ στολικαὶ μόνον αὐτὴν ἐθεμελίωσαν χεῖρες, ἀλλὰ καὶ τοῦ Δεσπότου τῶν ἀποστόλων ἡ ἀπόφασις ἐτείχισεν αὐτὴν καινῷ καὶ παραδόξῳ τειχισμοῦ τρόπῳ. Οὐ γὰρ
15ξύλα καὶ λίθους συνθεὶς, οὕτως ᾠκοδόμησε τὸν περί‐ βολον, οὐδὲ τάφρον ἔξωθεν περιελάσας, καὶ σκόλοπας καταπήξας, καὶ πύργους ἀναστήσας, οὕτως αὐτὴν ἠσφαλίσατο· ἀλλ’ ἐφθέγξατο δύο ῥήματα ψιλὰ μόνον, καὶ ταῦτα ἤρκεσεν ἀντὶ τείχους αὐτῇ, καὶ πύργου,
20καὶ τάφρου, καὶ ἀσφαλείας ἁπάσης. Καὶ τίνα ἐστὶ τὰ ῥήματα ταῦτα, ἃ τοσαύτην ἔχει τὴν ἰσχύν; Ἐπὶ τῇ πέτρᾳ ταύτῃ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν· καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Τοῦτό ἐστι τὸ τεῖχος, τοῦτο ὁ περίβολος, τοῦτο ἡ ἀσφάλεια,
25τοῦτο λιμὴν καὶ καταφυγή. Σὺ δέ μοι σκόπει κἀντεῦ‐ θεν τοῦ τείχους τὸ ἀῤῥαγές. Οὐ γὰρ εἶπεν, ὅτι ἀν‐ θρώπων ἐπιβουλαὶ οὐ κατισχύσουσιν αὐτῆς μόνον, ἀλλ’ ὅτι οὐδ’ αὐταὶ αἱ μηχαναὶ τοῦ ᾅδου· Πύλαι γὰρ, φησὶν, ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Οὐκ εἶπεν,
30Οὐ προσβαλοῦσιν αὐτῇ, ἀλλ’ ὅτι Οὐ κατισχύσου‐ σιν αὐτῆς· προσβαλοῦσι μὲν γὰρ, οὐ περιέσονται δὲ αὐτῆς. Ἀλλὰ τί ποτέ ἐστι, Πύλαι ᾅδου; τάχα γὰρ ἀσαφὲς τὸ εἰρημένον. Μάθωμεν τί ἐστι πύλη πόλεως, καὶ τότε εἰσόμεθα τί ἐστι πύλη ᾅδου. Πύλη
35πόλεώς ἐστιν εἴσοδος ἡ εἰς τὴν πόλιν· οὐκοῦν καὶ πύλη ᾅδου ἐστὶ κίνδυνος εἰς τὸν ᾅδην φέρων. Ὃ τοίνυν λέγει, τοιοῦτόν ἐστιν· Ἂν τοιοῦτοι κίνδυνοι καταῤ‐ ῥαγῶσι καὶ προσβάλωσιν, ὡς πρὸς αὐτὸν ἐνεγκεῖν ἡμᾶς τὸν ᾅδην, ἀπερίτρεπτος ἡ Ἐκκλησία μένει.
40Ἠδύνατο μὲν γὰρ μὴ ἀφεῖναι πεῖραν αὐτὴν λαβεῖν τῶν δεινῶν· τίνος οὖν ἕνεκεν ἀφῆκεν; Ὅτι πολλῷ μεῖζόν ἐστι τοῦ κωλῦσαι τοὺς πειρασμοὺς τὸ συγχω‐ ρήσαντα τοὺς πειρασμοὺς ἐλθεῖν, μηδὲν ἀφεῖναι δεινὸν ἐκ τῆς ἐπαγωγῆς τούτων παθεῖν. Διὰ τοῦτο ἀφῆκε
45πάντας ἐπελθεῖν τοὺς πειρασμοὺς, ἵνα δοκιμωτέραν αὐτὴν ἐργάσηται· γὰρ θλίψις ὑπομονὴν κατερ‐ γάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν. Καὶ ἵνα τὴν δύνα‐ μιν τὴν ἑαυτοῦ μετὰ πλείονος ἐπιδείξηται περιουσίας, ἐξ αὐτῶν τῶν πυλῶν τοῦ θανάτου ἐξαρπάζει αὐτήν.

51

.

77

(50)

Διὰ τοῦτο καὶ τὸ κλυδώνιον εἴασε γενέσθαι, καὶ βαπτισθῆναι τὸ σκάφος οὐκ εἴασεν. Οὕτω καὶ κυβερ‐ νήτην θαυμάζομεν, οὐχ ὅταν ἐξ οὐρίας πλέων, οὐδ’ ὅταν κατὰ πρύμναν ἱσταμένου τοῦ πνεύματος διασώσῃ τὸ σκάφος· ἀλλ’ ὅταν τῆς θαλάσσης στασιαζούσης,
55καὶ τῶν κυμάτων ἀγριουμένων, καὶ τοῦ χειμῶνοςColumn end

51

.

78

(4)

καταῤῥηγνυμένου, τὴν τέχνην πρὸς τὴν τῶν ἀνέμων
5ἀντιστήσας φορὰν, ἐκ μέσου τοῦ χειμῶνος ἐξαρπάσῃ τὸ πλοῖον. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε. Καθάπερ πλοῖον ἐν θαλάττῃ τὴν Ἐκκλησίαν ἐν τῇ οἰκουμένῃ φέρεσθαι πάλιν ἀφεὶς, οὐ κατέλυσε τὴν ζάλην, ἀλλ’ ἐξήρπασε τῆς ζάλης· οὐ κατέστειλε τὴν θάλασσαν,
10ἀλλ’ ἠσφαλίσατο τὴν ναῦν· καὶ διανισταμένων τῶν πανταχοῦ δήμων, καθάπερ κυμάτων ἀγρίων, καὶ προσβαλόντων αὐτῇ τῶν πνευμάτων τῶν πονηρῶν, καθάπερ χαλεπῶν ἀνέμων, καὶ πάντοθεν ἐγειρομένου τοῦ χειμῶνος, πολλὴν τῇ Ἐκκλησίᾳ τὴν γαλήνην
15ἐποίει· καὶ τὸ δὴ θαυμαστὸν, ὅτι οὐ μόνον ὁ χειμὼν οὐ κατέκλυσε τὴν ναῦν, ἀλλ’ ὅτι καὶ τὸν χειμῶνα ἡ ναῦς κατέλυσεν. Οἱ γὰρ διωγμοὶ οἱ συνεχεῖς οὐ μόνον οὐ κατεπόντισαν τὴν Ἐκκλησίαν, ἀλλὰ καὶ διελύθη‐ σαν ὑπὸ τῆς Ἐκκλησίας. Πῶς καὶ τίνα τρόπον, καὶ
20πόθεν; Ἀπὸ τῆς ἀποφάσεως ταύτης τῆς λεγούσης, Πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Πόσα ἔκα‐ μον Ἕλληνες, ὥστε τὸ ῥῆμα τοῦτο καθελεῖν, ὥστε ἄκυρον ποιῆσαι τὴν ἀπόφασιν, καὶ οὐκ ἴσχυσαν κατα‐ λῦσαι; Θεοῦ γὰρ ἡ ἀπόφασις ἦν. Καὶ καθάπερ πύργον
25ἐξ ἀδαμαντίνων λίθων συγκείμενον, σιδήρῳ συνδεδε‐ μένον ἀκριβῶς, οἱ πολέμιοι πανταχόθεν βάλλοντες, οὔτε τὴν οἰκοδομὴν χαυνοῦσιν, οὔτε τὴν ἁρμονίαν παραλύουσιν, ἀλλ’ ἀπέρχονται τὸν μὲν πύργον μηδὲν καταβλάψαντες, μηδὲ ποιήσαντές τι κακὸν, τὴν δὲ
30ἑαυτῶν καταλύσαντες δύναμιν· οὕτω δὴ καὶ τὸ ῥῆμα τοῦτο, καθάπερ πύργον ὑψηλὸν ἐν μέσῃ τῇ οἰκουμένῃ μετὰ ἀσφαλείας τετειχισμένον, οἱ Ἕλληνες παντα‐ χόθεν βάλλοντες, αὐτόν τε ἰσχυρὸν ἀπέφηναν, τὴν δὲ ἑαυτῶν καταλύσαντες ἰσχὺν, οὕτως ἀπέθανον. Τί γὰρ
35οὐκ ἐμηχανήσαντο κατὰ τῆς ἀποφάσεως ταύτης; Στρατόπεδα παρεσκευάζετο, ὅπλα ἐκινεῖτο, βασιλεῖς καθωπλίζοντο, δῆμοι διηγείροντο, πόλεις διανίσταντο, δικασταὶ παρωξύνοντο, ἅπαν τιμωρίας εἶδος ἐπενοεῖτο· οὐδεὶς παρελιμπάνετο κολάσεως τρόπος·
40πῦρ, καὶ σίδηρος, καὶ θηρίων ὀδόντες, καὶ κρη‐ μνοὶ, καὶ καταποντισμοὶ, καὶ βάραθρον, καὶ ξύλον, καὶ σταυρὸς, καὶ κάμινος, καὶ πάντα ὅσα ὤφθη πώ‐ ποτε βασανιστήρια εἰς μέσον ἐφέροντο· ἀπειλῶν ὄγκος ἄφατος, τιμῶν ὑποσχέσεις ἄφατοι, ὥστε ἐκείνῳ μὲν
45φοβῆσαι τῷ τρόπῳ, τούτῳ δὲ ἐκλῦσαι καὶ δελεάσαι. Οὐδὲν γοῦν ἀπάτης, οὐ βίας παρελιμπάνετο εἶδος. Καὶ γὰρ πατέρες παῖδας παρέδωκαν, καὶ παῖδες πατέρας ἠγνόησαν· μητέρες ὠδίνων ἐπελάθοντο· καὶ οἱ τῆς φύσεως ἀνετράπησαν νόμοι. Ἀλλ’ ὅμως οἱ θεμέλιοι

51

.

78

(50)

τῆς Ἐκκλησίας οὐδὲ οὕτως ἐσαλεύθησαν· ἀλλὰ διὰ
τῆς συγγενείας αὐτῆς ὁ πόλεμος ἤρετο καὶ τῶν τει‐75

51

.

79

χῶν αὐτῆς οὐχ ἥψατο, διὰ τὸ ῥῆμα ἐκεῖνο τὸ λέγον, Ὅτι πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς. Μὴ γὰρ ἴδῃς, ὅτι ῥῆμα ἦν, ἀλλ’ ὅτι ῥῆμα Θεοῦ. Καὶ γὰρ τὸν οὐρανὸν ῥήματι ἐστερέωσεν ὁ Θεὸς, καὶ τὴν γῆν ῥή‐
5ματι ἐθεμελίωσεν ἐπὶ τῶν ὑδάτων, τὴν πυκνὴν ταύτην καὶ βαρεῖαν φύσιν ἐπὶ τῆς χαυνοτάτης ἐκείνης καὶ διαῤῥεούσης ποιήσας φέρεσθαι· καὶ τὴν θάλασσαν τὴν ἀφόρητον ταῖς βίαις, ἐκείνην τὴν τοσαῦτα ἔχου‐ σαν κύματα, ἀσθενεῖ τειχίῳ τῇ ψάμμῳ πανταχόθεν
10ἐτείχισε διὰ ῥήματος. Ὁ τοίνυν διὰ ῥήματος τὸν οὐ‐ ρανὸν στερεώσας, τὴν γῆν θεμελιώσας, τὴν θάλασσαν περιφράξας, τί θαυμάζεις, εἰ τὴν οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης τιμιωτέραν Ἐκκλησίαν διὰ τοῦ ῥήμα‐ τος τούτου πάλιν ἐτείχισεν;
15 βʹ. Ἀλλ’ ἐπειδὴ οὕτως ἡ οἰκοδομὴ ἄσειστος, οὕτω τὸ τεῖχος ἀῤῥαγὲς, ἴδωμεν πῶς κατεβάλλοντο οἱ ἀπό‐ στολοι τοὺς θεμελίους, πόσον βάθος ἔσκαψαν, ὥστε ἄσειστον γενέσθαι τὴν οἰκοδομήν. Οὐκ ἔσκαψαν βά‐ θος, οὐκ ἐδεήθησαν πόνου τοσούτου. Διὰ τί; Παλαιὸν
20εὗρον θεμέλιον καὶ ἀρχαῖον, τὸν τῶν προφητῶν. Κα‐ θάπερ οὖν ἄνθρωπος μέλλων οἰκίαν μεγίστην οἰκοδο‐ μεῖν, ἐπειδὰν εὕρῃ θεμέλιον παλαιὸν καὶ ἰσχυρὸν καὶ ἀῤῥαγῆ, οὐκ ἀναμοχλεύει τὸν θεμέλιον, οὐ κινεῖ τοὺς λίθους, ἀλλ’ ἀφεὶς ἑστάναι ἀκίνητον, οὕτως ἐπιτίθησι
25τὴν νέαν καὶ πρόσφατον οἰκοδομήν· οὕτω καὶ οἱ ἀπό‐ στολοι μέλλοντες τὸ μέγα τοῦτο οἰκοδόμημα οἰκοδο‐ μεῖν, τὴν πανταχοῦ τῆς οἰκουμένης Ἐκκλησίαν ἱδρυ‐ μένην, οὐ διέσκαψαν βάθος, ἀλλ’ εὑρόντες παλαιὸν θεμέλιον, τὸν τῶν προφητῶν, οὐκ ἀνεμόχλευσαν
30ἐκεῖνον, οὐκ ἐκίνησαν τὴν οἰκοδομὴν καὶ τὴν διδα‐ σκαλίαν, ἀλλ’ ἀφέντες αὐτὴν μένειν ἀκίνητον, οὕτως ἐπέθηκαν τὴν παρ’ ἑαυτῶν διδασκαλίαν, τὴν νέαν ταύτην τῆς Ἐκκλησίας πίστιν. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐκίνησαν τὸν παλαιὸν θεμέλιον, ἀλλ’ ἐπάνω αὐ‐
35τοῦ ᾠκοδόμησαν, ἄκουσον αὐτοῦ τοῦ σοφοῦ ἀρχι‐ τέκτονος Παύλου λέγοντος ἡμῖν τῆς οἰκοδομῆς τὴν ἀκρίβειαν· αὐτὸς γάρ ἐστιν ὁ σοφὸς ἀρχιτέκτων. Ὡς σοφὸς γὰρ, φησὶν, ἀρχιτέκτων θεμέλιον τέθεικα. Ἀλλ’ ἴδωμεν πῶς αὐτὸν τέθεικε τὸν θεμέλιον. Ἐπάνω,
40φησὶν, ἑτέρου θεμελίου παλαιοῦ, τοῦ τῶν προφη‐ τῶν. Πόθεν τοῦτο δῆλον; Οὐκ ἔτι ἐστὲ ξένοι, φησὶν, ἀλλὰ συμπολῖται τῶν ἁγίων, ἐποικοδομη‐ θέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προ‐ φητῶν. Εἶδες θεμέλιον καὶ θεμέλιον, τὸν μὲν τῶν
45προφητῶν, τὸν δὲ τῶν ἀποστόλων ἀνωτέρω κείμε‐ νον. Καὶ τὸ δὴ θαυμαστὸν, οὐκ εὐθέως μετὰ τοὺς προφήτας ἦλθον οἱ ἀπόστολοι, ἀλλὰ πολὺς μεταξὺ παρεγένετο χρόνος. Τί δήποτε; Ὅτι οἱ ἄριστοι τῶν οἰκοδόμων τοῦτο ποιοῦσιν· ἐπειδὰν καταβάλλωνται

51

.

79

(50)

θεμέλιον, οὐκ εὐθέως ἐπιτιθέασι τὴν οἰκοδομὴν, ἵνα μὴ ἁπαλωτέρα καὶ πρόσφατος οὖσα τοῦ θεμελίου ἡ ἐργασία, ἀδυνατήσῃ τῶν τειχῶν ἐνεγκεῖν τὸ βάρος. Διὰ τοῦτο ἀφέντες χρόνῳ πολλῷ παγῆναι τοὺς λίθους, ἐπειδὰν ἴδωσιν ἀκριβῶς σφιγέντας, τότε ἐπιτιθέασι
55καὶ τῶν τοίχων τὸ βάρος. Οὕτω καὶ ὁ Χριστὸς ἐποί‐ ησεν· ἀφεὶς παγῆναι τὸν θεμέλιον τῶν προφητῶν ἐν ταῖς τῶν ἀκουσάντων ψυχαῖς, καὶ γενέσθαι βεβαίαν τὴν διδασκαλίαν, ὅτε εἶδεν ἄσειστον οὖσαν τὴν οἰκο‐
δομὴν, ὅτε παγέντα τὰ δόγματα τὰ ἱερὰ, ὥστεColumn end

51

.

80

δυνηθῆναι τὴν κατὰ τὴν καινὴν φιλοσοφίαν ἐνεγκεῖν, τότε ἀπέστειλε τοὺς ἀποστόλους, ἐπὶ τῷ θεμελίῳ τῶν προφητῶν τοὺς τοίχους τῆς Ἐκκλησίας ἀναστήσον‐ τας. Διὰ τοῦτο οὐκ εἶπεν, Οἰκοδομηθέντες ἐπὶ τῷ θεμε‐
5λίῳ τῶν προφητῶν, ἀλλ’ Ἐποικοδομηθέντες, ἐπάνω οἰκοδομηθέντες. Ἀλλ’ ἴδωμεν πῶς ᾠκοδομήθησαν. Πόθεν οὖν εἰσόμεθα; Πόθεν δὲ ἄλλοθεν, ἀλλ’ ἢ ἀπὸ τῆς βίβλου τῶν Πράξεων, περὶ ἧς καὶ ἐν ταῖς ἔμπρο‐ σθεν ὑμῖν ἡμέραις διελέχθημεν; Τάχα γάρ τι καὶ
10μικρὸν ἐκεῖθεν ὑμῖν ὀφείλομεν χρέος, ὅπερ ἀνάγκη καταθεῖναι σήμερον. Τί οὖν ἐστι τὸ χρέος; Αὐτὴν τοῦ βιβλίου τὴν ἐπιγραφὴν ἑρμηνεῦσαι σπουδάσωμεν. Οὐ γὰρ ψιλή τίς ἐστι καὶ σαφὴς, καθὼς πολλοὶ νομί‐ ζουσιν, ἀλλὰ δεῖται καὶ ἐξετάσεως. Τίς οὖν ἡ ἐπι‐
15γραφὴ τοῦ βιβλίου; Πράξεις ἀποστόλων. Οὐ δοκεῖ σαφὲς εἶναι; οὐ δοκεῖ γνώριμον, καὶ δῆλον ἅπασιν; Ἀλλ’ ἂν παρακολουθῆτε τοῖς λεγομένοις, ὄψεσθε ὅσον τὸ βάθος τῆς ἐπιγραφῆς ταύτης. Διὰ τί γὰρ οὐκ εἶπε, Θαύματα ἀποστόλων; διὰ τί οὐκ ἐπέγραψε,
20Σημεῖα ἀποστόλων, ἢ Δυνάμεις καὶ τέρατα ἀποστό‐ λων· ἀλλὰ Πράξεις ἀποστόλων; Οὐ γὰρ τὸ αὐτό ἐστι πράξεις καὶ σημεῖα, οὐ τὸ αὐτὸ πράξεις καὶ θαύματα· οὐ τὸ αὐτό ἐστι πράξεις, καὶ τέρατα, καὶ δυνάμεις· ἀλλὰ πολλὴ ἡ διαφορὰ τούτων ἑκατέρων.
25Πρᾶξις μὲν γάρ ἐστιν οἰκείας σπουδῆς κατόρθωμα, θαῦμα δὲ θείας δωρεᾶς χάρισμα. Εἶδες ὅσον τὸ μέσον πράξεως καὶ θαύματος; Πρᾶξίς ἐστιν ἀνθρωπίνων ἱδρώτων συντέλεσμα, θαῦμά ἐστι θείας φιλοτιμίας ἐπίδειξις· πρᾶξίς ἐστιν ἐκ τῆς ἡμετέρας προαιρέσεως
30τὴν ἀρχὴν ἔχουσα, θαῦμά ἐστιν ἐκ τῆς τοῦ Θεοῦ χάριτος τὰ προοίμια λαμβάνον, καὶ τὸ μὲν τῆς ἄνωθεν ῥοπῆς, τὸ δὲ τῆς κάτωθεν γνώμης. Πρᾶξις ἐξ ἀμφο‐ τέρων ὑφαίνεται, καὶ ἐξ ἡμετέρας σπουδῆς, καὶ ἐκ θείας χάριτος· τὸ δὲ θαῦμα γυμνὴν ἐπιδείκνυται τὴν
35ἄνωθεν χάριν, οὐδὲν τῶν ἡμετέρων ἱδρώτων δεόμενον. Πρᾶξίς ἐστιν ἐπιεικῆ εἶναι, σώφρονα, μέτριον, ὀργῆς κρατεῖν, ἐπιθυμίας καταγωνίζεσθαι, ἐλεημοσύ‐ νας ποιεῖν, φιλανθρωπίαν ἐπιδείκνυσθαι, ἅπασαν ἀσκεῖν ἀρετήν· τοῦτο πρᾶξίς ἐστι, καὶ πόνος, καὶ ἱδρὼς ἡμέ‐
40τερος. Θαῦμά ἐστι δαίμονας ἀπελαύνειν, τυφλωθέντας ὀφθαλμοὺς ἀνοίγειν, λεπρῶν τὰ σώματα καθαίρειν, διαλελυμένα μέλη σφίγγειν, νεκροὺς ἐγείρειν, ἕτερα τοιαῦτα θαυματουργεῖν. Εἶδες πόσον τὸ μέσον πράξεων καὶ θαυμάτων, πολιτείας καὶ σημείων, τῆς ἡμετέρας
45σπουδῆς καὶ τῆς τοῦ Θεοῦ χάριτος; γʹ. Βούλει καὶ ἑτέραν σοι δείξω διαφοράν; Διὰ γὰρ ὑμᾶς σήμερον ἅπαντα τὸν λόγον τοῦτον ἐκίνησα, ὥστε μαθεῖν τὸ θαῦμα καὶ τὸ σημεῖον. Τὸ θαῦμα μεῖζον μέν ἐστι, καὶ φρικωδέστερον, καὶ τὴν ἡμετέραν

51

.

80

(50)

ὑπερβαῖνον φύσιν· ἡ δὲ πρᾶξις καὶ ἡ πολιτεία ἔλαττον μὲν τῶν σημείων, χρησιμώτερον δὲ καὶ κερδαλεώ‐ τερον· πόνων γάρ ἐστιν ἀμοιβὴ καὶ σπουδῆς μισθός. Καὶ ἵνα μάθῃς ὅτι ἡ πρᾶξις τοῦ σημείου κερδαλεω‐ τέρα καὶ χρησιμωτέρα, πρᾶξις μὲν ἀγαθὴ καὶ χωρὶς
55σημείων εἰς τὸν οὐρανὸν τοὺς κατωρθωκότας εἰσήγαγε, θαῦμα δὲ καὶ σημεῖα χωρὶς πολιτείας οὐκ ἴσχυσε πρὸς τὰ πρόθυρα χειραγωγῆσαι ἐκεῖνα. Καὶ πῶς, ἐγὼ
δείξω· ὑμεῖς δὲ παρατηρεῖτε πῶς τὴν προεδρίαν αἱ77

51

.

81

πράξεις ἔχουσι κατὰ τὴν τῶν μισθῶν ἀμοιβήν· πῶς τὰ μὲν σημεῖα καθ’ ἑαυτὰ ὄντα οὐ σώζει τοὺς ποιοῦν‐ τας, ἡ δὲ πρᾶξις καθ’ ἑαυτὴν οὖσα, οὐδενὸς ἑτέρου δεῖται πρὸς σωτηρίαν τῶν κεκτημένων. Πολλοὶ ἐροῦσί
5μοι, φησὶν ὁ Χριστὸς, ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ τῷ σῷ ὀνόματι προεφητεύσαμεν; τοῦτο σημεῖον καὶ θαῦμα· Οὐ τῷ σῷ ὀνόματι δαιμόνια πολλὰ ἐξεβάλομεν, καὶ δυνάμεις πολλὰς ἐποιήσα‐ μεν; Ὁρᾷς πανταχοῦ σημεῖα καὶ θαύματα· ἴδωμεν
10τί φησιν ὁ Θεός. Ἐπειδὴ γυμνὰ τὰ θαύματα, καὶ οὐ‐ δαμοῦ πολιτεία, Πορεύεσθε, φησὶν, ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς, οἱ ἐργαζόμενοι τὴν ἀνομίαν. Εἰ οὐκ οἶ‐ δας αὐτοὺς, πῶς οἶδας αὐτοὺς, εἰ ἐργάζονται τὴν ἀνομίαν; Ἵνα μάθῃς, ὅτι τὸ, Οὐκ οἶδα ὑμᾶς, οὐκ
15ἀγνοίας ἐστὶν, ἀλλὰ μίσους καὶ ἀποστροφῆς. Οὐκ οἶδα ὑμᾶς. Τίνος ἕνεκεν, εἰπέ μοι; Οὐ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν; Διὰ τοῦτο γὰρ ὑμᾶς μισῶ καὶ ἀποστρέφομαι, φησὶν, ὅτι οὐδὲ ταῖς δωρεαῖς βελτίους ἐγένεσθε, ὅτι τοσαύτης ἀπολαύσαντες τιμῆς
20ἐμείνατε ἐπὶ τῆς αὐτῆς κακίας. Πορεύεσθε ἀπ’ ἐμοῦ, οὐκ οἶδα ὑμᾶς. Τί οὖν; Τὸ παλαιὸν ἀνάξιοι ἐλάμβανον χαρίσματα, καὶ διεφθαρμένοι τὸν βίον σημεῖα ἐπεδείκνυντο, καὶ θείας ἀπήλαυον δωρεᾶς, τῆς πολιτείας οὐκ ἐπιμε‐
25λούμενοι τῆς ἀρίστης; Ἀπήλαυον διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, οὐ διὰ τὴν οἰκείαν ἀξίαν. Ἔδει γὰρ πανταχοῦ σπαρῆναι τῆς εὐσεβείας τὸν λόγον, ἐπειδὴ ἀρχὴ καὶ προοίμια τῆς πίστεως ἦν. Καθάπερ οὖν γηπόνος ἄριστος νεόφυτον δένδρον τοῖς κόλποις τῆς γῆς
30ἄρτι παρακατατιθέμενος, ἁπαλὸν ὑπάρχον ἔτι πολλῆς ἐπιμελείας ἀξιοῖ, πανταχόθεν περιφράττων, τειχίζων καὶ λίθοις καὶ ἀκάνθαις, ὥστε μὴ ὑπὸ ἀνέ‐ μων ἀνασπασθῆναι, μήτε ὑπὸ θρεμμάτων ἀδικηθῆναι, μήτε ὑπὸ ἄλλης τινὸς ἐπηρεασθῆναι βλάβης· ἐπειδὰν
35δὲ παγὲν καὶ πρὸς ὕψος ἀναδραμὸν ἴδῃ, περιαιρεῖ τὰ τειχία· ἀρκεῖ γὰρ αὐτὸ τὸ δένδρον πρὸς τὸ μηδὲν τοιοῦτον παθεῖν· οὕτω καὶ ἐπὶ τῆς πίστεως γέγονεν. Ὅτε νεόφυτος ἦν, ὅτε ἁπαλὴ ὑπῆρχεν, ὅτε προσφά‐ τως ἐν ταῖς τῶν ἀνθρώπων κατεβλήθη ψυχαῖς, πολ‐
40λῆς ἐπιμελείας ἠξιοῦτο πάντοθεν· ἐπειδὴ δὲ ἐπάγη καὶ ἐῤῥιζώθη καὶ πρὸς ὕψος ἀνέδραμεν, ἐπειδὴ πᾶσαν τὴν οἰκουμένην ἐπλήρωσε, καὶ περιῆρε τὰ τειχία, καὶ τὰ ἀσφαλίσματα λοιπὸν ἀνεῖλεν ὁ Χριστός. Διὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν καὶ ἀναξίοις χαρίσματα
45ἐδίδοτο· χρείαν γὰρ εἶχε τὸ παλαιὸν, τῆς πίστεως ἕνεκα, ταύτης τῆς βοηθείας· νῦν δὲ οὐδὲ ἀξίοις δί‐ δοται· ἡ γὰρ ἰσχὺς τῆς πίστεως οὐκέτι ταύτης δεῖται τῆς συμμαχίας. Καὶ ἵνα μάθῃς ὅτι οὐκ ἐψεύδοντο ἐκεῖνοι, ἀλλὰ ἀληθῶς σημεῖα ἐποίησαν, καὶ ἀναξίοις

51

.

81

(50)

ἀνθρώποις χαρίσματα ἐδίδοτο, καὶ ἵνα πρὸς τοῖς εἰρη‐ μένοις καὶ ἕτερόν τι κατορθωθῇ, καὶ τὴν τοῦ Θεοῦ δωρεὰν αἰδεσθέντες ἐκεῖνοι ἀποθῶνται τὴν πονηρίαν, Ἰούδας ὁ τῶν δώδεκα παρὰ πᾶσιν ὁμολογεῖται, ὅτι σημεῖα ἐποίει, ὅτι δαίμονας ἐξέβαλλεν, ὅτι νεκροὺς
55ἤγειρεν, ὅτι λεπροὺς ἐκάθηρεν· ἀλλ’ ὅμως ἐξέπεσε
τῆς βασιλείας τῶν οὐρανῶν. Οὐ γὰρ ἴσχυσεν αὐτὸνColumn end

51

.

82

σῶσαι τὰ σημεῖα, ἐπειδὴ λῃστὴς, καὶ κλέπτης, καὶ τοῦ Δεσπότου προδότης ἐγένετο. Ὅτι μὲν τὰ σημεῖα οὐκ ἰσχύει σῶσαι χωρὶς πολιτείας ἀρίστης καὶ βίου καθαροῦ καὶ διηκριβωμένου, ἀπὸ τούτων ἀποδέδει‐
5κται· ὅτι δὲ πολιτεία οὐκ ἔχουσα τὴν ἀπὸ τῶν ση‐ μείων παραμυθίαν, οὐδὲ σύμμαχον λαβοῦσα ἐκείνην, ἀλλ’ αὕτη καθ’ ἑαυτὴν φανεῖσα, ἴσχυσε μετὰ παῤῥη‐ σίας εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἄκου‐ σον αὐτοῦ τοῦ Χριστοῦ λέγοντος· Δεῦτε, οἱ εὐλογη‐
10μένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοι‐ μασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Διὰ τί; ὅτι νεκροὺς ἤγειραν; ὅτι λεπροὺς ἐκάθηραν; ὅτι δαίμονας ἤλασαν; Οὐχί· ἀλλὰ διὰ τί; Πεινῶντα εἴδετέ με, φησὶ, καὶ ἐθρέψατε· διψῶντα, καὶ ἐποτί‐
15σατέ με· γυμνὸν, καὶ περιεβάλετέ με· ξένον, καὶ συν‐ ηγάγετε. Οὐδαμοῦ θαύματα, ἀλλὰ πανταχοῦ πολιτεία. Ὥσπερ οὖν ἐκεῖ πανταχοῦ θαύματα, καὶ εὐθέως κό‐ λασις, ἐπειδὴ γυμνὰ τὰ θαύματα τῆς πολιτείας· οὕτω καὶ ἐνταῦθα πανταχοῦ πολιτεία, καὶ οὐδαμοῦ θαύ‐
20ματα, καὶ εὐθέως ἡ σωτηρία· ἐπειδὴ ἰσχύει καθ’ ἑαυτὴν σῶσαι ἡ ἀρίστη πολιτεία τοὺς κεκτημένους αὐτήν. Διὰ τοῦτο καὶ ὁ μακάριος οὗτος, καὶ γενναῖος, καὶ θαυμάσιος Λουκᾶς οὕτως ἐπέγραψε τὸ βιβλίον, Πράξεις ἀποστόλων, οὐ θαύματα ἀποστόλων· καί‐
25τοι καὶ θαύματα πεποιήκασιν. Ἀλλ’ ἐκεῖνα μὲν καιρῷ γέγονε, καὶ παρῆλθε· ταῦτα δὲ διὰ παντὸς τοῦ χρό‐ νου πάντας ἐπιδείκνυσθαι χρὴ τοὺς σώζεσθαι μέλλον‐ τας. Ἐπεὶ οὖν οὐ πρὸς τὰ σημεῖα, ἀλλὰ πρὸς τὰς πράξεις τῶν ἀποστόλων ὁ ζῆλος ἡμῖν, διὰ τοῦτο οὕ‐
30τως τὸ βιβλίον ἐπέγραψεν. Ἵνα γὰρ μὴ λέγῃς, μᾶλλον δὲ ἵνα μὴ λέγωσιν οἱ ῥᾴθυμοι, ἐπειδὰν αὐτοὺς παρακαλοῦμεν πρὸς τὴν μίμησιν τῶν ἀποστόλων, καὶ λέγομεν· Μίμησαι Πέτρον, ζήλωσον Παῦλον, γενοῦ κατὰ Ἰωάννην, ἀκολούθησον Ἰάκωβον· ἵνα μὴ λέγω‐
35σιν, Οὐ δυνάμεθα, οὐδὲ ἰσχύομεν, ἐκεῖνοι γὰρ νεκροὺς ἀνέστησαν, λεπροὺς ἐκάθηραν, ἐπιστομίζων ἡμῶν τὴν ἀναίσχυντον ἀπολογίαν, Σιώπα, φησὶ, πεφίμωσο· οὐ θαύματα, ἀλλὰ πολιτεία εἰς τὴν βασιλείαν εἰσάγει τῶν οὐρανῶν.
40 Ζήλωσον τοίνυν τὴν πολιτείαν τῶν ἀποστόλων, καὶ οὐδὲν ἔλαττον ἕξεις τῶν ἀποστόλων. Οὐ γὰρ τὰ ση‐ μεῖα ἀποστόλους ἐποίησεν, ἀλλ’ ὁ βίος ὁ καθαρός. Καὶ ὅτι τοῦτό ἐστι τὸ γνώρισμα τῆς ἀποστολικῆς εἰ‐ κόνος, καὶ τοῦ χαρακτῆρος τῶν μαθητῶν, ἄκουσον
45τοῦ Χριστοῦ τοῦτο δηλοῦντος τὸ σημεῖον. Χαρακτη‐ ρίζων γὰρ τῶν μαθητῶν τὰς εἰκόνας, καὶ δεικνὺς τί ποτέ ἐστιν ἀποστολῆς γνώρισμα, οὕτως εἶπεν· Ἐν τούτῳ γνώσονται πάντες, ὅτι μαθηταί μου ἐστέ. Ἐν τούτῳ, ποίῳ; ἐν τῷ θαύματα ποιεῖν; ἐν τῷ νε‐

51

.

82

(50)

κροὺς ἐγείρειν; Οὐχὶ, φησίν· ἀλλ’ ἐν τίνι; Ἐν τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἡ δὲ ἀγάπη οὐχὶ θαυμάτων, ἀλλὰ πολιτείας ἐστί. Πλήρωμα γὰρ νόμου ἡ ἀγάπη. Εἶδες τὸ γνώρισμα τῶν μαθητῶν; εἶδες τὴν εἰκόνα
55τῆς ἀποστολῆς; εἶδες τὴν μορφήν; εἶδες τὸν τύπον; μηδὲν πλέον ζήτει· ὁ γὰρ Δεσπότης ἀπεφήνατο, ὅτι ἀγάπη χαρακτηρίζει τοὺς μαθητάς. Ἂν τοίνυν ἔχῃς ἀγάπην, ἀπόστολος γέγονας, καὶ τῶν ἀποστόλων
πρῶτος.79

51

.

83

δʹ. Βούλει ἑτέρωθεν τοῦτο μαθεῖν; Πρὸς Πέτρον εἰπὼν ὁ Χριστὸς, Πέτρε, φιλεῖς με πλέον τούτων; φησί. Τούτου δὲ ἴσον οὐδὲν εἰς τὸ τυχεῖν βασιλείας οὐρανῶν, ἀλλ’ ὅταν φανῶμεν τὸν Χριστὸν φιλοῦντες, ὡς φι‐
5λεῖν δεῖ. Καὶ τὸ γνώρισμα εἶπε. Τί ποτ’ οὖν ἐστι τοῦτο; καὶ τί ποιοῦντες δυνάμεθα φιλεῖν πλέον τῶν ἀποστόλων; ἆρα τοὺς νεκροὺς ἐγείροντες; ἢ ἄλλα τινὰ θαύματα ἐπιδεικνύμενοι; Οὐδαμῶς· ἀλλὰ τί ποιοῦντες; Αὐτοῦ τοῦ φιλουμένου Χριστοῦ ἀκούσω‐
10μεν. Εἰ γὰρ φιλεῖς με, φησὶ, πλέον τούτων, ποί‐ μαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἐνταῦθα πολιτεία εὐδοκιμεῖ. Τὸ γὰρ κηδεμονικὸν, τὸ συμπαθητικὸν, τὸ προστατικὸν, τὸ μὴ τὰ ἑαυτοῦ ζητεῖν, ἀλλὰ πάντα, ἃ τὸν ποιμαίνοντα ἔχειν δεῖ, πάντα ταῦτα πολιτείας
15ἐστὶν, οὐχὶ θαυμάτων, οὐδὲ σημείων. Ἀλλ’ ἐκεῖνοι, φησὶ, διὰ τὰ θαύματα τοιοῦτοι γεγόνασιν. Οὐχὶ διὰ τὰ θαύματα, ἀλλὰ διὰ τὴν πολιτείαν, καὶ ἐντεῦθεν μάλιστα ἔλαμψαν. Διὰ τοῦτό φησιν αὐτοῖς· Λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ἵνα ἴδω‐
20σιν οἱ ἄνθρωποι οὐχὶ τὰ θαύματα, ἀλλὰ τὰ καλὰ ἔργα ὑμῶν, καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν διαλάμπου‐ σαν, τὸν βίον τὸν ἐνάρετον θαυμαζόμενον; Βούλει σοι δείξω καὶ αὐτὸν τὸν Πέτρον, τοῦτον τὸν κορυφαῖον τῶν
25ἀποστόλων, καὶ πολιτείαν ἐπιδειξάμενον μεγίστην, καὶ θαύματα ποιήσαντα ὑπερβαίνοντα ἀνθρωπίνην φύσιν, καὶ ἀμφότερα παράλληλα κείμενα, καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν, καὶ ἀπὸ τῆς πολιτείας μᾶλλον, ἢ ἀπὸ τῶν σημείων τιμηθέντα; Ἄκουε τῆς ἱστορίας ταύ‐
30της· Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν περὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐννάτην. Μὴ παραδράμῃς ἁπλῶς τὸ διήγημα, ἀλλ’ εὐθέως ἐπίστα τῷ προοιμίῳ, καὶ μάθε πόση ἦν ἡ ἀγάπη καὶ ἡ συμφωνία καὶ ἡ ὁμόνοια, καὶ πῶς πανταχοῦ οὗτοι
35ἐκοινώνουν ἀλλήλοις, καὶ συνδεδεμένοι τῷ δεσμῷ τῆς κατὰ Θεὸν φιλίας, ἅπαντα ἔπραττον, καὶ ἐν τραπέζῃ καὶ ἐν εὐχῇ καὶ ἐν βαδίσει καὶ ἐν τοῖς ἄλλοις ἅπασι μετὰ ἀλλήλων ἐφαίνοντο. Εἰ δὲ ἐκεῖνοι οἱ στῦλοι, οἱ πύργοι, οἱ πολλὴν παῤῥησίαν ἔχοντες πρὸς τὸν Θεὸν,
40τῆς παρ’ ἀλλήλων ἐδέοντο βοηθείας, καὶ ὑπὸ τῆς παρ’ ἀλλήλων συμμαχίας διωρθοῦντο, πόσῳ μᾶλλον ἡμεῖς οἱ ἀσθενεῖς, καὶ ταλαίπωροι, καὶ οὐδενὸς ἄξιοι λόγου, τῆς ἀλλήλων δεησόμεθα βοηθείας; Ἀδελφὸς γὰρ ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά· καὶ
45πάλιν· Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ’ ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό; Πέτρος καὶ Ἰωάν‐ νης ἦσαν, καὶ τὸν Ἰησοῦν εἶχον μέσον· Ὅπου γὰρ ἂν ὦσι συνηγμένοι δύο ἢ τρεῖς, φησὶν, ἐν τῷ ὀνό‐ ματί μου, ἐγὼ ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἶδες πό‐

51

.

83

(50)

σον ἐστὶ τὸ ἐπὶ τὸ αὐτὸ εἶναι; Οὐχ ἁπλῶς δὲ ἦσαν ἐπὶ τὸ αὐτὸ, ἐπὶ καὶ νῦν ἐπὶ τὸ αὐτὸ πάντες ἐσμέν· ἀλλ’ ἐπὶ τὸ αὐτὸ εἶναι χρὴ τῷ συνδέσμῳ τῆς ἀγάπης, τῇ διαθέσει τῆς προαιρέσεως· καὶ ὥσπερ τὰ σώματα ἡμῶν ἐγγὺς ἀλλήλων ἐστὶ νῦν, καὶ συσφίγγεται ἐπὶ
55τὸ αὐτὸ, οὕτω καὶ τὰς καρδίας συσφίγγεσθαι χρή. Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερόν. Ἐσχίσθη τὸ καταπέτασμα, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων, ἀνῃρέθη ἡ ἐν ἑνὶ τόπῳ προσκύνησις. Ὁ Παῦ‐ λος βοᾷ λέγων· Ἐν παντὶ τόπῳ ἐπαίρετε ὁσίους
60χεῖρας. Τί τοίνυν τρέχουσιν αὐτοὶ εἰς τὸ ἱερὸν προσ‐ εύξασθαι; πάλιν ἐπὶ τὴν Ἰουδαϊκὴν ἦλθον ἀσθένειαν; Μὴ γένοιτο! ἀλλὰ συγκαταβαίνουσι τοῖς ἀσθενεστέ‐ ροις, ἐκεῖνο πληροῦντες τὸ ῥῆμα Παύλου, τὸ λέγον· Ἑγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος. Συγκατα‐
65βαίνουσι τοῖς ἀσθενέσιν, ἵνα μὴ μείνωσιν ἀσθενεῖςColumn end

51

.

84

ἐκεῖνοι. Ἄλλως δὲ καὶ ἐκεῖ συνήγετο πᾶσα ἡ πόλις. Καθάπερ οὖν ἁλιεῖς ἄριστοι ἐκείνους τοὺς κόλπους τῶν ποταμῶν διώκουσιν, ἔνθα πάντες συλλέγονται οἱ ἰχθύες, ὥστε μετ’ εὐκολίας ἐπιτυχεῖν τῆς θήρας·
5οὕτω δὴ καὶ οἱ ἀπόστολοι οὗτοι, οἱ πνευματικοὶ ἁλιεῖς, εἰς ἐκεῖνον τὸν κόλπον ἔσπευδον, ὅπου πᾶσα ἡ πόλις συνήγετο, ἵνα ἐκεῖ τὸ τοῦ Εὐαγγελίου δίκτυον ἁπλώ‐ σαντες, μετ’ εὐκολίας τύχωσι τῆς ἄγρας. Τοῦτο δὲ ἐποίουν μιμούμενοι τὸν διδάσκαλον. Καὶ γὰρ ὁ Χρι‐
10στός φησι· Καθ’ ἡμέραν μεθ’ ὑμῶν ἤμην ἐν τῷ ἱερῷ. Διὰ τί ἐν τῷ ἱερῷ; Ἵνα τοὺς ἐκ τοῦ ἱεροῦ λάβῃ. Οὕτω καὶ οὗτοι ἀπήρχοντο μὲν ὡς προσευξόμενοι, διδασκαλίαν δὲ ἔμελλον κατασπείρειν ἐκεῖ. Εἰς τὸ ἱε‐ ρὸν προσεύξασθαι περὶ τὴν ὥραν τῆς προσευχῆς
15τὴν ἐννάτην. Οὐδὲ ἡ ὥρα αὐτοῖς ἁπλῶς παρατετή‐ ρηται. Καὶ γὰρ εἶπον ὑμῖν πολλάκις περὶ τῆς ὥρας ταύτης, ὅτι ἐν αὐτῇ παράδεισος ἀνεῴγη, καὶ ὁ λῃστὴς εἰσῆλθεν, ἐν αὐτῇ ἡ κατάρα ἀνῃρέθη, ἐν αὐτῇ ἡ θυ‐ σία τῆς οἰκουμένης προσηνέχθη, ἐν αὐτῇ τὸ σκότος
20ἐλύθη, ἐν αὐτῇ τὸ φῶς ἔλαμψε, καὶ τὸ αἰσθητὸν καὶ τὸ νοητόν. Περὶ ὥραν ἐννάτην. Ὅτε ἕτεροι ἀπὸ ἀρίστου καὶ μέθης καθεύδουσιν ὕπνον βαθὺν, τότε ἐκεῖνοι νήφοντες, καὶ διεγηγερμένοι, καὶ πολλῷ τῷ πόθῳ ζέοντες, ἐπὶ τὴν προσευχὴν ἔσπευδον. Εἰ δὲ
25ἐκεῖνοι εὐχῆς ἐδέοντο, εὐχῆς οὕτω ἐκτενοῦς, εὐ‐ χῆς οὕτω διηκριβωμένης, οἱ τοσαύτην ἔχοντες παῤ‐ ῥησίαν, οἱ μηδὲν ἑαυτοῖς συνειδότες πονηρὸν, τί ποιή‐ σομεν ἡμεῖς, μυρίων γέμοντες τραυμάτων, οὐκ ἐπι‐ τιθέντες δὲ τῆς εὐχῆς τὸ φάρμακον; Μέγα ὅπλον
30εὐχή. Βούλει μαθεῖν πῶς μέγα ὅπλον ἡ εὐχή; Προ‐ στασίας πενήτων παρέδραμον οἱ ἀπόστολοι, ἵνα πλείονα σχολὴν περὶ τὴν εὐχὴν ἔχωσι. Καταστήσατε γὰρ, φησὶν, ἐξ ὑμῶν ἄνδρας μαρτυρουμένους ἑπτά· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ
35τοῦ λόγου προσκαρτερήσομεν. εʹ. Ἀλλ’, ὅπερ ἔλεγον (μὴ γὰρ ἐκπέσωμεν τῆς ὑποθέ‐ σεως, ὅτι ὁ μὲν Πέτρος καὶ πρᾶξιν ἐπεδείξατο, καὶ θαῦμα ἐποίησε, καὶ ἀπὸ τῆς πράξεως ἐπαινεῖται μᾶλλον), ἀνῆλθεν οὖν εἰς τὸ ἱερὸν προσεύξασθαι· καὶ
40ἰδοὺ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, βασταζόμενος ἐκεῖ πρὸς τὴν θύραν τοῦ ἱεροῦ. Ἀπ’ αὐτῶν τῶν ὠδί‐ νων ἡ πήρωσις τῆς φύσεως ἦν, καὶ μεῖζον ἰατρικῆς τέχνης τὸ νόσημα, ἵνα μειζόνως ἐπιδειχθῇ ἡ τοῦ Θεοῦ χάρις. Οὗτος οὖν ὁ χωλὸς ἔκειτο πρὸς τὴν πύλην τοῦ
45ἱεροῦ· καὶ ἰδὼν αὐτοὺς εἰσιόντας, προσεῖχεν αὐτοῖς, ζητῶν ἐλεημοσύνην παρ’ αὐτῶν λαβεῖν. Τί οὖν ὁ Πέ‐ τρος; Βλέψον εἰς ἡμᾶς, φησίν. Ἱκανὴ ἀπὸ τῆς ὄψεως ἡ ἀπόδειξις τῆς ἀκτημοσύνης· οὐ χρεία λόγων, οὐδὲ ἀποδείξεως, οὐδὲ ἀποκρίσεως, οὐδὲ διδασκαλίας·

51

.

84

(50)

ὁ στολισμός σοι δείκνυσι τὸν ἀκτήμονα. Τοῦτο οὖν ὅλον τὸ κατόρθωμα τῆς ἀποστολῆς, ἵνα ταῦτα λέγῃς πρὸς τὸν πένητα, ἵνα μὴ διορθώσῃ τὴν πενίαν μόνον, ἵνα εἴπῃς, Ὄψει μείζονα πλοῦτον. Ἀργύριον, φησὶ, καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό σοι δίδωμι·
55ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι, καὶ περι‐
πάτει. Εἶδες πενίαν καὶ πλοῦτον; πενίαν μὲν χρημά‐81

51

.

85

των, πλοῦτον δὲ χαρισμάτων. Οὐκ ἔλυσε πενίαν χρη‐ μάτων, ἀλλὰ διώρθωσε πενίαν φύσεως. Ὅρα τὴν ἐπιείκειαν Πέτρου· Βλέψον εἰς ἡμᾶς. Οὐχ ὕβρισεν, οὐκ ἐλοιδορήσατο, ὃ πολλάκις ποιοῦμεν
5ἡμεῖς πρὸς τοὺς ἐντυγχάνοντας ἡμῖν, εὐθύνας ἐγκαλοῦντες αὐτοῖς, ὅτι καθεύδουσι. Μὴ γὰρ τοῦτο ἐπετάγης, ἄνθρωπε; Οὐκ ἐκέλευσέ σοι ἀργίαν ἐγκαλεῖν, ἀλλὰ πενίαν διορθοῦσθαι· οὐκ ἐποίησέ σε κατήγορον κακίας, ἀλλὰ ἰατρὸν κατ‐
10έστησε συμφορᾶς· οὐχ ἵνα ὀνειδίζῃς νωθείαν, ἀλλ’ ἵνα χεῖρα ὀρέγῃς τοῖς κειμένοις· οὐχ ἵνα κακίζῃς τρόπον, ἀλλ’ ἵνα λύσῃς λιμόν. Ἡμεῖς δὲ τοὐναντίον ποιοῦ‐ μεν· ἀφέντες παραμυθήσασθαι τοὺς προσιόντας τῇ δόσει τῶν χρημάτων, καὶ προσεπιτρίβομεν αὐτῶν τὰ
15τραύματα ταῖς τῶν ἐγκλημάτων ἐπαγωγαῖς. Ἀλλὰ καὶ ἀπολογεῖται τῷ πένητι, καὶ μετ’ ἐπιεικείας δια‐ λέγεται· Κλῖνον γὰρ, φησὶ, πτωχῷ ἀλύπως τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ ἐν πραότητι εἰρηνικά. Ἀργύριον καὶ χρυσίον οὐκ ἔχω· ὃ δὲ ἔχω, τοῦτό
20σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγει‐ ραι, καὶ περιπάτει. Δύο ἐνταῦθά ἐστι, πολιτεία καὶ θαῦμα. Πολιτεία, τὸ, Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· πολιτείας γὰρ τὸ καταφρονεῖν τῶν γηΐνων πραγμάτων, τὸ ῥῖψαι τὰ ὑπάρχοντα, τὸ ὑπερ‐
25ιδεῖν τῆς παρούσης ματαιότητος· θαῦμα δὲ τὸ ἐγεῖραι τὸν χωλὸν, τὸ διορθῶσαι τὰ μέλη τὰ πεπηρω‐ μένα. Ἰδοὺ τοίνυν καὶ πολιτεία καὶ θαῦμα. Ἴδωμεν οὖν πόθεν ὁ Πέτρος καυχᾶται. Τί εἶπεν; Ὅτι θαύμα‐ τα ἐποίησε; καίτοι θαύματα ἦν πεποιηκὼς τότε·
30ἀλλ’ οὐκ εἶπε τοῦτο· ἀλλὰ τί; Ἰδοὺ ἡμεῖς ἀφήκα‐ μεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. Εἶδες τὴν πολι‐ τείαν καὶ τὸ θαῦμα, καὶ τὴν πολιτείαν στεφανουμέ‐ νην; Τί οὖν ὁ Χριστός; Τοῦτον ἀπεδέξατο καὶ ἐπ‐ ῄνεσε. Λέγω γὰρ ὑμῖν, φησὶν, ὅτι ὑμεῖς οἱ ἀφέντες
35οἰκίας, καὶ τὰ λοιπά. Οὐκ εἶπεν, Οἱ ἀναστήσαντες νεκροὺς, ἀλλ’ Ὑμεῖς οἱ ἀφέντες τὰ ὑπάρχοντα ὑμῶν, καθήσεσθε ἐπὶ δώδεκα θρόνους· καὶ πᾶς ὅστις ἀφῆκε τὰ ὑπάρχοντα αὐτῷ πάντα, ταύτης ἀπο‐ λαύσεται τῆς τιμῆς. Οὐ δύνασαι ἀναστῆσαι χωλὸν,
40καθάπερ ὁ Πέτρος; Ἀλλὰ δύνασαι εἰπεῖν, ὡς ἐκεῖνος· Ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι. Κἂν τοῦτο εἴπῃς, ἐγγὺς ἐγένου τοῦ Πέτρου· μᾶλλον δὲ οὐδὲ ἂν εἴπῃς, ἀλλ’ ἐὰν ποιήσῃς. Οὐ δύνασαι ξηρὰν διορθῶσαι χεῖρα; Ἀλλὰ δύνασαι τὴν σεαυτοῦ χεῖρα
45ξηρὰν γινομένην ὑπὸ ἀπανθρωπίας ποιῆσαι ἐκταθῆ‐ ναι διὰ φιλανθρωπίας. Μὴ ἔστω γὰρ, φησὶν, ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ λαβεῖν, ἐν δὲ τῷ διδόναι συνεσταλμένη. Ὁρᾷς ὅτι οὐχ ἡ ξηρότης, ἀλλὰ καὶ ἀπανθρωπία συστέλλει τὴν χεῖρα; Ἔκτεινον οὖν αὐ‐

51

.

85

(50)

τὴν διὰ φιλανθρωπίας καὶ ἐλεημοσύνης. Οὐ δύνασαι ἐκβαλεῖν δαίμονα; Ἀλλ’ ἔκβαλε ἁμαρτίαν, καὶ μεί‐ ζονα λήψῃ μισθόν. Εἶδες πῶς πανταχοῦ ἡ πολιτεία καὶ τὰ κατορθώματα μείζονα ἔπαινον ἔχει τῶν θαυ‐ μάτων, καὶ πλείονα τὴν ἀμοιβήν; Εἰ δὲ βούλει, καὶ
55ἑτέρωθεν τοῦτο δείξομεν. Προσῆλθον αὐτῷ, φησὶν, οἱ ἑβδομήκοντα μαθηταὶ, καὶ ἔχαιρον, καὶ ἔλεγον· Κύριε, ἐν τῷ ὀνόματί σου καὶ τὰ δαιμόνια ἡμῖν ὑπακούουσι. Καὶ λέγει αὐτοῖς· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ
60ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Ὁρᾷς πανταχοῦ τὴν πολιτείαν θαυμαζομένην;
ϛʹ. Φέρε οὖν, ἀναλογισώμεθα τὰ εἰρημένα ἄνωθεν· ἘνColumn end

51

.

86

τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Ἰδοὺ ἀπὸ πολιτείας, οὐκ ἀπὸ θαυμάτων τὸ γνώρισμα τοῦ μαθητὰς εἶναι ἀπο‐ δέδεικται. Πέτρε, φιλεῖς με πλέον τούτων; ποί‐
5μαινε τὰ πρόβατά μου. Ἰδοὺ καὶ ἕτερον γνώρισμα, καὶ αὐτὸ πάλιν ἀπὸ πολιτείας. Τρίτον πάλιν γνώρι‐ σμα· Μὴ χαίρετε, ὅτι τὰ δαιμόνια ὑμῖν ὑπακούει, ἀλλὰ χαίρετε, ὅτι τὰ ὀνόματα ὑμῶν γέγραπται ἐν τοῖς οὐρανοῖς. Καὶ τοῦτο πολιτείας πάλιν κατόρθω‐
10μα. Βούλει καὶ τετάρτην ἀπόδειξιν τούτου μαθεῖν; Λαμψάτω, φησὶ, τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀν‐ θρώπων, ἵνα ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα, καὶ δοξά‐ σωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἰδοὺ καὶ ἐνταῦθα ἔργα φαίνεται. Καὶ ὅταν λέγῃ πάλιν· Ὅσ‐
15τις ἀφῆκεν οἰκίαν, ἢ ἀδελφοὺς, ἢ ἀδελφὰς ἕνεκεν ἐμοῦ, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώ‐ νιον κληρονομήσει, τὴν πολιτείαν ἐπαινεῖ, καὶ τὸν διηκριβωμένον βίον. Εἶδες τοὺς μαθητὰς ἀπὸ τοῦ φιλεῖν ἀλλήλους γνωριζομένους, τὸν δὲ ὑπὲρ τοὺς
20ἀποστόλους φιλοῦντα τὸν Χριστὸν ἀπὸ τοῦ ποιμαίνειν τοὺς ἀδελφοὺς φαινόμενον, τοὺς δὲ ὀφείλοντας χαί‐ ρειν, οὐκ ἀπὸ τοῦ δαίμονας ἐκβάλλειν, ἀλλ’ ἀπὸ τοῦ ἐγγεγράφθαι ἐν τῷ οὐρανῷ κελευομένους εὐ‐ φραίνεσθαι, καὶ τοὺς μὲν τὸν Θεὸν δοξάζοντας ἀπὸ
25τῆς τῶν ἔργων λαμπρότητος δεικνυμένους, τοὺς δὲ ζωῆς ἐπιτυχόντας καὶ ἑκατονταπλασίονα λαμβάνον‐ τας, ἀπὸ τῆς τῶν παρόντων ἁπάντων ὑπεροψίας ἐπιτυχόντας ταύτης τῆς δωρεᾶς. Τούτους μίμησαι πάντας, καὶ δυνήσῃ καὶ μαθητὴς εἶναι, καὶ ἐν τοῖς
30φίλοις τοῦ Θεοῦ ἀριθμεῖσθαι, καὶ δοξάζειν τὸν Θεὸν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαῦσαι· καὶ οὐδὲν ἔσται σοι κώλυμα πρὸς τὸ τυχεῖν τῶν ἀγαθῶν ἁπάντων, τὸ μὴ ποιεῖν σημεῖα, ἐὰν πολιτείαν ἔχῃς διηκριβωμέ‐ νην. Καὶ γὰρ αὐτὸς τοῦτο τὸ ὄνομα, Πέτρος, οὐκ ἀπὸ
35θαυμάτων καὶ σημείων ἔλαβεν, ἀλλ’ ἀπὸ ζήλου καὶ φίλτρου γνησίου. Οὐδὲ γὰρ ἐπειδὴ νεκροὺς ἀνέστησεν, οὐδὲ ἐπειδὴ χωλὸν ἀνώρθωσεν, οὕτως ἐκλήθη· ἀλλ’ ἐπειδὴ πίστιν μετὰ τῆς ὁμολογίας ἐπεδείξατο γνη‐ σίαν, τὸ ὄνομα τοῦτο ἐκληρονόμησε, Σὺ εἶ Πέτρος,
40καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκ‐ κλησίαν. Διὰ τί; Οὐχ ὅτι θαύματα ἐποίησεν, ἀλλ’ ὅτι εἶπε· Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Ὁρᾷς ὅτι καὶ αὐτὸ τὸ Πέτρον κληθῆναι, οὐκ ἀπὸ θαυμάτων, ἀλλ’ ἀπὸ ζήλου πεπυρωμένου
45ἔλαβε τὴν ἀρχήν. Ἀλλ’ ἐπειδὴ Πέτρου ἐμνήσθην, εἰσῆλθέ μοι καὶ ἑτέρου Πέτρου μνήμη, τοῦ κοινοῦ πατρὸς, καὶ διδασκάλου, ὃς τὴν ἐκείνου διαδεξάμενος ἀρετὴν, καὶ τὴν καθέδραν ἐκληρονόμησε τὴν ἐκείνου. Ἓν γὰρ καὶ τοῦτο πλεονέκτημα τῆς ἡμετέρας πό‐

51

.

86

(50)

λεως, τὸ τῶν ἀποστόλων τὸν κορυφαῖον λαβεῖν ἐν ἀρχῇ διδάσκαλον. Ἔδει γὰρ τὴν πρὸ τῆς οἰκουμένης ἁπάσης τὸ τῶν Χριστιανῶν ἀναδησαμένην ὄνομα, τὸν τῶν ἀποστόλων πρῶτον ποιμένα λαβεῖν. Ἀλλὰ λαβόντες αὐτὸν διδάσκαλον, οὐκ εἰς τέλος κατέσχομεν,
55ἀλλὰ παρεχωρήσαμεν τῇ βασιλίδι Ῥώμῃ· μᾶλλον δὲ εἰς τὸ τέλος αὐτὸν ἐσχήκαμεν· τὸ μὲν γὰρ σῶμα Πέ‐ τρου οὐ κατέχομεν, τὴν δὲ πίστιν Πέτρου κατέχομεν ὡς Πέτρον· τὴν δὲ πίστιν Πέτρου κατέχοντες, αὐτὸν
ἔχομεν Πέτρον. Οὕτω καὶ τὸν ἐκείνου ζηλωτὴν ὁρῶν‐83

51

.

87

τες, αὐτὸν δοκοῦμεν ὁρᾷν· καὶ γὰρ τὸν Ἰωάννην Ἠλίαν ἐκάλεσεν ὁ Χριστὸς, οὐκ ἐπειδὴ Ἠλίας ἦν ὁ Ἰωάννης, ἀλλ’ ἐπειδὴ ἐν πνεύματι καὶ δυνάμει ἦλθεν Ἠλίου. Καθάπερ οὖν ὁ Ἰωάννης, ἐπειδὴ ἐν πνεύματι
5καὶ δυνάμει ἦλθεν Ἠλίου, Ἠλίας ἐλέγετο, οὕτω καὶ οὗτος, ἐπειδὴ ἐν ὁμολογίᾳ καὶ πίστει Πέτρου παρα‐ γέγονεν, εἰκότως ἂν καὶ τῆς προσηγορίας ἐκείνης ἀξιωθείη. Ἡ γὰρ τῆς πολιτείας συγγένεια καὶ τὴν κοινωνίαν τῶν ὀνομάτων ποιεῖ. Εὐξώμεθα δὲ πάντες
10καὶ εἰς τὸ Πέτρου γῆρας αὐτὸν ἐλθεῖν· καὶ γὰρ ὁColumn end

51

.

88

Ἀπόστολος ἐν γήρᾳ τὸν βίον κατέλυσεν. Ὅταν γὰρ, φησὶ, γηράσῃς, τότε ζώσουσί σε, καὶ ἄξουσιν ὅπου οὐ θέλεις. Αἰτήσωμεν δὴ καὶ τούτῳ μακρὰν πολι‐ τείαν· ἐκτεινόμενον γὰρ αὐτοῦ τὸ γῆρας τὴν ἡμετέ‐
5ραν νεότητα τὴν πνευματικὴν μᾶλλον ἀκμάζειν ποιεῖ· ἣν γένοιτο διαπαντὸς ἐν ἀκμῇ τηρηθῆναι, εὐχαῖς μὲν ἐκείνου καὶ τούτου τοῦ Πέτρου, χάριτι δὲ καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ,
10καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

51

.

87

(11t)

Ὅτι χρήσιμος ἡ τῶν Γραφῶν ἀνάγνωσις, καὶ ὅτι δουλείᾳ καὶ περιστάσει πραγμάτων ἀχεί‐
12tρωτον ποιεῖ τὸν προσέχοντα, καὶ ὅτι τὸ ὄνομα τῶν ἀποστόλων πολλῶν ἐστιν ἀξιωμάτων ὄνομα,
13tκαὶ ὅτι τῶν ἔξωθεν ἀρχόντων καὶ αὐτῶν τῶν βασιλευόντων πολλῷ μείζονα κέκτηνται δύναμιν οἱ
14tἀπόστολοι καὶ ἐξουσίαν· καὶ πρὸς τῷ τέλει πρὸς νεοφωτίστους.
15 αʹ. Ὅταν μὲν εἰς τὴν πτωχείαν τῆς διανοίας ἴδω τῆς ἐμαυτοῦ, ναρκῶ καὶ ἀναδύομαι, πρὸς διάλεξιν τοσού‐ του δήμου καλούμενος· ὅταν δὲ εἰς τὴν προθυμίαν ἀναβλέψω τὴν ὑμετέραν, καὶ τὸ τῆς ἀκροάσεως ἀκό‐ ρεστον, θαῤῥῶ καὶ διανίσταμαι, καὶ μετὰ προθυμίας
20πρὸς τὸ τῆς διδασκαλίας ἀποδύομαι στάδιον. Ἱκανοὶ γὰρ ὑμεῖς καὶ λιθίνην λαβόντες διάνοιαν, πτεροῦ παντὸς κουφοτέραν ἐργάσασθαι τῇ περὶ τὴν ἀκρόασιν ἐπιθυ‐ μίᾳ τε καὶ σπουδῇ. Καὶ καθάπερ τὰ φωλεύοντα τῶν ζώων ἐν μέσῳ τῷ χειμῶνι πρὸς τὰς πέτρας καταδυό‐
25μενα, ἐπειδὰν ἴδῃ τὸ θέρος φανὲν, ἀφίησι τὴν κατάδυ‐ σιν, καὶ μετὰ τῶν λοιπῶν ζώων ἀγελάζεται, καὶ κοινῇ μεθ’ ἡμῶν σκιρτᾷ· οὕτω καὶ ἡ ψυχὴ ἡ ἡμετέρα ὥσ‐ περ εἴς τινα φωλεὸν τῆς ἀσθενείας τοῦ συνειδότος καταδυομένη, ὅταν ἴδῃ τὸν πόθον τῆς ὑμετέρας ἀγά‐
30πης, ἀφίησι τὸν φωλεὸν, καὶ μεθ’ ὑμῶν ἀγελάζεται, κοινῇ μεθ’ ὑμῶν σκιρτᾷ τὰ καλὰ τῶν Γραφῶν σκιρ‐ τήματα, ἐν τῷ πνευματικῷ καὶ θείῳ λειμῶνι, ἐν τῷ παραδείσῳ τῆς Γραφῆς. Καὶ γὰρ πνευματικὸς λει‐ μὼν, καὶ παράδεισος τρυφῆς ἡ τῶν θείων Γραφῶν
35ἐστιν ἀνάγνωσις, παράδεισος δὲ τρυφῆς ἐκείνου τοῦ παραδείσου βελτίων. Τοῦτον τὸν παράδεισον οὐκ ἐν τῇ γῇ, ἀλλ’ ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς ἐφύτευ‐ σεν ὁ Θεός· τοῦτον τὸν παράδεισον οὐκ ἐν Ἐδὲμ, οὐδὲ κατὰ ἀνατολὰς ἔθετο ἐν ἑνὶ περιγράψας χωρίῳ,
40ἀλλὰ πανταχοῦ τῆς γῆς ἐξήπλωσε, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης ἐξέτεινε. Καὶ ὅτι πανταχοῦ τῆς οἰ‐ κουμένης τὰς Γραφὰς ἥπλωσεν, ἄκουσον τοῦ προφή‐ του λέγοντος· Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγ‐ γος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ
45ῥήματα αὐτῶν. Κἂν πρὸς Ἰνδοὺς ἀπέλθῃς, οὓς πρώτους ἀνίσχων ὁ ἥλιος ὁρᾷ, κἂν εἰς τὸν ὠκεανὸν ἀπέλθῃς, κἂν πρὸς τὰς Βρεταννικὰς νήσους ἐκείνας, κἂν εἰς τὸν Εὔξεινον πλεύσῃς πόντον, κἂν πρὸς τὰ νότια ἀπέλθῃς μέρη, πάντων ἀκούσῃ πανταχοῦ τὰ

51

.

87

(50)

ἀπὸ τῆς Γραφῆς φιλοσοφούντων, φωνῇ μὲν ἑτέρᾳ,Column end

51

.

88

(15)

πίστει δὲ οὐχ ἑτέρᾳ, καὶ γλώσσῃ μὲν διαφόρῳ, δια‐ νοίᾳ δὲ συμφώνῳ. Ὁ μὲν γὰρ φθόγγος τῆς γλώσσης, ἐνήλλακται, ὁ δὲ τρόπος τῆς εὐσεβείας οὐκ ἐνήλλα‐ κται· καὶ βαρβαρίζουσι μὲν τῇ γλώττῃ, φιλοσοφοῦσι δὲ τῇ γνώμῃ· καὶ σολοικίζουσι μὲν τῷ φθόγγῳ, εὐ‐
20σεβοῦσι δὲ τῷ τρόπῳ. Εἶδες παραδείσου μῆκος πρὸς τὰ πέρατα τῆς οἰκου‐ μένης ἐκτεταμένου; Ἐνταῦθα οὐκ ἔστιν ὄφις, καθα‐ ρὸν τῶν θηρίων ἐστὶ τὸ χωρίον, καὶ τῇ τοῦ Πνεύματος τειχίζεται χάριτι. Ἔχει καὶ πηγὴν ὁ παράδεισος
25οὗτος, καθάπερ ἐκεῖνος, πηγὴν μυρίων ποταμῶν μητέρα, οὐχὶ τεσσάρων. Οὐ γὰρ τὸν Τίγρητα, οὐδὲ τὸν Εὐφράτην, οὐδὲ τὸν Αἰγύπτιον Νεῖλον, οὐδὲ τὸν Ἰνδὸν Γάγγην, ἀλλὰ μυρίους ἀφίησι ποταμοὺς αὕτη ἡ πηγή. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τοὺς ποταμοὺς
30ἡμῖν χαρισάμενος Θεός· Ὁ πιστεύων γὰρ εἰς ἐμὲ, φησὶ, καθὼς εἶπεν ἡ Γραφὴ, ποταμοὶ ἐκ τῆς κοι‐ λίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Εἶδες πῶς οὐχὶ τέσσαρες ποταμοὶ, ἀλλὰ ἀδιόριστοι ἀπὸ τῆς πηγῆς ἐκείνης ἐκχέοντες; Οὐ τῷ πλήθει δὲ μόνον, ἀλλὰ καὶ τῇ
35φύσει θαυμαστὴ ἡ πηγή· οὐ γὰρ ὕδατός ἐστι τὰ νά‐ ματα, ἀλλὰ Πνεύματος τὰ χαρίσματα. Αὕτη ἡ πηγὴ καθ’ ἑκάστην ψυχήν ἐστι τῶν πιστῶν μεριζομένη, καὶ οὐ μειουμένη· μεριζομένη, καὶ οὐ δαπανωμένη· κατα‐ κερματιζομένη, καὶ οὐκ ἐλαττουμένη· παρὰ πᾶσιν
40ὁλόκληρος, καὶ ἐν ἑκάστῳ ὁλόκληρος. Τοσαῦτα γὰρ τοῦ Πνεύματος τὰ χαρίσματα. Βούλει μαθεῖν τὴν δα‐ ψίλειαν τῶν ναμάτων τούτων; βούλει μαθεῖν τῶν ὑδάτων τὴν φύσιν; πῶς οὐκ ἔοικε τούτοις, ἀλλὰ βελτίω τούτων καὶ θαυμασιώτερά ἐστιν; Ἄκουσον
45πάλιν αὐτοῦ τοῦ Χριστοῦ λέγοντος τῇ Σαμαρείτιδι, ἵνα μάθῃς τὴν δαψίλειαν τῆς πηγῆς. Τὸ ὕδωρ, ὃ ἐγὼ δώσω, φησὶ, τῷ πιστῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Οὐκ εἶπεν, ἐξιόντος, οὐκ εἶπε, προχεομένου, ἀλλὰ, ἁλλομένου,

51

.

88

(50)

διὰ τῶν ἁλμάτων τὴν ἀφθονίαν ἡμῖν ἐμφαίνων. Ἐκεῖνα85

51

.

89

τῶν κρηναίων ὑδάτων ἐξάλλεσθαι καὶ πηδᾷν παντα‐ χόθεν εἴωθεν, ἅπερ ἂν αἱ πηγαὶ ἐν τοῖς κόλποις μὴ δύνανται κατέχειν, ἀλλὰ νικώμεναι τῇ συνεχείᾳ τῆς ἐπιῤῥοῆς πανταχόθεν αὐτὰ ἀναβλύζουσι. Βουλόμενος
5οὖν τὴν δαψίλειαν τῶν ναμάτων δεῖξαι, εἶπεν, ἁλλο‐ μένου, οὐκ, ἐξιόντος. Βούλει καὶ τὴν φύσιν αὐτῆς καταμαθεῖν; Μάνθανε ἀπὸ τῆς χρείας. Οὐ γὰρ εἰς ζωὴν τὴν παροῦσαν, ἀλλ’ εἰς ζωὴν αἰώνιόν ἐστι χρη‐ σίμη. Διατρίψωμεν τοίνυν ἐν τῷ παραδείσῳ τούτῳ,
10παρακαθεζώμεθα τῇ πηγῇ, μὴ πάθωμεν ὅπερ ἔπαθεν ὁ Ἀδὰμ, καὶ ἐκπέσωμεν τοῦ παραδείσου· μὴ δεξώ‐ μεθα συμβουλὴν ὀλεθρίαν, μὴ παραδεξώμεθα τὴν ἀπάτην τοῦ διαβόλου· μένωμεν ἔνδον· πολλὴ γὰρ ἡ ἐντεῦθεν ἀσφάλεια· μένωμεν ἐν τῇ ἀναγνώσει τῶν
15Γραφῶν τούτων. Καθάπερ γὰρ οἱ πηγῇ παρακαθή‐ μενοι, καὶ τῆς αὔρας ἐκείνης ἀπολαύοντες, καὶ καύ‐ σωνος ἐπικειμένου τὴν ὄψιν συνεχῶς ἐπικλύζοντες, ἀποκρούονται τὸ πνῖγος τοῖς νάμασι, καὶ δίψους διεν‐ οχλοῦντος ῥᾳδίως ἰῶνται τὸ πάθος, ἐγγύθεν τὸ φάρ‐
20μακον ἀπὸ τῆς πηγῆς ἔχοντες· οὕτως ὁ παρὰ τὴν πηγὴν τῶν θείων Γραφῶν παρακαθήμενος, κἂν ἐπι‐ θυμίας ἀτόπου φλόγα διενοχλοῦσαν ἴδῃ, ῥᾳδίως ἀπὸ τῶν ναμάτων ἐκείνων τὴν ψυχὴν ἀποκλύσας ἀπ‐ εκρούσατο τὴν φλόγα· κἂν ὀργὴ διακαὴς ἐνοχλῇ, τὴν
25καρδίαν καθάπερ λέβητα ὑποκαιόμενον ἀναβράσσουσα, μικρὸν τοῦ νάματος ἐπιστάξας, εὐθέως κατέστειλε τοῦ πάθους τὴν ἀναισχυντίαν· καὶ ἐκ πάντων τῶν πονηρῶν λογισμῶν, ὥσπερ ἐκ μέσης φλογὸς, ἐξαρπά‐ ζει τὴν ψυχὴν ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις.
30 βʹ. Διὸ καὶ ὁ προφήτης ὁ μέγας Δαυῒδ ἐκεῖνος, εἰδὼς τὴν ὠφέλειαν τὴν ἀπὸ τῆς ἀναγνώσεως τῶν Γραφῶν, τὸν διηνεκῶς προσέχοντα ταῖς Γραφαῖς καὶ τῆς ὁμι‐ λίας ταύτης ἀπολαύοντα παρεικάζει φυτῷ ἀεὶ τεθη‐ λότι, παρὰ τοὺς ῥύακας ἑστηκότι τῶν ὑδάτων, οὑτωσὶ
35λέγων· Μακάριος ἀνὴρ, ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη, καὶ ἐπὶ καθέδραν λοιμῶν οὐκ ἐκάθισεν· ἀλλ’ ἐν τῷ νόμῳ Κυρίου τὸ θέλημα αὐτοῦ, καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτὸς, καὶ
40ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων. Καθάπερ γὰρ τὸ ξύλον ἐκεῖνο τὸ παρὰ τὰς διεξόδους τῶν ὑδάτων πεφυτευ‐ μένον, παρ’ αὐτοὺς τοὺς ῥύακας ἑστηκὸς, διηνεκῆ τῆς ἀρδείας ἔχον τὴν χορηγίαν, πάσῃ ἀέρων ἀνω‐
45μαλίᾳ ἀχείρωτον γίνεται, καὶ οὔτε ἀκτῖνα θερμοτέ‐ ραν γενομένην δέδοικεν, οὔτε τὸν ἀέρα μεταπεσόντα εἰς αὐχμὸν εὐλαβεῖται· ἱκανὴν γὰρ ἔχον ἐναποκε‐ κλεισμένην ἐν ἑαυτῷ τὴν νοτίδα, πάσης ἡλιακῆς θέρμης πλεονεξίαν ἔξωθεν προσβαλοῦσαν εὐθέως ἀποκρούεται

51

.

89

(50)

καὶ διωθεῖται· οὕτω καὶ ψυχὴ παρὰ τοὺς ῥύακας ἑστηκυῖα τῶν θείων Γραφῶν, καὶ ποτιζομένη διηνε‐ κῶς, ἐκεῖνα τὰ νάματα καὶ τὴν δρόσον τοῦ Πνεύ‐ ματος ἐν ἑαυτῇ συνάγουσα, πρὸς πᾶσαν πραγμάτων περίστασιν ἀχείρωτος ἔσται, κἂν νόσος, κἂν ἐπήρεια,
55κἂν συκοφαντία, κἂν λοιδορίαι, κἂν σκώμματα, κἂν πᾶσα ῥᾳθυμία, κἂν πάντα τὰ τῆς οἰκουμένης κακὰ εἰς τὴν τοιαύτην κατασκήψῃ ψυχὴν, εὐκόλως ἀποκρούεται τὴν πύρωσιν τῶν παθῶν, ἀπὸ τῆς τῶν Γραφῶν ἀναγνώσεως ἱκανὴν παράκλησιν ἔχουσα.
60Οὔτε γὰρ δόξης μέγεθος, οὐ δυναστείας ὄγκος, οὐ φίλων παρουσία, οὐκ ἄλλο οὐδὲν τῶν ἀνθρωπίνων οὕτω τὸν ἐν ὀδύνῃ παραμυθήσασθαι δυνήσεται, ὡς
ἡ τῶν θείων Γραφῶν ἀνάγνωσις. Τί δήποτε; ὍτιColumn end

51

.

90

ἐκεῖνα μὲν ἐπίκηρα καὶ φθαρτὰ, διὸ καὶ φθαρτὴ αὐτῶν ἡ παράκλησις· ἡ δὲ τῶν Γραφῶν ἀνάγνωσις, Θεοῦ ὁμιλία ἐστίν. Ὅταν οὖν ὁ Θεὸς τὸν ἐν ἀθυμίᾳ παρακαλῇ, τί τῶν ὄντων αὐτὸν εἰς ἀθυμίαν ἐμβαλεῖν
5δύναται; Προσέχωμεν τοίνυν τῇ ἀναγνώσει, μὴ τὰς δύο μόνον ταύτας ὥρας (οὐ γὰρ ἀρκεῖ ἡμῖν εἰς ἀσφά‐ λειαν ἡ ψιλὴ αὕτη ἀκρόασις), ἀλλὰ διηνεκῶς· καὶ ἕκαστος οἴκαδε ἀναχωρήσας τὰ Βιβλία μετὰ χεῖρας
10λαμβανέτω, καὶ τῶν εἰρημένων ἐπερχέσθω τὰ νοή‐ ματα, εἴ γε μέλλῃ διηνεκῆ καὶ ἀρκοῦσαν ἔχειν τὴν ἀπὸ τῆς Γραφῆς ὠφέλειαν. Καὶ γὰρ τὸ ξύλον ἐκεῖνο, τὸ παρὰ τοὺς ῥύακας ἑστηκὸς, οὐ δύο καὶ τρεῖς ὥρας ὁμιλεῖ τοῖς ὕδασιν, ἀλλὰ πᾶσαν μὲν ἡμέραν, πᾶσαν δὲ
15νύκτα. Διὰ τοῦτο κομᾷ τοῖς φύλλοις, διὰ τοῦτο βρίθει τῷ καρπῷ ἐκεῖνο τὸ ξύλον, κἂν μηδεὶς αὐτὸ ἀνθρώ‐ πων ποτίζῃ· ἐπειδὴ παρὰ τοὺς ῥύακας ἕστηκεν αὐτὸ, διὰ τῶν ῥιζῶν ἐπισπᾶται τὴν νοτίδα, καὶ ὥσπερ διά τινων πόρων παραπέμπει τὴν ὠφέλειαν παντὶ
20τῷ σώματι· οὕτω καὶ ὁ συνεχῶς ἀναγινώσκων τὰς θείας Γραφὰς, καὶ παρὰ τοὺς ῥύακας αὐτῶν ἑστηκὼς, κἂν μηδένα ἔχῃ τὸν ἑρμηνεύοντα, διὰ τῆς συνεχοῦς ἀναγνώσεως, ὥσπερ διά τινων ῥιζῶν, πολλὴν ἐπισπᾶ‐ ται τὴν ὠφέλειαν. Διὰ τοῦτο καὶ ἡμεῖς τὰς φροντίδας
25ὑμῶν εἰδότες, τοὺς περισπασμοὺς, τὰς ἀσχολίας τὰς πολλὰς, ἠρέμα καὶ καταμικρὸν ὑμᾶς προσάγομεν τοῖς νοήμασι τῶν Γραφῶν, τῷ σχολαίῳ τῆς ἐξηγήσεως μόνιμον ποιοῦντες τῶν λεγομένων τὴν μνήμην. Καὶ γὰρ ὄμβρος ῥαγδαῖος μὲν καταῤῥηγνύμενος, κατα‐
30κλύζει τὴν ἐπιφάνειαν, καὶ τὸ βάθος οὐδὲν ὠφελεῖ· ἠρέμα δὲ καὶ καταμικρὸν ἐλαίου δίκην ἐνιζάνων τῷ προσώπῳ τῆς γῆς, ὥσπερ διά τινων φλεβῶν τῶν πόρων αὐτῆς πρὸς τὸ βάθος διολισθαίνων, τὰς λαγόνας αὐτῆς ἐμπλήσας νοτίδος, εὐπορωτάτην ποιεῖ πρὸς
35τὴν τῶν καρπῶν φοράν. Διὸ καὶ ἡμεῖς τὸν πνευμα‐ τικὸν τοῦτον ὄμβρον ἠρέμα ταῖς ὑμετέραις ἐνίεμεν ψυχαῖς· αἱ μὲν γὰρ Γραφαὶ νεφέλαις ἐοίκασι πνευ‐ ματικαῖς, τὰ δὲ ῥήματα καὶ νοήματα ὄμβρῳ προσ‐ έοικε πολλῷ τούτου βελτίονι· καὶ διὰ τοῦτο τὸν
40πνευματικὸν τοῦτον ὄμβρον καταμικρὸν ὑμῖν ἐνίεμεν, ἵνα πρὸς αὐτὸ τὸ βάθος χωρήσῃ τὰ ῥήματα. Διὰ τοῦτο τετάρτην σήμερον ἡμέραν ἔχοντες ἐξηγήσεως, οὐ‐ δέπω μίαν ἐπιγραφὴν παρελθεῖν ἠδυνήθημεν, ἀλλ’ ἔτι περὶ αὐτὴν στρεφόμεθα. Βέλτιον γὰρ μικρὸν δια‐
45σκάπτοντας χωρίον, καὶ πρὸς τὸ βάθος καταβαίνοντας πολὺν τῶν ἀναγκαίων εὑρίσκειν τὸν θησαυρὸν, ἢ πολ‐ λὰς ἀρούρας ἐπιόντας ἄνωθεν, ἁπλῶς καὶ εἰκῆ τα‐ λαιπωρεῖσθαι καὶ μάτην. Καίτοι οἶδα πολλοὺς πρὸς τὴν βραδύτητα ταύτην δυσχεραίνοντας· ἀλλ’ οὐ μέ‐

51

.

90

(50)

λει μοι τῆς ἐκείνων κατηγορίας, ἀλλὰ μέλει μοι τῆς ὑμετέρας ὠφελείας. Οἱ ὀξύτερον βαδίζειν δυνάμενοι τοὺς βραδυτέρους τῶν ἀδελφῶν ἀναμενέτωσαν· οὗτοι μὲν γὰρ ἐκείνους ἀναμεῖναι δύνανται, οἱ δὲ ἀσθενέ‐ στεροι πρὸς ἐκείνους ἑαυτοὺς παρεκτεῖναι οὐκ ἰσχύ‐
55ουσι. Διὰ τοῦτο καὶ ὁ Παῦλός φησιν, ὅτι οὐκ ὀφείλο‐ μεν τοὺς ἀσθενεῖς ἀναγκάζειν πρὸ καιροῦ, πρὸς τὴν τελειότητα τῶν δυνατῶν ἐκτείνεσθαι μὴ δυναμένους· ἀλλ’ ὅτι ἡμεῖς ὀφείλομεν οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν. Ὠφελείας ἡμῖν μέλει τῆς
60ὑμετέρας, οὐκ ἐπιδείξεως ἁπλῶς· διὰ τοῦτο ἐνδια‐ τρίβομεν τοῖς νοήμασι. γʹ. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ ὅτι οὐχ ἁπλῶς παρατρέ‐
χειν χρὴ τὰς ἐπιγραφὰς ἔλεγον, ὅτε καὶ τὸ ἐπίγραμμα87

51

.

91

ὑμῖν ἀνέγνων τοῦ βωμοῦ, καὶ τὴν σοφίαν ἐπέδειξα Παύλου, τὸν ἀλλότριον στρατιώτην καὶ ἐν τῇ παρα‐ τάξει τῶν ἐχθρῶν ἑστηκότα πρὸς τὴν οἰκείαν φά‐ λαγγα μεταστήσαντος. Εἰς τοῦτο ἐν τῇ πρώτῃ ἡμέρᾳ
5κατέληξεν ἡ διδασκαλία πᾶσα· μετ’ ἐκείνην ἐν τῇ δευτέρᾳ ἡμέρᾳ ἐζητήσαμεν τίς ἦν ὁ τὸ βιβλίον γρά‐ ψας· καὶ εὕρομεν τῇ τοῦ Θεοῦ χάριτι Λουκᾶν τὸν εὐαγ‐ γελιστὴν, καὶ διὰ πλειόνων ἀποδείξεων ὑμῖν παρεστή‐ σαμεν τὸ ζητούμενον, τῶν μὲν σαφεστέρων, τῶν δὲ
10βαθυτέρων. Οἶδα γὰρ ὅτι τοῖς ἐσχάτοις τῶν εἰρημένων πολλοὶ τῶν ἀκουσάντων οὐ παρηκολούθησαν· ἀλλ’ ὅμως οὐ διὰ τοῦτο ἀποστησόμεθα τοῦ κατατολμᾷν λεπτοτέρων νοημάτων. Τὰ μὲν οὖν σαφέστερα τοῖς ἀφελεστέροις, τὰ δὲ βαθύτερα τοῖς ὀξύτερον ἐνορῶσιν
15ἔσται χρήσιμα. Ποικίλην γὰρ εἶναι δεῖ τὴν τράπεζαν καὶ διάφορον, ἐπειδὴ καὶ διάφορος ἡ τῶν κεκλημένων ἐπιθυμία. Τῇ μὲν οὖν πρώτῃ ἡμέρᾳ περὶ ἐπιγραφῆς, τῇ δὲ δευτέρᾳ ἡμέρᾳ περὶ τοῦ γράψαντος τὸ βιβλίον, τῇ τρίτῃ ἡμέρᾳ χθὲς πρὸς τοὺς παραγενομένους περὶ
20τῆς ἀρχῆς τῆς γραφῆς διελέχθημεν, καὶ ἐδείξαμεν, καθάπερ ἴσασιν οἱ ἀκηκοότες, τί μέν ἐστι πρᾶξις, τί δέ ἐστι θαῦμα, καὶ τί μέν ἐστι πολιτεία, τί δέ ἐστι σημεῖον, καὶ τέρας, καὶ δύναμις, καὶ πόσον τὸ μέσον ἑκατέρων· καὶ πῶς τὸ μὲν μεῖζον, τὸ δὲ χρησιμώτε‐
25ρον· καὶ πῶς τὸ μὲν καθ’ ἑαυτὸν ὂν βασιλείαν προ‐ ξενεῖ, τὸ δὲ ἐὰν μὴ λάβῃ τὴν ἀπὸ τῆς πράξεως συμ‐ μαχίαν, ἔξω τῶν προθύρων ἐκείνων ἐκβάλλεται. Σή‐ μερον ἀναγκαῖον εἰπεῖν τὸ ἐπίλοιπον τῆς ἐπιγρα‐ φῆς, καὶ δεῖξαι τί ποτέ ἐστι τὸ ὄνομα τῶν ἀποστόλων.
30Οὐδὲ γὰρ ψιλόν ἐστι τὸ ὄνομα τοῦτο, ἀλλ’ ἀρχῆς ἐστι προσηγορία, ἀρχῆς μεγίστης, ἀρχῆς τῆς πνευματι‐ κωτάτης, ἀρχῆς τῆς ἄνω. Ἀλλὰ διανάστητε. Καθάπερ γὰρ ἐν τοῖς βιωτικοῖς πράγμασίν εἰσιν ἀρχαὶ πολλαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας, ἀλλ’ αἱ μὲν μείζους,
35αἱ δὲ ἐλάττους· οἷον, ἵνα ἀπὸ τῆς κατωτέρας τὸν ἀρι‐ θμὸν ποιησώμεθα, ἔστιν ὁ τῆς πόλεως ἔκδικος· ἔστιν ἀνώτερος ἐκείνου ὁ τοῦ ἔθνους ἡγεμών· ἔστι μετ’ ἐκεῖνον ἕτερος ἄρχων μείζων· ἔστι πάλιν ὁ στρα‐ τηλάτης· ἔστιν ὁ ὕπαρχος· ἔστιν ἀνωτέρα τού‐
40των ἀρχὴ, ἡ τῶν ὑπάτων ἀρχή· καὶ πᾶσαι μὲν αὗται ἀρχαὶ, οὐ πᾶσαι δὲ τῆς αὐτῆς ἀξίας· οὕτω καὶ τῶν πνευματικῶν πολλαὶ μὲν ἀρχαὶ, οὐ πᾶ‐ σαι δὲ τῆς αὐτῆς ἀξίας· πασῶν δὲ μείζων ἡ τῆς ἀποστολῆς ἀξία. Καὶ γὰρ ἀπὸ τῶν αἰσθητῶν ὑμᾶς
45ἐπὶ τὰ νοητὰ χειραγωγεῖν δεῖ. Οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, περὶ Πνεύματος διαλεγόμενος ὕδατος ἐμνη‐ μόνευσεν. Ὁ γὰρ πίνων ἐκ τοῦ ὕδατος τούτου διψή‐ σει πάλιν, φησίν· ὁ δὲ πίνων ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα.

51

.

91

(50)

Ὁρᾷς ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητὰ χειραγωγοῦντα τὸ γύναιον; Οὕτω καὶ ἡμεῖς ποιοῦμεν, καὶ κάτωθεν ἀναβαίνομεν ἄνω, ὥστε εὐσημότερον γενέσθαι τὸν λόγον. Διὰ τοῦτο περὶ ἀρχῆς διαλεγόμενοι, οὐ πνευ‐ ματικῆς ἐμνήσθημεν ἀρχῆς, ἀλλ’ αἰσθητῆς, ἵνα ἀπὸ
55ταύτης πρὸς ἐκείνην ὑμᾶς χειραγωγήσωμεν. Ἠκού‐ σατε πόσας ἠριθμήσαμεν ἀρχὰς βιωτικὰς, καὶ πῶς αἱ μὲν μείζους, αἱ δὲ ἐλάττους, καὶ πῶς ἡ τῶν ὑπάτων ἀρχὴ καθάπερ κορυφὴ καὶ κεφαλὴ πᾶσιν ἐπί‐ κειται· ἴδωμεν καὶ τὰς ἀρχὰς τὰς πνευματικάς. Ἔστιν
60ἀρχὴ πνευματικὴ, προφητείας ἀρχή· ἔστιν ἑτέρα ἀρχὴ εὐαγγελισμοῦ, ἔστι ποιμένος, ἔστι διδασκάλου, ἔστι
χαρισμάτων, ἔστιν ἰαμάτων, ἔστιν ἑρμηνείας γλωσ‐Column end

51

.

92

σῶν. Ταῦτα πάντα ὀνόματα μέν ἐστι χαρισμάτων, πράγματα δὲ ἀρχῶν καὶ ἐξουσιῶν. Ὁ προφήτης ἄρχων ἐστί· παρ’ ἡμῖν ὁ δαίμονας ἐξελαύνων ἄρχων ἐστί· παρ’ ἡμῖν ὁ ποιμὴν καὶ διδάσκαλος ἄρχων ἐστὶ πνευματι‐
5κός· ἀλλὰ τούτων ἁπάντων μείζων ἐστὶν ἀρχὴ ἡ ἀποστολική. Καὶ πόθεν τοῦτο δῆλον; Ὅτι πρὸ πάν‐ των ὁ ἀπόστολος τούτων ἐστί. Καὶ καθάπερ ὁ ὕπατος ἐν ταῖς αἰσθηταῖς ἀρχαῖς, οὕτως ὁ ἀπόστολος ἐν τοῖς πνευματικοῖς τὴν προεδρείαν ἔχει. Αὐτοῦ τοῦ Παύλου
10ἀκούσωμεν ἀριθμοῦντος τὰς ἀρχὰς, καὶ ἐν τῷ ὑψηλο‐ τέρῳ χωρίῳ τὴν ἀποστολικὴν καθίζοντος. Τί οὖν οὗτός φησιν; Οὓς μὲν ἔθετο ὁ Θεὸς ἐν τῇ Ἐκκλη‐ σίᾳ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους, καὶ ποιμένας· εἶτα χαρί‐
15σματα ἰαμάτων. Εἶδες κορυφὴν ἀρχῶν; εἶδες ὑψηλὸν καθήμενον τὸν ἀπόστολον, καὶ οὐδένα πρὸ ἐκείνου ὄντα, οὔτε ἀνώ‐ τερον; Πρῶτον γὰρ ἀποστόλους φησὶ, δεύτερον προ‐ φήτας, τρίτον διδασκάλους καὶ ποιμένας· εἶτα χα‐
20ρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη γλωσσῶν. Οὐκ ἀρχὴ δὲ μόνον ἐστὶν ἡ ἀποστολὴ τῶν ἄλλων ἀρχῶν, ἀλλὰ καὶ ὑπόθεσις καὶ ῥίζα. Καὶ καθά‐ περ ἡ κεφαλὴ ἐν τῷ ὑψηλοτέρῳ τοῦ παντὸς καθημένη, οὐ μόνον ἀρχὴ τοῦ σώματός ἐστι καὶ ἐξου‐
25σία, ἀλλὰ καὶ ῥίζα (τὰ γὰρ νεῦρα τὰ διοικοῦντα τὸ σῶμα ἐξ ἐκείνης τικτόμενα, καὶ ἐξ αὐτοῦ βλαστάνοντα τοῦ ἐγκεφάλου, καὶ τὴν τοῦ πνεύματος δεχόμενα χορη‐ γίαν, οὕτως ἅπαν οἰκονομεῖ τὸ ζῶον), οὕτω καὶ ἡ ἀπο‐ στολὴ οὐ μόνον ὡς ἀρχὴ καὶ ἐξουσία τοῖς λοιποῖς
30ἐπίκειται χαρίσμασιν, ἀλλὰ καὶ τὰς ἁπάντων ῥίζας ἐν ἑαυτῇ συλλαβοῦσα κατέχει. Καὶ ὁ μὲν προφήτης οὐ δύναται εἶναι καὶ ἀπόστολος καὶ προφήτης· ὁ δὲ ἀπόστολος καὶ προφήτης ἐστὶ πάντως, καὶ χαρί‐ σματα ἔχει ἰαμάτων, καὶ γένη γλωσσῶν, καὶ ἑρμη‐
35νείας γλωσσῶν· διὸ ἀρχὴ καὶ ῥίζα ἐστὶ τῶν χαρι‐ σμάτων. δʹ. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, Παῦλον ὑμῖν παρα‐ γάγω μάρτυρα. Πρῶτον δὲ ἀναγκαῖον εἰπεῖν, τί ποτέ ἐστι γένη γλωσσῶν. Τί οὖν ἐστι γένη γλωσσῶν; Τὸ
40παλαιὸν ὁ βαπτισθεὶς καὶ πιστεύσας εὐθέως πρὸς τὴν φανέρωσιν τοῦ Πνεύματος διαφόροις ἐλάλει γλώσσαις. Ἐπειδὴ γὰρ ἔτι ἀσθενέστερον διέκειντο οἱ τότε, καὶ τὰ νοητὰ χαρίσματα ὁρᾷν οὐκ ἠδύναντο τοῖς ὀφθαλ‐ μοῖς τῆς σαρκὸς, ἐδίδοτο αἰσθητὸν χάρισμα, ὥστε τὸ
45νοητὸν γενέσθαι καταφανές· καὶ ὁ βαπτισθεὶς εὐθέως καὶ τῇ ἡμετέρᾳ γλώσσῃ, καὶ τῇ τῶν Περσῶν, καὶ τῇ τῶν Ἰνδῶν, καὶ τῇ τῶν Σκυθῶν ἐφθέγγετο, ὥστε μαθεῖν καὶ τοὺς ἀπίστους, ὅτι Πνεύματος ἁγίου ἠξίωτο. Καὶ ἦν τὸ μὲν σημεῖον αἰσθητὸν, ἡ τοιαύτη φωνὴ

51

.

92

(50)

λέγω· τῇ γὰρ αἰσθήσει τοῦ σώματος αὐτῆς ἤκουον· τὴν δὲ νοητὴν καὶ οὐχ ὁρωμένην τοῦ Πνεύματος χάριν πᾶσι τὸ αἰσθητὸν τοῦτο σημεῖον κατάδηλον ἐποίει. Καὶ τοῦτο τὸ σημεῖον ἐκαλεῖτο γένη γλωσσῶν. Ὁ γὰρ μίαν γλῶσσαν ἔχων ἀπὸ τῆς φύσεως, ποικίλαις
55ἐλάλει γλώσσαις καὶ διαφόροις ἀπὸ τῆς χάριτος· καὶ
ἦν ἰδεῖν ἄνθρωπον ἕνα μὲν τῷ ἀριθμῷ, ποικίλον δὲ89

51

.

93

τοῖς χαρίσμασι, καὶ διάφορα στόματα ἔχοντα, καὶ διαφόρους γλώσσας. Ἴδωμεν οὖν πῶς ὁ Ἀπόστολος καὶ τοῦτο εἶχε τὸ χάρισμα, καὶ τὰ ἄλλα πάντα. Περὶ μὲν τούτου οὕτω λέγει· Πάντων ὑμῶν μᾶλλον
5γλώσσαις λαλῶ. Εἶδες πῶς ἔχει τὰ γένη τῶν γλωσ‐ σῶν, καὶ οὐκ ἔχει μόνον, ἀλλὰ καὶ μετὰ πλείονος ὑπερβολῆς ἢ οἱ λοιποὶ πάντες πιστοί; Οὐ γὰρ εἶπεν, ὅτι Γλώσσαις ἔχω λαλεῖν μόνον, ἀλλὰ καὶ, Πάντων ὑμῶν μᾶλλον γλώσσαις λαλῶ. Τὴν δὲ προφητείαν,
10ἣν εἶχε, δι’ ἐκείνων δείκνυσι τῶν ῥημάτων, οὕτω λέγων· Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέ‐ ροις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· ὅτι δὲ τὰ ἐν ὑστέροις καιροῖς λέγειν, προφητεία ἐστὶ, παντί που δῆλον. Καὶ πάλιν, Τοῦτο δὲ γινώσκετε, ὅτι ἐν
15ἐσχάτοις καιροῖς ἐνστήσονται καιροὶ χαλεποί· καὶ πάλιν, Λέγω δὲ ὑμῖν ἐν λόγῳ Κυρίου, ὅτι ἐν παρουσίᾳ αὐτοῦ ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμε‐ νοι, οὐ μὴ φθάσωμεν τοὺς κοιμηθέντας. Καὶ τοῦτο δὲ προφητεία ἐστίν. Εἶδες πῶς γένη γλωσ‐
20σῶν καὶ προφητείας ἔχει; Βούλει μαθεῖν πῶς ἔχει καὶ χαρίσματα ἰαμάτων; Ἀλλὰ τάχα τοῦτο οὐδὲ τῆς ἀπὸ τῶν λόγων ἀποδείξεως δεῖται. ὅταν ἴδωμεν οὐ μόνον τοὺς ἀποστόλους, ἀλλὰ καὶ τὰ ἱμάτια αὐτῶν χα‐ ρίσματα ἰαμάτων ἔχοντα. Ὅτι δὲ καὶ διδάσκαλος ἦν
25τῶν ἐθνῶν, πολλαχοῦ τοῦτο λέγει, καὶ ὅτι τῆς οἰκου‐ μένης ἀντελαμβάνετο πάσης, καὶ διεκυβέρνα τὰς Ἐκκλησίας. Ὅταν οὖν ἀκούσῃς, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον ποιμένας καὶ διδασκάλους, χαρίσματα ἰαμάτων, ἀντιλήψεις, κυβερνήσεις, γένη
30γλωσσῶν, μάθε ὅτι πᾶσα ἡ χορηγία τῶν λοιπῶν χα‐ ρισμάτων, ὥσπερ ἐν κεφαλῇ, τῇ ἀποστολῇ ἐναπόκει‐ ται. Ἆρ’ οὐ ψιλὸν ἐνομίζετε τοὔνομα τῶν ἀποστόλων πρὸ τούτου; Ἰδοὺ νῦν ἔγνωτε πόσον βάθος ἔχει νοή‐ ματος τὸ ὄνομα. Ταῦτα δὲ εἰρήκαμεν, οὐκ οἰκείας
35δυνάμεως ἐπίδειξιν ποιούμενοι· οὐ γὰρ ἡμέτερα τὰ λεγόμενα, ἀλλὰ τῆς τοῦ Πνεύματος χάριτος τῶν ῥᾳθυμοτέρων τὴν νωθρίαν διεγειρούσης, ὥστε μηδὲν παρατρέχειν ἁπλῶς. Εἰκότως ἄρα ὑπατείαν πνευματικὴν ἐκαλέσαμεν
40τὴν ἀποστολήν. Ἄρχοντες γάρ εἰσιν ὑπὸ Θεοῦ χει‐ ροτονηθέντες οἱ ἀπόστολοι· ἄρχοντες, οὐκ ἔθνη καὶ πόλεις διαφόρους λαμβάνοντες, ἀλλὰ πάντες κοινῇ τὴν οἰκουμένην ἐμπιστευθέντες. Καὶ ὅτι ἄρχοντές εἰσι πνευματικοὶ, καὶ τοῦτο ἀποδεῖξαι πειράσομαι,
45ἵνα μετὰ τὴν ἀπόδειξιν μάθητε, ὅτι τοσούτῳ βελτίους εἰσὶν οἱ ἀπόστολοι τῶν ἀρχόντων τῶν βιωτικῶν, ὅσῳ αὐτοὶ οἱ βιωτικοὶ ἄρχοντες τῶν παίδων τῶν παι‐ ζόντων ἀμείνους εἰσί. Πολὺ γὰρ μείζων αὕτη ἐκείνης ἡ ἀρχὴ, καὶ μᾶλλον τὴν ἡμετέραν συνέχει ζωὴν, καὶ

51

.

93

(50)

ταύτης ἀρθείσης πάντα οἴχεται καὶ διαλέλυται. Τί ποτ’ οὖν ἐστιν ἀρχῆς σύμβολον, καὶ τίνα ἔχειν τὸν ἄρχοντα χρή; Δεσμωτηρίου ἐξουσίαν, ὥστε τοὺς μὲν δῆσαι, τοὺς δὲ λῦσαι, τοὺς μὲν ἐκβάλλειν, τοὺς δὲ ἐμβάλλειν κύριός ἐστιν· ἀφεῖναι πάλιν χρημάτων
55ὀφλήματα, καὶ τοὺς μὲν ἀπολῦσαι ὄντας ὑπευθύνους, τοὺς δὲ κελεῦσαι ἀποδοῦναι κύριός ἐστιν· εἰς θάνα‐ τον πάλιν ἀπαγαγεῖν, καὶ ἀπὸ τοῦ θανάτου καλέσαι· μᾶλλον δὲ τοῦτο ἄρχοντος μὲν οὐκ ἔστι, βασιλέως δὲ
μόνον· μᾶλλον δὲ οὐδὲ βασιλέως ὁλόκληρόν ἐστι τὸColumn end

51

.

94

δῶρον. Οὐ γὰρ ἀπὸ θανάτου καλεῖ τὸν ἀπιόντα, ἀλλ’ ἐξ ἀπαγωγῆς μόνον, καὶ ἀπόφασιν μὲν λῦσαι δύναται, ἀπὸ θανάτου δὲ ἀνακαλέσασθαι οὐ δύναται· καὶ τὸ μὲν χεῖρον ἔχει, τοῦ βελτίονος δὲ ἀπεστέρηται.
5Ἀπὸ τῆς ζώνης δὲ πάλιν δοκιμάζομεν τὸν ἄρχοντα, ἀπὸ τῆς τοῦ κήρυκος φωνῆς, ἀπὸ τῶν ῥαβδούχων, ἀπὸ τοῦ ὀχήματος, ἀπὸ τοῦ ξίφους· ταῦτα γὰρ πάντα ἀρχῆς σύμβολα. Ἴδωμεν τοίνυν καὶ τὴν τῶν ἀποστόλων ἀρχὴν, εἰ ταῦτα ἔχει τὰ σύμβολα· ἔχει
10μὲν, οὐ τοιαῦτα δὲ, ἀλλὰ πολλῷ βελτίονα, Καὶ ἵνα μάθῃς ὅτι ταῦτα μὲν ὀνόματα πραγμάτων, ἐκεῖνα δὲ ἀλήθεια πραγμάτων· ἵνα μάθῃς τὸ μέσον τῶν παι‐ δίων τῶν παιζόντων ἀρχὰς, καὶ τῶν ἀρχῶν τῶν ἐχόντων τὰς ἀρχάς· καὶ, εἰ βούλεσθε, ἀπὸ τοῦ δεσμω‐
15τηρίου πρῶτον ἀριθμήσομεν. Καὶ γὰρ εἰρήκαμεν, ὅτι κύριος τοῦ δῆσαι καὶ λῦσαί ἐστιν ὁ ἄρχων. Ὅρα δὴ ταύτην τὴν ἀρχὴν τοὺς ἀποστόλους ἔχοντας. Ὅσους γὰρ ἂν δήσητε ἐπὶ τῆς γῆς, φησὶν, ἔσονται δεδεμένοι ἐν τοῖς οὐρανοῖς· καὶ ὅσους ἂν λύσητε
20ἐπὶ τῆς γῆς ἔσονται λελυμένοι ἐν οὐρανοῖς. Εἶδες δεσμωτηρίου, καὶ δεσμωτηρίου ἐξουσίαν· καὶ τὸ μὲν ὄνομα τὸ αὐτὸ, τὸ δὲ πρᾶγμα οὐ τὸ αὐτό. Δεσμὰ, καὶ δεσμά· ἀλλὰ τὰ μὲν ἐπὶ τῆς γῆς, τὰ δὲ ἐν οὐρανῷ. Οὐ‐ ρανὸς γάρ ἐστιν αὐτοῖς τὸ δεσμωτήριον. Μάθε τοίνυν
25τὸ μέγεθος τῆς ἀρχῆς. Ἐπὶ τῆς γῆς καθήμενοι φέρουσι τὴν ψῆφον, καὶ τῆς ψήφου ἡ δύναμις διαβαίνει τοὺς οὐρανούς. Καὶ καθάπερ οἱ μὲν βασιλεῖς καθήμενοι ἐν μιᾷ πόλει ψηφίζονται καὶ νομοθετοῦσιν, ἡ δὲ τῶν ψη‐ φισμάτων καὶ τῶν νόμων δύναμις πᾶσαν διατρέχει
30τὴν οἰκουμένην· οὕτω καὶ τότε, οἱ μὲν ἀπόστολοι ἐν ἑνὶ τόπῳ καθήμενοι ταῦτα ἐνομοθέτουν· ἡ δὲ τῶν νόμων δύναμις, καὶ τῶν δεσμῶν τούτων, οὐχὶ τὴν οἰκουμένην μόνον διέτρεχεν, ἀλλὰ καὶ εἰς αὐτὸ τὸ ὕψος τῶν οὐρανῶν ἀνέβαινεν. Εἶδες δεσμωτήριον, καὶ
35δεσμωτήριον· τὸ μὲν ἐπὶ γῆς, τὸ δὲ ἐν οὐρανῷ, τὸ μὲν σωμάτων, τὸ δὲ ψυχῶν· μᾶλλον δὲ καὶ ψυχῶν καὶ σωμάτων· οὐ γὰρ σώματα ἐδέσμουν μόνον, ἀλλὰ καὶ ψυχάς. εʹ. Βούλει μαθεῖν πῶς κύριοι ἦσαν καὶ ὀφλήματα
40ἀφεῖναι; Καὶ γὰρ καὶ ἐνταῦθα πολὺ τὸ διάφορον ὄψει· οὐ γὰρ ὀφλήματα χρημάτων, ἀλλ’ ὀφλήματα ἁμαρ‐ τημάτων ἀφίεσαν· Ὧν γὰρ, φησὶν, ἀφῆτε τὰς ἁμαρ‐ τίας, ἀφέωνται αὐτοῖς· καὶ ὧν ἂν κρατῆτε, κεκρά‐ τηνται. Τί μετὰ τοῦτο ἀποδεῖξαι χρὴ, ὅτι καὶ εἰς
45θάνατον ἔπεμπον, καὶ ἀπὸ θανάτου πάλιν ἐκάλουν, οὐκ ἐξ ἀποφάσεως μόνης, καὶ ἀπαγωγῆς, ἀλλὰ καὶ ἐκ θανάτου τοὺς κειμένους ἤδη καὶ διαφθαρέντας ἀνιστῶν‐ τες; Ποῦ τοίνυν κατεδίκασαν; ποῦ δὲ ἀπήλλαξαν θα‐ νάτου; Ὁ Ἀνανίας καὶ ἡ Σάπφειρα ἱεροσυλίας ἑάλω‐

51

.

94

(50)

σαν· εἰ γὰρ καὶ τὰ ἑαυτῶν ἔκλεψαν χρήματα, ἀλλ’ ὅμως ἱεροσυλίας τὸ τόλμημα ἦν· μετὰ γὰρ τὴν ὑπόσχεσιν οὐκ ἔτι ἦν αὐτῶν τὰ χρήματα. Τί οὖν ὁ Ἀπόστολος; Ἄκουσον πῶς, καθάπερ ἐν δικαστηρίῳ καθήμενος, τὸν ἱερόσυλον εἰσάγει, καὶ πεῦσιν προσ‐
55άγει καθάπερ δικαστὴς, καὶ τότε τὴν ἀπόφασιν ἐπ‐91

51

.

95

άγει. Οὐ γὰρ πρὸ τῆς ἐρωτήσεως ἡ ἀπόφασις· δήλη μὲν γὰρ ἦν ἡ ἁμαρτία· ἀλλ’ ἵνα ἡμᾶς τοὺς ἔξωθεν περιεστῶτας πείσῃ, ὅτι δικαίως ἐπάγει τὴν ψῆφον, διὰ τοῦτο ποιεῖται τὴν ἐρώτησιν, οὕτω λέγων· Διὰ τί
5ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσα‐ σθαί σε τὸ Πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαι ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοι ἔμενε, καὶ πραθὲν ἐπὶ τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ Θεῷ. Τί οὖν ἀκούων
10ἐκεῖνος τοὺς λόγους τούτους; Πεσὼν ἐξέψυξεν. Εἶδες πῶς καὶ ξίφος ἔχουσιν οἱ ἀπόστολοι; Ὅταν ἀκούσῃς Παύλου λέγοντος, ὅτι Ἐπὶ πᾶσι τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ἀναμνήσθητι τῆς ἀποφάσεως ταύτης, ὅτι οὐδαμοῦ ξίφος, καὶ τῷ ῥή‐
15ματι πληγεὶς ὁ ἱερόσυλος ἔπεσεν. Εἶδες μάχαιραν ἠκονημένην καὶ γεγυμνωμένην; Οὐδαμοῦ σίδηρος, οὐδαμοῦ λαβὴ, οὐδαμοῦ χεῖρες· ἀλλὰ ἀντὶ τῆς χειρὸς ἡ γλῶττα, τὰ ῥήματα ἀντὶ τῆς μαχαίρας ἐξενεγκοῦσα, εὐθέως ἐκεῖνον ἀπέσφαξε. Μετὰ τοῦτον εἰσῆλ‐
20θεν ἡ γυνὴ, καὶ ἐβούλετο αὐτῇ δοῦναι πρόφασιν ἀπολογίας, ἀφορμὴν συγγνώμης· διὰ τοῦτο πάλιν ἐρωτᾷ· Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε. Καίτοι γε ᾔδει, ὅτι οὐ τοσούτου· ἀλλ’ ἵνα αὐτὴν διὰ τῆς ἐρωτήσεως εἰς μετάνοιαν ἀγάγῃ, καὶ καταγνῷ
25τῶν ἡμαρτημένων, καὶ μεταδῷ συγγνώμης αὐτῇ, διὰ τοῦτο αὐτὴν ἐρωτᾷ· ἀλλ’ ὅμως ἐκείνη μετὰ ταῦτα ἀναισχύντως διέκειτο· διὰ τοῦτο ἐκοινώνησε τῆς τι‐ μωρίας τοῦ ἀνδρός. Εἶδες δεσμωτηρίου δύναμιν; εἶδες πῶς εἰσι κύριοι εἰς θάνατον πέμπειν; Ἴδωμεν
30καὶ τὸ βέλτιον, πῶς ἀπὸ θανάτου ἀποκαλοῦνται πά‐ λιν. Ἡ Ταβιθὰ, ἡ μαθήτρια, ἐλεημοσύναις πολλαῖς κομῶσα ἀπέθανε· καὶ δρόμος εὐθέως ἐπὶ τοὺς ἀπο‐ στόλους. Ἤδεισαν γὰρ ὅτι καὶ θανάτου καὶ ζωῆς ἐξουσίαν εἶχον· ᾔδεισαν τὴν ἄνω ἀρχὴν κάτω κατ‐
35ενεχθεῖσαν. Τί οὖν ἐλθὼν ὁ Πέτρος; Ταβιθὰ, ἀνά‐ στηθι, φησίν. Οὐδεμιᾶς πραγματείας ἐδέησεν αὐτῷ, οὐχ ὑπηρετῶν, οὐ διακόνων· ἀλλ’ ἤρκεσε τὰ ῥήματα πρὸς τὴν ἀνάστασιν· ἤκουσε γοῦν τῆς φωνῆς ὁ θά‐ νατος, καὶ οὐκ ἴσχυσε κατασχεῖν τὴν νεκράν. Εἶδες
40οἷαι τῶν δικαστῶν τούτων αἱ φωναί; Αἱ μὲν γὰρ τῶν ἔξωθεν δικαστῶν ἀσθενεῖς. Κἂν γὰρ ἐπιτάξῃ τις ἐκείνων, ὁ δὲ διακονῶν μὴ ὑπηρετήσῃ, διεκόπη τὸ προσταχθέν· ἐνταῦθα δὲ οὐ δεῖται διακόνων· ἀλλ’ εἶπε, καὶ εὐθέως ἐγένετο. Εἶδες αὐτῶν τὸ δεσμωτή‐
45ριον, ὅπερ ἀρχῆς ἐστι σύμβολον· εἶδες πῶς ἀφιᾶσιν ἁμαρτήματα, πῶς λύουσι θάνατον, πῶς εἰς ζωὴν ἐπανάγουσι. Βούλει μαθεῖν καὶ τὴν ζώνην αὐτῶν; Καὶ γὰρ ἐζωσμένους αὐτοὺς ὁ Χριστὸς ἔπεμψεν, οὐχὶ ἐν δέρματι, ἀλλ’ ἐν ἀληθείᾳ· αὕτη ἡ ζώνη ἁγία καὶ

51

.

95

(50)

πνευματική· καὶ διὰ τοῦτό φησι· Περιεζωσμένοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ. Καὶ γὰρ ἡ ἀρχὴ πνευματικὴ, διὸ μηδὲν αἰσθητὸν ζήτει· Πᾶσα γὰρ ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Ἀλλὰ τί; βούλει καὶ τοὺς δημίους ἰδεῖν; Δήμιοί
55εἰσιν οἱ τοὺς ὑπευθύνους μαστίζοντες, προσαρτῶντες τῷ ξύλῳ, διαξαίνοντες τὰς πλευρὰς, παιδεύοντες, κολάζοντες. Βούλει οὖν τούτους ἰδεῖν; Οὐκ ἀνθρώ‐ πους ἔχουσιν, ἀλλ’ αὐτὸν τὸν διάβολον, καὶ τοὺς δαί‐
μονας· οἱ σῶμα καὶ σάρκα περικείμενοι, τὰς ἀσω‐Column end

51

.

96

μάτους εἶχον ὑπηρετούσας δυνάμεις. Ἄκουσον γοῦν πῶς μετὰ αὐθεντίας ἐκείνοις ἐπέταττεν ὁ Παῦλος· περὶ γὰρ τοῦ πεπορνευκότος γράφων ἔλεγε· Παρά‐ δοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς
5σαρκός. Πάλιν ἐφ’ ἑτέρων βλασφημούντων τὸ αὐτὸ τοῦτο πεποίηκε· Παρέδωκα γὰρ αὐτοὺς, φησὶ, τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ βλασφημεῖν. Τί λοιπὸν ὑπολέλειπται δεῖξαι; ὅτι καὶ ὀχήματα ἔχουσιν; Ἀλλ’ οὐδὲ ταύτης ἀπορήσομεν τῆς ἀποδείξεως· τὸν γὰρ
10Φίλιππον, ἐπειδὴ τὸν εὐνοῦχον ἐβάπτισε, καὶ πρὸς τὴν ἱερὰν μυσταγωγίαν ἐχειραγώγησεν, ἔδει δὲ αὐτὸν ἐπανελθεῖν, ἥρπασεν αὐτὸν τὸ Πνεῦμα, καὶ εὑρέθη εἰς Ἄζωτον ἀπὸ τῆς ἐρήμου. Εἶδες ὄχημα ὑπόπτε‐ ρον; εἶδες ζεῦγος ἀνέμου σφοδρότερον; Πάλιν ἔδει
15τὸν ἀπόστολον εἰς τὸν παράδεισον ὁδεῦσαι, μῆκος οὕτω πολὺ, καὶ διάστημα ἄπειρον· κἀκεῖνος πάλιν ἀθρόον ἁρπαγεὶς ἐκεῖ μετεφέρετο ἀπονητὶ, καὶ ἐν βραχείᾳ καιροῦ ῥοπῇ. Τὰ μὲν οὖν ὀχήματα τοιαῦτα· ἡ δὲ τοῦ κήρυκος φωνὴ, καὶ αὕτη πάλιν
20ἀξία τῆς ἀρχῆς. Οὐ γὰρ ἄνθρωπος αὐτῶν προηγεῖτο, φωνὴν ἀφιεὶς, ἀλλ’ ἡ τοῦ Πνεύματος χάρις, καὶ ἡ διὰ τῶν θαυμάτων ἀπόδειξις πάσης σάλπιγγος λαμ‐ προτέραν ἠφίει φωνήν· οὕτως αὐτοῖς πανταχοῦ προοδοποιεῖ. Καὶ καθάπερ οἱ ἄρχοντες ἐν πολλῇ πε‐
25ριφανείᾳ καθεστήκασι, τῶν ἰδιωτῶν οὐ τολμώντων αὐτοῖς ἁπλῶς ἀναμίγνυσθαι· οὕτω καὶ ἐπὶ τῶν ἀπο‐ στόλων ἐγίνετο· Τῶν γὰρ λοιπῶν, φησὶν, οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς· ἀλλ’ ἐμεγάλυνεν αὐ‐ τοὺς ὁ λαός. Εἶδες δεσμωτηρίου δύναμιν, καὶ ἀφ‐
30έσεως ὀφλημάτων ἰσχὺν, καὶ ξίφος ἔχοντας, καὶ ζώνην ἐζωσμένους, καὶ ὀχήματι ὁδεύοντας, καὶ φωνὴν πά‐ σης σάλπιγγος λαμπροτέραν προηγουμένην αὐτῶν, καὶ ἐν πολλῇ περιφανείᾳ ὄντας; ϛʹ. Ἀναγκαῖον δὴ καὶ τὰ κατορθώματα αὐτῶν δεῖξαι
35πάντα, καὶ ὅσα τὴν οἰκουμένην ὤνησαν. Καὶ γὰρ καὶ τοῦτο ἀρχόντων, τὸ μὴ τιμῆς ἀπολαύειν μόνον, ἀλλὰ καὶ πολλὴν ἐνδείκνυσθαι πρὸς τοὺς ἀρχομένους τὴν πρόνοιαν καὶ τὴν προστασίαν. Ἀλλὰ πλείονα τοῦ δέοντος καὶ τὰ εἰρημένα. Διὰ τοῦτο εἰς ἑτέραν ἀνα‐
40βαλλόμενος ταῦτα διάλεξιν, πρὸς τὴν τῶν νεοφωτί‐ στων παραίνεσιν παραγαγεῖν πειράσομαι λόγον. Μη‐ δεὶς δὲ ἄκαιρον νομιζέτω τὴν συμβουλήν. Καὶ γὰρ ἔφθην εἰπὼν, ὅτι οὐ μετὰ δέκα καὶ εἴκοσι ἡμέρας μόνον, ἀλλὰ καὶ μετὰ δέκα καὶ εἴκοσι ἔτη δυνατὸν
45νεοφωτίστους καλεῖν τοὺς μεμυημένους, ἐὰν νήφωσι. Τίς οὖν ἂν γένοιτο πρὸς τούτους ἀρίστη παραίνεσις; Εἰ τοῦ τρόπου τῆς γεννήσεως αὐτοὺς ἀναμνήσαιμεν, καὶ τοῦ προτέρου, καὶ τοῦ δευτέρου, τοῦ φυσικοῦ, καὶ τοῦ πνευματικοῦ, καὶ τί τὸ μέσον ἑκατέρας τῆς

51

.

96

(50)

γεννήσεως δείξαιμεν. Μᾶλλον δὲ οὐ δεῖ παρ’ ἡμῶν αὐτοὺς ταῦτα μανθάνειν· αὐτὸς ὁ τῆς βροντῆς υἱὸς περὶ τούτων αὐτοῖς διαλέξεται, ὁ ἀγαπητὸς τοῦ Χριστοῦ Ἰωάννης. Τί οὖν ἐκεῖνός φησιν; Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα
55Θεοῦ γενέσθαι· εἶτα ἀναμιμνήσκων αὐτοὺς τῆς προτέρας γεννήσεως, καὶ ἐκ συγκρίσεως τὸ σεμνὸν τῆς παρούσης χάριτος ἐνδεικνύμενος, οὕτω φησί· Οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ’ ἐκ Θεοῦ ἐγεννήθησαν. Ἑνὶ ῥήματι αὐτῶν
60ἔδειξε τὴν εὐγένειαν. Ὢ καθαρῶν ὠδίνων! ὢ πνευ‐ ματικῶν τόκων! ὢ καινῶν λοχευμάτων! χωρὶς μή‐
τρας σύλληψις, χωρὶς γαστρὸς γέννησις, χωρὶς σαρ‐93

51

.

97

κὸς τόκος, τόκος πνευματικὸς, τόκος ἐκ χάριτος καὶ φιλανθρωπίας Θεοῦ, τόκος εὐφροσύνης γέμων καὶ χαρᾶς. Ἀλλ’ οὐ τοιοῦτος ὁ πρότερος, ἀλλ’ ἀπὸ θρήνων ἔχει τὴν ἀρχήν. Τὸ γὰρ παιδίον ἐκ τῆς μή‐
5τρας ὀλισθαῖνον καὶ ἐκ τῆς νηδύος καταφερόμενον, πρώτην φωνὴν μετὰ δακρύων ἐκβάλλει, καθάπερ τίς φησι· Πρώτην φωνὴν τὴν ὁμοίαν ἅπασιν ἴσα κλαίων. Διὰ θρήνων γὰρ ἡ εἴσοδος εἰς τὸν βίον, διὰ δακρύων προοίμια, τῆς φύσεως τὸ μέλλον ὀδυνηρὸν
10προαναφωνούσης. Τί κλαίει τὸ παιδίον εἰς φῶς ἐλθόν; Διὰ τοῦτο· πρὸ μὲν τῆς ἁμαρτίας ἔλεγεν ὁ Θεὸς, Αὐ‐ ξάνεσθε, καὶ πληθύνεσθε, ὅπερ εὐλογίας ἦν· τὸ δὲ, Ἐν λύπαις τέξῃ τέκνα, μετὰ τὴν ἁμαρτίαν, ὅπερ τιμωρίας ἦν. Οὐ δάκρυα δὲ ἐν τῇ γεννήσει μό‐
15νον, ἀλλὰ καὶ σπάργανα καὶ δεσμά· δάκρυα ἐν τῇ γεννήσει, δάκρυα ἐν θανάτῳ· σπάργανα ἐν γεν‐ νήσει, σπάργανα ἐν θανάτῳ· ἵνα μάθῃς ὅτι πρὸς θάνατον ἡ ζωὴ αὕτη τελευτᾷ, καὶ πρὸς ἐκεῖνο κα‐
ταστρέφει τὸ τέλος. Ἀλλ’ οὐχ ἡ γέννησις αὕτη. Οὐ‐Column end

51

.

98

δαμοῦ δάκρυα καὶ σπάργανα, ἀλλὰ λελυμένος ὁ γεν‐ νηθεὶς, καὶ πρὸς ἀγῶνας παρεσκευασμένος· διὰ τοῦτο ἄφετοι οἱ πόδες καὶ αἱ χεῖρες, ἵνα τρέχῃ καὶ πυκτεύῃ· οὐδαμοῦ θρῆνος, οὐδαμοῦ δάκρυα ἐνταῦθα, ἀλλ’
5ἀσπασμοὶ, καὶ φιλίαι, καὶ περιπλοκαὶ τῶν ἀδελφῶν τὸ οἰκεῖον μέλος ἐπιγινωσκόντων, καὶ ὥσπερ ἐκ μα‐ κρᾶς ἀπολαβόντων ἀποδημίας. Ἐπειδὴ γὰρ πρὸ τοῦ φωτίσματος ἐχθρὸς ἦν, μετὰ δὲ τὸ φώτισμα γέγονε φίλος τοῦ κοινοῦ πάντων ἡμῶν Δεσπότου, διὰ τοῦτο
10πάντες συνηδόμεθα· διὰ τοῦτο καὶ τὸ φίλημα εἰρήνη καλεῖται, ἵνα μάθωμεν ὅτι πόλεμον κατέλυσεν ὁ Θεὸς, καὶ πρὸς τὴν οἰκείωσιν ἐπανήγαγε τὴν ἑαυτοῦ. Ταύ‐ την οὖν τηρῶμεν διηνεκῶς, ταύτην φυλάττωμεν τὴν εἰρήνην, ταύτην ἐκτείνωμεν τὴν φιλίαν, ἵνα καὶ τῶν
15αἰωνίων ἐπιτύχωμεν σκηνῶν, χάριτι καὶ φιλανθρω‐ πίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, κράτος, ἅμα τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.Column end

51

.

97

(20t)

Ὅτι οὐκ ἀκίνδυνον τοῖς ἀκροαταῖς τὸ σιγᾷν τὰ λεγόμενα ἐν ἐκκλησίᾳ, καὶ τίνος ἕνεκεν αἱ
21tΠράξεις ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται, καὶ διὰ τί οὐκ ἔδειξε πᾶσιν ἑαυτὸν ἀναστὰς ὁ Χρι‐
22tστὸς, καὶ ὅτι τῆς ὄψεως σαφεστέραν παρέσχε τὴν τῆς ἀναστάσεως ἀπόδειξιν τὴν διὰ τῶν ση‐
23tμείων τῶν ἀποστόλων.
24αʹ. Τὸ μὲν πλέον τοῦ χρέους τοῦ συντεθέντος ἡμῖν ὑπὸ
25τῆς ἐπιγραφῆς τῶν Πράξεων τῶν ἀποστολικῶν ἐν ταῖς ἔμπροσθεν ὑμῖν κατεβάλομεν ἡμέραις· ἐπειδὴ δὲ ἔτι μικρὸν ἐναπέμεινε λείψανον, ἀνέστην καὶ τοῦτο κατα‐ θήσων ὑμῖν σήμερον. Εἰ δὲ μετ’ ἀκριβείας φυλάττετε τὰ εἰρημένα, καὶ μετὰ πολλῆς κατέχετε σπουδῆς,
30ὑμεῖς ἂν εἰδείητε οἱ τὸ ἀργύριον ὑποδεξάμενοι, καὶ τῶν ἀργυρίων τούτων μέλλοντες τὸν λόγον διδόναι τῷ Δεσπότῃ κατὰ τὴν ἡμέραν ἐκείνην, ὅταν οἱ τὰ τά‐ λαντα πιστευθέντες καλῶνται, καὶ τὰς εὐθύνας ὑπ‐ έχωσιν· ὅταν ἐλθὼν ὁ Χριστὸς ἀπαιτῇ τοὺς τραπεζίτας
35τὸ ἀργύριον τοῦτο μετὰ τῶν τόκων. Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπε‐ ζίτας, καὶ ἐγὼ ἐλθὼν μετὰ τόκου ἂν ἀπῄτησα αὐτό. Ὢ τῆς πολλῆς καὶ ἀφάτου φιλανθρωπίας τοῦ Δεσπό‐ του! Ἀνθρώπους κωλύων ἀπαιτεῖν τόκους, αὐτὸς
40ἀπαιτεῖ τόκους. Διὰ τί; Ἐπειδὴ ἐκεῖνος ὁ τόκος δια‐ βεβλημένος ἐστὶ καὶ κατηγορίας ἄξιος· οὗτος δὲ ἐπαινετὸς καὶ πολλῆς ἀποδοχῆς ἐστιν ἄξιος. Ἐκεῖνος τοίνυν ὁ τόκος, ὁ τῶν χρημάτων λέγω, καὶ τὸν λαμ‐ βάνοντα, καὶ τὸν διδόντα ζημιοῖ, καὶ τοῦ μὲν λαμβά‐
45νοντος ἀπόλλυσι τὴν ψυχὴν, τοῦ δὲ διδόντος ἐπι‐ τρίβει τὴν πενίαν. Τί γὰρ ἂν γένοιτο χαλεπώτερον, ἀλλ’ ἢ ὅταν τις τὴν πενίαν τοῦ πλησίον ἐμπορεύηται, καὶ τὰς τῶν ἀδελφῶν πραγματεύηται συμφοράς; ὅταν τις προσωπεῖον φιλανθρωπίας ἔχων πᾶσαν ἀπανθρω‐

51

.

97

(50)

πίαν ἐπιδείκνυται, καὶ ὁ χεῖρα μέλλων ὀρέγειν πρὸς τὸ βάραθρον ὠθῇ τὸν βοηθείας δεόμενον; Τί ποιεῖς, ἄνθρωπε; Οὐ διὰ τοῦτο πρὸς σὰς ἦλθε θύρας ὁ πένης, ἵνα αὐξήσῃς αὐτοῦ τὴν πενίαν, ἀλλ’ ἵνα λύσῃς αὐτοῦ τὴν πενίαν· σὺ δὲ ταυτὸν ποιεῖς, οἷον οἱ τὰ δηλητήρια
55κεραννύντες φάρμακα· καὶ γὰρ ἐκεῖνοι τὴν συνήθηColumn end

51

.

98

(24)

τροφὴν αὐτοῖς ἀναμίξαντες ἀνεπαίσθητον ποιοῦσι τὴν
25ἐπιβουλὴν, καὶ οὗτοι φιλανθρωπίας προσχήματι τῶν τόκων τὸν ὄλεθρον κρύψαντες, οὐκ ἐῶσιν αἰσθέσθαι τῆς βλάβης τοὺς μέλλοντας πίνειν τὸ θανάσιμον τοῦ‐ το φάρμακον. Διόπερ εὔκαιρον, ὃ περὶ τῆς ἁμαρτίας εἴρηται, καὶ περὶ τῶν τοκιζόντων καὶ δανειζομένων
30εἰπεῖν. Τί δὲ περὶ τῆς ἁμαρτίας εἴρηται; Πρὸς και‐ ρὸν, φησὶ, γλυκαίνει τὸν λάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις, καὶ ἠκονημένον μᾶλ‐ λον μαχαίρας διστόμου. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν δανειζομένων γίνεται· ὅταν μὲν γὰρ λαμβάνῃ τὰ
35χρήματα ὁ δεόμενος, παραμυθίαν λαμβάνει μικράν τινα καὶ πρόσκαιρον· ὕστερον δὲ τῶν τόκων αὐξο‐ μένων, καὶ τοῦ φορτίου μείζονος τῆς δυνάμεως γενο‐ μένου, ἐκεῖνο τὸ γλυκὺ καὶ λιπάναν τὸν λάρυγγα πικρότερον χολῆς ὄψεται γινόμενον, καὶ ἠκονημένον
40μᾶλλον μαχαίρας διστόμου, τῶν πατρῴων πάντων ἀποστῆναι ἀθρόον ἀναγκαζόμενος. βʹ. Ἀλλ’ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ πνευματικὰ τὸν λόγον μετάγωμεν. Ἔδει σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, ἐκείνου τοῦ
45ἀργυρίου τραπεζίτας ὑμᾶς καλῶν τοὺς τῶν ῥημάτων τούτων ἀκροατάς. Καὶ τίνος ἕνεκεν τραπεζίτας ὑμᾶς ἐκάλεσεν ὁ Θεός; Παιδεύων ἅπαντας τὴν αὐτὴν σπουδὴν ἐπιδείκνυσθαι περὶ τὴν δοκιμασίαν τῶν λε‐ γομένων, ὅσην ἐκεῖνοι σπουδὴν ἔχουσι περὶ τὴν

51

.

98

(50)

ἐξέτασιν καὶ εἴσοδον τῶν νομισμάτων. Καθάπερ γὰρ οἱ τραπεζῖται τὸ μὲν κίβδηλον καὶ παράσημον ἐκ‐ βάλλουσι νόμισμα, τὸ δὲ δόκιμον καὶ ὑγιὲς δέχονται, καὶ διακρίνουσι τὸ νόθον ἀπὸ τοῦ γνησίου· οὕτω καὶ σὺ ποίησον, καὶ μὴ πάντα παραδέχου λόγον, ἀλλὰ
55τὸν μὲν κίβδηλον καὶ διεφθαρμένον ἔκβαλλε ἀπὸ σοῦ. τὸν δὲ ὑγιῆ καὶ σωτηρίαν ἔχοντα παράπεμπε τῇ
διανοίᾳ. Ἔστι γὰρ, ἔστι καὶ σοὶ ζυγὰ καὶ σταθμία95

51

.

99

οὐκ ἀπὸ χαλκοῦ καὶ σιδήρου κατεσκευασμένα, ἀλλ’ ἀπὸ ἁγνείας καὶ πίστεως συγκείμενα, καὶ διὰ τού‐ των δοκίμαζε λόγον ἅπαντα. Καὶ γὰρ διὰ τοῦτό φησι, Γίνεσθε τραπεζῖται δόκιμοι, οὐχ ἵνα ἐπὶ τῆς ἀγορᾶς
5ἑστῶτες τὰ ἀργύρια ἀριθμῆτε, ἀλλ’ ἵνα τοὺς λόγους βασανίζητε μετὰ ἀκριβείας ἁπάσης· διὰ τοῦτο καὶ ὁ ἀπόστολος Παῦλός φησι· Πάντα δοκιμάζετε, τὸ καλὸν δὲ κατέχετε μόνον. Οὐ διὰ τὴν δοκιμασίαν δὲ μόνον ὑμᾶς τραπεζίτας ἐκάλεσεν, ἀλλὰ καὶ διὰ
10τὴν τῶν καταβαλλομένων νομήν. Καὶ γὰρ τοῖς τραπεζίταις, ἐὰν μόνον ὑποδεχόμενοι τὰ χρήματα κατακλείωσιν οἴκοι, μηκέτι δὲ εἰς ἑτέρους διανέμωσιν, ἅπαν τὸ τῆς ἐμπορίας οἰχήσεται· οὕτω καὶ ἐπὶ τῶν ἀκροατῶν τὸ αὐτὸ τοῦτο γίνεται. Ἂν γὰρ δεξάμενος
15τὴν διδασκαλίαν παρὰ σαυτῷ κατασχῇς, μηκέτι δὲ εἰς ἑτέρους ἐκβάλῃς, πᾶσά σου ἡ πραγματεία διαῤ‐ ῥυήσεται. Διὰ τοῦτο ἐπὶ τῶν ἐργαστηρίων ἐκείνων διὰ πάσης ἡμέρας εἴσοδόν τε καὶ ἔξοδον γινομένην ὁρῶ‐ μεν. Τοῦτο τοίνυν καὶ ἐπὶ τῆς διδασκαλίας γινέσθω.
20Καὶ γὰρ καὶ ἐπὶ τῶν τραπεζιτῶν ἐκείνων ὁρῶμεν τοὺς μὲν καταβάλλοντας χρήματα, τοὺς δὲ λαμβά‐ νοντας εὐθέως, καὶ ἀπιόντας, καὶ τοῦτο διὰ πάσης ἡμέρας γινόμενον ἴδοι τις ἄν. Διὰ τοῦτο, καίτοι τῶν χρημάτων οὐκ ὄντων αὐτοῖς οἰκείων, ἐπειδὴ τῇ χρή‐
25σει πρὸς τὸ δέον κέχρηνται, διὰ τῶν ἀλλοτρίων πολ‐ λὴν ἑαυτοῖς συλλέγουσι τὴν εὐπορίαν. Οὕτω καὶ σὺ ποίησον. Οὐκ ἔστι ταῦτα τὰ λόγια σὰ, ἀλλὰ τοῦ Πνεύματος· ἀλλ’ ὅμως ἐὰν ἀρίστην ἐπιδείξῃ τὴν χρῆσιν, πολλὴν ἑαυτῷ συνάξεις τὴν εὐπορίαν τὴν
30πνευματικήν· διὰ τοῦτο καὶ τραπεζίτας ὑμᾶς ἐκάλε‐ σεν ὁ Θεός. Τίνος δὲ ἕνεκεν ἀργύριον τὸν λόγον ἐκά‐ λεσεν; Ἐπειδὴ καθάπερ τὸ ἀργύριον τὸν χαρακτῆρα ἔχει ἀπηρτισμένον τὸν βασιλικὸν (κἂν γὰρ μὴ τοῦτον ἔχῃ, οὐκ ἔστιν ἀργύριον δόκιμον, ἀλλὰ κίβδηλον κα‐
35λεῖται), οὕτω καὶ τὴν διδασκαλίαν τῆς πίστεως τὸν χαρακτῆρα τοῦ λόγου ἀπηρτισμένον ἔχειν δεῖ. Πάλιν τῶν ἀργυρίων ἡ χρῆσις πᾶσαν ἡμῶν συγκροτεῖ τὴν ζωὴν, καὶ συμβολαίων ἁπάντων ὑπόθεσις γίνεται, κἂν ἀγοράσαι τι, κἂν πωλῆσαι δέῃ, διὰ τούτων ἅπαντα
40πράττομεν. Τοῦτο καὶ ἐπὶ τῆς διδασκαλίας γίνεται· τῶν γὰρ συμβολαίων πνευματικῶν ὑπόθεσίς ἐστι καὶ ῥίζα τὸ ἀργύριον τοῦτο τὸ πνευματικόν· ὅθεν κἂν παρὰ τοῦ Θεοῦ τι βουληθῶμεν ἀγοράσαι, τὸν λόγον τῆς εὐχῆς καταβαλόντες πρῶτον, οὕτω λαμβάνομεν
45ἅπερ αἰτοῦμεν. Κἂν ἀδελφὸν ἴδωμεν ἠμελημένον καὶ ἀπολλύμενον, τὴν σωτηρίαν αὐτοῦ κερδήσομεν, καὶ τὴν ζωὴν ἀγοράσομεν, τὸν λόγον τῆς διδασκαλίας καταβάλλοντες. Διὸ χρὴ μετὰ ἀκριβείας ἁπάσης φυλάττειν καὶ κατ‐

51

.

99

(50)

έχειν ἅπαντα, ἵνα καὶ εἰς ἑτέρους αὐτὰ διανείμω‐ μεν· καὶ γὰρ καὶ τόκους τῶν ἀργυρίων τούτων ἀπαιτούμεθα. Προσέχωμεν τοίνυν τῇ ὑποδοχῇ, ἵνα καὶ εἰς ἑτέρους διανεῖμαι δυνηθῶμεν τὰ ἀργύρια· καὶ γὰρ ἕκαστος, ἐὰν θέλῃ, δύναμιν ἔχει διδασκα‐
55λίας. Οὐ δύνασαι Ἐκκλησίαν ὀρθῶσαι τοσαύτην· ἀλλὰ δύνασαι τὴν γυναῖκα τὴν σὴν νουθετῆσαι. Οὐ δύνασαι πρὸς πλῆθος τοσοῦτον διαλεχθῆναι· ἀλλὰ τὸν υἱόν σου σωφρονίσαι δύνασαι. Οὐ δύνασαι πρὸς δῆμον τηλικοῦτον τὸν λόγον ἀποτεῖναι διδασκαλίας· ἀλλὰ
60τὸν οἰκέτην σου βελτίονα ἐργάσασθαι δύνασαι Οὐκ ἔστι σου μείζων τῆς δυνάμεως ἐκεῖνος τῶν μαθητῶν ὁ σύλλογος· οὐκ ἔστι σου πλέον τῆς συνέσεως ἐκεῖνο τῆς διδασκαλίας τὸ μέτρον, ἀλλὰ καὶ ἡμῶν εὐκολώ‐
τερον ὑμεῖς ἐκείνους πάντας ῥυθμίζειν δύνασθε.Column end

51

.

100

Ἐγὼ μὲν γὰρ ὑμῖν ἅπαξ τῆς ἑβδομάδος συγγίνομαι, ἢ καὶ δεύτερον πολλάκις· σὺ δὲ διαπαντὸς ἔνδον ἔχεις τῆς οἰκίας τοὺς μαθητὰς, καὶ τὴν γυναῖκα, καὶ τὰ παιδία, καὶ τοὺς οἰκέτας, καὶ ἐν ἑσπέρᾳ, καὶ ἐν τρα‐
5πέζῃ, καὶ διὰ πάσης ἡμέρας δύνασαι διορθοῦν αὐ‐ τούς. Καὶ ἑτέρωθεν δὲ ἡ ἰατρεία αὕτη εὐκολωτέρα γίνεται· ἐγὼ μὲν γὰρ ἐν πλήθει τοσούτῳ δια‐ λεγόμενος οὐκ οἶδα τὸ ἐνοχλοῦν ὑμῖν πάθος τῆς ψυ‐ χῆς, διὸ καὶ ἀναγκάζομαι καθ’ ἑκάστην διδασκαλίαν
10ἅπαντα προτιθέναι τὰ φάρμακα· ὑμᾶς δὲ οὐχ οὕτω ποιεῖν ἀνάγκη, ἀλλ’ ἔξεστιν ὑμῖν μετὰ ἐλάττονος πό‐ νου πλείονα καρποῦσθαι τὴν διόρθωσιν· ἴστε γὰρ σα‐ φῶς τὰ ἁμαρτήματα τῶν ὑμῖν συνοικούντων, διὸ καὶ ταχυτέραν δύνασθε ποιῆσαι τὴν θεραπείαν.
15 γʹ. Μὴ τοίνυν, ἀγαπητοὶ, ἀμελῶμεν τῶν συνοικούν‐ των ἡμῖν· καὶ γὰρ μεγίστη κόλασις κεῖται καὶ ἄφατος τιμωρία τοῖς ἀμελοῦσι τῶν οἰκείων. Εἰ γάρ τις, φησὶν ὁ Παῦλος, τῶν ἰδίων οὐ προνοεῖται, καὶ μάλιστα τῶν οἰκείων, τὴν πίστιν ἤρνηται, καὶ
20ἔστιν ἀπίστου χείρων. Ὁρᾷς ποῦ τῶν ἀμελούντων τῶν οἰκείων ὁ Παῦλος ἠκόντισε; Καὶ μάλα εἰκότως· ὁ γὰρ τῶν οἰκείων ἀμελῶν, φησὶ, πῶς τῶν ἀλλοτρίων ἐπιμελήσεται; Οἶδα πολλάκις ταῦτα παραινέσας ὑμῖν· ἀλλὰ καὶ παραινῶν οὐδέποτε παύσομαι, καίτοι
25γε ἐγὼ ἀνεύθυνος λοιπὸν τῆς τῶν ἑτέρων ῥᾳθυμίας εἰμί· Ἔδει γάρ σε, φησὶ, καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας, καὶ πλέον οὐδὲν ἀπ‐ ῄτησεν. Ἐγὼ δὲ καὶ τὸ ἀργύριον κατέβαλον, καὶ λό‐ γον οὐδένα ἔχω· ἀλλ’ ὅμως καίτοι γε ἀνεύθυνος ὢν,
30καὶ τῆς τιμωρίας ἀπηλλαγμένος τῆς ἐπὶ τούτοις, καθάπερ ὑπεύθυνος ὢν κολάσει καὶ τιμωρίᾳ, οὕτω δέδοικα καὶ τρέμω περὶ τῆς ὑμετέρας σωτηρίας, Μηδεὶς τοίνυν ἁπλῶς μηδὲ ἠμελημένως ἀκουέτω τῶν λόγων τῶν πνευματικῶν· οὐδὲ γὰρ εἰκῆ καὶ
35μάτην μακρὰ ποιοῦμαι τὰ προοίμια, ἀλλ’ ὥστε ἀσφαλεστέραν γίνεσθαι τῶν καταβαλλομένων τὴν φυλακὴν, ὥστε μὴ μάτην μηδὲ ἁπλῶς κροτήσαντας καὶ θορυβήσαντας οἴκαδε ἀπελθεῖν. Οὐ γὰρ μέλει μοι τῶν παρ’ ὑμῶν ἐπαίνων, ἀλλὰ φροντίζω τῆς
40ὑμετέρας σωτηρίας. Οἱ μὲν γὰρ ἐπὶ τῆς σκηνῆς ἀγωνιζόμενοι τὸν ὑπὲρ τούτου μισθὸν τὸν ἔπαινον παρὰ τοῦ δήμου λαμβάνουσιν· ἡμεῖς δὲ οὐκ ἐπὶ τού‐ τοις ἀπεδυσάμεθα, ἀλλ’ ἐπὶ τὸν παρὰ τοῦ Δεσπότου μισθὸν τὸν ἐπὶ τούτοις κείμενον λαβεῖν. Διὰ τοῦτο
45καὶ συνεχῶς ὑμῖν ταῦτα παρακελευόμεθα, ὥστε πρὸς τὸ βάθος τῆς διανοίας ὑμῶν καταβῆναι τὰ λεγόμενα. Καθάπερ γὰρ τῶν φυτῶν ὅσαπερ ἂν πρὸς τὸ βάθος παραπέμψῃ τὰς ῥίζας, ἄσειστα γίνεται ταῖς τῶν ἀνέμων προσβολαῖς· οὕτω καὶ τῶν νοημάτων ὅσῳπερ

51

.

100

(50)

ἂν ἐν τῷ βάθει μένῃ τῆς διανοίας, οὐ ῥᾳδίως ὑπὸ τῆς τῶν πραγμάτων ἀνασπᾶται ἐπιβουλῆς. Εἰπὲ γάρ μοι, ἀγαπητὲ, εἰ λιμῷ τὸν παῖδα τηκόμενον εἶδες, ἆρα ἂν ἠνέσχου περιιδεῖν, ἀλλ’ οὐχὶ πάντα ἂν ὑπ‐ έμεινας, ὥστε λῦσαι αὐτοῦ τὸν λιμόν; Εἶτα λιμῷ μὲν
55ἄρτου διαφθειρόμενον οὐκ ἂν περιεῖδες, λιμῷ δὲ θείας διδασκαλίας ἀπολλύμενον ἀνέχῃ περιορᾷν; Καὶ πῶς ἄξιος ἂν ἦς καλεῖσθαι πατήρ; Καὶ γὰρ οὗτος ὁ λι‐ μὸς ἐκείνου χαλεπώτερος, ὅσῳ καὶ πρὸς μείζονα τελευτᾷ θάνατον, ὅθεν καὶ πλείονα ἐνταῦθα ποιεῖσθαι
60χρὴ τὴν σπουδήν. Ἐκτρέφετε γὰρ, φησὶ, τὰ τέκνα97

51

.

101

ὑμῶν ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου. Αὕτη καλλίστη πατέρων ἐπιμέλεια, αὕτη γνησία κηδεμονία γεγεννηκότων· οὕτω γὰρ ἐγὼ ἐπιγινώσκω τῆς φύσεως τὴν συγγένειαν, ἐὰν ἐν τοῖς πνευματικοῖς
5πλείονα ἐπιδείξωνται τὴν σπουδήν. Ἀλλὰ τῶν μὲν προοιμίων ἀρκετὸς ὁ λόγος· ἀνάγκη δὲ λοιπὸν κατα‐ βαλεῖν καὶ τὸ χρέος· διὰ γὰρ τοῦτο τὸν μακρὸν καὶ πολὺν τοῦτον ὑμῖν ἀπεμήκυνα λόγον, ἵνα μετὰ πάσης ὑποδέξησθε τὸ καταβαλλόμενον φυλακῆς. Τί οὖν τὸ
10ὄφλημα, ὅπερ ἀνεχωρήσαμεν ὀφείλοντες πρώην; ἢ καὶ τοῦτο τάχα ἐπιλέλησθε; Οὐκοῦν ἀνάγκη παρ’ ἡμῶν ὑμᾶς ὑπομνησθῆναι, καὶ πρότερον ἀναγνῶναι τὸ γραμματεῖον, δι’ οὗ καὶ τὴν προτέραν κατα‐ βολὴν ἐποιησάμεθα, καὶ τίνα ἦν τὰ καταβληθέντα
15εἰπεῖν, ἵνα ἴδωμεν ἐκ τῶν καταβληθέντων τὰ λειπό‐ μενα. Τίνα οὖν ἐστι τὰ καταβληθέντα πρότερον; Εἶπον ἐκεῖ τίς ἦν ὁ τὸ βιβλίον γράψας τῶν Πράξεων, καὶ τίς ὁ πατὴρ τοῦ λόγου τούτου· μᾶλλον δὲ οὐχ ὁ πατὴρ τοῦ λόγου, ἀλλ’ ὁ διάκονος· οὐ γὰρ αὐτὸς
20ἔτεκε τὰ εἰρημένα, ἀλλ’ αὐτὸς διηκόνησε τοῖς εἰρη‐ μένοις. Εἶπον περὶ τῶν Πράξεων αὐτῶν, καὶ τί ποτ’ οὖν βούλεται ἐνδείξασθαι τὸ τῶν Πράξεων ὄνομα· εἶπον καὶ περὶ τῆς τῶν ἀποστόλων προσηγορίας. Ἀνάγκη
25λοιπὸν εἰπεῖν, τίνος ἕνεκεν οἱ Πατέρες ἡμῶν ἐν τῇ Πεντηκοστῇ τὸ βιβλίον τῶν Πράξεων ἀναγινώσκεσθαι ἐνομοθέτησαν. Τάχα γὰρ μέμνησθε ὅτι καὶ τοῦτο τότε ὑπεσχόμεθα ἐρεῖν. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ τοὺς καιροὺς ἡμῖν τούτους παρετήρησαν οἱ Πατέρες, ἀλλὰ
30μετά τινος λόγου σοφοῦ πεποιήκασι τοῦτο· οὐχ ἵνα ὑπὸ ἀνάγκην καιρῶν τὴν ἐλευθερίαν ἡμῖν ὑποβάλωσιν, ἀλλ’ ἵνα τῇ τῶν ἀσθενεστέρων πτωχείᾳ συγκατα‐ βάντες, ἐπὶ τὸν πλοῦτον τῆς γνώσεως αὐτοὺς ἀναγά‐ γωσι. Καὶ ὅτι διὰ τοῦτο παρατηροῦσι καιροὺς, οὐχ
35ἑαυτοὺς τῇ ἀνάγκῃ τῆς παρατηρήσεως ὑποβάλλοντες, ἀλλὰ τοῖς ἀσθενεστέροις συγκατιέναι σπουδάζοντες, ἄκουσον τί φησιν ὁ Παῦλος· Ἡμέρας παρατηρεῖτε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς; Φοβοῦμαι μή πως εἰκῆ κεκοπίακα εἰς ὑμᾶς. Σὺ δὲ οὐ παρα‐
40τηρεῖς ἡμέρας καὶ καιροὺς καὶ ἐνιαυτούς; Τί οὖν; εἰ ἴδωμεν τὸν κωλύοντα παρατηρεῖν ἡμέρας καὶ μῆ‐ νας καὶ καιροὺς καὶ ἐνιαυτοὺς παρατηροῦντα ταῦτα, τί ἐροῦμεν, εἰπέ μοι; ὅτι μάχεται ἑαυτῷ, καὶ φι‐ λονεικεῖ; Μὴ γένοιτο! ἀλλ’ ὅτι τῶν παρατηρούντων
45τοὺς καιροὺς τὴν ἀσθένειαν ἀνελεῖν βουλόμενος συγ‐ καταβαίνει διὰ τῆς παρατηρήσεως πρὸς ἐκείνους. Οὕτω καὶ ἰατροὶ ποιοῦσι, τῶν σιτίων τῶν διδομένων τοῖς νοσοῦσιν ἀπογεύονται πρότερον, οὐκ αὐτοὶ δεό‐ μενοι τῶν σιτίων, ἀλλὰ τὴν ἐκείνων ἀσθένειαν

51

.

101

(50)

διορθῶσαι σπουδάζοντες. Οὕτω καὶ ὁ Παῦλος ἐποίησεν· οὐδὲν δεόμενος τῆς παρατηρήσεως τῶν καιρῶν, τοὺς καιροὺς ἐτήρησεν, ἵνα τοὺς παρατηροῦντας ἀπαλλάξῃ τῆς ἀσθενείας τῆς κατὰ τὴν παρατήρησιν. Καὶ ποῦ παρετήρησε καιροὺς ὁ Παῦλος; Προσέχετε μετὰ
55ἀκριβείας, παρακαλῶ. Τῇ δὲ ἐπιούσῃ, φησὶ, κατ‐ επλεύσαμεν εἰς Μίλητον. Κεκρίκει γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ. Ἔσπευδε γὰρ, εἰ δυνατὸν ἦν αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκο‐
60στῆς γενέσθαι εἰς Ἱεροσόλυμα. Εἶδες πῶς ὁ λέγων, Ἡμέρας μὴ παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς,
τὴν ἡμέραν τῆς Πεντηκοστῆς παρετήρει;Column end

51

.

102

δʹ. Καὶ οὐ μόνον ἡμέραν παρετήρει, ἀλλὰ καὶ τόπον· οὐ γὰρ μόνον τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἔσπευδε ποιῆσαι, ἀλλὰ καὶ ἐν Ἱεροσολύμοις αὐτὴν ἐπιτελέσαι. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; Τὰ
5Ἱεροσόλυμα κατελύθη, ἠρημώθη τὰ Ἅγια τῶν ἁγίων τῇ τοῦ Θεοῦ ψήφῳ, ἡ πολιτεία ἡ προτέρα ἐλύθη. Σὺ πρὸς Γαλάτας βοᾷς λέγων· Οἱ ἐν νόμῳ δικαιοῦσθαι προσδοκῶντες, τῆς χάριτος ἐξεπέσατε· καὶ τί πάλιν ἡμᾶς πρὸς τὴν δουλείαν ἄγεις τοῦ νόμου; Οὐκ
10ἔστι μικρὸν τὸ κινούμενον, μαθεῖν εἰ μάχεται ἑαυτῷ ὁ Παῦλος. Οὐδὲ γὰρ ἡμέρας μόνον παρατηρεῖ ὁ Παῦ‐ λος, ἀλλὰ καὶ ἄλλα φυλάττει νομικὰ παραγγέλματα, καὶ βοᾷ λέγων τοῖς Γαλάταις· Ἰδοὺ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς
15οὐδὲν ὠφελήσει. Οὗτος τοίνυν ὁ Παῦλος, ὁ λέγων ὅτι Ἐὰν περιτέ‐ μνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει, φαίνεται αὐτὸς περιτέμνων τὸν Τιμόθεον. Εὑρὼν γὰρ, φησὶν, ὁ Παῦλος ἐν Λύστροις τινὰ νεανίαν, υἱὸν Ἰουδαίας
20γυναικὸς πιστῆς, πατρὸς δὲ Ἕλληνος, περιέτεμεν αὐτόν· οὐκ ἐβούλετο γὰρ ἀκρόβυστον πέμπειν διδά‐ σκαλον. Τί τοῦτο ποιεῖς, ὦ μακάριε Παῦλε; ἀναιρεῖς τῷ λόγῳ τὴν περιτομὴν, καὶ βεβαιοῖς τῷ ἔργῳ πάλιν; Οὐ βεβαιῶ, φησὶν, ἀλλ’ ἀναιρῶ διὰ τῶν ἔργων. Καὶ
25γὰρ υἱὸς γυναικὸς ἦν Ἰουδαίας πιστῆς ὁ Τιμόθεος, πατρὸς δὲ Ἕλληνος, ἀκροβύστου δὲ γένους. Ἐπεὶ οὖν ἔμελλεν αὐτὸν ὁ Παῦλος προπέμπειν τοῖς Ἰου‐ δαίοις διδάσκαλον, οὐκ ἐβούλετο δὲ ἀκρόβυστον πέμψαι, ἵνα μὴ εὐθέως ἀπὸ τῶν προοιμίων ἀπο‐
30κλείσῃ τὰς θύρας τῷ λόγῳ. Προοδοποιῶν τοίνυν τῇ ἀναιρέσει τῆς περιτομῆς, καὶ ἀνοίγων ὁδὸν τῇ διδα‐ σκαλίᾳ τοῦ Τιμοθέου, περιέθηκεν αὐτῷ περιτομὴν, ἵνα ἀνέλῃ περιτομήν. Διὰ τοῦτό φησιν, Ἐγενόμην τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος· οὐχ ἵνα Ἰουδαῖος
35γένηται, τοῦτο εἴρηκεν ὁ Παῦλος, ἀλλ’ ἵνα τοὺς μέ‐ νοντας Ἰουδαίους πείσῃ μηκέτι εἶναι Ἰουδαίους· διὰ τοῦτο καὶ τοῦτον περιέτεμεν, ἵνα ἀνέλῃ τὴν περι‐ τομήν. Τῇ περιτομῇ τοίνυν κατὰ τῆς περιτομῆς ἐχρήσατο. Ἔλαβε γὰρ περιτομὴν καὶ ὁ Τιμόθεος, ἵνα
40δυνηθῇ παραδεχθῆναι ὑπὸ τῶν Ἰουδαίων, καὶ εἰσ‐ ελθὼν κατὰ μικρὸν ἐξελκύσῃ ταύτης αὐτοὺς τῆς παρατηρήσεως. Εἶδες τίνος ἕνεκεν καὶ Πεντηκοστὴν καὶ περιτομὴν ἐτήρησεν ὁ Παῦλος; Βούλεσθε καὶ ἄλλα ὑμῖν ἀποδείξω νόμιμα τηροῦντα αὐτόν; Προσ‐
45έχετε ἀκριβῶς. Ἀνῆλθέ ποτε εἰς Ἱεροσόλυμα, καὶ ἰδόντες αὐτὸν οἱ ἀπόστολοι ἔλεγον αὐτῷ· Θεωρεῖς, ἀδελφὲ Παῦλε, πόσαι μυριάδες εἰσὶν Ἰουδαίων τῶν συνεληλυθότων, καὶ οὗτοι πάντες κατ‐ ήχηνται περὶ σοῦ, ὅτι ἀποστασίαν ἀπὸ τοῦ νόμου

51

.

102

(50)

διδάσκεις. Τί οὖν; Ποίησον ὅ σοι λέγομεν. Εἰσὶ παρ’ ἡμῖν ἄνδρες εὐχὴν ἔχοντες ἐν ἑαυτοῖς· τού‐ τους λαβὼν ἁγνίσθητι σὺν αὐτοῖς, καὶ ξύρησαι τὴν κεφαλὴν μετ’ αὐτῶν, ἵνα ἔργῳ πιστωθῶσιν, ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ
55τηρεῖς καὶ αὐτὸς τὸν νόμον τοῦ Μωϋσέως. Εἴδετε συγκατάβασιν θαυμασίαν; Καιροὺς παρατηρεῖ, ἵνα ἀνέλῃ καιρῶν παρατήρησιν· περιτομὴν περιτίθησιν, ἵνα παύσῃ περιτομήν· θυσίαν προσάγει, ἵνα καθέλῃ τὴν παρατήρησιν τῶν θυσιῶν. Καὶ ὅτι διὰ τοῦτο
60ταῦτα ἐποίει, ἄκουσον αὐτοῦ λέγοντος· Ἐγενό‐ μην τοῖς ὑπὸ νόμον, ὡς ὑπὸ νόμον, ἵνα τοὺς
ὑπὸ νόμον κερδήσω, καὶ ἐλεύθερος ὢν ἐκ πάντων,99

51

.

103

πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Ἐποίει δὲ ταῦτα ὁ Παῦ‐ λος μιμούμενος τὸν ἑαυτοῦ Δεσπότην. Καθάπερ γὰρ αὐτὸς Ἐν μορφῇ Θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ’ ἑαυτὸν ἐκένωσε
5μορφὴν δούλου λαβὼν, καὶ ἐλεύθερος ὢν δοῦλος γέγονεν· οὕτω καὶ οὗτος ἐλεύθερος ὢν ἐκ πάντων πᾶσιν ἑαυτὸν ἐδούλωσεν, ὥστε πάντας κερδᾶναι. Δοῦλος ἐγένετο τὴν φύσιν τὴν ἡμετέραν ἀναλαβὼν ὁ Δεσπότης, ἵνα τοὺς δούλους ἐλευθέρους ποιήσῃ·
10Ἔκλινεν οὐρανοὺς, καὶ κατέβη, ἵνα τοὺς κάτω μένοντας ἀναγάγῃ εἰς οὐρανόν. Ἔκλινεν οὐρανούς· οὐκ εἶπε· Κατέλιπεν οὐρανοὺς, καὶ κατέβη, ἀλλ’ Ἔκλινεν, εὐκολωτέραν σοι τὴν ἄνοδον ποιῶν τὴν εἰς τοὺς οὐρανούς. Τοῦτον καὶ ὁ Παῦλος ἐμιμήσατο κατὰ
15δύναμιν, διὸ καὶ ἔλεγε· Μιμηταί μου γίνεσθε, κα‐ θὼς κἀγὼ Χριστοῦ. Καὶ πῶς σὺ, ὦ μακάριε Παῦλε, τοῦ Χριστοῦ ἐγένου μιμητής; Πῶς; Ἐπειδὴ οὐδα‐ μοῦ ζητῶ τὸ ἐμαυτοῦ συμφέρον, ἀλλὰ τὸ τῶν πολ‐ λῶν, ὅπως σωθῶσι, καὶ ἐλεύθερος ὢν ἐκ πάντων,
20πᾶσιν ἐμαυτὸν ἐδούλωσα. Οὐδὲν τοίνυν ταύτης τῆς δουλείας βέλτιον, ἐλευθερίας γὰρ ἑτέροις αἰτία γί‐ νεται. Ἁλιεὺς ἦν πνευματικὸς ὁ Παῦλος· Ποιήσω γὰρ ὑμᾶς, φησὶν, ἁλιεῖς ἀνθρώπων· διὰ τοῦτο καὶ ταῦτα ἐποίει. Καὶ γὰρ καὶ οἱ ἁλιεῖς, ἐπειδὰν ἴδωσι
25τὸν ἰχθὺν καταπιόντα τὸ ἄγκιστρον, οὐκ εὐθέως ἀνθ‐ έλκουσιν, ἀλλ’ ἐνδιδόντες μέχρι πολλοῦ διαστήμα‐ τος ἀκολουθοῦσιν ἀναμένοντες ἐμπαγῆναι τὸ ἄγκι‐ στρον καλῶς, ἵνα οὕτω μετὰ ἀσφαλείας τὴν θήραν ἑλκύσωσιν. Οὕτω καὶ οἱ ἀπόστολοι τότε ἐποίουν· ἐνέ‐
30βαλλον τὸ ἄγκιστρον τῆς διδασκαλίας τοῦ λόγου ψυχῇ τῇ Ἰουδαϊκῇ, οἱ δὲ ἀνθεῖλκον εἰκῆ, καὶ κατέσχον εἰς περιτομὴν ἑαυτοὺς ἄγοντες, εἰς ἑορτὰς, εἰς καιρῶν παρατήρησιν, εἰς θυσίας, εἰς τὸ ξυρᾶσθαι καὶ ἕτερα τοιαῦτα ποιεῖν· οἱ δὲ ἀπόστολοι πανταχοῦ ἠκολού‐
35θουν αὐτοῖς, καὶ οὐκ ἀνθεῖλκον· ὥστε κἂν περιτο‐ μὴν ζητῇς, φησὶν, οὐκ ἀντιτείνω, ἀλλ’ ἕπομαι· κἂν θυσίαν αἰτῇς, θύω, κἂν ξυρᾶσθαι βουληθῇς ἐμὲ τὸν ἀποστάντα τῆς σῆς πολιτείας, πάρειμι, καὶ ποιῶ τὸ κελευόμενον· κἂν Πεντηκοστὴν κελεύῃς παρατηρῆ‐
40σαί με, οὐδὲ ἐνταῦθα φιλονεικῶ· ἀλλ’ ὅπουπερ ἂν περιάγῃς, ἀκολουθῶ καὶ ἐνδίδωμι ἐμπαγῆναί σοι ἀναμένων τοῦ λόγου τὸ ἄγκιστρον, ὥστε δυνηθῆναι μετὰ ἀσφαλείας ἅπαν ὑμῶν ἐξελκύσαι τὸ ἔθνος τῆς παλαιᾶς λατρείας καὶ πολιτείας. Διὰ τοῦτο γὰρ καὶ
45ἀπὸ Ἐφέσου εἰς Ἱεροσόλυμα ἦλθον. Ὁρᾷς πόσον παρηκολούθησεν ὁ Παῦλος τῇ ἁλείᾳ τῶν ἰχθύων ἐν‐ διδοὺς τῷ λόγῳ; ὁρᾷς ὅτι ἡ παρατήρησις τῶν και‐ ρῶν, καὶ ἡ συγκατάβασις τῆς περιτομῆς, καὶ ἡ κοινωνία τῶν θυσιῶν διὰ τοῦτο ἐγίνετο, οὐχ ἵνα αὐ‐

51

.

103

(50)

τοὶ πρὸς τὴν παλαιὰν ἐπανέλθωσι πολιτείαν, ἀλλ’ ἵνα ἐκείνους τοῖς τύποις παρακαθημένους πρὸς τὴν ἀλήθειαν ἐπαναγάγωσιν; Ὁ γὰρ ἐν ὕψει καθήμενος, ἐὰν διαπαντὸς ἐπὶ τοῦ ὕψους μένῃ, οὐδέποτε δυνήσε‐ ται τὸν κάτω κείμενον ἀναγαγεῖν, ἀλλὰ δεῖ πρότε‐
55ρον ἐκεῖνον ταπεινωθῆναι, καὶ τότε τοῦτον ὑψωθῆναι. Διὰ τοῦτο κατέβησαν οἱ ἀπόστολοι ἀπὸ τοῦ ὕψους τῆς πολιτείας τῆς εὐαγγελικῆς, ἵνα ἀπὸ τῆς τα‐ πεινότητος τῆς πολιτείας τῆς Ἰουδαϊκῆς ἀναγά‐ γωσιν εἰς τὸ ὕψος ἐκεῖνο τοὺς Ἰουδαίους.
60 εʹ. Ἀλλ’ ὅτι μὲν ἡ τῶν καιρῶν παρατήρησις καὶ τὰ λοιπὰ πάντα χρησίμως καὶ συμφερόντως ἐγίνοντο,
ἀπὸ τούτων δῆλον· ἴδωμεν δὲ λοιπὸν τίνος ἕνεκεν τὸColumn end

51

.

104

βιβλίον τῶν Πράξεων τῶν ἀποστόλων ἐν τῷ καιρῷ τῆς Πεντηκοστῆς ἀναγινώσκεται. Διὰ γὰρ τοῦτο ταῦτα πάντα ἐκινήσαμεν, ἵν’, ὅταν ἴδητε καιρῶν παρατήρησιν ἐγκειμένην, μὴ νομίσητε πολιτείαν
5νοσεῖν Ἰουδαϊκὴν τοὺς ἀποστόλους. Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας, παρακαλῶ· οὐ γὰρ μικρόν ἐστι ζήτημα τὸ μέλλον ῥηθήσεσθαι. Ἐν τῇ ἡμέρᾳ τοῦ σταυροῦ τὰ περὶ τοῦ σταυροῦ πάντα ἀναγινώσκομεν· ἐν τῷ σαββάτῳ τῷ μεγάλῳ πάλιν, ὅτι παρεδόθη
10ἡμῶν ὁ Κύριος, ὅτι ἐσταυρώθη, ὅτι ἀπέθανε τὸ κατὰ σάρκα, ὅτι ἐτάφη· τίνος οὖν ἕνεκεν καὶ τὰς Πράξεις τῶν ἀποστόλων οὐ μετὰ τὴν Πεντηκοστὴν ἀναγινώ‐ σκομεν, ὅτε καὶ ἐγένοντο, καὶ ἀρχὴν ἔλαβον; Καὶ οἶδα μὲν ὅτι πολλοὶ τοῦτο ἀγνοοῦσι· διόπερ ἀπὸ τοῦ
15βιβλίου τῶν Πράξεων αὐτὸ πιστώσασθαι ἀναγκαῖον, ἵνα μάθητε, ὅτι τὴν ἀρχὴν τῶν Πράξεων τῶν ἀπο‐ στολικῶν οὐχ ἡ Πεντηκοστὴ ἔχει, ἀλλ’ ὁ καιρὸς ὁ μετὰ τὴν Πεντηκοστήν. Διὸ καὶ δικαίως ἄν τις ζη‐ τήσειε, τί δήποτε τὸν μὲν σταυρὸν ἐν τῇ ἡμέρᾳ τοῦ
20σταυροῦ καὶ τοῦ πάθους ἀναγινώσκειν νενομοθέτη‐ ται· τὰς δὲ Πράξεις τὰς ἀποστολικὰς οὐκ αὐταῖς ταῖς ἡμέραις ἀναγινώσκομεν, οὐδὲ τῷ καιρῷ καθ’ ὃν ἐπράχθησαν, ἀλλὰ προφθάνομεν τὸν καιρόν. Οὐδὲ γὰρ εὐθέως ὅτε ἀνέστη Χριστὸς, θαύματα ἐποίουν οἱ
25ἀπόστολοι, ἀλλὰ τεσσαράκοντα ἡμέρας αὐτοῖς συν‐ ηλίζετο ἐπὶ τῆς γῆς. Τίνος δὲ ἕνεκεν τὰς τεσσαρά‐ κοντα ἡμέρας αὐτοῖς συνεγένετο ἐπὶ τῆς γῆς, ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· τέως δὲ ἐπὶ τὸ προκείμενον ἴωμεν τοῦ λόγου, δεικνύντες, ὅτι οὐκ εὐθέως εἰς τὸν
30οὐρανὸν ἀνέβη μετὰ τὴν ἀνάστασιν ὁ Χριστὸς, ἀλλὰ τεσσαράκοντα ἡμέρας ἐπὶ τῆς γῆς διέτριψε μετὰ τῶν μαθητῶν, καὶ οὐχ ἁπλῶς διέτριψεν, ἀλλὰ καὶ συν‐ αλιζόμενος, καὶ τραπέζης κοινωνῶν, καὶ ὁμιλίας με‐ ταδιδοὺς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀνῆλθε
35πρὸς τὸν Πατέρα ἐν τοῖς οὐρανοῖς, καὶ οὐδὲ τότε ἐθαυματούργουν, ἀλλ’ ἕτεραι δέκα ἐγίνοντο ἡμέραι, καὶ πληρουμένης τῆς Πεντηκοστῆς ἐπέμφθη αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε λαβόντες τὰς πυρίνας γλώσσας ἤρξαντο ποιεῖν θαύματα. Ταῦτα δὲ πάντα,
40ἀγαπητοὶ, ἀπὸ τῶν Γραφῶν πιστωσόμεθα· οἷον ὅτι τεσσαράκοντα ἡμέρας αὐτοῖς συνεγένετο, ὅτι μετὰ τὴν Πεντηκοστὴν κατῆλθε τὸ Πνεῦμα τὸ ἅγιον, ὅτι τότε τὰς γλώσσας ἔλαβον τὰς πυρίνας, ὅτι τῶν ση‐ μείων ἔκτοτε ἤρξαντο. Τίς οὖν ταῦτα πάντα φησίν;
45Ὁ τοῦ Παύλου μαθητὴς, ὁ τίμιος καὶ μέγας Λουκᾶς, οὕτω ποιούμενος τὴν ἀρχὴν καὶ λέγων· Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεό‐ φιλε, ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν, ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ

51

.

104

(50)

Πνεύματος ἁγίου, οὓς ἐξελέξατο, ἀνελήφθη· οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν, ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσ‐ σαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ. Καὶ συναλιζό‐
55μενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι. Ὁρᾷς ὅτι μετὰ τὴν ἀνάστασιν τεσσα‐ ράκοντα ἡμέρας ἐπὶ τῆς γῆς ἦν ὁ Κύριος, λέγων περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ συναλιζόμενος τοῖς ἀποστόλοις; ὁρᾷς ὅτι καὶ τραπέζης ἐκοινώνει;
60Καὶ παρήγγειλεν αὐτοῖς, φησὶν, ἀπὸ Ἱεροσολύ‐ μων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγ‐ γελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου, φησίν· ὅτι
Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτι‐101

51

.

105

σθήσεσθε ἐν Πνεύματι ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας. Ταῦτα δὲ ἔλεγεν ὁ Σωτὴρ ἐν ταῖς τεσσαράκοντα ἡμέραις, Οἱ μὲν οὖν συνελθόντες ἐπηρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ
5τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ; Εἶπε δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστι γνῶναι χρόνους ἢ καιροὺς, οὓς ὁ Πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ· ἀλλὰ λήψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου Πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ μοι μάρ‐
10τυρες ἐν τῇ Ἱερουσαλὴμ, καὶ ἐν πάσῃ τῇ Ἰου‐ δαίᾳ καὶ Σαμαρείᾳ, καὶ ἕως ἐσχάτου τῆς γῆς. Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν, ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Εἶδες πῶς καὶ τεσσαράκοντα ἡμέρας αὐτοῖς
15συνεγένετο ἐπὶ τῆς γῆς ὁ Χριστὸς, καὶ μετὰ τὰς τεσσαράκοντα ἡμέρας τότε ἀνελήφθη ἐν τοῖς οὐρα‐ νοῖς· ἀλλ’ ἴδωμεν εἰ ἐν τῇ Πεντηκοστῇ τὸ Πνεῦμα ἐπέμφθη τὸ ἅγιον. Καὶ ἐν τῷ συμπληροῦσθαι, φησὶ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐγένετο ἄφνω
20ἦχος ἐκ τοῦ οὐρανοῦ ὡσεὶ φερομένης πνοῆς βιαίας, καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς, καὶ ἐκάθισεν ἐφ’ ἕνα ἕκα‐ στον αὐτῶν. Εἴδετε ἀκριβῆ τὴν ἀπόδειξιν γεγενη‐ μένην, οἷον ὅτι τεσσαράκοντα ἡμέρας ἦν ἐπὶ γῆς ὁ
25Χριστὸς, καὶ οὐδὲ ἐθαυματούργουν οἱ ἀπόστολοι; Πῶς γὰρ ἔμελλον θαυματουργεῖν τὴν τοῦ ἁγίου καὶ ζωοποιοῦ Πνεύματος χάριν οὐδέπω ἔχοντες; Εἴδετε, ὅτι μετὰ τὰς τεσσαράκοντα ἡμέρας ἀν‐ ελήφθη εἰς τὸν οὐρανὸν ὁ Ἰησοῦς; εἴδετε πάλιν, ὅτι
30μετὰ τὰς δέκα ἡμέρας ἐθαυματούργουν οἱ ἀπόστολοι; Ἐν γὰρ τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντη‐ κοστῆς κατεπέμφθη τὸ Πνεῦμα τὸ ἅγιον. Τοῦτο οὖν ἐστι λοιπὸν τὸ ζητούμενον, τίνος ἕνεκεν αἱ Πράξεις τῶν ἀποστόλων ἐν τῇ Πεντηκοστῇ ἀναγινώσκονται.
35Εἰ γὰρ τότε ἤρξαντο ποιεῖν τὰ σημεῖα οἱ ἀπόστολοι, ἤγουν μετὰ τὴν Κυρίου ἀνάστασιν, τότε ἔδει καὶ τὸ βιβλίον ἀναγινώσκεσθαι τοῦτο. Ὥσπερ γὰρ τὰ περὶ τοῦ σταυροῦ ἐν τῇ ἡμέρᾳ σταυροῦ ἀναγινώσκομεν, καὶ τὰ ἐν τῇ ἀναστάσει ὁμοίως, καὶ τὰ ἐν ἑκάστῃ
40ἑορτῇ γεγονότα τῇ αὐτῇ πάλιν ἀναγινώσκομεν, οὕ‐ τως ἔδει καὶ τὰ θαύματα τὰ ἀποστολικὰ ἐν ταῖς ἡμέ‐ ραις τῶν ἀποστολικῶν σημείων ἀναγινώσκεσθαι. ϛʹ. Τίνος οὖν ἕνεκεν οὐ τότε αὐτὰ ἀναγινώσκομεν, ἀλλ’ εὐθέως μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν,
45ἀκούσατε μετὰ ἀκριβείας τὴν αἰτίαν ἅπασαν. Μετὰ τὸν σταυρὸν εὐθέως ἀνάστασιν καταγγέλλομεν τοῦ Χριστοῦ, τῆς δὲ ἀναστάσεως ἀπόδειξίς ἐστι τὰ ση‐ μεῖα τὰ ἀποστολικὰ, τῶν δὲ σημείων ἀποστολικῶν διδασκαλεῖόν ἐστι τοῦτο τὸ βιβλίον. Ὃ τοίνυν μά‐

51

.

105

(50)

λιστα πιστοῦται τὴν ἀνάστασιν τὴν Δεσποτικὴν, τοῦτο μετὰ τὸν σταυρὸν καὶ τὴν ζωηφόρον ἀνάστασιν εὐθέως οἱ Πατέρες ἐνομοθέτησαν ἀναγινώσκεσθαι. Διὰ τοῦτο τοίνυν, ἀγαπητοὶ, μετὰ τὸν σταυρὸν καὶ τὴν ἀνάστασιν εὐθέως ἀναγινώσκομεν τὰ σημεῖα τῶν ἀπο‐
55στόλων, ἵνα ἔχωμεν σαφῆ καὶ ἀναμφισβήτητον τῆς ἀναστάσεως τὴν ἀπόδειξιν. Οὐκ εἶδες αὐτὸν ἀνα‐
στάντα τοῖς ὀφθαλμοῖς τοῦ σώματος, ἀλλὰ βλέπειςColumn end

51

.

106

αὐτὸν ἀναστάντα τοῖς ὀφθαλμοῖς τῆς πίστεως· οὐκ εἶδες αὐτὸν διὰ τῶν ὀμμάτων τούτων ἀναστάντα, ἀλλ’ ὄψει αὐτὸν ἀναστάντα διὰ τῶν θαυμάτων ἐκεί‐ νων. Ἡ γὰρ τῶν σημείων ἐπίδειξις χειραγωγεῖ σε
5πρὸς τὴν τῆς πίστεως θεωρίαν. Ὅθεν τοῦ φανῆναι αὐτὸν ἀναστάντα πολλῷ μείζων ἦν ἀπόδειξις καὶ σα‐ φεστέρα τὸ σημεῖα γίνεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ. Βούλει μαθεῖν, πῶς τοῦτο μᾶλλον πιστοῦται τὴν ἀνάστασιν, ἢ εἰ ἐφάνη πᾶσιν ἀνθρώποις κατ’ ὀφθαλ‐
10μούς; Ἀκούσατε νουνεχῶς· καὶ γὰρ πολλοὶ τοῦτο ἐρωτῶσι, καὶ λέγουσι· Τίνος ἕνεκεν ἀναστὰς οὐκ εὐ‐ θέως ἐφάνη τοῖς Ἰουδαίοις; ἀλλὰ περιττὸς ὁ λόγος οὗτος καὶ μάταιος. Εἰ γὰρ ἔμελλε πρὸς τὴν πίστιν αὐτοὺς ἐπισπάσασθαι, οὐκ ἂν παρῃτήσατο μετὰ τὴν
15ἀνάστασιν φανῆναι πᾶσιν· ὅτι δὲ οὐκ ἔμελλεν αὐ‐ τοὺς ἐπισπάσασθαι φανεὶς αὐτοῖς μετὰ τὴν ἀνάστα‐ σιν, δείκνυσι διὰ τοῦ Λαζάρου. Τοῦτον γὰρ τετραή‐ μερον νεκρὸν ἀναστήσας, ὀδωδότα, διεφθορότα, καὶ μετὰ τῶν κειριῶν δεδεμένον ποιήσας αὐτὸν ἐξελθεῖν
20ὑπὸ τὰς ἁπάντων ὄψεις, οὐ μόνον οὐκ ἐπεσπάσατο πρὸς τὴν πίστιν αὐτοὺς, ἀλλὰ καὶ παρώξυνεν· ἐλ‐ θόντες γὰρ ἠβουλήθησαν καὶ αὐτὸν ἀνελεῖν διὰ τοῦτο. Εἰ οὖν ἕτερον ἀνέστησε καὶ οὐκ ἐπίστευσαν, ἑαυτὸν ἀναστήσας εἰ ἔδειξεν ἑαυτὸν, οὐκ ἂν πάλιν ἐμάνησαν
25κατ’ αὐτοῦ; Εἰ καὶ μηδὲν ἔμελλον ἀνύειν, ἀλλ’ ὅμως διὰ τῆς ἐπιχειρήσεως ἔμελλον ἀσεβεῖν. Ὥστε βουλόμενος αὐτοὺς ἀπαλλάξαι μανίας πε‐ ριττῆς, ἔκρυψεν ἑαυτόν· μᾶλλον γὰρ ἂν ἐποίησεν ὑπευθύνους κολάσει, εἰ μετὰ τὸν σταυρὸν ἐφάνη. Διὰ
30τοῦτο φειδόμενος αὐτῶν ἔκρυψε μὲν ἑαυτὸν ἐκ τῆς ἐκείνων ὄψεως· ἔδειξε δὲ διὰ τῆς τῶν σημείων ἀπο‐ δείξεως. Τοῦ γὰρ ἰδεῖν αὐτὸν ἀναστάντα οὐκ ἔλαττον ἦν ἀκοῦσαι Πέτρου λέγοντος· Ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει. Καὶ ὅτι τοῦτο ἀνα‐
35στάσεως μεγίστη ἀπόδειξις, καὶ εὐκολώτερον πρὸς πίστιν ἢ ἐκεῖνο τὸ πρότερον, καὶ μᾶλλον ἠδύνατο πεῖσαι τὰς διανοίας τῶν ἀνθρώπων τὸ σημεῖα φαί‐ νεσθαι ἐν τῷ ὀνόματι αὐτοῦ γινόμενα, ἢ τὸ ἰδεῖν αὐ‐ τὸν ἀναστάντα, δῆλον ἐκεῖθεν. Ἀνέστη καὶ ἔδειξεν
40ἑαυτὸν τοῖς μαθηταῖς ὁ Χριστός· ἀλλ’ ὅμως εὑρέθη τις ἀπιστῶν καὶ ἐν ἐκείνοις Θωμᾶς ὁ λεγόμενος Δί‐ δυμος, καὶ ἐδεήθη τοῦ τὰς χεῖρας εἰσενεγκεῖν εἰς τοὺς τύπους τῶν ἥλων· ἐδεήθη δὲ καὶ τὴν πλευρὰν αὐτοῦ καταμαθεῖν. Εἰ δὲ ὁ μαθητὴς ἐκεῖνος ὁ τρεῖς χρό‐
45νους διατρίψας μετ’ αὐτοῦ, ὁ τραπέζης Δεσποτικῆς κοινωνήσας, ὁ σημεῖα καὶ τέρατα θεασάμενος μέ‐ γιστα, ὁ ῥημάτων Δεσποτικῶν μετασχὼν, καὶ ἰδὼν αὐτὸν ἀναστάντα, οὐ πρότερον ἐπίστευσεν, ἕως ὅτε τοὺς τύπους τῶν ἥλων καὶ τῆς λόγχης τὰ τραύματα

51

.

106

(50)

εἶδε· πῶς ἡ οἰκουμένη πιστεύειν ἔμελλεν, εἰπέ μοι, εἰ εἶδεν αὐτὸν ἀναστάντα; Καὶ τίς ἂν ταῦτα εἴ‐ ποι; Οὐκ ἐντεῦθεν δὲ μόνον, ἀλλὰ καὶ ἑτέρωθεν δεί‐ ξομεν, ὅτι μᾶλλον ἔπειθε τὰ σημεῖα τοῦ θεάσασθαι κατ’ ὄψιν ἀναστάντα. Ἀκούσαντες γὰρ οἱ ὄχλοι τοῦ
55Πέτρου τῷ χωλῷ λέγοντος, Ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ ἔγειραι καὶ περιπάτει, τρισχίλιοι ἐπίστευ‐ σαν καὶ πεντακισχίλιοι τῷ Χριστῷ ἄνδρες· ὁ δὲ μα‐ θητὴς ἰδὼν ἀναστάντα ἠπίστησεν. Ὁρᾷς πῶς τοῦτο εὐκολώτερον μᾶλλον πρὸς τὴν τῆς ἀναστάσεως πί‐
60στιν; Ἐκεῖνο μὲν γὰρ καὶ ὁ οἰκεῖος μαθητὴς ἰδὼν
ἠπίστησε· ταῦτα δὲ καὶ οἱ ἐχθροὶ θεασάμενοι ἐπί‐103

51

.

107

στευσαν. Οὕτω μεῖζον τοῦτο ἐκείνου καὶ σαφέστερον, καὶ μᾶλλον αὐτοὺς ἐπεσπᾶτο καὶ ἔπειθε πρὸς τὴν ἀνάστασιν. Καὶ τί λέγω τὸν Θωμᾶν; Ὅτι γὰρ οὐδὲ οἱ λοιποὶ μαθηταὶ ἐκ πρώτης ὄψεως ἐπίστευον, ἄκου‐
5σον νουνεχῶς. Ἀλλὰ μὴ καταγνῷς αὐτῶν, ἀγαπητέ· εἰ γὰρ ὁ Χριστὸς οὐ κατέγνω αὐτῶν, μηδὲ σὺ κα‐ ταγνῷς αὐτῶν· καὶ γὰρ πρᾶγμα ξένον εἶδον οἱ μα‐ θηταὶ καὶ παράδοξον, πρωτότοκον αὐτὸν ἐκ τῶν νεκρῶν ἀναστάντα· τὰ δὲ τοιαῦτα μέγιστα θαύματα
10ἐκ πρώτης ἐκπλήττειν εἴωθεν, ἕως ἂν τῷ χρόνῳ μό‐ νιμα γένηται ἐν ταῖς τῶν πιστευόντων ψυχαῖς· ὅπερ οὖν καὶ ἐπὶ τῶν μαθητῶν ἐγένετο τότε. Ἐπειδὴ γὰρ ἀναστὰς ὁ Χριστὸς ἐκ νεκρῶν εἶπεν αὐτοῖς· Εἰρήνη ὑμῖν, Πτοηθέντες, φησὶν, ἐκεῖνοι καὶ ἔμφοβοι γε‐
15νόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν, καὶ εἶπεν αὐ‐ τοῖς ὁ Ἰησοῦς· Τί τεταραγμένοι ἐστέ; Καὶ μετὰ ταῦτα ἐπιδείξας αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας, καὶ Ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς, καὶ θαυμαζόντων, εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον
20ἐνθάδε; διὰ τούτων βουλόμενος αὐτοῖς τὴν ἀνάστα‐ σιν πιστώσασθαι. Οὐ πείθει σε, φησὶν, ἡ πλευρὰ, οὐδὲ τὰ τραύματα; πειθέτω κἂν ἡ τράπεζα. ζʹ. Ἵνα δὲ μάθῃς ἀκριβῶς, ὅτι διὰ τοῦτο εἶπεν, Ἔχετέ τι βρώσιμον ἐνθάδε φαγεῖν; ἵνα μὴ νομί‐
25σωσιν εἴδωλον εἶναι, μηδὲ πνεῦμα, μηδὲ φαντασίαν, ἀλλ’ ἀληθῆ καὶ ἐνυπόστατον ἀνάστασιν, ἄκουσον, πῶς ὁ Πέτρος ἀπὸ τούτων πιστοῦται τὴν ἀνάστασιν. Εἰπὼν γὰρ ὅτι Ἀνέστησεν αὐτὸν ὁ Θεὸς, καὶ ἔδωκεν αὐτὸν ἐμφανῆ γενέσθαι μάρτυσι τοῖς
30προκεχειροτονημένοις ἡμῖν, εἶτα καὶ ἀπόδειξιν τῆς ἀναστάσεως τιθεὶς, ἐπήγαγεν· Οἵτινες συν‐ εφάγομεν καὶ συνεπίομεν αὐτῷ. Διὰ τοῦτο καὶ ἀλλαχοῦ ἀναστήσας νεκρὰν ὁ Χριστὸς, ἵνα πιστώ‐ σηται τὴν ἀνάστασιν ἔφη· Δότε αὐτῇ φαγεῖν.
35Ὅταν οὖν ἀκούσῃς, ὅτι παρέστησεν ἑαυτὸν ζῶντα δι’ ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς καὶ συ‐ ναλιζόμενος, μάνθανε τῆς τραπέζης τὴν αἰτίαν, ὅτι οὐχὶ δεόμενος αὐτὸς τραπέζης ἔτρωγεν, ἀλλὰ βου‐ λόμενος τὴν ἀσθένειαν διορθῶσαι τῶν μαθητῶν, ὅθεν
40δῆλον ὅτι τὰ τέρατα καὶ σημεῖα τῶν ἀποστόλων ἀπό‐ δειξις ἦν μεγίστη τῆς ἀναστάσεως. Διὸ καὶ αὐτός φησιν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα ἃ ποιῶ ἐγὼ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει. Ἐπειδὴ γὰρ ὁ σταυρὸς
45μεταξὺ παρεμπεσὼν ἐσκανδάλισε πλείστους, διὰ τοῦτο καὶ μειζόνων ἐδέησε μετὰ ταῦτα σημείων. Καί‐ τοι γε εἰ τελευτήσας ὁ Χριστὸς ἐναπέμεινε τῷ θα‐ νάτῳ καὶ τῷ τάφῳ, καὶ οὐκ ἀνέστη, καθάπερ οἱ Ἰουδαῖοί φασιν, οὐδὲ ἀνέβη εἰς τοὺς οὐρανοὺς,

51

.

107

(50)

οὐ μόνον οὐκ ἔδει μείζονα γίνεσθαι τὰ μετὰ ταῦτα σημεῖα τὰ μετὰ τὸν σταυρὸν, ἀλλὰ καὶ τὰ πρότερα γινόμενα ἀποσβεσθῆναι ἐχρῆν. Προσέχετέ μοι μετὰ ἀκριβείας ἐνταῦθα· ἀναστάσεως γάρ εἰσιν ἀναμφι‐ σβητήτου ἀποδείξεις τὰ λεγόμενα, διὸ καὶ πάλιν τὰ
55αὐτὰ ἐρῶ. Ἐποίησε σημεῖα πρὸ τούτου ὁ Χριστὸς, νεκροὺς ἤγειρε, λεπροὺς ἐκάθηρε, δαίμονας ἀπήλασεν· ἐσταυ‐ ρώθη μετὰ ταῦτα, καὶ ὡς οἱ παράνομοι Ἰουδαῖοι λέ‐ γουσιν, οὐκ ἀνέστη ἐκ νεκρῶν. Τί οὖν ἂν εἴποιμεν
60πρὸς αὐτούς; Ὅτι εἰ μὴ ἀνέστη, πῶς μετὰ ταῦτα
ἐν τῷ ὀνόματι αὐτοῦ μείζονα ἐγένετο σημεῖα; ΟὐδεὶςColumn end

51

.

108

γὰρ τῶν ζώντων τελευτήσας μείζονα σημεῖα ἐποίησε μετὰ τὴν τελευτὴν, ἐνταῦθα δὲ μείζονα καὶ τῷ τρόπῳ καὶ τῇ φύσει τὰ θαύματα μετὰ ταῦτα ἦν. Φύσει γὰρ μείζονα ἦν, ὅτι μὲν τοῦ Χριστοῦ οὐδέποτε σκιαὶ νε‐
5κροὺς ἀνέστησαν· ἐπὶ δὲ τῶν ἀποστόλων αἱ σκιαὶ αὐτῶν πολλὰ τοιαῦτα ἐποίουν. Τρόπῳ δὲ μείζονα ἐγένετο σημεῖα, ὅτι τότε μὲν αὐτὸς ἐπιτάττων ἐθαυ‐ ματούργει· μετὰ δὲ τὸν σταυρὸν οἱ δοῦλοι αὐτοῦ τῷ σεβασμίῳ καὶ ἁγίῳ αὐτοῦ ὀνόματι χρώμενοι μείζονα
10καὶ ὑψηλότερα ἐποίουν, ὥστε μειζόνως αὐτοῦ καὶ ἐνδοξοτέρως διαλάμψαι τὴν ἰσχύν. Τοῦ γὰρ αὐτὸν ἐπιτάττειν πολλῷ μεῖζον ἦν τὸ ἕτερον τῷ ἐκείνου κεχρημένον ὀνόματι τοιαῦτα θαυματουργεῖν. Εἶδες, ἀγαπητὲ, καὶ τῇ φύσει καὶ τῷ τρόπῳ μείζονα ὄντα
15τὰ σημεῖα τῶν ἀποστόλων μετὰ τὴν ἀνάστασιν τοῦ Χριστοῦ; Οὐκοῦν ἀναμφισβήτητος ἡ ἀπόδειξις τῆς ἀναστάσεως. Ὅπερ γὰρ ἔλεγον, καὶ πάλιν ἐρῶ, εἰ ἐτετελευτήκει ὁ Χριστὸς, καὶ οὐκ ἀνέστη, ἔδει καὶ τὰ σημεῖα τελευτῆσαι καὶ ἀποσβεσθῆναι· νυνὶ δὲ οὐ
20μόνον οὐκ ἀπεσβέσθη, ἀλλὰ καὶ λαμπρότερα καὶ ἐν‐ δοξότερα γέγονε μετὰ ταῦτα. Εἰ γὰρ μὴ ἀνέστη ὁ Χριστὸς, οὐκ ἂν ἕτεροι ἐν τῷ ὀνόματι αὐτοῦ τοιαῦτα σημεῖα ἐποίησαν. Ἡ αὐτὴ μὲν γὰρ δύναμις καὶ πρὸ τοῦ σταυροῦ καὶ μετὰ τὸν σταυρὸν ἐθαυματούργει·
25καὶ πρῶτον μὲν δι’ ἑαυτοῦ, ὕστερον δὲ διὰ τῶν μα‐ θητῶν· ἵνα δὲ σαφεστέρα καὶ ἐνδοξοτέρα γένηται τῆς ἀναστάσεως ἡ ἀπόδειξις, μείζονα καὶ ὑψηλότερα μετὰ τὸν σταυρὸν ἐγένετο τὰ σημεῖα. Καὶ πόθεν δῆλον ὅτι σημεῖα γέγονε τότε; ὁ ἄπιστος ἐρεῖ Πόθεν
30δὲ καὶ δῆλον ὅτι ἐσταυρώθη ὁ Χριστός; Ἀπὸ τῶν θείων Γραφῶν, φησί. Καὶ γὰρ ὅτι σημεῖα γέγονε τότε καὶ ὅτι ἐσταυρώθη ὁ Χριστὸς, ἀπὸ τῶν ἁγίων Γραφῶν δῆλον. Ἐκεῖναι μὲν γὰρ καὶ ταῦτα κἀκεῖνα λέγουσιν. Εἰ δὲ λέγει ὁ ὑπεναντίος, ὅτι οὐκ ἐποίησαν
35σημεῖα οἱ ἀπόστολοι, μειζόνως αὐτῶν δεικνύεις τὴν δύναμιν καὶ τὴν θείαν χάριν, ὅτι χωρὶς σημείων τοσαύτην οἰκουμένην ἐπεσπάσαντο πρὸς θεοσέβειαν. Τοῦτο γὰρ μέγιστον σημεῖον καὶ παράδοξον θαῦμα, ὅταν οἱ πτωχοὶ, καὶ πένητες, καὶ εὐκαταφρόνητοι,
40καὶ ἀγράμματοι, καὶ ἰδιῶται, καὶ εὐτελεῖς, καὶ δώ‐ δεκα τὸν ἀριθμὸν, πόλεις τοσαύτας, καὶ ἔθνη, καὶ δήμους, καὶ βασιλεῖς, καὶ τυράννους, καὶ φιλοσό‐ φους, καὶ ῥήτορας, καὶ πᾶσαν, ὡς εἰπεῖν, τὴν γῆν χωρὶς σημείων φαίνωνται πρὸς ἑαυτοὺς ἑλκύσαντες.
45Βούλει δὲ καὶ νῦν σημεῖα γινόμενα ἰδεῖν; Ἐγώ σοι δείξω καὶ μείζονα τῶν προτέρων, οὐχ ἕνα νεκρὸν ἐγειρόμενον, οὐχ ἕνα τυφλὸν ἀναβλέποντα, ἀλλὰ πᾶσαν τὴν γῆν τὸ σκότος τῆς πλάνης ἀποθεμέ‐ νην· οὐχ ἕνα λεπρὸν καθαιρόμενον, ἀλλ’ ἔθνη τοσαῦτα

51

.

108

(50)

τὴν λέπραν τῆς ἁμαρτίας ἀποσμήξαντα καὶ διὰ τοῦ λουτροῦ παλιγγενεσίας καθαρθέντα. Τί τούτων τῶν σημείων μεῖζον ἐπιζητεῖς, ἄνθρωπε, ἀθρόον τοσαύτην τῆς οἰκουμένης μεταβολὴν ὁρῶν γεγενη‐ μένην;
55 ηʹ. Βούλει μαθεῖν πῶς ἀναβλέψαι τὴν οἰκουμένην ἐποίησεν ὁ Χριστός; Τὸ πρότερον τὸ ξύλον καὶ τὸν λίθον οὐκ ἐνόμιζον εἶναι ξύλον καὶ λίθον οἱ ἄνθρω‐ ποι, ἀλλὰ θεοὺς ἐκάλουν τὰ ἀναίσθητα, οὕτως ἦσαν ἀποτετυφλωμένοι· νυνὶ δὲ εἶδον τί ξύλον, τί λίθος·
60ἐπίστευσαν τί Θεός. Πίστει γὰρ μόνῃ θεωρεῖται ἡ ἀνώλεθρος καὶ μακαρία φύσις ἐκείνη. Βούλει δὲ καὶ ἕτερον ἀναστάσεως ἰδεῖν σημεῖον; Ἀπὸ τῆς τῶν μα‐
θητῶν γνώμης ὄψει καὶ τοῦτο μεῖζον γινόμενον μετὰ105

51

.

109

τὴν ἀνάστασιν. Καὶ γὰρ παρὰ πᾶσιν ὡμολόγηται, ὅτι ὁ μὲν περὶ ζῶντα ἄνθρωπον εὐνοϊκῶς διακεί‐ μενος καὶ ἀποθανόντος ἴσως οὐδὲ μέμνηται· ὁ δὲ περὶ ζῶντα ἀγνωμόνως διατεθεὶς καὶ ἐγκαταλιπὼν
5περιόντα, πολλῷ μᾶλλον ἀποθανόντος ἐπιλήσεται. Ὅθεν οὐδεὶς τῶν ἀνθρώπων τὸν φίλον καὶ τὸν διδά‐ σκαλον ἀφεὶς ζῶντα καὶ ἐγκαταλιπὼν, τελευτήσαντα περὶ πολλοῦ ποιεῖται, καὶ μάλιστα ὅταν κινδύνους μυρίους αὐτῷ προκειμένους ἀπὸ τῆς περὶ ἐκεῖνον
10σπουδῆς βλέπῃ. Ἀλλ’ ἰδοὺ τοῦτο τὸ ἐπὶ μηδενὸς συμ‐ βαῖνον, ἐπὶ τοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων ἐγένετο, καὶ οἱ ζῶντα αὐτὸν ἀρνησάμενοι καὶ ἐγκαταλιπόντες, καὶ συλληφθέντα ἀφέντες, καὶ ἀποπηδήσαντες, μετὰ μυρία ἐκεῖνα ὀνείδη καὶ τὸν σταυρὸν, οὕτω περὶ
15πολλοῦ πεποίηνται, ὡς καὶ τὰς ψυχὰς ἐπιδοῦναι τὰς ἑαυτῶν ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας καὶ πίστεως. Καίτοι γε εἰ καὶ τετελευτήκει Χριστὸς καὶ οὐκ ἀνέστη, πῶς εἶχε λόγον τοὺς ἡνίκα ἔζη φυγόντας διὰ τὸν ἐπικείμενον κίνδυνον, ἡνίκα ἐτελεύτησε μυ‐
20ρίοις ἑαυτοὺς δι’ ἐκεῖνον περιβάλλειν κινδύνοις; Οἱ μὲν οὖν ἄλλοι πάντες ἔφυγον, Πέτρος δὲ καὶ ἠρνήσατο μεθ’ ὅρκου τρίτον, καὶ ὁ μεθ’ ὅρκου τρίτον αὐτὸν ἀρνησάμενος καὶ θεραπαινιδίου φόβον εὐτελοῦς δεί‐ σας, ἐπειδὴ ἐτελεύτησε, βουλόμενος ἡμᾶς πεῖσαι διὰ
25τῶν πραγμάτων αὐτῶν, ὅτι εἶδεν αὐτὸν ἀναστάντα, οὕτως ἀθρόον μετεβάλλετο ὡς ὁλοκλήρου καταγε‐ λάσαι δήμου, καὶ εἰς μέσον τῶν Ἰουδαίων τὸ θέατρον εἰσπηδῆσαι καὶ εἰπεῖν, ὅτι ὁ σταυρωθεὶς καὶ ταφεὶς ἀνέστη ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ εἰς τοὺς οὐ‐
30ρανοὺς ἀνέβη, καὶ μηδὲν αὐτὸν ὑποδεῖσθαι δεινόν. Πόθεν οὖν τὸ θαῤῥεῖν αὐτῷ ἐγένετο; Πόθεν ἄλλοθεν, ἀλλ’ ἢ ἀπὸ τῆς πληροφορίας τῆς κατὰ τὴν ἀνάστα‐ σιν; Ἐπειδὴ γὰρ εἶδεν αὐτὸν, καὶ διελέχθη, καὶ περὶ τῶν μελλόντων ἤκουσε, διὰ τοῦτο ὡς ὑπὲρ ζῶν‐
35τος κινδυνεύων λοιπὸν, οὕτως ἁπάντων κατετόλμησε τῶν δεινῶν, ἅτε δὴ καὶ πλείονα λαβὼν δύναμιν καὶ μεῖζον τὸ θάρσος ὡς ὑπὲρ αὐτοῦ ἀποθανεῖν, καὶ τῷ σταυρῷ κατὰ κεφαλῆς προσομιλῆσαι. Ὅταν τοίνυν ἴδῃς καὶ σημεῖα μείζονα γινόμενα, καὶ τοὺς μαθη‐
40τὰς πλείονα κεκτημένους εὔνοιαν περὶ αὐτὸν τοὺς πρότερον ἐγκαταλιπόντας αὐτὸν, καὶ παῤῥησίαν μείζονα ἐπιδεικνυμένους, καὶ πανταχόθεν λαμπρο‐ τέραν γινομένην τῶν πραγμάτων τὴν μεταβολὴν, καὶ ἐπὶ τὸ πεπαῤῥησιασμένον καὶ φαιδρὸν προελ‐
45θόντα ἅπαντα, μάνθανε δι’ αὐτῆς τῶν πραγμάτων τῆς πείρας, ὅτι οὐ μέχρι θανάτου τὰ κατὰ τὸν Χριστὸν ἔμεινεν, ἀλλὰ ἀνάστασις αὐτὸν διεδέξατο, καὶ ζῇ καὶ μένει διηνεκῶς ὁ σταυρωθεὶς Θεὸς ἀναλ‐ λοίωτος. Οὐ γὰρ ἂν εἰ μὴ ἀνέστη καὶ ἔζη, μείζονα

51

.

109

(50)

μετὰ ταῦτα σημεῖα εἰργάσαντο οἱ μαθηταὶ τῶν πρὸ τοῦ σταυροῦ γινομένων. Τότε μὲν γὰρ αὐτὸν καὶ οἱ μαθηταὶ ἐγκατέλιπον· νυνὶ δὲ αὐτῷ καὶ ἡ οἰκου‐ μένη προστρέχει ἅπασα, καὶ οὐχὶ Πέτρος μόνον, ἀλλὰ καὶ ἕτεροι μυρίοι, καὶ πολλῷ πλέον μετὰ Πέ‐
55τρον τῶν οὐχ ἑωρακότων αὐτὸν τὰς ψυχὰς ἐπέδωκαν τὰς ἑαυτῶν ὑπὲρ ἐκείνου, καὶ τὰς κεφαλὰς ἀπετμή‐
θησαν, καὶ μυρία ἔπαθον δεινὰ, ὥστε τὴν εἰς αὐτὸνColumn end

51

.

110

ὁμολογίαν ὑγιῆ καὶ ἀκέραιον ἔχοντας ἀπελθεῖν. Πῶς οὖν ὁ νεκρὸς καὶ ἐν τῷ τάφῳ μένων, ὡς σὺ λέγεις, ὦ Ἰουδαῖε, τοσαύτην καὶ ἐν τοῖς μετ’ ἐκείνους ἅπασιν ἐπεδείξατο τὴν ἰσχὺν καὶ τὴν δύναμιν, πείθων αὐ‐
5τοὺς αὐτὸν μόνον προσκυνεῖν, καὶ πάντα αἱρεῖσθαι ὑπομεῖναι καὶ πάσχειν ὑπὲρ τοῦ μὴ τὴν πίστιν ἀπο‐ λέσαι τὴν εἰς αὐτόν; Ὁρᾷς διὰ πάντων σαφῆ τῆς ἀναστάσεως τὴν ὑπόδειξιν, διὰ τῶν σημείων τῶν τότε, τῶν νῦν, διὰ τῆς εὐνοίας τῶν μαθητῶν τῶν τότε, τῶν
10νῦν, διὰ τῶν κινδύνων ἐν οἷς διετέλεσαν οἱ πιστεύ‐ σαντες; Βούλει καὶ τοὺς ἐχθροὺς ἰδεῖν πεφοβημένους αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν δύναμιν, καὶ πολλῷ μᾶλλον μετὰ τὸν σταυρὸν ἀγωνιῶντας; Ἄκουε καὶ περὶ τού‐ των συνετῶς. Θεωροῦντες γὰρ, φησὶν, οἱ Ἰουδαῖοι
15τὴν τοῦ Πέτρου παῤῥησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι, ὅτι ἄνθρωποι ἀγράμματοί εἰσι καὶ ἰδιῶται, ἐθαύμαζον, καὶ ἠγωνίων, οὐκ ἐπειδὴ ἀγράμματοι ἦσαν, ἀλλ’ ἐπειδὴ ἀγράμματοι ὄντες πάντων τῶν σοφῶν περιεγένοντο, καὶ Τὸν ἄνθρωπον
20σὺν αὐτοῖς ὁρῶντες τὸν τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν· καίτοι γε πρὸ τούτου ἀντέλεγον σημεῖα ὁρῶντες γινόμενα. Πῶς οὖν τότε οὐκ ἀντεῖ‐ πον; Ἀπέστησεν αὐτῶν τὴν γλῶτταν ἡ ἀόρατος τοῦ σταυρωθέντος δύναμις· ἐκεῖνος τὸ στόμα αὐτῶν ἐν‐
25έφραξεν· ἐκεῖνος τὴν παῤῥησίαν κατέστειλε· διὰ τοῦτο καὶ εἱστήκεισαν μηδὲν ἔχοντες ἀντειπεῖν. Ὅταν δὲ καὶ ἐφθέγξαντο, ὅρα πῶς τὴν δειλίαν ὁμολογοῦσι τὴν ἑαυτῶν. Βούλεσθε, φησὶν, ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καὶ μὴν, εἰ ἄν‐
30θρωπός ἐστι ψιλὸς, τί δέδοικας αὐτοῦ τὸ αἷμα; πό‐ σους ἀνεῖλες προφήτας, πόσους ἔσφαξας δικαίους, ὦ Ἰουδαῖε, καὶ οὐδενὸς αὐτῶν τὸ αἷμα ἐφοβήθης; τίνος ἕνεκεν ἐνταῦθα φοβῇ; Κατέσεισεν αὐτῶν ὄντως τὸ συνειδὸς ὁ σταυρωθεὶς, καὶ τὴν ἀγωνίαν ἣν εἶχον
35κρύψαι μὴ δυνάμενοι, καὶ ἄκοντες ἐπὶ τῶν ἐχθρῶν ὁμολογοῦσι τὴν οἰκείαν ἀσθένειαν. Καὶ ὅτε μὲν ἐσταύ‐ ρουν αὐτὸν ἐβόων λέγοντες· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· οὕτω κατεφρόνουν τοῦ αἵ‐ ματος αὐτοῦ. Μετὰ δὲ τὸν σταυρὸν ἰδόντες αὐτοῦ τὴν
40δύναμιν διαλάμπουσαν, φοβοῦνται καὶ ἀγωνιῶσι, καὶ λέγουσι· Βούλεσθε ἐπαγαγεῖν ἐφ’ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου; Καίτοι γε εἰ πλάνος ἦν καὶ ἀντίθεος, καθώς φατε, Ἰουδαῖοι παράνομοι, τίνος ἕνεκεν αὐτοῦ δεδοίκατε τὸ αἷμα; Καὶ γὰρ καὶ
45ἐγκαλλωπίζεσθαι ἔδει τῷ φόνῳ, εἰ τοιοῦτος ἦν. Ἀλλ’ ἐπειδὴ τοιοῦτος οὐκ ἦν, διὰ τοῦτο τρέμουσιν. θʹ. Ὁρᾷς πανταχόθεν καὶ τοὺς ἐχθροὺς ἀγωνιῶντας καὶ δεδοικότας; εἶδες αὐτῶν τὴν ἀγωνίαν; Μάθε καὶ τοῦ σταυρωθέντος τὴν φιλανθρωπίαν. Ἐκεῖνοι μὲν

51

.

110

(50)

γὰρ ἔλεγον· Τὸ αἷμα αὐτοῦ ἐφ’ ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν· ὁ δὲ Χριστὸς οὐκ ἐποίησεν οὕτως· ἀλλὰ πρὸς τὸν Πατέρα καθικετεύων λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποιοῦσιν. Εἰ γὰρ ἐγένετο τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα
55αὐτῶν, οὐκ ἂν ἀπὸ τῶν τέκνων αὐτῶν ἐγένοντο ἀπό‐ στολοι· οὐκ ἂν ὁμοῦ τρισχίλιοι ἐπίστευσαν, οὐκ ἂν πεντακισχίλιοι. Ὁρᾷς πῶς ἐκεῖνοι μὲν ὠμοὶ καὶ ἀπηνεῖς περὶ τὰ ἔκγονα αὐτῶν ὄντες καὶ τὴν φύσιν αὐτὴν ἠγνόησαν, ὁ δὲ Θεὸς πατέρων ἁπάντων φιλαν‐
60θρωπότερος, καὶ μητέρων φιλοστοργότερος γέγονεν;107

51

.

111

Ἐγένετο μὲν γὰρ τὸ αἷμα αὐτοῦ ἐπ’ αὐτοὺς καὶ ἐπὶ τὰ τέκνα αὐτῶν· ἐπὶ τὰ τέκνα δὲ οὐχὶ πάντα, ἀλλ’ ἐπ’ ἐκεῖνα μόνον τὰ μιμησάμενα τὴν πατρικὴν ἀσέ‐ βειαν καὶ παρανομίαν, καὶ ὅσοι ἦσαν αὐτοῖς υἱοὶ οὐ
5κατὰ τὴν τῆς φύσεως διαδοχὴν, ἀλλὰ κατὰ τὴν τῆς προαιρέσεως μανίαν, οὗτοι μόνοι γεγόνασιν ὑπεύθυ‐ νοι τῶν κακῶν. Σκόπει δέ μοι καὶ ἑτέρωθεν τὴν ἀγαθότητα καὶ φιλανθρωπίαν τοῦ Θεοῦ. Οὐ γὰρ εὐθέως ἐπήγαγεν
10ἐπ’ αὐτοὺς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἀλλὰ τεσ‐ σαράκοντα καὶ πλείονα ἔτη διέλιπε μετὰ τὸν σταυρόν. Αὐτὸς μὲν γὰρ ὁ Σωτὴρ ἐπὶ Τιβερίου ἐσταυρώθη· ἡ δὲ πόλις αὐτῶν ἐπὶ Οὐεσπασιανοῦ καὶ Τίτου ἑάλω. Τίνος οὖν ἕνεκεν τὸν μετὰ ταῦτα τοῦτον χρόνον διέλι‐
15πεν; Βουλόμενος αὐτοῖς δοῦναι καιρὸν μετανοίας, ὥστε ἀποδύσασθαι τὰ πεπλημμελημένα, ὥστε ἀπο‐ κρούσασθαι τὰ ἐγκλήματα. Ἐπειδὴ δὲ καὶ προθεσμίαν μετανοίας λαβόντες ἔμενον ἀνιάτως ἔχοντες, ἐπήγαγε λοιπὸν αὐτοῖς τὴν κόλασιν καὶ τὴν τιμωρίαν, καὶ τὴν
20πόλιν καθελὼν ἐξήγαγεν αὐτοὺς διασπείρας πανταχοῦ τῆς οἰκουμένης, καὶ τοῦτο διὰ φιλανθρωπίαν ποιῶν. Διέσπειρε γὰρ αὐτοὺς, ἵνα πανταχοῦ τῆς οἰκουμένης προσκυνούμενον ἴδωσι τὸν ὑπ’ αὐτῶν σταυρωθέντα Χριστὸν, ἵνα ὁρῶντες αὐτὸν προσκυνούμενον ὑπὸ
25πάντων καὶ μαθόντες αὐτοῦ τὴν δύναμιν, ἐπιγνῶσι τῆς οἰκείας ἀσεβείας τὴν ὑπερβολὴν, καὶ ἐπιγνόντες ἐπανέλθωσι πρὸς τὴν ἀλήθειαν. Καὶ λοιπὸν ἡ αἰχμα‐ λωσία αὐτοῖς διδασκαλία ἐγίνετο, καὶ ἡ τιμωρία νου‐ θεσία· εἰ γὰρ ἔμενον ἐπὶ τῆς Ἰουδαίας γῆς, οὐκ ἂν
30ἔγνωσαν τῶν προφητῶν τὴν ἀλήθειαν. Τί γὰρ καὶ ἔλεγον οἱ προφῆται; Αἴτησαι παρ’ ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχε‐ σίν σου τὰ πέρατα τῆς γῆς. Ἔδει τοίνυν αὐτοὺς ἐξ‐ ελθεῖν εἰς τὰ πέρατα τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις
35ὀφθαλμοῖς, ὅτι καὶ τὰ πέρατα τῆς γῆς κατέχει ὁ Χρι‐ στός. Πάλιν οὖν ἕτερος προφήτης λέγει· Καὶ προσ‐ κυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὐτοῦ.
Ἔδει τοίνυν αὐτοὺς εἰς ἅπαντα διασπαρῆναι τόπονColumn end

51

.

112

τῆς γῆς, ἵνα ἴδωσιν οἰκείοις ὄμμασιν ἕκαστον ἐκ τοῦ τόπου αὐτοῦ προσκυνοῦντα αὐτόν. Πάλιν ἄλλος εἶπε· Πλησθήσεται ἡ γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας. Ἔδει τοίνυν
5αὐτοὺς εἰς ἅπασαν τὴν γῆν ἀπελθεῖν, ὥστε ἰδεῖν αὐτὴν πεπληρωμένην τοῦ γνῶναι τὸν Κύριον, καὶ τὰς θαλάσσας, τουτέστι τὰς πνευματικὰς ταύτας Ἐκκλησίας, τῆς θεοσεβείας μεμεστωμένας. Διὰ ταῦ‐ τα διέσπειρεν αὐτοὺς ὁ Θεὸς πανταχοῦ τῆς γῆς· εἰ
10γὰρ ἐν Ἰουδαίᾳ ἐκάθηντο, ταῦτα ἂν ἠγνόησαν. Λοιπὸν βούλεται αὐτοὺς καὶ τῆς τῶν προφητῶν ἀληθείας καὶ τῆς αὐτοῦ δυνάμεως αὐταῖς ὄψεσι τὴν πεῖραν λαβεῖν· ἵνα ἐὰν μὲν εὐγνωμονῶσι, διὰ τούτων χειραγωγηθῶσι πρὸς τὴν ἀλήθειαν· ἂν δὲ ἐπιμένωσι τῇ ἀσεβείᾳ,
15μηδεμίαν ἔχωσιν ἀπολογίαν ἐν τῇ φοβερᾷ τῆς κρί‐ σεως ἡμέρᾳ. Διὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς
20ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ Δανιὴλ τοῦ βδε‐ λύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ Δαυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆ‐ ται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς
25περὶ τὸν Δεσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πα‐ τρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πα‐ τρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν
30ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν· ἡμεῖς δὲ διὰ τῶν εἰς ἐκείνους τιμωριῶν μά‐ θωμεν αὐτοῦ τὴν ἄφατον φιλανθρωπίαν καὶ δύναμιν, καὶ διὰ παντὸς δοξάζοντες αὐτὸν διατελῶμεν, ὅπως καὶ τῶν αἰωνίων καὶ ἀποῤῥήτων ἀγαθῶν ἐπιτύχωμεν,
35χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ καὶ ζωο‐ ποιῷ Πνεύματι τιμὴ καὶ κράτος, νῦν καὶ ἀεὶ, καὶ εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.109