TLG 2062 063 :: JOANNES CHRYSOSTOMUS :: In paralyticum demissum per tectum

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In paralyticum demissum per tectum

Citation: Vol — pg — (ln)

51

.

47

(37t)

ΟΜΙΛΙΑ
38tΕἰς τὸν παραλυτικὸν διὰ τῆς στέγης χαλασθέντα, ὅτι οὐκ αὐτός ἐστιν ὁ παρὰ τῷ Ἰωάννῃ κείμενος·
39tκαὶ περὶ τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα ἰσότητος.
40 αʹ. Περιτυχόντες πρῴην τῷ παραλυτικῷ περὶ τὴν κολυμβήθραν ἐπὶ τῆς κλίνης κειμένῳ, πολὺν καὶ μέ‐
γαν εὑρήκαμεν θησαυρὸν, οὐχὶ γῆν διορύξαντες, ἀλλὰColumn end

51

.

48

(40)

τὴν διάνοιαν αὐτοῦ διασκάψαντες· εὑρήκαμεν θησαυ‐ ρὸν οὐχὶ ἀργύριον ἔχοντα καὶ χρυσίον καὶ λίθους τι‐
μίους, ἀλλὰ καρτερίαν καὶ φιλοσοφίαν καὶ ὑπομονὴν47

51

.

49

καὶ πολλὴν τὴν πρὸς τὸν Θεὸν ἐλπίδα, ἣ παντὸς χρυ‐ σίου καὶ πάσης εὐπορίας ἐστὶ τιμιωτέρα. Ὁ μὲν γὰρ αἰσθητὸς πλοῦτος καὶ λῃστῶν ἐπιβουλαῖς πρό‐ κειται, καὶ συκοφαντῶν στόμασι, καὶ τοιχωρύχων
5χερσὶ καὶ οἰκετῶν κακουργίαις, καὶ ὅταν ἅπαντα ταῦτα διαφύγῃ, τότε τοῖς κεκτημένοις μέγιστον ἐπ‐ άγει πολλάκις τὸν ὄλεθρον, βασκάνων ὀφθαλμοὺς δι‐ εγείρων, καὶ μυρίους ἐκ τούτου τίκτων χειμῶνας. Ὁ δὲ πνευματικὸς πλοῦτος ἁπάσας ταύτας διέφυγε τὰς
10λαβὰς, καὶ πάσης ἐπηρείας ἐστὶν ἀνώτερος τοιαύ‐ της, καὶ λῃστῶν καὶ τοιχωρύχων καὶ βασκάνων καὶ συκοφαντῶν καὶ αὐτοῦ καταγελῶν τοῦ θανάτου. Οὐδὲ γὰρ θανάτῳ διαζεύγνυται τοῦ κεκτημένου, ἀλλὰ τότε μάλιστα ἀσφαλεστέρα ἡ κτῆσις αὐτοῦ τοῖς ἔχουσι
15γίνεται, καὶ συναποδημεῖ, καὶ συμμεθίσταται πρὸς τὴν μέλλουσαν ζωὴν, καὶ συνήγορος γίνεται θαυμα‐ στὸς, οἷς ἂν ἐκεῖ συναπέλθῃ, καὶ ἵλεω καθίστησιν αὐτοῖς τὸν δικάζοντα. Τοῦτον καὶ ἡμεῖς τὸν πλοῦτον μετὰ πολλῆς τῆς
20δαψιλείας εὑρήκαμεν ἐν τῇ τοῦ παραλυτικοῦ κατ‐ ορωρυγμένον ψυχῇ. Καὶ μάρτυρες ὑμεῖς οἱ μετὰ πολλῆς αὐτὸν ἐξαντλήσαντες τῆς προθυμίας, οὐ κε‐ νώσαντες δέ. Τοιαύτη γὰρ ἡ τοῦ πνευματικοῦ πλού‐ του φύσις· τὰς τῶν ὑδάτων ἐπιῤῥοίας μιμεῖται, μᾶλ‐
25λον δὲ καὶ ἐκείνων νικᾷ τὴν ἀφθονίαν, τότε πλεονά‐ ζουσα μᾶλλον, ὅταν πολλοὺς ἔχῃ τοὺς ἀρυομένους αὐτήν. Εἰς γὰρ τὴν ἑκάστου ψυχὴν εἰσιὼν, οὐ μερί‐ ζεται, οὐδὲ ἐλαττοῦται, ἀλλ’ ὁλόκληρος ἑκάστῳ παρα‐ γινόμενος ἀνάλωτος μένει διηνεκῶς, οὐδέποτε ἐπιλεί‐
30πειν δυνάμενος· ὃ δὴ καὶ τότε συνέβαινε. Τοσούτων γὰρ ἐπιπεσόντων τῷ θησαυρῷ, καὶ πάντων τὰ κατὰ δύναμιν ἀρυομένων ἐκεῖθεν· καὶ τί λέγω περὶ ὑμῶν, ὅπου γε ἐξ ἐκείνου τοῦ χρόνου μέχρι τῆς παρούσης ἡμέρας μυρίους ποιήσας εὐπόρους, ἐπὶ τῆς οἰκείας
35τελειότητος μένει; Μὴ τοίνυν ἀποκάμωμεν πρὸς τὴν πνευματικὴν ταύτην εὐπορίαν· ἀλλ’ ὅσον δυνατὸν καὶ νῦν ἐξαντλήσωμεν, καὶ ἴδωμεν φιλάνθρωπον Δεσπό‐ την, ἴδωμεν καρτερικὸν οἰκέτην. Τριάκοντα γοῦν καὶ ὀκτὼ ἔτη ἀῤῥωστίᾳ παλαίων ἀνιάτῳ καὶ μαστιζόμε‐
40νος διηνεκῶς, οὐκ ἐδυσχέρανεν, οὐκ ἀφῆκε ῥῆμα βλά‐ σφημον, οὐ κατηγόρησε τοῦ πεποιηκότος, ἀλλὰ γεν‐ ναίως καὶ μετὰ πολλῆς τῆς ἐπιεικείας τὴν συμφορὰν ἔφερεν ἐκείνην. Καὶ πόθεν τοῦτο δῆλον; φησίν· οὐ‐ δὲν γὰρ περὶ τῆς ἄνω ζωῆς αὐτοῦ σαφῶς ἡμᾶς ἐδίδα‐
45ξεν ἡ Γραφὴ, ἀλλ’ ὅτι μὲν τριάκοντα ὀκτὼ ἔτη εἶχεν ἐν τῇ ἀσθενείᾳ αὐτοῦ, δῆλον ἐποίησεν· ὅτι δὲ οὐκ ἐδυσχέρανεν, οὐδὲ ἠγανάκτησεν, οὐδὲ ἀπεδυσπέτησε, τοῦτο οὐκέτι προσέθηκεν. Καὶ μὴν καὶ τοῦτο δῆλον ἐποίησεν, εἴ τις ἀκριβῶς προσέχοι, καὶ μὴ παρέργως,

51

.

49

(50)

μηδὲ ἁπλῶς. Ὅταν γὰρ ἀκούσῃς ὅτι ἐπιστάντι Χριστῷ καὶ οὐκ ὄντι γνωρίμῳ, ἀλλ’ ἀνθρώπῳ νομιζομένῳ ψιλῷ, μετὰ τοσαύτης ἐπιεικείας διελέγετο αὐτῷ, καὶ τὴν ἔμπροσθεν αὐτοῦ φιλοσοφίαν δυνήσῃ θεάσασθαι. Εἰπόντι γὰρ αὐτῷ, Θέλεις ὑγιὴς γενέσθαι; οὐδὲν
55εἶπεν οἷον εἰκὸς ἦν, ὅτι Ὁρᾷς με παραλελυμένον χρόνον τοσοῦτον κατακείμενον, καὶ ἐρωτᾷς εἰ βούλο‐ μαι γενέσθαι ὑγιής; ἐπεμβῆναί μου τοῖς κακοῖς ἦλ‐ θες, ὀνειδίσαι, καὶ καταγελάσαι, καὶ κωμῳδῆσαι τὴν
συμφοράν; Οὐδὲν τοιοῦτον οὐδὲ εἶπεν, οὐδὲ ἐν‐Column end

51

.

50

ενόησεν, ἀλλὰ μετ’ ἐπιεικείας· Ναὶ, Κύριε, φησίν. Εἰ δὲ μετὰ τριάκοντα ὀκτὼ ἔτη οὕτω πρᾶος ἦν, οὕ‐ τως ἐπιεικὴς, τῆς εὐτονίας αὐτῷ καταβληθείσης ἁπάσης καὶ τῆς δυνάμεως τῶν λογισμῶν, ἐννόησον
5ὁποῖον εἰκὸς εἶναι τοῦτον ἐν τοῖς προοιμίοις τῶν δει‐ νῶν. Ἴστε γὰρ δήπου πάντες, ὅτι οὐχ ὁμοίως εἰσὶ δυσάρεστοι οἱ νοσοῦντες ἐν ἀρχῇ τῆς ἀῤῥωστίας καὶ πολλοῦ προϊόντος τοῦ χρόνου· τότε γὰρ μάλιστα δυσ‐ χερεῖς γίνονται οἱ νοσοῦντες, ὅταν εἰς μῆκος ἐπιδῷ
10τὸ νόσημα, τότε πᾶσιν ἀφόρητοι. Ὁ δὲ μετὰ τοσαῦτα ἔτη οὕτω φιλοσοφῶν, οὕτως ἀνεξικάκως ἀποκρινόμε‐ νος, εὔδηλον ὅτι καὶ τὸν ἔμπροσθεν χρόνον μετὰ πολ‐ λῆς τῆς εὐχαριστίας τὴν συμφορὰν ἔφερεν ἐκείνην. Ταῦτα οὖν καὶ ἡμεῖς λογιζόμενοι μιμώμεθα τὴν
15ὑπομονὴν τοῦ συνδούλου· ἱκανὴ γὰρ ἡ παράλυσις ἐκείνου τὰς ἡμετέρας ἐπισφίγξαι ψυχάς· οὐδεὶς γὰρ οὕτω νωθρὸς καὶ παρειμένος, ὡς τὸ μέγεθος τῆς συμφορᾶς ἐννοήσας ἐκείνης, μὴ πάντα γενναίως ἐν‐ εγκεῖν τὰ προσπίπτοντα δεινὰ, κἂν ἁπάντων ἀφορη‐
20τότερα ᾖ. Οὔτε γὰρ ἡ ὑγίεια αὐτοῦ μόνον, ἀλλὰ καὶ ἡ νόσος μεγίστης ἡμῖν ὠφελείας γέγονεν αἰτία· ἥ τε γὰρ θεραπεία πρὸς δοξολογίαν τοῦ Δεσπότου καὶ τὰς τῶν ἀκουόντων ἤγειρε ψυχάς· ἥ τε νόσος καὶ ἡ ἀῤ‐ ῥωστία πρὸς ὑπομονὴν ὑμᾶς ἤλειψε, καὶ πρὸς τὸν ἴσον
25παρεκάλεσε ζῆλον· μᾶλλον δὲ καὶ αὐτὴν τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐνεδείξατο. Καὶ γὰρ αὐτὸ τὸ παραδοῦ‐ ναι τοιούτῳ νοσήματι, καὶ τὸν χρόνον ἐκτεῖναι τοσοῦ‐ τον τὴν ἀῤῥωστίαν, μεγίστης κηδεμονίας ἐστί. Καθά‐ περ γὰρ χρυσοχόος εἰς χωνευτήριον ἐμβαλὼν χρυσίον
30μέχρι τοσούτου ἐπιτρέπει βασανίζεσθαι τῷ πυρὶ, ἕως ἂν ἴδῃ γενόμενον καθαρώτερον· οὕτω δὴ καὶ ὁ Θεὸς μέχρι τοσούτου τὰς τῶν ἀνθρώπων ψυχὰς ἀφίησιν ἐξ‐ ετάζεσθαι ἐν δεινοῖς, ἕως ἂν γένωνται καθαραὶ καὶ διειδεῖς, καὶ πολλὴν ἀπὸ τῆς βασάνου ταύτης τὴν
35ὠφέλειαν καρπωσάμεναι· ὥστε καὶ τοῦτο εὐεργεσίας εἶδός ἐστι τὸ μέγιστον. βʹ. Μὴ τοίνυν θορυβώμεθα, μηδὲ ἀλύωμεν, πειρασ‐ μῶν ἐμπιπτόντων ἡμῖν. Εἰ γὰρ ὁ χρυσοχόος εἶδε πόσον μὲν ἀφιέναι ἐν τῇ καμίνῳ χρόνον δεῖ τὸ χρυσίον, πότε
40δὲ ἀνασπάσαι, καὶ οὐκ ἀφίησι μέχρι τοῦ διαφθαρῆναι καὶ κατακαυθῆναι μένειν ἐν τῷ πυρί· πολλῷ μᾶλ‐ λον ὁ Θεὸς τοῦτο ἐπίσταται, καὶ ὅταν ἴδῃ καθαρωτέ‐ ρους γενομένους, ἀφίησι τῶν πειρασμῶν, ὥστε μὴ τῷ πλεονασμῷ τῶν κακῶν ὑποσκελισθῆναι καὶ καταπε‐
45σεῖν, Μὴ τοίνυν δυσχεραίνωμεν, μηδὲ μικροψυχῶμεν, ἐπειδάν τι τῶν ἀδοκήτων ἐμπέσῃ· ἀλλὰ παραχωρῶ‐ μεν τῷ ταῦτα μετὰ ἀκριβείας εἰδότι, ἕως ἂν βού‐ λοιτο, πυροῦν τὴν διάνοιαν τὴν ἡμετέραν· συμφερόν‐ τως γὰρ τοῦτο ποιεῖ καὶ ἐπὶ κέρδει τῶν πειραζομέ‐

51

.

50

(50)

νων. Διὰ τοῦτο σοφός τις παραινεῖ λέγων· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Θεῷ, ἑτοίμασον τὴν ψυ‐ χήν σου εἰς πειρασμὸν, εὔθυνον τὴν καρδίαν σου, καὶ καρτέρησον, καὶ μὴ σπεύσῃς ἐν καιρῷ
55ἐπαγωγῆς. Αὐτῷ παραχώρησον, φησὶν, ἁπάντων· οἶδε γὰρ ἀκριβῶς πότε ἡμᾶς ἀνελέσθαι ἐκ τῆς καμί‐ νου δεῖ τῶν κακῶν. Χρὴ τοίνυν αὐτῷ πανταχοῦ πα‐ ραχωρεῖν, καὶ διὰ παντὸς εὐχαριστεῖν, καὶ πάντα
φέρειν εὐγνωμόνως, κἂν εὐεργετῇ, κἂν κολάζῃ,49

51

.

51

ἐπεὶ καὶ τοῦτο εὐεργεσίας ἐστὶν εἶδος. Καὶ γὰρ ἰατρὸς οὐχ ὅταν λούῃ, καὶ τρέφῃ, καὶ εἰς παραδείσους ἐξάγῃ τὸν κάμνοντα μόνον, ἀλλ’ ὅταν καὶ καίῃ, καὶ τέμνῃ, ὁμοίως ἐστὶν ἰατρός· καὶ πατὴρ οὐχ ὅταν θεραπεύῃ
5τὸν υἱὸν μόνον, ἀλλὰ καὶ ὅταν ἐκβάλλῃ τῆς οἰκίας, καὶ ὅταν ἐπιτιμᾷ, καὶ μαστίζῃ, ὁμοίως ἐστὶ πατὴρ, καὶ οὐχ ἧττον, ἢ ὅταν ἐπαινῇ. Εἰδὼς τοίνυν ὅτι καὶ ἰατρῶν ἁπάντων φιλοστοργότερος ὁ Θεὸς, μὴ περιερ‐ γάζου, μηδὲ ἀπαίτει τὰς εὐθύνας αὐτὸν τῆς ἰατρείας,
10ἀλλ’ ἄν τε ἀνεῖναι βούληται, ἄν τε κολάζῃ, πρὸς ἑκάτερα ὁμοίως παρέχωμεν ἑαυτούς· δι’ ἑκατέρων γὰρ πρὸς ὑγείαν ἡμᾶς ἐπανάγει, καὶ πρὸς τὴν οἰ‐ κείωσιν τὴν ἑαυτοῦ, καὶ οἶδεν ὧν ἕκαστος χρείαν ἔχο‐ μεν, καὶ τί συμφέρον ἑκάστῳ, καὶ πῶς καὶ τίνι τρό‐
15πῳ σωθῆναι δεῖ, καὶ ταύτην ἡμᾶς ἄγει τὴν ὁδόν, Ἑπώμεθα τοίνυν οἷπερ ἂν αὐτὸς κελεύῃ, καὶ μηδὲν ἀκριβολογώμεθα, εἴτε διὰ ῥᾳδίας καὶ εὐκόλου, εἴτε διὰ χαλεπῆς καὶ τραχυτέρας ὁδοῦ βαδίζειν κελεύοι· ὥσπερ οὖν καὶ τὸν παράλυτον τοῦτον. Ἓν μὲν οὖν
20τοῦτο εὐεργεσίας εἶδος ἦν τὸ χρόνῳ τοσούτῳ τὴν ψυ‐ χὴν αὐτοῦ καθαίρειν, ὥσπερ χωνευτηρίῳ τινὶ τῇ πυρ‐ ώσει τῶν πειρασμῶν αὐτὴν παραδόντα· ἕτερον δὲ οὐκ ἔλαττον τούτου, τὸ καὶ ἐν αὐτοῖς παρεῖναι τοῖς πειρασμοῖς, καὶ πολλὴν αὐτῷ παρέχειν τὴν παραμυ‐
25θίαν. Αὐτὸς ἦν ὁ διακρατῶν αὐτὸν καὶ συνέχων, καὶ χεῖρα ὀρέγων, καὶ οὐκ ἀφιεὶς καταπεσεῖν. Ὅταν δὲ ἀκούσῃς ὅτι αὐτὸς ἦν, μὴ ἀποστερήσῃς τῶν ἐγκωμίων τὸν παράλυτον, μήτε ἐκεῖνον, μήτε ἄλλον τινὰ πειρα‐ ζόμενον ἄνθρωπον καὶ καρτεροῦντα. Κἂν γὰρ μυριά‐
30κις φιλοσοφῶμεν, κἂν ἁπάντων ὦμεν ἰσχυρότεροι καὶ δυνατώτεροι, τῆς παρ’ αὐτοῦ ῥοπῆς ἀπούσης, οὐδὲ πρὸς τὸν τυχόντα ἀντιστῆναι δυνησόμεθα πειρασμόν. Καὶ τί λέγω περὶ ἡμῶν τῶν εὐτελῶν καὶ ἀπεῤῥιμμέ‐ νων; Κἂν γὰρ Παῦλός τις ᾖ, καὶ Πέτρος, κἂν Ἰάκω‐
35βος, κἂν Ἰωάννης, τῆς ἄνωθεν βοηθείας ἀποστερη‐ θεὶς ἐλέγχεται ῥᾳδίως, καὶ ὑποσκελίζεται, καὶ κατα‐ πίπτει. Καὶ ὑπὲρ τούτων αὐτοῦ τοῦ Χριστοῦ φωνὴν ὑμῖν ἀναγνώσομαι· τῷ γὰρ Πέτρῳ φησίν· Ἰδοὺ ὁ Σατανᾶς ᾐτήσατο, ἵνα σινιάσῃ ὑμᾶς ὡς τὸν σῖ‐
40τον· κἀγὼ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Τί ἐστι, σινιάσαι; Ἀγαγεῖν, περιαγα‐ γεῖν, σαλεῦσαι, κινῆσαι, διαδονῆσαι, βασανίσαι, ὅπερ ἐπὶ τῶν κοσκινιζομένων γίνεται· ἀλλ’ ἐγὼ, φησὶν, ἐπέσχον, εἰδὼς ὅτι τὸν πειρασμὸν ἐνεγκεῖν οὐ δύνα‐
45σθε· τὸ γὰρ εἰπεῖν· Ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου, δηλοῦντός ἐστιν, ὅτι εἰ συνεχώρησεν, ἐξέλιπεν ἂν αὐτοῦ ἡ πίστις. Εἰ δὲ Πέτρος ὁ θερμὸς ἐραστὴς τοῦ Χριστοῦ καὶ τὴν ψυχὴν ὑπὲρ αὐτοῦ μυριάκις ἐπι‐ δοὺς, καὶ προπηδῶν ἀεὶ τοῦ χοροῦ τῶν ἀποστόλων,

51

.

51

(50)

καὶ παρὰ τοῦ Διδασκάλου μακαριζόμενος, καὶ διὰ τοῦτο Πέτρος κληθεὶς, ἐπειδὴ ἄσειστον εἶχε καὶ ἀπερί‐ τρεπτον τὴν πίστιν, ἠνέχθη ἂν καὶ τῆς ὁμολογίας ἐξέπεσεν, εἰ συνεχώρησεν ὁ Χριστὸς τῷ διαβόλῳ πει‐ ράσαι ὅσον ἠβούλετο, τίς ἕτερος στῆναι δυνήσεται
55χωρὶς τῆς αὐτοῦ βοηθείας; Διὰ τοῦτο καὶ Παῦ‐ λός φησι· Πιστὸς δὲ ὁ Θεὸς, ὃς οὐκ ἐάσει ὑμᾶς πειρασθῆναι ὑπὲρ ὃ δύνασθε, ἀλλὰ ποιήσει σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑμᾶς ὑπενεγκεῖν. Οὐ μόνον γὰρ, φησὶ, πειρασμὸν ὑπὲρ
60δύναμιν οὐκ ἀφίησιν ἐπενεχθῆναι, ἀλλὰ καὶ ἐν αὐτῷ
τῷ κατὰ δύναμιν ἐπαγομένῳ πάρεστι διαβαστάζωνColumn end

51

.

52

ἡμᾶς καὶ συγκροτῶν, ὅταν ἡμεῖς πρότερον τὰ παρ’ ἑαυτῶν εἰσενέγκωμεν, οἷον προθυμίαν, ἐλπίδα τὴν εἰς αὐτὸν, εὐχαριστίαν, καρτερίαν, ὑπομονήν. Οὔτε γὰρ μόνον ἐν τοῖς ὑπὲρ δύναμιν κινδύνοις, ἀλλὰ καὶ
5ἐν αὐτοῖς τοῖς κατὰ δύναμιν τῆς ἄνωθεν δεόμεθα βοηθείας, εἰ μέλλοιμεν ἑστάναι γενναίως· καὶ ἀλλα‐ χοῦ γάρ φησι· Καθὼς περισσεύει τὰ παθήματα Χριστοῦ εἰς ἡμᾶς, οὕτω διὰ τοῦ Χριστοῦ περισ‐ σεύει καὶ ἡ παράκλησις ἡμῶν, εἰς τὸ δύνασθαι
10ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως, ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ. Ὥστε καὶ ὁ τοῦτον παρακαλέσας αὐτός ἐστιν ὁ τὸν πειρασμὸν συγχωρήσας ἐπενεχθῆναι. Ὅρα δὲ καὶ μετὰ τὴν θεραπείαν πόσην κηδεμονίαν ἐπιδείκνυται.
15Οὐ γὰρ ἀφεὶς αὐτὸν ἀπῆλθεν, ἀλλ’ εὑρὼν αὐτὸν ἐν τῷ ἱερῷ φησιν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. ἵνα μὴ χεῖρόν τί σοι γένηται. Εἰ γὰρ μισῶν συν‐ εχώρησε τὴν κόλασιν, οὐκ ἂν ἀπήλλαξεν, οὐκ ἂν πρὸς τὸ μέλλον ἠσφαλίσατο· τὸ δὲ λέγειν· Ἵνα μὴ χεῖρόν
20τί σοι γένηται, τὰ μέλλοντά ἐστι προαναστέλλοντος δεινά. Ἔλυσε τὴν νόσον, καὶ οὐκ ἔλυσε τὴν ἀγωνίαν· ἀπήλασε τὴν ἀῤῥωστίαν, καὶ οὐκ ἀπήλασε τὸν φόβον, ὥστε ἀκίνητον εἶναι τὴν γενομένην εὐεργεσίαν. Τοῦτο ἰατροῦ κηδεμονικοῦ μὴ τὰ παρόντα λύειν μόνον, ἀλλὰ
25καὶ πρὸς τὰ μέλλοντα ἀσφαλίζεσθαι, ὅπερ καὶ ὁ Χριστὸς ἐποίησε τῇ μνήμῃ τῶν παρελθόντων συγ‐ κροτῶν ἐκείνου τὴν ψυχήν. Ἐπειδὴ γὰρ ἀπελθόντων τῶν ὀδυνώντων ἡμᾶς, συναπέρχεται καὶ ἡ μνήμη πολλάκις, βουλόμενος αὐτὴν μένειν διηνεκῆ, φησί·
30Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένη‐ ται. γʹ. Οὐκ ἀπὸ τούτου δὲ μόνον τὴν πρόνοιαν αὐτοῦ καὶ τὴν ἐπιείκειαν αὐτοῦ ἔστιν ἰδεῖν, ἀλλὰ καὶ ἀπὸ αὐ‐ τῆς τῆς δοκούσης εἶναι ἐπιτιμήσεως. Οὐδὲ γὰρ ἐξ‐
35επόμπευσεν αὐτοῦ τὰ ἁμαρτήματα, ἀλλ’ ὅτι μὲν δι’ ἁμαρτήματα ἔπαθεν, ἅπερ ἔπαθεν, εἶπε· τίνα δὲ ἦν τὰ ἁμαρτήματα οὐκ ἐδήλωσεν, οὐδὲ εἶπε, Τὸ καὶ τὸ ἥμαρτες, οὐδὲ, Τὸ καὶ τὸ ἐπλημμέλησας, ἀλλ’ ἑνὶ ψιλῷ ῥήματι τοῦτο ἐνδειξάμενος τῷ· Μηκέτι ἁμάρ‐
40τανε, καὶ τοσοῦτον εἰπὼν, ὅσον ἀναμνῆσαι μόνον, σπουδαιότερον αὐτὸν πρὸς τὸ μέλλον εἰργάσατο, καὶ τὴν μὲν ὑπομονὴν αὐτοῦ καὶ τὴν ἀνδρείαν καὶ τὴν φιλοσοφίαν πᾶσαν δήλην ἡμῖν ἐποίησεν εἰς ἀνάγκην αὐτὸν καταστήσας τοῦ πᾶσαν ἐκτραγῳδῆσαι τὴν συμ‐
45φορὰν, καὶ τὴν σπουδὴν ἐπιδειξάμενος τὴν ἑαυτοῦ· Ἐν ᾧ γὰρ, φησὶν, ἐγὼ ἔρχομαι, ἄλλος πρὸ ἐμοῦ καταβαίνει· τὰ δὲ ἁμαρτήματα οὐκ ἐξεπόμπευσεν. Ὥσπερ γὰρ ἡμεῖς βουλόμεθα τὰ ἡμέτερα συσκιάζε‐ σθαι, οὕτω καὶ ὁ Θεὸς πολλῷ πλέον ἢ ἡμεῖς· διὰ

51

.

52

(50)

τοῦτο τὴν μὲν θεραπείαν ἐπὶ πάντων ἐποιήσατο, τὴν δὲ παραίνεσιν ἢ τὴν συμβουλὴν κατιδίαν ποιεῖται. Οὐδέποτε γὰρ ἡμῶν ἐκπομπεύει τὰ ἁμαρτήματα, πλὴν εἰ μή ποτε ἴδοι ἀναισθήτως ἔχοντας πρὸς αὐτά. Καὶ γὰρ ὅταν λέγῃ· Πεινῶντά με εἴδετε, καὶ οὐκ
55ἐθρέψατε· καὶ διψῶντα, καὶ οὐκ ἐποτίσατε, διὰ τοῦτο λέγει κατὰ τὸν παρόντα καιρὸν, ἵνα μὴ κατὰ τὸν μέλλοντα τούτων ἀκουσώμεθα τῶν ῥημάτων. Ἀπειλεῖ, ἐκπομπεύει ἐνταῦθα, ἵνα μὴ ἐκπομπεύσῃ ἐκεῖ· ὥσπερ οὖν καὶ καταστρέψαι διὰ τοῦτο ἠπείλησε
60τὴν τῶν Νινευιτῶν πόλιν, ἵνα μὴ καταστρέψῃ. Εἰ γὰρ
ἠβούλετο δημοσιεύειν ἡμῶν τὰ ἁμαρτήματα, οὐκ ἂν51

51

.

53

προεῖπεν, ὅτι δημοσιεύσει· νῦν δὲ διὰ τοῦτο προλέγει, ἵνα τῷ φόβῳ τῆς δημοσιεύσεως ἐκείνης, εἰ καὶ μὴ τῷ φόβῳ τῆς κολάσεως σωφρονισθέντες, ἀπονιψώμεθα ἅπαντα. Τοῦτο καὶ ἐπὶ τοῦ βαπτίσματος γίνεται· καὶ
5γὰρ ἄγει πρὸς τὴν κολυμβήθραν τῶν ὑδάτων τὸν ἄνθρωπον, οὐδενὶ δῆλα ποιήσας αὐτοῦ τὰ ἁμαρτήματα, ἀλλὰ τὴν μὲν δωρεὰν πᾶσι καθίστησι φανερὰν, καὶ ποιεῖ δήλην, τὰ δὲ ἁμαρτήματα πλὴν αὐτοῦ καὶ τοῦ τὴν ἄφεσιν λαμβάνοντος οὐδεὶς ἕτερος οἶδε. Τοῦτο
10καὶ ἐπὶ τούτου γέγονε, καὶ ἀμάρτυρον ποιεῖται τὸν ἔλεγχον, μᾶλλον δὲ οὐκ ἔλεγχος μόνον, ἀλλὰ καὶ ἀπο‐ λογία τὸ εἰρημένον ἐστὶν, ὥσπερ ὑπὲρ τῆς τοσαύτης κακώσεως ἀπολογούμενος καὶ λέγων αὐτῷ, καὶ δεικνὺς, ὅτι οὐ μάτην, οὐδὲ εἰκῆ τοσοῦτον αὐτὸν ἐπέτρεψε
15κακωθῆναι χρόνον, τῶν ἁμαρτημάτων ἀνέμνησεν αὐτὸν, καὶ τὴν αἰτίαν εἶπε τῆς ἀῤῥωστίας. Εὑρὼν γὰρ αὐτὸν, φησὶν, ἐν τῷ ἱερῷ, εἶπεν αὐτῷ· Μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένη‐ ται.
20 Ἐπεὶ οὖν τοσαῦτα ἐκαρπωσάμεθα ἐκ τοῦ προτέρου παραλύτου, φέρε ἔλθωμεν καὶ ἐφ’ ἕτερον κἂν παρὰ τῷ Ματθαίῳ κείμενον. Καὶ γὰρ καὶ ἐν τοῖς μετάλλοις ὅπουπερ ἂν εὕροι τις χρυσίον, πλέον ἐκεῖ διασκάπτει πάλιν· καὶ οἶδα μὲν ὅτι πολλοὶ τῶν ἁπλῶς ἀναγινω‐
25σκόντων ἕνα καὶ τὸν αὐτὸν εἶναι νομίζουσι παράλυτον παρὰ τοῖς τέσσαρσιν εὐαγγελισταῖς κείμενον· οὐκ ἔστι δέ. Διὸ χρὴ διαναστῆναι καὶ προσέχειν μετὰ ἀκριβείας. Οὐ γὰρ ὑπὲρ τῶν τυχόντων ἡ ζήτησίς ἐστιν, ἀλλὰ καὶ πρὸς Ἕλληνας, καὶ πρὸς Ἰουδαίους,
30καὶ πρὸς πολλοὺς τῶν αἱρετικῶν χρήσιμος ὁ λόγος οὗτος ἔσται, τὴν προσήκουσαν λύσιν λαβών. Καὶ γὰρ οὕτω πάντες τοῖς εὐαγγελισταῖς ἐγκαλοῦσιν ὡς μα‐ χομένοις καὶ διαφωνοῦσιν· οὐκ ἔστι δὲ, μὴ γένοιτο, ἀλλ’ εἰ καὶ διάφορα τὰ πρόσωπα, μία τοῦ Πνεύματος
35ἡ χάρις ἐστὶν, ἡ τὴν ἑκάστου κινοῦσα ψυχήν· ὅπου δὲ τοῦ Πνεύματος χάρις, ἀγάπη, χαρὰ, εἰρήνη· πόλεμος καὶ ἀμφισβήτησις οὐκ ἔστι, καὶ μάχη καὶ φιλονεικία τις. Πῶς οὖν ποιήσομεν φανερὸν, ὅτι οὐκ ἔστιν ὁ πα‐ ράλυτος οὗτος ἐκεῖνος, ἀλλ’ ἕτερος παρ’ ἐκεῖνον; Ἀπὸ
40πολλῶν σημείων, καὶ τόπου, καὶ χρόνου, καὶ καιρῶν, καὶ ἡμέρας, καὶ ἀπὸ τοῦ τρόπου τῆς θεραπείας, καὶ ἀπὸ τῆς παρουσίας τοῦ ἰατροῦ, καὶ ἀπὸ τῆς ἐρημίας τοῦ θεραπευθέντος. Καὶ τί τοῦτο; φησί· καὶ γὰρ ἕτερα σημεῖα οὐχὶ διαφόρως ἀπήγγειλαν πολλοὶ τῶν
45εὐαγγελιστῶν; Ἀλλ’ ἕτερόν ἐστι διαφόρως εἰπεῖν, καὶ ἕτερον ἐναντίως· ἐκεῖνο μὲν γὰρ διαφωνίαν οὐ ποιεῖ τινα, οὐδὲ μάχην· τοῦτο δὲ τὸ νῦν προκείμενον ἡμῖν πολλὴν ἔχει τὴν ἐναντίωσιν, εἰ μὴ δειχθείη ἕτερος ὢν ὁ ἐν τῇ κολυμβήθρᾳ παραλυτικὸς παρ’

51

.

53

(50)

ἐκεῖνον τὸν ἐν τοῖς τρισὶν ἀναγεγραμμένον. Καὶ ἵνα μάθητε τί ποτέ ἐστι διαφόρως, καὶ τί ποτέ ἐστιν ἐναντίως εἰπεῖν, τῶν εὐαγγελιστῶν ὁ μὲν ὅτι ὁ Χριστὸς τὸν σταυρὸν ἐβάσταζεν εἶπεν, ὁ δὲ ὅτι Σίμων ὁ Κυρηναῖος· τοῦτο δὲ ἐναντίωσίν τινα οὐ ποιεῖ, οὐδὲ
55μάχην. Καὶ πῶς οὐκ ἔστιν ἐναντίον, φησὶ, τὸ βαστά‐ ζειν τῷ μὴ βαστάζειν; Ὅτι ἀμφότερα γέγονε. Καὶ ἐξελθόντων μὲν ἐκ τοῦ πραιτωρίου, ὁ Χριστὸς ἐβάσ‐ ταζε· προϊόντων δὲ, ὁ Σίμων ἔλαβεν ἀπ’ αὐτοῦ καὶ ἔφερε.
Πάλιν ἐπὶ τῶν λῃστῶν, ὁ μέν φησιν, ὅτι οἱ δύο αὐτὸνColumn end

51

.

54

ἐβλασφήμουν· ὁ δὲ ὅτι ὁ εἷς ἐπεστόμιζε τὸν κατηγοροῦν‐ τα. Ἀλλ’ οὐδὲ τοῦτο πάλιν ἐναντίον. Διατί; Ὅτι καὶ ἐν‐ ταῦθα ἀμφότερα γέγονε καὶ παρὰ μὲν τὴν ἀρχὴν ἀμφό‐ τεροι ἦσαν οἱ πονηρευόμενοι· μετὰ δὲ ταῦτα σημείων
5γενομένων καὶ τῆς γῆς κλονουμένης, καὶ τῶν πετρῶν σχιζομένων, καὶ ἡλίου κρυπτομένου, θάτερος αὐτῶν μετεβλήθη, καὶ σωφρονέστερος γέγονε, καὶ τὸν ἐσταυρωμένον ἐπέγνω, καὶ τὴν βασιλείαν ὡμολόγησε τὴν ἐκείνου. Ἵνα γὰρ μὴ νομίσῃς, ὅτι ἀνάγκῃ τινὶ
10καὶ βίᾳ τινὸς ἔνδοθεν ὠθοῦντος αὐτὸν τοῦτο γίνεται, μηδὲ διαπορῇς, δείκνυσί σοι καὶ ἐν τῷ σταυρῷ τὴν πονηρίαν αὐτοῦ ἔτι διατηροῦντα τὴν προτέραν, ἵνα εἰδῇς, ὅτι οἴκοθεν καὶ παρ’ ἑαυτοῦ μεταβαλόμενος, καὶ τῆς τοῦ Θεοῦ χάριτος ἀπολαύσας, οὕτω βελτίων
15ἐγένετο. δʹ. Καὶ ἕτερα πολλὰ τοιαῦτα ἔστιν ἐκ τῶν Εὐαγγε‐ λίων ἀναλέγεσθαι, ἃ δοκεῖ μὲν ἐναντιώσεως ὑποψίαν ἔχειν, οὐκ ἔστι δὲ ἐναντίωσις, ἀλλὰ καὶ τὰ παρὰ τού‐ του καὶ τὰ παρ’ ἐκείνου εἰρημένα γεγένηται· εἰ δὲ
20μὴ κατὰ τὴν αὐτὴν ὥραν, καὶ ὁ μὲν πρότερον, ὁ δὲ τὸ δεύτερον εἴρηκεν· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν· ἀλλὰ τὸ πλῆθος τῶν εἰρημένων σημείων δείκνυσι καὶ τοῖς ὁπωσοῦν προσέχουσιν, ὅτι ἕτερος μὲν αὐ‐ τὸς ἦν, ἕτερος δὲ ἐκεῖνος. Οὐ μικρὰ δὲ καὶ αὕτη γέ‐
25νοιτ’ ἂν ἀπόδειξις πρὸς τὸ δεῖξαι τοὺς εὐαγγελιστὰς συμφωνοῦντας ἀλλήλοις, καὶ οὐ μαχομένους. Ἂν μὲν γὰρ αὐτὸς ᾖ, πολλὴ ἡ μάχη· ἂν δὲ ἕτερος ἐκεῖνος, πᾶσα ἀμφισβήτησις λέλυται. Φέρε οὖν αὐτὰς τὰς αἰτίας εἴπωμεν, δι’ ἃς οὔ φα‐
30μεν τοῦτον εἶναι ἐκεῖνον. Τίνες οὖν εἰσιν αὗται; Ὁ μὲν ἐν Ἱεροσολύμοις θεραπεύεται, οὗτος δὲ ἐν Κα‐ περναοὺμ, καὶ ὁ μὲν παρὰ τὴν κολυμβήθραν τῶν ὑδάτων, οὗτος δὲ ἐν οἰκίσκῳ τινί· ἰδοὺ ἀπὸ τοῦ τόπου· κἀκεῖνος μὲν ἐν ἑορτῇ· ἰδοὺ ἀπὸ τοῦ καιροῦ κἀκεῖ‐
35νος μὲν τριάκοντα καὶ ὀκτὼ ἔτη εἶχεν ἐν τῇ ἀσθε‐ νείᾳ· περὶ τούτου δὲ οὐδὲν τοιοῦτον ὁ εὐαγγελιστής· ἰδοὺ καὶ ἀπὸ τοῦ χρόνου· κἀκεῖνος μὲν ἐθεραπεύθη ἐν σαββάτῳ· ἰδοὺ καὶ ἀπὸ ἡμέρας· εἰ γὰρ ἐν σαβ‐ βάτῳ ἐθεραπεύθη καὶ οὗτος, οὐδ’ ἂν τοῦτο παρεσιώ‐
40πησεν ὁ Ματθαῖος, οὐδ’ ἂν ἡσύχασαν οἱ παρόντες Ἰουδαῖοι· οἱ γὰρ καὶ μὴ ἐν σαββάτῳ θεραπευθέντος αὐτοῦ δυσχεράναντες δι’ ἄλλην αἰτίαν, πολλῷ μᾶλλον εἰ καὶ τὴν ἀπὸ τοῦ καιροῦ λαβὴν ἔσχον, οὐκ ἂν ἐφεί‐ σαντο τῶν ἐγκλημάτων τῶν κατὰ τοῦ Χριστοῦ. Καὶ
45οὗτος μὲν πρὸς τὸν Χριστὸν φέρεται· πρὸς ἐκεῖνον δὲ αὐτὸς ὁ Χριστὸς παραγίνεται, κἀκείνῳ μὲν οὐδεὶς ἄνθρωπος ἦν ὁ βοηθήσων· Κύριε γὰρ, φησὶν, ἄνθρω‐ πον οὐκ ἔχω· οὗτος δὲ πολλοὺς εἶχε τοὺς προσήκον‐ τας, οἳ καὶ διὰ τοῦ στέγους αὐτὸν ἐχάλασαν. Κἀκείνου

51

.

54

(50)

μὲν πρὸ τῆς ψυχῆς τὸ σῶμα διώρθωσε· πρότερον γὰρ αὐτοῦ τὴν παράλυσιν σφίγξας, τότε φησίν· Ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε· ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλὰ πρότερον αὐτοῦ τὴν ψυχὴν ἰασάμενος (φησὶ γὰρ αὐτῷ· Θάρσει, τέκνον, ἀφέωνταί σοι
55αἱ ἁμαρτίαι σου), τότε τὴν παράλυσιν διώρθωσεν. Ὅτι μὲν οὖν οὐκ ἔστιν οὗτος ἐκεῖνος, ἀπὸ τούτων ἡμῖν σαφῶς ἀποδέδεικται, δεῖ δὲ λοιπὸν ἐπὶ τὴν ἀρ‐ χὴν τοῦ διηγήματος ἐλθόντας ἰδεῖν, πῶς μὲν τοῦτον, πῶς δὲ ἐκεῖνον ἐθεράπευσεν ὁ Χριστὸς, καὶ διὰ τί δια‐
60φόρως· διὰ τί τὸν μὲν ἐν σαββάτῳ, ἐκεῖνον δὲ οὐκ ἐν
σαββάτῳ, καὶ πρὸς ἐκεῖνον μὲν αὐτὸς ἦλθε, τοῦτον53

51

.

55

δὲ ἀνέμεινε πρὸς αὐτὸν κομισθῆναι, καὶ διὰ τί ἐκεί‐ νου μὲν τὸ σῶμα πρότερον, τούτου δὲ τὴν ψυχὴν πρότερον ἰᾶται. Οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῆ ταῦτα ποιεῖ, σοφὸς ὢν καὶ προνοητικός. Προσέχωμεν τοί‐
5νυν, καὶ ἴδωμεν αὐτὸν θεραπεύοντα. Εἰ γὰρ ἐπὶ τῶν ἰατρῶν, ἐπειδὰν τέμνωσιν, ἢ καίωσιν, ἢ καὶ ἄλλῳ τρόπῳ πεπηρωμένον καὶ ἐξησθενηκότα ἀνατέμνων‐ ται, καὶ κατατέμνωσι μέλος, πολλοὶ περιστοιχίζονται τόν τε ἄῤῥωστον καὶ τὸν ταῦτα ποιοῦντα ἰατρὸν,
10πολλῷ μᾶλλον ἡμᾶς ἐνταῦθα τοῦτο ποιεῖν χρὴ, ὅσῳ καὶ ἰατρὸς μείζων, καὶ τὸ νόσημα χαλεπώτερον, οὐκ ἀνθρωπίνῃ τέχνῃ, ἀλλὰ θείᾳ κατορθούμενον χάριτι. Κἀκεῖ μὲν καὶ δέρμα ἔστιν ἰδεῖν τεμνόμενον, καὶ ἰχῶρα ῥέοντα, καὶ σηπεδόνα κινουμένην, καὶ πολλὴν
15ἀηδίαν ἀπὸ τῆς θεωρίας ἐγγινομένην ὑπομεῖναι, καὶ πολλὴν ὀδύνην καὶ λύπην, οὐκ ἀπὸ τῆς ὄψεως τῶν τραυμάτων μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς ἀλγηδόνος τῶν καιομένων καὶ τῶν τεμνομένων· οὐδεὶς γὰρ οὕτω λίθινος, ὡς παρεστὼς τοῖς ταῦτα πάσχουσι, καὶ
20ἀκούων ὀλολυζόντων, οὐχὶ κατακλᾶται, καὶ συγχεῖ‐ ται, καὶ πολλὴν τῇ ψυχῇ δέχεται τὴν ἀθυμίαν· ἀλλ’ ὅμως διὰ τὴν ἐπιθυμίαν τῆς θεωρίας ταῦτα πάντα ὑπομένομεν. Ἐνταῦθα δὲ οὐδὲν τοιοῦτον ἔστιν ἰδεῖν, οὐ πῦρ προσαγόμενον, οὐ σίδηρον βαπτιζόμενον, οὐχ
25αἷμα ῥέον, οὐ τὸν κάμνοντα ὀδυνώμενον, οὐκ ὀλολύ‐ ζοντα· τὸ δὲ αἴτιον, ἡ σοφία τοῦ ἰατρεύοντος, οὐδε‐ νὸς δεομένη τούτων τῶν ἔξωθεν, ἀλλ’ αὐτὴ ἑαυτῇ αὐ‐ τάρκης οὖσα. Ἀρκεῖ γὰρ ἐπιτάξαι μόνον, καὶ πάντα λύεται τὰ δεινά. Οὐ τοῦτο δέ ἐστι τὸ θαυμαζόμενον,
30ὅτι μετ’ εὐκολίας τοσαύτης ποιεῖται τὴν ἰατρείαν, ἀλλ’ ὅτι καὶ ἀνωδύνως, οὐδένα πόνον ἐπάγων τοῖς θε‐ ραπευομένοις. Ἐπεὶ οὖν καὶ μεῖζον τὸ θαῦμα, καὶ πλείων ἡ θεραπεία, καὶ καθαρὰ πάσης ἀθυμίας ἡ ἡδονὴ τοῖς θεωμένοις, φέρε μετὰ ἀκριβείας θεασώ‐
35μεθα θεραπεύοντα τὸν Χριστόν. Καὶ ἐμβὰς εἰς πλοῖον διεπέρασε, καὶ ἦλθεν εἰς ἰδίαν πόλιν, καὶ ἰδοὺ προσήνεγκαν αὐτῷ παραλυτικὸν ἐπὶ κλίνης βε‐ βλημένον, καὶ ἰδὼν ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν εἶπε τῷ παραλυτικῷ· Θάρσει, τέκνον, ἀφέωνταί
40σοι αἱ ἁμαρτίαι σου. Τοῦ μὲν ἑκατοντάρχου ἐλάτ‐ τους εἰσὶ κατὰ τὴν πίστιν, τοῦ δὲ ἐν τῇ κολυμβήθρᾳ μείζους. Ἐκεῖνος μὲν γὰρ οὔτε τὸν ἰατρὸν εἵλκυσεν, οὔτε τὸν ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἤγαγεν· ἀλλ’ ὡς Θεῷ προσῆλθε, καί φησιν· Εἰπὲ λόγῳ μόνον,
45καὶ ἰαθήσεται ὁ παῖς μου. Οὗτοι δὲ τὸν μὲν ἰατρὸν εἰς τὴν οἰκίαν οὐχ εἵλκυσαν, καὶ κατὰ τοῦτό εἰσιν ἴσοι τῷ ἑκατοντάρχῃ· τὸν δὲ ἄῤῥωστον πρὸς τὸν ἰατρὸν ἐκόμισαν, καὶ κατὰ τοῦτό εἰσιν ἐλάττους, ὅτι οὐκ εἶπον, Εἰπὲ λόγῳ μόνον. Τοῦ μέντοι κειμένου πολὺ

51

.

55

(50)

βελτίους οὗτοι. Ἐκεῖνος μὲν γὰρ λέγει· Κύριε, ἄνθρωπον οὐκ ἔχω, ἵνα, ὅταν ταραχθῇ τὸ ὕδωρ, βάλῃ με εἰς τὴν κολυμβήθραν· οὗτοι δὲ ᾔδεισαν, ὅτι οὐδὲν δεῖ τῷ Χριστῷ, οὐχ ὑδάτων, οὐ κολυμβή‐ θρας, οὐκ ἄλλου τοιούτου τινός· ἀλλ’ ὅμως ὁ Χριστὸς
55οὐχὶ τὸν τοῦ ἑκατοντάρχου μόνον, ἀλλὰ καὶ τοῦτον κἀκεῖνον τῶν νοσημάτων ἀπήλλαξε, καὶ οὐκ εἶπεν· Ἐπειδὴ πίστιν ἐλάττονα προσήνεγκας, καὶ τὴν θερα‐ πείαν ὡσαύτως λήψῃ· ἀλλὰ τὸν μείζονα ἐπιδειξά‐ μενον μετ’ ἐγκωμίων καὶ στεφάνων ἀπέπεμψεν εἰ‐
60πών· Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. Τὸν δὲ ἐλάττονα προσενεγκάμενον ἐκείνου οὐκ ἐπῄ‐ νεσεν οὐδὲν, οὐ μὴν τῆς ὑγείας ἀπεστέρησεν, ἀλλ’ οὐδὲ ἐκεῖνον τὸν οὐδεμίαν ἐπιδειξάμενον πίστιν. Ἀλλὰ
καθάπερ ἰατροὶ τὸ αὐτὸ νόσημα θεραπεύοντες παρὰColumn end

51

.

56

μὲν τῶν ἑκατὸν χρυσίνους ἔλαβον, παρὰ δὲ τῶν ἡμί‐ σεις, παρὰ τῶν ἐλάσσους, παρ’ ἐνίων δὲ οὐδὲν ὅλως· οὕτω δὴ καὶ ὁ Χριστὸς, παρὰ μὲν τοῦ ἑκατοντάρχου πολλὴν καὶ ἄφατον ἐδέξατο πίστιν, παρὰ δὲ τούτου
5ἐλάττονα, παρ’ ἐκείνου δὲ οὐδὲ τὴν τυχοῦσαν, καὶ ὅμως ἅπαντας ἐθεράπευσε. Τίνος οὖν ἕνεκεν καὶ τὸν οὐδὲν καταβαλόντα τῆς εὐεργεσίας ἠξίωσεν; Ὅτι οὐδὲ παρὰ ῥᾳθυμίαν, οὐδὲ παρὰ ἀναισθησίαν ψυχῆς, ἀλλὰ παρὰ τὸ ἀγνοεῖν τὸν Χριστὸν καὶ μηδὲν μηδέ‐
10ποτε μήτε μικρὸν μήτε μέγα ἀκηκοέναι περὶ αὐτοῦ θαῦμα, τὴν πίστιν οὐκ ἐπεδείξατο. Διὰ τοῦτο οὖν καὶ συγγνώμης ἀπήλαυσεν· ὅπερ οὖν καὶ ὁ εὐαγγελιστὴς αἰνιττόμενος ἔλεγεν· Οὐδὲ γὰρ ᾔδει, ὅστις ποτὲ ἦν, ἀλλ’ ἐξ ὄψεως αὐτὸν μόνης ἐπέγνω, ὅτε ἐκ δευτέρου
15συνέτυχεν. εʹ. Τινὲς μὲν οὖν φασιν, ὅτι τῶν προσενεγκάντων πιστευσάντων μόνον, οὗτος ἐθεραπεύετο· ἀλλ’ οὐκ ἔστι τοῦτο. Ἰδὼν γὰρ τὴν πίστιν αὐτῶν, οὐχὶ τῶν προσενεγκάντων μόνον, ἀλλὰ καὶ τοῦ προσενεχθέν‐
20τος. Τί οὖν; ἑτέρου πιστεύσαντος ἕτερος οὐ θερα‐ πεύεται; φησίν. Οὐκ ἔγωγε οἶμαι, πλὴν εἰ μή τι ἢ διὰ ἡλικίας ἄωρον, ἢ διὰ ὑπερβάλλουσαν ἀσθένειαν ἀδυνάτως ἔχει πρὸς τὸ πιστεῦσαι. Πῶς οὖν ἐπὶ τῆς Χαναναίας, φησὶν, ἐπίστευσε μὲν ἡ μήτηρ, ἐθερα‐
25πεύετο δὲ ἡ θυγάτηρ; καὶ τοῦ ἑκατοντάρχου δὲ ἀπι‐ στήσαντος πῶς ὁ παῖς ἀνίστατο, καὶ διεσώζετο; Ὅτι οὐκ ἠδύναντο πιστεύειν οἱ νοσοῦντες. Ἄκουσον οὖν τί φησιν ἡ Χαναναία· Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται, καὶ ποτὲ μὲν πίπτει εἰς τὸ ὕδωρ,
30ποτὲ δὲ εἰς τὸ πῦρ· ἡ δὲ σκοτουμένη καὶ δαιμο‐ νῶσα, καὶ μηδὲ ἐν ἑαυτῇ δυναμένη γενέσθαι ποτὲ, μηδὲ ὑγιαίνουσα, πῶς ἂν ἠδυνήθη πιστεῦσαι; Ὡς οὖν ἐπὶ τῆς Χαναναίας, οὕτω καὶ ἐπὶ τοῦ ἑκα‐ τοντάρχου· ἐν τῇ οἰκίᾳ ἐβέβλητο ὁ παῖς, οὐδὲ αὐτὸς
35εἰδὼς τὸν Χριστὸν, οὐδὲ ὅστις ποτὲ ἦν, πῶς οὖν ἤμελλε τῷ ἀγνοουμένῳ πιστεύειν, καὶ οὗ μηδεμίαν οὐδέπω πεῖραν εἰλήφει; Ἀλλ’ οὐκ ἐπὶ τούτου ἔστι τοῦτο εἰπεῖν· ἀλλ’ ἐπίστευσεν ὁ παράλυτος. Πόθεν τοῦτο δῆλον; Ἀπ’ αὐτοῦ τοῦ τρόπου τῆς προσαγω‐
40γῆς. Μὴ γὰρ δὴ ἁπλῶς ἀκούσῃς, ὅτι καθῆκαν αὐτὸν διὰ τοῦ στέγους· ἀλλ’ ἐννόησον, ὅσον ἐστὶν ἀῤῥω‐ στοῦντα τοῦτο παθεῖν ἀνέχεσθαι. Ἴστε γὰρ δήπου τοῦτο, ὅτι οὕτω μικρόψυχοι καὶ δυσάρεστοι νο‐ σοῦντές εἰσιν, ὡς καὶ τὰς ἐπὶ κλίνης θεραπείας δια‐
45κρούεσθαι πολλάκις, καὶ αἱρεῖσθαι τὰς ἀπὸ τῶν νοση‐ μάτων φέρειν ὀδύνας, ἢ τὴν ἀπὸ τῶν βοηθημάτων ὑπομένειν ἐπάχθειαν. Οὗτος δὲ καὶ τῆς οἰκίας προ‐ ελθεῖν ἠνέσχετο, καὶ εἰς ἀγορὰν ἐμβαλεῖν βασταζό‐ μενος, καὶ τοσούτων παρόντων ἑαυτὸν ἐπιδεῖξαι. Καὶ

51

.

56

(50)

τοῦτο δὲ ἔθος τοῖς ἀῤῥωστοῦσιν ἐναποθανεῖν, ἢ τὰς οἰκείας ἐκκαλύψαι συμφοράς. Ἀλλ’ οὐχ ὁ ἄῤῥωστος οὗτος οὕτως, ἀλλ’ ἰδὼν τὸ θέατρον πεπληρωμένον, τὰς εἰσόδους ἀποτετειχισμένας, τὸν λιμένα ἀποκε‐ κλεισμένον, διὰ τοῦ στέγους ἠνέσχετο χαλασθῆναι.
55Οὕτως εὐμήχανον ὁ πόθος, καὶ εὔπορον ἡ ἀγάπη. Καὶ γὰρ ὁ ζητῶν εὑρίσκει, καὶ τῷ κρούοντι ἀνοιγήσεται.
Οὐκ εἶπε πρὸς τοὺς προσήκοντας αὐτῷ· Τί ποτε55

51

.

57

τοῦτό ἐστιν; τί θορυβεῖσθε; τί δὲ ἐπείγεσθε; Ἀνα‐ σχώμεθα κενωθῆναι τὸ δωμάτιον, διαλυθῆναι τὸ θέατρον· ἀναχωρήσουσιν οἱ συνειλεγμένοι, δυνησό‐ μεθα κατιδίαν αὐτῷ προσελθεῖν, καὶ περὶ τούτων
5ἀνακοινώσασθαι. Τί δεῖ πάντων ὁρώντων εἰς μέσον προτεθῆναι τὰς ἐμὰς συμφορὰς, καὶ ἄνωθεν χαλᾶ‐ σθαι, καὶ ἀσχημονεῖν; Τούτων οὐδὲν ἐκεῖνος οὔτε πρὸς ἑαυτὸν, οὔτε πρὸς τοὺς κομίζοντας εἶπεν, ἀλλὰ κόσμον εἶναι ἐνόμιζε τὸ μάρτυρας τοσούτους ποιή‐
10σασθαι τῆς ἑαυτοῦ θεραπείας. Οὐκ ἀπὸ τούτου δὲ μόνον αὐτοῦ τὴν πίστιν ἦν ἰδεῖν, ἀλλὰ καὶ ἀπ’ αὐτῶν τῶν τοῦ Χριστοῦ ῥημάτων. Ἐπειδὴ γὰρ ἐχαλάσθη καὶ προσηνέχθη, φησὶν αὐτῷ ὁ Χριστός· Θάρσει, τέ‐ κνον, ἀφέωνταί σοι αἱ ἁμαρτίαι. Καὶ ταῦτα ἀκού‐
15σας οὐκ ἠγανάκτησεν, οὐκ ἐδυσχέρανεν, οὐκ εἶπε πρὸς τὸν ἰατρόν· Τί ποτε τοῦτό ἐστιν; ἕτερον ἦλθον θεραπευθῆναι πάθος, καὶ ἕτερον αὐτὸς θεραπεύει; Σκῆψις ταῦτα καὶ πρόφασις, καὶ ἀσθενείας προκα‐ λύμματα. Ἁμαρτίας ἀφίεις τὰς οὐχ ὁρωμένας; Οὐ‐
20δὲν τούτων οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ’ ἀνέμενεν ἐπιτρέπων τὸν ἰατρὸν ὁδῷ χρήσασθαι θεραπείας, ἧσπερ ἐβούλετο. Διὰ τοῦτο καὶ ὁ Χριστὸς οὐκ ἀπῆλθε πρὸς αὐτὸν, ἀλλ’ ἀνέμεινεν αὐτὸν ἐλθεῖν, ἵνα ἐπι‐ δείξῃ αὐτοῦ τὴν πίστιν πᾶσι. Μὴ γὰρ οὐκ ἠδύνατο
25τὴν εἴσοδον ποιῆσαι εὔκολον; Ἀλλ’ οὐδὲν τούτων ἐποίησεν, ἵνα πᾶσιν αὐτοῦ τὴν σπουδὴν ἐπιδείξῃ, καὶ τὴν ζέουσαν πίστιν. Καθάπερ γὰρ πρὸς ἐκεῖνον τὸν τριάκοντα ὀκτὼ ἔτη ἔχοντα ἀπῄει διὰ τὸ μηδένα αὐτῷ παρεῖναι· οὕτω τοῦτον, ἐπειδὴ πολλοὺς εἶχε τοὺς
30προσήκοντας, ἀνέμεινεν ἐλθεῖν πρὸς αὐτὸν, ἵνα καὶ τούτου τὴν πίστιν ποιήσῃ δήλην διὰ τοῦ προσενεχθῆ‐ ναι, κἀκείνου τὴν ἐρημίαν ἡμᾶς διδάξῃ διὰ τοῦ πρὸς αὐτὸν ἀπελθεῖν, καὶ τούτου τὴν σπουδὴν κἀκείνου τὴν ὑπομονὴν ἐκκαλύψῃ πᾶσι, καὶ μάλιστα τοῖς τότε
35παροῦσιν. Ἐπειδὴ γὰρ εἰώθασιν Ἰουδαῖοι βάσκανοί τινες καὶ μισάνθρωποι ταῖς τῶν πλησίον εὐεργεσίαις φθονεῖν, καὶ νῦν ἀπὸ τοῦ καιροῦ τοῖς θαύμασιν ἐπι‐ σκήπτειν λέγοντες, ὅτι ἐν σαββάτῳ θεραπεύει, νῦν δὲ ἀπὸ τοῦ βίου τῶν εὐεργετουμένων λέγοντες· Εἰ
40ἦν προφήτης οὗτος, ᾔδει τίς ἦν ἡ γυνὴ ἡ ἁπτο‐ μένη αὐτοῦ· οὐκ εἰδότες, ὅτι ἰατροῦ μάλιστα τοῦτό ἐστι τὸ τοῖς ἀῤῥωστοῦσιν ἀναμίγνυσθαι, καὶ παρὰ τοὺς νοσοῦντας ἀεὶ φαίνεσθαι, ἀλλὰ μὴ φυγεῖν αὐτοὺς μηδὲ ἀποπηδᾷν. Ὅπερ οὖν καὶ πρὸς ἐκείνους
45ἀποτεινόμενος ἔλεγεν· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαί‐ νοντες ἰατροῦ, ἀλλ’ οἱ κακῶς ἔχοντες. Ἵνα οὖν μὴ τὰ αὐτὰ πάλιν ἐγκαλῶσι, πρότερον δείκνυσιν ὡς ἄξιοι τῆς θεραπείας εἰσὶν οἱ προσιόντες διὰ τὴν πί‐ στιν, ἣν ἐκδείκνυνται. Διὰ τοῦτο κἀκείνου τὴν ἐρη‐

51

.

57

(50)

μίαν, καὶ τούτου τὴν ζέουσαν πίστιν καὶ προθυμίαν ἔδειξε· διὰ τοῦτο ἐκεῖνον μὲν ἐν σαββάτῳ ἐθερά‐ πευσε, τοῦτον δὲ οὐκ ἐν σαββάτῳ· ἵν’, ὅταν ἴδῃς καὶ ἐν ἑτέρᾳ ἡμέρᾳ ἐγκαλοῦντας καὶ ἐπιτιμῶντας τῷ Χριστῷ, μάθῃς, ὅτι καὶ τότε οὐ διὰ τὴν τοῦ νόμου παρατή‐
55ρησιν ἐνεκάλουν, ἀλλὰ τὴν οἰκείαν βασκανίαν φέρειν οὐκ ἔχοντες. Διὰ τί δὲ οὐκ ἐπὶ τὸ τὴν παράλυσιν ὀρθῶσαι πρότερον ἦλθεν, ἀλλά φησι· Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι; Καὶ τοῦτο σφόδρα σοφῶς. Καὶ γὰρ τοῖς ἰατροῖς ἔθος ἐστὶ μὴ πρότερον τὰ νοσή‐
60ματα λύειν, ἀλλὰ τὰς πηγὰς αὐτῶν ἀναιρεῖν. Οἷον πολλάκις ὑπὸ πονηροῦ χυμοῦ καὶ διεφθαρμένου ῥεύματος ἐνοχλουμένων ὀφθαλμῶν, ἀφεὶς ὁ ἰατρὸς τὴν νοσοῦσαν θεραπεῦσαι κόρην, τῆς κεφαλῆς ἐπε‐ μελήσατο, ἔνθα ἡ ῥίζα καὶ ἡ πηγὴ τῆς ἀῤῥωστίας
65ἦν· οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, τὴν πηγὴν ἀνα‐Column end

51

.

58

στέλλει τῶν κακῶν πρότερον. Πηγὴ γὰρ κακῶν καὶ ῥίζα καὶ μήτηρ πάντων ἐστὶ τῆς ἁμαρτίας ἡ φύσις. Αὕτη τὰ σώματα ἡμῶν παραλύει· αὕτη τὰς νόσους ἐπάγει· διὰ τοῦτο καὶ ἐνταῦθά φησι· Θάρσει, τέκνον,
5ἀφέωνταί σου αἱ ἁμαρτίαι· κἀκεῖ φησιν· Ἰδοὺ ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε, ἵνα μὴ χεῖρόν τί σοι γένηται, δηλῶν ἀμφοτέροις, ὅτι ἐξ ἁμαρτη‐ μάτων ἐτέχθησαν αὗται αἱ νόσοι. Καὶ ἐν ἀρχῇ καὶ ἐν προοιμίοις τῆς κτίσεως ἐξ ἁμαρτίας ἡ νόσος εἰς
10τὸ τοῦ Κάϊν κατέσκηψε σῶμα. Καὶ γὰρ ἐκεῖνος μετὰ τὴν ἀδελφοκτονίαν, μετὰ τὴν παρανομίαν ἐκείνην, τότε παρελύθη τὸ σῶμα. Τὸ γὰρ τρέμειν οὐδὲν ἕτε‐ ρόν ἐστιν ἢ παράλυσις. Καὶ γὰρ ὅταν ἡ τὸ ζῶον οἰ‐ κονομοῦσα δύναμις ἀσθενεστέρα γένηται, οὐκέτι
15δυναμένη πάντα διαβαστάζειν τὰ μέλη, ἀφίησιν αὐτὰ τῆς οἰκείας προνοίας, εἶτα χαλασθέντα ἐκεῖνα τρέμει καὶ περιφέρεται. ϛʹ. Τοῦτο καὶ Παῦλος ἐδήλωσεν· ἁμαρτίαν γάρ τινα Κορινθίοις ἐγκαλῶν φησι· Διὰ τοῦτο πολλοὶ ἐν
20ὑμῖν ἀσθενεῖς καὶ ἄῤῥωστοι· διὰ τοῦτο καὶ ὁ Χρι‐ στὸς πρότερον τὴν αἰτίαν ἀναιρεῖ τῶν κακῶν, καὶ εἰπὼν, Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἀνίστησιν αὐτοῦ τὸ φρόνημα, διεγείρει καταβεβλη‐ μένην τὴν ψυχήν· ὁ γὰρ λόγος ἔργον ἐγίνετο, καὶ εἰς
25τὸ συνειδὸς εἰσελθὼν αὐτῆς ἥπτετο τῆς ψυχῆς, καὶ πᾶσαν ἀγωνίαν ἐξέβαλεν. Οὐδὲν γὰρ οὕτως ἡδονὴν ποιεῖ, καὶ παρέχει θαῤῥεῖν ὡς τὸ μηδὲν ἑαυτοῦ κα‐ τηγορεῖν. Θάρσει, τέκνον, ἀφέωνταί σου αἱ ἁμαρ‐ τίαι. Ὅπου γὰρ ἁμαρτημάτων ἄφεσις, ἐκεῖ υἱοθε‐
30σία. Οὕτω γοῦν καὶ ἡμεῖς οὐ πρότερον δυνάμεθα καλέσαι Πατέρα, ἕως ἐν τῇ κολυμβήθρᾳ τῶν ὑδάτων τῶν ἁγίων ἀπονιψώμεθα τὰ ἁμαρτήματα. Ὅταν γοῦν ἐκεῖθεν ἀνέλθωμεν τὸ πονηρὸν ἐκεῖνο φορτίον ἀπο‐ θέμενοι, τότε λέγομεν, Πάτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρα‐
35νοῖς. Ἀλλὰ τίνος ἕνεκεν ἐπὶ τοῦ τριάκοντα ὀκτὼ ἔχοντος οὐχ οὕτως ἐποίησεν, ἀλλὰ τὸ σῶμα αὐτοῦ διώρθωσε πρότερον; Ὅτι ἐκείνῳ μὲν τῷ μήκει τοῦ χρόνου τὰ ἁμαρτήματα δεδαπάνητο· δύναται γὰρ πειρασμοῦ μέγεθος τὸ τῶν ἁμαρτημάτων φορτίον
40κοῦφον ποιεῖν· ὥσπερ οὖν καὶ ἐπὶ τοῦ Λαζάρου φη‐ σὶν, ὅτι ἀπέλαβε τὰ κακὰ αὐτοῦ, καὶ ἐνταῦθα παρα‐ καλεῖται· καὶ πάλιν ἀλλαχοῦ φησι· Παρακαλεῖτε τὸν λαόν μου, λαλήσατε εἰς τὴν καρδίαν Ἱερου‐ σαλὴμ, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ
45ἁμαρτήματα αὐτῆς. Καὶ πάλιν ὁ προφήτης, Κύριε, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν, ἐμφαίνων, ὅτι αἱ τιμωρίαι καὶ αἱ κολάσεις ἁμαρτη‐ μάτων συγχώρησιν ποιοῦσι, καὶ πολλαχόθεν τοῦτό ἐστι φανερὸν ποιῆσαι.

51

.

58

(50)

Ἐμοὶ τοίνυν δοκεῖ μηδὲν ἐκείνῳ περὶ ἀφέσεως δια‐ λεχθῆναι, ἀλλὰ πρὸς τὸ μέλλον αὐτὸν ἀσφαλίσασθαι, ὡς τῶν ἤδη πλημμεληθέντων τῷ μήκει τῆς ἀῤῥω‐ στίας· ἢ εἰ μὴ τοῦτο, διὰ τὸ μηδὲν αὐτὸν μηδέπω περὶ τοῦ Χριστοῦ πεπεῖσθαι μέγα, διὰ τοῦτο ἐπὶ τὸ
55ἔλαττον πρότερον ἦλθε, καὶ τὸ φανερὸν καὶ δῆλον, τὴν τοῦ σώματος ὑγείαν· ἐπὶ δὲ τούτου οὐχ οὕτως, ἀλλ’ ἐπειδὴ μᾶλλον ἐπίστευσε, καὶ ὑψηλοτέραν εἶχε
ψυχὴν, διὰ τοῦτο αὐτῷ περὶ τῆς χαλεπωτέρας πρό‐57

51

.

59

τερον διελέχθη νόσου· καὶ πρὸς τούτοις δὲ ἅπασιν, ἵνα τὴν εἰς τὸν Πατέρα ἰσοτιμίαν ἐπιδείξηται. Ὥσπερ γὰρ ἐκεῖ ἐν σαββάτῳ ἐθεράπευσε, βουλόμενος αὐτοὺς τῆς παρατηρήσεως ἀπαγαγεῖν τῆς Ἰουδαϊκῆς, καὶ
5ἐκ τῶν ἐγκλημάτων τῶν αὐτῶν λαβεῖν ἀφορμὴν τοῦ δεῖξαι ἑαυτὸν ἴσον τῷ γεγεννηκότι· οὕτω δὴ καὶ ἐν‐ ταῦθα προειδὼς, ὅπερ ἤμελλον ἐρεῖν, εἶπε ταῦτα τὰ ῥήματα, ἵν’ ἐντεῦθεν λαβὼν ἀρχὴν καὶ πρόφασιν δείξῃ τῷ γεγεννηκότι ὁμότιμον ὄντα ἑαυτόν. Οὐ γὰρ
10ἴσον μηδενὸς ἐγκαλοῦντος, μηδὲ αἰτιωμένου, ἀφ’ ἑαυ‐ τοῦ εἰς τὸν περὶ τούτων καθεῖναι λόγον, καὶ ἑτέρων παρεχόντων τὰς αἰτίας ἐν ἀπολογίας τάξει καὶ σχή‐ ματι τοῦτο αὐτὸ κατασκευάσαι. Ἐκείνης μὲν γὰρ τῆς ἀποδείξεως ὁ τρόπος ἀντέκρουε τοῖς ἀκούουσιν·
15οὗτος δὲ ἀνεπαχθέστερος ἦν, καὶ εὐπαράδεκτος μᾶλ‐ λον, καὶ πανταχοῦ δὲ ὁρῶμεν τοῦτο αὐτὸν ποιοῦντα, καὶ οὐχ οὕτω διὰ ῥημάτων, ὡς διὰ πραγμάτων ἐπι‐ δεικνύμενον τὴν ἰσότητα. Τοῦτο γοῦν καὶ ὁ εὐαγγελι‐ στὴς αἰνιττόμενος ἔλεγεν, ὅτι ἐδίωκον αὐτὸν οἱ Ἰου‐
20δαῖοι, οὐχ ὅτι μόνον ἔλυε τὸ σάββατον, ἀλλ’ ὅτι καὶ πατέρα ἴδιον ἔλεγε τὸν Θεὸν, ἴσον ἑαυτὸν ποιῶν τῷ Θεῷ, ὃ πολλῷ μεῖζόν ἐστιν· διὰ γὰρ τῆς τῶν πρα‐ γμάτων ἀποδείξεως τοῦτο αὐτὸ κατεσκεύαζε. Τί οὖν οἱ βάσκανοι καὶ πονηροὶ, καὶ τοῖς ἀλλοτρίοις τηκόμενοι
25καλοῖς, καὶ πανταχόθεν λαβὰς ζητοῦντες εὑρεῖν; Τί οὗτος, φησὶ, βλασφημεῖ; Οὐδεὶς γὰρ δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ μόνος ὁ Θεός. Ὥσπερ ἐκεῖ ἐδίωκον αὐτὸν ὅτι ἔλυε τὸ σάββατον, καὶ παρὰ τῶν ἐγκλημά‐ των αὐτῶν λαβὼν ἀφορμὴν τὴν ἰσότητα ἐν ἀπολογίας
30τάξει τὴν πρὸς τὸν γεγεννηκότα ἐδήλωσεν εἰπών· Ὁ Πατήρ μου ἐργάζεται, κἀγὼ ἐργάζομαι· οὕτω δὴ καὶ ἐνταῦθα, ἀφ’ ὧν ἐγκαλοῦσιν, ἀπὸ τούτων τὸ πρὸς τὸν Πατέρα ἀπαράλλακτον δείκνυσι. Τί γάρ φησιν; Οὐδεὶς δύναται ἀφιέναι ἁμαρτίας, εἰ μὴ μόνος ὁ
35Θεός. Ἐπεὶ οὖν αὐτοὶ τὸν ὅρον ἔθηκαν τοῦτον, αὐτοὶ τὸν κανόνα εἰσήνεγκαν, αὐτοὶ τὸν νόμον ἔγραψαν, ἐκ τῶν οἰκείων αὐτοὺς λοιπὸν συμποδίζει ῥημάτων. Ὑμεῖς, φησὶν, ὡμολογήσατε ὅτι Θεοῦ μόνον ἐστὶ τὸ ἀφιέναι ἁμαρτίας· ἀναμφισβήτητός ἐστιν ἰσότης.
40Καὶ οὐχ οὗτοι δὲ τοῦτο μόνον φασὶν, ἀλλὰ καὶ ὁ προ‐ φήτης οὕτω λέγων· Τίς Θεὸς ὥσπερ σύ; εἶτα δεικνὺς τί ἴδιον, ἐπήγαγεν, Ἐξαίρων ἀνομίας, καὶ ὑπερβαί‐ νων ἀδικίας. Ἂν τοίνυν φανῇ τις ἕτερος οὕτως τὸ αὐτὸ τοῦτο ποιῶν, καὶ Θεός ἐστιν, καὶ Θεὸς ὥσπερ
45ἐκεῖνος. Ἀλλ’ ἴδωμεν πῶς αὐτοῖς ὁ Χριστὸς συλλογί‐ ζεται, πῶς πράως, καὶ ἐπιεικῶς, καὶ μετὰ κηδεμονίας ἁπάσης. Καὶ ἰδού τινες τῶν γραμματέων εἶπον ἐν ἑαυτοῖς· Οὗτος βλασφημεῖ. Οὐκ ἐξήνεγκαν τὸ ῥῆμα, οὐ προήνεγκαν διὰ γλώσσης, ἀλλ’ ἐν τοῖς ἀποῤ‐

51

.

59

(50)

ῥήτοις τῆς διανοίας ἐλογίζοντο. Τί οὖν ὁ Χριστός; ἤνεγκεν εἰς τὸ μέσον τὰ ἀπόῤῥητα ἐκείνων βουλεύ‐ ματα πρὸ τῆς ἀποδείξεως τῆς κατὰ τὴν ἴασιν τοῦ σώματος τοῦ παραλυτικοῦ, βουλόμενος αὐτοῖς δεῖξαι τῆς αὐτοῦ θεότητος τὴν ἰσχύν. Ὅτι γὰρ Θεοῦ μόνον
55ἐστὶ τὰ ἀπόῤῥητα τῆς διανοίας δεῖξαι τῆς αὐτοῦ θεό‐ τητος, Σὺ ἐπίστασαι καρδίας μονώτατος, φησίν. Ὁρᾷς ὅτι τὸ μόνος πάλιν οὐ πρὸς τὴν ἀντιδιαστολὴν τοῦ Υἱοῦ λέγεται; Εἰ γὰρ ὁ Πατὴρ ἐπίσταται καρδίας μονώτατος, πῶς ὁ Υἱὸς οἶδε τὰ ἀπόῤῥητα τῆς δια‐
60νοίας; Αὐτὸς γὰρ ᾔδει, φησὶ, τί ἦν ἐν τῷ ἀνθρώπῳ· καὶ ὁ Παῦλος δεικνὺς, ὅτι ἴδιον Θεοῦ τοῦτό ἐστι τὸ τὰ ἀπόῤῥητα εἰδέναι, φησίν· Ὁ δὲ ἐρευνῶν τὰς καρ‐
δίας, δεικνὺς, ὅτι τῇ Θεὸς προσηγορίᾳ τὴν αὐτὴνColumn end

51

.

60

ἰσχὺν ἔχει τοῦτο. Ὥσπερ γὰρ ἐὰν εἴπω ὁ βρέχων, οὐ‐ δένα ἄλλον δηλῶ ἢ τὸν Θεὸν διὰ τοῦ πράγματος, ἐπειδὴ αὐτοῦ μόνον τοῦτό ἐστι· καὶ ἐὰν εἴπω, ὁ ἀνατέλλων τὸν ἥλιον, καὶ μὴ προσθῶ τὸ Θεὸς, ὅμως αὐτὸν δηλῶ
5διὰ τοῦ πράγματος· οὕτω δὴ καὶ ὁ Παῦλός φησιν εἰπὼν, Ὁ ἐρευνῶν τὰς καρδίας, ἔδειξεν, ὅτι αὐτοῦ μόνον ἐστὶ τὸ ἐρευνᾷν τὰς καρδίας. Εἰ γὰρ μὴ τὴν αὐτὴν ἰσχὺν εἶχε τοῦτο τῷ Θεὸς ὀνόματι πρὸς τὸ δεῖξαι ἡμῖν τὸν δηλούμενον, οὐκ ἂν αὐτὸ κατ’ αὐτὸ
10τέθεικεν. Καὶ γὰρ εἰ κοινὸν ἦν αὐτῷ καὶ πρὸς τὴν κτίσιν τοῦτο, οὐκ ἂν ἔγνωμεν τὸν δηλούμενον, τῆς κοινωνίας σύγχυσιν ἐμποιησάσης τῇ διανοίᾳ τῶν ἀκροατῶν. Ὅταν οὖν φαίνηται ἴδιον Πατρὸς τοῦτο, φαίνηται δὲ καὶ τῷ Υἱῷ, πρὸς ὃν ἀναμφισβήτητος καὶ
15ἐντεῦθεν ἡ ἰσότης, διὰ τοῦτο, Τί, φησὶ, διαλογίζεσθε πονηρὰ ἐν ταῖς καρδίαις ὑμῶν; τί γὰρ εὐκοπώτε‐ ρον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν, Ἔγειραι καὶ περιπάτει; ζʹ. Ἰδοὺ καὶ δευτέραν ἀπόδειξιν ποιεῖται τῆς τῶν
20ἁμαρτημάτων ἀφέσεως. Τὸ μὲν γὰρ ἁμαρτίας ἀφιέ‐ ναι τοῦ σῶμα θεραπεῦσαι πολλῷ μᾶλλον μεῖζόν ἐστι, καὶ τοσοῦτον μεῖζον, ὅσον ψυχὴ σώματος. Ὥσπερ γὰρ τοῦ σώματος νόσος ἡ παράλυσις, οὕτω καὶ τῆς ψυχῆς νόσος ἡ ἁμαρτία· ἀλλ’ ἐκεῖνο εἰ καὶ μεῖζον
25ἦν, ἄδηλον ἦν· τοῦτο δὲ εἰ καὶ ἔλαττον ἦν, φανερὸν ἦν. Ἐπειδὴ τοίνυν μέλλει πρὸς τὴν ἀπόδειξιν τοῦ μείζονος τῷ ἐλάττονι κεχρῆσθαι, δεικνὺς, ὅτι διὰ τὴν ἀσθένειαν τὴν ἐκείνων οὕτως ἐποίησε, καὶ συγκατα‐ βαίνων αὐτῶν τῇ ταπεινότητί φησι· Τί ἐστιν εὐκο‐
30πώτερον εἰπεῖν, Ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ εἰ‐ πεῖν, Ἔγειραι καὶ περιπάτει; Τίνος οὖν ἕνεκεν ἐπὶ τὸ ἔλαττον ἔρχῃ δι’ ἐκείνους; Ἐπειδὴ τὸ φανερὸν τοῦ ἀφανοῦς τρανοτέραν παρέχεται τὴν ἀπόδειξιν. Διὰ τοῦτο οὐ πρότερον αὐτὸν ἀνέστησεν, ἕως οὗ εἶπεν
35αὐτοῖς· Ἵνα δὲ εἰδῆτε, ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς, τότε φησὶ τῷ παραλυτικῷ, Ἔγειραι καὶ περιπάτει, ὡσανεὶ ἔλεγε· Μεῖζον μέν ἐστι σημεῖον ἡ τῶν ἁμαρ‐ τημάτων ἄφεσις· διὰ δὲ ὑμᾶς καὶ τὸ ἔλαττον προσ‐
40τίθημι, ἐπειδὴ τοῦτο ὑμῖν ἀπόδειξις ἐκείνου εἶναι δο‐ κεῖ. Ὥσπερ γὰρ ἐκεῖ τὸν ἑκατοντάρχην ἐπαινέσας εἰπόντα, Εἰπὲ λόγῳ μόνον, καὶ ἰαθήσεται ὁ παῖς μου· καὶ γὰρ ἐγὼ λέγω τούτῳ, Πορεύου, καὶ πο‐ ρεύεται· καὶ τῷ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται, ἐκύρω‐
45σεν αὐτοῦ τὴν γνώμην διὰ τῶν ἐγκωμίων· καὶ πάλιν τοῖς Ἰουδαίοις ἐγκαλέσας ἐπὶ τοῦ σαββάτου μεμφο‐ μένοις αὐτῷ, ὅτι πάλιν παραλύει τὸν νόμον, ἔδειξεν ὅτι κύριός ἐστι μεταθεῖναι νόμους· οὕτω δὴ καὶ ἐν‐ ταῦθα εἰπόντα τοῦτον, ἴσον ἑαυτὸν ποιεῖ τῷ Θεῷ,

51

.

60

(50)

ἐπαγγελλόμενος ἃ τοῦ Πατέρος ἐστὶ μόνον, μεμψά‐ μενος αὐτοὺς καὶ αἰτιασάμενος, καὶ διὰ τῶν ἔργων ἐπιδείξας ὅτι οὐ βλασφημεῖ, ἀναντίῤῥητον ἡμῖν παρ‐ έσχεν ἀπόδειξιν, ὅτι ταῦτα δύναται, ἃ καὶ ὁ γεγεννη‐ κώς. Ὅρα γοῦν πῶς τοῦτο κατασκευάσαι βούλεται,
55ὅτι ἃ τοῦ Πατρός ἐστι μόνον, ταῦτα καὶ αὐτοῦ· οὐ
γὰρ ἁπλῶς ἀνέστησε τὸν παραλυτικὸν, ἀλλ’ εἰπών·59

51

.

61

Ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ Υἱὸς τοῦ ἀν‐ θρώπου ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας· οὕτως ἔργον ἦν αὐτῷ καὶ σπουδὴ τοῦτο μάλιστα δεῖξαι, ὅτι τὴν αὐτὴν αὐθεντίαν ἔχει τῷ Πατρί.
5 ηʹ. Ταῦτα οὖν ἅπαντα, καὶ τὰ πρῴην καὶ τὰ πρὸ ἐκεί‐ νης εἰρημένα τῆς ἡμέρας μετὰ ἀκριβείας κατέχωμεν, καὶ τὸν Θεὸν παρακαλῶμεν ἀκίνητα μένειν ἐν τῇ διανοίᾳ τῇ ἡμετέρᾳ, καὶ τὴν παρ’ ἑαυτῶν εἰσάγωμεν σπουδὴν, καὶ συνεχῶς ἐνταῦθα ἀπαντῶμεν. Οὕτω γὰρ
10καὶ τὰ πρόσθεν εἰρημένα φυλάξομεν, καὶ ἕτερα προσ‐ κτησόμεθα πάλιν· κἂν ἀποῤῥυῇ τι τῷ χρόνῳ, ῥᾳδίως αὐτὰ ἀνακτήσασθαι δυνησόμεθα τῇ συνεχεῖ διδασκα‐ λίᾳ. Καὶ οὐ τὰ δόγματα μόνον ὑγιῆ καὶ ἄφθορα μενεῖ, ἀλλὰ καὶ ὁ βίος πολλῆς ἀπολαύσεται τῆς ἐπιμελείας,
15καὶ μεθ’ ἡδονῆς καὶ μετ’ εὐθυμίας τὴν παροῦσαν δυνησόμεθα διανύσαι ζωήν. Ὁποῖον γὰρ ἐνοχλεῖ πάθος τὴν ψυχὴν ἐνταῦθα παραγινομένων ἡμῶν, ῥᾳ‐ δίως διαλυθῆναι δυνήσεται· ἐπεὶ καὶ νῦν ὁ Χριστὸς πάρεστι, καὶ ὁ μετὰ πίστεως αὐτῷ προσιὼν δέξεται
20τὴν ἰατρείαν εὐκόλως, Πενίᾳ τις πυκτεύει διηνεκεῖ, καὶ τῆς ἀναγκαίας ἀπορεῖ τροφῆς, καὶ πεινῶν ἐκα‐ θεύδησε πολλάκις, εἰσελθὼν δὲ ἐνταῦθα, καὶ ἀκούσας Παύλου λέγοντος, ὅτι ἐν λιμῷ καὶ ἐν δίψει καὶ γυμνό‐ τητι διῆγε, καὶ ὅτι οὐκ ἐν μιᾷ καὶ δύο καὶ τρισὶν ἡμέ‐
25ραις, ἀλλὰ διηνεκῶς τοῦτο ὑπέμεινε (τοῦτο γοῦν ἐν‐ δεικνύμενος ἔλεγεν· Ἄχρι τῆς ἄρτι ὥρας καὶ πει‐ νῶμεν, καὶ διψῶμεν, καὶ γυμνητεύομεν), λήψεται παραμυθίαν ἱκανὴν, μαθὼν διὰ τῶν εἰρημένων, ὅτι οὐχὶ μισῶν αὐτὸν ὁ Θεὸς οὐδὲ ἐγκαταλιμπάνων συν‐
30εχώρησεν εἶναι ἐν πενίᾳ· οὐ γὰρ ἂν εἰ μισοῦντος τοῦτο ἦν, ἐπὶ τοῦ Παύλου, τοῦ φίλου μάλιστα πάντων ἀνθρώπων ὄντος αὐτῷ, τοῦτο συνεχώρησεν· ἀλλὰ κη‐ δόμενος καὶ προνοῶν, καὶ εἰς πλείονα ἄγων φιλοσο‐ φίαν. Ἄλλος τις ὑπὸ νόσου καὶ μυρίων κακῶν τὸ
35σῶμα ἔχει πολιορκούμενον; Ἱκανὴ τούτῳ παραμυθία γένοιτ’ ἂν τῶν παραλυτικῶν τούτων τὰ σώματα, καὶ μετὰ τούτων ὁ μακάριος καὶ γενναῖος τοῦ Παύλου μα‐ θητὴς, ὃς διηνεκῶς ἐν ἀῤῥωστίαις ἦν, καὶ οὐδέποτε ἀνέπνει ἐκ τῆς μακρᾶς ἀσθενείας, ὅπερ οὖν καὶ ὁ
40Παῦλος ἔλεγεν· Οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν στόμαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας, καὶ οὐχ ἁπλῶς ἀσθενείας. Ἕτερος συκοφαντηθεὶς παρὰ τοῖς πολλοῖς πονηρὰν ἐκτήσατο δόξαν, καὶ τοῦτο αὐτὸ τὴν ψυχὴν ὀδυνᾷ καὶ κατεσθίει διηνεκῶς· εἰσελθὼν καὶ ἀκούσας,
45ὅτι Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ εἴπωσι καθ’ ὑμῶν πᾶν πονηρὸν πρᾶγμα ψευδόμε‐ νοι· χαίρετε, καὶ ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, ἀποθήσεται πᾶσαν ἀθυμίαν καὶ δέξεται πᾶσαν ἡδονήν· Σκιρτᾶτε γὰρ καὶ ἀγαλ‐

51

.

61

(50)

λιᾶσθε, φησὶν, ὅταν ἐκβάλλωσιν ὑμῖν ὄνομα πο‐ νηρόν. Καὶ τοὺς μὲν κακῶς ἀκούοντας τούτῳ παρα‐ μυθεῖται τῷ τρόπῳ, τοὺς δὲ κακῶς λέγοντας ἑτέρως φοβεῖ λέγων, ὅτι Πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσω‐ σιν οἱ ἄνθρωποι, δώσουσι περὶ αὐτοῦ λόγον, εἴτε
55ἀγαθὸν, εἴτε κακόν. Ἄλλος τις θυγάτριον ἀπέβαλεν ἢ υἱὸν, ἤ τινα τῶν προσηκόντων, καὶ οὗτος ἐνταῦθα παραγενόμενος Παύλου στενάζοντος ἐπὶ τῇ παρούσῃ ζωῇ καὶ τὴν μέλλουσαν ἐπιθυμοῦντος ἰδεῖν, καὶ βα‐ ρυνομένου τῇ ἐνταῦθα διατριβῇ, καὶ αὐτὸς λαβὼν
60ἱκανὸν φάρμακον ἀπελεύσεται ἀκούσας αὐτοῦ λέγοντος· Περὶ δὲ τῶν κεκοιμημένων οὐ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ
ἔχοντες ἐλπίδα. Οὐκ εἶπε, Περὶ τῶν ἀποθνησκόντων,Column end

51

.

62

ἀλλὰ, Περὶ τῶν κεκοιμημένων, δεικνὺς ὅτι ὕπνος ἐστὶν ὁ θάνατος. Ὥσπερ οὖν ἂν ἴδωμέν τινα καθεύ‐ δοντα, οὐ θορυβούμεθα, οὐδὲ ἀλύομεν προσδοκῶντες αὐτὸν ἀναστήσεσθαι πάντως· οὕτως ὅταν ἴδωμέν τινα
5ἀποθανόντα, μὴ θορυβώμεθα, μηδὲ καταπίπτωμεν· καὶ γὰρ καὶ τοῦτο ὕπνος μακρότερος μὲν, ὕπνος δὲ ὅμως. Τῷ μὲν οὖν ὀνόματι τῆς κοιμήσεως παρεμυθήσατο τοὺς πενθοῦντας, τὴν δὲ κατηγορίαν τῶν ἀπίστων ἀν‐ έτρεψεν. Ἐὰν πενθῇς, φησὶ, τὸν ἀπελθόντα ἀφορήτως,
10κατ’ ἐκεῖνον ἔσῃ τὸν ἄπιστον τὸν οὐκ ἔχοντα ἐλπίδα ἀναστάσεως. Ἐκεῖνος καλῶς θρηνεῖ, ἅτε περὶ τῶν μελλόντων μηδὲν δυνάμενος φιλοσοφεῖν· σὺ δὲ ὁ τοσ‐ αύτας λαβὼν ἀποδείξεις περὶ τῆς μετὰ ταῦτα ζωῆς, τίνος ἕνεκεν εἰς τὴν αὐτὴν ἀσθένειαν ἐκείνῳ κατα‐
15πίπτεις; Διὰ τοῦτό φησι, Περὶ δὲ τῶν κεκοιμημέ‐ νων οὐ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἵνα μὴ λυπῆσθε ὡς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Οὐκ ἀπὸ τῆς Καινῆς δὲ μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς Παλαιᾶς ἱκανὴν ἔστι λαβεῖν παραμυθίαν. Ὅταν γὰρ
20ἀκούσῃς τοῦ Ἰὼβ μετὰ τὴν τῶν χρημάτων ἀποβο‐ λὴν, μετὰ τὴν τῶν βουκολίων ἀπώλειαν, οὐχ ἕνα καὶ δύο καὶ τρεῖς, ἀλλ’ ὁλόκληρον χορὸν ἀποβαλόντα παίδων ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει, μετὰ τοσαύ‐ την ψυχῆς ἀρετὴν, κἂν ἁπάντων ἀσθενέστερος ᾖς,
25δυνήσῃ ῥᾳδίως ἑαυτὸν ἀνακτήσασθαι καὶ ἀνε‐ νεγκεῖν. Σὺ μὲν γὰρ, ἄνθρωπε, καὶ παρηκολούθησας ᾀῤῥωστοῦντι τῷ παιδὶ, καὶ κατακλινόμενον ἐπὶ τῆς κλίνης εἶδες, καὶ ἔσχατα φθεγγόμενον ῥήματα ἤκου‐ σας, καὶ τὰς τελευταίας ἀναπνέοντα παρέστης ἀνα‐
30πνοὰς, καὶ καθεῖλες ὀφθαλμοὺς, καὶ συνέκλεισας στόμα· ἐκεῖνος δὲ οὐδὲ παρέστη ψυχοῤῥαγοῦσι, οὐκ εἶδεν ἐκπνέοντας, ἀλλ’ εἷς ἐγένετο τάφος πᾶσιν ἡ οἰκία, καὶ ἐπὶ τῆς αὐτῆς τραπέζης ἐγκέφαλος ὁμοίως καὶ αἷμα ἐκέχυτο, καὶ ξύλα, καὶ κέραμος, καὶ κόνις,
35καὶ σάρκες διατετμημέναι, καὶ πάντα ὁμοίως ἐφύ‐ ρετο. Ἀλλ’ ὅμως μετὰ τοιαῦτα καὶ τοσαῦτα οὐκ ἐθρήνησεν, οὐκ ἀπεδυσπέτησεν, ἀλλὰ τί φησιν; Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο· εἴη τὸ ὄνομα τοῦ Κυ‐
40ρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ταύτην καὶ ἡμεῖς ἐφ’ ἑκάστῳ τῶν συμβαινόντων ἡμῖν φθεγγώ‐ μεθα τὴν φωνὴν, κἂν ζημία χρημάτων, καὶ σωμάτων ἀῤῥωστία, καὶ ἐπήρεια, καὶ συκοφαντία, κἂν ὁτιοῦν τῶν ἀνθρωπίνων συμβαίνῃ κακῶν, ταῦτα λέγωμεν·
45Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυ‐ ρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο, εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον εἰς τοὺς αἰῶνας. Ἂν οὕτω φιλοσοφή‐ σωμεν, οὐδὲν οὐδέποτε πεισόμεθα κακὸν, κἂν μυρία πάσχωμεν· ἀλλ’ ἔσται μεῖζον τῆς ζημίας τὸ κέρδος,

51

.

62

(50)

πλείω τῶν κακῶν τὰ ἀγαθὰ, διὰ τῶν ῥημάτων τού‐ των ἵλεω τὸν Θεὸν σεαυτῷ ποιῶν, τὴν τυραννίδα ἀποκρουόμενος. Ὁμοῦ γὰρ ἐφθέγξατο ἡ γλῶσσα τὰ ῥήματα ταῦτα, καὶ εὐθέως ἀπεπήδησεν ὁ διάβολος· ἐκείνου δὲ ἀποπηδήσαντος, καὶ τὸ τῆς ἀθυμίας νέφος
55ἀπελαύνεται, καὶ οἱ θλίβοντες ἡμᾶς δραπετεύουσι λογισμοὶ, συνεκπηδῶντες ἐκείνῳ, καὶ πρὸς τούτοις
πᾶσι καὶ τῶν ἐνταῦθα ἀγαθῶν, καὶ τῶν ἐν οὐρανῷ61

51

.

63

ἐπιτεύξῃ πάντων. Καὶ τὸ ὑπόδειγμα ἀσφαλὲς ἀπὸ τοῦ Ἰὼβ, ἀπὸ τῶν ἀποστόλων, οἳ διὰ τὸν Θεὸν καταφρο‐ νήσαντες τῶν ἐνταῦθα δεινῶν, τῶν αἰωνίων ἐπέτυχον ἀγαθῶν. Πειθώμεθα τοίνυν, καὶ ἐν πᾶσι τοῖς συμ‐
5βαίνουσι χαίρωμεν, καὶ εὐχαριστῶμεν τῷ φιλαν‐Column end

51

.

64

θρώπῳ Θεῷ, ἵνα καὶ τὸν παρόντα μετ’ εὐκολίας διά‐ γωμεν βίον, καὶ τῶν μελλόντων ἐπιτύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα, τιμὴ καὶ κράτος πάντοτε, νῦν καὶ
5ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.63