TLG 2062 062 :: JOANNES CHRYSOSTOMUS :: In illud: Pater, si possibile est, transeat

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In illud: Pater, si possibile est, transeat

Citation: Vol — pg — (ln)

51

.

31

(1t)

ΕΙΣ ΤΟ
2tΠάτερ, εἰ δυνατόν ἐστι, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ·
3tκαὶ κατὰ Μαρκιωνιστῶν καὶ Μανιχαίων· καὶ ὅτι οὐ χρὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, ἀλλὰ παντὸς
4tθελήματος προτιμᾷν τὸ τοῦ Θεοῦ θέλημα.
5 αʹ. Βαθεῖαν τομὴν τοῖς ἁρπάζουσι καὶ πλεονεκτεῖν βουλομένοις πρώην ἐδώκαμεν· οὐχ ἵνα πλήξωμεν, ἀλλ’ ἵνα διορθωσώμεθα· οὐ τοὺς ἀνθρώπους μισοῦν‐ τες, ἀλλὰ τὴν πονηρίαν ἀποστρεφόμενοι. Ἐπεὶ καὶ ἰατρὸς τέμνει τὸ ἕλκος, οὐ τῷ νοσοῦντι σώματι πολε‐
10μῶν, ἀλλὰ τῇ νόσῳ καὶ τῷ τραύματι μαχόμενος. Φέρε δὴ, σήμερον μικρὸν ἐνδῶμεν αὐτοῖς, ὥστε αὐ‐ τοὺς ἀπὸ τῆς ὀδύνης ἀναπνεῦσαι, καὶ μὴ συνεχῶς πληττομένους ἀποσκιρτῆσαι τῆς θεραπείας. Οὕτω καὶ ἰατροὶ ποιοῦσι· μετὰ τὰς τομὰς ἐμπλάστρους
15ἐπιτιθέασι καὶ φάρμακα, καὶ διαλιμπάνουσιν ἡμέρας, τὰ παραμυθούμενα τὴν ὀδύνην ἐπινοοῦντες. Τούτους δὴ καὶ ἡμεῖς μιμούμενοι σήμερον ἐπινοοῦντες, ὥστε καρπώσασθαι τὴν ἀπὸ τῆς ἡμετέρας διαλέξεως ὠφέ‐ λειαν, καὶ τὸν περὶ δογμάτων κινήσωμεν λόγον, εἰς
20τὰ ἀνεγνωσμένα τὸν λόγον ἀφιέντες. Καὶ γὰρ οἶμαι πολλοὺς διαπορεῖν, τίνος ἕνεκεν ταῦτα εἴρηται παρὰ τοῦ Χριστοῦ· εἰκὸς δὲ καὶ αἱρετικοὺς παρόντας ἐπι‐ πηδῆσαι τοῖς εἰρημένοις, καὶ πολλοὺς τῶν ἀφελεστέ‐ ρων ἀδελφῶν ἐντεῦθεν ὑποσκελίζειν.
25 Ἵν’ οὖν καὶ τὴν ἐκείνων ἔφοδον ἀποτειχίσωμεν, καὶ τοὺς διαποροῦντας θορύβου καὶ ταραχῆς ἀπαλ‐ λάξωμεν, μεταχειρίσαντες τὸ εἰρημένον, ἐνδιατρίψω‐ μεν τῇ λέξει, καὶ πρὸς τὸ βάθος καταβῶμεν τῶν νοημάτων. Οὐδὲ γὰρ ἀρκεῖ ἡ ἀνάγνωσις, ἐὰν μὴ
30προσῇ καὶ ἡ γνῶσις. Ἐπεὶ καὶ ὁ εὐνοῦχος Κανδάκης ἀνεγίνωσκεν, ἀλλ’ ἕως ὅτε παρεγένετο ὁ διδάσκων αὐτὸν τί ποτε ἦν ὃ ἀνεγίνωσκεν, οὐδὲν ἐκαρποῦτο μέγα. Ἵν’ οὖν μὴ καὶ ὑμεῖς τὸ αὐτὸ πάθητε, προσ‐ έχετε τοῖς λεγομένοις, συντείνατε τὴν διάνοιαν, σχο‐
35λάζουσάν μοι τὴν ψυχὴν παράσχετε, ὀξυδερκὲς ἔστω τὸ ὄμμα, συντεταμένη ἡ γνώμη· ἀπηλλαγμένη φροντίδων βιωτικῶν ἡ ψυχὴ, ἵνα μὴ καταβάλωμεν εἰς τὰς ἀκάνθας, μηδὲ εἰς τὰς πέτρας, μηδὲ παρὰ τὴν ὁδὸν τὰ λεγόμενα· ἀλλὰ βαθύγειον καὶ λιπαρὰν
40γεωργοῦντες ἄρουραν, κομῶντα τὸν ἄσταχυν ἀμήσω‐ μεν. Ἐὰν γὰρ οὕτω προσέχητε τοῖς λεγομένοις, καὶ ἡμῖν κουφότερον τὸν πόνον ἐργάσεσθε, καὶ ὑμῖν εὐ‐ κολωτέραν τὴν εὕρεσιν κατασκευάσετε. Τί οὖν ἐστι τὸ ἀνεγνωσμένον; Πάτερ, εἰ δυνατὸν, παρελθέτω
45τὸ ποτήριον τοῦτο ἀπ’ ἐμοῦ. Τί ποτέ ἐστιν ὅ φησι; Δεῖ γὰρ τὸ εἰρημένον σαφέστερον ἑρμηνεύσαντας, οὕτως ἐπαγαγεῖν τὴν λύσιν. Τί οὖν ἐστιν ὅ φησι; Πάτερ, εἰ δυνατὸν, παράγαγε τὸν σταυρόν. Τί λέ‐ γεις; ἀγνοεῖ εἴτε δυνατὸν, εἴτε ἀδύνατον, τοῦτο; Καὶ

51

.

31

(50)

τίς ἂν τοῦτο εἴποι; Καίτοι τὰ ῥήματα ἀγνοοῦντός
ἐστιν· ἡ γὰρ τοῦ, Εἰ, προσθήκη, ἀμφιβάλλοντόςColumn end

51

.

32

(5)

ἐστιν, ἀλλ’, ὅπερ ἔφην, οὐ δεῖ τοῖς ῥήμασι προσ‐ έχειν, ἀλλὰ πρὸς τὰ νοήματα τρέπεσθαι, καὶ τὸν σκο‐ πὸν τοῦ λέγοντος εἰδέναι, καὶ τὴν αἰτίαν, καὶ τὸν καιρὸν, καὶ πάντα συναγαγόντα, οὕτω θηρᾷν τὴν ἐναποκειμένην διάνοιαν. Ἡ οὖν σοφία ἡ ἀπόῤῥητος,
10ὁ τὸν Πατέρα οὕτως εἰδὼς, ὡς ὁ Πατὴρ οἶδε τὸν Υἱὸν, πῶς ἂν τοῦτο ἠγνόησεν; Οὐδὲ γὰρ μείζων αὕ‐ τη ἡ γνῶσις ἡ περὶ τοῦ πάθους τῆς γνώσεως τῆς περὶ τῆς οὐσίας, ἣν ἀκριβῶς μόνος οἶδεν αὐτός. Καθὼς γὰρ, φησὶ, γινώσκει με ὁ Πατὴρ, κἀγὼ γι‐
15νώσκω τὸν Πατέρα. Καὶ τί λέγω περὶ τοῦ μονο‐ γενοῦς Υἱοῦ τοῦ Θεοῦ; Οὐδὲ γὰρ οἱ προφῆται φαίνον‐ ται τοῦτο ἠγνοηκότες, ἀλλὰ καὶ εἰδότες σαφῶς καὶ προαναφωνοῦντες μετὰ πολλῆς τῆς πληροφορίας, ὅτι δεῖ τοῦτο γενέσθαι, καὶ ὅτι πάντως ἔσται.
20 Ἄκουε γοῦν πῶς διαφόρως ἅπαντες τὸν σταυρὸν ἀπαγγέλλουσι. Πρῶτος ὁ πατριάρχης Ἰακώβ· πρὸς γὰρ αὐτὸν ἀποτείνων τὸν λόγον φησίν· Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· βλαστὸν τὴν Παρθένον, καὶ τὸ ἄχραντον τῆς Μαρίας ἐμφαίνων. Εἶτα τὸν σταυρὸν
25δηλῶν ἔλεγεν· Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος λέοντος, τίς ἐγερεῖ αὐτόν; Τὸν γὰρ θάνατον αὐτοῦ κοίμησιν ἐκάλεσε καὶ ὕπνον, καὶ τῷ θανάτῳ συνῆψε τὴν ἀνάστασιν, λέγων· Τίς ἐγερεῖ αὐτόν; Ἄλλος μὲν οὐδεὶς, αὐτὸς δὲ ἑαυτόν. Δι’ ὃ καὶ
30ὁ Χριστὸς ἔλεγεν· Ἐξουσίαν ἔχω θεῖναι τὴν ψυ‐ χήν μου, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν· καὶ πάλιν· Λύσατε τὸν ναὸν τοῦτον καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν. Τί δέ ἐστιν, Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων; Ὥσπερ γὰρ ὁ λέων οὐκ ἐγρη‐
35γορὼς μόνον, ἀλλὰ καὶ καθεύδων ἐστὶ φοβερός· οὕτω καὶ ὁ Χριστὸς οὐ πρὸ τοῦ σταυροῦ μόνον, ἀλλὰ καὶ ἐν αὐτῷ τῷ σταυρῷ, καὶ ἐν αὐτῇ τῇ τελευτῇ φοβερὸς ἦν, καὶ τὰ μεγάλα τότε εἰργάζετο θαύματα, ἥλιον ἀποστρέφων, πέτρας τέμνων, τὴν γῆν κλονῶν,
40τὸ καταπέτασμα σχίζων, τὴν γυναῖκα τοῦ Πιλάτου δεδιττόμενος, τὸν Ἰούδαν ἐλέγχων. Τότε γὰρ ἔλεγεν· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Καὶ ἡ γυνὴ τοῦ Πιλάτου ἐδήλου· Μηδὲν σοὶ καὶ τῷ δικαίῳ τούτῳ· πολλὰ γὰρ ἔπαθον κατ’ ὄναρ δι’ αὐτόν.
45Τότε τὸ σκότος τὴν οἰκουμένην κατελάμβανε, καὶ νὺξ ἐν ἡμέρᾳ μέσῃ ἐφαίνετο· τότε ὁ θάνατος ἐτή‐
κετο, καὶ ἡ τυραννὶς αὐτοῦ κατελύετο· πολλὰ γοῦν31

51

.

33

σώματα τῶν κεκοιμημένων ἁγίων ἠγέρθη. Ταῦτα ἄνωθεν προλέγων ὁ πατριάρχης, καὶ δεικνὺς ὅτι καὶ σταυρούμενος ἔσται φοβερὸς, Ἀναπεσὼν, φησὶν, ἐκοιμήθης ὡς λέων· καὶ οὐκ εἶπε, Κοιμηθήσῃ, ἀλλ’
5Ἐκοιμήθης, διὰ τὸ πάντως ἐσόμενον. Ἔθος γὰρ τοῖς προφήταις πολλαχοῦ τὰ μέλλοντα ὡς προγε‐ γενημένα προλέγειν. Ὥσπερ γὰρ οὐκ ἔνι τὰ γεγενη‐ μένα μὴ γεγενῆσθαι, οὕτως οὐδὲ τοῦτο, καίτοι μέλ‐ λον ὂν, μὴ γενέσθαι. Διά τοι τοῦτο τῷ σχήματι τοῦ
10παρῳχηκότος χρόνου τὰ μέλλοντα προαναφωνοῦσι, τὸ ἀδιάπτωτον αὐτῶν καὶ πάντως ἐσόμενον διὰ τούτων ἐνδεικνύμενοι. Οὕτω καὶ ὁ Δαυῒδ τὸν σταυρὸν δηλῶν ἔλεγεν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου. Οὐκ εἶπεν, Ὀρύξουσιν, ἀλλ’, Ὤρυξαν. Ἐξηρίθμησαν
15πάντα τὰ ὀστᾶ μου. Καὶ οὐ τοῦτο λέγει μόνον, ἀλλὰ καὶ τὰ παρὰ τῶν στρατιωτῶν γεγονότα· Διεμερί‐ σαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱμα‐ τισμόν μου ἔβαλον κλῆρον. Καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ χολὴν αὐτὸν ἐψώμισαν, καὶ ὄξος ἐπότι‐
20σαν. Ἔδωκαν γὰρ, φησὶν, εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Ἕτερος δὲ πάλιν ὅτι λόγχῃ αὐτὸν ἔπαισάν φησιν· Ὄψονται, γὰρ εἰς ὃν ἐξεκέντησαν. Ὁ δὲ Ἡσαΐας ἑτέρως πάλιν τὸν σταυρὸν προαναφωνῶν ἔλεγεν· Ὡς πρόβατον
25ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη. βʹ. Σὺ δέ μοι παρατήρει πῶς ἕκαστος τούτων, ὡς
30περὶ παρῳχηκότων διαλέγεται, τὸ πάντως ἐσόμενον καὶ ἀναντιῤῥήτως ἐκβησόμενον διὰ τοῦ χρόνου τούτου δηλῶν. Οὕτω καὶ ὁ Δαυῒδ τὸ δικαστήριον τοῦτο ὑπο‐ γράφων ἔλεγεν· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς
35γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Οὐ τὸ δικαστήριον δὲ λέγει μόνον, καὶ τὸν σταυρὸν, καὶ τὰ ἐν τῷ σταυρῷ, ἀλλὰ καὶ τὸν προδεδωκότα, ὅτι ὁμοδίαιτος καὶ ὁμοτράπεζος ἦν· γὰρ ἐσθίων,
40φησὶν, ἄρτους μου, ἐμεγάλυνεν ἐπ’ ἐμὲ πτερνι‐ σμόν. Καὶ τὴν φωνὴν δὲ οὕτω προλέγει, ἢν ἔμελλεν ἀφιέναι ἐν τῷ σταυρῷ, λέγων· Ὁ Θεὸς, ὁ Θεός μου, ἵνα τί ἐγκατέλιπές με; Καὶ τὸν τάφον πάλιν· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ, ἐν σκοτεινοῖς,
45καὶ ἐν σκιᾷ θανάτου. Καὶ τὴν ἀνάστασιν· Οὐ γὰρ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Καὶ τὴν ἀνάληψιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος, Καὶ τὴν ἐκ δεξιῶν καθέδραν·

51

.

33

(50)

Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ὁ δὲ Ἡσαΐας καὶ τὴν αἰτίαν φησὶ λέγων, ὅτι Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἥκει εἰς θάνατον· καὶ, ὅτι Ἐπειδὴ πάντες ὡς
55πρόβατα ἐπλανήθησαν, διὰ τοῦτο σφαγιάζεται.
Εἶτα καὶ τὸ κατόρθωμα ἐπάγει λέγων· Τῷ μώλωπιColumn end

51

.

34

αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν, καὶ ὅτι Ἁμαρτίας πολλῶν ἀνήνεγκεν. Εἶτα οἱ μὲν προφῆται καὶ τὸν σταυρὸν ᾔδεισαν, καὶ τοῦ σταυροῦ τὴν αἰτίαν, καὶ τὰ ἐκ τοῦ σταυροῦ κατορθούμενα, καὶ τὸν τάφον,
5καὶ τὴν ἀνάστασιν, καὶ τὴν ἀνάβασιν, καὶ τὴν προ‐ δοσίαν, καὶ τὸ δικαστήριον, καὶ πάντα μετὰ ἀκρι‐ βείας διέγραψαν· ὁ δὲ ἀποστείλας αὐτοὺς, καὶ ταῦτα κελεύσας εἰπεῖν, αὐτὸς ἀγνοεῖ; Καὶ τίς ἂν ταῦτα νοῦν ἔχων εἴποι; Ὁρᾷς ὅτι οὐ δεῖ τοῖς ῥήμασιν ἁπλῶς
10προσέχειν; οὐ γὰρ δὴ τοῦτο μόνον ἐστὶ τὸ ἄπορον, ἀλλὰ καὶ τὸ ἑξῆς ἀπορώτερον. Τί γάρ φησι· Πάτερ, Εἰ δυνατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦ‐ το; Οὐ γὰρ δὴ ἀγνοῶν μόνον εὑρεθήσεται, ἀλλὰ καὶ παραιτούμενος τὸν σταυρόν· ὃ γὰρ λέγει τοῦτό ἐστιν·
15Εἰ ἐγχωρεῖ, φησὶ, μὴ ἐμπέσοιμι εἰς τὸ σταυρωθῆναι, μηδὲ ἀναιρεθῆναι. Καίτοι τῷ Πέτρῳ τῷ κορυφαίῳ τῶν ἀποστόλων τοῦτο αὐτῷ εἰπόντι, ὅτι Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, οὕτω σφόδρα ἐπετί‐ μησεν, ὡς εἰπεῖν, Ὕπαγε ὀπίσω μου, Σατανᾶ,
20σκάνδαλόν μου εἶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων· καίτοι γε πρὸ μικροῦ μα‐ καρίσας αὐτόν. Ἀλλ’ οὕτως αὐτῷ ἄτοπον ἐδόκει εἶναι τὸ μὴ σταυρωθῆναι, ὡς ἐκεῖνον τὸν παρὰ τοῦ Πατρὸς τὴν ἀποκάλυψιν δεξάμενον, τὸν μακαρισθέντα, τὸν
25λαβόντα τὰς κλεῖς τῶν οὐρανῶν, Σατανᾶν καλέσαι καὶ σκάνδαλον, καὶ αἰτιᾶσθαι, ὡς μὴ φρονοῦντα τὰ τοῦ Θεοῦ, ἐπειδὴ εἶπεν αὐτῷ, Ἵλεώς σοι, Κύριε, οὐ μὴ ἔσται σοι τοῦτο, τὸ σταυρωθῆναι. Ὁ τοίνυν τὸν μαθητὴν οὕτως ὑβρίσας, καὶ τοσαύτῃ κατ’ αὐτοῦ
30χρησάμενος τῇ καταφορᾷ, ὡς καὶ Σατανᾶν αὐτὸν κα‐ λέσαι μετὰ τοσαῦτα ἐγκώμια, ἐπειδὴ ἔλεγε, Μὴ σταυ‐ ρωθῇς, πῶς αὐτὸς ἐβούλετο μὴ σταυρωθῆναι; πῶς δὲ μετὰ ταῦτα τοῦ καλοῦ ποιμένος ὑπογράφων τὴν εἰκόνα, τοῦτο ἔφησε μάλιστα δεῖγμα εἶναι τῆς ἀρετῆς
35αὐτοῦ, τὸ σφάττεσθαι ὑπὲρ τῶν προβάτων, οὕτω λέ‐ γων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προ‐ βάτων; Καὶ οὐδὲ μέχρι τούτου ἔστη, ἀλλὰ καὶ ἐπ‐ ήγαγεν· Ὁ δὲ μισθωτὸς, καὶ οὐκ ὢν ποιμὴν, θεω‐
40ρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα, καὶ φεύγει. Εἰ τοίνυν τοῦ καλοῦ μὲν ποιμένος τὸ σφάττεσθαι, τοῦ δὲ μισθωτοῦ τὸ μὴ βούλεσθαι τοῦτο ὑπομένειν, πῶς αὐτὸς λέγων εἶναι ποιμὴν καλὸς, παρακαλεῖ μὴ σφαγιασθῆναι; πῶς δὲ ἔλεγεν· Ἐγὼ
45τίθημι τὴν ψυχήν μου ἀπ’ ἐμαυτοῦ; Εἰ γὰρ ἀπὸ σαυτοῦ τίθης, πῶς ἕτερον παρακαλεῖς, ἵνα μὴ θῇς; πῶς δὲ αὐτὸν ὁ Παῦλος θαυμάζει ταύτης ἕνεκα τῆς προφάσεως, οὕτω λέγων· Ὃς ἐν μορφῇ Θεοῦ ὑπ‐ άρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ,

51

.

34

(50)

ἀλλὰ ἑαυτὸν ἐκένωσε, μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἑαυτὸν ἐταπείνωσε, γενό‐ μενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυ‐ ροῦ; Αὐτὸς δὲ πάλιν οὕτω πώς φησι· Διὰ τοῦτό
55με ἀγαπᾷ ὁ Πατὴρ, ὅτι ἐγὼ τὴν ψυχήν μου τίθη‐ μι, ἵνα πάλιν λάβω αὐτήν. Εἰ γὰρ οὐ βούλεται, ἀλλὰ παραιτεῖται καὶ παρακαλεῖ τὸν Πατέρα, πῶς διὰ τοῦτο ἀγαπᾶται; Ἡ γὰρ ἀγάπη τῶν κατὰ γνώμην ἐστί. Πῶς δέ φησι πάλιν ὁ Παῦλος· Ἀγαπᾶτε
60ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν; Αὐτὸς δὲ πάλιν ὁ Χριστὸς μέλλων σταυροῦσθαι ἔλεγε· Πάτερ, ἐλή‐
λυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱὸν, δόξαν τὸν33

51

.

35

σταυρὸν καλῶν· καὶ πῶς ἐνταῦθα μὲν παραιτεῖται, ἐκεῖ δὲ καὶ κατεπείγει; Ὅτι γὰρ δόξα ὁ σταυρὸς, ἄκουσον τί φησιν ὁ εὐαγγελιστής· Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη. Ὃ δὲ
5λέγει, τοῦτό ἐστιν· Οὐδέπω ἦν δοθεῖσα ἡ χάρις, ἐπει‐ δὴ ἡ ἔχθρα ἡ πρὸς τοὺς ἀνθρώπους οὐδέπω ἦν κατα‐ λυθεῖσα, τῷ μηδέπω τὸν σταυρὸν προκεχωρηκέναι. Ὁ γὰρ σταυρὸς τὴν ἔχθραν τοῦ Θεοῦ κατέλυσε τὴν πρὸς τοὺς ἀνθρώπους, τὰς καταλλαγὰς ἐκόμισε, τὴν
10γῆν οὐρανὸν ἐποίησε, τοὺς ἀνθρώπους τοῖς ἀγγέλοις ἀνέμιξε, τοῦ θανάτου τὴν ἀκρόπολιν κατήγαγε, τοῦ διαβόλου τὴν ἰσχὺν ἐξενεύρωσε, τῆς ἁμαρτίας τὴν δύναμιν ἠφάνισε, τὴν γῆν τῆς πλάνης ἀπήλλαξε, τὴν ἀλήθειαν ἐπανήγαγε, τοὺς δαίμονας ἀπήλασε, ναοὺς
15καθεῖλε, βωμοὺς ἀνέτρεψε, κνίσσαν ἠφάνισε, τὴν ἀρε‐ τὴν κατεφύτευσε, τὰς Ἐκκλησίας ἐῤῥίζωσε. Σταυ‐ ρὸς, τὸ τοῦ Πατρὸς θέλημα, ἡ τοῦ Υἱοῦ δόξα, τὸ τοῦ Πνεύματος ἀγαλλίαμα, τὸ τοῦ Παύλου καύχημα· Ἐμοὶ γὰρ, φησὶ, μὴ γένοιτο καυχᾶσθαι, εἰ μὴ ἐν τῷ
20σταυρῷ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Σταυ‐ ρὸς ὁ τοῦ ἡλίου φανότερος, ὁ τῆς ἀκτῖνος φαιδρότε‐ ρος· ὅταν γὰρ ἐκεῖνος σκοτίζηται, τότε οὗτος λάμπει· σκοτίζεται δὲ ὁ ἥλιος τότε οὐκ ἀφανιζόμενος, ἀλλὰ νικώμενος τῇ τοῦ σταυροῦ φαιδρότητι. Σταυρὸς τὸ
25χειρόγραφον ἡμῶν διέῤῥηξε, τοῦ θανάτου τὸ δεσμω‐ τήριον ἄχρηστον ἐποίησε, σταυρὸς τῆς τοῦ Θεοῦ ἀγά‐ πης ἡ ἀπόδειξις. Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὅτι τὸν Υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται. Καὶ
30πάλιν ὁ Παῦλος· Εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγη‐ μεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ. Σταυρὸς τὸ τεῖχος τὸ ἀῤῥαγὲς, τὸ ὅπλον τὸ ἀχείρωτον, τῶν πλουτούντων ἡ ἀσφάλεια, τῶν πενήτων ἡ εὐπο‐ ρία, τῶν ἐπιβουλευομένων τὸ τεῖχος, τῶν πολεμου‐
35μένων τὸ ὅπλον, τῶν παθῶν ἡ ἀναίρεσις, τῆς ἀρετῆς ἡ κτῆσις, τὸ σημεῖον τὸ θαυμαστὸν καὶ παράδοξον. Σημεῖον γὰρ ἐπιζητεῖ ἡ γενεὰ αὕτη· καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ. Καὶ πάλιν ὁ Παῦλος· Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰ‐
40τοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Σταυρὸς πα‐ ράδεισον ἠνέῳξε, λῃστὴν εἰσήγαγε, τὸ τῶν ἀνθρώπων γένος ἀπόλλυσθαι μέλλον καὶ οὐδὲ τῆς γῆς ἄξιον πρὸς τὴν τῶν οὐρανῶν βασιλείαν ἐχειραγώγησε. Τοσαῦτα
45ἀγαθὰ ἀπὸ τοῦ σταυροῦ καὶ γέγονε καὶ γίνεται, καὶ οὐ βούλεται σταυρωθῆναι, εἰπέ μοι; Καὶ τίς ἂν τοῦτο εἴποι; Εἰ δὲ μὴ ἐβούλετο, τίς αὐτὸν ἠνάγκασε; τίς ἐβιάσατο; τί δὲ καὶ προέπεμψε προφήτας ἀπαγγέλ‐ λοντας, ὅτι σταυρωθήσεται, μὴ μέλλων σταυροῦσθαι,

51

.

35

(50)

μηδὲ βουλόμενος τοῦτο ὑπομεῖναι; Τίνος δὲ ἕνεκεν καὶ ποτήριον καλεῖ τὸν σταυρὸν, εἴ γε μὴ ἐβούλετο σταυρωθῆναι; Τοῦτο γὰρ ἐνδεικνυμένου ἐστὶ τὴν ἐπι‐ θυμίαν, ἣν ἔχει περὶ τὸ πρᾶγμα. Ὥσπερ γὰρ τοῖς διψῶσι τὸ ποτήριον ἡδὺ, οὕτω καὶ αὐτῷ τὸ σταυρω‐
55θῆναι· δι’ ὃ καὶ ἔλεγεν· Ἐπιθυμίᾳ ἐπεθύμουν τοῦτο τὸ Πάσχα φαγεῖν μεθ’ ὑμῶν, οὐχ ἁπλῶς εἰ‐ πὼν τοῦτο, ἀλλὰ διὰ τὴν αἰτίαν ταύτην, ἐπειδὴ μετὰ τὴν ἑσπέραν ὁ σταυρὸς αὐτὸν διεδέχετο. γʹ. Ὁ τοίνυν καὶ δόξαν τὸ πρᾶγμα καλῶν, καὶ τῷ
60μαθητῇ ἐπιτιμῶν, ὅτι διεκώλυεν αὐτὸν, καὶ τὸν κα‐ λὸν ποιμένα ἐντεῦθεν δεικνὺς ἀπὸ τοῦ σφάττεσθαι
ὑπὲρ τῶν προβάτων, καὶ ἐπιθυμίᾳ ἐπιθυμεῖν λέγωνColumn end

51

.

36

τὸ πρᾶγμα, καὶ ἑκὼν ἐπὶ τοῦτο ἐρχόμενος, πῶς πα‐ ρακαλεῖ μὴ γενέσθαι τοῦτο; Εἰ δὲ μὴ ἐβούλετο, τί δύσκολον ἦν διακωλῦσαι τοὺς ἐρχομένους ἐπὶ τοῦτο; Νῦν δὲ καὶ ὁρᾷς αὐτὸν ἐπιτρέχοντα τῷ πράγματι.
5Ὅτε γοῦν ἐπῆλθον αὐτῷ, λέγει· Τίνα ζητεῖτε; Οἱ δὲ λέγουσιν· Ἰησοῦν. Καὶ λέγει αὐτοῖς· Ἰδοὺ, ἐγώ εἰμι· καὶ ἀπῆλθον εἰς τὰ ὀπίσω καὶ ἔπεσον χαμαί. Οὕτω πηρώσας αὐτοὺς πρότερον καὶ δείξας, ὅτι ἠδύ‐ νατο διαφυγεῖν, τότε ἐξέδωκεν ἑαυτὸν, ἵνα μάθῃς ὅτι
10οὐκ ἀνάγκῃ, οὐδὲ βίᾳ, οὐδὲ τῇ τυραννίδι τῶν ἐπελ‐ θόντων ἄκων τοῦτο ὑπέμεινεν, ἀλλ’ ἑκὼν, καὶ προ‐ αιρούμενος καὶ βουλόμενος, καὶ ἐκ πολλοῦ ταῦτα οἰκο‐ νομῶν. Διὰ τοῦτο καὶ προφῆται προεπέμποντο, καὶ πατριάρχαι προὔλεγον, καὶ διὰ ῥημάτων καὶ διὰ πρα‐
15γμάτων ὁ σταυρὸς προδιετυποῦτο. Καὶ γὰρ τοῦ Ἰσαὰκ ἡ σφαγὴ τὸν σταυρὸν ἐδήλου ἡμῖν· δι’ ὃ καὶ ἔλεγεν· Ἀβραὰμ, ὁ πατὴρ ὑμῶν, ἠγαλλιάσατο, ἵνα ἴδῃ τὴν δόξαν τὴν ἐμὴν, καὶ εἶδε, καὶ ἐχάρη. Εἶτα ὁ μὲν πατριάρχης ἐχάρη βλέπων τὴν εἰκόνα τοῦ σταυ‐
20ροῦ, αὐτὸς δὲ παραιτεῖται τὸ πρᾶγμα; Καὶ Μωϋσῆς δὲ οὕτω τοῦ Ἀμαλὴκ περιεγένετο, ἐπειδὴ τὸν τύπον ἐπεδείκνυτο τοῦ σταυροῦ· καὶ μυρία ἂν ἴδοι τις ἐν τῇ Παλαιᾷ γινόμενα, τὸν σταυρὸν προδιαγράφοντα. Τί‐ νος οὖν ἕνεκεν οὕτως ἐγένετο, εἴ γε ὁ σταυροῦσθαι
25μέλλων οὐκ ἐβούλετο τοῦτο γίνεσθαι; Καὶ τὸ μετὰ τοῦτο δὲ ἔτι ἀπορώτερον. Εἰπὼν γὰρ, Παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, ἐπήγαγε, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ. Ἐντεῦθεν γὰρ, ὅσον κατὰ τὴν ῥῆσιν, δύο θελήματα ἐναντία ἀλλήλοις εὑρίσκο‐
30μεν, εἴ γε ὁ μὲν Πατὴρ βούλεται αὐτὸν σταυρωθῆ‐ ναι, αὐτὸς δὲ οὐ βούλεται. Καίτοι γε πανταχοῦ ὁρῶ‐ μεν αὐτὸν τὰ αὐτὰ τῷ Πατρὶ βουλόμενον, τὰ αὐτὰ προαιρούμενον. Καὶ γὰρ ὅταν λέγῃ, Δὸς αὐτοῖς, κα‐ θὼς ἐγὼ καὶ σὺ ἕν ἐσμεν, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν
35ὦσιν, οὐδὲν ἄλλο λέγει, εἰ μὴ τὸ μίαν εἶναι γνώμην Πατρὸς καὶ Υἱοῦ. Καὶ ὅταν λέγῃ, Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, οὐ λαλῶ ἐγὼ, ἀλλ’ ὁ Πατὴρ ὁ ἐν ἐμοὶ μέ‐ νων, αὐτὸς ποιεῖ τὰ ἔργα ταῦτα, τοῦτο ἐνδείκνυται. Καὶ ὅταν λέγῃ, Ἀπ’ ἐμαυτοῦ οὐκ ἐλήλυθα, καὶ,
40Οὐ δύναμαι ἀπ’ ἐμαυτοῦ ποιεῖν οὐδὲν, οὐ τοῦτο δηλῶν λέγει, ὅτι ἐξουσίας ἀπεστέρηται ἢ τοῦ λαλεῖν ἢ τοῦ ποιεῖν, (ἄπαγε!) ἀλλὰ μετὰ ἀκριβείας δεῖξαι βουλόμενος σύμφωνον αὐτοῦ τὴν γνώμην, καὶ τὴν ἐν ῥήμασι, καὶ τὴν ἐν πράγμασι, καὶ τὴν ἐν πάσαις οἰ‐
45κονομίαις πρὸς τὸν Πατέρα μίαν καὶ τὴν αὐτὴν οὖ‐ σαν, καθὼς καὶ ἤδη πολλάκις ἀπεδείξαμεν. Τὸ γὰρ, Ἀπ’ ἐμαυτοῦ οὐ λαλῶ, οὐκ ἐξουσίας ἀναίρεσις, ἀλλὰ συμφωνίας ἐστὶν ἀπόδειξις. Πῶς οὖν ἐνταῦθά φησι, Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ; Τάχα εἰς

51

.

36

(50)

πολὺν ὑμᾶς ἀγῶνα ἐνεβάλομεν, ἀλλὰ διανάστητε· εἰ γὰρ καὶ πολλὰ τὰ εἰρημένα, ἀλλ’ εὖ οἶδα ὅτι νεάζει ὑμῶν ἡ προθυμία· πρὸς γὰρ αὐτὴν λοιπὸν τὴν λύσιν ὁ λόγος ἐπείγεται. Τίνος οὖν ἕνεκεν οὕτως εἴρη‐ ται; Προσέχετε μετὰ ἀκριβείας. Πολὺ δυσπαράδεκτος
55ἦν ὁ τῆς σαρκώσεως λόγος. Ἡ γὰρ ὑπερβολὴ τῆς φιλανθρωπίας αὐτοῦ, καὶ τὸ μέγεθος τῆς συγκατα‐
βάσεως τοῦτο φρίκης ἔγεμε, καὶ πολλῆς ἐδέετο κατα‐35

51

.

37

σκευῆς, ὥστε παραδεχθῆναι. Ἐννόησον γὰρ ἡλίκον ἦν ἀκοῦσαι καὶ μαθεῖν, ὅτι ὁ Θεὸς, ὁ ἄῤῥητος, ὁ ἄφθαρτος, ὁ ἀπερινόητος, ὁ ἀόρατος, ὁ ἀκατάληπτος, Οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς, Ὁ ἐπιβλέπων
5ἐπὶ τὴν γῆν, καὶ ποιῶν αὐτὴν τρέμειν, ὁ ἁπτόμε‐ νος τῶν ὀρέων, καὶ καπνίζων αὐτὰ, οὗ τὴν ῥοπὴν τῆς συγκαταβάσεως οὐδὲ τὰ Χερουβὶμ ἐνεγκεῖν ἠδυ‐ νήθησαν, ἀλλὰ τὰς ὄψεις ἀπέκρυπτον τῇ προβολῇ τῶν πτερύγων· οὗτος ὁ πάντα νοῦν ὑπερβαίνων, καὶ
10πάντα λογισμὸν νικῶν, παραδραμὼν ἀγγέλους ἀρχ‐ αγγέλους, πάσας τὰς ἄνω νοερὰς δυνάμεις, κατεδέ‐ ξατο γενέσθαι ἄνθρωπος, καὶ σάρκα τὴν ἀπὸ γῆς καὶ πηλοῦ πλασθεῖσαν ἀναλαβεῖν, καὶ εἰς μήτραν ἐλθεῖν παρθενικὴν, καὶ ἐνναμηνιαῖον κυοφορηθῆναι χρόνον,
15καὶ γαλακτοτροφηθῆναι, καὶ τὰ ἀνθρώπινα πάντα παθεῖν. Ἐπεὶ οὖν οὕτω παράδοξον ἦν τὸ μέλλον ἔσε‐ σθαι, ὡς καὶ γενόμενον παρὰ πολλοῖς ἀπιστεῖσθαι, πρῶτον προφήτας προπέμπει, τοῦτο αὐτὸ ἀπαγγέλ‐ λοντας. Καὶ γὰρ ὅ τε πατριάρχης αὐτὸ προανεφώνει
20λέγων, Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων· ὅτε Ἡσαΐας λέγων, Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· καὶ ἕτε‐ ρος πάλιν, Εἴδομεν αὐτὸν ὡς παιδίον, ὡς ῥί‐
25ζαν ἐν γῇ διψώσῃ. Γῆν δὲ διψῶσαν τὴν μήτραν λέ‐ γει τὴν παρθενικὴν, διὰ τὸ μὴ δέξασθαι σπέρμα ἀν‐ θρώπου, μηδὲ συνουσίας ἀπολαῦσαι, ἀλλὰ χωρὶς γά‐ μων αὐτὸν τεκεῖν. Καὶ πάλιν, Παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν· καὶ πάλιν, Ἐξελεύσεται
30ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται. Ὁ δὲ Βαροὺχ ὁ ἐν Ἱερεμίᾳ φη‐ σίν· Οὗτος ὁ Θεὸς ἡμῶν· οὐ λογισθήσεται ἕτε‐ ρος πρὸς αὐτόν· ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ
35Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ’ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συναν‐ εστράφη. Καὶ ὁ Δαυῒδ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν δηλῶν ἔλεγε· Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον, καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν, ὅτι
40ἀψοφητὶ καὶ ἀταράχως εἰς τὴν μήτραν εἰσελήλυθε τὴν παρθενικήν. δʹ. Ἀλλ’ οὐκ ἤρκεσε ταῦτα μόνον, ἀλλὰ καὶ παρα‐ γενόμενος, ἵνα μὴ νομισθῇ φαντασία τὸ γενόμενον, οὐ τῇ ὄψει μόνον πιστοῦται τὸ πρᾶγμα, ἀλλὰ καὶ
45χρόνῳ πολλῷ, καὶ τῷ διὰ πάντων ἐλθεῖν τῶν ἀν‐ θρωπίνων. Οὐ γὰρ ἁπλῶς εἰς ἄνθρωπον εἰσέρχεται ἀπηρτισμένον καὶ πεπληρωμένον, ἀλλ’ εἰς μήτραν παρθενικὴν, ὥστε καὶ κυοφορήσεως καὶ τόκων ἀνα‐ σχέσθαι, καὶ γαλακτοτροφίας, καὶ αὐξήσεως, καὶ

51

.

37

(50)

τῷ μήκει τοῦ χρόνου καὶ τῇ διαφορᾷ τῶν ἡλικιῶν ἁπασῶν πιστώσασθαι τὸ γενόμενον. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται τὰ τῆς ἀποδείξεως μόνον, ἀλλὰ καὶ περιφέρων τὴν σάρκα, ἀφίησιν αὐτὴν τὰ τῆς φύσεως ἐλαττώματα ὑπομεῖναι, καὶ πεινῆσαι καὶ διψῆσαι καὶ
55καθευδῆσαι καὶ κοπιάσαι· τέλος καὶ ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, ἀφίησιν αὐτὴν τὰ τῆς σαρκὸς παθεῖν. Διὰ γὰρ τοῦτο καὶ κρουνοὶ κατεφέροντο ἱδρώτων ἐξ αὐ‐ τῆς, καὶ ἄγγελος ηὑρίσκετο αὐτὴν διακρατῶν, καὶ λυπεῖται καὶ ἀδημονεῖ· καὶ γὰρ πρὶν ἢ ταῦτα εἰπεῖν,
60φησίν· Ἡ ψυχή μου τετάρακται, καὶ περίλυπός ἐστιν ἕως θανάτου. Εἰ οὖν τούτων ἁπάντων γενο‐ μένων τὸ πονηρὸν τοῦ διαβόλου στόμα διὰ Μαρκίωνος
τοῦ Ποντικοῦ καὶ Οὐαλεντίνου, καὶ Μανιχαίου τοῦColumn end

51

.

38

Πέρσου, καὶ ἑτέρων πλειόνων αἱρέσεων ἐπεχείρησεν ἀνατρέψαι τὸν περὶ τῆς οἰκονομίας λόγον, καὶ ἤχησε σατανικήν τινα ἠχὴν λέγων, ὅτι οὐδὲ ἐσαρκώθη, οὐδὲ σάρκα περιεβάλετο, ἀλλὰ δόκησις τοῦτο ἦν καὶ φαν‐
5τασία, καὶ σκηνὴ καὶ ὑπόκρισις, καίτοι τῶν παθῶν βοώντων, τοῦ θανάτου, τοῦ τάφου, τῆς πείνης· εἰ μηδὲν τούτων ἐγεγόνει, πῶς οὐ πολλῷ πλέον ὁ διά‐ βολος τὰ πονηρὰ ταῦτα ἀνέσπειρε τῆς ἀσεβείας δόγμα‐ τα; Διά τοι τοῦτο, ὥσπερ ἐπείνησεν, ὥσπερ ἐκαθεύ‐
10δησεν, ὥσπερ ἐκοπίασεν, ὥσπερ ἔφαγεν, ὥσπερ ἔπιεν, οὕτω καὶ θάνατον παραιτεῖται, τὸ ἀνθρώπινον ἐν‐ δεικνύμενος, καὶ τὴν ἀσθένειαν τῆς φύσεως τὴν οὐκ ἀνεχομένην ἀπαθῶς ἀποῤῥαγῆναι τῆς παρούσης ζωῆς. Εἰ γὰρ μηδὲν τούτων εἰρήκει, εἶχεν ἂν εἰπεῖν, ὅτι εἰ
15ἄνθρωπος ἦν, ἔδει αὐτὸν παθεῖν τὰ τοῦ ἀνθρώπου. Τίνα δέ ἐστι ταῦτα; Τὸ μέλλοντα σταυροῦσθαι, καὶ δειλιᾷν καὶ ἀγωνιᾷν, καὶ μὴ ἀπαθῶς ἀποῤῥήγνυ‐ σθαι τῆς παρούσης ζωῆς· τῇ φύσει γὰρ ἔγκειται τὸ φίλτρον τὸ περὶ τὰ παρόντα· διά τοι τοῦτο δεῖξαι
20βουλόμενος ἀληθῆ τῆς σαρκὸς τὴν περιβολὴν, καὶ τὴν οἰκονομίαν πιστώσασθαι, μετὰ πολλῆς τῆς ἀποδεί‐ ξεως τὰ πάθη γυμνὰ προτίθησιν. Εἷς μὲν οὖν λόγος οὗτος· ἔστι δὲ καὶ ἕτερος τούτου οὐκ ἐλάττων. Τίς δὲ οὗτος; Παραγενόμενος ὁ Χριστὸς, πᾶσαν ἀρετὴν
25παιδεῦσαι τοὺς ἀνθρώπους ἐβούλετο· ὁ δὲ παιδεύων οὐ λόγῳ μόνον διδάσκει, ἀλλὰ καὶ ἔργῳ· αὕτη γὰρ ἡ ἀρίστη διδασκαλία ἐστὶ τοῦ διδάσκοντος. Ἐπεὶ καὶ κυβερνήτης παρακαθίζων τὸν μαθητὴν, δείκνυσι μὲν αὐτῷ πῶς κατέχει τοὺς οἴακας, προστίθησι δὲ καὶ
30λόγον τῷ ἔργῳ, καὶ οὔτε λέγει μόνον, οὔτε ἐργάζεται μόνον· ὁμοίως καὶ οἰκοδόμος παραστήσας τὸν μέλ‐ λοντα παρ’ αὐτοῦ μανθάνειν πῶς τοῖχος ὑφαίνεται, δείκνυσι μὲν αὐτῷ διὰ τοῦ ἔργου, δείκνυσι δὲ αὐτῷ καὶ διὰ τοῦ λόγου· ὡσαύτως καὶ ὑφάντης, καὶ ποι‐
35κιλτὴς, καὶ χρυσοχόος, καὶ χαλκοτύπος, καὶ πᾶσα τέχνη διὰ λόγων τε καὶ ἔργων ἔχει τὸν διδάσκοντα. Ἐπεὶ οὖν καὶ αὐτὸς παρεγένετο παιδεῦσαι ἡμᾶς πᾶ‐ σαν ἀρετὴν, διὰ τοῦτο καὶ λέγει τὰ πρακτέα, καὶ ποιεῖ. Ὁ γὰρ ποιήσας, φησὶ, καὶ διδάξας, οὗτος μέγας
40κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Σκόπει δέ· ἐκέλευσεν εἶναι ταπεινόφρονας καὶ πραεῖς, καὶ ἐδίδαξε διὰ τῶν ῥημάτων. Ὅρα πῶς αὐτὰ παιδεύει καὶ διὰ τῶν πραγμάτων. Εἰπὼν γὰρ, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, μακάριοι οἱ πραεῖς, δείκνυσι
45πῶς αὐτὰ δεῖ κατορθοῦν. Πῶς οὖν ἐδίδαξε; Λαβὼν λέντιον διέζωσεν ἑαυτὸν, καὶ ἔνιψε τῶν μα‐ θητῶν τοὺς πόδας. Τί ταύτης ἴσον τῆς ταπεινοφρο‐ σύνης; Οὐκ ἔτι γὰρ διὰ τῶν λόγων μόνον ταύτην παιδεύει, ἀλλὰ καὶ διὰ τῶν ἔργων. Πάλιν τὴν πραό‐

51

.

38

(50)

τητα καὶ τὴν ἀνεξικακίαν διδάσκει διὰ τῶν ἔργων. Πῶς; Ἐῤῥαπίσθη παρὰ τοῦ δούλου τοῦ ἀρχιερέως, καί φησιν· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ἐκέ‐ λευσεν εὔχεσθαι ὑπὲρ τῶν ἐχθρῶν· πάλιν καὶ τοῦτο
55διὰ τῶν ἔργων παιδεύει· ἀναβὰς γὰρ ἐν τῷ σταυρῷ λέγει· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί ποι‐ οῦσι. Ὥσπερ οὖν ἐκέλευσεν εὔχεσθαι, οὕτω καὶ αὐ‐
τὸς εὔχεται, σὲ παιδεύων εὔχεσθαι οὐκ αὐτὸς ἀτο‐37

51

.

39

νῶν ἀφιέναι. Πάλιν ἐκέλευσεν εὖ ποιεῖν τοῖς μισοῦσιν ἡμᾶς, καὶ καλῶς ποιεῖν τοὺς ἐπηρεάζοντας· τοῦτο δὲ διὰ τῶν ἔργων ἐποίησε· τῶν γὰρ Ἰουδαίων τοὺς δαίμονας ἐξέβαλε, τῶν καλούντων αὐτὸν δαιμονῶντα,
5ἐλαύνοντας εὐηργέτει, ἐπιβουλεύοντας ἔτρεφε, σταυ‐ ρῶσαι βουλομένους εἰς βασιλείαν ἐχειραγώγει. Ἔλεγε πάλιν τοῖς μαθηταῖς, Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, πρὸς ἀκτημοσύνην ἀλείφων· τοῦτο πάλιν διὰ τῶν ἔργων
10ἐπαίδευεν, οὕτω λέγων· Αἱ ἀλώπεκες φωλεοὺς ἔχου‐ σι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφα‐ λὴν κλῖναι. Καὶ οὐκ ἦν αὐτῷ τράπεζα, οὐκ οἰκία, οὐκ ἄλλο τι τῶν τοιούτων οὐδέν· οὐκ ἐπειδὴ ἠπόρει,
15ἀλλ’ ἐπειδὴ ἐπαίδευε τοὺς ἀνθρώπους ταύτην ἐλθεῖν τὴν ὁδόν. Κατὰ δὴ τοῦτον τὸν τρόπον καὶ εὔχεσθαι αὐτοὺς ἐδίδασκεν. Ἔλεγον οὖν αὐτῷ· Δίδαξον ἡμᾶς εὔχεσθαι. Διὰ τοῦτο καὶ εὔχεται, ἵνα ἐκεῖνοι μάθω‐ σιν εὔχεσθαι. Ἀλλ’ οὐκ εὔχεσθαι μόνον, ἀλλὰ καὶ
20πῶς δεῖ εὔχεσθαι μαθεῖν αὐτοὺς ἐχρῆν· διὰ δὴ τοῦτο καὶ εὐχὴν παρέδωκεν οὕτως ἔχουσαν· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον
25ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτ’ ἔστιν, εἰς κίνδυνον, εἰς ἐπι‐ βουλάς. Ἐπεὶ οὖν ἐκέλευσεν εὔχεσθαι, Μὴ εἰσενέγ‐
30κῃς ἡμᾶς εἰς πειρασμὸν, τοῦτο αὐτὸ διδάσκει αὐ‐ τοὺς δι’ αὐτοῦ τοῦ πράγματος λέγων, Πάτερ, εἰ δυ‐ νατὸν, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο, παιδεύων ἅπαντας τοὺς ἁγίους μὴ ἐπιπηδᾷν τοῖς κινδύνοις, μηδὲ ἐπιῤῥίπτειν ἑαυτοὺς, ἀλλ’ ἀναμένειν
35μὲν ἐπιόντας, καὶ ἀνδρείαν πᾶσαν ἐπιδείκνυσθαι· μὴ μὴν αὐτοὺς προπηδᾷν, μηδὲ πρώτους ὁμόσε τοῖς δεινοῖς ἰέναι. Τί δήποτε; Καὶ ταπεινοφροσύνην διδά‐ σκων, καὶ τῶν τῆς κενοδοξίας ἐγκλημάτων ἀπαλλάτ‐ των. Διά τοι τοῦτο καὶ ἐνταῦθα, ὅτε ταῦτα ἔλεγεν,
40Ἀπελθὼν, φησὶ, προσηύξατο· καὶ μετὰ τὸ προσεύ‐ ξασθαι λέγει τοῖς μαθηταῖς οὕτως· Οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ’ ἐμοῦ; Γρηγορεῖτε
καὶ προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.Column end

51

.

40

Ὁρᾷς ὅτι οὐ προσεύχεται μόνον, ἀλλὰ καὶ παραινεῖ; Τὸ μὲν γὰρ πνεῦμα πρόθυμον, φησὶν, ἡ δὲ σὰρξ ἀσθενής. Τοῦτο δὲ ἔλεγε, τύφου τὴν ψυχὴν αὐτῶν κενῶν, καὶ ἀπονοίας ἀπαλλάττων, συνεσταλμένους
5ποιῶν, μετριάζειν παρασκευάζων. Ὃ τοίνυν ἠβούλετο αὐτοὺς διδάσκειν εὔχεσθαι, τοῦτο καὶ αὐτὸς ηὔξα‐ το ἀνθρωπίνως, οὐ κατὰ τὴν θεότητα (ἀπαθὲς γὰρ τὸ Θεῖον), ἀλλὰ κατὰ τὴν ἀνθρωπότητα. Ηὔξατο δὲ παιδεύων ἡμᾶς εὔχεσθαι, καὶ ἀεὶ ζητεῖν τῶν δεινῶν
10τὴν ἀπαλλαγήν· εἰ δὲ μὴ ἐγχωροίη, στέργειν τὰ τῷ Θεῷ δοκοῦντα. Διὰ τοῦτο ἔλεγε· Πλὴν οὐχ ὡς ἐγὼ θέλω, ἀλλ’ ὡς σύ· οὐκ ἐπειδὴ ἄλλο μὲν αὐτοῦ βού‐ λημα, ἄλλο δὲ τοῦ Πατρός· ἀλλ’ ἵνα παιδεύσῃ τοὺς ἀνθρώπους, κἂν ἀγωνιῶσι, κἂν τρέμωσι, κἂν κίνδυ‐
15νος ἐπίῃ, κἂν μὴ βούλωνται ἀποῤῥαγῆναι τῆς παρού‐ σης ζωῆς, ὅμως τοῦ οἰκείου βουλήματος προτιμᾷν τὸ τοῦ Θεοῦ βούλημα· ὥσπερ οὖν καὶ Παῦλος παιδευθεὶς, ἀμφότερα ταῦτα διὰ τῶν ἔργων ἔδειξε· τούς τε γὰρ πειρασμοὺς ἠξίωσεν ἀποκινηθῆναι αὐτοῦ, οὕτω λέ‐
20γων· Ὑπὲρ τούτου τρίτον τὸν Κύριον παρεκάλε‐ σα· καὶ ἐπειδὴ οὐκ ἔδοξε τῷ Θεῷ, φησί· Δι’ ὃ εὐ‐ δοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν διωγμοῖς. Τάχα δὲ ἀσαφὲς τὸ εἰρημένον· οὐκοῦν ποιῶ αὐτὸ σαφέστε‐ ρον· Ἐκινδύνευσε πολλὰ ὁ Παῦλος, καὶ ηὔξατο μὴ
25κινδυνεύειν. Ἤκουσεν οὖν τοῦ Χριστοῦ λέγοντος, ὅτι Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἐπεὶ οὖν εἶδε τοῦ Θεοῦ θέ‐ λημα ὂν, λοιπὸν τὸ ἑαυτοῦ θέλημα ὑποτάττει τῷ τοῦ Θεοῦ θελήματι. Ταῦτα τοίνυν ἀμφότερα ἀπὸ τῆς εὐ‐
30χῆς ταύτης ἐπαίδευσε, μήτε ἐπιπηδᾷν τοῖς κινδύνοις. ἀλλὰ καὶ εὔχεσθαι μὴ ἐμπεσεῖν εἰς αὐτούς· εἰ δὲ ἐπ‐ έλθοιεν, φέρειν αὐτοὺς γενναίως, καὶ τοῦ οἰκείου θελήματος προτιμᾷν τὸ τοῦ Θεοῦ θέλημα. Ταῦτα οὖν εἰδότες, εὐχώμεθα μὲν μηδέποτε εἰσελθεῖν εἰς πει‐
35ρασμόν· κἂν εἰσέλθωμεν, παρακαλῶμεν τὸν Θεὸν δι‐ δόναι ἡμῖν ὑπομονὴν καὶ ἀνδρείαν, καὶ τὸ αὐτοῦ θέλημα παντὸς θελήματος ἡμῶν προτιμῶμεν. Οὕτω γὰρ καὶ τὸν παρόντα βίον μετὰ ἀσφαλείας διανύσομεν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτευξόμεθα· ὧν γένοιτο
40πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.39