TLG 2062 061 :: JOANNES CHRYSOSTOMUS :: De decem millium talentorum debitore

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De decem millium talentorum debitore

Citation: Vol — pg — (ln)

51

17*

(1t)

ΕΙΣ ΤΗΝ ΠΑΡΑΒΟΛΗΝ
2tΤοῦ τὰ μύρια τάλαντα ὀφείλοντος, καὶ τὰ ἑκατὸν δηνάρια ἀπαιτοῦντος, καὶ ὅτι παντὸς ἁμαρτήματος
3tτὸ μνησικακεῖν χεῖρον.
4αʹ. Ὡς ἐκ μακρᾶς ἀποδημίας ἐπανελθὼν πρὸς ὑμᾶς,
5οὕτω διάκειμαι τήμερον· τοῖς γὰρ φιλοῦσιν, ὅταν μὴ δύνωνται συγγενέσθαι τοῖς φιλουμένοις, οὐδὲν ὄφε‐ λός ἐστι τῆς παρουσίας. Διά τοι τοῦτο καὶ ἡμεῖς ἐν‐ δημοῦντες, τῶν ἀποδημούντων οὐδὲν ἄμεινον δια‐ κείμεθα, ἐπειδὴ τὸν παρελθόντα χρόνον διαλεχθῆναι
10πρὸς ὑμᾶς οὐκ ἰσχύσαμεν· ἀλλὰ σύγγνωτε· οὐδὲ γὰρ ῥᾳθυμίας, ἀλλὰ ἀσθενείας ἦν ἡ σιγή. Ὑμεῖς μὲν οὖν χαίρετε νῦν, ἐπειδὴ τῆς ἀῤῥωστίας ἀπηλλάγη‐ μεν· ἐγὼ δὲ χαίρω, ἐπειδὴ τὴν ὑμετέραν ἀπέλαβον ἀγάπην. Ἐπεὶ καὶ ἡνίκα ἠσθένουν, τῆς νόσου μοι χα‐
15λεπώτερον ἦν τὸ μὴ δύνασθαι τοῦ ἀγαπητοῦ τούτου μετέχειν συλλόγου· καὶ νῦν ἐπειδὴ τὴν ἀῤῥωστίαν ἀπεθέμην, τῆς ὑγιείας μοι ποθεινότερον γέγονε τὸ μετὰ ἀδείας ἔχειν ἐντρυφᾷν ὑμῶν τῇ ἀγάπῃ. Οὐδὲ γὰρ οὕτω πυρετὸς σώματος φύσει κατακαίειν εἴωθε
20τοὺς πυρέττοντας, ὡς τὰς ἡμετέρας ψυχὰς τὸ κε‐ χωρίσθαι τῶν φιλουμένων· καὶ καθάπερ ἐκεῖνοι φιά‐ λας καὶ ποτήρια καὶ ψυχρὰ νάματα ἐπιζητοῦσιν, οὕτως οὗτοι τῶν ποθουμένων τὰς ὄψεις. Ἴσασι ταῦτα καλῶς ὅσοι φιλεῖν εἰώθασι. Φέρε οὖν, ἐπειδὴ τὴν ἀῤ‐
25ῥωστίαν ἀπεθέμεθα, πάλιν ἀλλήλων ἐμφορηθῶ‐ μεν, εἴγε δυνατὸν ἐμφορηθῆναί ποτε· ἡ γὰρ τῆς ἀγάπης φύσις κόρον οὐκ οἶδεν, ἀλλ’ ἀεὶ τῶν ἀγα‐ πωμένων ἀπολαύουσα, πρὸς μείζονα αἴρεται φλόγα. Καὶ τοῦτο ὁ τῆς ἀγάπης τρόφιμος Παῦλος εἰδὼς
30ἔλεγε· Μηδενὶ μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Τοῦτο γὰρ μόνον τὸ ὄφλημα ἀεὶ μὲν κα‐ ταβάλλεται, οὐδέποτε δὲ ἀποδίδοται. Ἐνταῦθα τὸ διηνεκῶς ὀφείλειν καλὸν καὶ ἐπαίνων ἄξιον. Ἐπὶ μὲν γὰρ τῶν χρημάτων τοὺς μηδὲν ὀφείλοντας
35ἐπαινοῦμεν, ἐπὶ δὲ τῆς ἀγάπης τοὺς διηνεκῶς ὀφεί‐ λοντας ἀποδεχόμεθα καὶ θαυμάζομεν· καὶ ὅπερ ἀγνωμοσύνης ἐκεῖ, τοῦτο ἐνταῦθα εὐγνωμοσύνης σημεῖόν ἐστι, τὸ μηδέποτε διαλύεσθαι τὸ τῆς ἀγά‐ πης ὄφλημα. Μὴ δυσχεράνητε δὲ πρὸς τὸ μῆκος τῶν
40μελλόντων ῥηθήσεσθαι· καὶ γὰρ κιθαρῳδίαν ὑμᾶς τινα θαυμαστὴν διδάξαι βούλομαι, οὐχὶ λύραν νεκρὰν μεταχειρισάμενος, ἀλλὰ τὰς τῶν Γραφῶν ἱστορίας καὶ τὰς τοῦ Θεοῦ ἐντολὰς ἀντὶ νευρῶν ἀνατείνας. Καὶ καθάπερ κιθαρῳδοὶ τοὺς δακτύλους τῶν μαθη‐
45τευομένων λαμβάνοντες, ἠρέμα τοῖς φθόγγοις προσ‐ άγουσι, καὶ διαψηλαφᾷν μετ’ ἐμπειρίας διδάσκον‐ τες, ἐκ τῶν ἀφώνων φθόγγων τε καὶ νευρῶν πάσης
φωνῆς ἡδίω καὶ γλυκυτέραν παιδεύουσι κατασκευά‐Column end

51

18*

(4)

ζειν φωνήν· οὕτω δὴ καὶ ἡμεῖς ποιήσομεν, ἀντὶ
5δακτύλων τὴν διάνοιαν ὑμῶν μεταχειρισάμενοι, καὶ ταῖς ἐντολαῖς τοῦ Θεοῦ προσαγαγόντες, μετ’ ἐμπει‐ ρίας αὐτῶν ἅπτεσθαι παρακαλέσομεν τὴν ὑμετέραν ἀγάπην, οὐχ ἵνα ἀνθρώπων θέατρον, ἀλλ’ ἵνα τῶν ἀγγέλων τὸν δῆμον διὰ ταύτης τῆς ἡδονῆς ἀναστή‐
10σητε. Οὐ γὰρ ἀρκεῖ τὰ θεῖα λόγια ἐπελθεῖν μόνον, ἀλλὰ δεῖ καὶ τῆς ἀπὸ τῶν ἔργων ἐπιδείξεως. Καὶ καθάπερ ἐπὶ τῆς κιθάρας ἅπτεται μὲν ὁ τεχνίτης τῶν νευρῶν, ἅπτεται δὲ καὶ ὁ ἄτεχνος, ἀλλ’ ὁ μὲν λυπεῖ τὸν ἀκροατὴν, ὁ δὲ ψυχαγωγεῖ καὶ τέρπει, καίτοι γε
15οἱ αὐτοὶ δάκτυλοι καὶ αἱ αὐταὶ νευραὶ, ἀλλ’ οὐχ ἡ αὐτὴ ἐμπειρία· οὕτω δὴ καὶ ἐπὶ τῶν θείων Γραφῶν, ἐπέρχονται μὲν πολλοὶ τὰ θεῖα λόγια, ἀλλ’ οὐ πάντες κερδαίνουσιν, οὐδὲ καρποῦνται πάντες· τὸ δὲ αἴτιον, ἐπειδὴ μήτε τοῖς εἰρημένοις ἐμβαθύνουσι, μήτε μετὰ
20τέχνης τῆς κιθάρας ἅπτονται· ὅπερ γὰρ ἐπὶ τῆς κι‐ θαρῳδίας ἡ τέχνη, τοῦτο ἐπὶ τῶν τοῦ Θεοῦ νόμων ἡ διὰ τῶν ἔργων ἐπίδειξις. Ἤδη μὲν οὖν μίαν ἐκρού‐ σαμεν νευρὰν δι’ ὅλης τῆς Τεσσαρακοστῆς, τὸν περὶ τῶν ὅρκων νόμον ὑμῖν ἀναγινώσκοντες, καὶ διὰ τὴν
25τοῦ Θεοῦ χάριν πολλὰ στόματα τῶν ἀκροατῶν ἡμῖν ἐπαιδεύθη τὴν τοῦ νόμου μελῳδίαν ἐκείνου, καὶ τὴν πονηρὰν ἀπελάσαντες συνήθειαν ἀντὶ τοῦ τὸν Θεὸν ὀμνύναι, τὸ Ναὶ, καὶ τὸ Οὒ, καὶ τὸ Πίστευσον, ἐπὶ τοῦ στόματος φέρουσι διηνεκῶς ἐπὶ διαλέξεως ἁπά‐
30σης· κἂν μυρίων πραγμάτων ἀνάγκη βιάζηται, πε‐ ραιτέρω προελθεῖν οὐκ ἂν ἀνάσχοιντο. βʹ. Ἐπειδὴ δὲ οὐκ ἀρκεῖ πρὸς σωτηρίαν ἡμῖν μιᾶς ἐντολῆς ὑποδοχὴ, φέρε τήμερον καὶ ἐπὶ ἑτέραν ὑμᾶς μεταγάγωμεν· καὶ γὰρ καὶ εἰ μὴ πάντες κατώρθω‐
35σαν τὸν πρότερον νόμον, ἀλλά γε τοῦ χρόνου προϊόντος τοὺς φθάσαντας οἱ ὑστερήσαντες κατα‐ λήψονται. Καὶ γὰρ ἔγνων, ὡς τοσαύτη τοῦ πράγμα‐ τος γίνεται σπουδὴ, ὡς καὶ ἐπὶ οἰκίας καὶ ἐπὶ τραπέζης ἀνδράσι πρὸς γυναῖκας, δούλοις πρὸς ἐλευ‐
40θέρους ἅμιλλαν εἶναι περὶ τῆς ἐντολῆς ταύτης, καὶ ἐμακάρισα τοὺς οὕτως ἑστιωμένους. Τί γὰρ τῆς τρα‐ πέζης ἐκείνης ἁγιώτερον γένοιτ’ ἂν, ἔνθα μέθη μὲν καὶ ἀδηφαγία καὶ πᾶσα ἀσωτία ἀπελήλαται, θαυμα‐ στὴ δέ τις ἀντεισενήνεκται περὶ τῆς φυλακῆς τῶν τοῦ
45Θεοῦ νόμων ἅμιλλα, καὶ παρατηρεῖ μὲν ἀνὴρ τὴν γυναῖκα, ὅπως εἰς τὰ τῆς ἐπιορκίας μηδέποτε ἐμ‐ πέσῃ βάραθρα, φυλάττει δὲ γυνὴ τὸν ἄνδρα, καὶ καταδίκη τῷ παραβάντι κεῖται μεγίστη· οὐκ ἐπαι‐
σχύνεται δὲ οὐδὲ ὑπὸ τῶν δούλων ὁ δεσπότης ἐλέγχε‐

51

.

19

σθαι, οὐδὲ τοὺς οἰκέτας αὐτοῦ ἐπὶ τούτοις διορθοῦν; Οὐκ ἄν τις ἁμάρτοι τὴν τοιαύτην οἰκίαν ἐκκλησίαν Θεοῦ προσειπών. Ὅπου γὰρ σωφροσύνη τοσαύτη, ὡς ἐν καιρῷ τρυφῆς μεριμνᾷν ὑπὲρ τῶν θείων νόμων,
5καὶ τοὺς παρόντας ἅπαντας ὑπὲρ τούτου πρὸς ἀλλή‐ λους ἀγωνίζεσθαι καὶ φιλονεικεῖν, εὔδηλον, ὅτι δαί‐ μων μὲν ἅπας καὶ πονηρὰ δύναμις ἀπελήλαται, Χρι‐ στὸς δὲ πάρεστι χαίρων ἐπὶ τῇ καλῇ τῶν δούλων φι‐ λονεικίᾳ, πᾶσαν αὐτοῖς ἐπιδαψιλευόμενος εὐλογίαν.
10Διὰ δὴ ταῦτα ταύτην ἀφεὶς λοιπὸν τὴν ἐντολὴν (οἶδα γὰρ ὅτι Θεοῦ χάριτι πᾶσαν ἐπιδραμεῖται τὴν πόλιν ὑμῖν θερμὰ προοίμια ἀναλαβοῦσι καὶ ἀρχὴν ἰσχυρὰν), ἐφ’ ἑτέραν μεταβήσομαι· τὴν τῆς ὀργῆς ὑπεροψίαν. Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ
15μιᾶς νευρᾶς τὴν μελῳδίαν ἐργάσασθαι, ἀλλὰ πάσας ἐπιέναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος· οὕτω καὶ ἐπὶ τῆς κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ μόνος ἡμῖν εἰς σωτηρίαν εἷς νόμος, καθάπερ ἔφθην εἰπὼν, ἀλλὰ δεῖ πάντας αὐτοὺς μετὰ ἀκριβείας φυλάττειν, εἰ δὴ μέλ‐
20λοιμεν τὴν ἁπάσης ἁρμονίας ἡδίω καὶ χρησιμωτέραν μελῳδίαν ἐργάζεσθαι. Ἔμαθέ σου τὸ στόμα μὴ ὀμνύναι; ἐπαιδεύθη ἡ γλῶττα Ναὶ καὶ Οὒ λέγειν παν‐ ταχοῦ; Μαθέτω καὶ λοιδορίαν ἀποστρέφεσθαι ἅπασαν, καὶ πλείονα περὶ τὴν ἐντολὴν ταύτην εἰσφέρειν
25σπουδὴν, ἐπειδὴ καὶ πλείονος ἡμῖν δεῖται καὶ πόνου. Ἐκεῖ μὲν γὰρ συνηθείας περιγενέσθαι μόνον ἔδει, ἐπὶ δὲ τῆς ὀργῆς εὐτονωτέρας δεῖ τῆς σπουδῆς· τυ‐ ραννικὸν γὰρ τὸ πάθος, καὶ πολλάκις παρασύρει τοὺς νήφοντας, καὶ πρὸς τὸ βάραθρον αὐτὸ κατάγει
30τῆς ἀπωλείας. Ἀνάσχεσθε τοίνυν τοῦ μήκους τῶν λόγων. Καὶ γὰρ ἄτοπον καθ’ ἑκάστην ἡμέραν τραυ‐ ματιζομένους ἐν ἀγοραῖς, ἐν οἰκίαις, ὑπὸ φίλων, ὑπὸ συγγενῶν, ὑπὸ ἐχθρῶν, ὑπὸ γειτόνων, ὑπὸ οἰκε‐ τῶν, ὑπὸ γυναικὸς, ὑπὸ παιδίου, ὑπὸ οἰκείων λογι‐
35σμῶν, μηδὲ ἅπαξ τῆς ἑβδομάδος ἁπάσης ὑπὲρ τῆς θεραπείας τῶν τραυμάτων ἐκείνων φροντίζειν, καὶ ταῦτα εἰδότας ὡς ἀδάπανός τε καὶ ἀνώδυνος οὗτος τῆς θεραπείας ὁ τρόπος. Οὐδὲ γὰρ τὸ σιδήριον ἐν τῇ χειρὶ κατέχω νῦν, ἀλλὰ λόγον ἀντὶ σιδηρίου μεταχει‐
40ρίζομαι, σιδηρίου μὲν παντὸς ὄντα τομώτερον, καὶ πᾶσαν τῆς ἁμαρτίας ἐκκόπτοντα τὴν σηπεδόνα, οὐ παρέχοντα δὲ ὀδύνην τῷ τεμνομένῳ. Οὐκ ἔχω πῦρ ἐν τῇ δεξιᾷ, ἀλλ’ ἔχω διδασκαλίαν πυρὸς σφοδροτέραν, οὐ καυτῆρα ἐπάγουσαν, ἀλλ’ ἀναστέλλουσαν μὲν τὴν
45νομὴν τῆς κακίας, ἀντὶ δὲ ἀλγηδόνος πολλὴν τῷ τῆς κακίας ἀπαλλαττομένῳ παρέχουσαν τὴν ἡδο‐ νήν. Οὐ χρεία χρόνων ἐνταῦθα, οὐ χρεία πόνων, οὐ χρεία χρημάτων· ἀρκεῖ θελῆσαι μόνον, καὶ πάντα

51

.

19

(50)

τὰ τῆς ἀρετῆς ἡμῖν κατώρθωται· κἂν ἐννοήσωμεν τὸ ἀξίωμα τοῦ κελεύοντος Θεοῦ καὶ νομοθετοῦντος, ἱκανὴν ληψόμεθα διδασκαλίαν καὶ παραίνεσιν· οὐδὲ γὰρ οἴκοθεν φθεγγόμεθα, ἀλλ’ ἐπὶ τὸν νομοθέτην ἅπαντας ὑμᾶς ἄγομεν. Ἕπεσθε τοίνυν, τῶν θείων
55ἀκούετε νόμων. Ποῦ τοίνυν περὶ ὀργῆς καὶ τοῦ μνη‐ σικακεῖν διελέχθη; Πολλαχοῦ μὲν καὶ ἀλλαχοῦ, μά‐ λιστα δὲ διὰ τῆς παραβολῆς ἐκείνης, ἣν πρὸς τοὺς μαθητὰς ἔλεγεν, οὑτωσί πως ἀρξάμενος· Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βα‐
60σιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶνColumn end

51

.

20

δούλων αὑτοῦ. Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάν‐ των. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν πραθῆναι καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰ
5τέκνα, καὶ πάντα ὅσα εἶχε, καὶ ἀποδοθῆναι. Πε‐ σὼν οὖν ὁ δοῦλος ἐκεῖνος εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει αὐτὸν, λέγων· Κύριε, μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν,
10καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ἐκεῖ‐ νος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας ἔπνιγεν αὐτὸν λέγων· Ἀπόδος μοι ὅ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ,
15παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν, ἕως οὗ ἀποδῷ τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ ἠγανάκτησαν, καὶ ἐλθόντες διεσάφησαν
20τῷ κυρίῳ αὐτῶν. Τότε καλέσας αὐτὸν ὁ κύριος αὐτοῦ εἶπε· Δοῦλε πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; Τότε παρέδωκεν αὐτὸν τοῖς βα‐
25σανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον αὐτῷ. Οὕτω καὶ ὁ Πατήρ μου ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὑτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν.
30 γʹ. Ἡ μὲν παραβολὴ αὕτη· δεῖ δὲ εἰπεῖν, τίνος ἕνεκεν μετὰ αἰτίας αὐτὴν προτέθεικεν· οὐ γὰρ ἁπλῶς εἶπεν, Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν, ἀλλὰ, Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν. Τίνος οὖν ἕνεκεν ἡ αἰτία πρόσκειται; Περὶ ἀνεξικακίας τοῖς μαθηταῖς
35διελέγετο, καὶ κρατεῖν ὀργῆς αὐτοὺς ἐπαίδευε, καὶ τῶν παρ’ ἑτέρων εἰς ἡμᾶς γινομένων ἀδικημάτων μὴ πολὺν ποιεῖσθαι λόγον, οὕτω λέγων· Ἐὰν ἁμάρ‐ τῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε καὶ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου· ἐάν σου ἀκούσῃ ἐκέρ‐
40δησας τὸν ἀδελφόν σου. Ταῦτα δὲ καὶ τὰ τοιαῦτα τοῦ Χριστοῦ διαλεγομένου τοῖς μαθηταῖς καὶ φιλο‐ σοφεῖν διδάσκοντος, Πέτρος, ὁ τοῦ χοροῦ τῶν ἀπο‐ στόλων κορυφαῖος, τὸ στόμα τῶν μαθητῶν, ὁ στῦλος τῆς Ἐκκλησίας, τὸ στερέωμα τῆς πίστεως, ὁ τῆς
45ὁμολογίας θεμέλιος, ὁ τῆς οἰκουμένης ἁλιεὺς, ὁ τὸ γένος ἡμῶν ἀπὸ τοῦ βυθοῦ τῆς πλάνης εἰς τὸν οὐρανὸν ἀναγαγὼν, ὁ πανταχοῦ θερμὸς καὶ παῤῥη‐ σίας γέμων, μᾶλλον δὲ ἀγάπης, ἢ παῤῥησίας, σι‐ γώντων ἁπάντων προσελθὼν τῷ διδασκάλῳ φησί·

51

.

20

(50)

Ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; ὁμοῦ καὶ ἐρωτᾷ καὶ ὑπισχνεῖται, καὶ πρὶν μάθῃ, φιλοτιμεῖται. Τὴν γὰρ γνώμην τοῦ διδασκάλου σαφῶς εἰδὼς, ὅτι πρὸς φιλανθρωπίαν ῥέπει, καὶ πλέον ἐκεῖνος μάλιστα
55πάντων αὐτῷ χαρίζεται ὁ μάλιστα πάντων τὰ ἁμαρ‐ τήματα τῶν πλησίον παρατρέχων καὶ μὴ πικρῶς ἐξετάζων, βουλόμενος ἀρέσαι τῷ νομοθέτῃ, φησίν· Ἕως ἑπτάκις; Εἶτα ἵνα μάθῃς, τί μὲν ἄνθρωπος, τί δὲ Θεὸς, καὶ πῶς ἡ τούτου φιλοτιμία, ὅπουπερ
60ἂν ἀφίκηται, πρὸς τὴν εὐπορίαν τὴν ἐκείνου συγκρι‐ νομένη, πενίας ἐστὶν ἁπάσης εὐτελεστέρα, καὶ ὅτι ὅσον σταγὼν πρὸς πέλαγος ἄπειρον, τοσοῦτον ἡμῶν ἡ ἀγαθότης πρὸς τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν, εἰ‐
πόντος αὐτοῦ, Ἕως ἑπτάκις; καὶ νομίσαντος αὐτοῦ

51

.

21

μεγάλα φιλοτιμεῖσθαι, καὶ δαψιλεύεσθαι, ἄκουσον τί φησιν· Οὐ λέγω σοι, ἕως ἑπτάκις, ἀλλ’ ἕως ἑβδο‐ μηκοντάκις ἑπτά· τινὲς ἑπτὰ καὶ ἑβδομήκοντα νο‐ μίζουσιν, οὐκ ἔστι δέ· ἀλλὰ παρολίγον πεντακοσιο‐
5στόν ἐστι· τὸ γὰρ ἑπτάκις ἑβδομήκοντα, τετρακόσια καὶ ἐννενήκοντά ἐστι. Καὶ μὴ νομίσῃς δύσκολον εἶναι τὸ ἐπίταγμα, ἀγαπητέ. Ἐὰν γὰρ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ἁμαρτόντι συγχωρήσῃς τῆς ἡμέρας, κἂν σφόδρα ᾖ λίθινος, κἂν αὐτῶν τῶν δαιμόνων ἀγριώ‐
10τερος ὁ λελυπηκὼς, οὐκ ἔσται οὕτως ἀναίσθητος, ὡς πάλιν τοῖς αὐτοῖς περιπεσεῖν, ἀλλὰ τῇ πυκνότητι τῆς συγχωρήσεως σωφρονισθεὶς, βελτίων ἔσται καὶ ἐπιεικέστερος· σύ τε αὖ ἐὰν ᾖς παρεσκευασμένος τοσαυτάκις καταφρονεῖν τῶν εἰς σὲ γινομένων ἁμαρ‐
15τημάτων, ἀπὸ μιᾶς καὶ δευτέρας καὶ τρίτης συγχω‐ ρήσεως γυμνασάμενος, οὐδὲ πόνον ἕξεις λοιπὸν ἐν τῇ τοιαύτῃ φιλοσοφίᾳ, μελετήσας καθάπαξ τῇ πυ‐ κνότητι τῆς συγχωρήσεως μηδὲ πλήττεσθαι παρὰ τῶν τοῦ πέλας ἁμαρτημάτων. Ταῦτα ἀκούσας ὁ
20Πέτρος, ἀχανὴς εἱστήκει, οὐχ ὑπὲρ ἑαυτοῦ φρον‐ τίζων μόνον, ἀλλὰ καὶ ὑπὲρ τῶν μελλόντων αὐτῷ ἐμπιστεύεσθαι. Ἵνα οὖν μὴ τὸ αὐτὸ ποιήσῃ, ὅπερ καὶ ἐφ’ ἑτέρων ἐντολῶν ἐποίησε, προλαβὼν ἀπέκλει‐ σεν αὐτῷ πᾶσαν ἐρώτησιν. Τί δὲ ἐπὶ τῶν λοιπῶν
25ἐντολῶν ἐποίησεν; Εἴ ποτέ τι τοιοῦτον ὁ Χριστὸς ἐπέταττεν, ὃ δυσκολίαν τινὰ ἔχειν ἐδόκει, προπηδῶν τῶν ἄλλων ἠρώτα καὶ ἐπυνθάνετο περὶ τῆς ἐντολῆς. Καὶ γὰρ ὅτε προσελθὼν ὁ πλούσιος περὶ τῆς αἰωνίου ζωῆς τὸν Χριστὸν ἠρώτα, καὶ μαθὼν τὰ ποιητικὰ
30τῆς τελειότητος, ἀπῄει λυπούμενος ὑπὸ τῶν χρημά‐ των, εἰπόντος τοῦ Χριστοῦ, ὅτι εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυμαλιᾶς ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εἰσελθεῖν· ὁ Πέτρος, καίτοι πάντων ἑαυτὸν γυμνώσας, καὶ οὐδὲ τὸ ἄγκι‐
35στρον κατέχων λοιπὸν, ἀλλὰ καὶ τῆς τέχνης καὶ τοῦ ἀκατίου καταφρονήσας, προσελθὼν ἔλεγε τῷ Χριστῷ· Καὶ τίς δύναται σωθῆναι; Καὶ ὅρα καὶ ἐπιεί‐ κειαν μαθητοῦ, καὶ θερμότητα· οὔτε γὰρ εἶπεν· Ἀδύνατα ἐπιτάττεις, δύσκολον τὸ ἐπίταγμα, χαλε‐
40πὸς ὁ νόμος· οὔτε ἐσίγησεν, ἀλλὰ καὶ τὴν ὑπὲρ τῶν λοιπῶν κηδεμονίαν ἐπεδείξατο, καὶ τὴν διδασκάλῳ παρὰ μαθητοῦ τιμὴν ὀφειλομένην ἀπένειμεν, οὕτως εἰπών· Καὶ τίς δύναται σωθῆναι; καὶ μηδέπω γενό‐ μενος ποιμὴν, ποιμένος εἶχε ψυχὴν, καὶ μηδέπω
45τὴν ἀρχὴν ἐγχειρισθεὶς, τὴν πρέπουσαν ἄρχοντι κη‐ δεμονίαν ἐφύλαττεν, ὑπὲρ τῆς οἰκουμένης ἁπάσης φροντίζων. Εἰ μὲν γὰρ πλούσιος ἦν, καὶ πολλὰ χρήματα περιβεβλημένος, ἴσως εἶπέ τις ἂν, ὅτι οὐ τῶν λοιπῶν, ἀλλ’ ἑαυτοῦ κηδόμενος, καὶ ὑπὲρ τῶν

51

.

21

(50)

καθ’ ἑαυτὸν πραγμάτων φροντίζων, ταύτην προσῆγε τὴν πεῦσιν· νυνὶ δὲ ἡ πενία ταύτης αὐτὸν ἀπαλλάτ‐ τει τῆς ὑποψίας, καὶ δείκνυσιν ὡς τῆς ἑτέρων κη‐ δόμενος σωτηρίας ἐμερίμνα καὶ περιειργάζετο, καὶ παρὰ τοῦ διδασκάλου μαθεῖν ἐβούλετο τὴν τῆς σωτη‐
55ρίας ὁδόν. Διὰ τοῦτο καὶ ὁ Χριστὸς αὐτὸν παραθαῤ‐ ῥύνων λέγει· Τὰ παρὰ ἀνθρώποις ἀδύνατα, παρὰ τῷ Θεῷ δυνατά ἐστι. Μὴ γὰρ νομίσῃς, φησὶν, ὑμᾶς ἐρήμους ἐγκαταλιμπάνεσθαι· ἐγὼ συνεφάπτομαι ταύ‐ της ὑμῖν τῆς σπουδῆς, καὶ τὰ ἄπορα ποιῶ ῥᾴδια
60γενέσθαι καὶ εὔκολα. Πάλιν περὶ γάμου καὶ γυναι‐ κὸς διαλεγομένου τοῦ Χριστοῦ καὶ λέγοντος, ὅτι Ὁ ἀπολύων γυναῖκα παρεκτὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι, καὶ πᾶσαν κακίαν γυναικὸς παραινοῦντος φέρειν πλὴν πορνείας μόνης, ὁ Πέτρος,
65τῶν ἄλλων σιγώντων, προσελθὼν ἔλεγε τῷ Χριστῷ·Column end

51

.

22

Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικὸς, οὐ συμφέρει γαμῆσαι. Ὅρα καὶ ἐνταῦθα πῶς καὶ τὴν πρέπουσαν διδα‐ σκάλῳ τιμὴν ἐφύλαξε, καὶ τῆς τῶν λοιπῶν ἐφρόντισε
5σωτηρίας, οὐδὲ ἐνταῦθα ὑπὲρ τῶν καθ’ ἑαυτὸν μερι‐ μνῶν. Ἵνα οὖν μὴ καὶ ἐνταῦθα εἴπῃ τι τοιοῦτον, προ‐ λαβὼν διὰ τῆς παραβολῆς προανεῖλεν αὐτοῦ τὴν ἀντίῤῥησιν. Τούτου χάριν καὶ ὁ εὐαγγελιστὴς εἶπε· Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν
10ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὑτοῦ· δεικνὺς ὅτι διὰ τοῦτο λέγει τὴν παραβολὴν ταύτην, ἵνα μάθῃς ὅτι κἂν ἑβδο‐ μηκοντάκις ἑπτὰ ἀφῇς τῆς ἡμέρας τῷ ἀδελφῷ τὰ ἁμαρτήματα, οὐδέπω οὐδὲν μέγα εἰργάσω, ἀλλὰ πολὺ
15καὶ ἄφατον ἀπολείπῃ τῆς δεσποτικῆς φιλανθρωπίας, καὶ οὐ τοσοῦτον δίδως ὅσον λαμβάνεις. δʹ. Ἐπακούσωμεν τοίνυν τῆς παραβολῆς· εἰ γὰρ δοκεῖ καὶ αὐτόθεν εἶναι σαφὴς, ἀλλ’ ἔχει καὶ ἐναποκεκρυμ‐ μένον τινὰ θησαυρὸν νοημάτων ἄφατον. Ὡμοιώθη ἡ
20βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἠθέλησε συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. Μὴ παραδράμῃς ἁπλῶς τὴν ῥῆσιν, ἀλλὰ καὶ ἀνάπτυξόν μοι τὸ δικαστήριον ἐκεῖνο, καὶ εἰς τὸ συνειδὸς εἰσελ‐ θὼν τὸ σεαυτοῦ, ἀναλόγισαι τὰ πεπραγμένα σοι παρὰ
25πᾶσαν τὴν ζωήν· καὶ ὅταν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, καὶ βασιλεῖς, καὶ στρατηγοὺς, καὶ ἐπάρχους, καὶ πλουσίους καὶ πένη‐ τας, καὶ δούλους καὶ ἐλευθέρους, καὶ πάντας ἀναλο‐ γίζου· Πάντας γὰρ ἡμᾶς φανερωθῆναι δεῖ ἔμπρο‐
30σθεν τοῦ βήματος τοῦ Χριστοῦ. Κἂν πλούσιος ᾖς, ἐννόησον ὅτι δώσεις λόγον, πότερον εἰς πόρνας, ἢ εἰς πένητας τὰ χρήματα κατηνάλωσας, πότερον εἰς πα‐ ρασίτους καὶ κόλακας, ἢ εἰς τοὺς δεομένους, πότερον εἰς ἀσέλγειαν ἢ εἰς φιλανθρωπίαν, πότερον εἰς
35τρυφὴν καὶ ἀσωτίαν καὶ μέθην, ἢ εἰς τὴν τῶν ἐπηρεαζομένων βοήθειαν. Οὐχ ὑπὲρ τῆς δαπάνης δὲ μόνον, ἀλλὰ καὶ ὑπὲρ τῆς κτήσεως ἀπαιτηθήσῃ λόγον, πότερον ἐκ δικαίων πόνων, ἢ ἐξ ἁρπαγῆς καὶ πλεονεξίας συνέλεξας, πότερον κλῆρον διαδεξάμε‐
40νος πατρῷον, ἢ τὰς τῶν ὀρφανῶν καταστρέψας οἰκίας, καὶ τὰς τῶν χηρῶν διαρπάσας οὐσίας. Καὶ καθάπερ ἡμεῖς τοῖς οἰκέταις τοῖς ἡμετέροις οὐχὶ τῆς ἐξόδου μόνον τῶν χρημάτων, ἀλλὰ καὶ τῆς εἰσόδου ἀπαιτοῦ‐ μεν τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο τὰ
45χρήματα, καὶ παρὰ τίνων, καὶ πῶς, καὶ πόσα· οὕτω δὴ καὶ ὁ Θεὸς οὐχὶ τῆς δαπάνης μόνον, ἀλλὰ καὶ τῆς κτήσεως ἡμᾶς ἀπαιτεῖ τὰς εὐθύνας. Οὐχ ὁ πλούσιος δὲ μόνον, ἀλλὰ καὶ ὁ πένης τῆς πενίας δίδωσι λόγον· εἰ γενναίως καὶ εὐχαρίστως τὴν πενίαν ἤνεγκεν,

51

.

22

(50)

εἰ μὴ ἀπεδυσπέτησεν, εἰ μὴ ἐδυσχέρανεν, εἰ μὴ κατηγόρησε τῆς τοῦ Θεοῦ προνοίας, ἕτερον ὁρῶν τρυφῶντα καὶ σπαταλῶντα, ἑαυτὸν δὲ ὄντα ἐν ἐν‐ δείᾳ. Ὥσπερ γὰρ ὁ πλούσιος τῆς ἐλεημοσύνης, οὕτω καὶ ὁ πένης τῆς ὑπομονῆς ἀπαιτεῖται λόγον· μᾶλλον
55δὲ οὐδὲ τῆς ὑπομονῆς μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς
ἐλεημοσύνης· οὐ γάρ ἐστι κώλυμα πρὸς ἐλεημοσύνην

51

.

23

ἡ πενία. Καὶ μάρτυς ἡ χήρα ἡ τὰ δύο καταβαλοῦσα λεπτὰ, καὶ τοὺς πολλὰ καταθέντας ὑπερακοντίσασα διὰ τῆς μικρᾶς ἐκείνης καταβολῆς. Οὐ πλούσιοι δὲ καὶ πένητες μόνον, ἀλλὰ καὶ ἄρχοντες καὶ δικασταὶ
5μετὰ πολλῆς ἐξετάζονται τῆς ἀκριβείας, εἰ μὴ δι‐ έφθειραν τὸ δίκαιον, εἰ μὴ πρὸς χάριν, εἰ μὴ πρὸς ἀπέχθειαν ἐψηφίσαντο τοῖς δικαζομένοις, εἰ μὴ κο‐ λακευθέντες ἔδωκαν παρὰ τὸ δέον τὴν ψῆφον, εἰ μὴ μνησικακοῦντες ἐπηρέασαν τοῖς οὐδὲν ἠδικη‐
10κόσιν Οὐχ οἱ ἔξωθεν δὲ μόνον ἄρχοντες, ἀλλὰ καὶ οἱ τῶν Ἐκκλησιῶν προεστῶτες τῆς οἰκείας ἀρχῆς ὑφέξουσι τὸν λόγον· καὶ μάλιστα οὗτοί εἰσιν οἱ ἐπὶ πλέον τὰς πικρὰς καὶ βαρείας εὐθύνας ὑπέχοντες. Καὶ γὰρ ὁ τοῦ
15λόγου τὴν διακονίαν ἐγκεχειρισμένος ἐξετασθήσεται μετὰ ἀκριβείας ἐκεῖ, εἰ μήτε ὄκνῳ, μήτε φθόνῳ παρεῖδέ τι τῶν δεόντων εἰπεῖν, καὶ διὰ τῶν ἔργων ἐπέδειξεν, ὅτι πάντα διεστείλατο, καὶ οὐδὲν ἔκρυψε τῶν συμφερόντων. Πάλιν ὁ τὴν ἐπισκοπὴν λαχὼν,
20ὅσῳ πρὸς μείζονα ὄγκον ἀναβέβηκε, τοσούτῳ πλείονα ἀπαιτηθήσεται λόγον, οὐχὶ διδασκαλίας μόνον καὶ πενήτων προστασίας, ἀλλὰ καὶ χειροτονιῶν δοκιμα‐ σίας καὶ μυρίων ἑτέρων. Καὶ ταῦτα δηλῶν ὁ Παῦλος τῷ Τιμοθέῳ ἔγραφε· Χεῖρας ταχέως μηδενὶ ἐπι‐
25τίθει, μηδὲ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις· καὶ Ἑβραίοις δὲ περὶ τῶν αὐτῶν ἀρχόντων παραινῶν, ἑτέρως ἐφόβει οὕτω λέγων· Πείθεσθε τοῖς ἡγουμέ‐ νοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες.
30Τότε οὐχὶ πραγμάτων δὲ μόνων, ἀλλὰ καὶ ῥημάτων παρέξομεν εὐθύνας. Καθάπερ γὰρ καὶ ἡμεῖς ἀργύρια τοῖς οἰκέταις ἐμπιστεύσαντες, ἁπάντων ἀπαιτοῦμεν αὐτοὺς λόγον, οὕτω καὶ ὁ Θεὸς, ῥήματα ἡμῖν ἐμπι‐ στεύσας, ζητήσει τῆς δαπάνης αὐτῶν τὸν τρόπον.
35Ἀπαιτούμεθα δὲ καὶ ἐξεταζόμεθα μετὰ ἀκριβείας, εἰ μὴ εἰκῆ μηδὲ μάτην αὐτὰ ἀναλώσαμεν· οὐ γὰρ οὕτως ἀργύριον ἁπλῶς ἀναλωθὲν ἔβλαψεν, ὡς ῥήματα εἰκῆ καὶ μάτην ἐξενεχθέντα καὶ εἰς οὐδὲν δέον. Ἀργύριον μὲν γὰρ μάτην δαπανηθὲν ἐν χρή‐
40μασι πολλάκις τὴν ζημίαν ἤνεγκε, λόγος δὲ ἁπλῶς προενεχθεὶς ὁλοκλήρους ἀνέτρεψεν οἰκίας, καὶ ψυχὰς ἀπώλεσε καὶ κατέλυσε· καὶ τῶν μὲν χρημάτων τὴν ζημίαν διορθῶσαι πάλιν ἔνι, λόγον δὲ ἐκπηδήσαντα καθάπαξ ἀνακτήσασθαι πάλιν οὐκ ἔνι.
45 Καὶ ὅτι λόγων δίδομεν δίκας, ἄκουσον τί φησιν ὁ Χριστός· Λέγω δὲ ὑμῖν, ὅτι πᾶν ῥῆμα ἀργὸν, ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι ἐπὶ τῆς γῆς, ἀπο‐ δώσουσι λόγον περὶ αὐτοῦ ἐν ἡμέρᾳ κρίσεως· ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν

51

.

23

(50)

λόγων σου κατακριθήσῃ. Οὐ ῥημάτων δὲ μόνον δίδομεν εὐθύνας, ἀλλὰ καὶ ἀκουσμάτων· οἷον εἰ παρ‐ αδέξω κατηγορίαν κατὰ τοῦ πλησίον ψευδῆ λεγομέ‐ νην· Ἀκοὴν γὰρ, φησὶ, ματαίαν μὴ παραδέξῃ. Εἰ δὲ οἱ δεχόμενοι ματαίαν ἀκοὴν οὐκ ἂν τύχοιεν συγ‐
55γνώμης, οἱ διαβάλλοντες καὶ κατηγοροῦντες ποίαν ἕξουσιν ἀπολογίαν; εʹ. Καὶ τί λέγω ῥήματα καὶ ἀκοὴν, ὅπου γε καὶ ἐνθυ‐
μημάτων εὐθύνας ὑπέχομεν; Καὶ τοῦτο αὐτὸ ὁ Παῦ‐Column end

51

.

24

λος δηλῶν ἔλεγεν· Ὥστε μὴ πρὸ καιροῦ τι κρίνετε, ἕως ἂν ἔλθῃ ὁ Κύριος, ὃς καὶ φωτίσει τὰ κρυπτὰ τοῦ σκότους, καὶ φανερώσει τὰς βουλὰς τῶν καρδιῶν. Καὶ ὁ Ψαλμῳδὸς δέ φησιν, ὅτι Ἐνθύμιον
5ἀνθρώπου ἐξομολογήσεταί σοι. Τί ἐστιν, Ἐνθύ‐ μιον ἀνθρώπου ἐξομολογήσεταί σοι; Οἷον, εἰ μετὰ δόλου καὶ πονηρᾶς γνώμης πρὸς τὸν ἀδελφὸν διελέ‐ χθης, εἰ διὰ τοῦ στόματος αὐτὸν ἐπαινῶν καὶ τῆς γλώττης, κατὰ διάνοιαν ἐκάκωσας καὶ ἐφθόνησας
10αὐτῷ. Πάλιν γὰρ τοῦτο αὐτὸ ὁ Χριστὸς αἰνιττόμενος, ὅτι οὐχὶ ἔργων μόνον, ἀλλὰ καὶ ἐνθυμημάτων δίδο‐ μεν δίκην, ἔλεγεν· Ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὑτοῦ. Καίτοι οὐ προῆλθεν εἰς ἔργον ἡ
15ἁμαρτία, ἀλλ’ ἐν διανοίᾳ τέως ἐστίν· ἀλλ’ οὐδὲ οὕ‐ τως ἀνέγκλητος δύναται μεῖναι ὁ διὰ τοῦτο περι‐ σκοπῶν κάλλη γυναικῶν, ἵνα ἀνάψῃ πορνείας ἐπιθυ‐ μίαν. Ὅταν οὖν ἀκούσῃς, ὅτι συναίρει λόγον μετὰ τῶν δούλων αὐτοῦ, μὴ παρέλθῃς ἁπλῶς τὴν ῥῆσιν,
20ἀλλ’ ἐννόησον πᾶσαν ἀξίαν, πᾶσαν ἡλικίαν, ἑκατέραν τὴν φύσιν, τῶν τε ἀνδρῶν, τῶν τε γυναικῶν· ἐν‐ νόησον οἷον ἔσται τότε τὸ δικαστήριον, ἀναλόγισαι τὰ ἡμαρτημένα σοι πάντα. Κἂν γὰρ αὐτὸς ἐπιλάθῃ τῶν πεπλημμελημένων, Θεὸς οὐδέποτε ἐπιλήσεται,
25ἀλλὰ πάντα πρὸ τῶν ὀφθαλμῶν στήσει τῶν ἡμε‐ τέρων, ἂν μὴ προλαβόντες αὐτὰ καταλύσωμεν νῦν διὰ μετανοίας καὶ ἐξομολογήσεως, καὶ τοῦ μηδέποτε μνησικακεῖν τοῖς πλησίον. Τίνος δὲ ἕνεκεν ποιεῖ τὸ λογοθέσιον; Οὐχ ὡς αὐτὸς ἀγνοῶν, (πῶς γὰρ, ὁ εἰ‐
30δὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν;) ἀλλ’ ἵνα σε πείσῃ τὸν οἰκέτην, ὅτι δικαίως ὀφείλεις, ὅπερ ἂν ὀφείλῃς· μᾶλλον δὲ οὐχ ἵνα μάθῃς μόνον, ἀλλ’ ἵνα καὶ ἀπονίψῃ· ἐπεὶ καὶ τῷ προφήτῃ διὰ τοῦτο ἐκέ‐ λευσε τὰ ἁμαρτήματα λέγειν τῶν Ἰουδαίων. Λέγε
35γὰρ, φησὶ, τὰς ἀνομίας αὐτῶν τῷ οἴκῳ Ἰακὼβ, καὶ τὰς ἁμαρτίας αὐτῶν τῷ οἴκῳ Ἰσραήλ· οὐχ ἵνα ἀκούσωσι μόνον, ἀλλ’ ἵνα διορθώσωνται. Ἀρξα‐ μένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων. Ἆρα πόσα ἐν‐
40επιστεύθη, ὅτι τοσαῦτα κατέφαγε; Μέγας ὁ τῶν ὀφλημάτων ὄγκος· καὶ οὐχὶ μόνον τοῦτο ἦν τὸ χα‐ λεπὸν, ἀλλ’ ὅτι καὶ πρῶτος προσηνέχθη τῷ δεσπότῃ. Εἰ μὲν γὰρ μετὰ πολλοὺς ἑτέρους εὐγνωμονήσαντας οὗτος προσηνέχθη, οὐχ οὕτω θαυμαστὸν ἦν τὸ μὴ
45παροξυνθῆναι τὸν δεσπότην· ἡ γὰρ τῶν φθασάντων εὐγνωμοσύνη τοῖς μετὰ ταῦτα ἠγνωμονηκόσιν ἡμε‐ ρώτερον αὐτὸν ἔμελλε ποιεῖν. Τὸ δὲ πρῶτον εἰσαχ‐ θέντα ἀγνώμονα φανῆναι, καὶ οὕτως ἀγνώμονα γε‐ νόμενον, φιλανθρώπου τυχεῖν δεσπότου, τοῦτό ἐστι

51

.

24

(50)

τὸ μάλιστα θαυμαστὸν καὶ παράδοξον. Ἄνθρωποι μὲν οὖν, ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας, ὥσπερ θή‐ ραν καὶ ἄγραν εὑρόντες, οὕτω γεγήθασι, καὶ πάντα ποιοῦσιν, ὅπως τὸ πᾶν ἀπαιτήσωσι· κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ τῶν χρη‐
55μάτων ὀργὴν εἰς τὸ ταλαίπωρον σῶμα τῶν ἀθλίων ἐκχέουσιν, αἰκίζοντες καὶ τύπτοντες καὶ μυρία αὐτῷ διατιθέντες κακά. Ὁ δὲ Θεὸς τοὐναντίον ἅπαντα ἐκίνει καὶ ἐπραγματεύετο, ὅπως αὐτὸν ἀπαλλάξῃ τῶν ὀφλημάτων. Ἐπὶ γὰρ ἡμῶν τὸ ἀπαιτῆσαι,
60πλοῦτος· ἐπὶ δὲ Θεοῦ τὸ συγχωρῆσαι, πλοῦτος· ἡμεῖς ἐπειδὰν λάβωμεν τὰ ὀφειλόμενα, τότε εὐπορώτεροι γινόμεθα· ὁ δὲ Θεὸς ἐπειδὰν συγχωρήσῃ τὰ πλημ‐
μελήματα, τότε μάλιστα πλουτεῖ· πλοῦτος γὰρ Θεοῦ

51

.

25

τῶν ἀνθρώπων ἡ σωτηρία, καθάπερ ὁ Παῦλός φησιν· Ὁ πλουτῶν εἰς πάντας, καὶ ἐπὶ πάντας τοὺς ἐπικαλουμένους αὐτόν. Ἀλλ’ ἴσως εἴποι τις ἄν· Καὶ πῶς ὁ βουλόμενος ἀφεῖναι καὶ συγχωρῆσαι τὰ
5ἐγκλήματα, ἐκέλευσεν αὐτὸν πραθῆναι; Αὐτὸ μὲν οὖν τοῦτο μάλιστα αὐτοῦ τὴν φιλανθρωπίαν δείκνυ‐ σιν. Ἀλλὰ μὴ ἐπειγώμεθα, ἀλλὰ τάξει προβαίνω‐ μεν ἐπὶ τὴν τῆς παραβολῆς διήγησιν. Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, φησί. Τί ἐστι, Μὴ ἔχοντος
10αὐτοῦ ἀποδοῦναι; Πάλιν ἐπίτασις ἀγνωμοσύνης· ὅταν γὰρ εἴπῃ, Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι, οὐ‐ δὲν ἄλλο λέγει, ἀλλ’ ἢ ὅτι κατορθωμάτων ἔρημος ἦν, καὶ οὐδὲν εἶχεν ἔργον ἀγαθὸν, ὥστε λογισθῆναι αὐτῷ εἰς τὴν τῶν ἁμαρτημάτων ἀπαλλαγήν· λο‐
15γίζεται γὰρ, λογίζεται πάντως ἡμῖν ἐπὶ ἁμαρτημά‐ των ἀπαλλαγῇ κατορθώματα, καθάπερ οὖν καὶ πί‐ στις εἰς δικαιοσύνην. Τῷ γὰρ μὴ ἐργαζομένῳ, πι‐ στεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λο‐ γίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην. Καὶ τί
20λέγω πίστιν καὶ κατορθώματα, ὅπου γε καὶ θλίψεις λογίζονται ἡμῖν εἰς ἁμαρτημάτων ἀνάλυσιν; Καὶ τοῦτο δηλοῖ μὲν ὁ Χριστὸς διὰ τῆς τοῦ Λαζάρου πα‐ ραβολῆς, εἰσάγων τὸν Ἀβραὰμ λέγοντα πρὸς τὸν πλούσιον, ὅτι Λάζαρος ἀπέλαβεν ἐν τῇ ζωῇ αὐτοῦ τὰ
25κακὰ, καὶ διὰ τοῦτο ὧδε παρακαλεῖται. Δηλοῖ δὲ καὶ ὁ Παῦλος Κορινθίοις ἐπιστέλλων περὶ τοῦ πεπορνευ‐ κότος, καὶ λέγων οὕτω· Παράδοτε τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκὸς, ἵνα τὸ πνεῦμα σωθῇ. Καὶ ἑτέρους δὲ ἡμαρτηκότας παραμυθούμενος
30οὕτως ἔλεγε· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἰ γὰρ ἑαυ‐ τοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου, παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Εἰ δὲ πειρασμὸς, καὶ νόσος,
35καὶ ἀσθένεια, καὶ σαρκὸς ὄλεθρος, ἅπερ ἀβουλήτως ὑπομένομεν, οὐκ αὐτοὶ κατασκευάζοντες, λογίζεται ἡμῖν εἰς ἁμαρτίας διάλυσιν, πολλῷ μᾶλλον κατορθώ‐ ματα, ἅπερ ἑκόντες καὶ σπουδάζοντες μετερχόμεθα. Ἀλλ’ οὗτος ἔρημος μὲν ἀγαθοῦ παντὸς ἦν, φορ‐
40τίον δὲ ἁμαρτημάτων ἀφόρητον εἶχε· διὰ τοῦτό φησι· Μὴ ἔχοντος αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν πραθῆναι· ὅθεν μάλιστα ἔστι τοῦ Δεσπότου τὴν φιλανθρωπίαν καταμαθεῖν, ὅτι καὶ τὸ λογοθέσιον ἐποίησε, καὶ πραθῆναι ἐκέλευσεν· ἀμφότερα γὰρ
45ταῦτα εἰργάσατο, ὥστε αὐτὸν μὴ πραθῆναι. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τοῦ τέλους· εἰ γὰρ πραθῆναι αὐτὸν ἐβούλετο, τίς ὁ κωλύων ἦν; τίς ὁ ἐμποδίζων; ϛʹ. Τίνος οὖν ἕνεκεν ἐκέλευσε, μὴ μέλλων ποιεῖν; Ἵνα αὐξήσῃ τὸν φόβον· τὸν δὲ φόβον ηὔξησε διὰ τῆς

51

.

25

(50)

ἀπειλῆς, ἵνα αὐτὸν εἰς ἱκετηρίαν ἐμβάλῃ· εἰς ἱκε‐ τηρίαν δὲ αὐτὸν ἐνέβαλεν, ἵνα ἀφορμὴν λάβῃ συγ‐ χωρήσεως. Ἠδύνατο μὲν γὰρ καὶ πρὸ τῆς παρα‐ κλήσεως αὐτὸν ἀφεῖναι, ἀλλ’ ἵνα μὴ χείρονα ἐργά‐ σηται, τοῦτο οὐκ ἐποίησεν. Ἠδύνατο καὶ πρὸ τοῦ
55λογοθεσίου ποιῆσαι τὴν συγχώρησιν, ἀλλ’ ἵνα μὴ τὸν ὄγκον ἀγνοῶν τῶν ἁμαρτημάτων, ἀπανθρωπό‐ τερος γένηται καὶ ὠμότερος περὶ τοὺς πλησίον, διὰ τοῦτο αὐτὸν πρότερον ἐδίδαξε τὸ μέγεθος τοῦ χρέους, καὶ τότε ἀφῆκεν ἅπαν. Εἰ γὰρ τοῦ λογοθεσίου γε‐
60νομένου, καὶ τοῦ ὀφειλήματος δειχθέντος, καὶ τῆς ἀπειλῆς ἐπενεχθείσης, καὶ τῆς καταδίκης γενομένης δήλης, ἣν ὑπομεῖναι δίκαιος ἦν, οὕτως ἄγριος καὶ
ὠμὸς περὶ τὸν σύνδουλον ἐγένετο· εἰ μηδὲν τούτωνColumn end

51

.

26

ἐξέβη, ποῦ οὐκ ἂν ἐξώλισθεν ἀγριότητος; Διὰ τοῦτο ταῦτα πάντα ὁ Θεὸς ἐποίει καὶ ἐπραγματεύετο, προαναστέλλων αὐτοῦ τὴν ἀπήνειαν ἐκείνην. Εἰ δὲ μηδενὶ διωρθώθη τούτων, οὐ παρὰ τὸν διδάσκαλον,
5ἀλλὰ παρ’ ἐκεῖνον τὸν μὴ δεξάμενον τὴν διόρθωσιν ἡ αἰτία. Πλὴν ἀλλ’ ἴδωμεν πῶς αὐτῷ μεθοδεύει τὸ ἕλκος. Πεσὼν οὖν, φησὶ, παρὰ τοὺς πόδας αὐτοῦ, παρ‐ εκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπ’ ἐμοὶ, καὶ πάντα σοι ἀποδώσω. Καὶ μὴ μὴν εἶπεν, ὅτι οὐκ
10εἶχεν ἀποδοῦναι· ἀλλὰ τοιοῦτον τῶν ὀφειλόντων τὸ ἔθος, κἂν μηδὲν ἔχωσιν ἀποδοῦναι, ἐπαγγέλλονται, ὥστε τῶν παρόντων ἀπαλλαγῆναι δεινῶν. Ἀκούσωμεν ὅσοι ῥᾳθυμοῦμεν εὐχῆς, πόση τῶν δεήσεων ἡ δύναμις. Οὐ νηστείαν ἐπεδείξατο οὗτος,
15οὐκ ἀκτημοσύνην, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν, ἀλλ’ ἔρημος ὢν καὶ γυμνὸς πάσης ἀρετῆς, ἐπειδὴ παρεκάλεσε τὸν δεσπότην μόνον, ἴσχυσεν αὐτὸν ἐπισπάσασθαι πρὸς ἔλεον. Μὴ τοίνυν ἀπαγορεύωμεν ἐν ταῖς δεήσεσι. Τίς γὰρ τούτου γένοιτ’ ἂν ἁμαρτω‐
20λότερος, ὃς τοσούτοις μὲν ἐγκλήμασιν ὑπεύθυνος ἦν, κατόρθωμα δὲ οὐ μικρὸν, οὐ μέγα ἐκέκτητο; Ἀλλ’ ὅμως οὐκ εἶπε πρὸς ἑαυτόν· Ἀπαῤῥησίαστός εἰμι, αἰσχύνης γέμω, πῶς δύναμαι προσελθεῖν; πῶς δύ‐ ναμαι παρακαλέσαι; ὃ πολλοὶ τῶν ἁμαρτανόντων λέ‐
25γουσι, διαβολικὴν νοσοῦντες εὐλάβειαν. Ἀπαῤῥη‐ σίαστος εἶ; Διὰ τοῦτο πρόσελθε, ἵνα κτήσῃ παῤῥη‐ σίαν πολλήν. Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ μέλλων σοι καταλλάττεσθαι, ἵνα αἰσχυνθῇς καὶ ἐρυθριάσῃς; Θεός ἐστιν, ὁ σοῦ μᾶλλον βουλόμενος ἀπαλλάξαι σε
30τῶν ἐγκλημάτων· οὐχ οὕτω σὺ τῆς σεαυτοῦ ἀσφα‐ λείας ἐπιθυμεῖς, ὡς ἐκεῖνος ἐφίεταί σου τῆς σωτη‐ ρίας· καὶ τοῦτο δι’ αὐτῶν τῶν ἔργων ἡμᾶς ἐπαίδευ‐ σεν. Οὐκ ἔχεις παῤῥησίαν; Διὰ τοῦτο δυνήσῃ παῤ‐ ῥησίαν ἔχειν, ὅτι οὕτω διάκεισαι· μεγίστη γὰρ
35παῤῥησία, τὸ μὴ νομίζειν ἔχειν παῤῥησίαν· ὥσπερ οὖν αἰσχύνη μεγίστη, τὸ δικαιοῦν ἑαυτὸν ἐνώπιον Κυρίου. Ἐκεῖνος ἀκάθαρτός ἐστι, κἂν ἁπάντων ἀνθρώπων ἁγιώτερος ᾖ· ὥσπερ οὖν δίκαιος γίνεται ὁ πείσας ἑαυτὸν πάντων ἔσχατον εἶναι. Καὶ μάρ‐
40τυρες τῶν λεγομένων ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Μὴ τοίνυν ἀπογινώσκωμεν ἐν τοῖς ἁμαρτήμασι, μηδὲ ἀπαγορεύωμεν, ἀλλὰ προσερχώμεθα τῷ Θεῷ, προσ‐ πίπτωμεν, παρακαλῶμεν, ὅπερ οὗτος ἐποίησε, μέ‐ χρι τούτου καλῇ τῇ γνώμῃ χρησάμενος. Τό τε μὴ
45ἀπαγορεῦσαι, τό τε μὴ ἀπογνῶναι, τό τε ὁμολο‐ γῆσαι τὰ ἡμαρτημένα, τό τε αἰτῆσαι ἀναβολήν τινα καὶ μέλλησιν, ταῦτα πάντα καλὰ, καὶ διανοίας συντετριμμένης, καὶ τεταπεινωμένης ψυχῆς. Τὰ δὲ ἐντεῦθεν οὐκ ἔτι ὅμοια τοῖς προτέροις· ἅπερ γὰρ διὰ

51

.

26

(50)

τῆς ἱκετηρίας συνήγαγε, ταῦτα ἀθρόον ἐξέχεεν ἅπαντα διὰ τῆς εἰς τὸν πλησίον ὀργῆς. Ἀλλὰ τέως ἐπὶ τὸν τρόπον τῆς συγχωρήσεως ἔλθωμεν· ἴδωμεν πῶς αὐ‐ τὸν ἀφῆκε, καὶ πόθεν ἐπὶ τοῦτο ἦλθεν ὁ δεσπότης. Σπλαγχνισθεὶς ὁ κύριος αὐτοῦ, φησὶν, ἀπέλυσεν
55αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. Ἐκεῖνος μέλ‐ λησιν ᾔτησεν, οὗτος συγχώρησιν ἔδωκεν· ὥστε πλέον οὗ ᾔτησεν, ἔλαβεν ἐκεῖνος. Διὸ καὶ Παῦλός φησι· Τῷ δυναμένῳ πάντα ποιῆσαι ὑπὲρ ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν. Οὐδὲ γὰρ ἰσχύεις ἐννοῆσαι
60τοσαῦτα, ὅσα ἐκεῖνός σοι παρεσκεύασται δοῦναι. Μὴ
τοίνυν αἰσχυνθῇς, μηδὲ ἐρυθριάσῃς· μᾶλλον δὲ αἰσ‐

51

.

27

χύνου μὲν ἐπὶ τοῖς ἁμαρτήμασι, μὴ ἀπογίνωσκε δὲ, μηδὲ ἀφίστασο τῆς εὐχῆς, ἀλλὰ πρόσελθε καὶ ἁμαρ‐ τωλὸς ὢν, ἵνα καταλλάξῃς σου τὸν Δεσπότην, ἵνα δῷς αὐτῷ τὴν οἰκείαν φιλανθρωπίαν ἐν τῇ συγχω‐
5ρήσει τῶν ἁμαρτιῶν τῶν σῶν ἐπιδείξασθαι· ὡς ἐὰν φοβηθῇς προσελθεῖν ἐνεπόδισας αὐτοῦ τῇ ἀγαθότητι, διεκώλυσας αὐτοῦ τῆς χρηστότητος τὴν δαψίλειαν, τό γε εἰς σὲ ἧκον. Μὴ τοίνυν ἀναπίπτωμεν, μηδὲ ὀκνῶμεν ἐν ταῖς
10εὐχαῖς. Κἂν γὰρ πρὸς αὐτὸ τῆς κακίας κατενεχθῶμεν τὸ βάραθρον, ταχέως ἐκεῖθεν ἡμᾶς ἀνασπάσαι δυνή‐ σεται. Οὐδεὶς τοσαῦτα ἥμαρτεν, ὅσα οὗτος· καὶ γὰρ ἅπαν εἶδος πονηρίας ἐπῆλθε· καὶ τοῦτο δηλοῖ τὰ μύρια τάλαντα· οὐδεὶς ἔρημος οὕτως ἦν, ὡς οὗτος·
15τοῦτο γὰρ δηλοῖ τὸ μὴ ἔχειν αὐτὸν ἀποτῖσαι. Ἀλλ’ ὅμως τὸν πάντοθεν προδοθέντα ἴσχυσεν εὐχῆς ἐξαρ‐ πάσαι δύναμις. Καὶ τοσοῦτον δύναται, φησὶν, εὐχὴ, ὡς τὸν δι’ ἔργων καὶ μυρίων πραγμάτων προσκρού‐ σαντα τῷ Δεσπότῃ ἀπαλλάξαι κολάσεως καὶ τιμω‐
20ρίας; Ναὶ, τοσοῦτον δύναται, ἄνθρωπε. Οὐδὲ γὰρ αὕτη μόνη ἐστὶν ἡ τὸ πᾶν ἀνύουσα, ἀλλ’ ἔχει σύμμα‐ χον καὶ βοηθὸν μέγιστον τὴν φιλανθρωπίαν τοῦ δε‐ χομένου τὴν εὐχὴν Θεοῦ, ἥτις ἐνταῦθα τὸ πᾶν εἰργά‐ σατο, καὶ τὴν εὐχὴν ἐποίησε δυνατήν. Τοῦτο γοῦν
25καὶ αἰνιττόμενος ἔλεγε· Σπλαγχνισθεὶς ὁ κύριος αὐτοῦ, ἀπέλυσεν αὐτὸν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ· ἵνα μάθῃς ὅτι μετὰ τῆς εὐχῆς, καὶ πρὸ τῆς εὐχῆς, τοῦ δεσπότου τὰ σπλάγχνα τὸ πᾶν ἐποίησεν. Ἐξελθὼν δὲ ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων
30αὑτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν ἔπνιγε, λέγων· Ἀπόδος μοι, εἴ τι ὀφείλεις. Ἆρα τί τούτου γένοιτ’ ἂν μιαρώτε‐ ρον; Ἔναυλον ἔχων τὴν εὐεργεσίαν, ἐπελήσθη τῆς τοῦ δεσπότου φιλανθρωπίας.
35 ζʹ. Ὁρᾷς ὅσον ἐστὶν ἀγαθὸν ἁμαρτημάτων μεμνῆσ‐ θαι; Καὶ γὰρ οὗτος, εἰ διηνεκῶς τούτων ἐμέμνητο, οὐκ ἂν οὕτως ἄγριος ἐγένετο καὶ ἀπάνθρωπος. Διὰ τοῦτο συνεχῶς λέγω, καὶ λέγων οὐ παύσομαι, ὅτι χρήσιμον σφόδρα καὶ ἀναγκαῖον τὸ διηνεκῶς μνημονεύειν ἡμᾶς
40τῶν πεπλημμελημένων ἡμῖν ἁπάντων· οὐδὲν γὰρ οὕτω φιλόσοφον καὶ ἐπιεικῆ καὶ πρᾶον τὴν ψυχὴν ἐργάσασθαι δύναται, ὡς ἡ διηνεκὴς τῶν ἁμαρτημά‐ των μνήμη. Διὰ τοῦτο καὶ ὁ Παῦλος οὐ μόνον τῶν μετὰ τὸ λουτρὸν, ἀλλὰ καὶ τῶν πρὸ τοῦ βαπτίσματος
45ἁμαρτημάτων ἐμέμνητο, καίτοι γε ἀφανισθέντων καθάπαξ. Εἰ δὲ ἐκεῖνος τῶν πρὸ τοῦ βαπτίσματος ἐμέμνητο, πολλῷ μᾶλλον ἡμᾶς τῶν μετὰ τὸ βάπτισμα μεμνῆσθαι δεῖ· οὐ γὰρ δὴ μόνον αὐτὰ διαλύομεν τῇ μνήμῃ, ἀλλὰ καὶ πρὸς ἅπαντας ἀνθρώπους ἐπιεικέ‐

51

.

27

(50)

στερον διακεισόμεθα, καὶ τῷ Θεῷ μετὰ πλείονος δουλεύσομεν τῆς εὐνοίας, τὴν ἄφατον αὐτοῦ φιλαν‐ θρωπίαν ἐκ τῆς τούτων μνήμης καταμανθάνοντες. Ὅπερ οὗτος οὐκ ἐποίησεν, ἀλλ’ ἐπιλαθόμενος τοῦ μεγέθους τῶν ὀφλημάτων, καὶ τῆς εὐεργεσίας ἐπελά‐
55θετο· τῆς δὲ εὐεργεσίας ἐπιλαθόμενος, πονηρὸς περὶ τὸν σύνδουλον ἐγένετο, καὶ διὰ τῆς εἰς ἐκεῖνον πονη‐ ρίας ἅπαντα, ἅπερ ἐκέρδανεν ἀπὸ τῆς τοῦ Θεοῦ φιλ‐ ανθρωπίας, ἀπώλεσε. Κρατήσας γὰρ αὐτὸν ἔπνιγε λέγων· Ἀπόδος μοι, εἴ τι ὀφείλεις. Οὐκ εἶπεν,
60Ἀπόδος μοι τὰ ἑκατὸν δηνάρια· ᾐσχύνετο γὰρ τοῦ χρέους τὴν εὐτέλειαν· ἀλλ’, Ἀπόδος, εἴ τι ὀφείλεις.
Ὁ δὲ πεσὼν ἐπὶ τοὺς πόδας αὐτοῦ, παρεκάλειColumn end

51

.

28

αὐτὸν, λέγων· Μακροθύμησον ἐπ’ ἐμοῦ, καὶ πάντα σοι ἀποδώσω. Διὰ τῶν ῥημάτων, δι’ ὧν ἐκεῖνος εὕ‐ ρετο τὴν συγχώρησιν, διὰ τούτων καὶ οὗτος ἀξιοῖ σωθῆναι. Ὁ δὲ ὑπὸ τῆς ἄγαν ὠμότητος οὐδὲ τούτοις
5τοῖς λόγοις κατεκάμπτετο, οὐδὲ ἐνενόησεν, ὅτι διὰ τούτων ἐσώθη τῶν ῥημάτων. Καίτοι γε καὶ εἰ συν‐ εχώρησεν, οὐδὲ οὕτω φιλανθρωπία τὸ πρᾶγμα λοι‐ πὸν ἦν, ἀλλ’ ὀφειλὴ καὶ χρέος. Εἰ μὲν γὰρ, πρὶν ἢ γενέσθαι τὸ λογοθέσιον, καὶ τὴν ψῆφον ἐξενεχθῆναι
10ἐκείνην, καὶ τοσαύτης ἀπολαῦσαι εὐεργεσίας, τοῦτο ἐποίησεν, οἰκείας μεγαλοψυχίας ἦν τὸ γινόμενον· νυνὶ δὲ μετὰ τοσαύτην δωρεὰν καὶ τοσούτων ἁμαρ‐ τημάτων ἄφεσιν, ὥσπερ ἀναγκαίου τινὸς ὀφλήματος λοιπὸν ὑπεύθυνος ἦν τῆς περὶ τὸν σύνδουλον ἀνεξι‐
15κακίας. Ἀλλ’ ὅμως οὐδὲ τοῦτο ἐποίησεν, οὐδὲ ἐνενόη‐ σεν ὅσον τὸ μέσον ἦν τῆς ἀφέσεως, ἧς τε αὐτὸς ἀπ‐ ήλαυσε, καὶ ἣν περὶ τὸν σύνδουλον ἐπιδείκνυσθαι ἔμελλεν· οὐ γὰρ δὴ τῇ ποσότητι τῶν ὀφλημάτων, οὐδὲ τῷ ἀξιώματι τῶν προσώπων μόνον, ἀλλὰ καὶ
20αὐτῷ τῷ τρόπῳ πολλὴν τὴν διαφορὰν ἴδοι τις ἄν. Ἐκεῖνα μὲν γὰρ μύρια τάλαντα ἦν, ταῦτα δὲ ἑκατὸν δηνάρια· καὶ οὗτος μὲν εἰς τὸν δεσπότην ὕβρισεν, ὁ δὲ ὀφείλων αὐτῷ εἰς τὸν σύνδουλον· καὶ οὗτος μὲν εὖ παθὼν ἔμελλε χαριεῖσθαι, δεσπότης δὲ οὐ μι‐
25κρὸν, οὐ μέγα ἀγαθὸν ἰδὼν παρ’ αὐτοῦ γενόμε‐ νον, πάντα ἀφῆκεν. Ἀλλ’ ὅμως οὐδὲν τούτων ἐνενόη‐ σεν, ἀλλὰ καθάπαξ ὑπὸ τῆς ὀργῆς πηρωθεὶς ἦγχεν αὐτὸν, καὶ εἰς τὸ δεσμωτήριον ἐνέβαλεν. Ἰδόντες δὲ οἱ σύνδουλοι αὐτοῦ, φησὶν, ἠγανάκτησαν, καὶ πρὸ
30τοῦ δεσπότου οἱ σύνδουλοι καταψηφίζονται, ἵνα μά‐ θῃς τοῦ δεσπότου τὸ ἥμερον. Ἀκούσας δὲ ὁ δεσπότης αὐτοῦ, καὶ καλέσας αὐτὸν, πάλιν κρίνεται πρὸς αὐ‐ τὸν, καὶ οὐδὲ οὕτως ἁπλῶς ἐκφέρει τὴν καταδίκην, ἀλλὰ πρότερον δικαιολογεῖται. Καὶ τί φησι; Δοῦλε
35πονηρὲ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι. Τί τούτου γένοιτ’ ἂν ἀγαθώτερον τοῦ δεσπότου; Ὅτε μὲν αὐτῷ ὤφειλε τὰ μύρια τάλαντα, οὐδὲ μέ‐ χρι ῥήματος αὐτὸν ἐλύπησεν, οὐδὲ πονηρὸν ἐκάλε‐
40σεν, ἀλλὰ πραθῆναι μόνον ἐκέλευσε· καὶ τοῦτο, ἵνα ἀπαλλάξῃ τῶν ὀφλημάτων. Ἐπειδὴ δὲ εἰς τὸν σύν‐ δουλον πονηρὸς ἐγένετο, τότε ὀργίζεται καὶ παροξύ‐ νεται, ἵνα μάθῃς ὅτι εὐκολώτερον τὰ εἰς αὐτὸν ἀφίη‐ σιν, ἢ τὰ εἰς τοὺς πλησίον ἁμαρτήματα. Καὶ οὐκ
45ἐνταῦθα μόνον τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἀλλαχοῦ. Ἐὰν γὰρ προσφέρῃς τὸ δῶρόν σου, φησὶν, ἐπὶ τὸ θυ‐ σιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατὰ σοῦ, ὕπαγε, πρῶτον διαλλάγηθι τῷ ἀδελφῷ σου, καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν

51

.

28

(50)

σου. Ὁρᾷς πῶς πανταχοῦ τῶν αὑτοῦ τὰ ἡμέτερα προτιμᾷ, καὶ τῆς εἰρήνης καὶ τῆς ἀγάπης τῆς εἰς τὸν πλησίον οὐδὲν ἀνώτερον τίθησιν; Καὶ πάλιν ἀλλαχοῦ· Ὁ ἀπολύων τὴν γυναῖκα αὑτοῦ παρεκ‐ τὸς λόγου πορνείας, ποιεῖ αὐτὴν μοιχευθῆναι.
55Διὰ δὲ Παύλου οὕτως ἐνομοθέτει· Εἴ τις ἀνὴρ γυ‐ ναῖκα ἔχει ἄπιστον, καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ’ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν. Ἂν μὲν γὰρ πορ‐ νεύσῃ, φησὶν, ἔκβαλε· ἂν δὲ ἄπιστος ᾖ, μὴ ἐκβάλῃς· ἐὰν εἰς σὲ ἁμάρτῃ, φησὶν, ἀπόκοψον· ἐὰν δὲ εἰς ἐμὲ
60ἁμάρτῃ, κάτεχε. Οὕτω καὶ ἐνταῦθα, ὅτε μὲν εἰς αὐ‐

51

.

29

τὸν ἥμαρτεν ἁμαρτήματα τοσαῦτα, συνεχώρησεν· ὅτε δὲ εἰς τὸν σύνδουλον ἥμαρτεν ἐλάττονα πολλῷ καὶ βραχίω τῶν εἰς τὸν δεσπότην, οὐκ ἀφῆκεν, ἀλλ’ ἐπεξῆλθε· καὶ ἐνταῦθα μὲν πονηρὸν ἐκάλεσεν, ἐκεῖ
5δὲ οὐδὲ μέχρι ῥήματος αὐτὸν ἐλύπησε. Διὰ τοῦτο μὲν καὶ ἐνταῦθα καὶ τοῦτο πρόσκειται, ὅτι ὀργισθεὶς παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς· ἡνίκα δὲ αὐτὸν ἀπῄτει λόγον τῶν μυρίων ταλάντων, οὐδὲν τοιοῦτον προσέθηκεν· ἵνα μάθῃς, ὅτι ἐκείνη μὲν ἡ ψῆφος οὐχὶ
10ὀργῆς ἦν, ἀλλὰ κηδεμονίας πρὸς συγχώρησιν ἐπαγο‐ μένης· αὕτη δὲ αὐτὸν μάλιστα παρώξυνεν ἡ ἁμαρ‐ τία. Ἄρα τί γένοιτ’ ἂν μνησικακίας χεῖρον, ὅταν φιλανθρωπίαν ἐξενεχθεῖσαν ἀνακαλεῖται Θεοῦ, καὶ ἅπερ οὐκ ἴσχυσεν αὐτὸν διαθεῖναι τὰ ἁμαρτήματα,
15ταῦτα ἰσχύει αὐτὸν ἐργάσασθαι ἡ κατὰ τοῦ πλησίον ὀργή; Καίτοι γε γέγραπται, ὅτι Ἀμεταμέλητα τὰ χαρίσματα τοῦ Θεοῦ. Πῶς οὖν ἐνταῦθα μετὰ τὸ ἐξ‐ ενεχθῆναι τὴν δωρεὰν, μετὰ τὸ προχωρῆσαι τὴν φιλανθρωπίαν, ἀνεκλήθη πάλιν ἡ ψῆφος; Διὰ τὴν
20μνησικακίαν· ὥστε οὐκ ἄν τις ἁμάρτοι, πάσης ἁμαρτίας ταύτην χαλεπωτέραν ἀποφηνάμενος εἶναι· αἱ μὲν γὰρ ἄλλαι πᾶσαι ἠδυνήθησαν συγχώρησιν εὑ‐ ρέσθαι, αὕτη δὲ οὐ μόνον οὐκ ἴσχυσε συγγνώμης τυ‐ χεῖν, ἀλλὰ καὶ τὰς ἑτέρας ἀφανισθείσας καθάπαξ
25ἀνενέωσε πάλιν. Ὥστε διπλοῦν κακὸν ἡ μνησικακία, ὅτι τε οὐδεμίαν ἀπολογίαν ἔχει παρὰ τῷ Θεῷ, καὶ ὅτι τὰ λοιπὰ ἡμῶν ἁμαρτήματα, κἂν συγχωρηθῇ, πάλιν ἀνακαλεῖται, καὶ καθ’ ἡμῶν ἵστησιν· ὅπερ οὖν καὶ
30ἐνταῦθα ἐποίησεν. Οὐδὲν γὰρ, οὐδὲν οὕτως ὁ Θεὸς μισεῖ καὶ ἀποστρέφεται, ὡς ἄνθρωπον μνησίκακον καὶ διατηροῦντα ὀργήν. Καὶ τοῦτο μάλιστα μὲν ἐν‐ τεῦθεν ἐπεδείξατο, καὶ ἀπὸ τῆς εὐχῆς δὲ αὐτῆς ἐκέ‐ λευσεν ἡμῖν λέγειν οὕτως· Ἄφες ἡμῖν τὰ ὀφειλή‐
35ματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν. Ταῦτα οὖν ἅπαντα εἰδότες, καὶ τὴν παραβο‐ λὴν ἐγγράψαντες ταύτην ἐν ταῖς καρδίαις, ὅταν ἐν‐ νοήσωμεν ἅπερ πεπόνθαμεν παρὰ τῶν συνδούλων, λογισώμεθα ἅπερ ἐποιήσαμεν εἰς τὸν Δεσπότην· καὶ
40τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων τὸν θυμὸν τὸν
ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι ταχέως ἀπ‐Column end

51

.

30

ώσασθαι δυνησόμεθα· εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρτη‐ μάτων, τῶν οἰκείων δεῖ μεμνῆσθαι μόνον· ἐὰν δὲ τῶν οἰκείων μνημονεύσωμεν, οὐδέποτε τὰ ἀλλότρια λογιούμεθα· ὥσπερ οὖν ἂν τούτων ἐπιλανθανώμεθα,
5ἐκεῖνα ῥᾳδίως ἐμφιλοχωρήσει τοῖς ἡμετέροις λογι‐ σμοῖς. Καὶ γὰρ οὗτος εἰ τῶν μυρίων ταλάντων ἐμέ‐ μνητο, οὐκ ἂν ἐμνήσθη τῶν ἑκατὸν δηναρίων· ἀλλ’ ἐπειδὴ ἐκείνων ἐπελάθετο, διὰ τοῦτο ὑπὲρ τούτων ἦγχε τὸν σύνδουλον, καὶ ὀλίγα βουλόμενος ἀπαιτῆ‐
10σαι, οὔτε ἐκείνων ἐπέτυχεν, ἀλλὰ καὶ τῶν μυρίων ταλάντων τὸν ὄγκον εἰς τὴν ἑαυτοῦ κεφαλὴν ἐπεσπά‐ σατο. Διὰ τοῦτο θαῤῥῶν ἂν εἴποιμι, ὅτι πάσης ἁμαρ‐ τίας αὕτη χαλεπωτέρα· μᾶλλον δὲ οὐκ ἐγὼ τοῦτο, ἀλλὰ ὁ Χριστὸς διὰ τῆς παραβολῆς ταύτης τοῦτο
15ἀπεφήνατο. Εἰ γὰρ μὴ μυρίων ταλάντων, λέγω δὴ τῶν ἀφάτων ἁμαρτημάτων, αὕτη χαλεπωτέρα ἦν, οὐκ ἂν διὰ ταύτην κἀκεῖνα ἀνεκαλέσατο. Οὕτω μη‐ δὲν τοίνυν σπουδάζωμεν, ὡς ὀργῆς καθαρεύειν, καὶ τοὺς πρὸς ἡμᾶς ἀηδῶς ἔχοντας καταλλάττειν, εἰδότες
20ὅτι οὔτε εὐχὴ, οὔτε ἐλεημοσύνη, οὔτε νηστεία, οὔτε κοινωνία μυστηρίων, οὔτε ἄλλο τῶν τοιούτων οὐδὲν, ἐὰν μνησικακῶμεν, δυνήσεται ἡμῶν προστῆναι κατὰ τὴν ἡμέραν ἐκείνην· ὥσπερ οὖν ἐὰν ταύτης περιγε‐ νώμεθα τῆς ἁμαρτίας, κἂν μυρία ἔχωμεν πλημμε‐
25λήματα, δυνησόμεθά τινος συγγνώμης τυχεῖν. Καὶ οὐχὶ ἐμὸς ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ μέλλοντος ἡμᾶς τότε κρίνειν Θεοῦ. Καθάπερ γὰρ ἐνταῦθα εἶπεν, ὅτι Οὕτω ποιήσει καὶ ὁ Πατήρ μου, ἐὰν μὴ ἀφῆτε ἕκαστος ἀπὸ τῶν καρδιῶν ὑμῶν· οὕτω καὶ ἀλλα‐
30χοῦ φησιν· Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα‐ πτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ἵνα οὖν καὶ ἐνταῦθα πρᾶον καὶ ἤρεμον διάγωμεν βίον, κἀκεῖ συγχωρήσεως καὶ ἀφέσεως τύ‐ χωμεν, σπουδάζωμεν καὶ πραγματευώμεθα, ὅσους
35ἐὰν ἔχωμεν ἐχθροὺς, καταλλάττειν ἡμῖν· οὕτω γὰρ καὶ τὸν Δεσπότην ἡμῶν, κἂν μυρία ὦμεν ἡμαρτη‐ κότες, καταλλάξομεν, καὶ τῶν μελλόντων ἐπιτευξό‐ μεθα ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἀξιωθῆναι, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ
40Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.