TLG 2062 060 :: JOANNES CHRYSOSTOMUS :: De fato et providentia (orationes 1–6)

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De fato et providentia (orationes 1–6)

Citation: Vol — pg — (ln)

50

.

749

(15t)

ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
16tΙΩΑΝΝΟΥ
17tΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ,
18tΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ
19tΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΤΕ ΚΑΙ ΠΡΟΝΟΙΑΣ
20tΛΟΓΟΙ ΕΞ.
21tΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΤΕ ΚΑΙ ΠΡΟΝΟΙΑΣ.
22tΛόγος αʹ.
23 Πολλῆς γέμει ταραχῆς ἡμῶν ἡ ζωὴ, καὶ θορύβων μεστὸς ὁ παρὼν βίος ἐστίν· ἀλλ’ οὐ τοῦτό ἐστι τὸ χα‐
25λεπὸν, ἀγαπητοὶ, ἀλλ’ ὅτι τοὺς θορύβους τούτους καὶ τὰς ταραχὰς, ἢ πρὸς τὸ πραότερον μεταθεῖναι δυνά‐ μενοι, ἢ μένοντες φέρειν ἀλύπως, οὐδέτερον τούτων μεμελετήκαμεν, ἀλλ’ ἀποδυσπετοῦντες τὸν ἅπαντα διατελοῦμεν χρόνον· καὶ ὁ μὲν πενίαν, ὁ δὲ νόσον
30ὀδύρεται, ἄλλος φροντίδων ὄγκον, καὶ προστασίαν οἰκίας, ἕτερος παιδοτροφίαν, ἄλλος ἀπαιδίαν. Καὶ θέα τῆς ἀνοίας τὴν ὑπερβολήν· οὐ γὰρ ἐπὶ τοῖς αὐτοῖς πράγμασιν, ἀλλ’ ἐπὶ τοῖς ἐναντίοις ἴσως πάντες θρη‐ νοῦμεν. Καίτοι γε εἰ τῶν πραγμάτων ἡ φύσις ἡμῖν
35αἰτία τῶν ὀδυρμῶν ἦν, οὐκ ἐχρῆν ἐπὶ τοῖς ἐναντίοις ἴσως ὀδύρεσθαι· ἀλλ’ εἰ πενία κακὸν καὶ ἀφόρητον, τὸν ἐν πλούτῳ ζῶντα οὐδέποτε ἐχρῆν ἀλύειν· καὶ εἰ ἀπαιδία κακὸν, τὸν πολυπαιδίας ἀπολαύοντα εὐθυ‐ μεῖν ἐχρῆν. Πάλιν εἰ τὸ τὰ κοινὰ τῆς πόλεως πρά‐
40γματα διοικεῖν, καὶ τιμῶν ἀπολαύειν, καὶ πολλοὺς ἔχειν τοὺς ὑποκειμένους ζηλωτὸν, ἐχρῆν τὸν ἀπρά‐ γμονα βίον καὶ γαληνὸν φευκτὸν εἶναι, καὶ παρὰ πάντων ἀνθρώπων μισεῖσθαι. Νῦν δὲ ὅταν ἴδῃς, ὅτι πλούσιοι καὶ πένητες ἴσως ὀδύρονται, πολλάκις δὲ ὁ
45πλουτῶν ὑπὲρ πένητα τοῦτο πάλιν ποιεῖ, καὶ ὁ ἀρχῆς ἀπολαύων, καὶ ὁ ἀρχόμενος, καὶ ὁ πολλῶν παίδων
πατὴρ, καὶ ὁ μηδένα ὅλως ἐσχηκὼς, μὴ τὰ πράγματαColumn end

50

.

750

(22)

τῆς ἀταξίας αἰτιώμεθα, ἀλλὰ τοὺς οὐ δυναμένους αὐ‐ τοῖς εἰς δέον χρήσασθαι, καὶ πάσης ἀθυμίας ἀπαλ‐ λάττειν ἑαυτούς. Ἡ γὰρ ταραχὴ καὶ ὁ θόρυβος οὐχὶ
25τούτων ἐστὶ περιπέτεια, ἀλλ’ ἡμεῖς καὶ ἡ ἡμετέρα διάνοια· ὡς ἐὰν αὐτὴ καλῶς ἡμῖν ᾖ κατεσκευασμένη, κἂν μυρίοι πανταχόθεν ἐγείρωνται χειμῶνες, ἐν γα‐ λήνῃ καὶ λιμένι καθευδούμεθα διαπαντός· ὥσπερ οὖν οὐκ εὖ ἐχούσης αὐτῆς, κἂν ἐξ οὐρίων ἡμῖν
30ἅπαντα φέρηται, τῶν ἐν ναυαγίοις ὄντων οὐδὲν ἄμει‐ νον διακεισόμεθα. Τοῦτο γοῦν ἐστι καὶ ἐπὶ τῶν σω‐ μάτων ἰδεῖν. Ὁ μὲν γὰρ ἰσχυρὸν τὸ ἑαυτοῦ κατεσκευα‐ κὼς σῶμα, κἂν μυρίαις ἀέρων ἀνωμαλίαις μάχηται, οὐ μόνον οὐδὲν πείσεται δεινὸν, ἀλλὰ καὶ προσθήκην
35ἰσχύος τῇ γυμνασίᾳ καὶ τῇ τῆς δυσκρασίας ὁμιλίᾳ προσέλαβεν· ἂν δὲ ἀσθενὲς ἔχῃ καὶ διάραιον, κἂν ἀρίστης ἀπολαύῃ τῆς τῶν ὡρῶν κράσεως, οὐδὲν αὐτῷ πλέον ἀπὸ ταύτης ἔσται τῆς εὐμοιρίας, τῆς οἴκοθεν ἀσθενείας τῇ παρὰ τῶν ὡρῶν εὐκληρίᾳ λυμαινομέ‐
40νης. Οὕτω καὶ ἐπὶ τῶν σιτίων ὁρῶμεν· ὅταν μὲν γὰρ ἰσχυρὸν καὶ ἐῤῥωμένον ἡμῖν τὸ σῶμα τῆς γαστρὸς ᾖ, πᾶν ὅπερ ἂν ἐνδέχηται, κἂν σκληρὸν ᾖ, κἂν αὐτῷ ἀκατέργαστον, πρὸς καθαρὸν αὐτὸ μετασχηματίζει χυμὸν, τῆς φυσικῆς κράσεως περιγιγνομένης τῆς ἐν
45τῷ σιτίῳ κακίας· ὅταν δὲ ὁ τόνος αὐτοῦ καταλελυμέ‐ νος ᾖ καὶ χαῦνος, κἂν τὸ πάντων εὐχυμότερον αὐτῇ
προσενέγκῃς ἔδεσμα εἰς τὸ χείριστον αὐτὸ μετεῤ‐749

50

.

751

ῥύθμισε καὶ διέφθειρε, τῆς ἀσθενείας τὴν ἀρετὴν αὐ‐ τοῦ λυμαινομένης. Οὕτω δὴ καὶ ἡμεῖς, ὅταν ἴδωμεν πραγμάτων ἀταξίαν, μὴ τὸν Θεὸν αἰτιώμεθα, ἀγαπη‐ τοί· τοῦτο γὰρ οὐχὶ φάρμακόν ἐστιν εὑρεῖν τῷ τραύ‐
5ματι, ἀλλὰ τραῦμα ἐπαγαγεῖν τραύματι. Μὴ δαίμοσι λογιζώμεθα τοῦ κόσμου τὴν οἰκονομίαν, μὴ ἀπρονόη‐ τα εἶναι νομίζωμεν τὰ παρόντα, μὴ γενέσεώς τινος καὶ εἱμαρμένης τυραννίδα ἐπιτειχίζωμεν τῇ προνοίᾳ τοῦ Θεοῦ. Ταῦτα γὰρ πάντα βλασφημίας γέμει, καὶ
10ἡ ὄντως ταραχὴ καὶ ἀταξία οὐχὶ τῶν πραγμάτων ἐστὶ φορὰ, ἀλλ’ ὁ οὕτω διακείμενος λογισμός· ὃς κἂν μυρίας εὐταξίας ἀπολαύῃ, ἕως ἂν τὴν ἀταξίαν τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται, οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον· ἀλλ’
15ὥσπερ ὀφθαλμὸς, νοσῶν μὲν καὶ ἐν μεσημβρίᾳ φα‐ νοτάτῃ σκότος ὄψεται, καὶ ἕτερα ἀνθ’ ἑτέρων, καὶ οὐ‐ δὲν αὐτῷ τῆς ἀκτῖνος ἔσται πλέον, ὑγιαίνων δὲ καὶ ἐῤῥωμένος, καὶ ἐν ἑσπέρᾳ δυνήσεται τὸ σῶμα χειρ‐ αγωγεῖν μετὰ ἀσφαλείας· οὕτω καὶ ὁ τῆς διανοίας τῆς
20ἡμετέρας ὀφθαλμὸς, ἕως μὲν ἂν ἐῤῥωμένος ᾖ, κἂν ἄτακτα εἶναι δοκοῦντα ἴδῃ, καλῶς ὄψεται· ὅταν δὲ διεφθαρμένος, κἂν εἰς αὐτὸν ἀναγάγῃς τὸν οὐρανὸν, καὶ τῶν ἐκεῖ πολλὴν ἀταξίαν καταγνώσεται καὶ τα‐ ραχήν. Καὶ ὅτι ταῦτα οὕτως ἔχει, πολλά σοι τῶν πά‐
25λαι καὶ τῶν ἐφ’ ἡμῶν τούτου κατασκευάσω παρα‐ δείγματα. Πόσοι πενίαν φέρουσιν εὐκόλως, καὶ τῷ Θεῷ διὰ τοῦτο εὐχαριστοῦντες οὐ διαλιμπάνουσι; πό‐ σοι πλοῦτον καὶ τρυφὴν ἔχοντες, οὐκ εὐχαριστοῦσιν, ἀλλὰ βλασφημοῦσι τὸν Δεσπότην; πόσοι μηδὲν πα‐
30θόντες δεινὸν, κατηγοροῦσι τῆς καθόλου προνοίας; πόσοι δεσμωτήριον τὸν ἅπαντα χρόνον οἰκήσαντες, τῶν ἐν ἀδείᾳ καὶ ἀσφαλείᾳ βεβιωκότων εὐγνωμονέ‐ στερον τὴν ἐκεῖ φέρουσι ταλαιπωρίαν; Ὁρᾷς ὅτι ἡ τῆς ψυχῆς κατάστασις, καὶ ὅτι ὁ οἰκεῖος λογισμὸς καὶ
35τούτων καὶ ἐκείνων αἴτιος, ἀλλ’ οὐκ αὐτὴ τῶν πρα‐ γμάτων ἡ φύσις. Ὥστε εἰ τῆς διανοίας ἐπιμέλειαν ἐποιούμεθα τῆς ἡμετέρας, οὐκ ἦν ταραχὴ, οὐκ ἦν ἀταξία, οὐκ ἦν τῶν δεινῶν οὐδὲν, εἰ καὶ εὐρί‐ που παντὸς χαλεπώτερον ἄνω καὶ κάτω τὰ πράγματα
40τῆς ἡμετέρας ἐφέρετο ζωῆς. Διὰ τί γὰρ, εἰπέ μοι, Παῦλος εὐχαριστεῖ; Καίτοι τῶν ἄριστα βεβιωκότων ἐστὶ, τῶν τῇ ἀρετῇ συνεζηκότων τὸν ἅπαντα χρόνον, τῶν ἥκιστα τοσαῦτα παθόντων δεινά· οὐδεὶς οὔτε δι‐ καιότερος ἐκείνου γέγονε τῶν ὑφ’ ἡλίῳ πάντων ἀν‐
45θρώπων, οὔτε χαλεπώτερα ἐκείνου πέπονθε τῶν ἐξ οὗ γεγόνασιν ἄνθρωποι. Ἀλλ’ ὅμως ὁρῶν πολλοὺς ἐν πο‐ νηρίᾳ ζῶντας, καὶ εὐθυμουμένους, καὶ τῶν παρόν‐ των χρημάτων ἀπολαύοντας, εὐχαριστεῖ τῷ Θεῷ καὶ αὐτὸς, καὶ τοῖς ἄλλοις πᾶσι παρῄνει τοῦτο. Πρὸς ἐκεῖ‐

50

.

751

(50)

νον βλέπετε. Καὶ σὺ ὅταν ἴδῃς τὸν πονηρὸν εὐθυμού‐ μενον, ὅταν ἴδῃς ἐπαιρόμενον, ὅταν ἴδῃς ἐχθρῶν κρα‐ τοῦντα, τοὺς λελυπηκότας ἀμυνόμενον, μηδεμίαν ὑποστάντα ζημίαν, πανταχόθεν αὐτῷ τὰ χρήματα ἐπιῤῥέοντα, πάντας τιμῶντας καὶ κολακεύοντας, σαυ‐
55τὸν δὲ ἐν τοῖς ἐναντίοις πᾶσιν, ἐν ἐπηρείαις, συκο‐ φαντίαις, ἐπιβουλαῖς, μὴ νομίσῃς εἶναι τῶν ἐπεῤῥιμ‐ μένων, ἀλλ’ εἰς Παῦλον ἰδὼν τὸν τῆς σῆς ὄντα μερί‐ δος, ἀνάβηθι τὴν διάνοιαν, ἀνάκτησαι τοὺς λογισμοὺς, μὴ καταπέσῃς ὑπὸ τῆς ἀθυμίας. Τὸν φίλον τῷ Θεῷ
60καὶ τὸν πολέμιον μὴ ἀπὸ τῆς εὐπραγίας καὶ δυσπρα‐ γίας τῆς ἐνταῦθα δοκίμαζε, ἀλλὰ ἂν μὲν ἴδῃς ὀρθῶς ζῶντα, καὶ νόσῳ κενούμενον, καὶ πρὸς εὐσέβειαν βλέ‐ ποντα, μακάριζε καὶ ζηλωτὸν εἶναι νόμιζε, κἂν μυ‐
ρίας ἁλύσεις περικέηται, καὶ δεσμωτήριον οἰκῇ δια‐Column end

50

.

752

παντὸς, κἂν ἀναξίοις δουλεύῃ, κἂν πένηται, κἂν μέ‐ ταλλα ἐργάζηται, κἂν ὁτιοῦν πάσχῃ δεινόν. Μακάριος γὰρ οὗτός ἐστι, κἂν ἐξορύγηται, κἂν καίηται, κἂν κατὰ μικρὸν δαπανᾶται τὸ σῶμα. Ἂν δὲ ἴδῃς ἕτερον
5ἐν ἀσελγείᾳ καὶ πονηρίᾳ, καὶ τοῖς ἐσχάτοις ζῶντα κακοῖς, καὶ πολλῆς ἀπολαύοντα τιμῆς, ἐπὶ τὸν θρόνον αὐτὸν ἀναβαίνοντα τὸν βασιλικὸν, καὶ διάδημα περι‐ κείμενον, καὶ ἁλουργίδα ἔχοντα, καὶ τῆς οἰκουμένης ἁπάσης κρατοῦντα, δάκρυσον καὶ διὰ τοῦτο τὸν τοιοῦ‐
10τον, καὶ ταλάνιζε. Οὐδὲν γὰρ ὄντως ἀθλιώτερον τῆς οὕτω διακειμένης ψυχῆς, κἂν πᾶσαν ὑποτεταγμένην ἔχῃ τὴν οἰκουμένην. Τί γὰρ ὄφελος ἐν χρήμασι πλου‐ τεῖν, ὅταν κατὰ τὴν ἀρετὴν πάντων πενέστερος ᾖ; τί δὲ κέρδος τοσούτων κρατεῖν, ὅταν ἑαυτοῦ καὶ τῶν
15ἑαυτοῦ παθῶν μὴ δύνηται περιγενέσθαι; Ἀλλ’ ἂν μὲν σῶμα ἴδωμεν κακῶς διακείμενον καὶ πυρέττοντα, ἢ ποδαλγίᾳ, ἢ φθόῃ τινὶ, ἢ ἑτέρῳ ἀνηκέστῳ πάθει προκατειλημμένον, δακρύομεν, κἂν πάντων εὐπορώ‐ τερος ᾖ, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν εὐπορώτε‐
20ρος ᾖ. Ἡ γὰρ αἴσθησις δριμυτέρα γίνεται τῶν δεινῶν, ὅταν ἐν ἀφθονίᾳ τις τῶν ἀναγκαίων ᾖ. Ὁ μὲν γὰρ παρὰ πενίαν κωλυόμενος τῆς ἀπολαύσεως, ἔχει τὴν ἀνάγκην παραμυθίαν· ὁ δὲ κύριος ὢν πάσῃ κεχρῆσθαι, καὶ κωλυόμενος ὑπὸ τῆς ἀῤῥωστίας, αὐτῷ τούτῳ μᾶλ‐
25λον ἐμπίπραται. Πῶς οὖν οὐκ ἄτοπον εἰ μὲν νοσήματι σωματικῷ προκατειλημμένον ἴδοιμέν τινα, ταλανίζειν αὐτὸν, κἂν εὔπορος ᾖ, ψυχῆς δὲ κακῶς διακειμένης, ψυχῆς, ἧς ἡμῖν ἴσον οὐδὲν οὐδὲ τιμιώτερον, μακαρί‐ ζειν δι’ ὀλίγα χρήματα, ἢ διὰ πρόσκαιρον τιμὴν, ἢ
30δι’ ἄλλο τῶν ἐνταῦθα μενόντων καὶ μετὰ τῆς ζωῆς ταύτης, μᾶλλον δὲ πολλάκις καὶ πρὸ τῆς ζωῆς, ἡμᾶς ἀπολιμπανόντων; Μὴ, παρακαλῶ. Ταῦτα τῆς ταραχῆς ἡμῖν αἴτια, ταῦτα θορύβου. Διὰ τοῦτο τοῦ Θεοῦ κατηγοροῦσι πολλοὶ, διὰ τοῦτο τὸν κόσμον
35ἀπρονόητον νομίζουσιν. Ὡς εἰ ᾔδεσαν ὅτι οὐδὲν ἀγαθὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ’ ἢ ἀρετὴ μόνον, οὐ πλοῦτος, οὐ χρήματα, οὐχ ὑγίεια, οὐ δυναστεία, οὐκ ἄλλο οὐ‐ δὲν, καὶ ὡς οὐδὲν κακὸν ἐν τῷ παρόντι βίῳ, ἀλλ’ ἢ κακία μόνον καὶ πονηρία καὶ διαστροφὴ ψυχῆς, οὐ
40πενία καὶ νόσος, καὶ ἐπήρεια, καὶ συκοφαντίαι, καὶ τὰ ἄλλα, ἃ νομίζεται εἶναι δεινὰ, οὐκ ἄν ποτε ταῦτα ἐφθέγξαντο, ἅπερ νῦν, οὐκ ἄν ποτε ἐν ἀθυμίᾳ διήγα‐ γον, οὐκ ἄν ποτε ἐμακάρισαν οὓς ταλανίζειν ἐχρῆν, οὐκ ἄν ποτε ἐταλάνισαν οὓς μακαρίζειν ἔδει, οὐκ ἂν
45ὡς περὶ ὄντων τῶν ἀνθρώπων διέκειντο. Τὸ γὰρ ἐπὶ πολυσαρκίᾳ, καὶ δαψιλεῖ φάτνῃ, καὶ ὕπνῳ πολλῷ μα‐ καρίζειν ἀνθρώπους οὐδὲν ἕτερόν ἐστιν, ἢ ὡς περὶ ἀλόγων διακεῖσθαι· ἐπεὶ καὶ ἐκείνων τοῦτό ἐστιν ἡ εὐπραγία, μᾶλλον δὲ καὶ ἐν τοῖς ἀλόγοις κακία τοῦτό

50

.

752

(50)

ἐστι. Πολλοὶ γοῦν καὶ ὄνοι καὶ ἵπποι διεφθάρησαν, ἐν ἀργίᾳ καὶ ἀδηφαγίᾳ ζῶντες. Εἶτα, ἐπὶ μὲν τῶν ἀλό‐ γων ζώων, οἷς ἡ πᾶσα ἀρετὴ ἐν εὐεξίᾳ σώματος, βλαβερὸν τοῦτο· ἐπὶ δὲ τῶν ἀνθρώπων, οἷς πᾶν τὸ κῦρος ἐν τῇ τῆς ψυχῆς εὐγενείᾳ, ἀρετὴν τοῦτο θησό‐
55μεθα, καὶ οὐκ αἰσχυνθησόμεθα τὸν οὐρανὸν, καὶ τοὺς τῆς ψυχῆς ἡμῶν συγγενεῖς ἀγγέλους; οὐκ ἐρυθριᾷς καὶ αὐτὴν τοῦ σώματος τὴν φύσιν καὶ τὴν διάπλασιν; οὐ γὰρ ὥσπερ τοῖς ἀλόγοις, οὕτω καὶ ἡμῖν αὐτὸ δι‐ ετύπωσεν ὁ Θεὸς, ἀλλ’ ὡς πρέπον ἦν μέλλον ψυχῇ
60λογικῇ καὶ ἀθανάτῳ διακονεῖν. Διὰ τί γὰρ τοῖς μὲν ἀλόγοις πᾶσι κάτω νεύοντας ἐποίησε τοὺς ὀφθαλμοὺς ὁ Θεὸς, σοὶ δὲ καθάπερ ἐν ἀκροπόλει τῇ κεφαλῇ φέ‐ ρων αὐτοὺς ἐγκατέθηκεν; οὐκ ἐπειδὴ ἐκείνοις μὲν
οὐδὲν πρὸς τὸν οὐρανὸν κοινὸν, σοὶ δὲ μάλιστα τὰ ἄνω751

50

.

753

περισκοπεῖν νόμος καὶ παρὰ τοῦ Θεοῦ καὶ παρὰ τῆς φύσεως ἐξ ἀρχῆς ἐτέθη; Διὰ τί σοὶ μὲν τὸ σῶμα ὄρ‐ θιον ἐποίησεν, ἐκείνοις δὲ πάλιν κάτω νενευκός; οὐχὶ διὰ τὴν αὐτὴν αἰτίαν πάλιν, καὶ ἀπ’ αὐτῆς τῆς δια‐
5πλάσεως παιδεύων σε, μηδὲν κοινὸν ἔχειν πρὸς τὴν γῆν, μήτε προστετηκέναι τοῖς παροῦσι πράγμασι; Μὴ τοίνυν καταπροδῶμεν τὴν εὐγένειαν, μηδὲ πρὸς τὴν τῶν ἀλόγων δυσγένειαν ἐξολισθήσωμεν, ἵνα μὴ καὶ περὶ ἡμῶν εἴπῃ· Ἄνθρωπος ἐν τιμῇ ὢν οὐ
10συνῆκεν. Τὸ γὰρ τρυφῇ, καὶ πλούτῳ, καὶ δόξῃ, καὶ τοῖς παροῦσι πράγμασι τὴν εὐημερίαν ὁρίζεσθαι, οὐκ ἔστιν ἐπεσκεμμένων τὴν οἰκείαν εὐγένειαν, ἀλλ’ ἀν‐
θρώπων ἵππων καὶ ὄνων γενομένων. Ἀλλὰ μὴ γέ‐Column end

50

.

754

νοιτό τινας τοιούτους ἐνταῦθα παρεῖναι, ἐν ἁγίῳ χορῷ καὶ θεάτρῳ πνευματικῷ, καὶ συλλόγῳ θεοσεβεῖ. Διὰ γὰρ τοῦτο καθ’ ἑκάστην ἡμέραν θείας ἀπολαύομεν ἀκροάσεως, ἵνα καθάπερ δρεπάνῃ τῷ λόγῳ, τὰ ὑλο‐
5μανοῦντα πάθη τῆς διανοίας περικόπτοντες, ἔγκαρπα δένδρα γενώμεθα, καὶ καρπὸν ἐνέγκωμεν ὥριμον, εἰς ἀποθήκην ἀποτιθέμενον βασιλικὴν, δόξαν φέροντα τῷ κοινῷ Δεσπότῃ καὶ γεωργῷ τῶν ἡμετέρων ψυχῶν, καὶ ἡμῖν ζωὴν τὴν ἀθάνατον, ἧς γένοιτο πάντας ἡμᾶς
10ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύ‐ ματι δόξα, καὶ κράτος, καὶ τιμὴ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end

50

.

753

(14t)

ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ.
15tΛόγος βʹ.
16 Ὁ κακολογῶν πατέρα, ἢ μητέρα, θανάτῳ τελευ‐ τάτω, φησίν· ἐπὶ τῆς Παλαιᾶς ὁ νόμος ἔκειτο, ὅτε οὐ πολλὴ ἀρίστης πολιτείας ἡ ἀκρίβεια, ὅτε εἰσαγω‐ γὴ τοῦ θείου ἦν, ὅτε παιδικὰ τὰ παραγγέλματα, ὅτε
20τὸ γάλα, ὅτε ὁ παιδαγωγὸς, ὅτε ὁ λύχνος, ὅτε ὁ τύπος καὶ ἡ σκιά. Τί οὖν ἂν εἴποιμεν περὶ τῶν νῦν ἐν τῇ χάριτι, καὶ τῇ τῶν πραγμάτων ἀληθείᾳ, καὶ τῇ το‐ σαύτῃ γνώσει, οὐχὶ πατέρα καὶ μητέρα κακολογούν‐ των, ἀλλ’ αὐτὸν τὸν τῶν ὅλων Θεόν; τίς τοὺς τοιούτους
25δέξεται τιμωρία; ποία τῷ μέτρῳ τῆς κακίας διαρκέσει κόλασις; ποῖος δὲ πυρὸς ποταμὸς, ποῖος σκώληξ ἀτε‐ λεύτητος, ποῖον σκότος ἐξώτερον, ποῖα δεσμὰ, ποῖος βρυγμὸς, ποῖος κλαυθμός; Πάντα ἐλάττω τὰ βασα‐ νιστήρια, καὶ τὰ ὄντα καὶ τὰ μέλλοντα τῆς οὕτω
30διακειμένης ψυχῆς, τῆς πρὸς τοσοῦτον κακίας κατ‐ ενεχθείσης. Βλασφημίας δὲ τρόποι πολλοὶ καὶ διάφο‐ ροι· διόπερ ἀναγκαῖον αὐτοὺς ἐκθέσθαι τήμερον, ὥστε μήτε ἑκόντας τινὶ τοιούτῳ περιπεσεῖν, μήτε τινὰ τῶν φίλων, μήτε ἐχθρὸν περιπίπτοντα παριδεῖν. Οὐ γάρ
35ἐστιν, οὐκ ἔστι ταύτης ἁμαρτία χείρων, ἀλλ’ οὐδὲ ἴση. ἀλλὰ καὶ προσθήκη κακῶν τοῦτό ἐστι, καὶ ὃ πάντα συγχεῖ, καὶ ἀσύγγνωστον ἔχει κόλασιν καὶ ἀφόρητον τιμωρίαν. Τίνες εἰσὶν οἱ τὸν Θεὸν κακῶς λέγοντες; Οἱ τῇ σοφίᾳ τῆς προνοίας αὐτοῦ τὴν ἐκ
40τῆς εἱμαρμένης ἀταξίαν καὶ ἀνάγκην ἐπιτειχίζοντες. Καὶ τὸ μὲν τοὺς ἀπίστους, καὶ πρὸς ξύλα καὶ λίθους κεχηνότας, καὶ θεραπεύοντας, ταύτην νοσεῖν τὴν νόσον, θαυμαστὸν οὐδέν· τὸ δὲ τοὺς ταύτης μὲν ἀπαλ‐ λαγέντας τῆς πλάνης καὶ τῆς δουλείας, καταξιωθέντας
45δὲ τὸν ἐπὶ πάντων εἰδέναι Θεὸν, τὸν ἀληθῆ καὶ ὄντως Θεὸν, ὥσπερ ἔκ τινος παλιῤῥοίας, πρὸς ἐκείνην ὑποσύ‐ ρεσθαι τὴν ζάλην, τὸν λογισμὸν καὶ τὴν μανίαν, τοῦτό ἐστι τὸ δεινότατον, καὶ πολλῶν ὄντως δακρύων καὶ θρήνων ἄξιον· ὅταν οἱ τὸν Χριστὸν λέγοντες

50

.

753

(50)

προσκυνεῖν, καὶ τοσούτων καταξιωθέντες μυστηρίων, καὶ τῶν ἀποῤῥήτων μετασχόντες δογμάτων, καὶ τῆς σοφίας τῆς ἐξ οὐρανῶν ἡμῖν κατενηνεγμένης, μετὰ τὴν τοσαύτην τιμὴν ἧς ἀπολελαύκασι παρὰ τοῦ Θεοῦ, ἑκόντες ἑαυτοὺς κατακρημνίζωσι, τῆς μὲν ἐλευθερίας,
55ἣν αὐτοῖς ὁ Θεὸς ἐχαρίσατο, μετὰ πολλῆς ἀλογίας ἑαυτοὺς ἐκβαλόντες, δουλείᾳ δὲ χαλεπωτάτῃ ὑποβα‐ λόντες ἑαυτοὺς, καὶ τυραννικωτάτην τυραννίδα τὴν οὐκ οὖσαν ἀναπλάττοντες διὰ τῶν λογισμῶν, καὶ πᾶσαν ἐλπίδα χρηστὴν ἐκκόπτοντες, καὶ τὰ νεῦρα
60τῶν ὑπὲρ ἀρετῆς ἐσπουδακότων ἐκτεμεῖν ἐπιχειροῦν‐ τες. Καθάπερ ἐν πολέμῳ στρατιώτας γενναίους, καὶ τὴν ψυχὴν αὐτὴν ὑπὲρ τῆς πατρίδος ἑτοίμους ὄντας
ἐπιδοῦναι, τῶν ἐχθρῶν τις ἰδὼν, καὶ μὴ δυνηθεὶςColumn end

50

.

754

(15)

ἑτέρῳ καταβλάψαι τρόπῳ, μηδὲ ἀποστῆσαι τῆς ὑπὲρ τοῦ βασιλέως προθυμίας, μηδὲ ποιῆσαι δειλοὺς, μηδὲ μηχανήμασι περιγενέσθαι, ἑτέρως λυμήναιτο, πείθειν ἐπιχειρῶν ὡς εἰκῆ καὶ μάτην καὶ ἐπ’ οὐ‐ δενὶ τοσοῦτον ἐπιδείκνυνται πόνον, ὥστε αὐτῶν ἐκλῦ‐
20σαι τὰς χεῖρας, ὥστε αὐτῶν καταβαλεῖν τὴν ῥώμην, ὥστε σβέσαι τὴν προθυμίαν, ὥστε διὰ πάντων τούτων ἀποστῆσαι μὲν τῆς περὶ τὸν πόλεμον σπουδῆς, γυμνοὺς δὲ καὶ ἀόπλους νομίσας, δεδεμένους αἰχμα‐ λώτους λαβεῖν· οὕτω καὶ ὁ διάβολος πεποίηκεν.
25Ἐπειδὴ ἑώρα τῇ χάριτι τοῦ Θεοῦ τὸ πλέον τῆς οἰ‐ κουμένης καταγελῶντας μὲν τῆς Ἑλληνικῆς πλάνης, παντὶ δὲ θυμῷ καὶ πάσῃ ψυχῇ τὸν ὑπὲρ τῆς εὐσεβείας πρεσβεύοντας λόγον, εἶτα ἐκ τούτου πολλὴν μὲν ἀρετῆς γιγνομένην σπουδὴν, πολλὴν δὲ ὑπεροψίαν
30κακίας, προελθεῖν μὲν καὶ φανερῶς εἰπεῖν, ἀπόστητε τοῦ Χριστοῦ, καταγελάσατε τῶν παρ’ αὐτοῦ δογμά‐ των, μῦθός ἐστι τὰ ἐκείνου καὶ πλάνη, πονηρός τίς ἐστι καὶ ἀπάνθρωπος, οὐ τολμᾷ· οἶδε γὰρ ταύτῃ μᾶλλον ἀποπηδήσοντας αὐτοῦ τῆς τυραννίδος, καὶ
35μισήσοντας αὐτὸν μειζόνως. Διὰ τοῦτο μὲν ἐξ εὐθείας οὐκ εἰσάγει τὴν κατηγορίαν, κύκλῳ δὲ περιιὼν, ὑπο‐ σπείρει λάθρα τὸν ἰὸν τῶν δυσσεβῶν δογμάτων, τὸ μὲν δοκεῖν ἀφεὶς μένειν ἐν τῇ πίστει, τῇ δὲ ἀληθείᾳ, πρόῤῥιζον αὐτὴν ἀνασπῶν, καὶ πάντα καταλύων τῆς
40ἀληθείας τὰ δόγματα, καὶ πολλὴν τοῦ Θεοῦ καταχέων διαβολὴν παρὰ τοῖς πειθομένοις. Διὰ τοῦτο αὐτῷ τὸ δηλητήριον τοῦτο, καὶ τὰ θανατηφόρα τῆς εἱμαρμένης κατεσκεύασται φάρμακα, ἵνα πάντα ἅπερ εἶπον λάθρα εἰσαγάγῃ, ἵνα κενὸν ἡμῶν δείξῃ τὸ φρόνημα
45καὶ τὴν πίστιν κενὴν, ἵνα πονηρὰν περὶ τοῦ Θεοῦ πείσῃ τοὺς ἀνθρώπους ψῆφον ἔχειν· ὅπερ οὖν καὶ ἐν ἀρχῇ πεποίηκεν ἐπὶ τοῦ Ἀδὰμ, καθάπερ βάσκανόν τινα καὶ φθονερὸν διαβαλὼν τὸν Θεόν. Μόνον γὰρ οὐχὶ οὕτως ἔλεγεν δι’ ὧν παρῄνει· ᾔδει, φησὶν, ὁ Θεὸς

50

.

754

(50)

ὅτι ἀνοιγήσονται ὑμῶν οἱ ὀφθαλμοὶ, ᾔδει ὅτι ἔσεσθε ὡς θεοὶ, ἐφθόνησεν ὑμῖν, ἐβάσκανεν ὑμῖν μείζονος τιμῆς. Εἰ γὰρ καὶ μὴ προσετίθει ταῦτα τὰ ῥήματα, ταῦτα αὐτοῖς ἀφ’ ὧν ἔλεγεν ὑποπτεύειν ἐδίδου. Καὶ ὅρα τὴν κακουργίαν. Ἀνατρέψας τοῦ Θεοῦ τὴν ψῆφον,
55καὶ εἰπὼν ὅτι μεγάλα αὐτοῖς ἀγαθὰ ἔσται μὴ πειθο‐ μένοις αὐτῷ, οἷον, ἄνοιξις ὀφθαλμῶν καὶ ἰσοθεΐα, καὶ γνῶσις ἠρτημένη, οὐκέτι προσέθηκεν ὅτι πονηρὸς ὁ τούτων ἀπείργων, ἵνα μὴ δόξῃ καθάπερ ἐχθρός τις καὶ πολέμιος λέγων ἀπολογεῖσθαι, ἀλλὰ πρόσωπον
60συμβούλου καὶ κηδεμόνος ὑποδὺς, εὐπαράδεκτον
ποιήσῃ τὴν κακὴν παραίνεσιν· ὃ δὴ καὶ γέγονεν. Οὐ‐753

50

.

755

δὲν γὰρ ἕτερον ἤθελε κατασκευάσαι δι’ ὧν ἔλεγεν, ἀλλ’ ἢ ὅτι ἀπόστητε τοῦ Θεοῦ τοῦ πεποιηκότος· βάσκανός ἐστι καὶ φθονερὸς, φθονεῖ τῶν μειζόνων ὑμῖν ἀγαθῶν. Ἀλλὰ ταῦτα φανερῶς μὲν οὐκ ἔθηκε
5τὰ ῥήματα· ἦ γὰρ ἂν, ὑποπτεύσαντες αὐτὸν εἶναι ἐχθρὸν, ἔφυγον· ἀφεὶς δὲ εἰπεῖν αὐτοῖς ταῦτα καὶ περιστείλας, τὴν ὀλεθρίαν ταύτην εἰσήγαγε συμβου‐ λήν. Οὕτω δὴ καὶ νῦν οὐ λέγει μὲν, ἀπόστητε τοῦ Χριστοῦ, ὡς κατεγνωσμένων τῶν θείων δογμάτων·
10οἶδε γὰρ ὅτι ἐψεύδετο καὶ οὐκ ἐπιστεύετο· κακούρ‐ γως δὲ δοκεῖ μὲν ἡμᾶς ἀφεῖναι ἐν τούτοις, καὶ συγχωρεῖν πρὸς τὴν ἀλήθειαν, ἑτέρως δὲ οὐκ εἰδότας αὐτοὺς ἐξαιρεῖ τῆς αἰωνίου ταύτης κληρονομίας· ὥσπερ ἂν εἴ τις παῖδα γνήσιον καὶ ἐλεύθερον,
15ἁπλοῦν τινα καὶ ἀπόνηρον, τῇ δεξιᾷ μὲν κατέχων μὴ ἐκβάλοι τῆς πατρικῆς οἰκίας, παραινοῖ δὲ αὐτῷ ποιεῖν δι’ ὧν καὶ ἑκὼν καὶ ἄκων ἐκπεσεῖται τῶν πατρικῶν ἁπάντων. Οὐ γάρ ἐστιν, οὐκ ἔστι τὸν εἱμαρμένῃ προσέχοντα, δυνηθῆναι τῶν οὐρανῶν ἐπιτυχεῖν, μᾶλ‐
20λον δὲ οὐκ ἔστι δυνηθῆναι τὴν γέενναν καὶ τὴν κόλα‐ σιν ἐκφυγεῖν· ἀπεναντίας γὰρ τοῖς τοῦ Θεοῦ δόγμασιν ἅπαντας πείθεσθαι ἐπιτάττει. Ὁ Θεὸς λέγει, Ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ
25μου, μάχαιρα ὑμᾶς κατέδεται. Τὸ γὰρ στόμα Κυ‐ ρίου ἐλάλησε ταῦτα. Εἶδες πῶς ὁ Θεὸς φθέγγεται καὶ ποίους τίθησι νό‐ μους; Ἄκουσον καὶ τῆς εἱμαρμένης, πῶς φθέγγεται, καὶ πῶς ἐναντίους εἰσάγει θεσμοὺς, καὶ μάθε, πῶς
30ἐκεῖνα μὲν ὑπὸ θείου Πνεύματος εἴρηται, τὰ δὲ ταύ‐ της ὑπὸ πονηροῦ δαίμονος καὶ θηρός τινος ἀνημέρου. Εἶπεν ὁ Θεὸς, Ἐὰν θέλητε, καὶ ἐὰν μὴ θέλητε, κυ‐ ρίους ἡμᾶς ποιῶν ἀρετῆς καὶ κακίας, καὶ ἐπὶ τῇ γνώμῃ τῇ ἡμετέρᾳ τιθείς. Ἐκεῖνος δὲ τί φησιν; Ὅτι
35τὸ εἱμαρμένον οὐ δυνατὸν ἐκφυγεῖν, κἂν θέλωμεν, κἂν μὴ θέλωμεν. Ὁ Θεὸς λέγει· Ἐὰν θέλητε, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· αὐτὴ λέγει, κἂν θέλωμεν, μὴ ᾖ δὲ ἡμῖν δεδομένον, οὐδὲν ὄφελος τοῦτο θέλειν. Ὁ Θεὸς λέγει, Ἐὰν μὴ θέλητε προσέχειν τοῖς λό‐
40γοις μου, μάχαιρα ὑμᾶς κατέδεται· αὐτὴ λέγει, ἂν μὴ θέλωμεν, ᾖ δὲ ἡμῖν δεδομένον, πάντως σωζόμεθα. Οὐ ταῦτα ἡ εἱμαρμένη φησί; Τί γένοιτο ἂν οὖν τῆς μάχης ταύτης σαφέστερον; τί τοῦ πολέμου φανερώτε‐ ρον τούτου, ὃν ἀναισχύντως οὕτω πρὸς τὰ θεῖα λόγια
45εἵλοντο οἱ τῆς πονηρίας διδάσκαλοι δαίμονες; Ἀλλ’ ὅπερ ἔφην, τὸ μὲν δαίμονας καὶ ἀνθρώπους ἄλλους δαίμονας, τοὺς Ἕλληνας λέγω, ταῦτα πείθεσθαι, θαυ‐ μαστὸν οὐδέν· τὸ δὲ ὑμᾶς οὕτω θείας καὶ σωτηρίου διδασκαλίας ἀπολαύοντας, ἀτιμάζειν μὲν ταῦτα,

50

.

755

(50)

προστρέχειν δὲ ἐκείνοις τοῖς ἀλογωτάτοις, καὶ ψυχῆς ἀπώλειαν ἔχουσι, τοῦτό ἐστι τὸ πάντων χαλεπώτερον. Τί γάρ μοι καὶ τοὺς ἔξω κρίνειν; Ἐμοὶ τέως πρὸς ὑμᾶς ἐστιν ὁ λόγος, τὰ μέλη τοῦ Χριστοῦ, τὰ τέκνα τῆς Ἐκκλησίας, τοὺς ἐν τῷ πατρικῷ οἴκῳ παιδευομέ‐
55νους, τοὺς οὐρανίων ἀπολαύοντας διδαγμάτων, τοὺς τοσαύτῃ τιμηθέντας τιμῇ. Διὰ τοῦτο στένω, διὰ τοῦτο δακρύω καὶ θρηνῶ· θρήνων γὰρ ὄντως ἄξια, ὅταν τις μηδὲ συγγνώμης ἄξια πίπτῃ πτώματα. Ποία γὰρ,
εἰπέ μοι, συγγνώμη, ὅταν ἀποφαίνηται Θεὸς καὶ δαί‐Column end

50

.

756

μονες ἀντιφθέγγωνται, καὶ ἀξιοπιστότερα δόξῃ παρὰ τῶν οἰκείων τοῦ Θεοῦ τὰ παρ’ ἐκείνων λεγόμενα; Μὴ γὰρ λογισμοὺς κινοῦμεν νῦν, ἀλλὰ τέως τὴν ἰταμότητα τῶν ἐκείνοις πειθομένων δείξομεν. Ὁ Θεὸς λέγει,
5Παρέθηκά σοι πῦρ καὶ ὕδωρ, τὴν ζωὴν καὶ τὸν θάνατον, οὗ ἐὰν θέλῃς ἔκτεινόν σου τὴν χεῖρα· ὁ δαίμων λέγει, ὅτι οὐκ ἔστιν ἐν σοὶ τὸ ἐκτείνειν τὴν χεῖρα, ἀλλ’ ἀνάγκῃ τινὶ καὶ βίᾳ. Καὶ ἀξιοπιστότερα εἶναί σοι δοκεῖ, καὶ οὐ τὸ μέσον τῶν συμβουλευόντων
10νοεῖς, ὅτι ὁ μὲν Θεὸς, ὁ δὲ δαίμων· οὐ τῆς συμβουλῆς τὸ διάφορον ἐξετάζεις, ὅτι τὸ μὲν σωτήριον καὶ πρὸς ἀρετὴν καλεῖ, τὸ δὲ ὄντως καὶ δαιμονικὸν καὶ πρὸς κακίαν καὶ πονηρίαν· οὐ τὰ παρὰ τοῦ Θεοῦ σοι γεγενημένα, καὶ τὰ παρὰ τοῦ δαίμονος σκοπεῖς, ὅτι
15ὁ μὲν οὕτω σε ἐφίλησεν, ὡς καὶ τὸν Μονογενῆ δοῦναι ὑπὲρ σοῦ, οὗ τιμιώτερον οὐδὲν ἦν τῷ Πατρὶ, καὶ ἔτι φιλεῖ, ὡς καὶ παρακαλεῖν σε διὰ τῶν ἀποστόλων ὑπὲρ τῆς σῆς σωτηρίας, καὶ πάντα ποιεῖ· ὁ δὲ οὕτως ἐμί‐ σησε καὶ μισεῖ, ὡς διὰ πάντων σοι πολεμεῖν καὶ μὴ
20μόνον οὐδὲν διδόναι χρηστὸν, ἀλλὰ καὶ ὧν ἔλαβες παρὰ τοῦ Θεοῦ, καὶ τούτων πειρᾶσθαι ἐκβάλλειν· ὁ μὲν ἀγγέλοις σε ἴσον ποιῆσαι ἐσπούδασεν, ὁ δὲ τῶν χα‐ μαὶ βαδιζόντων ἀτιμότερόν σε κατέστησεν, αὐτούς τε σὲ προσκυνεῖν ἀντέπεισεν· ὁ μὲν εἰς βασιλείαν οὐρα‐
25νῶν ἕλκει καὶ τὰς ἄλλας τιμὰς, ὁ δὲ καὶ τῆς ἐνταῦθά σοι δοθείσης ἐφθόνησε, καὶ οὐ πρότερον ἀπέστη, ἕως ἐξέβαλεν. Εἰ γὰρ καὶ τὰ δόγματα οὐ δύνασθε αὐτοῦ συνορᾷν, καίτοι ἡλίου σαφέστερα τοῖς μὴ νωθεστέροις ἐστίν· οὕτω καὶ ταῦτα τὰ τοῦ Θεοῦ πρόδηλον ἔχει τὴν
30ἀρετὴν καὶ τὴν σωτηρίαν, κἀκεῖνα τὴν κακίαν· ἀλλ’ ὅμως εἰ πρὸς αὐτὰ μὴ δύνασθε συνιδεῖν, κἂν ἀπὸ τῶν συμβουλευόντων μάθετε τὸ σωτήριον καὶ τὸ βλα‐ βερόν. Πῶς γὰρ οὐκ ἄτοπον ἐπὶ μὲν τῶν ἄλλων πρα‐ γμάτων ταύτῃ κεχρῆσθαι τῇ γνώμῃ, κἂν μὲν ἰα‐
35τρὸς δώσῃ τινὶ σιτίον, μὴ περιεργάζεσθαι, ἀλλ’ ὡς ὑγιείας ποιητικὸν δέχεσθαι, ἂν δὲ φαρμακὸς καὶ γόης, μὴ πολυπραγμονεῖν, ἀλλ’ ὡς δηλητήριον καὶ βλαβερὸν ἀποστρέφεσθαι· ἐπὶ δὲ τοῦ Θεοῦ μηδὲ τού‐ τῳ κεχρῆσθαι τῷ μέσῳ; καίτοι τοσούτῳ πλέον τὸ
40μέσον Θεοῦ καὶ δαίμονος, ἢ ἰατροῦ καὶ φαρμακοῦ, ὅσον οὐδὲ ἔξεστιν εἰπεῖν, οὐδὲ νῷ παραστῆσαι καὶ λόγῳ. Πῶς οὖν οὐκ ἐσχάτης ἀτοπίας, ἔνθα μὲν ἐλά‐ χιστον τὸ διάφορον τῶν παρεχόντων τὰ σιτία, μὴ πολυπραγμονεῖν, ἀλλὰ τῇ ποιότητι τῶν προσώπων
45ἀντὶ πάσης κεχρῆσθαι διδασκαλίας· ἔνθα δὲ τοσοῦτον τὸ μέσον τῶν συμβουλευόντων, λόγου χρείαν ἔχειν πρὸς τὸ μαθεῖν, ὅτι τὸ μὲν σωτήριον, τὸ δὲ βλαβερόν; Μὴ, παρακαλῶ, μὴ τῶν ἀλόγων ὦμεν ἀλογώτεροι, ἀλλ’ ἀποπηδῶμεν, καὶ μὴ ἐπικλίνωμεν τὰς ἀκοάς·

50

.

756

(50)

Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί· καὶ συγ‐ γνώμης οὐκ ἔστι τυχεῖν τοὺς ἀπατηθέντας. Τίνος γὰρ ἕνεκεν, ἂν μὲν λοιμικὸν χωρίον ἴδῃς καὶ ἐπίνοσον, φεύγεις τὴν ἐκεῖ διατριβὴν, κἂν μυρία σε ἕλκῃ πρὸς τὴν οἴκησιν ἐκείνην, πάντων τὴν τοῦ σώματος ὑγίειαν
55προτιθείς· ὅταν δὲ λόγου τοῦ λοιμώδους τινὲς ὦσιν ἐμπεπλησμένοι, καὶ νοσήματος, οὐχὶ σῶμα διαφθεί‐ ροντος μόνον, ἀλλὰ καὶ ψυχὴν ἀπολλύντος, καὶ χείρω καὶ φαυλοτέραν ἐργαζομένου, οὐκ ἀποπηδᾷς; Ἄκου‐ σον, φησί τις σοφὸς ἀνὴρ, μὴ στήσῃς, ἀλλ’ ἀποπή‐
60δησον, μὴ ἐγχρονίσῃς, καὶ τὴν βραχυτάτην ἐν τού‐ τοις δεδοικὼς διατριβήν. Ταῦτα δὲ λέγομεν, οὐ τὴν
ἰσχὺν τῶν παρ’ ἐκείνοις δογμάτων δεδοικότες, ἀλλὰ755

50

.

757

τὴν ὑμετέραν ἀσθένειαν φοβούμενοι. Ἡμῖν γὰρ τῇ τοῦ Θεοῦ χάριτι ἀραχνίων ἀσθενέστερα τὰ ἐκείνων φαίνεται, τοῖς τεθεμελιωμένοις τῇ πίστει, κἂν μυριά‐ κις ἡμῶν ἐπᾴδωσι τὰς ἀκοὰς, τοσούτῳ πλείω τὸν
5γέλωτα ὀφλισκάνουσι παρ’ ἡμῶν, καθάπερ οἱ μεμη‐ νότες καὶ τῶν οἰκείων φρενῶν ἐξεστηκότες· τὴν δὲ ὑμετέραν ἀσθένειαν δεδοίκαμεν. Οὐ κατὰ πάντων λέγω τὰ εἰρημένα, ἀλλὰ κατὰ τῶν ὑπευθύνων τοῖς λεγομένοις ὄντων. Ἐπεὶ καὶ Παῦλος, ὁ πάντων κρα‐
10τῶν, οὐχὶ διδασκαλίαν μόνον, ἀλλὰ καὶ κατὰ τῶν ἀλλοτρίων ἐπιδεικνὺς τῷ μαθητῇ Τιμοθέῳ τὰς λογο‐ μαχίας, τὰς κενοφωνίας περιίστασθαι παραινεῖ. Ὀλί‐ γος ἐστὶν ὁ τῆς ζωῆς ἡμῶν χρόνος, βραχὺ τὸ τῆς σω‐ τηρίας ἐφόδιον. Ἂν οὖν αὐτὸν τὸν βραχὺν χρόνον τὸν
15δοθέντα ἡμῖν πρὸς τὸ μαθεῖν τι τῶν χρησίμων, εἰς περιττὰς καὶ ἀνονήτους καὶ βλαβερὰς ἀναλώσωμεν ἀκροάσεις, πότε λοιπὸν εὐπορήσομεν ἑτέρου πρὸς τὸ μαθεῖν τὰ ἀναγκαῖα καὶ κατεπείγοντα; Μάλιστα μὲν γὰρ, εἰ καὶ μακρὸς ἦν, πάντα αὐτὸν εἰς τὰ χρήσιμα
20ἀναλίσκειν ἔδει· ὅταν δὲ καὶ ὀλίγος ᾖ καὶ βραχὺς, πῶς οὐκ ἐσχάτης ἀνοίας τὴν ὀλιγότητα αὐτοῦ εἰς τὰ διαφθείροντα δόγματα τὴν ψυχὴν τὴν ἡμετέραν δα‐ πανᾷν; Τί σοι χρεία φαρμάκου; μὴ δέξῃ πληγὴν,
μὴ τὸν χρόνον ἀναλώσῃς εἰς τὸ θεραπεύειν, ἃ λαμβά‐Column end

50

.

758

νεις παρ’ ἑτέρων, καὶ ἔχεις· ἀπὸ τῶν θείων Γραφῶν τὸ ὑγιὲς συγκρότει, κἂν προσέλθῃ τις ἕτερόν τι λέ‐ γων, ἀπόφραξον τὰ ὦτα, ἀποπήδησον εὐθέως, μὴ ἐγχρονίσῃς. Καὶ εἰ, κατὰ βασιλέων συλλόγου γενο‐
5μένου, οὐκ ἂν ἠνέσχου μετασχεῖν τοῦ συνεδρίου, ὡς τῇ κοινωνίᾳ τῆς ἀκροάσεως, εἰ καὶ μὴ συγκατάθεσις γένοιτο, κινδυνεύσων πάντως· ὅταν κατὰ Θεοῦ λέ‐ γηταί τι, καὶ δόγμα τῆς αὐτοῦ γέμον κατηγορίας γυμνάζηται, οὐκ ἀποφεύξῃ, οὐ μισήσεις τὴν βλά‐
10σφημον γλῶτταν, οὐκ ἐμφράξεις τὰ ἄθεα στόματα; Καὶ πῶς δυνήσῃ μετὰ παῤῥησίας εὔχεσθαι τὸν Θεὸν, ταῖς διαβολαῖς ταῖς κατ’ αὐτοῦ κοινωνῶν; Μὴ, παρακαλῶ. Ταῦτά μοι οὐ πρὸς τοὺς παρόντας εἴ‐ ρηται, μᾶλλον δὲ καὶ πρὸς τοὺς παρόντας. Εἰ γὰρ καὶ
15ὑμεῖς ἀνεύθυνοι, ἀλλ’ οὕστινας ἴστε ταύτην νοσοῦντας τὴν νόσον, τούτοις καὶ ἑτέροις πλείοσιν ἐπαντλᾶτε ῥή‐ μασιν, ὥστε πρόῤῥιζον ἀνασπάσαι τὸ κακόν. Γένοιτο δὲ εὐχαῖς τῶν ἁγίων καὶ φίλων τοῦ Θεοῦ (οὐ γὰρ δὴ τοσοῦτον ἡμῶν ἰσχύει τὰ ῥήματα, ὅσον τῆς ἐκείνων
20εὐχῆς ἡ παῤῥησία), γένοιτο πάντας ἡμᾶς, καὶ ὅσοι πρὸς τὸ πλήρωμα τῆς Ἐκκλησίας συντελοῦσι, τούτων ἀπαλλαγέντας τῶν κακῶν, μετὰ παῤῥησίας στῆναι
ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ᾧ ἡ δόξα. Ἀμήν.Column end

50

.

757

(25t)

ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΚΑΙ ΠΡΟΝΟΙΑΣ
26tΛόγος γʹ.
27 Οἶδα πρῴην περὶ εἱμαρμένης εἰπὼν πρὸς τὴν ὑμε‐ τέραν ἀγάπην, ἀλλ’ οὐδὲν κωλύει καὶ τήμερον περὶ τῆς αὐτῆς ὑποθέσεως γυμνάσαι τὸν λόγον· οὐκ ἐπειδὴ
30τὸ πάθος ἐστὶν ἰσχυρὸν, ἀλλ’ ἐπειδὴ ἡ ῥᾳθυμία ἡμῶν ἐστιν ἄφατος, ἡ καὶ τὰ μικρὰ μεγάλα ποιοῦσα τῶν νοσημάτων. Ἐπεὶ καὶ τυφλῷ δῆλόν ἐστι φύσει, ὅτι τὸν πιστὸν οὐδὲ λόγων οὐδὲ διδασκαλίας δεῖσθαι χρὴ πρὸς τὴν τοῦ κακοῦ τούτου φυγήν. Καθάπερ γὰρ τὸν
35οἰκοῦντα τὴν καθ’ ἡμᾶς οἰκουμένην, καὶ νόμοις πολιτευόμενον τοῖς παρ’ ἡμῖν, καὶ βασιλεῦσιν ὑπο‐ τεταγμένον τοῖς αὐτοῖς, οὐ δεῖ πείθειν, ὅτι τὴν Περ‐ σικὴν πολιτείαν ἐν τῇ ἡμετέρᾳ εἰσάγειν οὐ χρὴ, ἀλλ’ ἀπαγορεύειν μόνον· οὕτω δὴ καὶ ἐνταῦθα. Τῶν γὰρ
40ἁμαρτημάτων τὰ μέν ἐστι λόγου δεόμενα καὶ δι‐ δασκαλίας, τὰ δὲ οὕτω φανερὰ καὶ δῆλα, ὡς φόβῳ καὶ τιμωρίᾳ μόνῃ κωλύεσθαι· οἷον τὸ φονεύειν, τὸ μοιχεύειν, τὸ κλέπτειν, οὐ δεῖται λόγων· δι’ ὅπερ καὶ ὁ νομοθέτης οὐχὶ διδασκαλίαν ὑπὲρ τούτων συντέ‐
45θεικε περιηχοῦσαν ἡμᾶς, ὅτι τὸ πρᾶγμα πονηρόν· προκατειλήφει γὰρ ἡμᾶς τῷ λογισμῷ· ἀλλὰ μόνον ἀπηγόρευσεν, οὐ μοιχεύσεις, οὐ φονεύσεις. Ὅταν δὲ περὶ χηρῶν ὑπεροψίας καὶ παρακαταθηκῶν κακουρ‐ γίας ἡμῖν διαλέγηται, καὶ λογισμοὺς τίθησιν, Ἐλέη‐

50

.

757

(50)

σον τὴν χήραν, φησὶ, καὶ τὸν προσήλυτον· καὶ γὰρ καὶ σὺ προσήλυτος ἦσθα ἐν γῇ Αἰγύπτῳ. Τὸ σάβ‐ βατον ἀργίᾳ τίμα, φησίν· εἶτα καὶ λογισμὸν τίθησιν. Τὸ τοίνυν εἱμαρμένης ἀπέχεσθαι, οὐ τούτων ἐστὶ τῶν δεομένων λογισμοῦ, ἀλλ’ ἐκείνων τῶν δήλων.
55Ὥσπερ γὰρ δῆλον ὅτι πονηρὸν τὸ φονεύειν καὶ τὸ μοιχεύειν φαῦλον, οὕτω δῆλον ὅτι τὸ προσέχειν εἱμαρ‐
μένῃ πονηρὸν καὶ ἀπηγορευμένον. Μὴ γὰρ ἀπὸColumn end

50

.

758

(26)

τῶν πειθομένων νομίζετε αὐτὸ εἶναι τῶν μὴ κεκω‐ λυμένων· ἐπεὶ καὶ φόνος τολμᾶται, καὶ κεκώλυται παρὰ τοῖς νόμοις, καὶ αἱ μοιχεῖαι καὶ αἱ ἁρπαγαὶ τῶν ἀπηγορευμένων εἰσὶ, καίτοι δρωμένων παρὰ τῶν
30πολλῶν. Ἐπεὶ ὅτι γε τῶν κεκωλυμένων ἐστὶν, ὥσπερ ὁ φόνος, παρὰ τοῖς νόμοις αὐτοῖς τοῖς τῶν Ἑλλήνων, τὸ τῇ γενέσει πείθεσθαι, παρελθών τις τῶν μοιχευ‐ σάντων τὴν τοῦ δεῖνος γυναῖκα, κατηγορούμενος ἐν δικαστηρίῳ λεγέτω, ὅτι οὐκ ἐγὼ, ἀλλ’ ἡ γένεσις·
35ἐγὼ μὲν γὰρ σωφρονεῖν ἐβουλόμην, ἐκείνη δέ με ὦσε καὶ ἐνέβαλεν· ἆρα οὐ διὰ τοῦτο χαλεπωτέραν δώσει δίκην, ὡς καταγέλαστα ἀπολογούμενος; ἆρα συγγνώμης τεύξεταί τινος; Οὐδαμῶς. Καὶ μὴν ἐχρῆν κατ’ ἐκείνους. Εἰ γὰρ γενέσει πάντα καὶ οὐ προαι‐
40ρέσει γίνεται, ταύτης μείζων οὐκ ἔστιν ἀπολογία. Εἰ μὲν γὰρ κυρία καὶ δυνατωτέρα ἐστὶ τῆς γενέσεως ἡ προαίρεσις, οὐκ ἂν εἴη γένεσις· εἰ κἂν μυρία μη‐ χανήσηταί τις, ἀνάγκη τὰ ἐπιτάγματα τὰ ἐκείνης πληροῦσθαι, μάτην οὗτος κολάζεται, καὶ οὐ τεύξεται
45συγγνώμης· ἀλλ’ οὐδεὶς αὐτοῦ οὔτε ἀπολογουμένου, οὔτε τυχόντος συγγνώμης ἀκούσεται· οὕτω παρὰ πᾶσι τὸ πρᾶγμα διαβέβληται, καὶ μῦθος εἶναι καὶ λῆρος δοκεῖ. Πολλοί τε τῶν ἀρχόντων (καίτοι γε εἰ παρὰ ἀνθρώπου πάθοι βίαν, ἀρκεῖ πρὸς ἀπολογίαν

50

.

758

(50)

αὐτὸ τοῦτο ἐγκαλουμένῳ, μᾶλλον οὐδὲ ἔγκλημα λοι‐ πὸν εἶναι δοκεῖ), πολλοὶ γοῦν τῶν ἀρχόντων, ἐπὶ φό‐ νοις ἀδίκοις κατηγορηθέντες, δίκην ἔδοσαν, τοὺς δὲ δημίους τοὺς διακονουμένους τῷ φόνῳ, καὶ αὐτόχει‐ ρας γεγενημένους τῆς σφαγῆς, οὐδὲ εἰς δικαστήριον
55ἑλκύσαι τις, ἀλλ’ οὐδὲ ζητῆσαι, τὴν ἀρχὴν, τῆς ἀνάγκης ὑπὲρ αὐτῶν ἀπολογουμένης, καὶ τοῦ τῆς ἀρχῆς ἀξιώματος, καὶ τοῦ τῆς ὑποταγῆς φόβου.
Εἶτα ἀνθρώπῳ μὲν ἴσασι συγγινώσκειν, ὑπ’ ἀν‐757

50

.

759

θρώπου τοῦ ὁμοφύλου καὶ ὁμογενοῦς καταναγ‐ καζομένου· τῷ δὲ ὑπὸ εἱμαρμένης οὐχὶ πολλῷ μᾶλλον συγγινώσκειν ἐχρῆν; Καὶ γὰρ διαδρᾶναι ἔδει. Ἐκείνης δὲ, ὥς φασιν, οὕτως ἀμήχανος ἡ
5ἀρχὴ, ὡς κἂν εἰς ἔρημον, κἂν εἰς θάλασσαν, κἂν ὅπου τις ἀφίκηται, τὰ νοήματα αὐτῆς οὐ διαφεύξεται. Πῶς οὖν οὐκ ἄτοπον τὸν μὲν ὑπὸ βαρβάρων βίας ἀγ‐ χόμενον, πλείστης συγγνώμης ἀπολαύειν, ὡς μηδὲ ἐγκαλεῖσθαι τὴν ἀρχὴν, τὸν δὲ ὑπὸ δυνατωτέρας, ὥς
10φασι, δυνάμεως καταναγκαζόμενον, δίκην διδόναι, καὶ μηδὲ λόγου μεταδιδόναι πρὸς ἀπολογίαν αὐτῷ τοιαύτην; Οὐδεὶς γάρ ποτε προβαλλόμενος εἱμαρ‐ μένην ἀπέφυγεν, οὐκ ἐν δικαστηρίοις κακοῦργος, οὐκ ἐν οἰκίᾳ οἰκέτης, οὐκ εἰς διδασκαλεῖον παῖδες,
15οὐκ ἐν ταῖς τέχναις μαθηταὶ, ἐν οἷς ἂν διαμάρτω‐ σι. Πῶς οὖν τινες εἱμαρμένην πρεσβεύουσιν ἀτι‐ μάζοντες αὐτὴν, καὶ τῇ ὑπ’ αὐτῆς ἀνάγκῃ οὐδεμιᾶς μεταδιδόντες συγγνώμης; Οὕτω τῇ μὲν ἀληθείᾳ, καὶ τῷ συνειδότι σφόδρα πεπείκασιν ἑαυτοὺς, ὅτι
20μῦθος τὸ πρᾶγμά ἐστιν. Ὅταν δὲ εἰς ἁμαρτήματα ἐμπέσωσι χαλεπὰ, ἕτερον αὐτοῖς προστιθέασι πάλιν, ὡς ταύτῃ διαφευξόμενοι τὴν ἀποκειμένην αὐτοῖς δί‐ κην, ἀλλ’ οὐ χαλεπώτερον αὐτὴν δώσοντες. Οὐ γὰρ οὕτω τὸ ἁμαρτάνειν χαλεπὸν, ὡς τὸ μετὰ τὴν ἁμαρ‐
25τίαν ἀναισχυντεῖν, καὶ τὸν Θεὸν διαβάλλειν ὑπὲρ τῶν οἰκείων κακῶν. Τοῦτο πάσης ἁμαρτίας χεῖρον· ὅπερ οὖν καὶ ὁ διάβολος ἐσπούδασεν, ὡς μὴ μόνον ῥᾳθύ‐ μους ἡμᾶς γενέσθαι πρὸς ἀρετὴν καὶ προχείρους εἰς κακίαν, ἁπάντων τὴν αἰτίαν ἀνατιθέναι τῷ Θεῷ, ἀλλὰ
30καὶ μετὰ τοῦ βλάσφημον ἡμῶν καὶ τὴν ψυχὴν καὶ τὴν γλῶτταν ἐργάσασθαι, ἀπολογίας προσχήματι, σοῦ Θεοῦ κατηγοροῦντας, καὶ τῶν μὲν ἐργαζομένων ἡμῶν αὐτῶν ἀποσκευαζομένους τὴν διαβολὴν, εἰς δὲ τὸν οὐκ ὄντα αἴτιον μετατιθέντας τὴν κατηγορίαν.
35Καίτοι κἂν ἐπ’ ἀνθρώπων τις τοιοῦτόν τι φανῇ τολ‐ μήσας, ἀρκεῖ τοῦτο μόνον εἰς κατηγορίαν αὐτοῦ καὶ ἀπώλειαν. Ὅταν γὰρ ἕτερον συκοφαντῇ ὁ μηδὲν ἐργασάμενος δεινὸν, τῶν δεδρακότων τὸ τόλμημα τι‐ μωρίᾳ ἐνέχεται. Ὅρα οὖν πόσα κακὰ συνέστησεν ὁ
40διάβολος ἀπὸ τῆς εἱμαρμένης· ὑπεροψίαν ἀρετῆς· ἐκλύει γὰρ ψυχὴν κἂν σφόδρα πρόθυμος ᾖ πρὸς τοὺς ὑπὲρ αὐτῆς ἱδρῶτας, ὅταν πείσῃ, ὅτι τῶν γενομένων
οὐδέν ἐστιν ἐφ’ ἡμῖν εὐέμπτωτον πρὸς πονηρίανColumn end

50

.

760

ἔργον. Ὅταν γὰρ μάθῃ τις ὅτι μοιχεύων ἢ φονεύων, καὶ τοίχους διορύττων, οὐκ ἔστιν ἐγκλήματος ἄξιος, οὐ παύσεται, καθάπερ ἐπὶ κατάντους χωρίου, μετὰ προθυμίας φερόμενος τῆς προνοίας ποιεῖν συκοφάντας,
5καὶ συκοφάντης γενέσθαι κατὰ τοῦ Θεοῦ· οὗ τί γέ‐ νοιτο ἂν χεῖρον, εἰπέ μοι, κακόν; Φεύγωμεν τοίνυν, ἀγαπητοὶ, τὴν εἰδωλολατρείαν ταύτην· ὄντως θάνατός ἐστιν ἐν τῷ λέβητι, καὶ πάντα τὸν ἀρυσάμενον ἐν‐ τεῦθεν κἂν μικρόν τι τῶν διεφθαρμένων δογμάτων
10ἀνάγκη πάντως ἀποθανεῖν, εἰ μὴ παλινδρομήσειε, καὶ τῆς ὑγιείας ἀπολαύσειε τῆς καθαρᾶς. Ἵν’ οὖν μὴ μετὰ ταῦτα ἀνόνητα θρηνῶμεν, ὅταν τῆς μετανοίας ἡμῖν ἡ προθεσμία μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἐκ‐ κοπῇ, ἕως ἐσμὲν κύριοι, ὅσοι μὲν ἑάλωμεν τῷ νοσή‐
15ματι, μετανοήσωμεν καὶ ἀνακτησώμεθα ἑαυτούς· ὅσοι δὲ ὑγιαίνομεν, τήν τε ὑγίειαν καθαρὰν διατηρῶμεν, καὶ τοῖς προκατειλημμένοις χεῖρα ὀρέγωμεν. Εἰ γὰρ τοῖς τὰ σώματα νοσοῦσι τοσαύτην ἐπιδεικνύμεθα σπουδὴν καὶ κηδεμονίαν, ὅταν ψυχῆς ἀῤῥωστία
20προκέηται, τί τῶν πάντων οὐ πρακτέον ἡμῖν; τί δὲ οὐχ ὑπομενοῦμεν, ὥστε τὸν ἀδελφὸν, εἰς συνάφειαν μέλους ἡμῖν συντελοῦντα, ἀνακτήσασθαι, τὸν καὶ ἐν τῷ πληρώματι τοῦ σώματος τοῦ ἐκκλησιαστικοῦ τελοῦντα; Πάντα οὖν ὑπὲρ τούτου πραγματευσώμεθα,
25πάντα ὑπὲρ τούτου πράττωμεν, τοὺς κύνας, τοὺς λύ‐ κους ἀπελαύνοντες, μηδὲ ἀρκεῖν ἡγώμεθα ἡμῖν τὴν ἡμετέραν αὐτῶν σωτηρίαν. Ὥσπερ γὰρ εἴρηται ὅτι, Εἰ ἐθεώρεις κλέπτην, συνέτρεχες, καὶ μετὰ μοι‐ χῶν τὴν μερίδα σου ἐτίθης· οὕτω δὴ καὶ ἐνταῦθα
30ἀκουσόμεθα· ὅταν ἴδωμέν τινα τῶν ἀδελφῶν τῶν ἡμετέρων κλέπτοντα λόγοις καὶ ψιθυρισμοῖς, τὰ αὐτὰ ἀκουσόμεθα. Οἶκός ἐστι δεσποτικὸς ἡ Ἐκκλησία, σκεύη τίμιά εἰσιν οἱ πιστοί. Ὅταν οὖν ἴδῃς τινὰ τῶν ἔξωθεν βουλόμενον ὑφελέσθαι τι τῶν σκευῶν, κἂν
35αὐτὸς ἀνάλωτος ᾖς, ὡς μέλλων κινδυνεύειν, εἰ παρ‐ ίδοις, καὶ μὴ προσελθὼν εἴποις τοῖς διορθῶσαι κυρίοις, ἔνοχος γέγονας τῆς ἐκείνου ψυχῆς, ὁ τὸν κλέπτην ὁρῶν διορύττοντα, καὶ μὴ κωλύων ἢ διὰ σαυτοῦ ἢ δι’ ἑτέρου. Οὐχ ὥς σοι τὸν κίνδυνον ἁπλῶς ἐπικρέμασθαι
40ταῦτα λέγω, ἀλλ’ ὥστε ἀσφαλίσασθαι, ὥστε ποιῆσαι ἴσως ὑπὲρ τῆς ἑαυτῶν καὶ τῆς τῶν ἄλλων σωτηρίας μεριμνᾷν. Οὕτω γὰρ δυνησόμεθα καὶ τῶν ἐπηγγελ‐ μένων τυχεῖν ἀγαθῶν, χάριτι Χριστοῦ, ᾧ ἡ δόξα εἰς
τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

50

.

759

(45t)

ΠΕΡΙ ΠΡΟΝΟΙΑΣ ΚΑΙ ΕΙΜΑΡΜΕΝΗΣ
46tΛόγος δʹ.
47 Τὰ αὐτὰ λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Εἰ δὲ Παύλῳ συνεχοῦς ἔδει διδασκαλίας πρὸς τοὺς μαθητὰς, Παύλῳ τῷ μετὰ τῆς τοῦ Πνεύ‐

50

.

759

(50)

ματος διδάσκοντι χάριτος, καὶ μετὰ ἐπιτάγματος ἐλαύνοντι τοὺς ἐχθροὺς, καὶ πάντων ἀναιροῦντι τὰ παθήματα, Παύλῳ τῷ τιμωμένῳ, οὗ πάντες ἤκουον ὡς ἐξ οὐρανῶν ἀγγέλου καταβάντος, μᾶλλον δὲ ὡς αὐτοῦ τοῦ Χριστοῦ· εἰ τοίνυν ἐκείνῳ χρεία ἦν τοῦ
55συνεχῶς τὰ αὐτὰ λέγειν, πολλῷ μᾶλλον ἡμῖν τοῖς οὐδενὸς ἀξίοις λόγου. Καὶ γὰρ ὄντως ἀσφαλὲς τὸ πολ‐ λάκις ὑμῖν περὶ τῶν αὐτῶν ἀκούειν, καὶ οὐ μόνον τὸ περὶ τῶν αὐτῶν, ἀλλὰ καὶ τὸ τὰ αὐτὰ περὶ τῶν αὐ‐
τῶν. Μὴ δὴ δυσχεραινέτω τις, μηδὲ ἐνοχλεῖσθαι νο‐Column end

50

.

760

(46)

μιζέτω παρ’ ἡμῶν, εἰ περὶ τῆς αὐτῆς ὑποθέσεως μέλλοιμεν τὰ αὐτὰ λέγειν πάλιν. Εἰ μὲν γὰρ ἦν θαρσῆσαι, ὅτι ἅπαξ ἀκούσαντες ἀποτίθεσθε τὸ νόση‐ μα τῆς ψυχῆς, μάλιστα μὲν οὐδὲ οὕτως ἀποστῆναι

50

.

760

(50)

ἐχρῆν, ἀλλ’ ἔτι περὶ τῶν αὐτῶν λέγειν ἐχρῆν, ὥστε μόνιμον ὑμῖν καὶ βεβαίαν ποιῆσαι τὴν ὑγίειαν, καὶ δυσχειρώτους πρὸς τὸ τοῖς αὐτοῖς μὴ περιπεσεῖν πάλιν ἔργοις. Ἐπειδὴ δὲ ὑποπτεύομεν εἶναι ἔτι λεί‐ ψανά τινα τοῦ κακοῦ παρὰ τοῖς ἀκροαταῖς, ἀναγκαία
55καὶ κατὰ λόγον ἡμῖν ἡ συνεχὴς ὑπὲρ τούτων ἐστὶ παραίνεσις. Τήμερον γὰρ ἀναγκαῖόν ἐστιν εἰπεῖν πῶς ἂν ἐκφύγοιμεν. Πῶς οὖν ἐκφύγοιμεν ἄν; Πρῶτον μὲν ταῖς εὐχαῖς, καὶ τῇ πρὸς τὸν Θεὸν ὁμιλίᾳ, δεύτε‐
ρον δὲ, λογισμοῖς εὐσεβέσιν. Ἂν γὰρ ἴδῃς τίνα μὲν759

50

.

761

τὰ μέλλοντα, τίνα δὲ τὰ παρόντα, καὶ τὴν ὀρθὴν περὶ ἑκατέρων ψῆφον ἐνέγκῃς, οὐδέποτέ σου τῆς ψυχῆς ἅψεται τοῦτο τὸ κακόν. Ὅταν οὖν ἴδῃς πλου‐ τοῦντά τινα παρ’ ἀξίαν, μὴ μακαρίσῃς, μὴ ζηλωτὸν
5νομίσῃς, μὴ καταγνῷς τῆς τοῦ Θεοῦ προνοίας, μὴ μάτην φέρεσθαι καὶ εἰκῇ τὰ παρόντα νόμιζε, ἐπειδὴ ὁ δεῖνα πλουτεῖ παρ’ ἀξίαν. Ἀναμνήσθητι τοῦ Λαζά‐ ρου καὶ τοῦ πλουσίου, πῶς ὁ μὲν πρὸς ἄκρον εὐπο‐ ρίας ἐληλάκει καὶ τρυφῆς, ὠμὸς ὢν καὶ ἀπηνὴς καὶ
10ἀπάνθρωπος καὶ κυνῶν αὐτῶν ἀγριώτερος· εἴ γε οἱ μὲν τὸν πένητα ἠλέουν καὶ ἐθεράπευον, οὐκ ὀκνοῦν‐ τες τῇ γλώττῃ ἅψασθαι τῶν ἑλκῶν τῶν κατὰ παντὸς τοῦ σώματος, ὁ δὲ οὐδὲ ψιχίων αὐτῷ μετεδίδου. Ἐν‐ νόησον οὖν πῶς αὐτὸς μὲν πρὸς ἄκρον εὐπορίας ἐλη‐
15λάκει, ὁ δὲ πένης ἐκεῖνος ὁ ὄντως πλούσιος, ὁ ὄντως εὔπορος, εἰς αὐτὸ τῆς πενίας τὸ ἔσχατον κατέπεσε, καὶ αὐτῆς τῆς ἀναγκαίας ἠπόρει τροφῆς, καὶ νόσῳ καὶ λιμῷ διηνεκεῖ παλαίων. Καὶ ὁ μὲν ἥττω τῆς χρείας εἶχεν, ὁ δὲ οὐδὲ τῆς συμμετρίας ἀπήλαυεν.
20Ἀλλ’ ὅμως οὐκ ἐδυσχέραινεν, οὐκ ἐφθέγξατο ῥῆμα ἀσεβὲς, οὐ κατηγόρησε τοῦ Θεοῦ, οὐκ ἐμέμψατο τὴν πρόνοιαν, οὐκ ἀνέθηκεν εἱμαρμένῃ τὰ γεγενημένα, οὐκ εἶπε πρός τινα, ἀλλ’ οὐδὲ πρὸς ἑαυτόν· ἐγὼ μὲν οὐδὲν ποιήσας κακὸν εἰδικῶς, τοσαύτην τίνω δί‐
25κην, καὶ τὴν ἐσχάτην ὑπομένω τιμωρίαν, λιμῷ τη‐ κόμενος, δαπανώμενος νόσῳ χαλεπωτάτῃ, κατὰ μι‐ κρὸν ἀναλισκόμενος καὶ ἀσχημονῶν· οὗτος δὲ πλου‐ τεῖ, καὶ τρυφᾷ ταῖς ἀλλοτρίαις ἐνδιαιτώμενος συμ‐ φοραῖς, ὁ τοῖς ἐμοῖς ἐμπαροινῶν κακοῖς· καὶ τὸν μὲν
30ἀπάνθρωπον, καὶ ἀνηλεῆ, καὶ ὠμὸν καὶ λίθινον το‐ σούτων ἐποίησε χρημάτων κύριον ὁ Θεὸς, ἐμὲ δὲ τὸν οὐδὲ μέχρι ῥημάτων ψιλῶν παροξύναντα ἀφῆκε κατα‐ τείνεσθαι πόνοις τοσούτοις. Ποῦ ταῦτα δικαιοκρισίας ἄξια; ποῦ ταῦτα προνοίας καὶ κηδεμονίας τῆς ὑπὲρ
35ἡμῶν; Οὐδὲν τούτων οὐκ εἶπεν ἐκεῖνος. Πῶς οὖν οὐκ ἄτοπον, ὅταν αὐτοὶ μὲν οἱ πάσχοντες κακῶς οὕ‐ τω τὸν Δεσπότην εὐλογῶσιν ἐν πᾶσι, σὺ δὲ ὁ τῶν πα‐ λαισμάτων ἑστηκὼς ἔξω, ὑπὲρ τούτων βλασφημῇς τὸν Θεὸν, ὑπὲρ ὧν εὐχαρίστως ἕτεροι ἔχουσιν; Ὁ μὲν
40πάσχων δεινῶς, κἂν εἴπῃ τι ῥῆμα φορτικὸν καὶ ἐπ‐ αχθὲς, εἰ καὶ μὴ τοσαύτης ὅσης ἕτερος, ἀλλ’ ὅμως γε καὶ ἐλάττονος μετέχει συγγνώμης· ὁ δὲ ἔξω τῶν δεινῶν ἑστὼς, καὶ ὑπὲρ ἑτέρων τὴν ἑαυτοῦ ψυχὴν ἀπολλὺς, ποίας ἂν εἴη συγγνώμης ἄξιος, ὑπὲρ τού‐
45των βλασφημῶν τὸν Θεὸν, ὑπὲρ ὧν ὁ παθὼν κακῶς εὐχαριστεῖ, καὶ διὰ παντὸς αὐτὸν ἀνυμνῶν οὐκ ἀφίστα‐ ται; Ὅταν ἴδῃς δίκαιον πάσχοντα κακῶς, ἀναμνήσθητι τούτου τοῦ παραδείγματος· οὔτε γὰρ ἂν δικαιότερον ἐκείνου τινὰ ἔχοις μοι νῦν εἰπεῖν· καὶ γὰρ δῆλον ἀπὸ

50

.

761

(50)

τῆς ὑπομονῆς, δῆλον ἀπὸ τῶν ἐπάθλων· τὸν γὰρ πρῶτον εἴληχε τῆς ἀναπαύσεως τόπον, μετὰ τοῦ πατριάρχου τιμώμενος Ἀβραάμ· οὔτε μείζονα παθόν‐ τα κακὰ, οὔτε οὕτως ὑπεροφθέντα. Τί γὰρ ἂν ἔχοις εἰπεῖν, ὅταν μηδὲ τῶν ἀποπιπτόντων ψιχίων ἐμφο‐
55ρεῖσθαι ἔχῃ; Ὅταν οὖν ἴδῃς ἄκραν κακίαν· τί γὰρ ὠμότερον τοῦ τὸν ἐν συμφορᾷ τοσαύτῃ παρατρέχοντος; κακίαν εἰπεῖν μὴ αὐτὴ συνεζευγμένη· τί τοίνυν εὐ‐ πορώτερον γένοιτο ἂν τῆς τραπέζης ἐκείνης, καὶ τῆς ἀμφιάσεως ἄκραν τρυφὴν, καὶ εὐπραγίαν;
60πάλιν ὅταν ἴδῃς ἄκραν δικαιοσύνην· τί γὰρ ἂν γέ‐Column end

50

.

762

νοιτο θεοφιλέστερον ψυχῆς τοιαῦτα πασχούσης, καὶ φερούσης γενναίως ἄκραν ταλαιπωρίαν; τί γὰρ ἂν γένοιτο ἀθλιώτερον λιμοῦ καὶ νοσήματος οὕτως ἀν‐ ιάτου; ποίαν ἔχεις, εἰπέ μοι, συγγνώμην, ἐν τοῖς ἄλ‐
5λοις σκανδαλιζόμενος; μὴ γὰρ μέχρι τοῦ παρόντος βίου τὰ πράγματα ἕστηκεν; Ἀνάμεινον τὸ τέλος, καὶ τότε ὄψει τὸ κατ’ ἀξίαν τῆς ἑκάστου ζωῆς· μὴ πρὸ τῶν βραβείων, μὴ πρὸ τῶν στεφάνων θορυβοῦ. Ὅταν οὖν ἴδῃς εἰς τὸ δικα‐
10στήριον ἀμφοτέρους εἰσελθόντας, καὶ τῆς ψήφου τυ‐ χόντας, τότε καὶ αὐτὸς τὴν περὶ ἑκάστου κρίσιν ἐξ‐ ένεγκε. Πόσοι νῦν ταῖς ὁδοῖς ἐφεδρεύουσι, πόσοι διορύττουσι τοίχους, πόσοι θήκας τῶν κατοιχομένων ἀναῤῥήσσουσι, πόσοι γάμοις ἐπεβούλευσαν ἀλλοτρίοις,
15πόσοι δηλητηρίοις φαρμάκοις πολλοὺς ἀπώλεσαν; ἆρ’ οὖν ὑπὲρ τούτων ἐγκαλοῦμεν τῷ δικαστῇ; Οὐδαμῶς. Ἂν μὲν γὰρ λαβὼν αὐτοὺς ὑποψήφους ἀφῇ, καὶ τὸν μὲν παθόντα κακῶς κολάσῃ, τὸν δὲ ποιήσαντα τιμή‐ σῃ, καὶ στεφανώσας ἐκπέμψῃ, κατηγορίας ὄντως
20ἄξιος, καὶ ἐγκλημάτων ἐσχάτων· ὅταν δὲ μηδέπω ὦσι παραδοθέντες, μηδὲ ὁ καιρὸς ἐπιστῇ τῆς ψήφου, μήπω δὲ αὐτὸς τὰς εὐθύνας ἀπαιτῇ, προλαβὼν προ‐ καταγινώσκεις; Ἀλλ’ ἔδει, φησὶν, ἐντεῦθεν ἤδη δοῦναι δίκην τῶν ἡμαρτημένων. Ἐννόησον τὰ σαυτῷ βεβιω‐
25μένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδὸς, καὶ μεταθήσῃ τὴν γνώμην· οὐκ ἐπαινέσεις ταύτην τὴν ψῆφον, ἀλλ’ ἀποδέξῃ τῆς μακροθυμίας τὸν φιλάνθρω‐ πον Θεόν. Εἰ γὰρ ἤμελλεν ἕκαστος παρ’ αὐτὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι τῶν πεπλημμελημέ‐
30νων, οὐκ ἂν ἡμῶν ἔφθασε τὸ γένος πάλαι ἀναρπασθέν. Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν, ἢ τίς παῤῥησιάσεται καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Ἀλλ’ ὅταν ἀλγῇς ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ, λογίζου τὰ πεπλημμελημένα σοι μετὰ ἀκριβείας, καὶ χάριν εἴσῃ
35τῆς ἀνοχῆς, θαυμάσας τῆς ἀνεξικακίας αὐτόν. Θορυβῇ καὶ ἀλύεις, καὶ πάντα ταραχῆς πληροῖς, ἐπειδὴ ὁ δεῖνα παρ’ ἀξίαν πλουτεῖ, καὶ ἀπολαύει θεραπείας τῆς παρὰ τῶν πολλῶν· εἶτα οὐκ ἀκούεις τοῦ ψαλμ‐ ῳδοῦ λέγοντος, Μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος,
40ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα, οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα ὀπίσω αὐτοῦ; Οὐκ ἀκούεις τοῦ προφήτου βοῶντος μετὰ μεγάλης τῆς φωνῆς, Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου; οὐχ ὁρᾷς ἐπι‐
45μαρτυροῦσαν ταῖς τῶν προφητῶν ἀποφάσεσιν αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν; οὐχ ὁρᾷς τὴν πεῖραν καὶ τὴν ἔκβασιν ἐπιψηφιζομένην τοῖς εἰρημένοις, Οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα; Ἄκουσον τοῦ Ἰὼβ τὸ αὐτὸ τοῦτο λέγοντος, Γυμνὸς

50

.

762

(50)

ἐξῆλθον ἐκ κοιλίας μητρὸς, γυμνὸς καὶ ἀπελεύ‐ σομαι, ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα. Ἄκουσον τοῦ Παύλου τὰ αὐτὰ φιλοσο‐ φοῦντος. Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον· δῆ‐ λον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Σὺ δὲ μακα‐
55ρίζεις ἄνθρωπον οὐδὲν ἐντεῦθεν δυνάμενον ἀπενεγ‐ κεῖν ἐκεῖ τῶν ὀφειλόντων αὐτῷ παραστῆναι κατὰ τὴν ἡμέραν τῆς κρίσεως. Καὶ τίς ἄλλος ἀθλιότητος ὅρος, εἰπέ μοι, καὶ ταλανισμὸς, ἀλλ’ ἢ ὅταν ὁ ἐν πολλῇ τρυφῇ ζήσας ἀπέρχηται πάντων ἐντεῦθεν ἀτι‐
60μότερος; Σὺ δὲ εἴ τινα τούτων τῶν εὐπορούντων καὶ σοβούντων ἐπὶ τῆς ἀγορᾶς εἶδες, ἐπὶ μὲν τῆς ἀλλοτρίας πολλῆς ἀπολαύοντα τιμῆς, παρασίτους καὶ κόλακας ἔχοντα, εἰς δὲ τὰ οἰκεῖα ἐπανελθόντα, καὶ οὐδὲν συγχωρούμενον ἐκείνων λαβεῖν, ἀλλὰ γυμνὸν,
65ἄτιμον, τῶν προσαιτούντων ἀπορώτερον καὶ φαυλό‐ τερον φαινόμενον, ἆρα τοῦτον ζηλωτὸν εἶναι ἐνόμι‐
ζες, ἀλλ’ οὐ διὰ τοῦτο μᾶλλον ἠλέεις καὶ ἐταλάνιζες;761

50

.

763

Τοῦτο καὶ ἐπὶ τῶν πλουτούντων ποίει. Ἀλλ’ εἰσί τινες, οἳ ἐπειδὰν τούτους τῆς φιλοσοφίας τοὺς λόγους κινήσωμεν, ὑῶν καὶ τράγων δίκην τῇ γαστρὶ προσ‐ ηλωμένοι, καὶ τοῖς παροῦσι δουλεύοντες πράγμασιν,
5οὐδὲν εἶναι μετὰ τὴν ἐντεῦθεν νομίζουσιν ἀποδη‐ μίαν· ἕτεροι δὲ εἶναι μέν τινα νομίζουσι, προτιθέα‐ σι δὲ τὰ παρόντα τῶν μελλόντων. Πρὸς μὲν οὖν τοὺς μηδὲν εἶναι νομίζοντας, ἀλλ’ ἀποσβεσθεῖσαν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδένα διδόναι λόγον, μηδὲ
10εὐθύνας ὑπέχειν οἰομένους, τάχα καὶ γελοῖον ἀντει‐ πεῖν, ὥσπερ πρὸς τοὺς μαινομένους καὶ τοὺς ἐξεστη‐ κότας. Οὐδὲ γὰρ εἴ τις ἐν ἡμέρᾳ ἀμφιβάλλοι ἡμέραν μὴ εἶναι, καὶ περὶ τῶν πᾶσιν ὁμολογουμένων ἀμφι‐ σβητοίη, καιρὸς ἂν εἴη λόγῳ τὸν τοιοῦτον πείθειν,
15καὶ προσάγειν τῷ δόγματι· πλὴν ἀλλὰ διὰ τὴν ὑμε‐ τέραν ἀγάπην, καὶ πρὸς ἐκεῖνον διαλεξόμεθα, ἅπερ ἂν δῷ ἡ τοῦ Θεοῦ χάρις. Τί λέγεις, ἄνθρωπε, οὐδὲν εἶναι νομίζεις τὰ μετὰ ταῦτα; Τοῦτο γὰρ ἀναγκαῖον εἰπεῖν, πῶς καθάπερ κακῶν τινων ὁρμαθῷ ἀεὶ δυσ‐
20σεβεστέρῳ δόγματι, τὸν ἅπαξ ἐκτραπέντα τῆς ἀλη‐ θείας παραδίδωσιν ὁ διάβολος. Ὅρα γάρ· ἔπεισεν ἀμελῆσαι σωφροσύνης, ἐπιεικείας, τῆς ἄλλης ἀρε‐ τῆς, ἐποίησε φαύλους κατὰ τὸν βίον, πονηρῷ συζῶν‐ τας συνειδότι λοιπὸν, καὶ τὴν ἀμοιβὴν τῶν αὐτοῖς
25ἡμαρτημένων ἑτέροις μεταθεῖναι ζητοῦντας, δέον μεταβάλλεσθαι τῆς κακίας. Τοῦτο μὲν οὐκ ἐποίησαν, ἀνέπλασαν δὲ δόγμα πονηρὸν, καὶ μυρίων γέμον κακῶν, τὸ τῆς εἱμαρμένης. Εἶτα ὑπὲρ τούτου πάλιν ἐλεγχόμενοι, καὶ συνομολογεῖν ἀναγκαζόμενοι μηδὲν
30εἶναι τὰ παρόντα, τὸ μέλλον ἀνατρέπουσι, καὶ τὸν περὶ ἀναστάσεως ἀναιροῦσι λόγον. Κἂν τοῦτο πάλιν διελέγξωμεν, εἰς ἕτερον ἐκπεσόντες δόγμα δυσσεβοῦ‐ σι· πλὴν τέως τὸ ἐν χερσὶ διελέγξωμεν. Οὐδέν ἐστιν, ἄνθρωπε, μετὰ ταῦτα, καὶ πρὸς ταῦτα ἵστασαι τὰ
35δόγματα; Τοσαῦτα ἐλήρησαν Ἕλληνες, ἀλλ’ ὅμως πρὸς τὴν τοῦ δόγματος τούτου οὐκ ἀντέστησαν ἀλή‐ θειαν· ἀλλ’ εἰ καὶ αὐτοῖς ἀκολουθήσεις, ὅμως ἔδω‐ κάν τινα μετὰ ταῦτα βίον, καὶ εὐθύνας, καὶ δικα‐ στήρια ἐν ᾅδου, καὶ κολάσεις, καὶ τιμὰς, καὶ ψήφους,
40καὶ κρίσεις. Κἂν Ἰουδαίους ἐρωτήσῃς, κἂν αἱρετι‐ κοὺς, κἂν ὅντινα ἄνθρωπον, αἰσχυνθήσεται τοῦ δό‐ γματος τὴν ἀλήθειαν, καὶ εἰ καὶ ἐν ἄλλοις διαφέρον‐ ται, ἀλλ’ ἐν τούτῳ πάντες συμφωνοῦσι καὶ λέγουσιν, εἶναι τῶν ἐνταῦθα γεγενημένων εὐθύνας ἐκεῖ. Ἀλλ’
45οὐδενὶ βούλει πείθεσθαι τούτων, ἀλλ’ ἀναισχυντεῖς καθάπαξ ἐκδιδοὺς σαυτὸν τῇ πλάνῃ. Οὐκοῦν διὰ τοὺς ἔτι νήφοντας, ἀναγκαῖον τοὺς περὶ τούτων κινῆσαι λόγους. Τῷ γὰρ μηδὲν ὁμολογοῦντι εἶναι μετὰ ταῦτα, ἀνάγκη μηδὲ Θεὸν εἶναι ὁμολογῆσαι. Ὁρᾷς,

50

.

763

(50)

ὅπερ εἶπον, ὅτι ἀεὶ τῶν φαυλοτέρων ἐστὶ μετὰ τὰ πρῶτα δόγματα τὰ ὕστερα, ἅπερ αὐτοὺς διαδέξεται; Εἰ γὰρ μηδέν ἐστιν ἐκεῖ μετὰ ταῦτα, οὐδὲ Θεὸς ἔστιν. Εἰ γὰρ ἔστι Θεὸς, δίκαιός ἐστιν· εἰ δὲ δίκαιός ἐστι, τὸ κατ’ ἀξίαν ἀπονέμει ἑκάστῳ· εἰ δὲ οὐδέν ἐστι
55μετὰ ταῦτα, ποῦ τὸ κατ’ ἀξίαν ἀπολήψεται ἕκαστος; Πρόσεχε γάρ· πολλοὶ παρ’ ἀξίαν, ὡς καὶ αὐτοὶ προ‐ λαβόντες ὡμολόγησαν, εὖ πάσχουσιν ἐνταῦθα καὶ τιμῶνται, ἕτεροι δὲ κολάζονται ἐν δικαιοσύνῃ ζῶντες. Εἰ τοίνυν οὐδείς ἐστι καιρὸς μετὰ ταῦτα, ἀπελεύσον‐
60ται ἀδικηθέντες οἱ δίκαιοι, καὶ παρ’ ἀξίαν εὖ παθόν‐ τες οἱ ἄδικοι· εἰ δὲ ταῦτα μὴ ἔσται, πῶς ἂν εἴη τὸ δίκαιον; Ἀνάγκη γὰρ ἢ εἶναί τινα καιρὸν μετὰ ταῦτα
τὸν τὸ κατ’ ἀξίαν ἀπονέμοντα ἑκάστῳ· ἐνταῦθα γὰρColumn end

50

.

764

αὐτὸ οὐχ εὑρίσκομεν· εἴ γε μή ἐστι καιρὸς, πῶς τὸ κατ’ ἀξίαν ἀπολάβῃ ἕκαστος; εἰ δὲ μηδεὶς τὸ κατ’ ἀξίαν ἀπολαμβάνει, οὔτε Θεός ἐστι κατὰ σὲ δίκαιος· εἰ δὲ οὐκ ἔστι δίκαιος ὁ Θεὸς, οὐδὲ Θεὸς ἂν εἴη. Ἀλλ’
5ἡ βλασφημία εἰς τὴν κεφαλὴν τῶν ταῦτα ἡμᾶς ἀναγ‐ καζόντων περιτραπείη. Ὁρᾶτε πρὸς ὅσην βλασφημίαν ὁ λόγος ἐξενήνεκται. Ἀλλὰ μὴν ὅτι Θεός ἐστι τὰ πράγματα βοᾷ· οὐκοῦν καὶ δίκαιός ἐστιν· εἰ δὲ δί‐ καιός ἐστι, τὸ κατ’ ἀξίαν ἀπονέμει ἑκάστῳ· εἰ δὲ τὸ
10κατ’ ἀξίαν ἀπονέμει ἑκάστῳ, ἀνάγκη τινὰ εἶναι με‐ τὰ ταῦτα καιρὸν, καθ’ ὃν τὸ κατ’ ἀξίαν ἕκαστος ἀπο‐ λήψεται, καὶ δώσει δίκην, καὶ τιμηθήσεται ὑπὲρ τῶν κατωρθωμένων αὐτῷ. Ἀνανήψωμεν, ἀγαπητοί· ἀγνω‐ σίαν Θεοῦ τινὲς ἔχουσιν· ἀνανήψωμεν, γρηγορήσω‐
15μεν. Ἥμαρτες, μὴ προσθῇς ἔτι· ἥμαρτες, ἡσύχα‐ σον· ἥμαρτες, μὴ καταδήσῃς δὶς ἁμαρτίας. Ἡμεῖς δὲ τριπλᾶς καὶ τετραπλᾶς καταδεσμοῦμεν, τοιούτων δογμάτων φόρτον εἰς τὰς ἡμετέρας ψυχὰς εἰσάγοντες. Ἥμαρτες, ἐπίγνωθι τὸν Δεσπότην, τὸν ἐλεήμονα, τὸν
20φιλάνθρωπον, τὸν ἀγαθὸν, τὸν ἰατρὸν, τὸν συγγνωμο‐ νικὸν, τὸν εὐπαραίτητον, τὸν εὐαξίωτον. Οὐκ ἤκουσας ὅτι μυρία τάλαντά τις κατεδηδοκὼς, καὶ τὴν οὐσίαν πᾶσαν τὴν δεσποτικὴν ἀπολέσας καὶ διασπάσας, ἕτοιμος ὢν καὶ τὴν γυναῖκα ἀποδόσθαι καὶ τὰ παιδία,
25ἐπειδὴ μόνον ἔκλαυσεν, ἐπειδὴ μόνον τῶν ποδῶν αὐ‐ τοῦ ἥψατο, παντὸς ἐκείνου τοῦ ὀφειλήματος λύσιν ηὕρατο καὶ ἄφεσιν; Εἰ δὲ λέγοις, ὅτι μετὰ ταῦτα αὐτὸν παρέδωκε τοῖς βασανισταῖς, ἴσασιν οἱ εἰδότες τὴν ἱστο‐ ρίαν· ἑτέρας μοι λέγεις φιλανθρωπίας ὑπόθεσιν. Καὶ
30γὰρ καὶ τότε αὐτὸν ἐλεήσας ἀφῆκε, καὶ πάλιν ἐκεῖ‐ νον ἐλεήσας ἐνέβαλεν· ὥσπερ τότε τούτῳ βοηθῶν ἐποίησεν, οὕτω καὶ νῦν ἐκείνῳ βοηθῶν ἀνέπραττε, τοῦτον μὲν ἵνα παιδεύσῃ μὴ εἶναι ὠμὸν, μηδὲ ἀπάν‐ θρωπον, ἐκεῖνον δὲ ἵνα καὶ ἀπαλλάξῃ βίας καὶ ἀπαν‐
35θρωπίας. Ὁρᾶτε, ἀγαπητοί· καλῶς γάρ με μεταξὺ λέ‐ γοντα τοῦτο εἰσῆλθε τὸ νόημα, πῶς οὐ μόνον τὸ πλεον‐ εκτεῖν καὶ ἁρπάζειν, ἀλλὰ καὶ τὸ μὴ ἐλεεῖν γεέννης ἡμῖν πρόξενον γίγνεται. Οὗτος γὰρ, οὐκ ἐπει‐ δὴ τὰ ἀλλότρια ἔλαβεν ἀδίκως, ἀλλ’ ἐπειδὴ τὰ αὐ‐
40τοῦ ἀπῄτει ἀπανθρώπως, παρεδόθη τοῖς βασανισταῖς· καὶ γὰρ εἴρηται, ὅτι ὤφειλεν ἐκεῖνος· ἀλλ’ εἰ καὶ ἐκεῖνος ὤφειλεν, ὤφειλες καὶ σὺ τὸ αὐτὸ ὄφλημα, καὶ τὸ αὐτὸ δίκαιον ἐπ’ ἀμφοτέρων φυλάττεσθαι ἐχρῆν. Διὰ τοῦτό σοι ἀφῆκεν, ἵνα τὴν αὐτοῦ σοι
45δείξῃ φιλανθρωπίαν, ἵνα ζηλωτήν σε τῆς δεσποτικῆς ἡμερότητος ἐργάσηται. Ἐπειδὴ δὲ παθὼν εὖ οὐκ ἐγέ‐ νου βελτίων, ἑτέρῳ σε διορθοῦται τρόπῳ, τῷ τῆς κο‐ λάσεως, τῷ τῆς τιμωρίας· ὥστε καὶ τοῦτο εὐεργε‐ σίας εἶδός ἐστι. Παρέδωκε τοῖς βασανισταῖς, ἵνα κα‐

50

.

764

(50)

κίαν ἐξέλῃ ψυχῆς, καθάπερ ἰατρὸς ἄριστος. Οὐκ εἶξας φαρμάκῳ προσηνεῖ, σιδήρου σοι δεῖ καὶ πυρὸς λοιπόν. ᾜδει μυρία τάλαντα ἀφεὶς ὅτι ὠμός ἐστι καὶ ἀπάνθρωπος, ἀλλ’ ἀνέμεινε διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἀπολογήσασθαί σοι, ὃ πολλαχοῦ ποιεῖ, εἰδὼς
55ὅτι δικαίως ποιεῖ. Μετὰ τὸ ἀπολογήσασθαί σοι τοῦτο ποιεῖ· οἷον ἐπὶ τῶν Σοδόμων οὐχ ἁπλῶς ἀφῆκε τὸ πῦρ, οὐδὲ τὰς πόλεις ἐκείνας ἀνήρπασεν, ἀλλὰ τί; Κραυγὴ Σοδόμων καὶ Γομόῤῥων, καὶ οὐδὲ μέχρι τούτου, ἀλλὰ, Καταβὰς ὄψομαι. Καὶ οὐδὲ ἐνταῦθα ἔστη,
60ἀλλὰ πέμπει τοὺς ἀγγέλους ὑποδεικνύοντάς σοι τὴν
κακίαν τῶν ἐνοικούντων τὴν πόλιν, ἵνα μηδὲ τῶν763

50

.

765

ἀναισχύντων μηδεὶς ἔχῃ βλασφημεῖν τὸν Θεὸν ὅτι τοὺς ἀξένους, ὅτι τοὺς ἀπανθρώπους, ὅτι τοὺς πα‐ ρανόμους, καὶ τὰ τῆς δικαιοσύνης ἀγνοήσαντας δί‐ καια, καὶ τοὺς κοινοὺς τῆς φύσεως ἀνατρέψαντας
5νόμους, καὶ τοὺς κακίᾳ πεπληρωμένους ἀπολέσθαι ἔδει. Τί ἴσον τοῦ οὕτω φιλανθρώπου καὶ προσηνοῦς Θεοῦ; Καίτοι γε ἡμεῖς κολάζοντες, οὐκ ἀξιοῦμεν τὰς αἰτίας λέγειν πολλάκις· αὐτὸς δὲ ἂν μὴ πρότερόν σε διδάξῃ, ἂν μὴ πρότερόν σε πείσῃ, καὶ τὴν παρὰ σοῦ
10λάβῃ ψῆφον, ὅτι δικαίως ἐπάγει τὴν κόλασιν, οὐ τι‐ μωρεῖται τοὺς πάλαι κολάσεως καὶ τιμωρίας ἀξίους, καὶ εὐθύνας σοι πολλαχοῦ παρέχειν ἕτοιμός ἐστι, καὶ κρίνεται πρός σε καὶ δικάζεσθαι οὐκ ὀκνεῖ. Ὁρᾷς τοὺς προφήτας τούτων ἐμπεπλησμένους τῶν λόγων·
15πανταχοῦ δικαστήρια Θεοῦ πρὸς ἀνθρώπους. Καὶ πολλάκις μὲν αὐτοὺς δικάζοντας τοὺς ἠδικηκότας καλεῖ, πολλάκις δὲ τὴν κτίσιν καθημένην ἐπὶ τῆς ψήφου, δεικνὺς τὴν περιφάνειαν τῶν δικαιωμάτων· οὔτε αὐ‐ τὸν τὸν ἀντίδικον, οὔτε τὰ ἀναίσθητα παραιτεῖται
20εἰς κρίσιν καλεῖν ὁ Θεός· ὅπερ ἡμῖν ἔθος ἐστὶ ποιεῖν,
ὅταν θαῤῥῶμεν τοῖς οἰκείοις δικαίοις. Ἀκούσατε,Column end

50

.

766

φάραγγες, θεμέλια τῆς γῆς, ὅτι κρίσις τῷ Κυ‐ ρίῳ· καὶ πάλιν, Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησε. Πολλάκις δὲ αὐτοὺς ἐκείνους, Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε; Καὶ ὁ
5Ἱερεμίας, Τί εὕρεσαν ἐν ἐμοὶ οἱ πατέρες ὑμῶν πλημμέλημα; Οὐ ποιεῖ δὲ αὐτὸ κατὰ πόλεις καὶ ἔθνη μόνον, ἀλλὰ καὶ κατὰ ἕνα πολλάκις ἄνθρωπον. Πρὸς τὸν Δαυῒδ κρίνεται διὰ τοῦ προφήτου, καὶ τῷ Ἰωνᾷ παραιτουμένῳ κηρῦξαι Νινευΐταις, ἀπολογεῖται
10διὰ τῆς κολοκύνθης· Εἰ σὺ ἐφείσω ὑπὲρ τῆς κολο‐ κύνθης, ἐγὼ οὐ φείσομαι ὑπὲρ Νινευῆς; Καὶ πολλῶν τοιούτων εὑρήσεις γεμούσας τὰς Γραφάς. Ταῦτ’ οὖν εἰδότες, προσκυνῶμεν αὐτὸν, θαυ‐ μάζωμεν, θεραπεύωμεν, ὡς δυνατὸν ἡμῖν· ὡς γὰρ
15ἄξιον οὐ δυνατόν. Ἐπιμελώμεθα τῆς παρούσης ζωῆς, καὶ πειθώμεθα, ὅτι Θεὸς ἐφέστηκε, καὶ πρόνοια πάντα κυβερνᾷ, καὶ μετὰ ταῦτα πάντα ἔστιν ἀποδη‐ μήσαντας τυχεῖν τῶν ἐπηγγελμένων ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι Χριστοῦ, ᾧ
20ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end

50

.

765

(22t)

ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ ΚΑΙ ΠΡΟΝΟΙΑΣ
23tΛόγος εʹ.
24Οὐδέν ἐστιν ὄντως δόγμα πονηρὸν, ἀγαπητὲ, καὶ
25σηπεδόνος ἀνιάτου γέμον, ὡς τὸ τῆς εἱμαρμένης καὶ γενέσεως δόγμα. Μετὰ γὰρ τοῦ δόξαν βλάσφημον καὶ ἀσεβῆ καὶ ὀλεθρίαν ἐντιθέναι ταῖς τῶν ἠπατημένων ψυχαῖς, καὶ πείθειν τοιαῦτα λέγειν περὶ Θεοῦ, ἃ μηδὲ περὶ δαιμόνων τις εἴποι, καὶ τὸν βίον συγχεῖ τὸν
30ἡμέτερον, πάντα θορύβου καὶ πολλῆς ἐμπίπλησι τῆς ταραχῆς· καὶ ὅσα πρὸς διδασκαλίαν καὶ διόρθωσιν παρὰ τοῦ Θεοῦ καὶ τῆς φύσεως, καὶ διὰ προφητῶν εἰσενήνεκται καὶ διὰ ἁγίων ἀνδρῶν, ἀνατρέπει καὶ καταλύει, καὶ δείκνυσι περιττά. Καὶ ποιεῖ ταὐτὸν,
35οἷον ἂν εἴ τις σῶμα νενοσηκὸς καὶ φαρμάκων δεόμε‐ νον, παρόντων ἰατρῶν καὶ τὸ φάρμακον κατασκευα‐ ζόντων, πείθοι μηδενὶ τούτων κεχρῆσθαι, μηδὲ ἀπαλ‐ λάττεσθαι τοῦ νοσήματος, ἀλλ’ ἀμελείᾳ καὶ ῥᾳθυμίᾳ ἐνδόντα τὰ καθ’ ἑαυτὸν, τὴν ἐλεεινοτάτην ἀναμένειν
40ἀπώλειαν. Ἢ οὐχὶ ταῦτά φησιν ἡ εἱμαρμένη; Μηδεὶς παραινείτω τι τῶν χρησίμων, μηδεὶς ἀκουέτω παρ‐ αινοῦντος ἑτέρου· μάτην εἰσὶν οἱ νόμοι καὶ οἱ δικα‐ σταὶ, μάτην ἐπιπλήξεις καὶ νουθεσίαι, μάτην τιμω‐ ρίας φόβος, μάτην τιμαὶ καὶ γέρα καὶ ἔπαθλα τοῖς
45κατορθοῦσιν. Οὔτε ἐὰν σπουδάσῃς, ὄφελός τι, οὔτε ἐὰν ἀμελήσῃς, βλάβος τι γενήσεται. Μήτε ἐπὶ διδα‐ σκαλεῖον παιδίον ὢν βαδιζέτω, μήτε ἀνὴρ γενόμενος ἀκουέτω νόμων, μὴ προσεχέτω συμβουλαῖς καὶ νου‐ θεσίαις χρησίμοις. Τί δυνήσεται ἐνεγκεῖν ὁ κόπος;

50

.

765

(50)

Ὥσπερ ἀνερμάτιστον πλοῖον, καὶ ναυτῶν καὶ κυβερ‐ νητῶν ἔρημον, τῇ τοῦ χειμῶνος φορᾷ ἐπιδοὺς τὰ πηδάλια τῆς διανοίας, οὕτω φερέσθω. Θέλεις, εἰπέ μοι, πεισθησώμεθα, καὶ οὐδὲν ἐνεργήσομεν τῶν πρὸς σωτηρίαν τῆς ἡμετέρας ζωῆς; Τέως γὰρ ἀφείσθω
55τὰ τῆς ψυχῆς, ἀλλὰ τὰ περὶ τῆς παρούσης ζωῆς δια‐ λεγώμεθα. Πειθόμεθα τῇ εἱμαρμένῃ ταῦτα λεγούσῃ, καὶ οὔτε οἰκέτας ἁμαρτάνοντας κολάσομεν, οὔτε ἀσελγείαις διεφθαρμένους ἐπιστρέψομεν, οὔτε τοὺς ἀδικοῦντας εἰς δικαστήριον ἄξομεν, οὐκ ἀκουσόμεθα
60τῶν νόμων; Ἐβουλόμην κἂν πρὸς βραχὺ τοῦτο γενέ‐Column end

50

.

766

(23)

σθαι, ἐν ἔργῳ τὴν ὀλεθρίαν ταύτην καὶ ἐπιβλαβῆ διδάσκαλον τῶν κακῶν δυνηθῆτε συνιδεῖν. Εἰ γὰρ
25ἀνάγκη πάντως τὰ εἱμαρμένα γενέσθαι, καὶ σπουδα‐ ζόντων καὶ καθευδόντων, μηδεὶς γεωργὸς ζευγνύτω βοῦς, μηδὲ ἄροτρον ἑλκέτω, μήτε αὔλακα τεμνέτω, μηδὲ καταβαλλέτω σπέρματα, μήτε ὥραν ἔτους ἐπι‐ τηρείτω ἐπιτηδείαν, μηδὲ ἀνεχέσθω κρυμοῦ, καὶ
30διηνεκοῦς ὑετοῦ, καὶ ταλαιπωρίας, καὶ μόχθων πρὸς διαμεμετρημένον τὸ ἔτος, μὴ θηγέτω δρεπάνην, μηδὲ ἀμάτω λήϊον, μὴ τριβέτω ἀστάχυς, μὴ φυτευέτω, μηδὲ θεραπευέτω φυτὰ, πᾶσαν ἁπλῶς τῆς γεωργίας ῥίψας τὴν ἐπιμέλειαν, οἴκοι καθεζέσθω,
35καὶ πάντα καθευδέτω τὸν χρόνον· πάντως ἂν εἱμαρ‐ μένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, αὐτόματα εἰς τὴν οἰκίαν ἥξει τὰ ἀγαθά· ἐὰν δὲ εἰς τοὐναντίον στρέψῃ τὸν ἄτρακτον ἡ Κλωθὼ, κἂν μυριάκις πονῆται, πέρας οὐδὲν αὐτῷ τῶν πόνων ἔσται καὶ ἱδρώτων. Τίνος
40οὖν ἕνεκεν οὔτε παραινεῖτε ταῦτα ποιεῖν, εἴ γε ὄντως εἱμαρμένῃ πιστεύετε; τίνος ἕνεκεν οὐ παραινεῖτε, ἵν’ ὄντως ἔργῳ μάθητε τὰ τῆς εἱμαρμένης καλά; Βούλει μοι δεῖξαι τί ὄντως εἵμαρται; Κατάλυσον γεωργίαν, ἄνελε ναυτιλίαν, ἔκβαλε πάσας τέχνας βιωτικὰς, καὶ
45μήτε οἰκοδόμος, μήτε χαλκοτύπος, μήτε ὑφάντης, μήτε ἄλλος τις τῶν εἰς τὴν ἡμετέραν συντελούντων ζωὴν μεταχειριζέτω τὴν αὐτοῦ τέχνην, καὶ τότε ὄψει καλῶς, οἷα τῆς εἱμαρμένης τὰ ἐπίχειρα, τότε αὐτῆς αἰσθήσῃ καλῶς, τότε αὐτῆς τὸ ἀπερίτρεπτον ὄψει.

50

.

766

(50)

Καὶ τί λέγω τέχνας, αἳ τὴν ζωὴν συνέχουσι τὴν ἡμε‐ τέραν; Ἔστωσαν τέχναι, καὶ μηδὲ μίαν καταλύσῃς, ἀλλὰ πάντων μενόντων ἐπὶ τῆς οἰκείας τάξεως, ὁ καθ’ ἕκαστον μηδὲν μεριμνάτω τῶν αὐτοῦ, μηδὲ φροντι‐ ζέτω τῶν κατὰ τὴν οἰκίαν, ἀλλ’ ἐπιτρεψάτω τῇ
55εἱμαρμένῃ τὰ κατὰ αὐτὸν οἰκονομῆσαι πάντα, καὶ τότε εἴσεται αὐτῆς τὴν ὠφέλειαν, ὅταν στρεβλούμε‐ νος καὶ μαστιζόμενος ἀπαιτῆται μὲν τὰς εἰσφορὰς, μὴ ἔχων δὲ καταφεύγει μὲν ἐπὶ τὴν ἐκείνης ἀπολο‐ γίαν, προσέχει δὲ αὐτῷ μηδείς. Μέχρι πότε παιδία
60ἐσμὲν ταῖς φρεσί; μέχρι τίνος οὐ παυσόμεθα ληροῦν‐765

50

.

767

τες; μέχρι τίνος οὐκ ἐπιγνωσόμεθα τὸν κοινὸν Δε‐ σπότην; Εἰ φαύλους καὶ ἀγαθοὺς εἱμαρμένη ποιεῖ, τίνος ἕνεκεν παραινεῖς τῷ παιδὶ, τίνος ἕνεκεν νουθετεῖς; Πάντα εἰκῇ καὶ μάτην. Εἰ πλουσίους καὶ πένητας
5ποιεῖ, μὴ πέμψῃς εἰς διδασκαλεῖα, μὴ πορίσῃς χρή‐ ματα, μὴ πράξῃς μηδὲ ἓν τῶν δυναμένων αὐτῷ τὴν οὐσίαν αὐξῆσαι, ἀλλ’ ἐπίτρεψον τῇ εἱμαρμένῃ τὰ κατ’ αὐτόν. Ἀλλ’ οὐκ ἀνέχῃ. Ὁρᾷς πῶς ἐν τοῖς ἐλάττοσι διαπιστῶν αὐτῆς τὴν δύναμιν, ἐν τοῖς μείζοσιν αὐτῇ
10πιστεύεις; Εἰ γὰρ ὄντως εἱμαρμένη ἐστὶν, ἄφες τὸν παῖδα καὶ πονηροῖς ἀνδράσι συγγίνεσθαι, καὶ μετὰ διεφθαρμένων διαφθείρεσθαι· πάντως ἂν εἱμαρμένον αὐτῷ καὶ κεκλωσμένον ᾖ, καὶ σοὶ χρησιμεύει. Καὶ γὰρ ὄντως, φησὶν, ὄντως ἐστί. Τίνος οὖν ἕνεκεν πρά‐
15γματα καὶ σαυτῷ παρέχεις καὶ ἑτέρῳ; Καὶ τί λέγω παίδων ἕνεκεν, ὅπου γε οὐδὲ ἐπὶ οἰκετῶν ἀνέξῃ τοῦτο ποιεῖν, ἀλλὰ καὶ ἀπειλεῖς καὶ φοβεῖς, καὶ πάντα τρόπον κινεῖς, ὅπως γένηταί σοι καλὸς ὁ οἰκέτης, καὶ οὐ θαῤ‐ ῥεῖς τῇ γενέσει; Τίνος δὲ ἕνεκεν κακὸν γενόμενον κο‐
20λάζεις; οὐ γὰρ αὐτοῦ τὸ ἁμάρτημα γέγονεν, ἀλλὰ τῆς ὠθούσης γενέσεως. Τίνος δὲ ἕνεκεν καλὸν γενό‐ μενον ἐπαινεῖς; οὐ γὰρ αὐτοῦ τὸ κατόρθωμα, ἀλλὰ τῆς γενέσεως· μᾶλλον δὲ οὔτε καλὸς, οὔτε κακὸς ἔσται τις. Ὁ γὰρ παρ’ ἑαυτοῦ μηδέτερον τούτων ποιῶν,
25ἀλλ’ ἑτέρωθεν τὴν ἀνάγκην δεχόμενος, οὔτε τοῦτο ἔσται, οὔτε ἐκεῖνο. Τίνος οὖν ἕνεκεν ἐπαινοῦμεν ἄνδρας; τίνος δὲ ἕνεκεν ψέγομεν; τίνος ἕνεκεν ἐπ‐ αρώμεθα, τίνος ἕνεκεν συνευχόμεθα ἑτέροις; Ὁρᾷς εἰς ὅσην ἡμᾶς ἀλογίαν ὁ τῆς εἱμαρμένης ἐξήγαγε λόγος;
30Οὐδείς ἐστι σώφρων, οὐδείς ἐστιν ἀκόλαστος, οὐδείς ἐστι πλεονέκτης, οὐδείς ἐστι δίκαιος· ἀνῄρηται καὶ ἀρετὴ καὶ κακία, καὶ μάτην εἰς τὸν παρόντα τοῦτον βίον ὑπήχθημεν, μᾶλλον δὲ οὐ μάτην, ἀλλὰ καὶ ἐπὶ κακῷ. Πῶς γὰρ οὐκ ἄτοπον ὠθεῖσθαι μὲν ὑπὸ
35τῆς ἀνάγκης τῆς γενέσεως εἰς κακίαν, πάλιν δὲ ὑπὸ τῆς βίας αὐτῆς ταύτης δίκην διδόναι τὴν ἐσχάτην, δέον ἐλεεῖσθαι, δέον ταλανίζεσθαι, καὶ μισούμεθα, καὶ κολαζόμεθα, δέον τιμᾶσθαι; Τὸν ἀδικούμενον καὶ βίαν παθόντα, οὐχὶ κολάζεσθαι, ἀλλὰ τιμᾶσθαι χρή·
40ἡμεῖς δὲ καὶ ἀδικούμεθα, καὶ τιμωρίαν ὑπομένομεν. Τί τούτου γένοιτ’ ἂν ἀλογώτερον, ὑπὲρ ὧν κακῶς πάσχοντες ὠθισθέντες πρὸς κακίαν, ὑπὲρ τούτων καὶ τιμωρίαν διδόναι; Ἐποίησεν ἀνδροφόνον ἡ εἱμαρ‐ μένη, καὶ τὴν ψυχὴν ἀπαιτεῖ ἀνθ’ ὧν ὑπήκουσεν
45αὐτῇ· τί τούτου βλαβερώτερον δόγμα γένοιτο ἄν; Ὥσπερ ἂν εἴ τις εἰς τὸ βάραθρον ὠθήσας, καὶ κα‐ ταλαβὼν τὸν κρημνισθέντα, πάλιν τιμωρίαν ἀπαι‐ τοίη τούτων ἕνεκεν· ἢ ὥσπερ ἂν εἴ τις βαρβάρᾳ δεσποίνῃ παραδοὺς αἰκίζεσθαι, καὶ μυρίοις περιβα‐

50

.

767

(50)

λεῖν κακοῖς, τὸν παραδεδομένον ὑπὲρ τῆς δουλείας καὶ τῆς αἰχμαλωσίας ἀπαιτοῖ τιμωρίαν. Ἆρά τι γέ‐ νοιτο ἂν τούτου ἀλογώτερον, εἰπέ μοι, ἢ ἀθλιώτερον τοῦ γένους τούτου; Εἰ ταῦτα τοιαῦτα, καὶ ἐχθροὶ μὲν καὶ πολέμιοι τοῖς αὐτῶν πολεμίοις ἴσασι συγγινώσκειν,
55ὅταν ἄκοντες καὶ μὴ βουλόμενοι πράττωσί τι τῶν χα‐ λεπωτάτων αὐτοῖς· ἡ δὲ εἱμαρμένη τοῖς ὑπηκόοις, καὶ πάντα πειθομένοις, μᾶλλον δὲ κατηναγκασμένοις, οὐκ εἴσεται συγγνώμην, ἀλλ’ ὑπὲρ ὧν αὐτοὺς κατηνάγ‐ κασε πρᾶξαι, ὑπὲρ τῶν αὐτῶν αὐτοὺς ἀπαιτεῖ δίκην·
60ποῖος φορυτὸς, ποῖος λαβύρινθος, ποία ζάλη ταύτηνColumn end

50

.

768

μιμήσεται τὴν σύγχυσιν, εἰπέ μοι; Οὐκ ἤρκεσέ μοι τρόπος εἷς ἀδικίας, ὅτι μηδὲν ἁμαρτὼν εἰς κακίαν ἐμβέβλημαι, καὶ ὅτι ἕτερος μηδὲν κατορθώσας ἀγα‐ θὸς γίνεται, καὶ τιμῆς ἀπολαύει· οὐκ ἀρκεῖ αὕτη
5μόνη ἡ ἀδικία, ὅτι ἁπλῶς καὶ ἀλόγως καὶ ἐμὲ κακὸν ἐποίησε, καὶ ἐκεῖνον καλὸν, ἀλλὰ καὶ ἑτέραν προστί‐ θησιν, καὶ οὐδὲ τὴν τῶν ἀνθρώπων δικαιοκρισίαν μιμεῖται· ἀλλ’ οἱ μὲν ἄνθρωποι, οὕτω φιλάνθρωποι καὶ ἥμεροι, ὡς διαιρεῖν τὰ ἀκούσια τῶν ἑκουσίων·
10ἡ δὲ τὰ ἀνθρώπινα διοικοῦσα ἐριννύς τις καὶ δαίμων πονηρὸς, οὕτω πάντα συγχεῖ. Εἰ μὲν οὖν οὐκ ἔστι Θεὸς ὁ ταῦτα ἐφορῶν, ἐλέγχεται μὲν ὁ λόγος ἑτέρω‐ θεν. Οὐ γὰρ δυνατὸν ἐν εὐταξίᾳ τοσαύτῃ πρόνοιαν μὴ εἶναι. Πλὴν εἰ μὲν οὐκ ἔστι Θεὸς, πῶς ὅλως ταῦτα
15συνέστηκεν; εἰ δέ ἐστι, πῶς ταῦτα περιορᾷ; Εἰ μὲν γὰρ αὐτὸς ἐποίησεν, ὅρα τὴν ἀσέβειαν, καὶ τῆς βλασ‐ φημίας τὴν ὑπερβολήν· εἰ δὲ οὐκ ἐποίησε. γενό‐ μενα δὲ περιορᾷ, πάλιν οὐκ ἔλαττον τοῦ προτέρου τὸ ἔγκλημα. Ὁρᾷς πῶς πανταχόθεν στενοχωρεῖται ὁ
20διάβολος, συνελαύνων τοὺς ἀνθρώπους εἰς τὴν κατὰ τοῦ Δεσπότου μανίαν; Βούλει με πεῖσαι, ὅτι εἱμαρ‐ μένῃ πείθῃ, καὶ νομίζεις εἶναί τι δόγμα; Μὴ ἐγκάλει μοιχευομένῃ γυναικὶ, μηδὲ πλησθῇς θυμοῦ, μηδὲ εἰς κριτήριον δικαστοῦ ἀγάγῃς τὸν μοιχόν. Ἂν ἴδῃς
25τοῖχον διορυττόμενον, μὴ ἐπιλάβῃ τοῦ διορύττοντος, μηδὲ ἀπαιτήσῃς δίκην· οὐ γὰρ ἑκὼν τοῦτο ἐποίησε, καθὼς σὺ φῄς. Ἀμέλησον τῶν σαυτοῦ πάντων· πάν‐ τως γὰρ ἥξει σοι τὰ τῆς εἱμαρμένης· ῥῖψον ὅσον ἔχεις χρυσίον· ἀμέλησον οἰκιῶν, ἀγορῶν, ἀνδραπό‐
30δων· οὐδὲν ἀπὸ τῆς ῥᾳθυμίας τῆς σῆς ἡ τῆς εἱμαρ‐ μένης ῥᾳθυμία παραβλαβήσεται. Ἀλλ’ οὐκ ἀνέξῃ τούτων οὐδὲν, ὡς ἔργῳ πεισθεὶς, ὅτι κατέγνωκας τῶν δογμάτων τῆς εἱμαρμένης. Τίνος οὖν ἕνεκεν ἐν ταῖς ἁμαρτίαις αὐτὴν προβάλλῃ, πανταχοῦ κατεγνω‐
35κώς; Ὁρᾷς ὅτι οὐδαμόθεν τὸ δόγμα τοῦτο εἰσενή‐ νεκται, ἀλλ’ ἀπὸ τῆς ῥᾳθυμίας, καὶ ὀλιγωρίας, καὶ τοῦ πρὸς αὐτοὺς τοὺς ὑπὲρ τῆς ἀρετῆς ἐκλελύσθαι πόνους. Εἰ γένεσίς ἐστι, κρίσις οὐκ ἔστιν· εἰ γένεσίς ἐστι, πίστις οὐκ ἔστιν· εἰ γένεσίς ἐστι, Θεὸς οὐκ
40ἔστιν· εἰ γένεσίς ἐστιν, οὐκ ἔστιν ἀρετὴ, οὐκ ἔστι κακία· εἰ γένεσίς ἐστι, πάντα μάτην, πάντα εἰκῇ καὶ ποιοῦμεν, καὶ πάσχομεν· οὐκ ἔστιν ἔπαινος, οὐκ ἔστι ψόγος, οὐκ ἔστιν αἰδὼς, οὐκ ἔστιν αἰσχύνη, οὐκ εἰσὶ νόμοι, οὐκ εἰσὶ δικαστήρια. Πόθεν οὖν ὁ δεῖνα
45πλουτεῖ, φησὶ, πόθεν ἕτερος πένεται; Μάλιστα μὲν εἰ καὶ τοὺς λόγους ἀγνοοῦμεν, ἔδει μένειν ἐπὶ τῆς ἀγνοίας, ἀλλὰ μὴ ἕτερον δόγμα πονηρὸν ἀναλαμβάνειν. Βέλτιον γὰρ ἀγνοεῖν καλῶς, ἢ εἰδέναι κακῶς· τὸ μὲν γὰρ οὐκ ἔχει κατηγορίαν, τὸ δὲ ἀπεστέρηται συγγνώ‐

50

.

768

(50)

μης. Πλὴν ἀλλὰ καὶ νῦν δῆλον ἡμῖν γέγονε διὰ τὴν τοῦ Θεοῦ χάριν, πόθεν ὁ μὲν πλουτεῖ, ὁ δὲ πένεται; ἢ γὰρ πατρῷον παραλαβὼν κλῆρον, ἢ ἐμπορίᾳ καὶ καπη‐ λείᾳ χρησάμενος, ἢ τὰ ἑτέρων ἁρπάσας καὶ βιασά‐ μενος, ἢ γάμῳ χρησάμενος εὐπόρῳ, ἢ γεωργίᾳ, ἢ
55τέχνῃ, ἢ ἑτέρῳ τινὶ τοιούτῳ. Καὶ πολλοὶ τοῦ πλου‐ τεῖν τρόποι, οἱ μὲν δίκαιοι, οἱ δὲ ἄδικοι. Οὕτω δὴ καὶ τοῦ πένεσθαι· ἢ γὰρ ἐπηρεασθεὶς, ἢ συκοφαντηθεὶς, ἢ πλεονεκτηθεὶς, ἢ καταφαγὼν, ἢ ἀργίᾳ συζῶν, ἢ ἀνοίᾳ, ἢ ἑτέρῳ τινὶ τρόπῳ· πολλοὶ γὰρ τοῦ γενέσθαι
60πένητα τρόποι. Καὶ τίνος ἕνεκεν, φησὶν, ὁ δεῖνα πόρ‐
νας τρέφων καὶ παρασίτους καὶ κόλακας, καὶ τοῖς767

50

.

769

ἀλλοτρίοις ἐπηρεάζων πράγμασι, καὶ τὸν ὑγρὸν τοῦτον καὶ διαλελυμένον βίον ζῶν, καθάπερ ἐκ πηγῶν ἐπιῤ‐ ῥέοντα ἔχει τὰ χρήματα· Ἕτερος ἐπιεικείᾳ καὶ σω‐ φροσύνῃ καὶ δικαιοσύνῃ καὶ ταῖς ἄλλαις συζῶν ἀρε‐
5ταῖς, οὐδὲ τῆς ἀναγκαίας εὐπορεῖ τροφῆς; ὅτι ὁ μέν ἐστι καλὸς καὶ τὸν ἐπίπονον τῆς ἀρετῆς αἱρεῖται βίον, ὁ δὲ κακὸς καὶ τὴν διαῤῥέουσαν καὶ διαλελυμέ‐ νην ἀνεδέξατο τῆς κακίας ὁδόν; Τίνος οὖν ἕνεκεν ὁ μὲν κακὸς πλουτεῖ, πένεται δὲ ὁ ἀγαθός; Ἵνα καὶ
10οὗτος μείζονα λάβῃ τὸν στέφανον, ἂν ὑπομείνῃ, καὶ τὴν καρτερίαν ἐνέγκῃ, κἀκεῖνος μείζω τὴν κόλασιν καὶ τὴν τιμωρίαν, ἂν μὴ μεταβάληται, καὶ γένηται βελτίων, καὶ τὸν Δεσπότην ἐπιγνῷ τὸν ἑαυτοῦ. Αἱ γὰρ ἀνέσεις αἱ παρὰ τοῦ Θεοῦ διδόμεναι, μένοντας
15κακοὺς μᾶλλον βαροῦσι· καὶ ἡ ἀφθονία ἡ παρ’ αὐ‐ τοῦ τοῖς μὴ χρωμένοις εἰς δέον αὐτῇ, προσθήκη γί‐ νεται κατηγορίας. Οὕτως οὖν αἱ θλίψεις καὶ αἱ στε‐ νοχωρίαι ἀγαθῶν, προσθήκη στεφάνων, κἂν παρα‐ πέσωσι. Ἔστι μετρία γοῦν τις συγγνώμη· οὐ γὰρ
20ἁπλῶς τὰ ἁμαρτήματα κρίνεται, ἀλλ’ ἑτέρως ὁ πλούσιος, ἑτέρως ὁ πένης· ὁ μὲν μετὰ συγγνώμης, ὁ δὲ χωρὶς συγγνώμης. Οἷον, ἔστω κλέπτης καὶ φι‐ λότιμος, πλούσιος καὶ πένης, ὁ μὲν εἰ καὶ ψυχρὰν, ἀλλ’ ὅμως ἔχει τινὰ καταφυγὴν, τὴν ἀπὸ τῆς πενίας
25ἀνάγκην, ὁ δὲ οὐδὲ μίαν εὐπρόσωπον ἢ εὔλογον ἔχει καταφυγήν· ὥστε ὅσον ἐλαττοῦται ὁ πένης κατὰ τὸν
παρόντα βίον, τοσοῦτον πλεονεκτεῖ κατὰ τὸν μέλ‐Column end

50

.

770

λοντα ἐν κατορθώμασι, καὶ ὁ πλούσιος ἐν ἁμαρτή‐ μασι. Μὴ τοίνυν νομίσῃς ἀδικεῖσθαι τὸν πένητα, μηδὲ πλέον ἔχειν τὸν πλούσιον. Καθάπερ καὶ ἐπὶ τῶν κακῶν, ὅσοιπερ ἂν ἐνταῦθα δῶσι δίκην, ἢ τὸ πᾶν
5ἀπενίψαντο, ἢ ἐλάττονα διδόασιν ἐκεῖ τιμωρίαν, ὡς ἐνταῦθα μεγάλων κακοπαθειῶν δίκην ὑποστάντες· οὕτω καὶ ἐπὶ τῶν ἀγαθῶν, οἱ μὲν ἐνταῦθα ἀπολαύον‐ τες τιμῆς, καὶ μένοντες πονηροὶ, ἐφόδιον κολάσεως ἔχουσι τὴν τιμήν. Ὅρα γ’ οὖν ὁ Θεὸς πῶς πανταχοῦ
10τοῖς κακοῖς τὰς ἐνταῦθα ὀνειδίζει τιμάς· Ἔδωκά σοι πάντα τὰ τοῦ Κυρίου σου· καὶ πάλιν τοῖς ἱερεῦσιν ἐπὶ τοῦ Ἠλὶ τὴν τιμήν· καὶ ἀλλαχοῦ, Ἔδωκα ὑμῖν ἐκ τῶν νεανίσκων ὑμῶν εἰς προφήτας, καὶ ἐκ τῶν υἱῶν ὑμῶν εἰς ἁγιασμόν· καὶ τὰ ἐπὶ τῆς ἐρήμου
15πανταχοῦ προστίθησιν. Ὥστε ὅταν ἴδῃς τὸν πλου‐ τοῦντα ἀδικοῦντα, πλεονεκτοῦντα, ἁρπάζοντα, διὰ τοῦτο μάλιστα αὐτὸν στέναξον, ἐπειδὴ πλούσιος ὢν ταῦτα ποιεῖ· μείζονα γὰρ δίδωσι τιμωρίαν. Ὅταν ἴδῃς πένητα πολλὴν τοῦ δικαίου ποιούμενον πρό‐
20νοιαν, διὰ τοῦτο μάλιστα αὐτὸν θαύμασον, ὅτι μετὰ πενίας τοιοῦτός ἐστιν. Ἂν ταῦτα ᾖ παρὰ σοὶ διηκρι‐ βωμένα, οὐδέποτε ἐπὶ τοῖς γενομένοις ταραχθήσῃ πράγμασιν, ἂν πρὸς τὰ μέλλοντα βλέπῃς, ἂν μηδὲν εἶναι νομίσῃς τὰ παρόντα, ἂν ἐκεῖνα ἐλπίσῃς ἀεὶ, ἂν
25τούτων σαυτὸν ἀποστήσῃς. Γένοιτο δὲ πάντων ἡμᾶς
τῶν ἀγαθῶν ἐπιτυχεῖν, χάριτι Χριστοῦ. Ἀμήν.Column end

50

.

769

(28t)

ΠΕΡΙ ΕΙΜΑΡΜΕΝΗΣ
29tἪ κατὰ γαστριμαργίας.
30tΛόγος ϛʹ.
31 Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκο‐ μεν, ἐπὶ τῶν προφητῶν ἦσαν πολλοὶ παρὰ Ἰουδαίοις λέγοντες. Ἀλλὰ τὸ μὲν Ἰουδαίους ταῦτα λέγειν, Ὧν ὁ θεὸς ἡ κοιλία, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν,
35θαυμαστὸν οὐδέν· τὸ δὲ μετὰ τὴν χάριν, καὶ τὴν τῶν παρόντων ὑπεροψίαν πραγμάτων, καὶ τὴν τοσαύτην τελειότητα καὶ ἀκρίβειαν, εἶναί τινας ἔτι καὶ νῦν, εἰ καὶ μὴ τοῖς ῥήμασι λέγοντας, διὰ δὲ τῶν ἔργων τὸ αὐτὸ τοῦτο βοῶντας, πόσης ἂν εἴη κατηγορίας
40ἄξιον; Καὶ γάρ εἰσιν, εἰσὶν ὄντως, οἱ διὰ τοῦτο νο‐ μίζοντες εἰς τόνδε παρῆχθαι τὸν βίον, ἵνα τρυφή‐ σαντες, καὶ τὴν γαστέρα διαῤῥήξαντες, καὶ τὸ σῶμα πιάναντες, οὕτως ἀπέλθωσι, δαψιλεστέραν τῷ σκώ‐ ληκι παρασκευάζοντες τράπεζαν τὴν ἐξ οἰκείων σαρ‐
45κῶν. Καὶ εἴθε τοῦτο μόνον ἦν τὸ δεινὸν, ὅτι μάτην καὶ εἰκῇ καὶ εἰς οὐδὲν δέον τὰ παρόντα ἀνήλισκον· καίτοι καὶ τοῦτο χωρὶς ἐγκλημάτων οὐκ ἔστιν, οὐδὲ κατηγορίας. Ὅταν γὰρ τὰ πρὸς τροφὴν σώματος παρὰ τοῦ Θεοῦ δοθέντα ἡμῖν χρήματα, καὶ εἰς ἐπι‐

50

.

769

(50)

κουρίαν τῶν δεομένων, εἰς ἀκολασίαν καὶ ὕβριν καὶ τὴν ἐσχάτην ῥᾳθυμίαν καταναλώσωμεν, οὐκ ἀνεύθυνος ἡμῖν ἔσται ἡ κακίστη αὕτη δαπάνη, ἀλλὰ πάντως δώσομεν λόγον, καὶ τὸ περὶ τῶν πέντε τα‐ λάντων, καὶ δύο, καὶ ἑνὸς εἰρημένον, καὶ ἐπὶ χρη‐
55μάτων, καὶ τῶν ἄλλων ἁπάντων ἐστὶν εἰπεῖν. Ὅπερ οὖν ἔλεγον, ὅτι μάλιστα μὲν, εἰ καὶ εἰκῇ καὶ μάτην παραγεγόναμεν, οὐδὲ οὕτως ἀνεύθυνος ἡμῖν ἦν ἡ τοιαύτη πρᾶξις· νῦν δὲ χωρὶς τούτου καὶ ἑτέρα κεί‐ σεται δίκη. Τὸν γὰρ τρυφῇ συζῶντα. καὶ μελετῶντα
60μέθην, καὶ παρασίτους τρέφοντα καὶ κόλακας, κρεω‐
φαγίᾳ τε καὶ οἰνοποσίᾳ διαῤῥηγνύμενον, πολλάκιςColumn end

50

.

770

(30)

καὶ ἄκοντα καὶ ἑκόντα ἀνάγκη ἁμαρτάνειν, καὶ παρὰ τὸν τοῦ παρόντος τόπου καιρὸν, καὶ μετὰ τὴν ἐκεῖθεν ἀναχώρησιν. Καθάπερ γὰρ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τὸ πλῆθος τῶν ἀγωγίμων δεξά‐ μενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύ‐
35χιον γίνεται, οὕτω καὶ ἡ ψυχὴ, καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις, πλείονα τῆς οἰκείας δυνάμεως δεξα‐ μένη τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ κυβερνήτην, καὶ ναύ‐
40τας καὶ πρωρέα καὶ ἐπιβάτας, καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει. Καθάπερ οὖν ἐπὶ τῶν οὕτω διακειμένων πλοίων, οὐ γαλήνη θαλάσσης, οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατα‐ σκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους εὔκαιρος, οὐκ
45ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην ὀνίνησι ναῦν· οὕτω δὴ καὶ ἐπὶ τῶν τρυφώντων γίνεται· οὐ λογι‐ σμῶν πλῆθος, οὐ διδασκαλία καὶ παραίνεσις, οὐ νου‐ θεσίαι καὶ συμβουλίαι, οὐκ ἄλλο οὐδὲν, οὐ φόρος τῶν μελλόντων, οὐκ αἰδὼς, οὐ κατηγορία τῶν παρόντων,

50

.

770

(50)

οὐκ ἄλλο οὐδὲν διασῶσαι δύναται τὴν οὕτω χειμαζο‐ μένην ψυχήν· ἀλλ’ ἐπικρατεῖ πάντων ἡ ἀμετρία, καὶ ἄκοντα καὶ ἑκόντα λοιπὸν ὑποβρύχιον τὸν τὰ τοιαῦτα νοσοῦντα καταφέρουσα, καὶ ναυάγιον ἐργαζομένη χαλεπὸν, ὅθεν οὐδὲ ἀνενεγκεῖν ῥᾴδιον. Καὶ οὐδὲ πρὸς
55τὰ μέλλοντα καὶ τὰς εὐθύνας τὰς ἐκεῖ, ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν ζωὴν ὁ τοιοῦτος ἄχρηστος γίνεται, καὶ πρὸς οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ καταγέλαστος, ἔν τε πολιτικοῖς, ἔν τε ἰδιωτικοῖς πράγμασι· κἂν δέοι τι πραχθῆναι τῶν κατεπειγόντων, οὐδὲν προ‐
60νοητικὸν, οὐδὲν οἰκονομικὸν ἔχων εὑρεθήσεται, πᾶσιν769

50

.

771

εὐχείρωτος ὢν τοῖς ἐχθροῖς, πᾶσιν ἄχρηστος τοῖς φί‐ λοις καὶ τοῖς προσήκουσιν. Οὐκ ἐν κινδύνοις καὶ περιστάσεσιν εὐεπηρέαστος μόνον ὁ τοιοῦτος, οὐκ ἐν γαλήνῃ καὶ ἀδείᾳ ἀφόρητος, ἀλλὰ καὶ ἐν ταῖς δυσκο‐
5λίαις ὑπὸ τῆς ἀμετρίας ἑκάστῳ τῶν προσπιπτόντων ἔσται ἄχρηστος. Ἐκεῖ μὲν γὰρ αὐτὸν, ἐν ταῖς δυσ‐ ημερίαις λέγω, δειλία, καὶ ἀνανδρία, καὶ φόβος ἄμετρος, καὶ ἀβουλία πολλὴ καθέξει· ἐνταῦθα δὲ θράσος, καὶ ῥᾳθυμία, καὶ ἀκολασία, ἀμετρία καὶ
10τῦφος, καὶ ἀλαζονεία, τῶν προτέρων μᾶλλον δυσχε‐ ρέστερον παρὰ πᾶσι ποιεῖ. Οὐ γὰρ δὴ μόνον τὰ σώ‐ ματα τῶν οὕτω διακειμένων καὶ ἀειδῆ, καὶ πλαδαρὰ, καὶ διάβροχα, καὶ δυσωδίας ἀφορήτου πάντοθεν ἔμ‐ πλεα γίγνεται, ἀλλὰ καὶ ἡ ψυχὴ πολὺ τοῦ σώματός
15ἐστιν ἀειδεστέρα, πολλῷ μείζονα ἐκείνου νοσήματα δεξαμένη παρὰ τῆς τρυφῆς. Καθάπερ γὰρ τὸ σῶμα οὐ τὰ κατὰ φύσιν περιττώματα προΐεται μόνον, ἀλλὰ πολλῷ πλεῖον καὶ πανταχόθεν· καὶ γὰρ ὀφθαλμοὶ, καὶ ῥῖνες, καὶ στόματα, τῶν ἔνδον ὑπὸ
20τῆς γενομένης πλημμύρας βαρυνομένων, ἰκμάδος φαυλοτάτης καὶ διαφθορᾶς ἀναπίμπλαται, καὶ αὐτὴ τῆς σαρκὸς ἡ φύσις χαυνοτέρα γενομένη τῆς φυσικῆς συμμετρίας, καθάπερ βορβόρων καὶ ἀκαθάρτων τελ‐ μάτων πλησθεῖσα, δυσώδης τε ἅμα καὶ ἄχρηστος γί‐
25γνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος. Καὶ γὰρ καὶ αὐτὴ ἡ γῆ ὅταν ὑπὸ τῆς τοιαύτης πλεονεξίας τυραννηθεῖσα τὴν οἰκείαν καὶ ἔμφυτον ἀπολέσῃ θερμότητα, συναπόλλυσιν αὐτῆς καὶ τὴν ἰσχὺν, καὶ οὔτε πρὸς ἐργασίαν, οὔτε πρὸς τὴν οἰκείαν γονήν
30ἐστιν ἐπιτήδειος. Ἐντεῦθεν δὲ χαλεποῖς καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες διηνεκεῖ· καὶ γὰρ τρόμοις, καὶ παρέσει, καὶ φθόῃ, καὶ κορύ‐ ζαις, καὶ ποδαλγίαις, καὶ χειραλγίαις, καὶ ἑτέροις πλείοσιν, ὅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γί‐
35νονται. Οὕτως εἰ καὶ μὴ γέεννα ἦν, μηδὲ κόλασις, μηδὲ κατάγνωσις ἐσχάτη παρὰ Θεοῦ, μηδὲ παρὰ ἀνθρώποις μέμψις, μηδὲ ἡ ἄκαιρος δαπάνη, μηδὲ ἕτερα μυρία τὰ ἀπὸ τῆς τρυφῆς ἐγγινόμενα, τοῦτο δὲ μόνον προσῆν, οὐχ ἱκανὸν ἅπαντας ἀποτρέψαι;
40Δηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦ‐ ται διακείσονται τράπεζαι, μᾶλλον δὲ, εἰ δεῖ τὸ ἀληθὲς εἰπεῖν, καὶ πολλῷ χεῖρον. Τὰ μὲν γὰρ εὐθέως ἀπ‐ ήνεγκε τὸν λαβόντα, καὶ τὴν τελευτὴν ἀναισθήτως ἐπ‐ ήγαγεν, ὡς μηδὲ αὐτῷ τούτῳ λυπῆσαι τὸν ἀποθανόντα·
45αὗται δὲ ζωὴν μυρίων θανάτων χαλεπωτέραν ἐπ‐ άγουσι τοῖς αὐτὰς περὶ πολλοῦ ποιουμένοις, ζωὴν ἔφην, οὐκ ἐλεεινὴν μόνον, ἀλλὰ καὶ αἰσχρὰν καὶ κα‐ ταγέλαστον. Τὰ μὲν γὰρ ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας, ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέ‐

50

.

771

(50)

γονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συν‐ αλγῆσαι τοῖς ὑπ’ αὐτῶν χειρωθεῖσιν· ἀλλ’ ἡ μὲν ὑπερβολὴ τοῦ κακοῦ πρὸς ἔλεον ἐπικάμπτει, ἡ δὲ ὑπόθεσις τοῦ νοσήματος παροξύνει τὸν εἰδότα. Διότι μέσον τι πάθος πάθοιμεν ἂν, οὔτε ἐλεοῦντες αὐτούς·
55οὐ γὰρ ἀφίησιν αὐτοὺς ἡ αἰτία τῶν δεινῶν· οὔτε ὀργιζόμεθα· οὐ γὰρ ἐπιτρέπει τὸ μέγεθος τῶν δεινῶν, ἀλλὰ μεταξὺ κατηγορίας καὶ συγγνώμης ἡ στάσις. Οὐ γὰρ ὑπὸ τῆς φύσεως ἐπηρεάσθησαν καθάπερ κἀκεῖνοι, οὐδὲ ὑπὸ τῶν ἀνθρώπων ἐπεβουλεύθησαν,
60ἀλλ’ αὐτοὶ δημιουργοὶ τῶν νοσημάτων ἑαυτοῖς τού‐ των ἐγένοντο, ἑκόντες ἑαυτοὺς ῥιπτοῦντες εἰς τὸ τῶν κακῶν βάραθρον. Ὥσπερ οὖν τοὺς βρόχους ἀν‐ άπτοντας, καὶ τοὺς κατὰ κρημνῶν ἀφιέντας ἑαυτοὺς, καὶ τοὺς διὰ μέσων ξιφῶν ἑαυτοὺς ἀναιροῦντας οὐ
65σφόδρα οἰκτείρομεν, οὕτως οὐδὲ τούτους. Καίτοι εἰColumn end

50

.

772

δεῖ συγγνώμης τυχεῖν, μᾶλλον ἐκεῖνοι τούτων ἂν τύχοιεν, εἰ καὶ αὐτοὶ σφόδρα ἂν εἶεν ἀσύγγνωστοι. Ἐκεῖνοι μὲν γὰρ ἢ συκοφαντίαις, ἢ ζημίαις χρημά‐ των, ἢ προσδοκώμενον κίνδυνον, ἢ πληγὰς ἐλπίσαντες,
5ἢ ἕτερόν τινα καραδοκήσαντες φόβον, καὶ μειζόνων, ἑαυτοὺς κακῶν ἐξαρπάζοντες, ἐπὶ τὴν τῆς τελευτῆς παραμυθίαν καταφεύγουσιν, ὥσπερ εἰς ἄσυλόν τι χωρίον τὸν θάνατον κατατρέχοντες, ἢ ὥσπερ εἰς λιμένα τινὰ εὔδιον ἀπὸ τῶν προσδοκωμένων χειμώ‐
10νων σπεύδοντες καὶ ἐπειγόμενοι· οὗτοι δὲ οὐδὲν τοιοῦ‐ τον ἔχοντες εἰπεῖν, μυρίων βιαίων θανάτων ζωῇ χαλεπωτέρᾳ παραδιδόασιν ἑαυτούς. Εὔκαιρον οὖν νῦν εἰπεῖν ἐκεῖνο τὸ τοῦ σοφοῦ· Τίς ἐλεήσει ἐπαοιδὸν ὀφιόδηκτον, καὶ πάντας τοὺς προσάγοντας θη‐
15ρίοις ἑαυτούς; Θηρίον γάρ ἐστιν ἡ τρυφὴ, θηρίον χαλεπὸν καὶ ἀτίθασσον, καὶ οὐχ οὕτω σκορπίος ἢ ὄφις τοῖς σπλάγχνοις ἡμῶν ἐγκαθήμενος λυμαίνεται παντα‐ χόσε, ὡς ἡ τῆς τρυφῆς ἐπιθυμία πάντα ἀνατρέπει καὶ ἀπόλλυσι. Τοῖς μὲν γὰρ θηρίοις ἐκείνοις μέχρι
20τοῦ σώματος ἡ ἐπιβουλή· αὕτη δὲ, ὅταν ἐγκαθεσθῇ, μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν προσαπόλλυσι. Διόπερ φύγωμεν ἀπ’ αὐτῆς, ὡς φρονίμοις λέγω. Εἰ μὲν ἔχει τι χρηστὸν, μὴ ἀνασχώμεθα, μὴ πεισθῶ‐ μεν· εἰ δὲ ἀληθῆ τὰ εἰρημένα, καὶ λύμη πάντων
25ἐστὶ τὸ πρᾶγμα, καὶ κατάγελως ἔσχατος, ὑμῶν αὐ‐ τῶν φείσασθε τῆς τοῦ σώματος ῥώσεως, τῆς κατὰ ψυχὴν ὑγιείας. Οὐ λέγω πρὸς σκληραγωγίαν ἑαυτοὺς ἀγαγεῖν, ἂν μὴ βουληθείης· τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρείας ἔξω περικόψωμεν. Ποίαν γὰρ συγ‐
30γνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ καὶ ὑπὲρ τὴν χρείαν ὁδεύωμεν; Ὅρος ἡμῖν ἔστω τροφῆς τὸ μὴ βλάπτον, τὸ παῦσαι πεινῶντας χωρὶς βλάβης δυνά‐ μενον, περαιτέρω δὲ μηδὲν ἐπιζητῶμεν· μᾶλλον δὲ
35εἰ χρή τι θαυμαστὸν εἰπεῖν, καὶ παρὰ τὴν τῶν πολ‐ λῶν ὑπόληψιν, ἀληθὲς δὲ, εἰ καὶ ἡδονὴν ἐπιζητοῦμεν, ἐν αὐταρκείᾳ ταύτην μᾶλλον ἢ ἐν τρυφῇ οὖσαν εὑρή‐ σομεν. Ἄκουσον πῶς αὕτη μείζων ἐκείνης ἐστὶν ἡ ἡδονὴ καὶ εὐπορωτέρα. Ἡ μὲν γὰρ οὐδὲ συστῆναι
40δύναται λοιπὸν, οὐδὲ εὑρίσκει φύσιν βρωμάτων ἐπι‐ τηδείαν αὐτῇ· ἡ δὲ καὶ ἐξ ἐναντίων συνίστασθαι δύναται. Τίς τοῦτό φησιν; Ὁ μάλιστα πάντων αὐτῆς ἀπολελαυκώς. Ψυχῇ γὰρ, φησὶν, ἐνδεεῖ καὶ τὰ πι‐ κρὰ γλυκέα φαίνεται· ψυχὴ ἐμπεπλησμένη κη‐
45ρίοις ἐμπαίζει. Ὁρᾷς πῶς ἐκείνην μὲν καὶ ἐξ ὀλί‐ γων καὶ ἐκ πάντων συστῆναι ῥᾴδιον, ταύτην δὲ οὐ‐ δαμῶς; Εἰ γὰρ τὰ κηρία μὴ προσιέμεθα, τί γένοιτο ἂν ἡμῖν ἡδὺ λοιπόν; εἰ τὸ πάντων γλυκύτατον οὐκ ἂν δύναιτο παρέχειν ἡδονὴν, ποῖον ἔσται τὸ δυνάμε‐

50

.

772

(50)

νον ποιῆσαι ἐν ἡδονῇ; Ὥστε εἰ ἡδονὴν ἐπιζητοῦμεν, ἐνταῦθα μᾶλλον εὑρήσομεν. Πῶς οὖν οὐκ ἐσχάτης ἀνοίας τὴν μὲν ἡδονὴν, καὶ ὑγίειαν, καὶ πάντα ἔχου‐ σαν τὰ ἀγαθὰ καὶ θεοφιλῆ φεύγειν τράπεζαν, ἑτέραν δὲ κατασκευάζειν μυρίων γέμουσαν συμφορῶν, ἀηδῆ
55τε καὶ λυπηρὰν, καὶ ἐπίνοσον, καὶ, τὸ πάντων χαλε‐ πώτατον, παροξύνουσαν ἡμῶν τὸν Θεόν; Εἰ γὰρ
χήρα ἡ σπαταλῶσα ζῶσα τέθνηκε, τί ἂν εἴποιμεν771

50

.

773

περὶ τῶν ἀνδρῶν; εἰ ἐν τῇ Παλαιᾷ τοῦτο ἀπηγόρευται μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ πολλῇ κέχρηται κατὰ τῶν τρυφώντων καταφορᾷ ὁ προφήτης· καίτοι γε εἶδος τέθεικε τρυφῆς οὐ σφόδρα δαπανηρὸν, οὐδὲ
5ὄντως ἁβρόν· Οἱ δὲ ἐσθίοντες ἐρίφια ἐκ ποιμνίων καὶ μοσχάρια γαλαθηνὰ, οἱ πίνοντες τὸν διυλι‐ σμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, καὶ κατα‐ σπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὐτῶν· εἰ ταῦτα
10κατηγορίας ἄξια, ὅτε πάντα ἦν σαρκικὰ, καὶ τοῦ οὐρανοῦ λόγος οὐδεὶς, ὅτε παιδαγωγία ἦν τὰ Ἰουδαϊκὰ, τί ἂν εἴποιμεν πρὸς τὴν βλακείαν τὴν νῦν; Εἰ γὰρ ἐρίφια καὶ μοσχάρια γαλαθηνὰ ἐσθίειν ὡς ὑγρόν τινα καὶ περιττὸν τοὺς ζῶντας διαβάλλει
15βίον, τί ἂν εἴποιμεν περὶ τῶν τοὺς μυχοὺς τῆς θα‐ λάσσης διερευνώντων, καὶ τὰς ἐσχατιὰς τῆς γῆς, καὶ παντοδαποὺς ὀρνίθων καὶ ἰχθύων θηρευτὰς παντα‐ χόθεν συλλεγόντων ἑαυτοῖς; Εἰ τὸν διυλισμένον οἶνον οἱ πίνοντες ἐν μέμψει, τί ἂν εἴποις πρὸς τοὺς ἀπο‐
20δημίας διαποντίους στελλομένους ὑπὲρ οἴνου, καὶ πάντα κινοῦντας, ὥστε μηδὲν γένος διαλαθεῖν ἀμπέ‐ λου, καθάπερ μέλλοντας εὐθύνας διδόναι, ἢ ἐπὶ τοῖς ἐσχάτοις καταγινώσκεσθαι, εἰ μὴ παντὸς γένους ἐμ‐ φορηθεῖεν οἴνου; Εἰ ἐλέφαντος κλίνῃ κεχρῆσθαι
25κατηγορίας ἄξιον, οἱ πολὺν αὐταῖς περιβάλλοντες ἄργυ‐ ρον, μᾶλλον δὲ ἐξ ἀργύρου μόνου χαλκεύοντες, οὐ κλίνας, ἀλλ’ ἤδη καὶ ὑπόβαθρα, καὶ λέβητας, καὶ κεράμια, καὶ ἀμίδας, ποίας ἂν τύχοιεν συγγνώμης; Τί μικρὸν ἢ μέγα εἰπεῖν εἰς τὰς εὐθύνας ἐκείνας
30δυνήσονται; Ἐγὼ δὲ τούτοις προστίθημι τὸ πάντων χαλεπώτατον, ὅτι καὶ ἐξ ἀλλοτρίων συμφορῶν ταῦτα συνείλεκται. Καίτοι γε ὁ προφήτης τοῦτο οὐ τέθει‐ κεν, ἀλλὰ μόνον διέβαλε τὴν τρυφήν. Ὅταν δὲ καὶ αἰτία προσῇ χαλεπωτέρα τῆς τρυφῆς, τίς ἐξαιρήσε‐
35ται τοὺς τὰ τοιαῦτα ποιοῦντας τῆς ἐσχάτης κολάσεως; ποῖος Νῶε παραστήσεται, ποῖος Ἰὼβ, ποῖος Δανιήλ; Οὐκ ἔστιν οὐδείς. Ἀλλ’ ἐπὶ τούτων ἔστιν εἰπεῖν· Ἐκ‐ καυθήσεται ὁ θυμός μου ὡσεὶ καπνός. Οὐ γάρ ἐστι, παρακαλῶ, θυμοῦ καὶ ὀργῆς ὄντως ἐμπλησθῆ‐
40ναι ἐσχάτης, καὶ διαῤῥαγῆναι, ὅταν ἕτερος μὲν μηδὲ ἀναγκαίας ἀπολαύῃ τροφῆς, σὺ δὲ τοσοῦτον εἰκῆ καὶ μάτην χαλκεύῃς ἄργυρον εἰς οὐδὲν δέον, ἀλλ’ οὐδὲ πρὸς ἐπίδειξιν; Οὐδὲ γὰρ πρὸς αὐτὸ τοῦτο χρήσιμον
ἔσται σοι, ἀλλ’ εἰς τοὐναντίον περιτραπήσεται. ΣὺColumn end

50

.

774

μὲν γὰρ ὥστε ἐπιφανὴς καὶ ἐπίσημος γενέσθαι τοῦτο ποιεῖς, συμβαίνει δὲ τοὐναντίον. Οὐ γὰρ εἶ τις ἐπι‐ φανὴς καὶ ἐπίσημος, ἀλλ’ ἐπὶ ὠμότητι καὶ πλεονεξίᾳ, καὶ τοῖς ἐσχάτοις κακοῖς ἅπαντές σε διαβάλλουσι.
5Πόσος γὰρ ὁ φθόνος, πόση ἡ βασκανία, πόσον τὸ μῖ‐ σος παρὰ πάντων, πόση ἡ μεταβολῆς ἐπιθυμία πᾶσι! Τὰς γὰρ εἰς τὸν Θεὸν βλασφημίας ἀφίημι, ἃς οἱ τοιοῦτοι πλοῦτοι τίκτουσι· καίτοι τοῦτο πάντων χα‐ λεπώτερον· καὶ τὸ πρὸ τούτου, καὶ ὅπερ ἂν εἴπῃς,
10θάτερον θατέρου χεῖρον εὑρήσεις. Ἀλλ’ οὐχὶ τὴν σύμμετρον καὶ μετρίαν οὖσαν ἡμῖν, ἣν οὐ προφήτης σκώπτει, οὐκ ἄνθρωπος μέμφεται, οὐ Θεὸς αἰτιᾶται, οὐ πῦρ κολάζει, οὐκ ἀποστρέφεταί τις, οὐ μισεῖ, οὐ βασκαίνει, ἀλλ’ ἀποδέχεται μὲν Θεὸς, κοινωνοῦσι δὲ
15ἄγγελοι, ἐπαινοῦσι δὲ ἄνθρωποι, καὶ δέχεται οὐρα‐ νός. Αὗται αἱ τράπεζαι ἀγγέλους ἐδέξαντο· ταύταις ὁ Χριστὸς παραγίνεται, οὐκ ἐν ἐκείναις. Τοιαῦται αἱ τῶν προφητῶν ἦσαν, τοιαῦται αἱ τῶν ἀποστόλων, τοιαῦται αἱ τῶν δικαίων. Αἱ δὲ τῶν τυράννων καὶ
20τῶν ἐπὶ γῆς κακῶς πλουτούντων, ἔχουσαι ὀρχηστὰς, καὶ τοὺς ἄλλους τῶν ἐπὶ λύμῃ τοῦ βίου ζώντων, καὶ λῃστῶν, καὶ γοήτων, καὶ τυμβωρύχων, ἐκεῖναι. Ὅταν τοιαύτην παραθῇς τράπεζαν, ἄγγελος μὲν ἀποπηδᾷ, παροξύνεται δὲ Θεὸς, χαίρει δὲ ὁ τῶν δαι‐
25μόνων ἀρχηγὸς, ἀποστρέφονται δὲ, καὶ μισοῦσι, καὶ τήκονται, οὐχ οἱ ἐχθροὶ μόνον, ἀλλὰ καὶ αὐτοὶ οἱ δο‐ κοῦντες ἔχειν ἐπιτηδείως ἄνθρωποι, φθόνῳ μᾶλλον ἐσθιόμενοι, ἢ τῶν παρόντων ἀπολαύοντες. Ὅταν δὲ ἐκείνην τις παραθῇ, τὴν σώφρονα, καὶ σύμμετρον,
30καὶ οὐδεμίαν ἔχουσαν φλεγμονὴν, καὶ ἡδίστη καὶ προσηνὴς ᾖ πᾶσι τοῖς φίλοις, καὶ Θεῷ, καὶ ἀγγέλοις, καὶ ἀνθρώποις· παραγίνεται οὖν ὁ τοῦ Θεοῦ Μονο‐ γενής. Ὥσπερ γὰρ φεύγει τὸν τῦφον, καὶ τὸν ὑψη‐ λόφρονα ἅπαντα, καὶ τὸν θόρυβον· οὕτω τῷ ταπεινῷ
35φίλος ἐστὶ, καὶ σύνεστιν ἀεὶ, καὶ πάντα περιφράττει, καὶ τειχίζει πανταχόθεν. Τοῦ δὲ Χριστοῦ παραγινο‐ μένου, οὐδὲν ἕτερον ἐπιζητεῖν χρή. Ταῦτ’ οὖν εἰδό‐ τες, ἀγαπητοὶ, φεύγωμεν ἐκεῖνα, διώκωμεν ταῦτα, ἵνα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων τύχωμεν
40ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ δόξα, τιμὴ, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν.773