TLG 2062 059 :: JOANNES CHRYSOSTOMUS :: De terrae motu

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De terrae motu

Citation: Vol — pg — (ln)

50

.

713

(1t)

ΟΜΙΛΙΑ ΜΕΤΑ ΤΟΝ ΣΕΙΣΜΟΝ.
2 Εἰ καὶ ἡμᾶς ἡ ἀῤῥωστία ἐκώλυσε χορεῦσαι μεθ’ ὑμῶν τὴν χορείαν τὴν πνευματικὴν, ἀλλ’ ὑμᾶς ὁ κό‐ πος τῆς ὁδοιπορίας οὐκ ἐξέλυσεν. Εἰ γὰρ καὶ ὁ κό‐
5πος πολλῷ ἱδρῶτι περιῤῥεομένους ὑμᾶς ἐνταῦθα ἤγαγεν, ἀλλ’ ἡ τοῦ λόγου διδασκαλία καὶ τὴν ἀῤῥω‐ στίαν τὴν ἡμετέραν εἰς ὑγείαν μετέβαλε, καὶ τὸν ὑμέτερον πόνον διὰ τῆς ψαλμῳδίας παρεμυθήσατο. Διὰ δὴ τοῦτο οὔτε αὐτὸς ἀῤῥωστῶν τῇ σιωπῇ τὴν
10γλῶτταν κατέδησα, οὔτε ὑμεῖς κεκοπωμένοι τῆς ἀκρο‐ άσεως ἀπέστητε· ἀλλ’ ὁμοῦ τε ὁ λόγας ἐφάνη, καὶ ὁ πόνος ἀνεχώρησεν, ὁμοῦ τε ἡ διδασκαλία ἐφάνη, καὶ ὁ κόπος ἐδραπέτευσεν. Ἡ μὲν γὰρ ἀῤῥωστία καὶ ὁ πόνος σώματος, ἡ δὲ διδασκαλία τῆς ψυχῆς ἐστι
15κατόρθωμα καὶ ἰατρεία. Ὅσῳ δὲ ψυχὴ σώματος ἀμεί‐ νων, τοσοῦτον ἐκείνης τὰ κατορθώματά ἐστι προτι‐ μότερα. Διὰ γὰρ τοῦτο οὐ μόνον ἀῤῥωστίας κωλυού‐ σης, ἀλλὰ καὶ μυρίων ἑτέρων κωλυμάτων γινομένων, οὐκ ἀπέστην τοῦ περιπλέκεσθαι ὑμῶν τῇ ἀγάπῃ, οὐκ
20ἀπεστερήθην οὐδὲ σήμερον τῆς καλῆς ταύτης ἑορτῆς. Ἀλλ’ ἕως μὲν ἄρτι τῇ κλίνῃ ἦμεν προσηλωμένοι, ὁ δὲ Θεὸς ἡμᾶς οὐ συνεχώρησε τέλεον τῷ λιμῷ δια‐ φθαρῆναι. Ὥσπερ γὰρ ὑμῖν λιμὸς τὸ μὴ ἀκούειν, οὕτω καὶ ἐμοὶ λιμὸς τὸ μὴ λέγειν. Οὕτω καὶ μήτηρ
25πολλάκις ἀσθενοῦσα ἕλοιτο ἂν ὑπὸ τοῦ παιδὸς κατα‐ τείνεσθαι τὸν μαζὸν, ἢ ὁρᾷν αὐτὸν λιμῷ τηκόμενον· συντεινέσθω καὶ ἐμοὶ τὸ σῶμα. Τίς γὰρ οὐκ ἂν ἡδέως ὑπὲρ ὑμῶν καὶ τὸ αἷμα ἐκχέοι, ἀνδρῶν οὕτω τῇ εὐ‐ λαβείᾳ, οὕτω τῇ φιληκοΐᾳ ζεόντων, οὕτως ἀπὸ μικρᾶς
30καιροῦ ῥοπῆς τὴν μετάνοιαν ἐπιδειξαμένων; Οὐκ οἴ‐ δατε ἡμέραν καὶ νύκτα, ἀλλ’ ἑκάτερον τὸν καιρὸν ἡμέραν ἐργάζεσθε, οὐ τὸν ἀέρα μεταβαλόντες, ἀλλὰ ταῖς παννυχίσι τὰς νύκτας φωτίζοντες· νύκτες ὑμῖν ἄϋπνοι, καὶ τοῦ ὕπνου ἡ τυραννὶς καταλέλυται·
35ὁ γὰρ τοῦ Χριστοῦ πόθος τὸ ἐλάττωμα τῆς φύσεως ἐνίκησεν. Ἀπηλλάγητε τοῦ εἶναι ἄνθρωποι τὰ σώ‐ ματα τῷ μιμεῖσθαι δυνάμεις, ἀγρυπνίαν ἐπιδεικνύ‐ μενοι, νηστείαν συντεταμένην, κάματον τοσοῦτον ὁδοιπορίας, κάματον κατὰ τὴν φύσιν, ἄνεσιν κατὰ
40τὴν προαίρεσιν. Οὗτος τῶν φόβων ὁ καρπὸς, αὕτη τοῦ σεισμοῦ ἡ πρόοδος, πρόοδος μηδέποτε δαπανω‐ μένη, πρόοδος καὶ τοὺς πένητας εὐπορωτέρους ἐργα‐ ζομένη, καὶ τοὺς πλουσίους πλουτίζουσα· οὐκ οἶδε πενίαν, οὐκ οἶδε πλοῦτον. Ἦλθεν ὁ σεισμὸς, καὶ τὴν
45ἀνωμαλίαν τοῦ βίου ἔξω πεποίηκεν. Ποῦ νῦν οἱ τὰ σηρικὰ περιβεβλημένοι; ποῦ ὁ χρυσός; Πάντα ἐκεῖνα οἴχεται, καὶ ἀράχνης εὐτελέστερον διεσπάσθη, καὶ τῶν ἀνθῶν τῶν ἐαρινῶν μᾶλλον ἠλέγχθη. Ἀλλ’ ἐπειδὴ παρεσκευασμένην ὁρῶ τὴν διάνοιαν τὴν ὑμετέραν,

50

.

713

(50)

δαψιλεστέραν παραθεῖναι ὑμῖν τράπεζαν βούλομαι. Ὁρῶ ὑμῶν τὰ σώματα κεκμηκότα, ἀλλὰ τὴν ψυχὴν νεάζουσαν. Πολλαὶ τοῦ ἱδρῶτος αἱ πηγαὶ, ἀλλ’ ἀπο‐ σμήχουσι τὸ συνειδός. Εἰ γὰρ ἀθληταὶ καὶ αἷμα πε‐ ριῤῥέονται διὰ φύλλα δάφνης, σήμερον διδόμενα, καὶ
55αὔριον μαραινόμενα, πολλῷ μᾶλλον ὑμᾶς εἰς τὸν ἀγῶνα τῶν κατορθωμάτων εἰσελθόντας δεῖ μὴ ἐνδοῦ‐ ναι τῶν πόνων τῶν ὑπὲρ τῆς ἀρετῆς, μηδὲ καταμα‐
λακίζεσθαι. Τὸ θέατρον τὸ ὑμέτερον ἐμοὶ στέφανος,Column end

50

.

714

(2)

καὶ εἷς ὑμῶν ἀκροατὴς ἀντίῤῥοπος τῇ πόλει. Τινὲς μὲν γὰρ κρατῆρας ἐστέψαντο, ἄλλοι δὲ συμπόσια συν‐ ήγαγον Σατανικὰ, ἄλλοι δὲ δαψιλῆ παρεσκεύασαν
5τράπεζαν· ὑμεῖς δὲ παννυχίδα τοσαύτην ἐπετελέ‐ σατε, καὶ τὴν πόλιν πᾶσαν τῇ βάσει τῶν ἁγίων ὑμῶν ποδῶν ἐξεκαθάρατε, τῷ περιπάτῳ τὴν ἀγορὰν ἀνα‐ μετρήσαντες, καὶ τὸν ἀέρα ἅγιον ἐργασάμενοι. Γί‐ νεται γὰρ καὶ ὁ ἀὴρ ἅγιος ἀπὸ ψαλμῳδίας, ὡς
10ἠκούσατε σήμερον λέγοντος τοῦ Θεοῦ τῷ Μωϋσῇ· Ὁ γὰρ τόπος ἐν ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. Ἡγιάσατε τὸ ἔδαφος, τὴν ἀγορὰν, τὴν πόλιν ἡμῖν ἐκκλησίαν ἐποιήσατε. Καὶ καθάπερ χείμαῤῥος παραῤῥέων· καὶ πολλῷ τῷ ῥείθρῳ φερόμενος ἅπαντα ἀνατρέπει, οὕτω
15δὴ καὶ ὁ χείμαῤῥος ὁ πνευματικὸς, ὁ ποταμὸς τοῦ Θεοῦ, ὁ εὐφραίνων τὴν πόλιν τοῦ Θεοῦ, ἐπληρώθη ὑδάτων, καὶ τὸν βόρβορον τῆς ἀσεβείας ἐξεκάθαρεν. Οὐδεὶς ἀσελγὴς, μᾶλλον δὲ καὶ εἴ τις ἀσελγής ἐστι μεταβάλλεται. Ἀκούει τῆς φωνῆς, καὶ μεταῤῥυθμί‐
20ζεται ἡ διάνοια, εἰσέρχεται ἡ μελῳδία, καὶ μεταβάλ‐ λεται ἡ ἀσέβεια, δραπετεύει τῆς πλεονεξίας τὰ πάθη. Εἰ γὰρ καὶ μὴ δραπετεύει, ἀλλὰ καθάπερ τὰ θηρία τὰ ἄγρια χειμῶνι φωλεύει, οὕτως ἡ διάνοια ἡ ἀσελ‐ γοῦσα κατορύττεται, καὶ καθάπερ οἱ ὄφεις, τοῦ κρυ‐
25μοῦ πηγνύντος αὐτῶν τὰ σώματα ἐπὶ τὰ κάτω δύ‐ νουσιν, οὕτω δὴ τὰ πάθη ταῦτα, τὰ ἀνελεύθερα καὶ ἀνδραποδώδη, καθάπερ εἰς βυθόν τινα οὕτω συγκαλύ‐ πτεται. Ἀμέλει καὶ αὐτοὶ αἰσχύνονται οἱ περιφέροντες αὐτά· περιφέρουσι μὲν γὰρ, νεκρὰ δέ. Ἀντὶ γὰρ χει‐
30μῶνος αὐτοῖς ἡ μελῳδία ὑμῶν γίνεται. Εἰσέρχεται εἰς ἀκοὴν τοῦ πλεονέκτου ἡ φωνὴ, κἂν μὴ ἐκβάλλῃ τὸ πά‐ θος, ἀλλὰ νεκροῖ τὸ πάθος· εἰσέρχεται εἰς τὴν ἀκοὴν τοῦ ἀσελγοῦς καὶ ὑπερηφάνου, κἂν μὴ ἀποκτείνῃ τὴν ἀσέλ‐ γειαν καὶ τὴν ὑπερηφανίαν, κατορύττει τὴν ἀσέλγειάν
35τε καὶ τὴν ὑπερηφανίαν. Οὐ μικρὸν δὲ τὸ μὴ παῤῥησιάζεσθαι τὴν κακίαν. Εἶπον καὶ χθὲς ὅτι μέ‐ γας ὁ καρπὸς ὁ ἀπὸ τῶν σεισμῶν. Εἴδετε Δεσπότου φιλανθρωπίαν σείοντος πόλιν καὶ στηρίζοντος διά‐ νοιαν; σαλεύοντος θεμέλια, καὶ πηγνύοντος φρονή‐
40ματα; σαθρὰν ἐργαζομένου τὴν πόλιν, καὶ ἰσχυρο‐ ποιοῦντος τὴν γνώμην; Ἐννόησον αὐτοῦ τὴν φιλαν‐ θρωπίαν· ἔσεισεν ὀλίγον, καὶ διηνεκῶς ἔπηξεν· ὁ σει‐ σμὸς εἰς δύο ἡμέρας, ἡ δὲ εὐλάβεια μενέτω εἰς πάντα τὸν χρόνον· πρὸς ὀλίγον ἐλυπήθητε, ἀλλὰ διηνεκῶς
45ἐῤῥιζώθητε. Εὖ γὰρ οἶδα ὅτι τῷ φόβῳ τοῦ Θεοῦ ἡ εὐλάβεια ὑμῶν ῥίζαν ἔλαβε· κἂν γένηται ἄνεσις, μέ‐ νει ὁ καρπός. Οὐκέτι ἄκανθαι αἱ πνίγουσαι, οὐδὲ βροχὴ ἐπικλύζουσα ἀποπλύνει· καλῶς ἐγεώργησεν ὑμᾶς ὁ φόβος, σύμμαχός μου τῶν λόγων γέγονεν. Ἐγὼ

50

.

714

(50)

σιγῶ καὶ τὰ θεμέλια φθέγγεται· ἐγὼ σιωπῶ καὶ ὁ σεισμὸς σάλπιγγος λαμπροτέραν ἀφίησι φωνὴν, ταῦτα λέγων· Οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος, μακρό‐ θυμος καὶ πολυέλεος· παρεγενόμην, οὐχ ἵνα ὑμᾶς καταχώσω, ἀλλ’ ἵνα ὑμᾶς νευρώσω. Ταῦτα ὁ σεισμὸς
55λέγει, καὶ φωνὴν ἀφίησιν· ἐφόβησα ὑμᾶς, οὐχ ἵνα λυπήσω, ἀλλ’ ἵνα ἀκριβεστέρους ἐργάσωμαι. Προσ‐ έχετε μετὰ ἀκριβείας τῷ λόγῳ· ἐπειδὴ ἠτόνησεν ὁ
λόγος, ἐβόησεν ἡ τιμωρία, ἐπεὶ ἔκαμεν ἡ διδασκαλία,713

50

.

715

συνεμάχησεν ὁ φόβος. Ταῦτα διαλεγόμενος ὑμῖν πρὸς ὀλίγον ἔρχομαι, καὶ ποιῶ τὸ ἐμαυτοῦ· ὅταν ὑμᾶς σφίγξω, τότε παραδίδωμι τῷ λόγῳ, ἵνα μὴ κάμνῃ ὁ λόγος· λίθους εὑρίσκων καὶ ἀκάνθας φυομένας, κα‐
5θαρὰν ποιῶ τὴν ἄρουραν, ἵν’ ὁ λόγος δαψιλεῖ τῇ χειρὶ καταβάλλῃ τὰ σπέρματα. Τί ἐβλάβητε πρὸς ὀλίγον λυπηθέντες; Ἄγγελοι ἀντὶ ἀνθρώπων ἐγένεσθε· πρὸς οὐρανὸν μετέστητε, εἰ καὶ μὴ τῷ τόπῳ, ἀλλὰ τῷ τρόπῳ. Καὶ ὅτι οὐ κο‐
10λακεύων λέγω ταῦτα, μαρτυρεῖ τὰ πράγματα. Τί γὰρ ἐνελείπετε εἰς τὸν τῆς μετανοίας λόγον; Φθόνον ἐξ‐ εβάλετε, τὰ ἀνελεύθερα πάθη ἐξωρίσατε, τὴν ἀρετὴν κατεφυτεύσατε, ὁλόκληρον τὴν νύκτα παννυχίσιν ἁγίαις εὐτονήσαντες, ἀγάπῃ πολλῇ καὶ ἐπιτεταμένῃ
15διαθέσει. Οὐδεὶς τόκων μέμνηται, οὐδεὶς περὶ πλεο‐ νεξίας διαλέγεται, οὐδ’ αἱ χεῖρες ἁμαρτημάτων κα‐ θαραὶ μόνον, ἀλλὰ καὶ ἡ γλῶσσα ἀπηλλαγμένη πα‐ ρανομίας καὶ λοιδορίας· οὐδεὶς ὑβρίζει τὸν πλησίον, οὐδεὶς ἐπὶ συμπόσια ἀπέρχεται Σατανικά· αἱ οἰκίαι
20καθαραὶ, ἡ ἀγορὰ ἀπεσμηγμένη· ἑσπέρα καταλαμ‐ βάνει, καὶ οὐδαμοῦ χοροὶ νεανίσκων τὰ τοῦ θεάτρου ᾄδοντες ᾄσματα. Ἀλλ’ εἰσὶ χοροὶ μὲν, οὐκ ἀσελγείας δὲ, χοροὶ μὲν, ἀλλὰ κατορθωμάτων· καὶ ἔστιν ἐν ἀγορᾷ ὑμνῳδίας ἀκοῦσαι, καὶ οἴκοι καθημένων, τοῦ μὲν
25ψάλλοντος, τοῦ δὲ ὑμνοῦντος· καταλαμβάνει νὺξ, καὶ πάντες ἐπὶ τὴν ἐκκλησίαν, τὸν λιμένα τὸν ἀκύμαν‐ τον, τὴν γαλήνην τὴν ἀπηλλαγμένην κυμάτων. Ἐνόμιζον ἐγὼ ὅτι μετὰ μίαν καὶ δευτέραν ἡμέραν ἡ ἀγρυπνία διέλυσεν ὑμῶν τὰ σώματα· νῦν δὲ ὅσῳ
30ἐπιτείνεται ἡ ἀγρυπνία, τοσούτῳ αὔξεται ὑμῶν ὁ πό‐ θος. Οἱ ψάλλοντες ὑμῖν ἀπέκαμον, καὶ ὑμεῖς νεάζετε· οἱ ψάλλοντες ὑμῖν ἠτόνησαν, καὶ ὑμεῖς ἐνευρώ‐ θητε. Ποῦ νῦν οἱ πλούσιοι, εἰπέ μοι; μανθανέτωσαν τῶν πενήτων τὴν φιλοσοφίαν. Ἐκεῖνοι καθεύδουσιν,
35οἱ δὲ πένητες ἐπὶ ἐδάφους οὐ καθεύδουσιν, ἀλλὰ γό‐
νατα κάμπτουσι, Παῦλον καὶ Σίλαν μιμούμενοι. Ἀλλ’Column end

50

.

716

ἐκεῖνοι μὲν ἔψαλλον, καὶ τὸ δεσμωτήριον ἔσεισαν, ὑμεῖς δὲ ψάλλετε, καὶ σειομένην τὴν πόλιν ἐστήσατε. Ἀπεναντίας τῶν πραγμάτων τὰ τέλη, ἀλλ’ ἑκάτερα ὑπὲρ τῆς τοῦ Θεοῦ δόξης εἰσίν. Ἐκεῖνος μὲν γὰρ τὸ
5δεσμωτήριον ἔσεισεν, ἵνα σαλεύσῃ τῶν ἀπίστων τὴν διάνοιαν, ἵνα λύσῃ τὸν δεσμοφύλακα, ἵνα καταγγείλῃ τὸν λόγον τοῦ Θεοῦ· ἐστήσατε ὑμεῖς τὴν πόλιν, ἵνα λύσητε τὴν ὀργὴν τοῦ Θεοῦ· καὶ ἐκεῖνα καὶ ταῦτα διαφόρως ᾠκονομήθη. Ἀλλ’ ὅμως χαίρω, οὐχ ὅτι
10ἔστη ἡ πόλις, ἀλλ’ ὅτι διὰ τῶν εὐχῶν ὑμῶν ἔστη, ὅτι θεμέλια γεγόνασιν αἱ ψαλμῳδίαι ὑμῶν. Ἄνωθεν ἡ ὀργὴ, καὶ κάτωθεν ὑμῶν ἡ φωνή· τὴν ἄνωθεν ῥέου‐ σαν ὀργὴν ἡ κάτωθεν ἀναπεμπομένη φωνὴ ἀνέστει‐ λεν. Ἠνοίγησαν οἱ οὐρανοὶ, καὶ κατηνέχθη ἀπόφα‐
15σις, τὸ ξίφος ἠκονημένον· ἡ πόλις ἐπὶ τοῦ ἐδάφους, ἡ ὀργὴ ἀπαραίτητος. Οὐδενὸς χρείαν ἔσχομεν, ἀλλὰ μετανοίας, ἀλλὰ δακρύων καὶ στεναγμῶν, καὶ πάντα ἐλύθη· Θεὸς ἀπεφήνατο, καὶ ἡμεῖς τὴν ὀργὴν ἐλύσα‐ μεν. Οὐκ ἄν τις ἁμάρτοι κηδεμόνας ὑμᾶς καὶ σωτῆ‐
20ρας τῆς πόλεως προσειπών. Ποῦ οἱ ἄρχοντες; ποῦ οἱ μεγάλοι σωτῆρες; Ὄντως τῆς πόλεως ὑμεῖς καὶ πύργοι, καὶ τεῖχος, καὶ ἀσφάλεια. Ἐκεῖνοι μὲν γὰρ διὰ τῆς ἑαυτῶν κακίας τὴν πόλιν ἐσάθρωσαν, ὑμεῖς διὰ τῆς οἰκείας ἀρετῆς τὴν πόλιν ἐστήσατε. Κἂν
25ἐρωτηθῇ τις, πόθεν ἐσείσθη ἡ πόλις, κἂν ἐκεῖνος μὴ εἴπῃ, ὡμολόγηται ὅτι διὰ τὰς ἁμαρτίας, διὰ τὰς πλεο‐ νεξίας, διὰ τὰς ἀδικίας. διὰ τὰς παρανομίας, διὰ τὰς ὑπερηφανίας, διὰ τὰς ἡδονὰς, διὰ τὸ ψεῦδος. Τίνος δέ; τῶν πλουσίων. Πάλιν ἂν ἐρωτηθῇ τις πόθεν ἔστη
30ἡ πόλις, ὡμολόγηται ὅτι διὰ τὰς ψαλμῳδίας, διὰ τὰς εὐχὰς, διὰ τὰς παννυχίδας. Ταῦτα δὲ τίνων; τῶν πενήτων. Τὰ σαλεύσαντα τὴν πόλιν ἐκείνων, τὰ δὲ στήσαντα ὑμέτερα· ὥστε ὑμεῖς σωτῆρες καὶ κηδεμό‐ νες ἐγένεσθε. Ἀλλ’ ἐνταῦθα τὸν λόγον καταλύσωμεν
35ταῖς παννυχίσιν ἐπιμένοντες, ταῖς ψαλμῳδίαις, δόξαν ἀναπέμποντες τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώ‐
νων. Ἀμήν.715