TLG 2062 057 :: JOANNES CHRYSOSTOMUS :: De sancto hieromartyre Phoca

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De sancto hieromartyre Phoca

Citation: Vol — pg — (ln)

50

.

699

(1t)

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΙΕΡΟΜΑΡΤΥΡΑ ΦΩΚΑΝ,
2tΚΑΙ ΚΑΤΑ ΑΙΡΕΤΙΚΩΝ
3tΚαὶ εἰς τὸν ρμαʹ ψαλμὸν, «Φωνῇ μου πρὸς τὸν Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν
4tἐδεήθην.»
5 αʹ. Λαμπρὰ γέγονεν ἡμῖν χθὲς ἡ πόλις, λαμπρὰ καὶ περιφανὴς, οὐκ ἐπειδὴ κίονας εἶχεν, ἀλλ’ ἐπειδὴ μάρτυρα πομπεύοντα ἀπὸ Πόντου πρὸς ἡμᾶς παρα‐ γενόμενον. Εἶδεν ὑμῶν τὴν φιλοξενίαν, καὶ ἐνέπλησεν ὑμᾶς τῆς εὐλογίας· ἐπῄνεσεν ὑμῶν τὴν προθυμίαν,
10καὶ εὐλόγησε τοὺς παραγενομένους. Ἐμακάρισα τοὺς συνελθόντας καὶ μετασχόντας αὐτοῦ τῆς εὐωδίας, καὶ ἐταλάνισα τοὺς ἀπολειφθέντας· ἀλλ’ ἵνα μὴ ἡ ζημία αὐτῶν ἀνίατος γένηται, πάλιν ἐν ἑτέρᾳ ἡμέρᾳ ἀνακη‐ ρύττομεν αὐτὸν, ἵνα καὶ οἱ ἀπολειφθέντες διὰ ῥᾳθυ‐
15μίαν διπλασιάσωσι τῇ σπουδῇ τὴν εὐλογίαν τὴν παρὰ τοῦ μάρτυρος. Ὃ μὲν γὰρ πολλάκις εἶπον, τοῦτο καὶ λέγων οὐ παύσομαι· οὐκ εὐθύνας ἀπαιτῶ ἁμαρτημά‐ των, ἀλλὰ τοῖς ἀσθενοῦσι φάρμακα κατασκευάζω. Ἀπελείφθης χθές; παραγενοῦ κἂν σήμερον, ἵνα ἴδῃς
20αὐτὸν εἰς τὸν οἰκεῖον χῶρον ἀπαγόμενον. Εἶδες αὐτὸν διὰ τῆς ἀγορᾶς ἀγόμενον; βλέπε αὐτὸν καὶ διὰ τοῦ πελάγους πλέοντα, ἵνα ἑκάτερα τὰ στοιχεῖα τῆς παρ’ αὐτοῦ εὐλογίας ἐμπλησθῇ. Μηδεὶς ἀπολιμπανέσθω τῆς ἱερᾶς ταύτης παν‐
25ηγύρεως· μὴ παρθένος οἴκοι μενέτω, μὴ γυνὴ τὴν οἰκίαν κατεχέτω, κενώσωμεν τὴν πόλιν, καὶ πρὸς τὸν τάφον τοῦ μάρτυρος μεθορμίσωμεν· καὶ γὰρ καὶ βασιλεῖς κοινῇ μεθ’ ἡμῶν χορεύουσι. Ποίαν οὖν συγ‐ γνώμην ἔχει ὁ ἰδιώτης, βασιλέων τὰς βασιλικὰς αὐ‐
30λὰς καταλιμπανόντων, καὶ τῷ τάφῳ τοῦ μάρτυρος παρακαθημένων; Τοιαύτη γὰρ τῶν μαρτύρων ἡ δύ‐ ναμις, ὡς μὴ μόνον τοὺς ἰδιώτας, ἀλλὰ καὶ τοὺς τὰ διαδήματα φοροῦντας σαγηνεύειν· αὕτη τῶν Ἑλ‐ λήνων ἡ αἰσχύνη, αὕτη τῆς πλάνης αὐτῶν τὸ ὄνειδος,
35αὕτη τῶν δαιμόνων ἡ ἐξολόθρευσις· αὕτη ἡμῶν ἡ εὐγένεια, καὶ τῆς Ἐκκλησίας ὁ στέφανος. Χορεύω μετὰ μαρτύρων, καὶ σκιρτῶ, ἀντὶ λειμώνων βλέπων αὐτῶν τὸ τρόπαιον, ὅτι ἀντὶ πηγῶν αἷμα ἔῤῥεον· τὰ ὀστᾶ αὐτῶν ἐδαπανήθη, καὶ ἡ μνήμη αὐτῶν καθ’
40ἑκάστην ἡμέραν νεαρωτέρα γίνεται. Ὥσπερ γὰρ τὸν ἥλιον ἀμήχανον σβεσθῆναι, οὕτω καὶ μνήμην μαρτύ‐
ρων· αὐτὸς γὰρ ὁ Χριστὸς ἀπεφήνατο· Ὁ οὐρανὸςColumn end

50

.

700

(5)

καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἀλλὰ τοῦ μὲν μάρτυρος τὰ ἐγκώμια εἰς τὸν προσήκοντα καιρὸν ἀναμείνωμεν· καὶ γὰρ καὶ ταῦτα ἀρκούντως εἴρηται διὰ τὴν σπουδὴν τῶν ὀφειλόντων συναχθῆναι, καὶ περιφανῆ ποιῆσαι τὴν
10ἡμέραν τῆς ἑορτῆς. Ὃ μὲν γὰρ καὶ χθὲς ἔλε‐ γον, καὶ σήμερον πάλιν λέγω, τῷ μὲν μάρτυρι οὐ‐ δεμία δόξα ἀπὸ τῆς τῶν πολλῶν παρουσίας γενήσεται, ὑμῖν δὲ πλείων ἔσται ἡ εὐλογία ἀπὸ τοῦ παραγε‐ νέσθαι πρὸς τὸν μάρτυρα. Ὥσπερ γὰρ ὁ πρὸς τὸν
15ἥλιον βλέπων τὸ μὲν ἄστρον φαιδρότερον οὐ ποιεῖ, τὰ δὲ οἰκεῖα ὄμματα καταυγάζει· οὕτω δὴ καὶ ὁ μάρ‐ τυρα τιμῶν, ἐκεῖνον λαμπρότερον οὐ ποιεῖ, ἀλλ’ αὐτὸς παρ’ ἐκείνου τὴν εὐλογίαν τοῦ φωτὸς ἐπι‐ σπᾶται.
20 Ποιήσωμεν πάλιν τὴν θάλατταν ἐκκλησίαν μετὰ λαμπάδων ἐξιόντες ἐκεῖσε, καὶ τὸ πῦρ ἐνυγραίνοντες, καὶ τὸ ὕδωρ ἐμπιμπλῶντες πυρός. Μηδεὶς φοβείσθω τὸ πέλαγος· ὁ μάρτυς θάνατον οὐκ ἐφοβήθη, καὶ σὺ τὸ ὕδωρ δέδοικας; Ἀλλὰ τοῦτον μὲν αὐτάρκως τὸν
25λόγον εἰρήκαμεν· φέρε δὴ καὶ ἐκ τῶν σήμερον εἰρη‐ μένων τὴν εἰωθυῖαν ὑμῖν παραθῶμεν τράπεζαν. Εἰ γὰρ καὶ στενοχωρεῖται ἡμῶν τὰ σώματα, ἀλλ’ ἀνα‐ πτερούσθω ἡ διάνοια· οὐδὲ γὰρ τὴν στενοχωρίαν ὑμῶν, ἀλλὰ τὴν προθυμίαν βλέπω. Ἡδὺ καὶ κυβερ‐
30νήτῃ θάλαττα κυματουμένη, καὶ διδασκάλῳ ἐκκλη‐ σία πελαγιζομένη· οὐ γάρ ἐστιν ἐν τοῖς ὕδασι τούτοις οὔτε ἅλμη, οὔτε σκόπελος, οὔτε θηρία, ἀλλὰ θά‐ λαττα καὶ πέλαγος γέμον εὐωδίας· ἐνταῦθα πλοῖα οὐκ ἀπὸ γῆς εἰς γῆν, ἀλλ’ ἀπὸ γῆς εἰς οὐρανὸν μεθ‐
35ορμιζόμενα, οὐ χρήματα ἔχοντα, οὐ χρυσὸν, οὐδὲ ἄργυρον, ἀλλὰ πίστιν, καὶ ἀγάπην, καὶ ζῆλον, καὶ σοφίαν. βʹ. Φέρε δὴ τοίνυν μετὰ ἀκριβείας ἐφίεμεν τὸ πλοῖον μηδέποτε ἀπολλύμενον, μηδὲ ναυάγιον ὑπομένον.
40Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις· ὁ γὰρ ψαλμὸς ἡμᾶς σήμερον εἰς παράταξιν ἐξάγει τῶν
αἱρετικῶν, οὐχ ἵνα αὐτοὺς ἑστῶτας βάλλωμεν, ἀλλ’699

50

.

701

ἵνα κειμένους ἀναστήσωμεν· τοιοῦτος γὰρ ἡμῶν ὁ πόλεμος· οὐκ ἀπὸ ζώντων νεκροὺς ἐργάζεται, ἀλλ’ ἀπὸ νεκρῶν ζῶντας κατασκευάζει, ἡμερότητος γέ‐ μων καὶ πολλῆς τῆς ἐπιεικείας. Οὐ γὰρ ἐλαύνω
5πράγματι, ἀλλὰ τῷ λόγῳ διώκω, οὐ τὸν αἱρετικὸν, ἀλλὰ τὴν αἵρεσιν, οὐ τὸν ἄνθρωπον ἀποστρέφομαι, ἀλλὰ τὴν πλάνην μισῶ, καὶ ἐπισπάσασθαι βούλομαι· οὐκ ἔχω πόλεμον πρὸς οὐσίαν· Θεοῦ γὰρ ἔργον ἡ οὐσία· ἀλλὰ τὴν γνώμην διορθώσασθαι βούλομαι, ἣν
10διέφθειρεν ὁ διάβολος. Οὕτω καὶ ἰατρὸς ἄῤῥωστον θεραπεύων, οὐ τῷ σώματι πολεμεῖ, ἀλλὰ τοῦ σώμα‐ τος τὴν κακίαν ἀναιρεῖ. Κἀγὼ τοίνυν ἐὰν πολεμήσω αἱρετικοῖς, οὐκ αὐτοῖς τοῖς ἀνθρώποις πολεμῶ, ἀλλὰ τὴν πλάνην ἐκβαλεῖν βούλομαι, καὶ τὴν σηπεδόνα ἐκ‐
15καθᾶραι. Ἐμοὶ ἔθος ἐστὶ διώκεσθαι καὶ μὴ διώκειν, ἐλαύνεσθαι καὶ μὴ ἐλαύνειν. Οὕτω καὶ ὁ Χριστὸς πε‐ ριεγένετο, οὐ σταυρώσας, ἀλλὰ σταυρωθεὶς, οὐ ῥα‐ πίσας, ἀλλὰ ῥαπισθείς. Εἰ μὲν κακῶς ἐλάλησα, φησὶ, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς,
20τί με δέρεις; Ὁ Δεσπότης τῆς οἰκουμένης τῷ δούλῳ τοῦ ἀρχιερέως ἀπολογεῖται, καὶ ῥαπισθεὶς τὸ στόμα, ὅθεν ἐξῆλθε ῥῆμα, καὶ τὴν θάλατταν ἐχαλίνωσε, καὶ τετραήμερον Λάζαρον ἐκ νεκρῶν ἤγειρεν· ὅθεν κα‐ κία ἐδραπέτευσεν, ὅθεν νοσήματα καὶ ἁμαρτήματα
25ἐλύετο· τοῦτο τοῦ σταυρωθέντος τὸ θαῦμα. Καὶ γὰρ δυνάμενος κεραυνὸν ἀφεῖναι, καὶ τὴν γῆν σεῖσαι, καὶ τὴν χεῖρα τοῦ δούλου ξηρᾶναι, οὐδὲν τούτων ἐποίησεν, ἀλλὰ καὶ ἀπολογεῖται, καὶ πραότητι περι‐ γίνεται, σὲ παιδεύων ἄνθρωπον ὄντα μηδέποτε ἀγα‐
30νακτεῖν· κἂν σταυρωθῇς, κἂν ῥάπισμα λάβῃς, τὰ αὐτὰ ἵνα λέγῃς ὡς ὁ Δεσπότης σου· Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ κα‐ λῶς, τί με δέρεις; Καὶ ὅρα αὐτοῦ τὴν φιλανθρω‐ πίαν, πῶς τὰ μὲν τῶν δούλων ἐκδικεῖ, τὰ δὲ ἑαυτοῦ
35παρατρέχει. Ἐγένετό τίς ποτε προφήτης, καὶ βασι‐ λέα ἀσεβοῦντα διήλεγχε, καὶ ἐλθών φησι· Θυσια‐ στήριον, θυσιαστήριον, ἄκουσον. Ἐπειδὴ γὰρ ὁ βασιλεὺς Ἱεροβοὰμ εἱστήκει τοῖς εἰδώλοις ἀναφέρων θυσίαν, ἐλθὼν ὁ προφήτης τῷ θυσιαστηρίῳ διαλέγε‐
40ται. Τί ποιεῖς, ὦ προφῆτα; τὸν ἄνθρωπον ἀφῆκας, καὶ τῷ θυσιαστηρίῳ διαλέγῃ; Ναὶ, φησί. Διὰ τί; Ἐπειδὴ λίθου ἀναισθητότερος ὁ ἄνθρωπος ἐγένετο, ἐκεῖνον ἀφίημι, καὶ τούτῳ διαλέγομαι, ἵνα μάθῃς, ὅτι ὁ λίθος ἀκούει, καὶ ὁ ἄνθρωπος οὐκ ἀκούει.
45Ἄκουσον, θυσιαστήριον, ἄκουσον, καὶ εὐθέως ἐῤῥάγη τὸ θυσιαστήριον. Ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βασιλεὺς, πιάσαι τὸν προφήτην βουλόμενος, καὶ οὐκ ἠδύνατο συστεῖλαι αὐτήν. Ὁρᾷς ὅτι μᾶλλον τὸ θυ‐ σιαστήριον ἤκουσεν, ἢ ὁ βασιλεύς; ὁρᾷς ὅτι τὸν λο‐

50

.

701

(50)

γικὸν ἀφῆκε, καὶ τῷ ἀλόγῳ διαλέγεται, ἵνα διὰ τῆς τούτου ὑπακοῆς τὴν ἐκείνου ἀναισθησίαν καὶ κακίαν διορθώσηται; Ἐῤῥάγη τὸ θυσιαστήριον, καὶ ἡ κακία τοῦ βασιλέως οὐκ ἐῤῥάγη. Ἀλλ’ ὅρα τὸ γεγενημένον· ἐξέτεινε τὴν χεῖρα ὁ βασιλεὺς λαβεῖν τὸ προφήτην,
55καὶ εὐθέως ἐξηράνθη ἡ χεὶρ αὐτοῦ. Ἐπειδὴ τῇ τιμω‐ ρίᾳ τοῦ θυσιαστηρίου οὐκ ἐγένετο βελτίων, τῇ οἰκείᾳ κολάσει παιδεύεται τοῦ Θεοῦ τὴν ὑπακοήν. Ἐγὼ μὲν γάρ σου φειδόμενος εἰς λίθον ἠθέλησα ἀφεῖναι τὴν ὀργήν· ἐπειδὴ δὲ οὐκ ἐγένετό σοι διδάσκαλος ὁ λίθος,
60λάμβανε σὺ τὴν τιμωρίαν. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ παραυτίκα ἐξηράνθη. Εἱστήκει λοιπὸν τὸ τρόπαιον τοῦ προφήτου, καὶ συστεῖλαι αὐτὴν ὁ βα‐ σιλεὺς οὐκ ἠδύνατο. Ποῦ τὸ διάδημα; ποῦ αἱ πορ‐ φυρίδες; ποῦ οἱ θώρακες; ποῦ αἱ ἀσπίδες; ποῦ τὸ
65στρατόπεδον; ποῦ τὰ δόρατα; Ὁ Θεὸς ἐκέλευσε, καὶColumn end

50

.

702

πάντα ἐκεῖνα ἀπώλετο· παρειστήκεισαν οἱ σατράπαι βοηθῆσαι μὲν οὐ δυνάμενοι, θεωροὶ δὲ τῆς πληγῆς γενόμενοι μόνον. Καὶ ἐξέτεινε τὴν χεῖρα αὐτοῦ ὁ βα‐ σιλεὺς, καὶ ἐξηράνθη· ὅτε ἐγένετο ξηρὰ, τότε καρ‐
5πὸν ἤνεγκε. Βλέπε μοι τὸ ὑπόδειγμα τὸ ἐπὶ τοῦ ξύ‐ λου τοῦ ἐν τῷ παραδείσῳ, καὶ τοῦ ξύλου τοῦ ἐν τῷ σταυρῷ. Ὥσπερ γὰρ τὸ ξύλον ἐκεῖνο χλωρὸν ὂν θά‐ νατον ἔτεκε, τὸ δὲ ξύλον τοῦ σταυροῦ ξηρὸν ὂν ζωὴν ἐγέννησεν· οὕτω καὶ ἐπὶ τῆς χειρὸς τοῦ βασιλέως
10ἐγένετο, ὅτε χλωρὰ ἦν, τότε ἀσέβειαν ἔτεκεν, ὅτε ξηρὰ ἐγένετο, τότε τὴν ὑπακοὴν προσήγαγεν· ἴδε τοῦ Θεοῦ τὰ παράδοξα πράγματα. Ἀλλ’ ὅπερ ἔλεγον, ὅτε αὐτὸς ἐῤῥαπίζετο, οὐδὲν κακὸν τῷ ῥαπίζοντι ἐποίει· ὅτε δὲ ὁ δοῦλος ἔμελλεν
15ὑβρίζεσθαι, τὸν βασιλέα ἐκόλασε, σὲ παιδεύων τὰ μὲν τοῦ Θεοῦ ἐκδικεῖν, τὰ δὲ οἰκεῖα παρατρέχειν. Ὥσπερ γὰρ τὰ ἐμὰ παρατρέχω, τὰ δὲ σὰ ἐκδικῶ· οὕτω καὶ σὺ τὰ ἐμὰ ἐκδίκει, τὰ δὲ σὰ παράτρεχε. Ἀλλὰ συντείνατέ μοι τὴν ἀκοὴν (ἔνθα γὰρ ἀγώνων
20καιρὸς, ἀκροατῶν χρεία συντεταμένην ἐχόντων τὴν ἀκοὴν), ἵνα εἰδῆτε μετὰ ἀκριβείας πῶς δεσμεύω, πῶς λύω τὰ τῶν ἀντιδίκων ἁμαρτήματα, πῶς πα‐ λαίω, πῶς ῥήσσω. Εἰ γὰρ οἱ ἐν τῷ θεάτρῳ καθήμε‐ νοι ἐπικύπτουσι δύο παλαιόντων, τὴν ὄψιν αὐτῶν καὶ
25τὴν ἡλικίαν ἐκτείνοντες, ἵνα ἴδωσι παλαίσματα αἰ‐ σχύνης γέμοντα, ἵνα ἴδωσι παλαίσματα, ἃ μιμήσα‐ σθαι αἰσχύνη, πολλῷ μᾶλλον ἡμᾶς προσέχειν δεῖ τῇ τῶν θείων Γραφῶν ἀκροάσει. Εἰ γὰρ ἐπαινεῖς τὸν ἀθλητὴν, διὰ τί οὐ γίνῃ ἀθλητής; εἰ δὲ αἰσχύνῃ
30γενέσθαι ἀθλητὴς, διὰ τί μιμῇ τούτων τὸν ἔπαινον; Ἀλλ’ οὐκ ἔστιν ἐνταῦθα τοιαῦτα τὰ παλαίσματα, ἀλλὰ κοινὰ πᾶσι καὶ ὠφέλιμα καὶ τοῖς λέγουσι καὶ τοῖς ἀκούουσι. Παλαίω γὰρ μετὰ τοῦ αἱρετικοῦ, ἵνα καὶ ὑμᾶς ἀθλητὰς ἀπεργάσωμαι, ἵνα μὴ μόνον ψάλ‐
35λοντες, ἀλλὰ καὶ διαλεγόμενοι τὴν γλῶτταν αὐτῶν ἀποῤῥάπτητε. Τί οὖν φησιν ὁ προφήτης; Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Πρόσχες· μὴ δοκεῖ ἔχειν ἀφορμὴν παλαισμάτων τὸ ῥηθέν; Ὅρα πῶς πλέκω τὸν στέ‐
40φανον καὶ τῶν ἀγώνων τὴν ὑπόθεσιν. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Ἐνταῦθά μοι τὸν αἱρετικὸν κάλει· ἐάν τε παρῇ, ἐάν τε μὴ παρῇ. Ἐάν τε γὰρ παρῇ, παρὰ τῆς ἡμετέρας φωνῆς παιδευέσθω· ἐάν τε μὴ παρῇ, διὰ
45τῆς ὑμετέρας ἀκροάσεως μανθανέτω. Ἀλλ’ ὅπερ εἶπον, οὐκ ἐλαύνω αὐτὸν παρόντα, ἀλλὰ δέχομαι αὐ‐ τὸν ἐλαυνόμενον, οὐ παρ’ ἡμῶν, ἀλλ’ ἀπὸ τοῦ οἰκείου συνειδότος, κατὰ τὸν λέγοντα, Φεύγει ὁ ἀσεβὴς μηδενὸς διώκοντος. Ἡ Ἐκκλησία μήτηρ ἐστὶ

50

.

702

(50)

τῶν οἰκείων τέκνων, καὶ τούτους δεχομένη, καὶ τοῖς ξένοις τοὺς κόλπους ἐφαπλοῦσα. Κοινὸν θέατρον ἡ κιβωτὸς ἡ τοῦ Νῶε ἦν, ἀλλ’ ἡ Ἐκκλησία καὶ ταύτης βελτίων. Ἐκείνη μὲν γὰρ ἐλάμβανεν ἄλογα, καὶ ἐφύλαττεν ἄλογα· αὕτη δὲ λαμβάνει ἄλογα, καὶ
55μεταβάλλει. Οἷόν τι λέγω· Ἐὰν εἰσέλθῃ ἐνταῦθα ἀλώπηξ αἱρετικὸς, ποιῶ τοῦτον πρόβατον· ἐὰν εἰσ‐ έλθῃ λύκος, ποιῶ αὐτὸν ἀρνίον τὸ ἐμὸν μέρος· ἐὰν
δὲ μὴ βούληται, οὐδὲν παρ’ ἐμὲ, ἀλλὰ παρὰ τὴν701

50

.

703

οἰκείαν ἀγνωμοσύνην· ἐπεὶ καὶ ὁ Χριστὸς δώδεκα εἶχε μαθητὰς, καὶ εἷς προδότης ἐγένετο, ἀλλ’ οὐ παρὰ τὸν Χριστὸν, ἀλλὰ παρὰ τὴν διεφθαρμένην γνώμην ἐκείνου· ἐπεὶ καὶ ὁ Ἐλισσαῖος εἶχε μαθητὴν
5φιλάργυρον, ἀλλ’ οὐ παρὰ τὴν ἀσθένειαν τοῦ διδασκά‐ λου, ἀλλὰ παρὰ τὴν ῥᾳθυμίαν τοῦ μαθητοῦ. Ἐγὼ καταβάλλω τὰ σπέρματα ἐὰν γῆ λιπαρὰ ᾖς δεχο‐ μένη τὰ σπέρματα, καὶ τὸν στάχυν ἀποδίδως· ἐὰν δὲ ᾖς πέτρα ἄγονος, οὐδὲν παρ’ ἐμέ· ἐάν τε ἀκούσῃς,
10ἐάν τε μὴ ἀκούσῃς, οὐ παύσομαί σοι ἐπᾴδων ᾠδὴν πνευματικὴν, καταντλῶν τὰ τραύματα, ἵνα μὴ ἀκούσω κατὰ τὴν ἡμέραν ἐκείνην· Πονηρὲ δοῦλε, ἔδει σε καταβαλεῖν τὸ ἀργύριόν μου ἐπὶ τοὺς τραπεζίτας. Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου
15πρὸς τὸν Θεὸν ἐδεήθην. γʹ. Τί λέγεις, αἱρετικέ; περὶ τίνος λέγει ὁ προφήτης, καὶ τίνα καλεῖ Κύριον καὶ Θεόν; περὶ ἑνὸς γὰρ προσώπου ὁ λόγος. Ἐκεῖνοι γὰρ παραγραφόμενοι τὰς Γραφὰς κατὰ τῆς ἑαυτῶν κεφαλῆς, καὶ ζητοῦντες
20ἀεὶ λήμματα κατὰ τῆς ἑαυτῶν σωτηρίας, οὐκ αἰσθά‐ νονται εἰς βάραθρον ἀπωλείας ἑαυτοὺς ὠθοῦντες· τὸν γὰρ Υἱὸν τοῦ Θεοῦ οὔτε ὁ εὐφημῶν ἐνδοξότερον ποιεῖ, οὔτε ὁ βλασφημῶν βλάπτει· οὐ γὰρ χρείαν ἔχει ἡ ἀσώματος οὐσία τῆς ἡμετέρας
25εὐφημίας, ἀλλ’ ὥσπερ ὁ τὸν ἥλιον λέγων φαιδρὸν, οὐ προστίθησιν αὐτοῦ τῷ φωτὶ, οὐδὲ ὁ σκοτεινὸν λέ‐ γων μειοῖ αὐτοῦ τὴν οὐσίαν, ἀλλὰ τῆς οἰκείας πη‐ ρώσεως ἐκφέρει δεῖγμα τὴν ψῆφον· οὕτως ὁ τὸν Υἱὸν τοῦ Θεοῦ μὴ λέγων Υἱὸν ἀλλὰ κτίσμα, τῆς
30οἰκείας μανίας ἐκφέρει ἀπόδειξιν, ὁ δὲ ἐπιγινώσκων αὐτοῦ τὴν οὐσίαν, τὴν οἰκείαν εὐγνωμοσύνην ἐπι‐ δείκνυται· καὶ οὔτε οὗτος αὐτὸν ὠφελεῖ, οὔτε ἐκεῖνος αὐτὸν βλάπτει, ἀλλ’ ὁ μὲν κατὰ τῆς ἑαυτοῦ σωτηρίας, ὁ δὲ ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας ἀγωνίζεται. Ἀλλ’
35ὅπερ ἔλεγον, παραγραφόμενοι τὰς Γραφὰς, τὰ μὲν ἄλλα παρατρέχουσι, ζητοῦσι δὲ, εἴ που εὕροιεν λῆμμα δοκοῦν τι συντρέχειν αὐτῶν τῷ νοσήματι. Καὶ μή μοι λέγε ὅτι ἡ Γραφὴ αἰτία· οὐχὶ ἡ Γραφὴ αἰτία, ἀλλ’ ἡ ἀγνωμοσύνη αὐτῶν, ἐπεὶ καὶ τὸ μέλι
40γλυκύ ἐστιν, ἀλλ’ ὁ νοσῶν πικρὸν αὐτὸ νομίζει· ἀλλ’ οὐ τοῦ μέλιτος τὸ ἔγκλημα, ἀλλὰ τῆς ἀῤῥωστίας ἡ κατηγορία. Οὕτω καὶ οἱ μαινόμενοι τὰ ὁρώμενα οὐ βλέπουσιν, ἀλλ’ οὐ τῶν ὁρωμένων τὸ ἔγκλημα, ἀλλὰ τοῦ μαινομένου ἡ διεφθαρμένη γνώμη. Ἐποίησε τὸν
45οὐρανὸν ὁ Θεὸς, ἵνα ἴδωμεν τὸ ἔργον, καὶ προσκυνή‐ σωμεν τῷ Δημιουργῷ, ἀλλ’ οἱ Ἕλληνες ἐθεοποίησαν τὸ ἔργον· ἀλλ’ οὐ τὸ ἔργον αἴτιον, ἀλλ’ ἡ ἐκείνων ἀγνωμοσύνη· καὶ ὥσπερ ὁ μὲν ἀγνώμων παρ’ οὐδε‐ νὸς ὠφελεῖται, οὕτως ὁ εὐγνώμων καὶ παρ’ ἑαυτοῦ

50

.

703

(50)

ὠφελεῖται. Τί τοῦ Χριστοῦ ἴσον; καὶ οὐκ ὠφελήθη ὁ Ἰούδας. Τί τοῦ διαβόλου πονηρότερον; καὶ ἐστεφα‐ νώθη ὁ Ἰώβ· καὶ οὔτε τὸν Ἰούδαν ὠφέλησεν ὁ Χρι‐ στὸς, ἐπειδὴ ἀγνώμων ἦν, οὔτε τὸν Ἰὼβ ἔβλαψεν ὁ διάβολος, ἐπειδὴ εὐγνώμων ἦν. Ταῦτα λέγω,
55ἵνα μηδεὶς τὰς Γραφὰς διαβάλλῃ, ἀλλὰ τὴν ἀγνω‐ μοσύνην τῶν τὰ καλῶς εἰρημένα κακῶς ἑρμηνευόν‐ των. Καὶ γὰρ ὁ διάβολος ἀπὸ Γραφῶν τῷ Χριστῷ διελέγετο.
Ἀλλ’ οὐχ ἡ Γραφὴ αἰτία, ἀλλ’ ἡ διάνοια ἡ τὰColumn end

50

.

704

καλῶς εἰρημένα κακῶς ἑρμηνεύουσα. Θέλοντες γὰρ δεῖξαι τὸν Υἱὸν ἐλάττονα τοῦ Πατρὸς, περιέρχονται ὀνόματα ξένα περιεργαζόμενοι, καὶ λέγουσιν εἰς τὸ, Θεὸς καὶ Κύριος, ὡς ὁ Πατὴρ Θεὸς, ὁ δὲ Υἱὸς Κύ‐
5ριος, καὶ διαιροῦσι τὰ ὀνόματα, καὶ προσνέμουσι τὸ μὲν Θεὸς τῷ Πατρὶ, τὸ δὲ Κύριος τῷ Υἱῷ, ὡς διαιρέται ὄντες τῆς θεότητος καὶ κληροδόται. Λέγει τῷ Υἱῷ τὸ Κύριος ἡ Γραφή; ταῦτα λέγει; Πῶς οὐκ ἤκουσας τοῦ ψαλμοῦ πρὸς ἓν πρόσωπον λέγοντος
10σήμερον, Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα, φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην; Οὐκοῦν καὶ Κύριον καὶ Θεὸν αὐτὸν ὀνομάζει. Τίνα βούλει Θεὸν εἶναι, τὸν Υἱὸν, ἢ τὸν Πατέρα; Πάντως τὸν Πατέρα ἐρεῖς τὰ ὀνόματα ταῦτα. Οὐκοῦν Θεὸς ὁ Υἱὸς, καὶ Κύριος ὁ
15Πατήρ. Τί οὖν διαιρεῖς τὰ ὀνόματα, καὶ τὸ μὲν ἐκεῖ προσρίπτεις, τὸ δὲ ἐνταῦθα διαιρεῖς; Καὶ ὁ Παῦλος δὲ λέγει (εἴθε ἤκουες Παύλου, καὶ μακάριος ἦς)· Ἀλλ’ ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ ἐξ οὗ τὰ πάντα, καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι’ οὗ τὰ
20πάντα. Μὴ ἐκάλεσε τὸν Υἱὸν Θεόν; ἀλλὰ τί; Κύριον. Τί γὰρ, εἰπέ μοι, τὸ Θεὸς σεμνότερον τοῦ Κύριος, καὶ τὸ Κύριος ἔλαττον τοῦ Θεός; Συντείνατε ἑαυτοὺς, παρακαλῶ, μετὰ ἀκριβείας· ἐὰν οὖν δείξω, ὅτι ἕν ἐστι τὸ Κύριος καὶ τὸ Θεὸς, τί λέγεις; Λέγεις
25τὸ Θεὸς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον; Ἄκουσον τοῦ προφήτου λέγοντος· Οὗτος Κύριος ὁ ποιήσας τὸν οὐρανόν· οὗτος Θεὸς ὁ κατασκευάσας τὴν γῆν· Κύριος τὸν οὐρανὸν, καὶ ὁ Θεὸς τὴν γῆν· οὗτος ἐπὶ τοῦ αὐτοῦ προσώπου καὶ τὸ Κύριος καὶ τὸ Θεὸς
30τέθεικε. Καὶ πάλιν· Ἄκουε, Ἰσραὴλ, Κύριος Θεός σου, Κύριος εἷς ἐστι. Δεύτερον τὸ Κύριος, καὶ ἅπαξ τὸ Θεός· καὶ πρῶτον τὸ Κύριος, καὶ τότε τὸ Θεὸς, καὶ πάλιν τὸ Κύριος. Εἰ δὲ τοῦτο καταδεέστερον, ἐκεῖνο δὲ μεῖζον, οὐκ ἐπὶ μεγάλης οὐσίας καὶ μεί‐
35ζονος τοῦ λόγου τὸ ἔλαττον τέθεικε πρῶτον, ἀλλὰ τὸ μεῖζον εἰπὼν ἠρκέσθη, καὶ οὐκ ἂν προσέῤῥιψε τὸ ἔλαττον. Ἆρα συνήκατε ὃ εἶπον; Πάλιν παιδεύω· οὐ γὰρ θέατρόν ἐστι πρὸς ἐπίδειξιν, ἀλλὰ διδασκαλία πρὸς κατάνυξιν, οὐχ ἵνα ἄοπλοι ἀπέλθητε, ἀλλ’ ἵνα
40ὁπλισθέντες ἀναχωρήσητε. Τὸ Θεὸς λέγεις, αἱρετικὲ, μεῖζον, καὶ τὸ Κύριος ἔλαττον; Ἔδειξά σοι τὸν προφήτην λέγοντα· Κύριος ὁ ποιήσας τὸν οὐρανὸν, Θεὸς ὁ κατασκευάσας τὴν γῆν. Δείκνυμί σοι πά‐ λιν τὸν Μωσέα λέγοντα· Ἄκουε, Ἰσραὴλ, Κύριος
45ὁ Θεός σου, Κύριος εἷς ἐστι. Πῶς εἷς, εἰ δύο εἰσὶ τὰ ὀνόματα, τὸ μὲν ἐλάττονος, τὸ δὲ μείζονος οὐσίας; Οὐ γὰρ δὴ ἡ οὐσία μείζων ἑαυτῆς καὶ ἐλάττων ἀλλ’ ἴση καὶ συνημμένη· Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ δεικνύω σοι, ὅτι τὸ ὄνομα τὸ Κύριος, τοῦτό

50

.

704

(50)

ἐστι Θεός· ὅλως δὲ, εἰ καταδεέστερον τὸ Κύριος, τὸ δὲ Θεὸς μεῖζον, ποῖον ὤφειλεν αὐτοῦ ὄνομα εἶναι; Τὸ Κύριος τὸ μικρότερον, ἢ τὸ Θεὸς τὸ μεῖζον; Ἐὰν εἴπῃ· Ποῖον ὄνομά μου; τί λέγεις, ὦ αἱρετικέ; λέγεις ὅτι τὸ Κύριος τοῦ Υἱοῦ, τὸ δὲ Θεὸς τοῦ Πα‐
55τρὸς, ὡς οἰκειότερον; Ἐὰν οὖν σοι δείξω τὸ Κύριος τὸ μικρὸν γνωριστικὸν αὐτοῦ, τί ποιεῖς; Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, ὁ προφήτης λέγει· μὴ εἶπε· Θεός; Καίτοι εἰ μεῖζον τὸ Θεὸς, διὰ τί οὐκ εἶπεν ὁ προφήτης, Γνώτωσαν ὅτι ὄνομά σοι Θεός; Εἰ γὰρ
60τὸ μὲν ἴδιον αὐτοῦ καὶ οἰκεῖον τὸ Θεὸς, ἀλλότριον δὲ703

50

.

705

αὐτοῦ ὡς καταδεέστερον τὸ Κύριος, διὰ τί εἶπε· Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος, τὸ μικρὸν, τὸ ἔλαττον, τὸ καταδεέστερον τῆς ἀξίας, καὶ οὐ λέγει ἐκεῖνο τὸ μέγα καὶ ὑψηλὸν, τὸ ἄξιον τῆς οὐσίας; Καὶ
5ἵνα μάθῃς, ὅτι τοῦτο οὐκ ἔστι μικρὸν, οὐδὲ καταδεέ‐ στερον, ἀλλὰ τὴν αὐτὴν ἔχει ἰσχύν· Γνώτωσαν ὅτι ὄνομά σοι Κύριος· σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. δʹ. Ἀλλ’ ἔτι οὐκ ἀφίστασαι τῆς μάχης, ἀλλὰ λέγεις
10πάλιν τὸ Θεὸς μεῖζον, τὸ δὲ Κύριος ἔλαττον. Ἐὰν οὖν δείξω τὸν Υἱὸν τῷ ὀνόματι τῷ μείζονι καλούμε‐ νον, τί λέγεις; καταλύεις τὴν μάχην; ἀφίστασαι τῆς φιλονεικίας; ἐπιγινώσκεις σου τὴν σωτηρίαν; ἀπαλ‐ λάττῃ τῆς μανίας; συνῆκας τί εἶπον; ἐπειδὴ τὸ Κύριος
15ὄνομα τῷ Υἱῷ προσρίπτουσι, τὸ δὲ Θεὸς τῷ Πατρὶ ὡς μεῖζον. Ἐὰν οὖν δείξω σοι τῷ μείζονι ὀνόματι τῷ Θεὸς τὸν Υἱὸν καλούμενον, λέλυται ἡ μάχη· τοῖς γὰρ ὅπλοις σοῖς σε χειροῦμαι, καὶ τοῖς σοῖς πτεροῖς περιγίνομαί σου. Σὺ εἶπας, ὅτι τὸ Θεὸς μεῖ‐
20ζον, τὸ δὲ Κύριος ἔλαττον· βούλομαι δεῖξαι, ὅτι τὸ ἔλαττον οὐχ ἥρμοζε τῷ Πατρὶ, εἰ μείζων ἦν, καὶ τὸ μεῖζον οὐχ ἥρμοζε τῷ Υἱῷ, εἰ ἐλάττων ἦν ὁ Υἱός. Ἄκουσον τοῦ προφήτου λέγοντος· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· ἐξεῦ‐
25ρε πᾶσαν ὁδὸν ἐπιστήμης· μετὰ ταῦτα ἐπὶ γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Τί λέ‐ γεις πρὸς τοῦτο; ἀντιλέγεις τοῖς ῥήμασι τούτοις; Ἀλλ’ οὐ δύνασαι· μένει γὰρ ἡ ἀλήθεια τὴν οἰκείαν
λαμπηδόνα ἐκπέμπουσα, καὶ τυφλοῦσα τὰς τῶν αἱρε‐Column end

50

.

706

τικῶν ὄψεις τῶν μὴ θελόντων αὐτῇ πιστεῦσαι. Εἰ καὶ βαθέα τὰ παλαίσματα, καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μεί‐ ζων ὁ λόγος καὶ τῆς δυσχερείας τῶν ἀκουόντων περι‐ γινόμενος, καὶ τὸ καῦμα τῇ δρόσῳ τῆς διδασκαλίας
5παραμυθεῖται· κἂν ἅπαξ ἢ δεύτερον τῆς ἑβδομάδος συλλεγώμεθα, οὐ δεῖ ῥᾴθυμον εἶναι τὸν ἀκροατήν. Ἐὰν γὰρ ἐξέλθῃς ἐκ τῶν ὧδε, καὶ εἴπῃ σοί τις, τί ὡμίλησεν ὁ διδάσκαλος; εἴπῃς, πρὸς αἱρετικούς· ἐὰν εἴπῃ σοι, τί ὡμίλησε; καὶ μὴ εὕρῃς, αἰσχύνη σοι με‐
10γίστη· ἐὰν δὲ εἴπῃς, δάκνεις αὐτὸν, κἄν τε αἱρετι‐ κὸς ᾖ, διορθοῖς αὐτὸν, κἄν τε φίλος ᾖ ῥᾴθυμος, ἐφέλ‐ κεις αὐτὸν, κἄν τε γυνὴ ἀκόλαστος, σωφρονεστέραν ποιεῖς· καὶ γὰρ καὶ ὑπεύθυνος εἶ τῇ γυναικί· Αἱ γυ‐ ναῖκες γὰρ, φησὶν, ἐν ἐκκλησίᾳ σιγάτωσαν· εἰ δέ
15τι μανθάνειν θέλουσι, τοὺς ἰδίους ἄνδρας ἐπερω‐ τάτωσαν. Ἐὰν εἰσέλθῃς εἰς τὴν οἰκίαν, καὶ ἐρωτή‐ σῃ σε ἡ γυνή· Τί ἐκόμισάς μοι ἀπὸ τῆς ἐκκλησίας; εἰπὲ πρὸς αὐτὴν, οὐ κρέας, οὐδὲ οἶνον, οὐδὲ χρυσίον, οὐδὲ κόσμια τὰ τὸ σῶμα καλλωπίζοντα, ἀλλὰ λόγον
20σοφίζοντα διάνοιαν. Ὅταν εἰσέλθῃς πρὸς τὴν γυναῖ‐ κα, παράθες τὴν τράπεζαν τὴν πνευματικήν· εἰπὲ πρῶτον, ὡς ἔναυλος ἡ μνήμη ἐστίν· Ἀπολαύσωμεν τῶν πνευματικῶν, καὶ τότε ἀπολαύσωμεν τῆς αἰσθη‐ τῆς τραπέζης· καὶ γὰρ ἂν οὕτω τὰ καθ’ ἑαυτοὺς οἰ‐
25κονομῶμεν, καὶ τὸν Θεὸν ἕξομεν ἐν τῷ μέσῳ καὶ τὴν τράπεζαν εὐλογοῦντα, καὶ ἡμᾶς στεφανοῦντα. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ τῷ Πατρὶ σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end705