TLG 2062 056 :: JOANNES CHRYSOSTOMUS :: In martyres Aegyptios

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In martyres Aegyptios

Citation: Vol — pg — (ln)

50

.

693

(21t)

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΜΑΡΤΥΡΑΣ ΑΙΓΥΠΤΙΟΥΣ.
22 αʹ. Εὐλογητὸς ὁ Θεὸς, ὅτι καὶ ἐξ Αἰγύπτου μάρτυρες, Αἰγύπτου τῆς θεομάχου καὶ μανικωτάτης, καὶ ὅθεν τὰ ἄθεα στόματα, ὅθεν αἱ βλάσφημοι γλῶσσαι, ἐξ
25Αἰγύπτου μάρτυρες, οὐκ ἐν Αἰγύπτῳ δὲ μόνον, οὐδὲ ἐν τῇ παροίκῳ καὶ γείτονι χώρᾳ, ἀλλὰ καὶ παντα‐ χοῦ τῆς οἰκουμένης. Καὶ καθάπερ ἐπὶ τῆς τῶν ὠνίων εὐετηρίας, ὅταν ἴδωσιν οἱ τὰς πόλεις οἰκοῦντες πλείω τῆς χρείας τῶν οἰκούντων γενομένην τὴν φορὰν, καὶ
30πρὸς τὰς ἔξω διαπέμπουσι πόλεις, ὁμοῦ τε τὴν παρ’ ἑαυτῶν ἐπιδεικνύμενοι φιλοφροσύνην, καὶ πρὸς τῇ τούτων περιουσίᾳ μετ’ εὐκολίας ὧν ἂν δέωνται πάλιν ἀντωνούμενοι παρ’ ἐκείνων· οὕτω καὶ οἱ Αἰγύπτιοι πεποιήκασιν ἐπὶ τῶν τῆς εὐσεβείας ἀθλητῶν. Ἰδόντες
35τῇ τοῦ Θεοῦ χάριτι πολλὴν παρ’ ἑαυτοῖς γενομένην τὴν φορὰν, οὐ κατέκλεισαν ἐν τῇ πόλει τὸ μέγα τοῦτο τοῦ Θεοῦ δῶρον· ἀλλὰ πανταχοῦ τῆς γῆς ἐξέπεμψαν τοὺς τῶν ἀγαθῶν θησαυροὺς, τήν τε αὑτῶν φιλαδελ‐ φίαν ἐπιδεικνύμενοι, καὶ τὸν κοινὸν πάντων Δεσπότην
40δοξάζοντες, καὶ τὴν αὑτῶν παρὰ πᾶσι κοσμοῦντες πόλιν, καὶ μητρόπολιν τῆς οἰκουμένης ἁπάσης ἀπο‐ φαίνοντες. Εἰ γὰρ ψυχραὶ καὶ εὐτελεῖς ἀφορμαὶ, καὶ πρὸς τὸν παρόντα βίον ἡμῖν συντελοῦσαι χάριτες μόνον, ἴσχυσαν τοῦτο τὸ γέρας πολλαῖς τῶν πόλεων παρα‐
45σχεῖν· τὴν οὐδὲν τούτων τῶν ἐπικήρων καὶ φθαρτῶνColumn end

50

.

694

(22)

χαριζομένην, ἀλλ’ ἄνδρας πολλὴν ταῖς κληρωθείσαις αὐτοῖς πόλεσι καὶ μετὰ τελευτὴν κεκτημένους ἀσφά‐ λειαν, πῶς οὐ δίκαιον μάλιστα πασῶν ταύτης παρ’
25αὐτῶν τῆς προεδρίας τυχεῖν; Τὰ γὰρ τῶν ἁγίων σώ‐ ματα τούτων τείχους παντὸς ἀδάμαντος καὶ ἀῤῥαγοῦς ἀσφαλέστερον ἡμῖν τειχίζει τὴν πόλιν· καὶ καθάπερ σκόπελοί τινες ὑψηλοὶ προβεβλημένοι πανταχόθεν, οὐχὶ τὰς τῶν αἰσθητῶν τούτων καὶ ὁρωμένων ἐχθρῶν
30προσβολὰς ἀποκρούονται μόνον, ἀλλὰ καὶ τὰς τῶν ἀοράτων δαιμόνων ἐπιβουλὰς, καὶ πᾶσαν τοῦ δια‐ βόλου μεθοδείαν ἀνατρέπουσί τε καὶ διαλύουσιν οὕτως εὐκόλως, ὡς εἴ τις γενναῖος ἀνὴρ παίδων ἀθύρματα ἀνατρέψειε καὶ καταβάλοι. Καὶ τὰ μὲν ἄλλα τὰ πα‐
35ρὰ τῶν ἀνθρώπων γινόμενα μηχανήματα, οἷον τείχη, καὶ τάφροι, καὶ ὅπλα, καὶ στρατιωτῶν πλήθη, καὶ ὅσα πρὸς ἀσφάλειαν τῶν οἰκούντων ἐπινενόηται, δυ‐ νατὸν τοῖς ἐχθροῖς ἀποκρούεσθαι ἑτέραις πλείοσι καὶ μείζοσι μηχανῶν ὑπερβολαῖς ταῖς παρ’ αὐτῶν· ὅταν δὲ
40ἁγίων σώμασι πόλις τειχίζηται, κἂν μυρία ἐκεῖνοι δαπανῶσι χρήματα, τοιοῦτόν τι ἀντιστῆσαι μηχά‐ νημα ταῖς ἐχούσαις αὐτοὺς πόλεσιν οὐ δυνήσονται. Οὐ πρὸς ἀνθρώπων δὲ ἐπιβουλὰς μόνον, οὐδὲ πρὸς κακουργίας δαιμόνων τοῦτο ἡμῖν χρήσιμον τὸ κτῆμα,
45ἀγαπητέ· ἀλλὰ κἂν ὁ κοινὸς ἡμῖν ὀργίζηται Δεσπότης
διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων, δυνησόμεθα ταῦτα693

50

.

695

προβαλλόμενοι τὰ σώματα, ταχέως αὐτὸν ἵλεων ποιῆ‐ σαι τῇ πόλει. Εἰ γὰρ οἱ τὰ μεγάλα κατωρθωκότες ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, ὀνόματα προβαλλόμενοι ἁγίων ἀνδρῶν, καὶ ἐπὶ τὴν προσηγο‐
5ρίαν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καταφεύγον‐ τες, ἔτυχόν τινος παραμυθίας, καὶ μεγάλην ἀπὸ τῆς μνήμης τῶν ὀνομάτων τούτων ἐκαρποῦντο τὴν ὠφέ‐ λειαν, πολλῷ μᾶλλον ἡμεῖς, ὅταν μὴ ὀνόματα μόνον προβαλλόμενοι, ἀλλὰ καὶ αὐτὰ τὰ ἀθλήσαντα σώ‐
10ματα, δυνησόμεθα τὸν Θεὸν ἵλεων ἔχειν καὶ ἥμερον καὶ προσηνῆ. Καὶ ὅτι οὐ κόμπος τὰ παρ’ ἡμῶν λεγό‐ μενα, ἴσασι πολλοὶ καὶ τῶν ἐγχωρίων, καὶ τῶν ἑτέ‐ ρωθεν ἐληλυθότων, ὅση τῶν ἁγίων τούτων ἡ δύναμις, οἳ καὶ μαρτυροῦσι τοῖς λεγομένοις, διὰ τῆς πείρας
15αὐτῆς μαθόντες αὐτῶν τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὡς ἔτυχεν ὑπὲρ τῆς ἀλη‐ θείας ἠγωνίσαντο, ἀλλ’ οὕτω καρτερῶς καὶ εὐτόνως ἐνέστησαν πρὸς τὴν ῥαγδαίαν καὶ ἀφόρητον τοῦ δια‐ βόλου βίαν, ὡς ἐν λιθίνοις καὶ σιδηροῖς, ἀλλ’ οὐκ ἐν
20φθαρτοῖς καὶ θνητοῖς ἀγωνιζόμενοι σώμασιν, ὡς ἤδη πρὸς τὴν ἀπαθῆ καὶ ἀθάνατον μεταστάντες φύσιν, τὴν οὐκ εἴκουσαν ταῖς πικραῖς καὶ ὀδυνηραῖς τοῦ σώματος ἀνάγκαις. Καθάπερ γάρ τινες ἄγριοι θῆρες καὶ ὠμοὶ καὶ ἀνήμεροι τὰ σώματα κυκλώσαντες παν‐
25ταχόθεν οἱ δήμιοι διώρυττον τὰς πλευρὰς, κατέξαι‐ νον τὰς σάρκας, ἐξεκάλυπτον ὀστᾶ καὶ παρ‐ εγύμνουν, καὶ οὐδὲν αὐτοὺς τῆς ὠμότητος ἵστησι καὶ τῆς ἀπανθρωπίας ἐκείνης· ἀλλὰ καὶ νώτων ἁψάμε‐ νοι καὶ σπλάγχνων, καὶ εἰς τὰ ἐνδότατα εἰσελθόντες,
30τὸν ἐναποκείμενον αὐτοῖς τῆς πίστεως οὐχ εὗρον συλῆσαι θησαυρὸν, ἀλλὰ ταυτὸν ἔπαθον, οἷον εἴ τινες πόλιν βασιλικωτάτην, καὶ πολλοῦ γέμουσαν πλούτου, καὶ ἱκανοὺς ἔχουσαν θησαυροὺς πολιορκοῦντες, καὶ καθελόντες αὐτῆς τὰ τείχη, καὶ πρὸς αὐτὰ τὰ τα‐
35μιεῖα τῶν χρημάτων ἐλθόντες, ἀνατρέψαιεν θύρας, καθέλοιεν μοχλοὺς, ἀνορύξαιεν ἔδαφος, πάντα δι‐ ερευνησάμενοι, μὴ δυνηθεῖεν τὸν πλοῦτον αὐτῆς ἀφαρ‐ πάσαντες ἀπελθεῖν. Τοιαῦτα γάρ ἐστι τῆς ψυχῆς τὰ κτήματα· οὐ προδίδοται τοῖς τοῦ σώματος πάθεσιν,
40ὅταν αὐτὰ κατέχῃ μετὰ ἀσφαλείας, ἀλλὰ κἂν αὐτά τις ἀναῤῥήξῃ τὰ στέρνα, καὶ κατὰ μικρὸν τὴν καρ‐ δίαν διέλοι λαβὼν, οὐ προήσεται τὸν ἅπαξ αὐτῇ παρὰ τῆς πίστεως ἐμπιστευθέντα θησαυρόν. Τοῦτο δὲ τῆς τοῦ Θεοῦ χάριτος γέγονε τῆς πάντα οἰκονομούσης,
45καὶ ἐν ἀσθενοῦσι σώμασι δυναμένης παράδοξα ἐπι‐ τελεῖν. Καὶ τὸ δὴ θαυμαστότερον· οὐ γὰρ μόνον οὐ‐ δὲν ὑφείλοντο τοσαῦτα μανέντες τῶν ἐναποκειμένων αὐτοῖς θησαυρῶν, ἀλλὰ καὶ μετὰ πλείονος αὐτοὺς τῆς ἀσφαλείας φυλάττεσθαι ἐποίησαν, λαμπροτέρους τε

50

.

695

(50)

αὐτοὺς καὶ εὐπορωτέρους εἰργάσαντο. Οὐκ ἔτι γὰρ ἡ ψυχὴ μόνη, ἀλλὰ καὶ αὐτὸ τὸ σῶμα πλείονος μετ‐ έλαβε τῆς χάριτος, καὶ οὐ μόνον οὐκ ἀπέβαλεν, ἣν εἶχε, μετὰ τὸ διατμηθῆναι καὶ κατακοπῆναι πολλά‐ κις, ἀλλὰ καὶ ἐπεσπάσατο πλείονα καὶ μείζω τὴν
55ῥοπήν. Τί ταύτης γένοιτ’ ἂν τῆς νίκης θαυμαστότε‐ ρον, ὅτι οὓς κατεῖχον καὶ εἶχον ὑποχειρίους, καὶ δήσαντες ἔξαινον μετὰ ἐξουσίας, τούτους νικῆσαι οὐκ ἴσχυσαν, ἀλλ’ ὑπὸ τούτων ἡττῶντο ἐλεεινῶς καὶ ἀθλίως; Οὐ γὰρ πρὸς αὐτοὺς ἐπολέμουν, ἀλλὰ
60πρὸς τὸν ἔνοικον αὐτῶν Θεόν· τὸν δὲ Θεῷ πολε‐ μοῦντα ὅτι πᾶσα ἀνάγκη μετὰ πολλῆς ἡττᾶσθαι τῆς περιουσίας, δίκην διδόντα τῆς ἐπιχειρήσεως μόνης,
παντί που δῆλόν ἐστι.Column end

50

.

696

βʹ. Τοιαῦται τῶν ἁγίων αἱ νῖκαι. Εἰ δὲ τὰ ἀγωνίσματα καὶ τὰ παλαίσματα οὕτω θαυμαστὰ καὶ παράδοξα, τί ἂν εἴποιμεν περὶ τῶν ἐπάθλων καὶ στεφάνων τῶν ὑπὲρ τῆς αὐτῶν καρτερίας ἀποκειμένων αὐτοῖς; Οὐ
5γὰρ δὴ μέχρι τῶν βασάνων τούτων ἔστησαν, οὐδὲ ἐνταῦθα τὸν δρόμον κατέλυσαν, ἀλλὰ περαιτέρω τὰ σκάμματα αὐτοῖς ἐξετείνετο, τοῦ μὲν πονηροῦ δαί‐ μονος τῇ προσθήκῃ τῶν τιμωριῶν προσδοκοῦντος ὑποσκελίζειν τοὺς ἀθλητὰς, τοῦ δὲ φιλανθρώπου
10Θεοῦ συγχωροῦντος καὶ οὐ κωλύοντος· ὥστε καὶ τὴν τῶν ἀπίστων μανίαν σαφεστέραν πᾶσιν ἐπιδειχθῆ‐ ναι, καὶ τούτοις λαμπροτέρους καὶ πλείους πλακῆναι τοὺς στεφάνους. Καὶ καθάπερ ἐπὶ τοῦ Ἰὼβ γέγονεν καὶ τοῦ διαβόλου· ὁ μὲν πλείους ᾔτει κατ’ αὐτοῦ
15παρὰ τοῦ Θεοῦ τιμωρίας, προσδοκῶν περιέσεσθαι τῇ προσθήκῃ τῶν δεινῶν τοῦ γενναίου τῆς εὐσεβείας ἀθλητοῦ· ὁ δὲ συνεχώρει, καὶ ἐχαρίζετο ταῖς πονη‐ ραῖς αἰτήσεσι τοῦ πονηροῦ δαίμονος, ἐπιφανέστερον τὸν αὑτοῦ ποιῶν ἀθλητήν· οὕτω δὴ καὶ ἐνταῦθα ἐγέ‐
20νετο. Ἐπειδὴ γὰρ θηρίου παντὸς χαλεπώτερον τὸ σῶμα αὐτῶν πανταχόθεν διεμασήσατο, καὶ τὴν γλῶτ‐ ταν καὶ τὸ στόμα ᾕμαξεν, εἰ καὶ μὴ τοῖς αἵμασι τῶν ἁγίων, ἀλλὰ ταῖς ἀπανθρώποις καὶ ὠμαῖς ψήφοις ἐκείναις, ἡττηθεὶς ὑπὸ τῆς καρτερίας αὐτῶν, καὶ
25ἐμφορηθεὶς ἱκανῶς τῆς ἀπανθρώπου θοίνης ἐκείνης, καὶ κόρον λαβὼν ἀπῆλθεν. Ὅρα γὰρ πόση τῶν ἁγίων ἡ ὑπομονὴ, ἣ τοσαύτην μανίαν τοῖς οἰκείοις ἐκόρεσε πάθεσιν. Ἐπῄει πάλιν ἐπαγωνιζόμενος τῇ μανίᾳ, καὶ πάντα τὰ θηρία δι’ ἄλλης ὠμότητος ἐκνικῆσαι
30φιλονεικῶν. Ἐκεῖνα γὰρ ἀνάγκῃ φύσεως πρὸς τὴν θοίνην ἔρχεται ταύτην, καὶ κορεσθέντα ἄπεισι, κἂν μυρία ἴδῃ σώματα, οὐδενὸς ἐκείνων ἐφάπτεται· οὗ‐ τος δὲ καὶ πονηρίᾳ προαιρέσεως ἐπὶ τὴν βορὰν ᾔει ταύτην, καὶ τῶν σαρκῶν αὐτῶν ἐμπλησθεὶς, ἑτέραν
35πλέκει κατ’ αὐτῶν μηχανὴν, μακροτάτῳ καὶ χαλε‐ πωτάτῳ θανάτῳ τοὺς ἁγίους παραδούς· προσέταξε γὰρ ἐν τοῖς μετάλλοις αὐτοὺς ἐργάζεσθαι διηνεκῶς. Ὢ τῆς ἀπονοίας! πεῖραν οὕτω σαφῆ λαβὼν τῆς ἀν‐ δρείας αὐτῶν, καὶ τῆς ὑπομονῆς, ταύτῃ προσεδόκησε
40περιέσεσθαι. Καὶ δὴ θηρίοις συνῴκουν οἱ ἅγιοι, οἱ τῶν ἀγγέλων σύνοικοι, καὶ τῶν οὐρανῶν πολῖται, καὶ εἰς τὴν ἄνω λοιπὸν γραφέντες Ἱερουσαλὴμ, καὶ ἦν πάσης πόλεως λοιπὸν ἡ ἔρημος ἁγιωτέρα. Ἐν μὲν γὰρ ταῖς πόλεσι τὰ παράνομα ταῦτα καὶ τυραννικὰ
45ἐτολμᾶτο καθ’ ἑκάστην ἡμέραν ἐπιτάγματα· ἡ δὲ ἔρημος ἀτέλειαν εἶχε τῆς ἀπανθρώπου λειτουργίας· καὶ τὰ μὲν δικαστήρια ἀνοσίας πράξεως ἔγεμε καὶ ἀθέσμων ἐπιταγμάτων· αἱ δὲ ἐρημίαι τοὺς πάντων ἀνθρώπων εὐνομωτέρους εἶχον πολίτας, τοὺς ἐξ ἀν‐

50

.

696

(50)

θρώπων ἀγγέλους γεγενημένους, καὶ πρὸς τὸν οὐρα‐ νὸν ἡ ἔρημος ἡμιλλᾶτο, τό γε ἐκ τῆς ἀρετῆς τῶν οἰκούντων πολιτῶν. Καὶ φύσει μὲν ἦν ἡ τιμωρία χα‐ λεπωτάτη, τῇ δὲ προθυμίᾳ τῶν ἀγωνιζομένων ἐγέ‐ νετο ῥᾳδία καὶ κούφη καὶ εὔπορος. Πολλαπλάσιον
55τότε ἐνόμιζον ὁρᾷν τὸ φῶς, καὶ τὸ εἰρημένον παρὰ τῷ προφήτῃ, ὅτι Ἡ σελήνη ἔσται ὡς ὁ ἥλιος, ὁ δὲ ἥλιος ἑπταπλασίων, τοῦτο ἀπειληφέναι τὸ φῶς ἤδη ἐνόμιζον. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι ψυχῆς εὐθυμό‐
τερον καταξιουμένης ὑπὲρ Χριστοῦ παθεῖν τι τῶν695

50

.

697

δεινῶν καὶ ἀφορήτων εἶναι δοκούντων ἡμῖν. Ἤδη πρὸς τὸν οὐρανὸν μεθεστάναι καὶ μετ’ ἀγγέλων χο‐ ρεύειν ἐνόμιζον. Τί γὰρ μᾶλλον αὐτοῖς οὐρανοῦ καὶ ἀγγέλων ἔδει, τοῦ τῶν ἀγγέλων Δεσπότου μετ’ αὐτῶν
5ὄντος Ἰησοῦ ἐπὶ τῆς ἐρήμου; Εἰ γὰρ, ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ αὐτοῦ ὄνομα, ἐκεῖ ἐστιν ἐν μέσῳ αὐτῶν, πολλῷ μᾶλλον ἐν μέσῳ ἐκεί‐ νων ἦν τότε συνειλεγμένων, οὐχ ὡς εἰς τὸ ὄνομα, ἀλλ’ ὑπὲρ τοῦ ὀνόματος κολαζομένων διηνεκῶς. Ἴστε
10γὰρ, ἴστε σαφῶς, ὅτι τῆς τιμωρίας ταύτης οὐκ ἔστιν ἑτέρα χαλεπωτέρα, καὶ ὅτι μυρίους θανάτους ἄλλους ἂν εἵλοντο ὑπομεῖναι οἱ ταύτῃ τῇ ψήφῳ κα‐ ταδικαζόμενοι, ἢ τῆς ὀδύνης ἀνέχεσθαι τῆς ἐκεῖθεν γενομένης. Παρεδόθησαν μετάλλοις, ἔνθα χαλκὸν
15ἀνορύττειν ἔδει, πολλάκις αὐτοὶ μετάλλου χρυσίου ὄντες τιμιώτεροι καὶ ἀΰλου χρυσίου, οὐ καταδίκων ἀνορυττομένου χερσὶν, ἀλλὰ πιστῶν ἀνδρῶν προθυ‐ μίᾳ εὑρεθέντος· εἰργάζοντο μέταλλα οἱ μυρίων γέ‐ μοντες θησαυρῶν. Τί τῆς ζωῆς ἐκείνης πικρότερον
20καὶ ὀδυνηρότερον; Ἑώρων καὶ εἰς ἑαυτοὺς ἐκβαί‐ νοντα τὰ περὶ τῶν μεγάλων ἐκείνων ἀνδρῶν διηγή‐ ματα, ἃ περὶ τῶν ἁγίων διέξεισι λέγων ὁ Παῦλος· Περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι, ὧν
25οὐκ ἦν ἄξιος ὁ κόσμος [ἐν ἐρημίαις πλανώμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς. Ταῦτα καὶ ἐπὶ τῆς γενεᾶς ἐγένετο τῆς ἡμετέρας]. Ταῦτ’ οὖν εἰδότες καὶ ἡμεῖς, ἀγαπητοὶ, ὅτι καὶ νῦν καὶ πάλαι, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἅπαντες
30οἱ τῷ Θεῷ φίλοι τῷ στυγνῷ καὶ ἐπιμόχθῳ καὶ μυ‐Column end

50

.

698

ρίων γέμοντι δεινῶν ἐκληρώθησαν βίῳ, μὴ τὸν ὑγρὸν καὶ διαλελυμένον καὶ τὸν ἀνέσεως γέμοντα διώκωμεν βίον, ἀλλὰ τὸν ἐπίμοχθον, τὸν ἐπίπονον, τὸν θλίψεις ἔχοντα καὶ ταλαιπωρίας. Ὥσπερ γὰρ οὐκ ἔστι τὸν
5ἀγωνιζόμενον δι’ ὕπνου καὶ ῥᾳθυμίας καὶ τρυφῆς τῶν στεφάνων ἐπιτυχεῖν, οὐδὲ τὸν στρατιώτην τῶν τροπαίων, οὐδὲ τὸν κυβερνήτην τοῦ λιμένος, οὐδὲ τὸν γηπόνον τῆς ἅλω πεπληρωμένης· οὕτως οὐδὲ τὸν πιστὸν διὰ ῥᾳθυμίας τὸν ἑαυτοῦ βίον διαγαγόντα
10τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν. Πῶς οὖν οὐκ ἄτοπον ἐν μὲν τοῖς βιωτικοῖς ἅπασι τοὺς πόνους προ‐ κεῖσθαι πρὸ τῆς ἡδονῆς, καὶ τοὺς κινδύνους πρὸς τῆς ἀσφαλείας, καὶ ταῦτα εὐτελοῦς καὶ μικρᾶς τῆς ἀπὸ τῶν πόνων ἐκείνων προσδοκίας μενούσης· ὅταν δὲ
15οὐρανὸς προκείμενος ᾖ, καὶ ἀγγέλων τιμαὶ, καὶ ζωὴ πέρας οὐκ ἔχουσα, καὶ ἡ μετ’ ἀγγέλων διατριβὴ, καὶ τὰ ἀγαθὰ, ἃ μηδὲ ἐννοῆσαι ἢ εἰπεῖν δυνατὸν, προσδοκᾷν διὰ ῥᾳθυμίας καὶ ῥᾳστώνης καὶ διαλελυ‐ μένης ψυχῆς αὐτῶν ἐπιτεύξεσθαι, καὶ μὴ τῆς αὐτῆς
20αὐτὰ τοῖς βιωτικοῖς σπουδῆς ἀξιοῦν; Μὴ, παρακαλῶ, μὴ οὕτω κακῶς περὶ ἑαυτῶν καὶ τῆς ἑαυτῶν βου‐ λευώμεθα σωτηρίας, ἀλλ’ εἰς τοὺς ἁγίους τούτους ὁρῶντες, τοὺς γενναίους καὶ καρτερικοὺς ἀθλητὰς, τοὺς ἀντὶ φωστήρων δεδομένους ἡμῖν, πρὸς τὴν τού‐
25των καρτερίαν καὶ τὴν ὑπομονὴν τὸν ἑαυτῶν διευθύ‐ νωμεν βίον, ἵνα ταῖς εὐχαῖς αὐτῶν δυνηθῶμεν μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ἰδεῖν τε αὐτοὺς καὶ ἀσπάσασθαι, καὶ πρὸς τὰς οὐρανίους αὐτῶν κατα‐ ταχθῆναι σκηνάς· ὧν γένοιτο πάντας ἡμᾶς τυχεῖν
30χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ καὶ τῷ ἁγίῳ
Πνεύματι δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.697