TLG 2062 054 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Barlaam martyrem JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) In sanctum Barlaam martyrem Citation: Vol — pg — (ln) | ||
50.675(29t) | ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΤΥΡΑ ΒΑΡΛΑΑΜ | |
30 | αʹ. Συνεκάλεσεν ἡμᾶς εἰς τὴν ἱερὰν ταύτην ἑορτὴν καὶ πανήγυριν ὁ μακάριος Βαρλαὰμ, οὐχ ἵνα αὐτὸν ἐπαινέσωμεν, ἀλλ’ ἵνα αὐτὸν ζηλώσωμεν· οὐχ ἵνα ἀκροαταὶ γενώμεθα τῶν ἐγκωμίων, ἀλλ’ ἵνα μιμηταὶ γενώμεθα τῶν αὐτοῦ κατορθωμάτων. Ἐπὶ μὲν οὖν | |
---|---|---|
35 | τῶν βιωτικῶν πραγμάτων, οὐκ ἂν ἕλοιντό ποτε οἱ πρὸς τὰς μεγάλας ἀναβαίνοντες ἀρχὰς ἑτέρους κοινω‐ νοὺς τῆς αὐτῆς προεδρίας ἰδεῖν· φθόνος γὰρ ἐκεῖ καὶ βασκανία διακόπτουσι τὴν ἀγάπην· ἐπὶ δὲ τῶν πνευ‐ ματικῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· τότε γὰρ | |
40 | μάλιστα τῆς οἰκείας τιμῆς αἴσθησιν λαμβάνουσιν οἱ μάρτυρες, ὅταν τοὺς συνδούλους τοὺς ἑαυτῶν πρὸς τὴν τῶν ἰδίων ἀγαθῶν κοινωνίαν φθάσαντας ἴδωσιν. Ὥστε εἴ τις βούλεται ἐπαινεῖν μάρτυρας, μιμείσθω | |
μάρτυρας· εἴ τις βούλεται ἐγκωμιάζειν τοὺς ἀθλητὰς | Column end | |
50.676(30) | τῆς εὐσεβείας, ζηλούτω τὸν ἐκείνων πόνον· τοῦτο τοῖς μάρτυσιν οὐκ ἐλάττω τῶν οἰκείων κατορθωμάτων οἴ‐ σει τὴν ἡδονήν. Καὶ ἵνα μάθῃς ὅτι τότε μάλιστα αἰ‐ σθάνονται τῶν οἰκείων ἀγαθῶν, ὅταν ἡμᾶς ἴδωσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ μεγίστην τιμὴν τὸ πρᾶγμα | |
35 | ἡγοῦνται, ἄκουσον τοῦ Παύλου λέγοντος· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Καὶ ὁ Μωϋσῆς δὲ πρὸ τούτου πρὸς τὸν Θεὸν ἔλεγεν· Εἰ μὲν ἀφῇς αὐ‐ τοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλει‐ ψον ἐκ τῆς βίβλου ἧς ἔγραψας· οὐκ αἰσθάνομαι τῆς | |
40 | ἄνω τιμῆς διὰ τὴν τούτων δυσπραγίαν, φησί· σώμα‐ τος γάρ ἐστιν ἀκολουθία τῶν πιστῶν τὸ πλήρωμα· τί τοίνυν ὄφελος τὴν κεφαλὴν στεφανοῦσθαι, τῶν | |
ποδῶν κολαζομένων; | 675 | |
50.677 | Καὶ πῶς δυνατὸν, φησὶ, μιμήσασθαι μάρτυρας νῦν; οὐδὲ γάρ ἐστι διωγμοῦ καιρός. Οἶδα κἀγώ· διωγμοῦ μὲν καιρὸς οὐκ ἔστιν, ἀλλὰ μαρτυρίου καιρός ἐστι· παλαισμάτων τοιούτων οὐκ ἔστι καιρὸς, ἀλλὰ στεφά‐ | |
5 | νων καιρός ἐστι· οὐ διώκουσιν ἄνθρωποι, ἀλλὰ διώ‐ κουσι δαίμονες· οὐκ ἐλαύνει τύραννος, ἀλλ’ ἐλαύνει διάβολος, τυράννων πάντων χαλεπώτερος· οὐχ ὁρᾷς ἄνθρακας προκειμένους, ἀλλ’ ὁρᾷς φλόγα ἐπιθυμίας ἀναπτομένην. Κατεπάτησαν ἐκεῖνοι τοὺς ἄνθρακας, | |
10 | καταπάτησον σὺ τῆς φύσεως τὴν πυράν· ἐπύκτευσαν ἐκεῖνοι πρὸς θηρία, χαλίνωσον σὺ τὸν θυμὸν, τὸ ἀνήμερον καὶ ἀτίθασσον θηρίον· ἔστησαν ἐκεῖνοι πρὸς ὀδύνας ἀφορήτους, περιγενοῦ σὺ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν τῶν βρυόντων ἐν τῇ καρδίᾳ | |
15 | σου· οὕτω μιμήσῃ μάρτυρας. Νῦν γὰρ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Πῦρ ἐστιν ἡ ἐπιθυμία | |
20 | τῆς φύσεως, πῦρ ἄσβεστον καὶ διηνεκές· κύων ἐστὶ λυττῶν καὶ μεμηνὼς, κἂν μυριάκις αὐτὸν διακρούσῃ, μυριάκις ἐπιπηδᾷ, καὶ οὐκ ἀφίσταται· χαλεπὴ μὲν ἡ τῶν ἀνθράκων φλὸξ, ἀλλ’ αὕτη δεινοτέρα, ἡ τῆς ἐπιθυμίας· οὐδέποτε ἔχομεν ἐκεχειρίαν τοῦ πολέμου | |
25 | τούτου, οὐδέποτε ἔχομεν ἀνακωχὴν κατὰ τὸν παρόντα βίον, ἀλλὰ διηνεκὴς ὁ ἀγὼν, ἵνα καὶ λαμπρὸς ὁ στέ‐ φανος γένηται. Διὰ τοῦτο ἡμᾶς ἀεὶ Παῦλος καθοπλί‐ ζει, ἐπειδὴ ἀεὶ πολέμου καιρὸς, ἐπειδὴ ἀεὶ γρηγορεῖ ὁ ἐχθρός. Βούλει μαθεῖν, ὅτι πυρὸς οὐκ ἔλαττον ἡ | |
30 | ἐπιθυμία καίει; Ἄκουσον τοῦ Σολομῶντος λέγοντος, Περιπατήσει τις ἐπ’ ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσερχόμενος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ, καὶ πᾶς ὁ ἁπτό‐ μενος αὐτῆς, οὐκ ἀθωωθήσεται. Ὁρᾷς ὅτι φύσις | |
35 | ἐπιθυμίας ἁμιλλᾶται φύσει πυρός; Ὥσπερ γὰρ ἀδύ‐ νατον πυρὸς ἁπτόμενον μὴ δέξασθαι ἐμπρησμὸν, οὕ‐ τω πυρὸς ὀξύτερον τῶν εὐμόρφων ὄψεων ἡ θεωρία τῆς ἀκολάστως βλεπούσης ἐπιλαμβάνεται ψυχῆς· καὶ καθάπερ ὕλη τις εὔπρηστος, οὕτω τὰ λαμπρὰ τῶν | |
40 | σωμάτων τοῖς τῶν ἀσελγῶν ὑπόκειται ὀφθαλμοῖς. Διὸ χρὴ μὴ παρέχειν τῷ πυρὶ τῆς ἐπιθυμίας τροφὴν τὴν ἔξωθεν θεωρίαν, ἀλλὰ περιστέλλειν αὐτὸ πανταχόθεν καὶ κατασβεννύναι λογισμοῖς εὐσεβέσι, χαλινοῦντας πρόσω φερόμενον τὸν ἐμπρησμὸν, καὶ μὴ συγχω‐ | |
45 | ροῦντας αὐτῷ περιτρέπειν τὸ στεῤῥὸν τῆς διανοίας τῆς ἡμετέρας. Καὶ πᾶσα δὲ ἡδονὴ ἐν τῷ καιρῷ τῆς ἐπικρατήσεως τῶν παθῶν πυρὸς σφοδρότερον καίειν εἴωθε τὴν διάνοιαν, εἰ μή τις γενναίως μεθ’ ὑπομο‐ νῆς καὶ πίστεως ἀνταγωνίζοιτο πρὸς ἕκαστον τῶν | |
50.677(50) | παθῶν· ὃν τρόπον ὁ μακάριος καὶ γενναῖος ἀθλητὴς τοῦ Χριστοῦ Βαρλαὰμ ἐποίησεν ἐπὶ τῆς ἑαυτοῦ χει‐ ρὸς, ὁλόκληρον ἐν τῇ δεξιᾷ πυρὰν βαστάζων, καὶ πρὸς τὴν ὀδύνην οὐκ ἐνδιδοὺς, ἀλλὰ τῶν ἀνδριάντων ἀπαθέστερον διακείμενος, μᾶλλον δὲ ἤλγει μὲν, καὶ | |
55 | ἔπασχε· σῶμα γὰρ ἦν τὸ ὑποκείμενον, καὶ οὐ σίδη‐ ρος· ἀλγῶν δὲ καὶ πάσχων τὴν τῶν ἀσωμάτων δυνά‐ μεων ἐν σώματι θνητῷ φιλοσοφίαν ἐπεδείκνυτο. βʹ. Ἀλλὰ γὰρ ἄνωθεν αὐτοῦ τὸ μαρτύριον διηγήσο‐ μαι ὥστε σαφεστέραν γενέσθαι τὴν ἱστορίαν· σὺ δέ | |
60 | μοι σκόπει τοῦ διαβόλου τὴν κακουργίαν. Τῶν ἁγίων | |
τοὺς μὲν ἤγαγεν ἐπὶ τήγανα, τοὺς δὲ εἰς λέβητας | Column end | |
50.678 | ἐνέβαλε τοῦ πυρὸς σφοδρότερον ζέοντας· καὶ τῶν μὲν τὰς πλευρὰς κατέξαινε, τοὺς δὲ εἰς πέλαγος κατ‐ επόντισεν, ἄλλους θηρίοις παρέδωκεν, ἑτέρους εἰς κά‐ μινον εἰσήγαγε, καὶ τῶν μὲν ἐξεμόχλευσε τὰ ἄρθρα, | |
5 | τῶν δὲ τὰς δορὰς ἔτι ζώντων ἀπέσυρεν, ἑτέρων τοῖς σώμασιν ᾑμαγμένοις ὑπέθηκεν ἄνθρακας, καὶ οἱ σπινθῆρες ἐπεπήδων τοῖς ἕλκεσι, θηρίου παντὸς δρι‐ μύτερον τὰ τραύματα δάκνοντες· ἄλλοις ἄλλας ἐπε‐ νόει χαλεπωτέρας τιμωρίας. Ἐπεὶ οὖν εἶδεν ἅπαντα | |
10 | ταῦτα καταγελασθέντα, καὶ τοὺς ταῦτα παθόντας μετὰ πολλῆς τῆς περιουσίας κρατήσαντας, καὶ τοῖς μετ’ αὐτοὺς ἐρχομένοις ἐπὶ τὰ αὐτὰ παλαίσματα με‐ γίστην τοῦ θαῤῥεῖν ὑπόθεσιν γενομένους, τί ποιεῖ; Καινὸν ἐπινοεῖ τρόπον ἐπιβουλῆς, ἵνα τὸ ἀμελέτητον | |
15 | καὶ ἄηθες τῆς τιμωρίας καταβάλῃ τὸ φρόνημα τοῦ μάρτυρος. Τὸ μὲν γὰρ ἀκουσθὲν καὶ νοηθὲν, κἂν ἀφόρητον ᾖ, τῇ προσδοκίᾳ μελετηθὲν εὐκαταφρόνη‐ τον γίνεται· τὸ δὲ ἀμελέτητον, κἂν κοῦφον ᾖ, πάντων ἐστὶν ἀφορητότερον. Ἔστω τοίνυν καινὸς ὁ ἀγὼν, | |
20 | ἔστω ξένον τὸ μηχάνημα, ἵνα τὸ καινὸν καὶ παράδοξον θορυβῆσαν τὸν ἀθλητὴν ὑποσκελίσῃ ῥᾳδίως. Τί οὖν ποιεῖ; Ἐξάγει τὸν ἅγιον ἀπὸ τοῦ δεσμωτηρίου δεδε‐ μένον. Καὶ γὰρ καὶ τοῦτο τῆς ἐκείνου κακουργίας ἦν, τὸ μὴ εὐθέως ἐκ προοιμίων χαλεπὰ προσαγαγεῖν | |
25 | τὰ μηχανήματα, μηδὲ τὰς φρικτὰς ἐπαγαγεῖν τιμω‐ ρίας, ἀλλ’ ἀπὸ τῶν ἐλαττόνων ἀκροβολίζεσθαι· τί δή‐ ποτε; Ἵνα ἂν μὲν ἡττηθῶσιν οἱ ἀγωνιζόμενοι, αἰ‐ σχρὰ αὐτῶν ἡ ἧττα γένηται, ὅτι μηδὲ πρὸς τὰ μικρὰ ἀντέστησαν· ἂν δὲ περιγένωνται καὶ νικήσωσιν, ἐν | |
30 | τοῖς ἐλάττοσι προκαταβληθείσης αὐτοῖς τῆς δυνάμεως εὐχείρωτοι γένωνται πρὸς τὰ μείζονα. Διὰ τοῦτο προσήγαγε τὰ ἐλάττονα πρότερον, ἵνα κἂν ἕλῃ, κἂν μὴ ἕλῃ, μὴ ἀποτύχῃ· ἂν μὲν γὰρ ἕλω, φησὶ, κατεγέ‐ λασα· ἂν δὲ μὴ ἕλω, ἀσθενεστέρους ἐποίησα πρὸς τὰ | |
35 | μέλλοντα. Ἐξάγει τοίνυν αὐτὸν ἀπὸ τοῦ δεσμωτη‐ ρίου· ὁ δὲ ἐξῄει καθάπερ ἀθλητὴς γενναῖος ἐν παλαί‐ στρᾳ πολὺν γυμνασάμενος χρόνον· παλαίστρα γὰρ τῷ μάρτυρι τὸ δεσμωτήριον ἦν, κἀκεῖ κατ’ ἰδίαν τῷ Θεῷ διαλεγόμενος παρ’ ἐκείνου τὰ παλαίσματα ἐμάνθανεν | |
40 | ἅπαντα· ὅπου γὰρ δεσμὰ τοιαῦτα, ἐκεῖ καὶ ὁ Χριστὸς πάρεστιν. Ἐξῄει τοίνυν ἰσχυρότερος γενόμενος τῇ μακροτέρᾳ τοῦ δεσμωτηρίου διατριβῇ· ἐξελθόντα δὲ αὐτὸν εἰς μέσον ἀγαγὼν ὁ διάβολος διὰ τῶν ὑπηρετουμένων αὐ‐ | |
45 | τοῦ τῇ παρανομίᾳ, οὐ προσέδησε τῷ ξύλῳ, οὐ περι‐ έστησε δημίους· ἑώρα γὰρ αὐτὸν τούτων ἐπιθυμοῦν‐ τα, καὶ πάλαι αὐτὰ προμελετήσαντα· ἀλλὰ ξένον τι καὶ καινὸν, καὶ μηδέποτε ἐλπισθὲν μηχάνημα προσ‐ άγει τῷ πύργῳ, ῥᾳδίως ἐμποιεῖν δυνάμενον τὴν κα‐ | |
50.678(50) | τάπτωσιν· τοῦτο γάρ ἐστιν αὐτῷ τὸ σπουδαζόμενον ἐπὶ πάντων ὑποσκελίζειν μᾶλλον ἢ ὀδυνᾷν τοὺς ἁγίους. Τί τοίνυν ἐστὶ τὸ μηχάνημα; Τὴν χεῖρα κελεύσαντες ὑπτίαν ἐκτεῖναι ὑπεράνω τοῦ βωμοῦ, ἐπέθηκαν ἄν‐ θρακας καὶ λιβανωτὸν τῇ χειρὶ, ἵνα ἐὰν ἀλγήσῃ, καὶ | |
55 | περιτρέψῃ τὴν χεῖρα, θυσίαν αὐτῷ καὶ παράβασιν τὸ πρᾶγμα λογίσωνται. Εἶδες πῶς κακοῦργος ὁ διάβολος, Ἀλλ’ ὅρα πῶς ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ παν‐ | |
ουργίᾳ αὐτῶν ἄκυρα ἐποίησεν αὐτοῦ τὰ μηχανήματα, | 677 | |
50.679 | καὶ τὸ τῆς ἐπιβουλῆς ἐπιτεταμένον καὶ τὸ τῆς κακ‐ ουργίας ποικίλον προσθήκην καὶ πλεονασμὸν πλείο‐ νος δόξης παρεσκεύασε γενέσθαι τῷ μάρτυρι. Ὅταν γὰρ μυρία κακουργήσας ὁ ἀνταγωνιστὴς, εἶτα ἡττηθεὶς | |
5 | ἀπέλθῃ, τότε λαμπρότερος γίνεται τῆς εὐσεβείας ὁ ἀθλητής· ὅπερ καὶ ἐνταῦθα συνέβαινεν. Ἔμενε γὰρ ὁ μακάριος Βαρλαὰμ ἀκλινῆ καὶ ἀπερίτρεπτον τηρῶν τὴν χεῖρα, καθάπερ ἀπὸ σιδήρου συγκειμένην ἔχων· καίτοι εἰ παρετράπη ἡ χεὶρ, οὐδ’ οὕτως ἦν ἔγ‐ | |
10 | κλημα τοῦ μάρτυρος. γʹ. Ἐνταῦθά μοι μετὰ ἀκριβείας προσέχετε πάντες, ἵνα μάθητε, ὅτι εἰ καὶ περιετράπη ἡ δεξιὰ, οὐκ ἦν ἧττα τὸ γενόμενον· τί δήποτε; Ὅτι καθάπερ ἐπὶ τῶν τὰς πλευρὰς καταξαινομένων ἢ καὶ ἑτέρως πως βα‐ | |
15 | σανιζομένων κρίνομεν, οὕτω καὶ ἐνταῦθα δικάζειν χρή. Ἂν μὲν γὰρ ἐνδῶσι καὶ θύσωσι, τὸ ἔγκλημα τῆς ἀσθενείας αὐτῶν γίνεται, ὅτι τὰς ὀδύνας οὐκ ἐνεγκόν‐ τες ἔθυσαν· ἂν δὲ ἐγκαρτερήσαντες ταῖς βασάνοις ἀλ‐ γήσωσι μὲν ἐφ’ οἷς πάσχωσι, μὴ προδῶσι δὲ τὴν εὐ‐ | |
20 | σέβειαν, οὐδεὶς αὐτοὺς ὑπὲρ τῶν ἀλγηδόνων αἰτιᾶται τούτων, ἀλλὰ διὰ τοῦτο μειζόνως αὐτοὺς ἀποδεχόμεθα, καὶ θαυμάζομεν, ὅτι καὶ ὀδυνηθέντες ὑπέμειναν, καὶ οὐκ ἠρνήσαντο. Καὶ ἐνταῦθα τοίνυν, εἰ μὲν οὐκ ἐνεγ‐ κὼν ὁ μακάριος Βαρλαὰμ τὸ καίεσθαι ὑπέσχετο θύειν, | |
25 | ἡττήθη· εἰ δὲ αὐτοῦ μὴ ἐνδιδόντος περιετράπη ἡ χεὶρ, οὐκ ἔστιν ἔγκλημα τοῦτο τῆς γνώμης τοῦ μάρ‐ τυρος· οὐ γὰρ τῆς προαιρέσεως ἀσθενούσης, ἀλλὰ τῆς τῶν νεύρων φύσεως κατὰ τὸν ἴδιον τόνον, καὶ ἄκοντος τῆς χειρὸς τοῦ ἁγίου καμπτομένης, ὑπὸ τοῦ | |
30 | πυρὸς τοῦτο συνέβαινεν. Ὥσπερ γὰρ τοῖς ξαινομέ‐ νοις τὰς πλευρὰς οὐκ ἐγκαλοῦμεν, ὅτι διασχίζεται αὐτῶν ἡ σάρξ· μᾶλλον δὲ ἵνα ἐγγύτερον ἀγάγω τὸ παράδειγμα· ὥσπερ τοῖς πυρέττουσι καὶ σπωμένοις οὐδεὶς ἂν μέμφοιτο καμπτομένων αὐτοῖς τῶν χειρῶν· | |
35 | οὐ γὰρ τῆς ἐκείνων βλακείας ἐστὶ τὸ γινόμενον, ἀλλὰ τῆς φλογὸς τοῦ νοσήματος τὴν νοτίδα ἀναλισκούσης καὶ συνελκούσης παρὰ φύσιν λοιπὸν τῶν νεύρων τὴν ἀκολουθίαν· οὕτως οὐδὲ τὸν ἅγιον τοῦτον ἄν τις ἐμέμψατο τῆς χειρὸς περιτραπείσης. Εἰ γὰρ πυ‐ | |
40 | ρετὸς καὶ ἄκοντος τοῦ κάμνοντος συνέλκειν τὰ μέλη πέφυκε καὶ διαστρέφειν, πολλῷ μᾶλλον ἄνθρακες ἐπικείμενοι δεξιᾷ, καὶ μὴ ἐνδόντος τοῦ μάρτυρος τοῦτο ἂν εἰργάσαντο. Ἀλλ’ ὅμως οὐκ εἰργάσαντο, ἵνα ἐκ περιουσίας μάθῃς, ὅτι Θεοῦ χάρις ἦν ἡ συμπαροῦσα | |
45 | καὶ ἀλείφουσα τὸν ἀθλητὴν, καὶ τὸ τῆς φύσεως ἐλάτ‐ τωμα διορθουμένη· οὔτε αὐτὴ τὰ ἑαυτῆς ἔπαθε κατὰ τοῦτο, ἀλλ’ ὡς ἐξ ἀδάμαντος πεπηγυῖα ἡ χεὶρ ἐκείνη, οὕτως ἀπερίτρεπτος ἔμενεν. Τίς τότε ὁρῶν οὐκ ἂν ἐθαύμασε; τίς οὐκ ἂν ἔφριξε; Διέκυπτον ἄνωθεν ἄγ‐ | |
50.679(50) | γελοι, ἐθεώρουν ἀρχάγγελοι· λαμπρὸν ἦν τὸ θέατρον, καὶ ὑπερβαῖνον ὄντως τὴν ἀνθρωπίνην φύσιν. Τίς γὰρ οὐκ ἂν ἐπεθύμησεν ἰδεῖν ἄνθρωπον ἀγωνιζόμενον, καὶ οὐ πάσχοντα τὰ τῶν ἀνθρώπων; τὸν αὐτὸν θυσιαστή‐ ριον, καὶ ἱερεῖον, καὶ ἱερέα γινόμενον; Διὸ καὶ διπλοῦς | |
55 | ὁ καπνὸς ἀνῄει, ὁ μὲν τοῦ λιβανωτοῦ ἁπτομένου, ὁ δὲ τῆς σαρκὸς τηκομένης· καὶ ἦν ὁ καπνὸς οὗτος ἐκεί‐ | |
νου προσηνέστερος, αὕτη δὲ ἡ εὐωδία ἐκείνης βελ‐ | Column end | |
50.680 | τίων. Καὶ ταυτὸ συνέβαινεν ὅπερ καὶ ἐπὶ τῆς βάτου· καθάπερ γὰρ ἐκείνη ἡ βάτος ἐκαίετο, καὶ οὐ κατ‐ εκαίετο, οὕτω καὶ ἐνταῦθα ἐκαίετο μὲν ἡ δεξιὰ, οὐ κατεφλέγετο δὲ ἡ ψυχή· ἐδαπανᾶτο τὸ σῶμα, καὶ | |
5 | οὐκ ἀνηλοῦτο ἡ πίστις· ἀπηγόρευεν ἡ σὰρξ, καὶ οὐκ ἀπηγόρευεν ἡ προθυμία· καὶ οἱ μὲν ἄνθρακες τὸ μέ‐ σον τῆς χειρὸς διατρήσαντες ἐξέπιπτον κάτω, ἡ δὲ ἀνδρεία τῆς ψυχῆς οὐ διέπιπτεν· ἀλλ’ ἡ μὲν χεὶρ ἀνήλωτο καὶ ἐῤῥύη· σὰρξ γὰρ ἦν, καὶ οὐκ ἀδάμας· | |
10 | ἡ δὲ ψυχὴ ἑτέραν ἐπεζήτει χεῖρα πάλιν, ὥστε καὶ ἐν ἐκείνῃ τὴν καρτερίαν ἐπιδείξασθαι. Καὶ καθάπερ στρατιώτης γενναῖος εἰς πολεμίους εἰσελθὼν, καὶ κατακόψας τὴν φάλαγγα τῶν ἀνταγωνιζομένων αὐτῷ, διακλάσας τὸ ξίφος τῇ πυκνότητι τῶν ἐπαλλήλων | |
15 | πληγῶν, εἶτα ἐπιστραφεὶς ἕτερον ἐπιζητεῖ, διὰ τὸ μηδέπω κόρον εἰληφέναι τῆς τῶν πολεμίων σφαγῆς· οὕτω δὴ καὶ ἡ ψυχὴ τοῦ μακαρίου Βαρλαὰμ τὴν χεῖρα ἀναλώσασα ἐν τῷ κατακόπτειν τὰς φάλαγγας τῶν δαιμόνων, ἑτέραν ἐπεζήτει δεξιὰν πάλιν, ὥστε καὶ ἐν | |
20 | ἐκείνῃ τὴν προθυμίαν ἐπιδείξασθαι. Μὴ γάρ μοι τοῦτο εἴπῃς, ὅτι μίαν ἐξέδωκε χεῖρα μόνον· ἀλλὰ τοῦτο πρὸ ἐκείνου ἐννόει, ὅτι ὁ τὴν χεῖρα προδοὺς, οὗτος καὶ τὴν κεφαλὴν ἐξέδωκεν ἂν, καὶ τὰς πλευρὰς προὔ‐ θηκε, καὶ πυρὶ, καὶ θηρίοις, καὶ πελάγει, καὶ κρη‐ | |
25 | μνῷ, καὶ σταυρῷ, καὶ τροχῷ, καὶ πρὸς πάσας τὰς ἀκουσθείσας ποτὲ τιμωρίας παρετάξατο, καὶ πάντα ἔπαθεν, εἰ καὶ μὴ τῇ πείρᾳ, ἀλλὰ τῇ προθέσει. Οὐ γὰρ πρὸς ὡρισμένας κολάσεις ἀπαντῶσιν οἱ μάρτυ‐ ρες, ἀλλὰ πρὸς ἀορίστους ἀποδύονται τιμωρίας· οὐ | |
30 | γάρ εἰσι κύριοι τῆς γνώμης τῶν τυράννων, οὐδὲ ὅρους αὐτοῖς καὶ μέτρα τιμωριῶν τιθέασιν· ἀλλ’ ὅσα ἂν αὐτοὺς ἡ ἀπάνθρωπος καὶ θηριώδης ἐκείνων γνώ‐ μη διαθεῖναι ἐπιθυμήσῃ κακὰ, τοσαῦτα εἰσέρχονται πεισόμενοι· πλὴν ἂν μὴ μεταξὺ τὸ σῶμα ἀπαγορεῦ‐ | |
35 | σαν ἀπλήρωτον ἐν τῷ μέσῳ καταλίπῃ τὴν τῶν τυ‐ ράννων ἐπιθυμίαν. Ἐμαραίνετο τοίνυν ἡ σὰρξ, καὶ ἡ προαίρεσις προθυμοτέρα ἐγίνετο, αὐτοὺς τοὺς ἄνθρα‐ κας παρερχομένη τῇ λαμπρότητι, καὶ μᾶλλον αὐτῶν ἀποστίλβουσα· πνευματικὸν γὰρ ἔνδον ἀνεκαίετο πῦρ | |
40 | πολὺ τοῦ πυρὸς τούτου φλογωδέστερον. Διὰ τοῦτο ἐκεῖνος τῆς ἔξωθεν οὐκ ᾐσθάνετο φλογὸς, ἐπειδὴ τὸ ἔνδον αὐτὸν ἔκαιε πῦρ τὸ διάπυρον καὶ διακαὲς τῆς ἀγάπης τοῦ Χριστοῦ. δʹ. Ταῦτα μὴ μόνον ἀκούωμεν, ἀγαπητοὶ, ἀλλὰ καὶ | |
45 | μιμώμεθα. Ὅπερ γὰρ ἐξ ἀρχῆς ἔλεγον, καὶ νῦν λέ‐ γω· μὴ μέχρι τῆς παρούσης ὥρας θαυμαζέσθω ὁ μάρτυς μόνον, ἀλλὰ καὶ οἴκαδε ἀπιὼν ἕκαστος ἐπαγέ‐ σθω τὸν ἅγιον, καὶ εἰς τὴν οἰκίαν εἰσαγέτω τὴν ἑαυ‐ τοῦ, μᾶλλον δὲ εἰς τὴν ἑαυτοῦ καρδίαν διὰ τῆς τῶν | |
50.680(50) | εἰρημένων μνήμης. Ὑπόδεξαι αὐτὸν, ὡς προείρηται, καὶ στῆσον ἐπὶ τῆς καρδίας τῆς σῆς τὴν χεῖρα ἔχοντα ἐκτεταμένην· ὑπόδεξαι τὸν στεφανίτην, καὶ μηδέποτε ἀφῇς ἐξελθεῖν τῆς διανοίας τῆς σῆς. Διὰ τοῦτο ὑμᾶς καὶ παρὰ τὰς θήκας τῶν ἁγίων μαρτύρων ἠγάγομεν, | |
55 | ἵνα καὶ ἀπὸ τῆς ὄψεως λάβητέ τινα παράκλησιν ἀρετῆς, καὶ πρὸς τὸν αὐτὸν ἐπαποδύσησθε ζῆλον. Καὶ γὰρ στρατιώτην ἀνίστησι μὲν καὶ ἀκοὴ ἀριστέως· πολλῷ δὲ πλέον ὄψις καὶ θεωρία, καὶ μάλιστα ὅταν εἰς αὐτὴν τοῦ ἀριστέως τὴν σκηνὴν εἰσελθὼν ἴδῃ τὸ ξίφος | |
60 | ᾑμαγμένον, τὴν κεφαλὴν τοῦ πολεμίου κειμένην, | 679 |
50.681 | τὰ λάφυρα ἄνω κρεμάμενα, τὸ αἷμα νεαρὸν τῶν χει‐ ρῶν ἀποστάζον παρὰ τοῦ τὸ τρόπαιον στήσαντος, πανταχοῦ δόρατα καὶ ἀσπίδας καὶ τόξα καὶ τὴν ἄλλην ἅπασαν παντευχίαν κειμένην. Διὰ τοῦτο καὶ ἡμεῖς | |
5 | ἐνταῦθα συνεληλύθαμεν. Σκηνὴ γάρ ἐστι στρατιωτικὴ τῶν μαρτύρων ὁ τάφος· κἂν ἀνοίξῃς τοὺς τῆς πίστεως ὀφθαλμοὺς, ὄψει τὸν θώρακα τῆς δικαιοσύνης ἐνταῦθα κείμενον, τὸν θυρεὸν τῆς πίστεως, τὴν περικεφαλαίαν τοῦ σωτηρίου, τὴν κνημῖδα τοῦ Εὐαγγελίου, τὴν | |
10 | μάχαιραν τοῦ Πνεύματος, αὐτὴν τοῦ διαβόλου τὴν κεφαλὴν ἀπεῤῥιμμένην χαμαί. Ὅταν γὰρ ἴδῃς δαι‐ μονῶντα ἄνθρωπον παρὰ τὸν τάφον τοῦ μάρτυρος κείμενον ὕπτιον, καὶ σπαράσσοντα ἑαυτὸν πολλάκις, οὐδὲν ἕτερον ἀλλ’ ἢ τὴν κεφαλὴν τοῦ Πονηροῦ τετμη‐ | |
15 | μένην ὁρᾷς. Ἔτι γὰρ καὶ νῦν παράκειται ταῦτα τὰ ὅπλα τοῖς τοῦ Χριστοῦ στρατιώταις, καὶ καθάπερ τοὺς ἀριστέας μετὰ τῶν ὅπλων θάπτουσιν οἱ βασιλεῖς, οὕτω καὶ ὁ Χριστὸς ἐποίησε, καὶ μετὰ τῶν ὅπλων αὐτοὺς ἔθαψεν, ἵνα καὶ πρὸ τῆς ἀναστάσεως δείξῃ | |
20 | πᾶσαν τὴν δόξαν, καὶ τὴν δύναμιν τῶν ἁγίων. Μάθε τοίνυν τὴν παντευχίαν αὐτῶν τὴν πνευματικὴν, καὶ μέγιστα κερδάνας ἀναχωρήσεις ἐντεῦθεν. Πολὺς καὶ σοὶ πόλεμος πρὸς τὸν διάβολον, ἀγαπητὲ, πολὺς, καὶ μέγας, καὶ διηνεκής. | |
25 | Μάθε τοίνυν τὰ παλαίσματα, ἵνα μιμήσῃ τὰς νίκας· καταγέλασον πλούτου, καὶ χρημάτων, καὶ τῆς ἄλλης ἁπάσης τοῦ βίου φαντασίας· μὴ μακαρίσῃς τοὺς πλουτοῦντας, ἀλλὰ μακάρισον τοὺς μαρτυροῦντας, μὴ τοὺς ἐν τρυφῇ, ἀλλὰ τοὺς ἐν τηγάνοις· μὴ τοὺς ἐν | |
30 | τραπέζῃ πολυτελεῖ, ἀλλὰ τοὺς ἐν λέβητι ζέοντι· μὴ τοὺς ἐν βαλανείοις καθημερινοῖς, ἀλλὰ τοὺς ἐν καμί‐ νοις χαλεπαῖς· μὴ τοὺς μύρων ὄζοντας, ἀλλὰ τοὺς καπνὸν καὶ κνίσσαν ἀπὸ τῆς σαρκὸς ὀπτωμένης ἀφιέν‐ τας. Αὕτη ἡ εὐωδία ἐκείνης βελτίων καὶ λυσιτελε‐ | |
35 | στέρα· ἐκείνη μὲν γὰρ ἐπὶ κόλασιν ἀπάγει τοὺς κε‐ χρημένους αὐτῇ, αὕτη δὲ ἐπὶ βραβεῖα καὶ στεφάνους τοὺς ἄνω. Καὶ ἵνα μάθῃς, ὅτι πονηρὸν ἡ τρυφὴ, καὶ μύρων ἀλοιφὴ, καὶ μέθη, καὶ οἶνος ἀμετρίαν ἔχων, καὶ πολυτελὴς τράπεζα, ἄκουσον τί φησιν ὁ προφή‐ | |
40 | της· Οὐαὶ οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντί‐ νων, καὶ κατασπαταλῶντες ἐπὶ ταῖς στρωμναῖς αὑτῶν· οἱ ἐσθίοντες ἐρίφους ἐκ ποιμνίων, καὶ μοσχάρια ἐκ βουκολίων γαλαθηνά· οἱ πίνοντες τὸν διυλισμένον οἶνον, καὶ τὰ πρῶτα μύρα χριό‐ | |
45 | μενοι. Εἰ δὲ ἐπὶ τῆς παλαιᾶς διαθήκης ταῦτα ἀπ‐ ηγόρευτο, πολλῷ μᾶλλον ἐπὶ τῆς χάριτος, ἔνθα πλείων ἡ φιλοσοφία. Ταῦτά μοι καὶ πρὸς ἄνδρας, καὶ πρὸς γυναῖκας εἴρηται· κοινὸν γὰρ τὸ στάδιον· οὐ διῄρηται τὸ στρατόπεδον τοῦ Χριστοῦ διὰ τὴν φύσιν, ἀλλ’ εἷς | |
50.681(50) | ἐστιν ὁ σύλλογος· δύνανται καὶ γυναῖκες ἐνδύσασθαι θώρακα, καὶ ἀσπίδα προβαλέσθαι, καὶ βέλος ἀφεῖναι, καὶ ἐν μαρτυρίου καιρῷ, καὶ ἐν ἑτέρῳ δὲ τοιούτῳ πολλὴν ἀπαιτοῦντι παῤῥησίαν. Καὶ καθάπερ τοξότης ἄριστος εὐστόχως τὸ βέλος ἀπὸ τῆς νευρᾶς ἀφιεὶς, | |
55 | ἅπασαν συνταράττει τῶν πολεμίων τὴν τάξιν, οὕτω | Column end |
50.682 | καὶ οἱ ἅγιοι μάρτυρες, καὶ πάντες δὲ οἱ τῆς ἀληθείας ἀγωνισταὶ, οἱ ἀνταγωνιζόμενοι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου, ὥσπερ ἀπό τινος νευρᾶς τῆς γλώττης τὰ ῥήματα ἀφιᾶσιν εὐστόχως· καὶ ταῦτα ὥσπερ | |
5 | βέλη πετόμενα διὰ τοῦ ἀέρος, εἰς τὰς ἀοράτους τῶν δαιμόνων ἐμπίπτοντα φάλαγγας, πᾶσαν αὐτῶν συν‐ ταράττει τὴν παράταξιν· ὅπερ οὖν καὶ ἐπὶ τοῦ μα‐ καρίου Βαρλαὰμ τούτου γέγονεν· ἀπὸ ψιλῶν γὰρ ῥη‐ μάτων ὥσπερ ἀπὸ βελῶν πετομένων συνέχεε τὸ τοῦ | |
10 | διαβόλου στρατόπεδον. Ταύτην καὶ ἡμεῖς μιμησώμεθα τὴν εὐστοχίαν. Οὐχ ὁρᾶτε τοὺς ἀπὸ τῶν θεάτρων κα‐ ταβαίνοντας μαλακωτέρους γινομένους; τὸ δὲ αἴτιον, ὅτι μετὰ σπουδῆς τοῖς ἐκεῖ γινομένοις προσέχουσι· καὶ γὰρ ὀφθαλμῶν περιστροφὰς, καὶ χειρῶν περι‐ | |
15 | δονήσεις, καὶ ποδῶν κύκλους, καὶ πάντων τῶν ἐν τῇ διαστροφῇ τοῦ λυγισθέντος σώματος φανέντων εἰδώ‐ λων τοὺς τύπους ἐναποθέμενοι ταῖς ψυχαῖς οὕτως ἀπέρχονται. Πῶς οὖν οὐκ ἄτοπον ἐκείνους μὲν ἐπὶ λύμῃ τῆς ἑαυτῶν ψυχῆς τοσαύτην ἐπιδείκνυσθαι πρόνοιαν, | |
20 | καὶ μνήμην ἐνδιάθετον ἔχειν τῶν ἐκεῖ γινομένων· ἡμᾶς δὲ ἀπὸ τῆς ἐνταῦθα μιμήσεως μέλλοντας τοῖς ἀγγέλοις παρισοῦσθαι, μηδὲ τὴν ἴσην ἐκείνοις συν‐ εισφέρειν σπουδὴν περὶ τὴν τῶν εἰρημένων φυλακήν; Μὴ, δέομαι καὶ ἀντιβολῶ, μὴ οὕτω τῆς οἰκείας κα‐ | |
25 | ταμελῶμεν σωτηρίας, ἀλλ’ ἐναποθώμεθα τοὺς μάρ‐ τυρας ἅπαντες ταῖς ἑαυτῶν διανοίαις, μετὰ τῶν τη‐ γάνων, μετὰ τῶν λεβήτων, μετὰ τῶν ἄλλων τιμω‐ ριῶν· καὶ καθάπερ οἱ ζωγράφοι τὴν εἰκόνα πολλάκις καπνῷ καὶ αἰθάλῃ καὶ χρόνῳ μακρῷ γενομένην ἀμαυ‐ | |
30 | ροτέραν ἀποσμήχουσιν· οὕτω καὶ σὺ ποίησον, ἀγα‐ πητὲ, τὴν μνήμην τῶν ἁγίων μαρτύρων· ἐπειδὰν εἰσιοῦσαι βιωτικαὶ φροντίδες ἀμαυρώσωσι τὴν διά‐ νοιάν σου, ἀπόσμηξον διὰ τῆς τῶν μαρτύρων μνήμης. Ἂν γὰρ ταύτην ἔχῃς ἐν τῇ ψυχῇ σου τὴν μνήμην, | |
35 | οὐ θαυμάσεις πλοῦτον, οὐ πενίαν δακρύσεις, οὐκ ἐπαινέσεις δόξαν καὶ δυναστείαν, οὐδὲν ὅλως τῶν ἀν‐ θρωπίνων, οὐ τῶν φαιδρῶν μέγα τι ὑπολάβῃς εἶναι, οὐ τῶν λυπηρῶν ἀφόρητον· ἀλλὰ πάντων ἐκείνων ἀνώτερος γενόμενος, ἕξεις διδασκαλίαν ἀρετῆς δι‐ | |
40 | ηνεκῆ τῆς εἰκόνος ταύτης τὴν θεωρίαν. Ὁ γὰρ στρα‐ τιώτας ὁρῶν καθ’ ἑκάστην ἡμέραν ἐν πολέμοις καὶ μάχαις ἀνδριζομένους, οὐκ ἐπιθυμήσει τρυφῆς ποτε, οὐ θαυμάσεται τὸν ὑγρὸν καὶ διαλελυμένον βίον, ἀλλὰ τὸν σκληρὸν, καὶ εὔτονον, καὶ ἐναγώνιον. Ποία γὰρ | |
45 | κοινωνία μέθῃ καὶ μάχῃ; γαστρίζεσθαι καὶ ἀνδρί‐ ζεσθαι; μύροις καὶ ὅπλοις; πολέμῳ καὶ κώμοις; Στρατιώτης εἶ τοῦ Χριστοῦ, ἀγαπητὲ, ὁπλίζου, μὴ καλλωπίζου· ἀθλητὴς εἶ γενναῖος, ἀνδρίζου, μὴ ὡραΐζου. Οὕτω μιμησώμεθα τοὺς ἁγίους τούτους, | |
50.682(50) | οὕτω τιμήσωμεν τοὺς ἀριστέας, τοὺς στεφανίτας, τοὺς Θεοῦ φίλους, καὶ βαδίσαντες τὴν αὐτὴν αὐτοῖς ὁδὸν τῶν αὐτῶν αὐτοῖς στεφάνων ἐπιτευξόμεθα· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ | |
55 | Πατρὶ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ | |
εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. | 681 |