TLG 2062 053 :: JOANNES CHRYSOSTOMUS :: In sanctum Julianum martyrem

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In sanctum Julianum martyrem

Citation: Vol — pg — (ln)

50

.

665

(36t)

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΤΥΡΑ ΙΟΥΛΙΑΝΟΝ.
37 αʹ. Εἰ ἐν τῇ γῇ τοιαῦται τοῖς μάρτυσιν αἱ τιμαὶ, μετὰ τὴν ἐντεῦθεν ἀποδημίαν ποταποὶ πλέκονται ἐν οὐρα‐
νοῖς οἱ στέφανοι ταῖς ἁγίαις αὐτῶν κεφαλαῖς; εἰ πρὸColumn end

50

.

666

(37)

τῆς ἀναστάσεως τοσαύτη ἡ δόξα, πόση μετὰ τὴν ἀνάστασιν ἡ λαμπρότης; εἰ παρὰ τῶν συνδούλων
τοσαύτης θεραπείας ἀπολαύουσι, πόσης τεύξονται665

50

.

667

παρὰ τοῦ Δεσπότου τῆς εὐνοίας; εἰ ἡμεῖς οἱ πονηροὶ οἴδαμεν τοὺς κατορθοῦντας τῶν συνδούλων οὕτω τιμᾷν καὶ ἐκπλήττεσθαι, ἐπειδὴ ὑπὲρ Χριστοῦ ἠγωνίσαντο· πόσῳ μᾶλλον ὁ Πατὴρ ἡμῶν ὁ οὐράνιος δώσει μυρία
5ἀγαθὰ τοῖς ὑπὲρ αὐτοῦ πεπονηκόσι; Καὶ γὰρ μεγαλό‐ δωρός ἐστι καὶ φιλάνθρωπος· ἀλλ’ οὐ δι’ αὐτὸ τοῦτο μένουσιν αὐτοὺς μεγάλαι αἱ τιμαὶ, ἀλλ’ ὅτι καὶ ὀφει‐ λέτης ἐστὶν αὐτῶν. Οὐκ ἐσφάγησαν ὑπὲρ ἡμῶν οἱ μάρτυρες, καὶ ὅμως συντρέχομεν εἰς τὴν ἐκείνων τι‐
10μήν. Εἰ δὲ ἡμεῖς, ὑπὲρ ὧν οὐκ ἐσφάγησαν, συντρέ‐ χομεν, ὁ Χριστὸς, ὑπὲρ οὗ τὰς κεφαλὰς ἀπέθεντο, τί οὐ ποιήσει; εἰ οἷς μηδὲν ὤφειλε, τοσαῦτα ἔδωκεν ἀγαθὰ, τούτους, οἷς ὀφειλέτης ἐστὶ, πόσαις οὐκ ἀμεί‐ ψεται δωρεαῖς; Οὐδὲν ὤφειλε πρὸ τούτου τῇ οἰκου‐
15μένῃ· Πάντες γὰρ ἥμαρτον, φησὶ Παῦλος, καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ· μᾶλλον δὲ ὤφειλε κόλασιν καὶ τιμωρίαν· ἀλλ’ ὅμως κόλασιν ἡμῖν ὀφείλων καὶ τιμωρίαν, ζωὴν αἰώνιον ἐχαρίσατο. Εἰ τοίνυν οἷς κόλασιν ὤφειλε, τούτοις βασιλείαν ἔδωκεν· οἷς ζωὴν
20αἰώνιον ὀφείλει, τί οὐ δώσει; καὶ πόσαις αὐτοὺς οὐ τιμήσει τιμαῖς; εἰ ὑπὲρ τῶν μισούντων αὐτὸν ἐσταυ‐ ρώθη, καὶ τὸ αἷμα ἐξέχεεν, ὑπὲρ τῶν τὸ αἷμα ἐκ‐ χεάντων διὰ τὴν εἰς αὐτὸν ὁμολογίαν, τί οὐκ ἐργάσεται; εἰ τοὺς ἀποστρεφομένους καὶ ἀπο‐
25πηδῶντας οὕτως ἠγάπησεν, ὡς καὶ ἀποθανεῖν ὑπὲρ αὐτῶν, τοὺς ἀγαπήσαντας αὐτὸν μέτρῳ μεγίστῳ (Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ), πόσῃ δέξεται εὐνοίᾳ καὶ θεραπείᾳ; Οἱ μὲν οὖν ἀθληταὶ
30τῶν ἔξωθεν ἀγώνων ἐν τῷ αὐτῷ σκάμματι καὶ πα‐ λαίουσι, καὶ νικῶσι, καὶ ἀνακηρύττονται, καὶ στε‐ φανοῦνται· οὗτοι δὲ οἱ ἀθληταὶ τῆς εὐσεβείας οὐχ οὕτως· ἀλλ’ ἐπάλαισαν μὲν ἐν τῷ παρόντι αἰῶνι, στεφανοῦνται δὲ ἐν ἐκείνῳ τῷ μέλλοντι· ἐπύκτευσαν
35ἐνταῦθα τῷ διαβόλῳ καὶ περιεγένοντο, ἀνακηρύττον‐ ται δὲ ἐκεῖ. Καὶ ἵνα μάθητε, ὅτι τοῦτό ἐστιν ἀληθὲς, καὶ οὐκ ἐνταῦθα αὐτοῖς οἱ στέφανοι δίδονται, ἀλλ’ ἐκεῖ πᾶσαι αὐτοὺς ἀναμένουσιν αἱ δωρεαὶ, ἀκούσατε τοῦ Παύλου λέγοντος, Τὸν ἀγῶνα τὸν καλὸν ἠγώνι‐
40σμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα· λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος· ποῦ καὶ πότε; Ὃν ἀποδώσει μοι Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής. Ἐνταῦθα ἔδραμεν, ἐκεῖ στεφανοῦται· ἐνταῦθα ἐνίκησε, κἀκεῖ ἀναγορεύ‐
45εται. Ἠκούσατε αὐτοῦ καὶ σήμερον βοῶντος καὶ λέ‐ γοντος, Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ κομισάμενοι τὰς ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐ‐ τὰς ἰδόντες, καὶ ἀσπασάμενοι. Τίνος οὖν ἕνεκεν τοῖς μὲν ἀθληταῖς τοῖς ἔξωθεν ὁμοῦ καὶ αἱ νῖκαι, καὶ

50

.

667

(50)

οἱ στέφανοι, τοῖς δὲ ἀθληταῖς τῆς εὐσεβείας οὐχ ὁμοῦ καὶ αἱ νῖκαι, καὶ οἱ στέφανοι, ἀλλὰ μετὰ τοσοῦτον τὸ διάστημα τοῦ χρόνου; Ἵδρωσαν, ἐπόνεσαν ἐνταῦθα, μυρία ὑπέμειναν τραύματα, καὶ οὐκ εὐθέως αὐτοὺς στεφανοῖ; Οὐχὶ, φησίν· οὐ γὰρ δέχεται ἡ φύσις τοῦ
55παρόντος βίου τὸ μεγέθος ἐκείνης τῆς τιμῆς· ἐπί‐ κηρος ὁ παρὼν αἰών ἐστι καὶ βραχὺς, ἄπειρος ἐκεῖνος, καὶ ἀθάνατος, καὶ ἀτελεύτητος. Διὰ τοῦτο τοὺς μὲν πόνους συνεκλήρωσε τῷ βρα‐ χεῖ καὶ προσκαίρῳ αἰῶνι, τοὺς δὲ στεφάνους ἐτα‐
60μιεύσατο τῷ ἀγήρῳ καὶ ἀθανάτῳ, ἵνα καὶ τῶν πόνωνColumn end

50

.

668

τὸ φορτικὸν ὑποτέμνηται, τῇ ὀλιγότητι τοῦ χρόνου συγκαταλυόμενον, καὶ τῶν στεφάνων ἡ ἀπόλαυσις μένῃ διαρκὴς καὶ ἀτελεύτητος, τῇ τῶν ἀπείρων αἰώνων ἐκείνων ἀθανασίᾳ συμπαρεκτεινομένη. Μειζό‐
5νως τοίνυν αὐτοὺς τιμῆσαι βουλόμενος ἀνεβάλετο τὴν δωρεάν· οὐ διὰ τοῦτο δὲ μόνον, ἀλλ’ ἵνα καὶ καθαρὰν λοιπὸν ἔχωσι τὴν ἡδονήν. Ὥσπερ γὰρ ὁ πρότερον τρυφῶν καὶ ἀνέσεως ἀπολαύων, μετὰ δὲ ταῦτα θλι‐ βόμενος, οὐκ αἰσθάνεται τῆς παρούσης τρυφῆς τῇ
10προσδοκίᾳ τῶν μελλόντων δεινῶν· οὕτως ὁ πρότερον πυκτεύων, καὶ ἀθλῶν, καὶ μυρία ὑπομένων κακὰ, μετὰ δὲ ταῦτα στεφανούμενος, οὐκ αἰσθάνεται τῶν παρόντων δεινῶν, τῇ ἐλπίδι τῶν μελλόντων ἀγαθῶν ἀνανεούμενος. Οὐ τοῦ παρόντος δὲ μόνον ἐκούφισεν
15αὐτοὺς πόνου τῇ μελλούσῃ ἐλπίδι, ἀλλὰ καὶ τῇ τάξει προτέραν τῆς ἀνέσεως κατασκευάσας γίνεσθαι τὴν θλῖψιν, ἵνα μὴ σφόδρα ὑπὸ τῶν παρόντων δεινῶν κατατείνωνται πρὸς ἐκεῖνα βλέποντες. Οὕτω καὶ οἱ πυκτεύοντες δέχονται τὰ τραύματα προθύμως, οὐ
20πρὸς τὰς ἀλγηδόνας, ἀλλὰ πρὸς τὸν στέφανον βλέποντες· οὕτω καὶ ναῦται μυρίους ὑπομένοντες κινδύνους, χειμῶνας, καὶ πόλεμόν τινα χαλεπὸν, καὶ πρὸς θηρία ἄγρια, καὶ πρὸς τοὺς ἐν τῇ θαλάττῃ κακούργους ἀντιπαραταττόμενοι, οὐδὲν τούτων λογί‐
25ζονται, ἀλλὰ πρὸς τοὺς λιμένας, καὶ τὸν ἀπὸ τῆς ἐμπορίας πλοῦτον ὁρῶσιν· οὕτω καὶ οἱ μάρτυρες μυ‐ ρία πάσχοντες δεινὰ, καὶ τὸ σῶμα διαφόροις βασά‐ νοις κατατεμνόμενοι, πρὸς οὐδὲν τούτων ἑώρων, ἀλλὰ πρὸς τὸν οὐρανὸν καὶ τὰ ἐκεῖθεν κεχήνασιν ἀγαθά.
30Καὶ ἵνα μάθητε ὅτι τὰ φύσει φορτικὰ καὶ ἀφόρητα, ταῦτα τῇ ἐλπίδι τῶν μελλόντων κοῦφα καὶ ῥᾷστα γίνεται, ἀκούσατε τοῦ πρωτοστάτου τῶν τοιούτων ἀγαθῶν λέγοντος· Τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον
35βάρος δόξης κατεργάζεται ἡμῖν. Πῶς, εἰπέ μοι; Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα. βʹ. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, ἀλλὰ δι’ ὑμᾶς, ἵνα ὅταν ἴδητέ τινα τρυφῶντα καὶ ἀνέσεως ἀπολαύοντα
40ἐν τῷ βίῳ τούτῳ, μέλλοντα δὲ ἐκεῖ κολάζεσθαι, μὴ μα‐ καρίζητε αὐτὸν διὰ τὴν παροῦσαν τρυφὴν, ἀλλὰ ταλα‐ νίζητε διὰ τὴν μέλλουσαν κόλασιν. Καὶ πάλιν ὅταν ἴδη‐ τέ τινα τῶν μελλόντων ἐκεῖ πολλῆς ἀπολαύειν τιμῆς ἐν θλίψει καὶ στενοχωρίᾳ, καὶ μυρίοις ὄντα κακοῖς
45ἐν τῇ προσκαίρῳ ταύτῃ ζωῇ, μὴ δακρύητε διὰ τὰ παρόντα δεινὰ, ἀλλὰ μακαρίζητε, καὶ ζηλωτὸν εἶναι νομίζητε διὰ τοὺς ἀποκειμένους αὐτῷ στεφάνους ἐν τοῖς ἀπείροις αἰῶσιν ἐκείνοις. Ἤνεγκε μὲν οὖν τὸν ἅγιον τοῦτον τὸ τῶν Κιλίκων ἔθνος, ὃ καὶ τὸν Παῦλον

50

.

668

(50)

ἤνεγκε· συμπολίτης γὰρ ἦν ἐκείνου, καὶ ἀμφότεροι ὑπουργοὶ τῆς Ἐκκλησίας ἐκεῖθεν ἡμῖν προεβλήθησαν. Ἐπειδὴ δὲ τὸ στάδιον ἀνέῳγε τῆς εὐσεβείας, καὶ πρὸς τοὺς ἄθλους αὐτὸν ὁ καιρὸς ἐκάλει, περιπίπτει χαλεπῷ θηρίῳ τῷ τότε δικάζοντι. Καὶ σκοπεῖτε τὴν
55μηχανήν. Ἰδὼν γὰρ αὐτοῦ τὸ φρόνημα στεῤῥὸν, καὶ ὡς οὐ δυνατὸν τῇ σφοδρότητι τῆς τιμωρίας ὑπεκλῦσαι τὸ εὔτονον τῆς προθυμίας, εἰς μελλήσεις αὐτὸν ἐμβάλ‐ λει καὶ ἀναβολὰς, εἰσάγων καὶ ἐξάγων συνεχῶς. Οὐ γὰρ ἐν μιᾷ ἡμέρᾳ ἀκούσας ἀπέτεμεν αὐτοῦ τὴν κε‐
60φαλὴν, ἵνα μὴ τὸ σύντομον τῆς τιμωρίας εὐκολώτε‐
ρον αὐτῷ ποιήσῃ τὸν δρόμον, ἀλλὰ καθ’ ἑκάστην667

50

.

669

ἡμέραν εἰσῆγεν, ἐξῆγεν, πεύσεις προσῆγε, βασάνους μυρίας ἠπείλει, λόγοις κολακευτικοῖς ἐδελέαζε, πᾶ‐ σαν ἐκίνει μηχανὴν τὸν ἄσειστον θεμέλιον ἐπιχειρῶν διασαλεύειν· καὶ περιῆγεν αὐτὸν ἐνιαυτὸν ὁλόκληρον
5πανταχοῦ τῆς Κιλικίας καταισχύνων, μᾶλλον δὲ, ὡς οὐκ ᾤετο, λαμπρότερον ἀποφαίνων· ὁ δὲ μάρτυς ἐβόα καὶ αὐτὸς συνῳδὰ τῷ Παύλῳ, Χάρις τῷ Θεῷ τῷ θριαμβεύοντι ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ, καὶ τὴν ὀσμὴν τῆς γνώσεως αὐτοῦ φανεροῦντι δι’ ἡμῶν
10ἐν παντὶ τόπῳ. Καθάπερ γὰρ μύρον ἕως μὲν ἐν ἑνὶ τόπῳ κεῖται, ἐκεῖνον μόνον ἀναχρώννυσι τὸν ἀέρα τῆς εὐωδίας, ἐπειδὰν δὲ εἰς πολλὰ προενεχθῇ χωρία, πάντα ἐμπίπλησι τῆς οἰκείας ἀρετῆς· οὕτω δὴ καὶ ἐπὶ τοῦ μάρτυρος συνέβαινε τότε. Περιήγετο μὲν γὰρ
15ὡς μέλλων καταισχύνεσθαι, τὸ δὲ ἐναντίον ἐξέβαινε· λαμπρότερος ὁ ἀθλητὴς διὰ τῆς πομπῆς ἐκείνης ἐγίγνετο, καὶ πάντας τοὺς τὴν Κιλίκων χώραν οἰκοῦντας τῆς οἰκείας ἐποίει ζηλωτὰς ἀρετῆς. Πε‐ ριήγετο πανταχοῦ, ἵνα μὴ μόνον ἐξ ἀκοῆς μάθωσι
20τὰ παλαίσματα, ἀλλὰ καὶ αὐτὸν βλέπωσι τὸν στεφα‐ νίτην οἱ θεαταί· καὶ ὅσῳ μακροτέρους αὐτῷ ἐποίει τοὺς διαύλους, τοσούτῳ λαμπρότεροι οἱ δρόμοι πάν‐ τες ἐγίγνοντο· ὅσῳ μείζονα ἐτίθει τὰ σκάμματα, το‐ σούτῳ θαυμαστότερα ἀπέφαινε τὰ παλαίσματα· ὅσῳ
25τὴν θλῖψιν ἐπέτεινεν εἰς χρόνου μῆκος, τοσούτῳ τὴν ὑπομονὴν αὐτοῦ δοκιμωτέραν εἰργάζετο. Καὶ γὰρ χρυσίον πλείονα χρόνον τῇ τοῦ πυρὸς ὁμιλοῦν φύσει, καθαρώτερον γίνεται· καθάπερ τότε καὶ ἡ τοῦ ἁγίου ψυχὴ βασανιζομένη τῷ χρόνῳ μᾶλλον ἀπέλαμπε, καὶ
30οὐδὲν ἕτερον, ἀλλ’ ἢ τρόπαιον καθ’ ἑαυτοῦ καὶ τοῦ διαβόλου, τὸν μάρτυρα περιέφερεν, ἔλεγχον τῆς τῶν Ἑλλήνων ὠμότητος, ἀπόδειξιν τῆς τῶν Χριστιανῶν εὐσεβείας, μέγιστον τεκμήριον τῆς τοῦ Χριστοῦ δυνάμεως, παραίνεσιν καὶ συμβουλὴν τοῖς πιστοῖς,
35ὥστε προθύμως τοῖς αὐτοῖς ἐγκαρτερεῖν ἀγῶσι, κήρυκα τῆς τοῦ Θεοῦ δόξης, διδάσκαλον τῆς τῶν τοιούτων παλαισμάτων ἐπιστήμης. Παρεκάλει γὰρ ἅπαντας πρὸς τὸν οἰκεῖον ζῆλον μεταναστῆναι, οὐχὶ διὰ τῆς φωνῆς μόνον συμβουλεύων, ἀλλὰ καὶ δι’ αὐ‐
40τῶν τῶν πραγμάτων σάλπιγγος λαμπροτέραν ἀφιεὶς φωνήν. Καὶ καθάπερ οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, οὐχὶ φωνὴν ἀφιέντες, ἀλλὰ τῇ λαμπρότητι τῆς ὄψεως τὸν θεατὴν πρὸς τὸ θαῦμα τοῦ δημιουργοῦ παραπέμποντες· οὕτω δὴ καὶ ὁ μάρτυς ἐκεῖνος
45διηγεῖτο τότε δόξαν Θεοῦ, οὐρανὸς ὢν καὶ αὐτὸς, καὶ πολὺ τοῦ φαινομένου τούτου φαιδρότερος. Οὐ γὰρ οὕτω τὸν οὐρανὸν λαμπρὸν ἀποφαίνουσιν οἱ τῶν ἄστρων χοροὶ, ὡς τὸ τοῦ μάρτυρος σῶμα λαμπρό‐ τερον ἀπέφηναν οἱ τῶν τραυμάτων ἰχῶρες. Καὶ ἵνα

50

.

669

(50)

μάθητε ὅτι τὰ τραύματα τοῦ μάρτυρος τῶν ἐν οὐ‐ ρανῷ πεπηγότων ἄστρων λαμπρότερα, σκοπεῖτε. Πρὸς ἐκεῖνον μὲν τὸν οὐρανὸν καὶ τοὺς ἀστέρας καὶ ἄνθρωποι καὶ δαίμονες βλέπουσι, πρὸς δὲ τὰ τραύματα τούτου ἄνθρωποι μὲν βλέπουσιν οἱ πιστοὶ, δαίμονες
55δὲ ἀντιβλέψαι οὐ τολμῶσιν, ἀλλὰ κἂν ἐπιχειρήσωσιν ἰδεῖν, εὐθέως ἀποτυφλοῦνται τὰς ὄψεις, τὴν ἐκεῖθεν ἐκπηδῶσαν μαρμαρυγὴν οὐ δυνάμενοι φέρειν. Καὶ τοῦτο οὐκ ἀπὸ τῶν πάλαι συμβεβηκότων πιστώσομαι μόνον, ἀλλὰ καὶ ἀπὸ τῶν ἔτι καὶ νῦν γινομένων.
60Λαβὼν γάρ τινα δαιμονῶντα καὶ μαινόμενον εἰσάγαγεColumn end

50

.

670

πρὸς τὸν ἅγιον τάφον ἐκεῖνον, ἔνθα τοῦ μάρτυρος τὰ λείψανα, καὶ ὄψει πάντως ἀποπηδῶντα καὶ φεύγοντα. Καθάπερ γὰρ ἀνθράκων μέλλων ἐπιβαίνειν, οὕτως ἐξ αὐτῶν εὐθέως ἐξάλλεται τῶν προθύρων, οὐδὲ πρὸς τὴν
5θήκην αὐτὴν ἀντιβλέψαι τολμῶν. Εἰ δὲ νῦν μετὰ τοσοῦτον χρόνον, ὅτε κόνις ἐγένετο καὶ τέφρα, οὐ τολμῶσιν ἀναβλέψαι πρὸς τὸ μνῆμα, οὐδὲ πρὸς τὰ γυμνὰ ὀστᾶ τοῦ ἁγίου, εὔδηλον ὅτι καὶ τότε, ὅτε ἑώρων αὐτὸν αἵματι φοινισσόμενον πάντοθεν, τραύμασιν
10ἀποστίλβοντα μᾶλλον, ἢ τὸν ἥλιον ταῖς ἀκτῖσι, κατ‐ επλάγησαν, καὶ πληγέντες τὰς ὄψεις ἀνεχώρησαν. γʹ. Εἶδες πῶς τῶν οὐρανίων ἀστέρων τὰ τῶν μαρτύ‐ ρων τραύματα φαιδρότερα καὶ θαυμαστότερα, καὶ μεί‐ ζονα ἔχει τὴν ἰσχύν; Ἤγετο τοίνυν εἰς μέσον ὁ ἅγιος,
15καὶ πικραὶ πανταχόθεν περιειστήκεισαν κολάσεις, φόβος τῶν μελλόντων, πόνος τῶν παρόντων, ὀδύνη τῶν ἐπελθόντων, ἀγωνία τῶν προσδοκωμένων. Καθά‐ περ γάρ τινες θῆρες ἄγριοι οἱ δήμιοι περιστάντες αὐ‐ τοῦ τὸ σῶμα διώρυττον τὰς πλευρὰς, κατέξαινον τὰς
20σάρκας, ἀπεγύμνουν ὀστᾶ, πρὸς αὐτὰ τὰ εἴσω τῶν σπλάγχνων ἐβάδιζον. Ἀλλ’ ὅμως καὶ πάντα διερευ‐ νώμενοι τὸν θησαυρὸν τῆς πίστεως ἀποσυλῆσαι οὐκ ἴσχυσαν. Ἐπὶ μὲν οὖν τῶν ταμείων τῶν βασιλικῶν, ἔνθα χρυσίον ἀπόκειται καὶ πλοῦτος ἕτερος ἄφατος,
25ἂν τοὺς τοίχους διέλῃς μόνον, ἂν τὰς θύρας ἀνοίξῃς, εὐθέως ὁρᾷς τὸν θησαυρὸν προκείμενον· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἁγίου καὶ χριστοφόρου τούτου ναοῦ τὸ ἐναν‐ τίον ἐγίγνετο. Διεῖλον τοὺς τοίχους οἱ δήμιοι, καὶ τὰ στέρνα ἀνέῤῥηξαν, καὶ τὸν πλοῦτον τὸν ἐναποκείμε‐
30νον οὔτε ἔβλεπον, οὔτε λαβεῖν ἠδύναντο· ἀλλ’ ὅπερ ἔπασχον οἱ ἐν Σοδόμοις, παρ’ αὐτῇ μὲν τῇ θύρᾳ ἑστῶ‐ τες τῆς τοῦ Λὼτ οἰκίας, τὴν δὲ εἴσοδον οὐχ εὑρίσκον‐ τες· οὕτω δὴ καὶ οὗτοι διηρεύνων πανταχόθεν τὸ σῶμα τοῦ μάρτυρος, ἐπιλαβέσθαι δὲ τοῦ θησαυροῦ,
35καὶ κενῶσαι τὸν πλοῦτον τῆς πίστεως οὐκ ἴσχυον. Τοιαῦτα τῆς ψυχῆς τῶν ἁγίων τὰ κατορθώματα, ἀν‐ αφαίρετα καὶ ἀκαταγώνιστα, καθάπερ ἐν ἀσύλῳ τινὶ χωρίῳ τῇ τῆς ψυχῆς ἀνδρείᾳ ἐναποκείμενα, καὶ οὔτε τυράννων αὐτὰ βλέπουσιν ὀφθαλμοὶ, οὔτε δημίων ἁρ‐
40πάσαι δύνανται χεῖρες, ἀλλὰ κἂν αὐτὴν διέλωσι τὴν καρδίαν, ἣ μάλιστα τῆς ψυχῆς τὴν ἀνδρείαν πεπί‐ στευται, κἂν εἰς μικρὰ κατατέμωσι μέρη, οὐδὲ οὕτω κενοῦσι τὸν πλοῦτον, ἀλλὰ καὶ πλείω τοῦτον ἐργά‐ ζονται. Τὸ δὲ αἴτιον Θεός ἐστιν ὁ ταῖς τοιαύταις ἐνοι‐
45κῶν ψυχαῖς· τὸν δὲ Θεῷ πολεμοῦντα ἀμήχανον νι‐ κῆσαί ποτε, ἀλλ’ ἀνάγκη καταγελασθέντα καὶ αἰσχρῶς ἡττηθέντα ἀπελθεῖν. Διὰ τοῦτο καὶ τότε τὰ ἐναντία τῶν εἰωθότων ἐγίγνετο. Πανταχοῦ μὲν γὰρ τὰ πρά‐ γματα ῥημάτων κρατεῖ· τότε δὲ λόγοι πράξεων ἐκρά‐

50

.

670

(50)

τησαν· πῶς; Προσῆγον αὐτοὶ πῦρ καὶ σίδηρον καὶ βασάνους· προσῆγον κολάσεις, τιμωρίας, μάστιγας· διώρυττον πάντοθεν τὰς πλευρὰς, καὶ ὁ πάσχων ἀν‐ άλωτος ἔμενεν· ἐκεῖνος ἐφθέγγετο μόνον, καὶ ψιλὴν ἠφίει φωνὴν, καὶ λόγος ἔργων ἐκράτησεν. Ἐξήλ‐
55λετο γὰρ ἡ ἁγία φωνὴ τοῦ μαρτυρικοῦ στόματος, καὶ ἐφείλκετο μεθ’ ἑαυτῆς φῶς φαιδρότερον τῆς ἡλιακῆς ἀκτῖνος. Ταύτης τοσοῦτον τὸ φῶς ἐστιν, ὅσον τὸ διά‐ στημα ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν· μᾶλλον δὲ οὐδὲ τοῦτο ὅλον δύναται διαβῆναι, ὅταν ἢ στέγη, ἢ τοῖχος,
60ἢ νέφος, ἢ ἄλλο τι σῶμα μεταξὺ παρεμπέσῃ, ἀλλὰ669

50

.

671

ἀποφράττεται καὶ διατειχίζεται τοῖς τοιούτοις κα‐ λύμμασιν ἡ εἰς τὸ πρόσω φορά· ἡ δὲ τοῦ μάρτυρος φωνὴ ἐκπηδήσασα ἀπὸ τῆς ἁγίας γλώττης ἐκείνης ἀνεπήδησεν εἰς τὸν οὐρανόν. Παρῆλθε τὸν οὐρανὸν
5τοῦ οὐρανοῦ· εἶδον αὐτὴν ἄγγελοι, καὶ παρεχώρησαν, ἀρχάγγελοι, καὶ ὑπεξέστησαν· τὰ χερουβὶμ καὶ αἱ ἄλλαι δυνάμεις αὐτὴν ὡδήγησαν ἄνω, καὶ οὐ πρότε‐ ρον ἀπέστησαν, ἕως οὗ πρὸς αὐτὸν ἤγαγον τὸν θρόνον τὸν βασιλικόν.
10 Μετὰ δὲ τὴν φωνὴν ταύτην, ἐπειδὴ εἶδεν ὁ τότε δικάζων, ὅτι πάντα εἰκῆ καὶ μάτην μεμηχάνηται, καὶ πρὸς κέντρα λακτίζει, καὶ ἀδάμαντα παίει, τί ποιεῖ; Πρὸς τὴν ὡμολογημένην ἧτταν βαδίζει λοιπὸν, καὶ τοῦ παρόντος ὑπεξάγει τὸν μάρτυρα βίου· θάνατος
15γὰρ μαρτύρων τῶν μὲν ἀποκτιννύντων ἧττα σαφὴς, τῶν δὲ ἀναιρουμένων νίκη λαμπρά. Σὺ δέ μοι σκόπει πῶς αὐτοῦ τῆς τελευτῆς τὸν τρόπον χαλεπόν τινα καὶ πικρὸν ἐπενόησεν, ἱκανὸν ἐνδείξασθαι ὄντα κἀ‐ κείνου τὴν ὠμότητα, καὶ τοῦ μάρτυρος τὴν ἀνδρείαν.
20Τίς οὖν ὁ τρόπος τῆς τιμωρίας; Σάκκον κομίσας, καὶ ἐμπλήσας ἄμμου, καὶ σκορπίους, καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντας ἐμβαλὼν, ἐνέβαλε μετ’ ἐκείνων καὶ τὸν ἅγιον, καὶ ῥίπτει εἰς τὸ πέλαγος. Καὶ ἦν μετὰ θηρίων ὁ μάρτυς, καὶ συναπεκλείετο θηρίοις
25πάλιν δίκαιος ἄνθρωπος· πάλιν δὲ εἶπον, ἵνα ἀναμνή‐ σθητέ μοι παλαιοῦ διηγήματος τοῦ κατὰ τὸν Δανιήλ. Ἐκεῖνον μὲν εἰς λάκκον ἀπέκλεισαν, τοῦτον δὲ εἰς σάκκον ἐνέβαλον· ἐκεῖνοι λίθον ἐπέθηκαν τότε, οὗτος τὸν σάκκον ἔῤῥαψε, στενότερον ποιῶν τῷ δικαίῳ τὸ
30δεσμωτήριον. Ἀλλὰ πανταχοῦ αἰδοῦνται τὰ σώματα τῶν ἁγίων οἱ θῆρες, εἰς αἰσχύνην καὶ κατηγορίαν τῶν λόγῳ τετιμημένων, καὶ ἀνθρώπων μὲν εἶναι καταξιωθέντων, τὴν δὲ ἐκείνων ἀγριότητα τῇ τῆς οἰκείας ὑπερβολῇ θηριωδίας ἀποκρυπτόντων· οἷον
35εἰκὸς εἶναι καὶ τοῦτον τὸν τύραννον. Καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον, οὐκ ἔλαττον ἢ ἐπὶ τοῦ Δανιήλ. Καθάπερ γὰρ ἐκεῖνον τότε μεθ’ ἡμέρας πολλὰς ἀπὸ τοῦ λάκκου τῶν λεόντων ἀναβάντα ἐθαύμασαν ἰδόντες οἱ Βαβυλώνιοι, οὕτω καὶ τὴν Ἰουλιανοῦ ψυχὴν ἀπὸ
40τοῦ σάκκου καὶ τῶν κυμάτων ἀναβαίνουσαν εἰς τὸν οὐρανὸν ἐθαύμασαν ὁρῶντες οἱ ἄγγελοι. Ὁ Δανιὴλ κατηγωνίσατο καὶ ἐνίκησε δύο λέοντας, ἀλλ’ αἰσθη‐ τούς· οὗτος κατηγωνίσατο καὶ ἐνίκησεν ἕνα λέοντα, ἀλλὰ νοητόν. Ὁ γὰρ ἐχθρὸς, φησὶν, ἡμῶν διάβολος
45περιέρχεται ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ· ἀλλ’ ἡττήθη τῇ ἀνδρείᾳ τοῦ μάρτυρος· ἀπέθετο γὰρ τὸν ἰὸν τῆς ἁμαρτίας· διόπερ οὐ κατέπιε τοῦτον· διὰ τοῦτο οὐκ ἔδεισεν οὔτε λέοντα, οὔτε τὸν θυμὸν τῶν θηρίων.

50

.

671

(50)

δʹ. Βούλεσθε καὶ ἄλλο τι εἴπω παλαιὸν διήγημα, ἔνθα δίκαιος καὶ θηρία, Ἀναμνήσθητε τοῦ κατακλυσμοῦ τοῦ ἐπὶ Νῶε καὶ τῆς κιβωτοῦ· καὶ γὰρ καὶ τότε δί‐ καιος ὁμοῦ καὶ θηρία· ἀλλ’ ὁ μὲν Νῶε εἰσῆλθεν ἄν‐ θρωπος, καὶ ἐξῆλθεν ἄνθρωπος· Ἰουλιανὸς δὲ εἰσῆλθε
55μὲν ἄνθρωπος, ἐξῆλθε δὲ ἄγγελος· ἐκεῖνος εἰσῆλθεν ἀπὸ τῆς γῆς, καὶ ἐξῆλθεν εἰς τὴν γῆν πάλιν· οὗτος εἰσῆλθεν ἀπὸ τῆς γῆς εἰς σάκκον, καὶ ἀπὸ τοῦ σάκκου εἰς τὸν οὐρανὸν ἀπῄει. Ἔλαβεν αὐτὸν τὸ πέλαγος, οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ’ ἵνα στεφανώσῃ, καὶ μετὰ τὸν
60στέφανον ἀπέδωκεν ἡμῖν τὴν ἁγίαν ταύτην κιβωτὸν τὸ σῶμα τοῦ μάρτυρος· ταύτην κατέχομεν μέχρι τῆς παρούσης ἡμέρας μυρίων οὖσαν ἀγαθῶν θησαυρόν. Καὶ γὰρ ἐμερίσατο ὁ Θεὸς πρὸς ἡμᾶς τοὺς μάρτυρας,
τὰς ψυχὰς λαβὼν αὐτὸς, τὰ σώματά πως ἡμῖν ἔδω‐Column end

50

.

672

κεν, ἵνα ἔχωμεν ὑπόμνησιν ἀρετῆς διηνεκῶς τὰ ἅγια τούτων ὀστέα. Εἰ γὰρ ὅπλα τις ἀγωνιστοῦ βλέπων ᾑμαγμένα, ἀσπίδα, καὶ δόρυ, καὶ θώρακα, κἂν ἁπάντων νωθρότατος ᾖ, εὐθέως ἐξάλλεται, καὶ θερμό‐
5τερος γίνεται, καὶ πρὸς τὸν πόλεμον ἐκπηδᾷ, ἀπὸ τῆς ὄψεως τῶν ὅπλων λαβὼν παράκλησιν πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμασιν· ἡμεῖς οὐχ ὅπλα ὁρῶν‐ τες, ἀλλ’ αὐτὸ τὸ σῶμα τοῦ ἁγίου τὸ καταξιωθὲν αἱ‐ μαχθῆναι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, κἂν ἁπάν‐
10των ὦμεν δειλότεροι, πῶς οὐ πολλὴν ἕξομεν προθυ‐ μίαν, ὥσπερ τινὸς πυρὸς τῆς ὄψεως ταύτης εἰς τὴν διάνοιαν ἡμῶν ἐμπιπτούσης, καὶ πρὸς τὸν αὐτὸν ἀγῶνα καλούσης ἡμᾶς; Διὰ τοῦτο παρακατέθετο ἡμῖν τὰ σώματα τῶν ἁγίων ὁ Θεὸς ἕως τοῦ καιροῦ τῆς
15ἀναστάσεως, ἵνα ἔχωμεν ὑπόθεσιν φιλοσοφίας μεγί‐ στης. Ἀλλ’ οἱ μὲν τοῦ μάρτυρος ἔπαινοι μὴ ἐλαττού‐ σθωσαν τῇ ἀσθενείᾳ τῆς ἡμετέρας γλώττης, ἀλλὰ μενέτωσαν τὸν ἀγωνοθέτην Θεόν. Ὁ στεφανῶν αὐ‐ τοὺς, ἐκεῖνος καὶ ἐπαινέσει· ὁ γὰρ ἔπαινος αὐτῶν οὐκ
20ἐξ ἀνθρώπων, ἀλλ’ ἐκ τοῦ Θεοῦ· καὶ γὰρ καὶ ταῦτα ἅπερ εἰρήκαμεν, οὐχ ἵνα τὸν μάρτυρα λαμπρότερον δείξωμεν, εἴπομεν, ἀλλ’ ἵνα ὑμᾶς προθυμοτέρους ἐρ‐ γασώμεθα. Ἡμεῖς δὲ, ἀφέντες τὰ ἐγκώμια, πρὸς ὑμᾶς τὸν λόγον τρέψωμεν ἅπαντα· μᾶλλον δὲ οὐκ
25ἔνι ἀφεῖναι ἐγκώμια μαρτύρων, ὅταν ἐν ἐκκλησίᾳ τις διαλέγηται περὶ τῶν συμφερόντων. Ἀλλὰ προσέχετε· καὶ γὰρ πονηρὸν ἔθος καὶ παλαιὸν βούλομαι ἐκκόψαι σήμερον, ἵνα μὴ μόνον παραγινώμεθα πρὸς τοὺς μάρ‐ τυρας, ἀλλὰ καὶ μιμώμεθα μάρτυρας. Τιμὴ γὰρ
30μαρτύρων οὐ τὸ παραγενέσθαι πρὸς αὐτοὺς μόνον, ἀλλὰ καὶ πρὸ τούτου τὸ ζηλῶσαι τὴν ἀνδρείαν αὐτῶν. Διὸ δεῖ πρῶτον εἰπεῖν τὸ πονηρὸν ἔθος· τοῦ γὰρ νο‐ σήματος ἀγνοουμένου οὐδὲ ἰατρείαν προσάγειν ῥᾴ‐ διον· διὰ τοῦτο ἀποκαλύπτω τὸ τραῦμα πρῶτον, καὶ
35τότε τὸ φάρμακον ἐπιτίθημι. Τί οὖν ἐστι τὸ πονηρὸν ἔθος; Τινὲς τῶν ἐνταῦθα συλλεγομένων τήμερον (μὴ γάρ μοι γένοιτο πάσης καταγνῶναι τῆς Ἐκκλησίας τοιαύτην κατάγνωσιν) ὑπὸ ῥᾳθυμίας τινὸς καὶ ἀφε‐ λείας τὴν αὔριον ἡμᾶς ἐγκαταλιμπάνοντες, πρὸς τὴν
40Δάφνην ἀποπηδῶσιν, ἅπερ συνελέξαμεν σήμερον, αὔριον ἐκχέοντες, καὶ ἅπερ ᾠκοδομήσαμεν καθαι‐ ροῦντες. Ἵν’ οὖν μὴ ἄκαρπος αὐτοῖς γένηται ἡ ἐνταῦ‐ θα παρουσία, ὀλίγα περὶ τούτων διαλεχθέντες κατα‐ παύσομεν τὸν λόγον. Τί σπεύδεις ἐπὶ τὸ προάστειον
45τῆς πόλεως, εἰπέ μοι; Ἰδοὺ τὸ προάστειον τῆς ἄνω Ἱερουσαλήμ· ἰδοὺ Δάφνη πνευματική· ἐκεῖ πηγαὶ ὑδάτων, ἐνταῦθα πηγαὶ μαρτύρων· ἐκεῖ κυπάρισσοι, δένδρα ἄκαρπα, ἐνταῦθα λείψανα ἁγίων καὶ ῥίζαι κάτω πεφυτευμέναι, καὶ τοὺς κλάδους εἰς τὸν οὐρα‐

50

.

672

(50)

νὸν ἀνατείνουσαι. Βούλει καὶ τῶν κλάδων τούτων τὸν καρπὸν ἰδεῖν; Ἄνοιξον ἡμῖν τοὺς τῆς πίστεως ὀφθαλ‐ μοὺς, καὶ εὐθέως ἐπιδείξω σοι φύσιν καρπῶν θαυμα‐ στῶν. Οὐ γὰρ ὀπωρῶν, καὶ ἀκροδρύων, οὐδὲ ἄλλο τι τῶν φθειρομένων καὶ ἀπολλυμένων τούτων τῶν κλά‐
55δων ὁ καρπὸς, ἀλλὰ σωμάτων πεπυρωμένων ἴασις,671

50

.

673

καὶ ἁμαρτημάτων συγχώρησις, κακίας ἀναίρεσις, νοσημάτων ψυχῆς θεραπεία, εὐχὴ ἐκτενὴς, παῤῥησία πρὸς Θεὸν, πάντα πνευματικὰ, καὶ οὐρανίων γέμοντα ἀγαθῶν. Οὗτοι οἱ καρποὶ ἀεὶ τρυγώμενοι ἀεὶ βρύουσι,
5καὶ οὐδέποτε ἀπολιμπάνουσι τοὺς οἰκείους αὐ‐ τῶν γεωργούς. Καὶ τὰ μὲν ἐπὶ γῆς φυόμενα δένδρα ἅπαξ τοῦ ἐνιαυτοῦ δίδωσι τὴν φορὰν, κἂν μὴ τρυγή‐ σῃς, ἐπιστάσης τῆς ὥρας τοῦ χειμῶνος ἀπόλλυσι τὴν οἰκείαν εὐπρέπειαν, φθειρομένου τοῦ καρποῦ καὶ κα‐
10ταῤῥέοντος· ταῦτα δὲ οὐ χειμῶνα οἶδεν, οὐ θέρος, οὐκ ἀνάγκῃ καιρῶν ὑπόκειται, οὐδὲ ἔστι γυμνὰ τῶν καρπῶν αὐτὰ τῶν οἰκείων ἰδεῖν, ἀλλὰ διὰ παντὸς ἐπὶ τῆς αὐτῆς ἕστηκεν εὐπρεπείας· οὐχ ἅπτεται αὐτῶν φθορὰ, οὐδὲ μεταβολὴ καιρῶν. Πόσοι γοῦν, ἐξ οὗ τὸ
15σῶμα ἐφυτεύθη τοῦτο ἐν τῇ γῇ, μυρίας ἐτρύγησαν ἰάσεις ἀπὸ τῆς ἁγίας ταύτης θήκης, καὶ οὐκ ἐπέλιπεν ὁ καρπός· ἐθέρισαν τὰ λήϊα, καὶ οὐκ ἐδαπανήθησαν οἱ στάχυες· ἤντλησαν τὰς πηγὰς, καὶ οὐκ ἐκενώθη τὰ νάματα, ἀλλὰ συνεχής τίς ἐστιν ἡ ἐπιῤῥοὴ, οὐδέ‐
20ποτε ἐπιλιμπάνουσα, ἀλλὰ τοῦ κενουμένου πλέον ἀεὶ παρέχουσα τὸ ἀναβλύζον θαῦμα. Οὐ θαύματα δὲ μό‐ νον ἐργάζεται, ἀλλὰ καὶ φιλοσοφεῖν πείθει. Ἄν τε γὰρ πλούσιος ᾖς, καὶ μεγαλοφρονῇς, καὶ φλεγμαίνου‐ σαν ἔχῃς τὴν ψυχὴν, ἐλθὼν ἐνταῦθα, καὶ ἰδὼν τὸν μάρ‐
25τυρα, καὶ τὸ μέσον λογισάμενος τοῦ σοῦ πλούτου, καὶ τῆς τούτου περιουσίας, καταστελεῖς εὐθέως τὸ φύση‐ μα, καὶ τὴν φλεγμονὴν ἀποθέμενος ἀπελεύσῃ πολλὴν ἔχων ὑγίειαν ἐν τῇ ψυχῇ· ἄν τε πένης καὶ εὐκατα‐ φρόνητος εἶναι νομίσῃς, ἐλθὼν καὶ ἰδὼν τὸν πλοῦτον
30τοῦ μάρτυρος, καὶ καταγελάσας τῶν χρημάτων τῶν ἔξωθεν, οὕτως ἀναχωρήσεις πολλῆς σαυτὸν ἐμπλήσας φιλοσοφίας, κἂν ἐπήρειαι, κἂν ζημίαι, κἂν μάστιγες ἐπενεχθῶσιν· ἰδὼν, ὅτι οὐδέπω τοσαῦτα ἔπαθες, ὅσα ὁ μάρτυς οὗτος ὁ ἅγιος, ἱκανὴν πάλιν λήψῃ παραμυ‐
35θίαν ἐντεῦθεν. Εἶδες οἷοι οἱ καρποὶ τῶν ῥιζῶν τού‐ των; πῶς ἀνάλωτοι; πῶς πνευματικοί; πῶς αὐτῆς ἅπτονται τῆς ψυχῆς; Οὐ κωλύω ἀπελθεῖν εἰς τὸ προ‐ άστειον, ἀλλ’ αὔριον κωλύω· τίνος ἕνεκεν; Ἵνα ἡ τέρψις μὴ ἔχῃ κατάγνωσιν, ἵνα καθαρὰ ᾖ ἡ ἡδονὴ, μὴ
40ὑπεισέλθῃ δὲ ἡ κατάγνωσις· καὶ γὰρ ἔξεστιν ἐν ἄλλῃ ἡμέρᾳ καὶ τῇ τέρψει χαρίσασθαι, καὶ τῆς ἁμαρ‐ τίας ἀπαλλαγῆναι. Εἰ δὲ βούλει καὶ νῦν τέρψεως ἀπο‐ λαῦσαι, τί τερπνότερον τοῦ συλλόγου τούτου; τί χα‐ ριέστερον τοῦ θεάτρου τοῦ πνευματικοῦ; τῶν μελῶν
45τῶν σῶν; τῆς τῶν ἀδελφῶν συνουσίας; Ἀλλὰ καὶ σω‐ ματικῆς θέλεις τραπέζης μετασχεῖν; ἐνταῦθα ἔξεστι μετὰ τὸ λυθῆναι τὸν σύλλογον, τοῦ μαρτυρίου πλη‐ σίον ὑπὸ συκῆν καὶ ἄμπελον καταλύσαντι, καὶ τῷ σώματι χαρίσασθαι τὴν ἄνεσιν, καὶ τὸ συνειδὸς ἀπαλ‐

50

.

673

(50)

λάξαι καταγνώσεως. Ὁ γὰρ μάρτυς ἐγγύθεν ὁρώμε‐ νος καὶ πλησίον ὢν καὶ παρεστηκὼς αὐτῇ τῇ τρα‐ πέζῃ, οὐκ ἀφίησι τὴν ἡδονὴν εἰς ἁμαρτίαν ἐκχυθῆ‐ ναι, ἀλλ’ ὥσπερ τις παιδαγωγὸς, ἢ πατὴρ ἄριστος τοῖς τῆς πίστεως ὁρώμενος ὀφθαλμοῖς καταστέλλει τὸν
55γέλωτα, περικόπτει τὰς ἡδονὰς τὰς ἀτόπους, τὰ σκιρ‐ τήματα τῆς σαρκὸς ἅπαντα ἀναιρεῖ, ἅπερ ἐκεῖ οὐκ ἔστι διαφυγεῖν. Τίνος ἕνεκεν; Ὅτι χοροὶ ἀνδρῶν αὔ‐ ριον τὸ προάστειον καταλαμβάνουσιν· ἡ δὲ τῶν τοι‐ ούτων ὄψις καὶ τὸν βουλόμενον σωφρονεῖν ἄκοντα
60ὑπεξάγει πολλάκις πρὸς τὴν τῆς αὐτῆς ἀσχημοσύνης μίμησιν, καὶ μάλιστα ὅταν καὶ ὁ διάβολος μέσος ἐκείνοις παρῇ· καὶ γὰρ πάρεστιν ὑπὸ τῶν πορνικῶν
ᾀσμάτων, ὑπὸ τῶν αἰσχρῶν ῥημάτων, ὑπὸ τῆς δαιμο‐Column end

50

.

674

νικῆς πομπῆς καλούμενος. Σὺ δὲ ἀπετάξω πάσῃ ταύ‐ τῃ τῇ πομπῇ, καὶ τῇ τοῦ Χριστοῦ λατρείᾳ συνετάξω κατὰ τὴν ἡμέραν ἐκείνην, καθ’ ἣν τῶν ἱερῶν κατ‐ ηξιώθης μυστηρίων. Ἀναμνήσθητι τοίνυν τῶν ῥημά‐
5των ἐκείνων καὶ τῆς συνθήκης, καὶ φύγε τὴν παρά‐ βασιν. εʹ. Βούλομαι δὲ καὶ πρὸς τοὺς παρόντας καὶ μὴ ἀνιόν‐ τας διαλεχθῆναι, καὶ τούτοις ἐγχειρίσαι τὴν ἐκείνων σωτηρίαν. Καὶ γὰρ ἰατρὸς πρὸς τὸν κάμνοντα εἰσελ‐
10θὼν ὀλίγα τῷ κειμένῳ διαλέγεται· τὰ δὲ περὶ φαρ‐ μάκων καὶ σιτίων καὶ τῆς ἄλλης θεραπείας, καλέσας τοὺς αὐτῷ προσήκοντας, ἐκείνοις ἅπαντα ἐπισκήπτει. Τί δήποτε; Ὅτι ὁ μὲν κάμνων οὐ δέχεται εὐθέως τὴν παραίνεσιν, ὁ δὲ ὑγιαίνων μετὰ πολλῆς προθυμίας
15προσέχει τοῖς λεγομένοις· διὰ τοῦτο μετὰ τούτων καὶ ὑμῖν βούλομαι διαλεχθῆναι. Προκαταλάβωμεν αὔριον τὰς πύλας, ἐφεδρεύσωμεν ταῖς ὁδοῖς, ἄνδρες τοὺς ἄνδρας, γυναῖκες τὰς γυναῖκας κατασπάσωμεν ἀπὸ τῶν ὑποζυγίων· ἐπαναγάγωμεν ἐνταῦθα, μὴ ἐπαι‐
20σχυνθῶμεν· ἔνθα σωτηρία ἀδελφοῦ, οὐκ ἔστιν αἰσχύ‐ νη. Εἰ ἐκεῖνοι οὐκ αἰσχύνονται πρὸς τὴν παράνομον πομπὴν ἀνιόντες, πολλῷ μᾶλλον ἡμᾶς αἰσχύνεσθαι οὐ χρὴ πρὸς τὴν ἱερὰν ταύτην πανήγυριν μέλλοντας αὐτοὺς ἐπαναγαγεῖν. Ὅταν ἀδελφοῦ σωτηρία προκέη‐
25ται, μηδὲν παραιτώμεθα. Εἰ γὰρ ὁ Χριστὸς ἀπέθανε δι’ ἡμᾶς, ἅπαντα ὑπομένειν δι’ αὐτοὺς ἡμᾶς χρή· κἂν πληγὰς ἐντείνονται, κἂν λοιδορήσωνται, κάτασχε, καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν αὐτοὺς ἐπαναγά‐ γῃς πρὸς τὸν ἅγιον μάρτυρα· κἂν δικαστήριον δέῃ
30καθίσαι ἐκ τῶν παριόντων, οἱ βουλόμενοι ἀκουέτω‐ σαν· ἀδελφὸν, εἰπὲ, βούλομαι σῶσαι, ὁρῶ ψυχὴν ἀπολλυμένην, καὶ οὐκ ἀνέχομαι περιιδεῖν τὴν συγγέ‐ νειαν· ὁ βουλόμενος ἐγκαλείτω, ὁ βουλόμενος κατ‐ ηγορείτω· μᾶλλον δὲ οὐδεὶς ἐγκαλέσει, ἀλλὰ καὶ
35πάντες ἐπαινέσονται, πάντες ἀσπάσονται. Οὐ γὰρ ὑπὲρ χρημάτων, οὐδὲ δι’ οἰκείαν ἀπέχθειαν ἀμυ‐ νόμενος, οὐδὲ ὑπὲρ ἄλλου τινὸς τῶν βιωτικῶν φιλονεικῶ καὶ μάχομαι, ἀλλ’ ὑπὲρ ἀδελφοῦ σω‐ τηρίας· ταῦτα τίς οὐκ ἀποδέξεται; τίς οὐ θαυ‐
40μάσεται; Οὐδὲν ἡμᾶς προσήκοντας ἀλλήλοις κατὰ συγγένειαν σαρκικὴν ἡ πνευματικὴ συγγένεια πατρῶν φιλοστοργοτέρους ἐποίησεν. Εἰ βούλεσθε, καὶ τὸν μάρτυρα λάβωμεν μεθ’ ἑαυτῶν· οὐκ ἐπαισχύνεται γὰρ ἐλθεῖν καὶ σῶσαι τοὺς ἀδελφούς. Ἐπιστήσωμεν
45αὐτοῖς ἐκείνων ὀφθαλμοῖς, φοβηθῶσι παρόντα, αἰδε‐ σθῶσι παρακαλοῦντα καὶ δεόμενον· οὐ γὰρ αἰσχύνε‐ ται καὶ παρακαλέσαι. Εἰ γὰρ ὁ Δεσπότης αὐτοῦ πα‐ ρακαλεῖ τὴν ἡμετέραν φύσιν· Ὑπὲρ Χριστοῦ πρε‐ σβεύομεν, φησὶν ὁ Παῦλος, ὡς τοῦ Θεοῦ παρακα‐

50

.

674

(50)

λοῦντος δι’ ἡμῶν, Καταλλάγητε τῷ Θεῷ· πολλῷ μᾶλλον ὁ δοῦλος τοῦτο ποιήσει· ἓν αὐτὸν λυπεῖ μόνον, ἡ ἀπώλεια ἡ ἡμετέρα· ἓν εὐφραίνει, ἡ σωτηρία ἡ ἡμετέρα, καὶ διὰ τοῦτο οὐ παραιτήσεται οὐδὲν ὑπὲρ αὐτῆς ποιῆσαι. Μὴ τοίνυν μηδὲ ἡμεῖς ἐπαισχυνθῶ‐
55μεν, μηδὲ περιττὸν εἶναι νομίσωμεν. Εἰ γὰρ ἄνθρω‐ ποι θηραταὶ κρημνοὺς καὶ ὄρη καὶ βάραθρα καὶ πᾶν ἄβατον ἀπέρχονται χωρίον, εἴτε λαγωὸν, ἢ δορ‐ κάδα, ἢ ἄλλο τι τῶν τοιούτων, ἢ καὶ ὄρνιθας πολλά‐ κις ταύτας τὰς ἀγρίας θηρεῦσαι βουλόμενοι· σὺ μέλ‐
60λων οὐκ ἄλογον εὐτελὲς, ἀλλ’ ἀδελφὸν πνευματικὸν, δι’ ὃν ὁ Χριστὸς ἀπέθανεν, ἐπαναγαγεῖν ἐξ ἀπωλείας,
καὶ οὐκ ὄρη καὶ νάπας, ἀλλὰ τὴν πύλην ἐξελθεῖν,673

50

.

675

μόνον ἀναδύῃ καὶ ἐρυθριᾷς; καὶ ποίαν ἕξεις, εἰπέ μοι, συγγνώμην; οὐκ ἀκούεις σοφοῦ τινος παραι‐ νοῦντος καὶ λέγοντος· Ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν; Ἀλλὰ δέδοικας μή τις ἐγκαλέσῃ; Μετ‐
5άγαγε τὴν αἰτίαν ἐπ’ ἐμὲ τὸν εἰρηκότα· εἰπὲ ὅτι ὁ δι‐ δάσκαλος οὕτως ἐκέλευσεν· ἕτοιμος ἐγὼ δικάζεσθαι τοῖς ἐγκαλοῦσι καὶ παρασχεῖν εὐθύνας· μᾶλλον δὲ οὔτε ὑμῖν, οὔτε ἡμῖν ἐγκαλέσει τις, κἂν σφόδρα ἀναίσχυντος ᾖ, ἀλλ’ ἀποδέξονται πάντες, καὶ θαυμά‐
10σονται τῆς κηδεμονίας ἡμᾶς, οὐχὶ οἱ ἐν τῇ πατρίδι τῇ ἡμετέρᾳ μόνον, ἀλλὰ καὶ οἱ τὰς γείτονας πόλεις οἰκοῦντες, ὅτι τοσαύτη παρ’ ἡμῖν ἀγάπης τυραννὶς, τοσοῦτος φιλοστοργίας ζῆλος. Ἀλλὰ τί λέγω τοὺς ἀν‐ θρώπους; αὐτὸς ὁ τῶν ἀγγέλων ἡμᾶς ἀποδέξεται
15Δεσπότης. Εἰδότες οὖν τὸν μισθὸν, μὴ καταφρονή‐ σωμεν τῆς θήρας, μηδὲ ἐπανέλθωμεν μόνοι αὔριον, ἀλλ’ ἕκαστος τὴν ἄγραν ἔχων μεθ’ ἑαυτοῦ οὕτω πα‐ ραγενέσθω. Ἂν τὴν ὥραν ἐκείνην παραγένῃ μόνον,
καθ’ ἣν τῆς οἰκίας ἐξιὼν ἅπτεται τῆς ὁδοῦ, καὶ με‐Column end

50

.

676

ταστήσῃς αὐτὸν πρὸς τὴν ἐνταῦθα ἄφιξιν, οὐδεμία λοιπὸν ἔσται δυσκολία, ἀλλὰ τοῦ καιροῦ παρελθόντος πολλὴν εἴσεταί σοι κἀκεῖνος τὴν χάριν, καὶ οἱ ἄλλοι πάντες ἐπαινέσουσιν ὑμᾶς, καὶ θαυμάσουσι· καὶ ὃ
5πάντων μεῖζόν ἐστιν, ὁ τῶν οὐρανῶν Δεσπότης πολ‐ λοὺς ὑμῖν ὑπὲρ τούτων παρασχήσει τοὺς μισθοὺς, καὶ τὴν ἐμπορίαν ταύτην καὶ τὸν ἔπαινον πλεονάσει. Ἐννοοῦντες τοίνυν τὸ κέρδος τὸ ἐκεῖθεν ἡμῖν προσγι‐ νόμενον, πρὸ τῆς πόλεως ἐκχυθέντες ἅπαντες, καὶ
10συλλαβόντες τοὺς ἡμετέρους ἀδελφοὺς ἐπαναγάγωμεν ἐνταῦθα, ἵνα καὶ αὔριον· ἡμῖν πλῆρες τὸ θέατρον γέ‐ νηται, καὶ οὕτω ἀπηρτισμένη ἡ πανήγυρις· ἵν’ ὑπὲρ τῆς ἐνταῦθα σπουδῆς εἰς τὰς αἰωνίους ἡμᾶς δέξηται σκηνὰς ὁ ἅγιος μάρτυς μετὰ παῤῥησίας πολλῆς· ἧς
15γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ καὶ ζωο‐ ποιῷ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν
αἰώνων. Ἀμήν.Column end || Page end675