TLG 2062 052 :: JOANNES CHRYSOSTOMUS :: Homilia in martyres

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Homilia in martyres

Citation: Vol — pg — (ln)

50

.

661

(50t)

ΕΙΣ ΜΑΡΤΥΡΑΣ ΟΜΙΛΙΑ
51Αἱ τῶν μαρτύρων ἑορταὶ οὐκ ἐν τῇ περιόδῳ τῶν
ἡμερῶν μόνον, ἀλλὰ καὶ τῇ γνώμῃ τῶν ἐπιτελούν‐Column end

50

.

662

(51)

των κρίνονται. Οἷόν τι λέγω· ἐμιμήσω μάρτυρα;
ἐζήλωσας αὐτοῦ τὴν ἀρετήν; κατ’ ἴχνος αὐτοῦ τῆς661

50

.

663

φιλοσοφίας ἔδραμες; καὶ οὐκ οὔσης ἡμέρας μάρτυ‐ ρος, ἑορτὴν μάρτυρος ἐπετέλεσας. Τιμὴ γὰρ μάρ‐ τυρος, μίμησις μάρτυρος. Ὥσπερ γὰρ οἱ τὰ φαῦλα πράττοντες, καὶ ἐν ἑορταῖς ἀνέορτοί εἰσιν· οὕτω
5καὶ οἱ τὴν ἀρετὴν μετιόντες, καὶ πανηγύρεως οὐκ οὔσης, ἑορτὴν ἐπιτελοῦσιν· ἐν γὰρ τῷ καθαρῷ τοῦ συνειδότος ἡ ἑορτὴ χαρακτηρίζεται. Τοῦτο καὶ ὁ Παῦλος δηλῶν ἔλεγεν· Ὥστε ἑορτάζωμεν μὴ ἐν ζύμῃ παλαιᾷ κακίας καὶ πονηρίας. ἀλλ’ ἐν ἀζύμοις
10εἰλικρινείας καὶ ἀληθείας. Ἔστι τοίνυν ἄζυμα παρὰ Ἰουδαίοις, ἔστι καὶ παρ’ ἡμῖν· ἀλλὰ παρ’ ἐκείνοις μὲν ἄζυμον ἐξ ἀλεύρου, παρ’ ἡμῖν δὲ καθαρότης βίου, καὶ ζωὴ κακίας ἁπάσης ἀπηλλαγμένη. Ὥστε ὁ ῥύπου καὶ κηλῖδος καθαρὰν τὴν ἑαυτοῦ διατηρῶν
15ζωὴν, καθ’ ἡμέραν ἑορτάζει, πανηγυρίζων ἀεὶ, κἂν μὴ ἐν ἡμέρᾳ, μηδὲ ἐν σηκοῖς μαρτύρων, ἀλλὰ καὶ οἴκοι καθήμενος. Ἔστι γὰρ καὶ καθ’ ἑαυτὸν ἑορτὴν μαρτύρων ἐπιτελεῖν. Καὶ ταῦτα λέγω, οὐχ ἵνα μὴ παραγινώμεθα πρὸς τοὺς τάφους τῶν μαρτύρων, ἀλλ’
20ἵνα παραγενόμενοι μετὰ τῆς προσηκούσης ἀπαντῶ‐ μεν προθυμίας, καὶ μὴ μόνον ταῖς ἡμέραις αὐτῶν, ἀλλὰ καὶ τούτων χωρὶς, τὴν αὐτὴν εὐλάβειαν παρ‐ εχώμεθα. Τίς γὰρ οὐκ ἂν ἀγάσαιτο σήμερον ἡμῶν τὸν σύλλογον, τὸ λαμπρὸν τοῦτο θέατρον, τὴν ζέου‐
25σαν ἀγάπην, τὴν θερμὴν διάθεσιν, τὸν ἀκατάσχετον ἔρωτα; Ὡς πᾶσα μὲν σχεδὸν ἡ πόλις ἐνταῦθα μεθώρ‐ μισται, καὶ οὔτε οἰκέτην δεσπότου φόβος κατέσχεν, οὔτε πένητα ἡ τῆς πτωχείας ἀνάγκη, οὔτε γηραιὸν τῆς ἡλικίας ἡ ἀσθένεια, οὔτε γυναῖκα τὸ τῆς φύ‐
30σεως ἁπαλὸν, οὔτε πλούσιον τῆς περιουσίας ὁ τῦφος, οὐ τὸν ἄρχοντα τῆς ἐξουσίας ἡ ἀπόνοια· ἀλλ’ ὁ τῶν μαρτύρων πόθος πᾶσαν ταύτην τὴν ἀνωμαλίαν ἐκβαλὼν, καὶ φύσεως ἀσθένειαν καὶ πενίας ἀνάγκην, μιᾷ ἁλύσει πλῆθος τοσοῦτον ἐνταῦθα εἵλκυσε, καὶ
35τῷ πόθῳ τῶν μαρτύρων ἐπτέρωσεν, ὡς ἐν οὐρανῷ νῦν πολιτευομένους διατρίβειν· πᾶσαν γὰρ ἀκολασίας καὶ ἀσελγείας πατήσαντες προσπάθειαν, τῷ τῶν μαρτύρων καταφλέγεσθε πόθῳ. Καθάπερ γὰρ τῆς ἀκτῖνος ἀνισχούσης δραπετεύει τὰ θηρία, καὶ πρὸς
40τοὺς οἰκείους καταδύεται χηραμούς· οὕτω τοῦ φωτὸς τῶν μαρτύρων εἰς τὰς ὑμετέρας καταλάμποντος δια‐ νοίας, ἅπαντα κατορύττεται τὰ νοσήματα, καὶ ἡ λαμπρὰ τῆς φιλοσοφίας ἀνάπτεται φλόξ. Ἀλλ’ ὅπως μὴ νῦν μόνον, ἀλλὰ καὶ διηνεκῶς, καὶ τοῦ θεάτρου
45λυθέντος τοῦ πνευματικοῦ τούτου, ταύτην διατηρῶ‐ μεν τὴν φλόγα, καὶ μετὰ τῆς αὐτῆς εὐλαβείας οἴκαδε ἀναχωρῶμεν, μὴ εἰς καπηλεῖα καὶ πορνεῖα, καὶ μέθην, καὶ κώμοις ἑαυτοὺς ἀφιέντες. Ἐποιή‐ σατε τὴν νύκτα ἡμέραν διὰ τῶν παννυχίδων τῶν

50

.

663

(50)

ἱερῶν· μὴ ποιήσατε πάλιν τὴν ἡμέραν νύκτα διὰ τῆς μέθης καὶ τῆς κραιπάλης, καὶ τῶν ᾀσμάτων τῶν πορνικῶν. Ἐτίμησας τοὺς μάρτυρας τῇ παρου‐ σίᾳ, τῇ ἀκροάσει, τῇ σπουδῇ· τίμησον αὐτοὺς καὶ τῇ κοσμίῳ ἀναχωρήσει, μή τις ἰδών σε ἀσχημο‐
55νοῦντα ἐν καπηλείῳ εἴπῃ, ὅτι οὐ διὰ τοὺς μάρτυρας παρεγένου, ἀλλ’ ἵνα τὸ πάθος αὐξήσῃς, ἵνα τῇ πονηρᾷ ἐπιθυμίᾳ χαρίσῃ. Ταῦτα λέγω, οὐ κωλύων τρυφᾷν, ἀλλὰ κωλύων ἁμαρτάνειν, οὐ κωλύων πίνειν, ἀλλὰ κωλύων μεθύειν. Οὐ γὰρ ὁ οἶνος φαῦλον, ἀλλ’ ἡ
60ἀμετρία πονηρόν· ὁ μὲν γὰρ οἶνος τοῦ Θεοῦ δῶρον,
ἡ δὲ ἀμετρία τοῦ διαβόλου εὕρημα. ΔουλεύσατεColumn end

50

.

664

τοίνυν τῷ Κυρίῳ ἐν φόβῳ, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ. Βούλει τρυφῆς ἀπολαύειν; ἀπόλαυε ἐν οἰκίᾳ, ὅπου, κἂν μέθη γένηται, πολλοὶ οἱ περιστέλλοντες·
5μὴ ἐν καπηλείῳ, ἵνα μὴ κοινὸν ᾖς θέατρον τοῖς παροῦσι καὶ σκάνδαλον ἑτέροις. Καὶ ταῦτα λέγω, οὐ κελεύων οἴκοι μεθύειν, ἀλλ’ ἐν καπηλείῳ μὴ δια‐ τρίβειν. Ἐννόησον ἡλίκος γέλως, μετὰ τοιαύτην σύνοδον, μετὰ παννυχίδας, μετὰ Γραφῶν ἁγίων
10ἀκρόασιν, μετὰ μυστηρίων θείων κοινωνίαν, καὶ μετὰ πνευματικὴν χορηγίαν, ἄνδρα ἢ γυναῖκα ἐν καπηλείῳ φαίνεσθαι διημερεύοντας. Οὐκ οἴδατε ἡλίκη κεῖται κόλασις τοῖς μεθύουσι; τῆς γὰρ βασιλείας τοῦ Θεοῦ ἐκβάλλονται, καὶ τῶν ἀποῤῥήτων ἐκπίπτουσιν
15ἀγαθῶν, καὶ εἰς τὸ αἰώνιον πῦρ ἐκπέμπονται. Τίς ταῦτά φησιν; Ὁ μακάριος Παῦλος· Οὐ πλεονέκται, φησὶν, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασι‐ λείαν Θεοῦ οὐ κληρονομήσουσι. Τί γένοιτ’ ἂν ἀθλιώ‐ τερον τοῦ μεθύοντος, ὅταν διὰ μικρὰν ἡδονὴν τοσαύ‐
20της ἀπολέσῃ βασιλείας ἀπόλαυσιν; Μᾶλλον οὐδὲ ἡδο‐ νὴν ὁ μεθύων καρπώσασθαι δύναται· ἐν γὰρ τῇ συμμετρίᾳ τὰ τῆς ἡδονῆς, ἐν δὲ τῇ ἀμετρίᾳ τὰ τῆς ἀναισθησίας. Ὁ δὲ οὐκ αἰσθανόμενος ποῦ κάθηται, ἢ κατάκειται, πῶς ἂν αἴσθοιτο τῆς τοῦ πόματος
25ἡδονῆς, μηδὲ τὸν ἥλιον αὐτὸν δυνάμενος ὁρᾷν διὰ τὴν πυκνὴν τῆς μέθης νεφέλην, πῶς ἂν ἀπολαύ‐ σειεν εὐφροσύνης; τοσοῦτον γὰρ αὐτοῦ τὸ σκότος, ὡς μὴ ἀρκεῖν αὐτῷ τὰς ἀκτῖνας εἰς τὸ λῦσαι τὸν ζόφον ἐκεῖνον. Ἀεὶ μὲν, ἀγαπητοὶ, κακὸν ἡ μέθη,
30μάλιστα δὲ ἐν ἡμέρᾳ μαρτύρων. Μετὰ γὰρ τῆς ἁμαρ‐ τίας καὶ ὕβρις ἐστὶ μεγίστη καὶ παραφροσύνη, καὶ ἐξουδένωσις θείων λογίων· ὅθεν διπλῆ γένοιτ’ ἂν καὶ ἡ κόλασις. Εἰ μέλλεις τοίνυν, εἰς μάρτυρας παρα‐ γενόμενος, μετὰ τὴν ἐντεῦθεν ἀναχώρησιν μεθύειν,
35βέλτιον οἴκοι μένειν, καὶ μὴ ἀσχημονεῖν, μηδὲ ὑβρίζειν τῶν μαρτύρων τὴν ἑορτὴν, μηδὲ σκανδαλί‐ ζειν τὸν πλησίον, μηδὲ πολιορκεῖν τὴν διάνοιαν, μηδὲ ἁμαρτήματα προστιθέναι. Ἦλθες ἰδεῖν ἀνθρώ‐ πους ξεομένους, αἵματι περιῤῥεομένους, τραυμάτων
40χορῷ καλλωπιζομένους, τὴν παροῦσαν ἀποδυσαμέ‐ νους ζωὴν, πρὸς τὴν μέλλουσαν ἱπταμένους· γενοῦ τῶν ἀγωνιστῶν ἄξιος. Κατεφρόνησαν ἐκεῖνοι ζωῆς, καταφρόνησον σὺ τρυφῆς· ἀπεδύσαντο ἐκεῖνοι τὸν παρόντα βίον, ἀπόδυσαι σὺ τῆς μέθης τὸν πόθον.
45 Ἀλλὰ βούλει τρυφᾷν; παράμενε τῷ τάφῳ τοῦ μάρτυρος, ἔκχεε πηγὰς δακρύων ἐκεῖ, σύντριψον τὴν διάνοιαν, ἆρον εὐλογίαν ἀπὸ τοῦ τάφου· λαβὼν αὐτὴν συνήγορον ἐν ταῖς εὐχαῖς, ἐνδιάτριβε ἀεὶ τοῖς διηγή‐ μασι τῶν παλαισμάτων ἐκείνου· περιπλάκηθι τὴν

50

.

664

(50)

σορὸν, προσηλώθητι τῇ λάρνακι· οὐχὶ τὰ ὀστᾶ μόνον τῶν μαρτύρων, ἀλλὰ καὶ οἱ τάφοι αὐτῶν, καὶ αἱ λάρ‐ νακες πολλὴν βρύουσιν εὐλογίαν. Λάβε ἔλαιον ἅγιον, καὶ κατάχρισόν σου ὅλον τὸ σῶμα, τὴν γλῶτταν, τὰ χείλη, τὸν τράχηλον, τοὺς ὀφθαλμοὺς, καὶ οὐδέποτε
55ἐμπεσῇ εἰς τὸ ναυάγιον τῆς μέθης. Τὸ γὰρ ἔλαιον διὰ τῆς εὐωδίας ἀναμιμνήσκει σε τῶν ἄθλων τῶν
μαρτύρων, καὶ πᾶσαν ἀκολασίαν χαλινοῖ, καὶ κατέχει663

50

.

665

ἐν πολλῇ καρτερίᾳ, καὶ περιγίνεται τῶν τῆς ψυχῆς νοσημάτων. Ἀλλὰ κήποις ἐνδιατρίψαι βούλει, καὶ λει‐ μῶσι καὶ παραδείσοις; Μὴ νῦν, ὅτε δῆμος τοσοῦτος, ἀλλ’ ἐν ἑτέρᾳ ἡμέρᾳ· σήμερον γὰρ παλαισμάτων και‐
5ρὸς, σήμερον θεωρία ἀγωνισμάτων, οὐ τρυφῆς, οὐδὲ ἀνέσεως. Ἦλθες ἐνταῦθα, οὐχ ἵνα εἰς ῥᾳστώνην δώσῃς σεαυτὸν, ἀλλ’ ἵνα μάθῃς ἀγωνίζεσθαι, παγκρατιάζειν, καὶ ἄνθρωπος ὢν τῶν ἀοράτων δαιμόνων συγκόπτειν τὴν ἰσχύν. Οὐδεὶς γὰρ εἰς παλαίστραν ἐλθὼν τρυφᾷ,
10οὐδὲ εἰς καιρὸν παλαισμάτων παραγενόμενος ὡραΐζε‐ ται, οὐδὲ ἐν καιρῷ παρατάξεως τραπέζας ἐπιζητεῖ. Μὴ τοίνυν καὶ σὺ ψυχῆς ἀνδρείαν καὶ γνώμης εὐτονίαν ἐλθὼν θεάσασθαι, καὶ τρόπαιον καινὸν καὶ παράδοξον, καὶ μάχην τινὰ ἐξηλλαγμένην, καὶ τραύματα καὶ πο‐
15λέμους, καὶ παγκράτιον ἀνθρώπου, πράξεις δαιμονι‐ κὰς εἰσαγάγῃς, μετὰ τὴν ξένην καὶ φρικτὴν ταύτην θεωρίαν μέθῃ καὶ τρυφῇ ἑαυτὸν ἐκδοὺς, ἀλλὰ τὰ κέρδη τῆς ψυχῆς συναγαγὼν, οὕτως οἴκαδε ἄπιθι, διὰ τῆς ὄψεως πᾶσιν ἐνδεικνύμενος, ὅτι μάρτυρας θεω‐
20ρήσας ἀνεχώρησας. Ὥσπερ γὰρ οἱ ἀπὸ τῶν θεά‐
τρων κατιόντες, δῆλοι πᾶσίν εἰσι συντεταραγμένοι,Column end

50

.

666

συγκεχυμένοι, μαλακιζόμενοι, τὰ εἴδωλα πάντων τῶν ἐκεῖ γεγενημένων φέροντες· οὕτω καὶ τὸν ἀπὸ θεωρίας μαρτύρων ἐπανιόντα πᾶσι γνώριμον εἶναι χρὴ, τῷ βλέμματι, τῷ σχήματι, τῇ βαδίσει, τῇ κα‐
5τανύξει, τῇ συναγωγῇ τῆς διανοίας· πῦρ πνέοντα, συν‐ εσταλμένον, συντετριμμένον, νήφοντα, ἐγρηγορότα, διὰ τῶν κινημάτων τοῦ σώματος τὴν ἔνδοθεν ἀνακη‐ ρύττοντα φιλοσοφίαν. Οὕτω τοίνυν εἰς τὴν πόλιν ἐπ‐ ανίωμεν, μετὰ τῆς προσηκούσης εὐταξίας, μετὰ εὐ‐
10τάκτου βαδίσεως, μετὰ συνέσεως καὶ σωφροσύνης, μετὰ ἡμέρου καὶ γαληνοῦ βλέμματος. Στολισμὸς γὰρ ἀνδρὸς, καὶ γέλως ὀδόντων, καὶ βῆμα ποδὸς ἀπαγ‐ γελεῖ τὰ περὶ αὐτοῦ. Οὕτως ἀεὶ ἀπὸ μαρτύρων ἐπα‐ νίωμεν, ἀπὸ μύρων πνευματικῶν, ἀπὸ λειμώνων οὐ‐
15ρανίων, ἀπὸ θεαμάτων καινῶν καὶ παραδόξων, ἵνα καὶ αὐτοὶ πολλὴν καρπωσώμεθα τὴν εὐκολίαν, καὶ ἑτέροις ἐλευθερίας πρόξενοι γενησώμεθα, καὶ τῶν μελλόντων ἐπιτευξώμεθα ἀγαθῶν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ
20Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ,
νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end665