TLG 2062 051 :: JOANNES CHRYSOSTOMUS :: Non esse ad gratiam concionandum

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

Non esse ad gratiam concionandum

Citation: Vol — pg — (ln)

50

.

653

(15t)

Ὅτι ἐπικίνδυνον καὶ τοῖς λέγουσι, καὶ τοῖς ἀκούουσι τὸ πρὸς χάριν δημηγορεῖν, καὶ ὅτι χρήσιμον
16tκαὶ δικαιοσύνη μεγίστη τὸ κατηγορεῖν τῶν οἰκείων ἁμαρτημάτων.
17 αʹ. Ἱκανῶς ὑμῶν, οἶμαι, καθηψάμεθα πρώην, καὶ βαθυτέραν ἐδώκαμεν τὴν πληγήν· οὐκοῦν ἀνάγκη θεραπεῦσαι τήμερον, καὶ προσηνέστερα ἐπιθεῖναι τὰ
20φάρμακα. Οὗτος γὰρ ἄριστος ἰατρείας τρόπος, μὴ μόνον τέμνειν, ἀλλὰ καὶ ἐπιδεσμεῖν τὰ ἕλκη· οὗτος θαυμαστὸς διδασκαλίας νόμος, μὴ μόνον ἐπιτιμᾷν, ἀλλὰ καὶ παρακαλεῖν καὶ παραμυθεῖσθαι. Οὕτω καὶ Παῦλος ἐκέλευσεν· Ἔλεγξον, ἐπιτίμησον, παρα‐
25κάλεσον. Ἐάν τε παρακαλῇ τις διόλου, ῥᾳθυμοτέ‐ ρους ποιεῖ τοὺς ἀκροατάς· ἐάν τε ἐπιτιμᾷ μόνον, τραχυτέρους ἐργάζεται· οὐ γὰρ δυνάμενοι τὸ φορτίον τῶν διηνεκῶν ἐλέγχων ἐνεγκεῖν, ἀποπηδῶσιν εὐθέως. Διὸ χρὴ ποικίλον τινὰ εἶναι τὸν τῆς διδασκαλίας τρό‐
30πον. Ἐπεὶ οὖν τῇ προτέρᾳ σφοδρότερον τὴν ἑκάστου διάνοιαν ἔδακεν ὁ λόγος, προσηνεστέρας ἡμῖν δεῖ τῆς διδασκαλίας τήμερον, καὶ ταῖς ἐκ τῶν ἐλέγχων γενο‐ μέναις ὀδύναις, ὥσπερ ἔλαιον, ἀναγκαῖον ἐπιστάξαι τοῦ λόγου τὸ προσηνὲς, πρότερον αὐτῶν ὑμᾶς ἀνα‐
35μνήσαντες τῶν ἐλέγχων. Ἀνέγνωμεν ὑμῖν πρώην τὸν Παύλου νόμον περὶ τῆς τῶν μυστηρίων κοινωνίας κείμενον τοῖς μεμυη‐ μένοις ἅπασιν. Ὁ δὲ νόμος ἦν οὗτος· οὐδὲν γὰρ κω‐ λύει καὶ νῦν αὐτὸν ἀναγνῶναι πάλιν· Δοκιμαζέτω
40δὲ ἕκαστος ἑαυτὸν, καὶ οὕτως ἐκ τοῦ ἄρτου ἐσθιέτω, καὶ ἐκ τοῦ ποτηρίου πινέτω. Ἴσασιν οἱ μεμυημένοι τὰ λεγόμενα, καὶ τίς μὲν ὁ ἄρτος, τί δὲ τὸ ποτήριον. Ὁ γὰρ ἐσθίων καὶ πίνων, φησὶν, ἀναξίως τοῦ Κυρίου, ἔνοχος ἔσται τοῦ σώματος
45καὶ τοῦ αἵματος τοῦ Κυρίου. Τοῦτον ὑμῖν τὸν νό‐ μον ἀνέγνωμεν· ἐξηγησάμεθα δὲ καὶ τὴν διάνοιαν τοῦ ῥητοῦ. Εἴπομεν τί ἐστιν, Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου, ὅτι τὴν αὐτὴν δώσει δίκην, ὅσην ὑποστήσονται τιμωρίαν οἱ

50

.

653

(50)

σταυρώσαντες τὸν Χριστόν. Καθάπερ γὰρ ἐκεῖνοι, φησὶν, οἱ σφαγεῖς ἔνοχοι ἐγένοντο τοῦ αἵματος, οὕτω καὶ οὗτοι οἱ ἀναξίως κοινωνοῦντες τῶν μυστηρίων· τοῦτο γάρ ἐστιν, Ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ἐδόκει πολλὴν ὑπερβολὴν
55ἔχειν τὸ εἰρημένον καὶ ἀφόρητος εἶναι ἡ ἀπειλή· προσεθήκαμεν καὶ λογισμὸν ἐκ παραδείγματος ἀκο‐ λουθίαν ἔχοντα πολλήν. Ὥσπερ γὰρ, ἔφην, ἄν τε
διαῤῥήξῃ τις τὴν πορφυρίδα τὴν βασιλικὴν, ἄν τεColumn end

50

.

654

(17)

μολύνῃ βορβόρῳ, παραπλησίως εἰς τὸν ἐνδύντα αὐτὴν ὕβρισε βασιλέα· οὕτω δὴ καὶ ἐνταῦθα οἵ τε ἀνελόντες τὸ σῶμα τὸ δεσποτικὸν, οἵ τε ἀκαθάρτῳ
20δεχόμενοι τῇ διανοίᾳ, ὁμοίως ἐμπαροινοῦσι τῷ ἐνδύ‐ ματι τῷ βασιλικῷ. Διέῤῥηξαν μὲν οὖν αὐτὸ Ἰουδαῖοι τῷ σταυρῷ, μολύνει δὲ καὶ ὁ ἀκαθάρτῳ δεχόμενος αὐτὸ ψυχῇ· ὥστε εἰ καὶ διάφορα τὰ τῆς παρανομίας, ἀλλὰ τὰ τῆς ὕβρεως ἴσα. Τοῦτο πολλῶν καθήψατο,
25τοῦτο πολλοὺς ἐθορύβησεν· ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων, μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος πρὸ ὑμῶν· κοινὴ γὰρ ἡ διδασκαλία, κοινὰ τὰ τραύματα· διὸ καὶ κοινὰ τὰ φάρμακα ἐπιτίθημι. Τοῦτο τῆς τοῦ Θεοῦ φιλαν‐
30θρωπίας ἐγένετο ἔργον, ὥστε καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας τοῖς αὐτοῖς ὑποκεῖσθαι νόμοις, τῆς αὐτῆς κοινωνεῖν φύσεως, ὁμοίως ἕκαστον ὑπεύθυνον εἶναι παραβαίνοντα. Διὰ τί; Ἵνα μετὰ συμμετρίας ποιῆται τὴν ἐπιτίμησιν, ἵνα συγγνωμονικὸς γένηται
35τοῖς ἁμαρτάνουσιν, ἵνα ἀναμιμνησκόμενος τῆς οἰκείας ἀσθενείας μὴ ἀφόρητον ποιῆται τὸν ἔλεγχον. Διὰ τοῦτο οὐκ ἀγγέλους ἐκ τῶν οὐρανῶν καταγαγὼν ὁ Θεὸς τῇ τῶν ἀνθρώπων φύσει διδασκάλους ἐπέστησεν, ἵνα μὴ διὰ τὸ τῆς φύσεως ὑπερέχον, καὶ τῆς ἀνθρω‐
40πίνης ἀσθενείας τὴν ἄγνοιαν, ἀφειδέστερον ποιῶνται τὰς καθ’ ἡμῶν ἐπιτιμήσεις· ἀλλὰ ἀνθρώπους θνητοὺς ἔδωκε διδασκάλους καὶ ἱερέας, ἀνθρώπους ἀσθένειαν περικειμένους, ἵν’ αὐτὸ δὴ τοῦτο, τὸ τοῖς αὐτοῖς ὑπεύθυνον εἶναι καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας,
45χαλινὸς γένηται τῇ τοῦ λέγοντος γλώττῃ, μὴ συγχω‐ ρῶν πέρα τοῦ μέτρου ποιεῖσθαι τὰς κατηγορίας. Καὶ ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτὸς ὁ Παῦλος, ὁ τὸν νόμον ἐκεῖνον θεὶς, καὶ ταύτην ἡμᾶς ἐδίδαξε τὴν αἰτίαν, οὕτως εἰπών· Πᾶς γὰρ ἱερεὺς ἐξ ἀνθρώπων λαμ‐

50

.

654

(50)

βανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται, μετριο‐ παθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις. Πόθεν καὶ διὰ τί; Ἐπειδὴ καὶ αὐτὸς περίκειται ἀσθένειαν. Ὁρᾷς ὅτι ἡ ἀσθένεια τῆς συμπαθείας ὑπόθεσις γίνεται, καὶ τὸ συγγενὲς τῆς φύσεως οὐκ
55ἀφίησιν εἰς ἀμετρίαν ποτὲ ἐκπεσεῖν τὸν ἐπιτιμῶντα,
κἂν σφόδρα φιλονεικῇ; Τίνος δὲ ἕνεκεν ταῦτα εἶπον;653

50

.

655

Ἵνα μὴ λέγητε ὅτι Σὺ καθαρὸς ὢν ἁμαρτημάτων, ἀπηλλαγμένος τῆς ὀδύνης τῆς κατὰ τὴν ἐπιτίμησιν, μετὰ πολλῆς ἐξουσίας ἐπιφέρεις ἡμῖν βαθυτέραν τὴν τομήν. Ἐγὼ γὰρ πρότερος αἰσθάνομαι τῆς ὀδύνης,
5ἐπειδὴ καὶ αὐτὸς ὑπεύθυνός εἰμι τοῖς ἁμαρτήμασι. Πάντες γάρ ἐσμεν ἐν ἐπιτιμίοις· καὶ, Οὐδεὶς καυ‐ χήσεται ἁγνὴν ἔχειν καρδίαν. Ὥστε οὐκ ἐν ἀλλο‐ τρίοις φιλοσοφῶν κακοῖς, οὐδὲ ἐξ ἀπανθρωπίας τινὸς, ἀλλ’ ἀπὸ κηδεμονίας πολλῆς τοὺς ἐλέγχους ἐποιησά‐
10μην ἐκείνους. Ἐπὶ μὲν γὰρ τῶν τὰ σώματα ἰατρευ‐ όντων, ὁ μὲν ἐπάγων τὴν πληγὴν οὐδεμίαν λαμβάνει τῆς πληγῆς αἴσθησιν, ὁ δὲ τεμνόμενος, οὗτός ἐστιν ὁ διασπώμενος ταῖς ἀλγηδόσι μόνος· ἐπὶ δὲ τῶν τὰς ψυχὰς θεραπευόντων οὐχ οὕτως, εἰ μήτι γε σφάλλο‐
15μαι ἐξ ἑαυτοῦ τὰ τῶν λοιπῶν δοκιμάζων, ἀλλ’ αὐτὸς πρότερος ὀδυνᾶται ὁ λέγων, ἡνίκα ἂν ἑτέροις ἐπιτιμᾷ. Οὐδὲ γὰρ οὕτως ἐλεγχόμενοι παρ’ ἑτέρων ἀλγοῦμεν, ὡς ἐλέγχοντες ἑτέρους ὑπὲρ ἁμαρτημάτων ὧν ἐσμεν ὑπεύθυνοι. Ἐπιλαμβάνεται γὰρ εὐθέως τὸ συνειδὸς
20τοῦ λέγοντος, καὶ τὸ διδασκαλίας περικείμενον ἀξίωμα, εἰς τὰ αὐτὰ τοῖς μαθηταῖς καταπίπτειν ἁμαρτήματα, καὶ τῶν αὐτῶν δεῖσθαι ἐλέγχων, πι‐ κροτέραν τῷ λέγοντι ποιεῖ τὴν ὀδύνην. βʹ. Καὶ ταῦτα οὐχ ἁπλῶς ἀποδύρομαι νῦν ἀλλ’ ἐπειδὴ
25πολλοὶ τὸ βάρος τῶν εἰρημένων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες ἐδυσχέραινον, ἠγανά‐ κτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς. Διὰ τοῦτο ταῦτα ἠ‐ ναγκάσθην εἰπεῖν, ἵνα μάθητε ὅτι οὐκ ἀπάγω, ἀλλὰ
30συνάγω μᾶλλον· οὐκ ἀποσοβῶ οὐδὲ ἀπείργω, ἀλλ’ ἐπισπῶμαι διὰ τῶν ἐλέγχων πλέον. Ὁ γὰρ φόβος τῆς εἰρημένης τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα, διηνεκῶς ἐγκα‐
35θήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθη‐ σιν· ἀπὸ δὲ τῆς παῤῥησίας καὶ προθυμίας πλείων γένοιτ’ ἂν πρὸς τὸ συνεχῶς τῶν ἀποῤῥήτων καὶ φρι‐ κτῶν κοινωνεῖν μυστηρίων. Καὶ καθάπερ ὁ πικρὰ φάρ‐
40μακα τοῖς κακοσίτοις διδοὺς, καὶ τοὺς πονηροὺς ἐκκα‐ θαίρων χυμοὺς, διεγείρει τὴν καταβεβλημένην ὄρε‐ ξιν, καὶ μετὰ πλείονος παρασκευάζει τῆς προθυμίας τῆς συνήθους ἅπτεσθαι τροφῆς· οὕτω δὴ καὶ ὁ πικρὰ λέγων ῥήματα, καὶ καθαίρων τοὺς πονηροὺς λογι‐
45σμοὺς τῆς διανοίας, καὶ τὸ βαρὺ τῶν ἁμαρτημάτων ἀποσκευαζόμενος φορτίον, δίδωσιν ἀναπνεῦσαι τῷ συνειδότι, καὶ μετὰ πολλῆς τῆς ἡδονῆς ἀπογεύσα‐ σθαι τοῦ σώματος παρασκευάζει τοῦ δεσποτικοῦ. Οὐ τοίνυν δυσχεραίνειν ὑπὲρ τῶν εἰρημένων χρὴ, ἀλλ’

50

.

655

(50)

ἀποδέχεσθαι καὶ ἐπαινεῖν. Εἰ δέ τινες ἀσθενέστερον διάκεινται, καὶ οὐκ ἀν‐ έχονται ταύτης ἡμῶν τῆς ἀπολογίας, ἐκεῖνο ἂν εἴποιμι πρὸς αὐτοὺς, ὅτι Οὐκ ἐμαυτοῦ νόμους ὑμῖν ἐξηγοῦ‐ μαι, ἀλλ’ ἐκ τῶν οὐρανῶν καταβάντα ἀναγινώσκω
55γράμματα· καὶ ἀνάγκη τὸν ταύτην ἐμπιστευθέντα τὴν διακονίαν, ἢ πάντα μετὰ παῤῥησίας εἰπεῖν τὰ ἐγκείμε‐ να, τὸ συμφέρον, ἀλλὰ μὴ τὸ ἡδὺ τοῖς ἀκροαταῖς παν‐ ταχοῦ ζητοῦντα· ἢ τὴν τῶν ἀκουόντων ὑπειδόμενον ἀπέχθειαν, καὶ τὴν ἑαυτοῦ καὶ τὴν ἐκείνων προέσθαι
60σωτηρίαν, διὰ τῆς ἀκαίρου ταύτης χάριτος Ὅτι γὰρ καὶ τῷ λέγοντι καὶ τοῖς ἀκούουσι σφόδρα ἐπικίνδυνον
τὸ τῶν θείων ἀποκρύπτεσθαί τι νόμων, καὶ ὅτι φόνωνColumn end

50

.

656

ὑπεύθυνοι οἱ διδάσκαλοι κρίνονται, ὅταν μὴ πάντα χωρὶς ὑποστολῆς ἐξηγῶνται τοῦ Θεοῦ τὰ δικαιώματα, Παῦλον ὑμῖν τούτων πάλιν παρέξομαι μάρτυρα. Διὰ γὰρ τοῦτο συνεχῶς ὑπὲρ ἁπάντων ἐπὶ τὴν ἁγίαν
5ἐκείνην καταφεύγω ψυχὴν, ὅτι χρήσιμοί τινές εἰσι καὶ θεῖοι νόμοι τὰ Παύλου ῥήματα. Οὐ γὰρ Παῦλός ἐστιν ὁ λαλῶν, ἀλλ’ ὁ Χριστὸς ὁ τὴν ἐκείνου ψυχὴν κινῶν· δι’ ἐκείνου γὰρ φθέγγεται πάντα, ἅπερ ἐκεῖ‐ νος εἶπε. Τί τοίνυν φησὶν ὁ Παῦλος; Καλέσας τοὺς
10τὴν Ἔφεσον οἰκοῦντας, καὶ ἐσχάτην πρὸς αὐτοὺς δημηγορίαν εἰπὼν, ἐπειδὴ λοιπὸν αὐτῶν ἀπίστασθαι ἤμελλε, διδάσκων τοὺς ἐφεστηκότας αὐτοῖς, ὅτι καθ‐ άπερ οἱ τὸ αἷμα ἐκχέοντες τῶν μαθητῶν, οὕτως οἱ τὰ συμφέροντα μὴ λέγοντες αὐτοῖς, εἰσὶν ὑπεύ‐
15θυνοι κολάσεως καὶ τιμωρίας, οὕτω πώς φησι· Κα‐ θαρός εἰμι ἐγὼ ἀπὸ τοῦ αἵματος πάντων. Διὰ τί; Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ Θεοῦ· ὡς εἰ ὑπεστείλατο τοῦ μὴ ἀναγγεῖλαι. οὐκ ἦν καθαρὸς ἐκ τοῦ αἵματος,
20ἀλλ’ ὡς ἀνδροφόνος ἐκρίνετο, καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ ἀνδροφόνος τὸ σῶμα ἀναιρεῖ μόνον, ὁ δὲ πρὸς χάριν δημηγορῶν, καὶ ῥᾳθυμοτέρους ποιῶν τοὺς ἀκροατὰς, τὴν ψυχὴν ἀπόλλυσι· κἀκεῖνος μὲν τῷ παρόντι προδίδωσι θανάτῳ, οὗτος δὲ τὴν ψυχὴν
25ἀπόλλυσι, καὶ πρὸς τὰς ἀθανάτους παραπέμπει κο‐ λάσεις καὶ τιμωρίας. Ἆρα οὖν Παῦλος μόνος τοῦτό φησιν; Οὐδαμῶς, ἀλλὰ καὶ πρὸ Παύλου πάλιν ὁ Θεὸς διὰ τοῦ προφήτου τὸ αὐτὸ τοῦτο αἰνίττεται οὕτω λέγων· Σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραήλ.
30Τί ἐστι, Σκοπόν; Σκοπὸς λέγεται ὁ τῶν στρατο‐ πέδων κάτω καθημένων ὑψηλὸν καὶ γεώλοφον χω‐ ρίον καταλαβὼν κἀκεῖθεν ἐπιόντας τοὺς πολεμίους σκοπεύων, καὶ τοῖς κάτω καθημένοις μηνύων τὴν ἔφοδον, καὶ διεγείρων πρὸς τὴν τοῦ πολέμου παράτα‐
35ξιν, ὥστε μὴ ἀφυλάκτοις ἐπιπεσόντας, μετὰ πολλῆς διαχειρίσασθαι τῆς εὐκολίας. Ἐπεὶ οὖν πολλὰ τῶν ἐπιόντων δεινῶν οὐχ ὁρῶμεν ἡμεῖς οἱ χαμαὶ βαδί‐ ζοντες, ᾠκονόμησεν ἡ τοῦ Θεοῦ χάρις, ὥσπερ ἐφ’ ὑψηλοῦ χωρίου τῆς προφητείας τοὺς ἁγίους προφή‐
40τας ἑστῶτας, μέλλουσαν τοῦ Θεοῦ τὴν ὀργὴν ἡμῖν ἐπιέναι πόῤῥωθεν προμηνύειν, ἵνα διὰ τῆς μετανοίας ἑαυτοὺς ἀνακτησάμενοι, καὶ πεπτωκυῖαν ἡμῶν τὴν ψυχὴν ἀνορθώσαντες, τὴν θεήλατον πόῤῥωθεν ἀπο‐ κρουσώμεθα πληγήν. Διὰ τοῦτό φησι· Σκοπὸν δέ‐
45δωκά σε τῷ οἴκῳ Ἰσραήλ· ἵνα μέλλουσαν ἐπιέναι τὴν συμφορὰν προμηνύσῃς, καθάπερ ἐκεῖνος τοὺς πολεμίους. Καὶ τιμωρίαν δὲ οὐ μικρὰν ἐπιτίθησι τῷ μὴ προλέγοντι τοῦ Θεοῦ τὴν ὀργήν. Ποίαν δὴ ταύ‐ την; Τὰς ψυχὰς τῶν ἀπολλυμένων, φησὶν, ἐκ τῆς

50

.

656

(50)

χειρός σου ἐκζητήσω. Τίς οὖν οὕτως ὠμὸς καὶ ἀπ‐ άνθρωπος καὶ ἀσυμπαθὴς, ὡς ἐγκαλεῖν τῷ λέγοντι καὶ περὶ τῆς τοῦ Θεοῦ διαλεγομένῳ συνεχῶς ὀργῆς, τοσαύτην κόλασιν ὑφίστασθαι μέλλοντι, εἰ σιγήσειεν; Ὅτι μὲν οὖν ἡμῖν οὐ συμφέρει τοῖς λέγουσι τὰ
55τοιαῦτα σιγᾷν, ἱκανῶς καὶ ὁ προφήτης καὶ ὁ ἀπόστο‐ λος ἡμᾶς ἐπαίδευσεν· ὅτι δὲ οὐδὲ ὑμῖν τοῖς ἀκούουσι, δῆλον ἐκεῖθεν. Εἰ μὲν γὰρ ἐγὼ σιγήσας ἀπέκρυπτον τῇ σιγῇ τὰ ἁμαρτήματα, καλῶς ἐδυσχέραινεν ἕκα‐ στος καὶ ἠγανάκτει δικαίως, μὴ σιγῶντος ἐμοῦ· εἰ
60δὲ καὶ ἡμῶν σιγώντων νῦν, ἀνάγκη πάντως ἐκεῖ655

50

.

657

φανῆναι τὰ πλημμελήματα, τί τὸ ὄφελος ἀπὸ τῆς σιγῆς γένοιτ’ ἄν; Ἀλλ’ ὄφελος μὲν οὐδὲν, βλάβη δὲ ἐσχάτη. Ἂν μὲν γὰρ εἴπω νῦν, εἰς μετάνοιαν ἄγω καὶ κατάνυξιν διανοίας· ἂν δὲ σιγήσω, νῦν μὲν οὐκ
5ἀναμνησόμεθα τῶν πεπλημμελημένων ἡμῖν, οὐδὲ μετανοήσομεν· ἐκεῖ δὲ αὐτὰ ὀψόμεθα πρὸ τῶν ὀ‐ φθαλμῶν γυμνὰ καὶ τετραχηλισμένα, καὶ θρηνήσομεν εἰκῆ καὶ μάτην. γʹ. Ἐπεὶ οὖν ἀνάγκη πάντως, ἢ ἐκεῖ, ἢ ἐνταῦθα κα‐
10τανυγῆναι ἐπὶ τοῖς ἁμαρτήμασι, βέλτιον ἐνταῦθα, καὶ μὴ ἐκεῖ. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν προφητι‐ κῶν ῥημάτων, ἀπὸ τῶν εὐαγγελικῶν. Ὁ μὲν γὰρ προφήτης φησὶν, Ἐν τῷ ᾅδῃ τίς ἐξομολογή‐ σεταί σοι; οὐχ ὅτι οὐκ ἐξομολογούμεθα, ἀλλ’ ὅτι
15εἰκῆ τοῦτο ποιοῦμεν. Ὁ δὲ Χριστὸς καὶ διὰ παραβολῆς αὐτὸ τοῦτο ἐπαίδευσε. Λάζαρος γάρ τις ἦν πτωχὸς, φησὶν, ἡλκωμένος πάντοθεν, νόσον ἀνίατον ἔχων· ἕτερος δέ τις πλούσιος τῶν ψιχίων οὐ μετεδίδου τῷ πένητι. Καὶ τί δεῖ πᾶσαν ἐπελθεῖν τὴν παραβολήν;
20ἴστε γὰρ τὴν ἱστορίαν ἅπασαν, τὴν ὠμότητα τοῦ πλουσίου, πῶς οὐ μετεδίδου τῆς τραπέζης τῷ πτω‐ χῷ, τὴν πενίαν τὴν ἐκείνου καὶ τὸν λιμὸν, ᾧ προσ‐ επάλαιε διηνεκῶς. Ἀλλ’ ἐνταῦθα ταῦτα· ἐπειδὴ δὲ ἐτελεύτησεν ἕκαστος, ὁρᾷ τὸν πτωχὸν ἐκεῖνον ἐν τοῖς
25κόλποις τοῦ Ἀβραάμ. Καὶ τί φησι· Πάτερ Ἀβραὰμ, ἀπόστειλον αὐτὸν, ἵνα ἐπιστάξῃ τῷ δακτύλῳ ἄκρῳ τῇ γλώττῃ μου, ἵνα ἀναπαύσωμαι τῆς ὀδύ‐ νης. Εἶδες ἀντίδοσιν; οὐ μετέδωκεν αὐτῷ ψιχίων, οὐ μεταλαμβάνει σταγόνος ὕδατος. ᾯ γὰρ μέτρῳ, φησὶ,
30μετρεῖτε, μετρηθήσεται ὑμῖν. Τί οὖν ὁ Ἀβραάμ; Τέκνον, ἀπέλαβες τὰ ἀγαθά σου, καὶ Λάζαρος τὰ κακά· καὶ νῦν οὗτος μὲν ἐνταῦθα παρακαλεῖ‐ ται, σὺ δὲ ὀδυνᾶσαι. Ἀλλὰ τὸ ζητούμενον, ὅτι κα‐ τανύσσονται μὲν ἐπὶ τοῖς ἁμαρτήμασι καὶ μετα‐
35βάλλονται καὶ βελτίους γίνονται ἀπὸ τῆς γεέννης, οὐδὲν δὲ κερδαίνουσιν εἰς παραμυθίαν τῆς φλογός· Πάτερ γὰρ, ἀπόστειλον αὐτὸν εἰς τὸν οἶκόν μου, φησὶν, ἵνα τοῖς συγγενέσι μου διαμαρτύρηται, καὶ μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον. Αὐτὸς ἀπο‐
40τυχὼν τῆς εὐεργεσίας, ἑτέροις προξενεῖ τὴν σωτη‐ ρίαν λοιπόν. Εἶδες πῶς ὠμὸς ἦν πρὸ τούτου, πῶς φιλάνθρωπος ἐγένετο μετὰ ταῦτα; Πρὸ τῶν ὀφθαλ‐ μῶν κείμενον παρέτρεχε τὸν Λάζαρον ζῶν, νυνὶ δὲ καὶ ἀπόντων φροντίζει τῶν συγγενῶν· καὶ τότε μὲν
45ἐν περιουσίᾳ ὢν, πρὸς τὴν ἐλεεινὴν οὐκ ἐπεκάμπτετο τοῦ πτωχοῦ θέαν, νυνὶ δὲ ἐν ὀδύναις καὶ ἀνάγκαις ὢν ἀπαραιτήτοις, κήδεται τῶν αὐτῷ προσηκόντων, καὶ ἀξιοῖ πεμφθῆναι τὸν ταῦτα ἀπαγγελοῦντα αὐτοῖς. Ὁρᾷς πῶς φιλάνθρωπος γέγονε καὶ ἥμερος καὶ

50

.

657

(50)

συμπαθητικός; Τί οὖν; ἀπώνατό τι τῆς μετανοίας; ἐγένετό τι κέρδος αὐτῷ ἀπὸ τῆς κατανύξεως; Οὐδαμῶς· ἄκαι‐ ρος γὰρ ἡ μετάνοια. Ἐλύθη τὸ θέατρον, ἀπῆλθε τὰ σκάμματα, οὐκ ἔτι καιρὸς τῶν παλαισμάτων ἦν·
55διὰ τοῦτο παρακαλῶ, καὶ δέομαι καὶ ἀντιβολῶ, ἐν‐ ταῦθα ὀδύρεσθαι χρὴ καὶ θρηνεῖν ἐπὶ τοῖς ἁμαρτή‐ μασι. Λυπείτω ἡμᾶς ἐνταῦθα τὰ ῥήματα, καὶ μὴ φοβείτω ἐκεῖ τὰ πράγματα· δακνέτω ἡμᾶς ὁ λόγος ἐνταῦθα, καὶ μὴ δακνέτω ἡμᾶς ἐκεῖ σκώληξ ὁ ἰοβό‐
60λος· καιέτω ἡμᾶς ἐνταῦθα ἡ ἐπιτίμησις, καὶ μὴ καιέτω ἐκεῖ ἡ γέεννα τοῦ πυρός. Τοὺς ἐνταῦθα θρη‐ νοῦντας ἀκόλουθον ἐκεῖ παρακληθῆναι· τοὺς ἐνταῦθα τρυφῶντας καὶ γελῶντας καὶ ἀναλγήτως περὶ τὰ
ἁμαρτήματα διακειμένους ἀνάγκη πᾶσα ἐκεῖ θρηνῆ‐Column end

50

.

658

σαι καὶ ὀδύρεσθαι, καὶ βρῦξαι τοὺς ὀδόντας. Οὐκ ἐμὸς οὗτος ὁ λόγος, ἀλλ’ αὐτοῦ τοῦ τότε δικάζοντος ἡμῖν· Μακάριοι γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται· Οὐαὶ ὑμῖν, οἱ γελῶντες,
5ὅτι κλαύσετε. Πόσῳ τοίνυν βέλτιον πρόσκαι‐ ρον κατάνυξιν καὶ ὀδυρμὸν ἀθανάτων ἀλλάξασθαι καλῶν καὶ ἡδονῆς τέλος οὐκ ἐχούσης, ἢ τὸν βραχὺν τοῦτον καὶ πρόσκαιρον βίον ἐνταῦθα γελάσαντας, ἀπελθεῖν ἐκεῖ κολασθησομένους ἀθάνατα; Ἀλλ’ αἰ‐
10σχύνῃ καὶ ἐρυθριᾷς τὰ ἁμαρτήματα ἐξειπεῖν; Μάλιστα μὲν εἰ καὶ ἐπ’ ἀνθρώπων ἔδει ταῦτα λέγειν καὶ ἐκ‐ πομπεύειν, οὐδὲ οὕτως αἰσχύνεσθαι ἔδει· αἰσχύνη γὰρ τὸ ἁμαρτάνειν, οὐ τὸ ὁμολογῆσαι τὰ ἁμαρτη‐ θέντα· νυνὶ δὲ οὐδὲ ἀνάγκη παρόντων μαρτύρων ἐξ‐
15ομολογεῖσθαι. Παρὰ τοῖς λογισμοῖς τοῦ συνειδότος γιγνέσθω τῶν πεπλημμελημένων ἡ ἐξέτασις· ἀμάρ‐ τυρον ἔστω τὸ δικαστήριον· ὁ Θεὸς ὁράτω σε μόνος ἐξομολογούμενον, ὁ Θεὸς ὁ μὴ ὀνειδίζων τὰ ἁμαρτή‐ ματα, ἀλλὰ λύων τὰ ἁμαρτήματα ἀπὸ τῆς ἐξομολο‐
20γήσεως. Ἀλλὰ καὶ οὕτως ὀκνεῖς καὶ ἀναδύῃ; Οἶδα κἀγὼ, ὅτι οὐκ ἀνέχεται τὸ συνειδὸς τῆς μνήμης τῶν οἰκείων πλημμελημάτων. Ἂν γὰρ ἔλθωμεν μόνον εἰς ἀνάμνησιν τῶν πεπλημμελημένων ἡμῖν, καθάπερ πῶλός τις ἀδάμαστος καὶ δυσήνιος, σκιρτᾷ ἡ διάνοια.
25Ἀλλὰ κάτασχε, χαλίνωσον, κατάψηχε τῇ χειρὶ, ἥμε‐ ρον αὐτὴν ποίησον, πεῖσον ὅτι ἂν μὴ νῦν ἐξομολογή‐ σηται, ἐκεῖ ἐξομολογήσεται, ὅπου πλείων ἡ κόλασις, ὅπου μείζων ὁ παραδειγματισμός. Ἐνταῦθα ἀμάρτυ‐ ρόν ἐστι τὸ δικαστήριον, καὶ σὺ σαυτῷ δικάζεις ὁ
30ἡμαρτηκώς· ἐκεῖ δὲ εἰς μέσον τὸ θέατρον τῆς οἰκου‐ μένης ἅπαντα παραχθήσεται, ἂν μὴ προλαβόντες ἐν‐ ταῦθα αὐτὰ ἀπαλείψωμεν. Αἰσχύνῃ ὁμολογῆσαι ἁμαρ‐ τήματα; αἰσχύνου πρᾶξαι ἁμαρτήματα. Ἡμεῖς δὲ ὅταν αὐτὰ πράττωμεν, ἰταμῶς καὶ ἀναισχύντως
35τολμῶμεν· ὅταν δὲ ὁμολογῆσαι δέῃ, τότε αἰσχυνόμεθα καὶ ὀκνοῦμεν, δέον μετὰ προθυμίας τοῦτο ποιεῖν. Οὐ γάρ ἐστιν αἰσχύνη κατηγορεῖν ἁμαρτημάτων, ἀλλὰ δικαιοσύνη καὶ ἀρετή· εἰ μὴ δικαιοσύνη καὶ ἀρετὴ ἦν, οὐκ ἂν μισθὸν ἔθηκεν αὐτῇ ὁ Θεός. Ὅτι γὰρ
40μισθοὺς ἔχει ἡ ἐξομολόγησις, ἄκουσον τί φησι· Λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς. Τίς αἰσχύνεται ἔργον, ἀφ’ οὗ γίνεται δίκαιος; τίς αἰσχύ‐ νεται ὁμολογῆσαι ἁμαρτήματα, ἵνα λύσῃ ἁμαρτή‐ ματα; Μὴ γὰρ διὰ τοῦτο κελεύει ὁμολογῆσαι, ἵνα κο‐
45λάσῃ; οὐχ ἵνα κολάσῃ, ἀλλ’ ἵνα συγχωρήσῃ. δʹ. Ἐπὶ γὰρ τῶν ἔξω δικαστηρίων μετὰ τὴν ὁμολο‐ γίαν κόλασις. Διὰ τοῦτο καὶ ὁ ψαλμὸς αὐτὸ τοῦτο ὑφο‐ ρώμενος, μή τις δεδοικὼς κόλασιν μετὰ τὴν ἐξομολόγη‐ σιν, ἀρνήσηται τὰ ἁμαρτήματα, φησίν· Ἐξομολο‐

50

.

658

(50)

γεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστὸς, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ. Μὴ γὰρ οὐκ οἶδε τὰ ἁμαρτήματά σου, ἐὰν μὴ σὺ ὁμολογήσῃς; Τί οὖν σοι γίνεται πλέον ἐκ τοῦ μὴ ὁμολογεῖν; μὴ γὰρ δύνασαι λαθεῖν; Κἂν μὴ εἴπῃς, ἐκεῖνος εἶδεν· ἂν δὲ σὺ εἴπῃς, ἐκεῖνος ἐπι‐
55λανθάνεται. Ἰδοὺ γὰρ ἐγὼ Θεός εἰμι ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὐ μὴ μνησθῶ. Ὁρᾷς; Ἐγὼ
οὐ μὴ μνησθῶ, φησί· φιλανθρωπίας γὰρ τοῦτο· σὺ657

50

.

659

δὲ μνήσθητι, ἵνα σωφρονισμοῦ λάβῃς ὑπόθεσιν. Τού‐ των ἀκούσας ὁ Παῦλος, ἁμαρτημάτων, ὧν οὐκ ἐμέ‐ μνητο ὁ Θεὸς, αὐτὸς διηνεκῶς ἐμέμνητο οὑτωσὶ λέ‐ γων· Οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι
5ἐδίωξα τὴν Ἐκκλησίαν· καὶ, Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ. Οὐκ εἶπεν, Ἤμην, ἀλλ’, Εἰμί. Ἡ συγχώ‐ ρησις ἐγένετο τῶν ἁμαρτημάτων παρὰ τῷ Θεῷ, καὶ ἡ μνήμη τῶν συγκεχωρημένων ἁμαρτημάτων οὐκ
10ἠφανίζετο παρὰ τῷ Παύλῳ· ἅπερ ὁ Δεσπότης ἀπ‐ ήλειψε, ταῦτα αὐτὸς ἐξεπόμπευεν. Ἠκούσατε γὰρ τοῦ προφήτου λέγοντος, Καὶ οὐ μὴ μνησθῶ· σὺ δὲ μνή‐ σθητι. Ὁ Θεὸς σκεῦος ἐκλογῆς αὐτὸν καλεῖ, καὶ οὗτος πρῶτον τῶν ἁμαρτωλῶν ἑαυτὸν καλεῖ. Εἰ δὲ τῶν
15συγκεχωρημένων ἁμαρτημάτων οὐκ ἐπελανθάνετο, ἐννόησον πῶς τῶν εὐεργεσιῶν ἐμέμνητο τοῦ Θεοῦ. Καὶ τί λέγω, ὅτι οὐ καταισχύνει μνήμη ἁμαρτημά‐ των; οὐχ οὕτως ἡμᾶς ποιεῖ λαμπροὺς κατορθωμάτων μνήμη, ὡς ἡ τῶν ἁμαρτημάτων μνήμη· μᾶλλον δὲ ἡ
20μὲν τῶν κατορθωμάτων μνήμη οὐ μόνον οὐ ποιεῖ λαμπροὺς, ἀλλὰ καὶ αἰσχύνης πληροῖ καὶ καταγνώ‐ σεως· ἡ δὲ τῶν ἁμαρτημάτων μνήμη παῤῥησίας ἡμᾶς ἐμπίπλησι καὶ δικαιοσύνης πολλῆς. Τίς τοῦτό φησιν; Ὁ Φαρισαῖος καὶ ὁ τελώνης. Ὁ μὲν γὰρ εἰ‐
25πὼν τὰ ἁμαρτήματα, κατῆλθε δεδικαιωμένος· ὁ δὲ εἰπὼν τὰ κατορθώματα, κατῆλθεν ἐλάττων τοῦ τελώ‐ νου γενόμενος. Ὁρᾷς ὅση βλάβη μεμνῆσθαι κατορ‐ θωμάτων, ὅση ὠφέλεια μὴ ἐπιλελῆσθαι ἁμαρτημά‐ των; Καὶ μάλα εἰκότως. Ὁ μὲν γὰρ τῶν κατορθωμά‐
30των μεμνημένος εἰς ἀπόνοιαν αἴρεται, ὑπερορᾷ τῶν λοιπῶν ἀνθρώπων, ὅπερ ὁ Φαρισαῖος ἔπαθεν· οὐ γὰρ ἂν εἰς τοσαύτην ἀλαζονείαν ἦλθεν, οὐκ ἂν εἶπεν, Οὐκ εἰμὶ ὡς οἱ λοιποὶ ἄνθρωποι, εἰ μὴ ἐμέμνητο τῆς νηστείας αὐτοῦ καὶ τῆς δεκάτης· ἡ δὲ μνήμη
35τῶν ἁμαρτημάτων καταστέλλει τὴν διάνοιαν, ταπει‐ νοφρονεῖν πείθει, καὶ διὰ τῆς ταπεινοφροσύνης ἐπι‐ σπᾶται τοῦ Θεοῦ τὴν εὔνοιαν. Ἄκουσον γοῦν πῶς καὶ ὁ Χριστὸς κελεύει λήθῃ παραπέμπειν ἡμᾶς τὰ κατορ‐ θώματα. Ὅταν ταῦτα πάντα ποιήσητε, λέγετε ὅτι
40Ἀχρεῖοι δοῦλοί ἐσμεν. Σὺ λέγε ὅτι ἀχρεῖος δοῦλος εἶ, ἐγώ σε οὐ ποιῶ ἀχρεῖον· σὺ ἐὰν ὁμολογήσῃς τὴν εὐτέλειαν τὴν σεαυτοῦ, ἐγώ σε λαμπρὸν ποιῶ καὶ στεφανῶ. Ὁρᾷς διὰ πόσων ἡμῖν ἀποδέδεικται κέρδος ἔχουσα
45τῶν ἁμαρτημάτων ἡ μνήμη, καὶ βλάβος τῶν κατορ‐ θωμάτων ἡ μνήμη, καὶ τοὐναντίον πάλιν, κόλασις μὲν ἀπὸ τῆς λήθης τῶν ἁμαρτημάτων, ὠφέλεια δὲ ἀπὸ τῆς λήθης τῶν κατορθωμάτων ἡμῖν γινομένη; Βούλει μαθεῖν καὶ ἑτέρωθεν ὅτι κατόρθωμα μέγιστον

50

.

659

(50)

τὸ μεμνῆσθαι ἁμαρτημάτων; Ἄκουσον τοῦ Ἰώβ. Ὥσπερ γὰρ ἐπὶ τοῖς ἄλλοις ἐκαλλωπίζετο, οὕτω δὴ καὶ ἐπὶ τῇ ἐξομολογήσει τῶν ἁμαρτημάτων, οὑτωσὶ λέγων· Εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως διετράπην πολυοχλίαν λαοῦ μου, τοῦ μὴ ἐξαγγεῖλαι τὰς
55ἁμαρτίας μου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· οὐδέποτέ με σύλλογος τῶν συνδούλων εἰς αἰσχύνην ἤγαγε. Τί γὰρ ὄφελος ἐκ τῆς ἀγνοίας τῶν ἀνθρώπων, τοῦ κριτοῦ πάντα εἰδότος; τί δὲ βλάβος ἐκ τοῦ εἰδέναι τούτους τὰ πεπλημμελημένα, ὅταν ἐκεῖνος ἀπολῦσαι βούλη‐
60ται τῆς δίκης; Κἂν πάντες δικάζωσιν, ὁ δὲ δικαστὴς ἀποψηφίσηται, οὐδείς μοι λόγος τῆς ἐκείνων ψήφου· κἂν ἅπαντες ἐπαινέσωσι καὶ θαυμάσωσιν, ἐκεῖνος δέ με καταδικάζῃ, οὐδέν μοι πάλιν ὄφελος τῆς ἐκείνων κρίσεως. Πανταχοῦ γὰρ πρὸς ἐκεῖνον ὁρᾷν χρὴ, καὶ
65ταὐτὸ ποιεῖν ἐπὶ τῶν ἁμαρτημάτων, ὅπερ ποιοῦμενColumn end

50

.

660

ἐπὶ τῆς τῶν χρημάτων δαπάνης. Εὐθέως ἀναστάντες ἀπὸ τῆς κλίνης, πρὶν εἰς ἀγορὰν ἐμβα‐ λεῖν, ἢ μεταχειρίσαι τι τῶν ἰδιωτικῶν ἢ δημοσίων πραγμάτων, τὸν οἰκέτην καλέσαντες ἀπαιτοῦμεν
5λόγον τῶν δαπανηθέντων, ἵν’ εἰδῶμεν τί μὲν κακῶς, τί δὲ εἰς δέον ἀνήλωται, πόσον δὲ ὑπολέλειπται· κἂν εἰδῶμεν ὀλίγον ὂν τὸ ὑπολελειμμένον, παντὶ τρόπῳ προσόδων ἀφορμὰς ἐπινοοῦμεν, ἵνα μὴ λάθωμεν δια‐ φθαρέντες λιμῷ. Τοῦτο τοίνυν καὶ ἐπὶ τῶν πράξεων
10τῶν ἡμετέρων ποιῶμεν. Τὸ συνειδὸς τὸ ἡμέτερον κα‐ λέσαντες ποιήσωμεν αὐτῷ λόγον τῶν ῥημάτων, τῶν πραγμάτων, τῶν ἐνθυμήσεων· ἐξετάσωμεν, τί μὲν εἰς δέον ἀνήλωται, τί δὲ ἐπὶ βλάβῃ τῇ ἡμετέρᾳ· ποῖος λόγος ἐδαπανήθη κακῶς, εἰς λοιδορίας, εἰς αἰσχρολο‐
15γίας, εἰς ὕβρεις· ποῖον ἐνθύμημα τὸν ὀφθαλμὸν εἰς ἀκολασίαν ἐκίνησε· τίς λογισμὸς ἐπὶ βλάβῃ τῇ ἡμε‐ τέρᾳ εἰς ἔργον ἐξηνέχθη, ἢ διὰ χειρῶν, ἢ διὰ γλώτ‐ της, ἢ διὰ τῶν ὀμμάτων αὐτῶν· καὶ σπουδάσωμεν τῆς μὲν ἀκαίρου δαπάνης ἀποστῆναι, ἀντὶ δὲ τῶν
20ἅπαξ ἀναλωθέντων κακῶς, ἑτέραν ἀποθέσθαι πρόσ‐ οδον, ἀντὶ τῶν ῥημάτων τῶν εἰκῆ προσενεχθέντων, εὐχὰς, ἀντὶ τῶν ὄψεων τῶν ἀκολάστως γενομένων, ἐλεημοσύνας, νηστείας. Εἰ γὰρ μέλλοιμεν δαπανᾷν μὲν ἀκαίρως, μηδὲν δὲ ἀποτίθεσθαι, μηδὲ θησαυρίζειν
25ἑαυτοῖς ἀγαθὸν, εἰς ἐσχάτην κατενεχθέντες πενίαν, λήσομεν πρὸς τὴν ἀθάνατον τοῦ πυρὸς ἑαυτοὺς πα‐ ραπέμποντες κόλασιν. Τῶν μὲν οὖν χρημάτων ὑπὸ τὴν ἕω τὸν λόγον ποιεῖν εἰώθαμεν, τῶν δὲ πράξεων μετὰ τὸ δεῖπνον καὶ τὴν ἑσπέραν αὐτὴν, ἐπὶ τῆς
30κλίνης κείμενοι, οὐδενὸς ἐνοχλοῦντος, οὐδενὸς θορυ‐ βοῦντος, τῶν μεθ’ ἡμέραν ἡμῖν πεπραγμένων καὶ λελεγμένων ἁπάντων ἀπαιτῶμεν τὰς εὐθύνας ἡμᾶς ἑαυτούς· κἂν ἴδωμέν τι ἡμαρτημένον, κολάσωμεν τὸ συνειδὸς, ἐπιτιμήσωμεν τῇ διανοίᾳ, κατανύξωμεν
35τὸν λογισμὸν οὕτω σφοδρῶς, ὡς μηκέτι τολμῆσαι διαναστάντας ἡμᾶς πρὸς τὸ αὐτὸ τῆς ἁμαρτίας ἀγαγεῖν βάραθρον τῆς ἐν ἑσπέρᾳ πληγῆς μεμνη‐ μένον. εʹ. Ὅτι γὰρ οὗτος ὁ καιρὸς ἐπιτηδειότερος πρὸς τὸ
40τοιοῦτον λογοθέσιον, ἄκουσον τοῦ προφήτου λέγοντος· Ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. Πολλὰ μεθ’ ἡμέραν οὐχ ὡς βου‐ λόμεθα πράττομεν· καὶ φίλοι παροξύνουσι, καὶ οἰ‐ κέται ἐκθηριοῦσι, καὶ γυνὴ λυπεῖ, καὶ παιδίον
45ὀδυνᾷ, καὶ ὄχλος πραγμάτων βιωτικῶν καὶ δημοσίων περιίσταται· καὶ οὐ δυνάμεθα συνιδεῖν τότε, οὐδὲ ὅπως ὑποσκελιζόμεθα. Πάντων δὲ τούτων ἀπαλλα‐ γέντες, καὶ καθ’ ἑαυτοὺς γενόμενοι κατὰ τὴν ἑσπέ‐ ραν, καὶ πολλῆς ἀπολαύοντες ἡσυχίας, συγκροτῶμεν

50

.

660

(50)

ἐπὶ τῆς κλίνης τὸ δικαστήριον, ἵνα τὸν Θεὸν ἵλεων διὰ τῆς τοιαύτης κρίσεως ἔχωμεν. Ἂν δὲ καθ’ ἑκά‐ στην ἡμέραν ἁμαρτάνωμεν, καὶ παίωμεν τὴν ψυχὴν τὴν ἡμετέραν, μηδέποτε δὲ αἰσθανώμεθα, καθάπερ οἱ συνεχῆ τραύματα λαμβάνοντες, εἶτα καταφρο‐
55νοῦντες, πυρετοὺς καὶ θάνατον ἑαυτοῖς ἀφόρητον
ἐπισπῶνται· οὕτω δὴ καὶ ἡμεῖς ἐκ τῆς συνεχοῦς659

50

.

661

ταύτης ἀναισθησίας ἀπαραίτητον ἐπισπώμεθα τιμωρίαν. Οἶδα ὅτι φορτικὰ τὰ εἰρημένα, ἀλλ’ ἔχει πολὺ τὸ κέρδος. Ἥμερον ἔχομεν Δεσπότην· προ‐ φάσεως ἐπιλαβέσθαι βούλεται μόνον, καὶ πᾶσαν
5εὐθέως ἐπιδείκνυται τὴν φιλανθρωπίαν. Εἰ γὰρ ἁμαρτάνοντες καὶ μένοντες ἀτιμώρητοι μὴ ἐγινό‐ μεθα χείρους, κἂν ἀφῆκεν ἡμῖν τὴν κόλασιν· ἀλλ’ οἶδε τοῦτο σαφῶς, ὅτι τῶν ἁμαρτημάτων αὐτῶν οὐκ ἔλαττον ἡμᾶς τὸ μὴ κολάζεσθαι ἁμαρτάνοντας βλά‐
10πτει. Διὰ τοῦτο ἐπιτίθησι τὴν τιμωρίαν, οὐ τῶν ἀπελθόντων ἀπαιτῶν δίκην, ἀλλὰ τὰ μέλλοντα διορ‐ θούμενος. Καὶ ἵνα μάθῃς ὅτι τοῦτό ἐστιν ἀληθὲς, ἄκουσον τί φησι πρὸς τὸν Μωϋσέα· Ἄφες με, καὶ θυμωθεὶς ἐκτρίψω αὐτούς. Ἄφες με, ἔλεγεν, οὐχ ὅτι
15Μωϋσῆς αὐτὸν κατεῖχεν· οὐδὲν γὰρ ἐφθέγξατο πρὸς αὐτὸν, ἀλλὰ σιγῇ παρειστήκει· ἀλλὰ πρόφασιν αὐτῷ δοῦναι βουλόμενος τῆς ὑπὲρ αὐτῶν ἱκετηρίας. Ἐπει‐ δὴ γὰρ ἄξια μὲν κολάσεως ἥμαρτον ἐκεῖνοι, καὶ κο‐ λάσεως ἀπαραιτήτου, κολάσαι δὲ αὐτοὺς οὐκ ἐβού‐
20λετο, ἀλλὰ φιλανθρωπεύσασθαι, τοῦτο δὲ αὐτοὺς ῥᾳθυ‐ μοτέρους ἐποίει, ἀμφότερα κατεσκεύαζεν, ὥστε μήτε τὴν τιμωρίαν ἐπενεχθῆναι, μήτε ἐκείνους ῥᾳθυμοτέ‐ ρους ἐκ τῆς ἀτιμωρησίας γενέσθαι, μαθόντας ὅτι οὐ παρὰ τὴν οἰκείαν ἀξίαν, ἀλλὰ παρὰ τὴν τοῦ Μωϋσέως
25προστασίαν τὴν ὀργὴν τοῦ Δεσπότου διέφυγον. Τοῦτο καὶ ἡμεῖς πολλάκις ποιοῦμεν, καὶ οἰκέτας ἄξια κολά‐ σεως πλημμελήσαντας οὔτε κολάσαι βουλόμενοι, οὔτε τοῦ ἐκ τῆς κολάσεως ἀπαλλάξαι φόβου, φίλοις κελεύομεν τῶν ἡμετέρων αὐτοὺς ἐξαρπάσαι χειρῶν, ὥστε καὶ τὸν
30φόβον αὐτοῖς ἐνακμάζοντα μένειν, καὶ τὰς παρ’ ἡμῶν πληγὰς διαφυγεῖν. Τοῦτο καὶ ὁ Θεὸς ἐποίησε· καὶ ὅτι ἐστὶν ἀληθὲς, ἀπ’ αὐτῶν τῶν ῥημάτων δῆλον· Ἄφες με, φησὶ, καὶ θυμωθείς. Καὶ μὴν ὅταν βουλο‐ μένους τιμωρήσασθαι μηδεὶς ἀφῇ, τότε θυμούμεθα·
35αὐτὸς δὲ λέγει, Ἄφες με καὶ θυμωθήσομαι, ἵνα μάθῃς ὅτι θυμὸς οὐ πάθος ἐστὶ περὶ Θεὸν, ἀλλ’ ἡ καθ’ ἡμῶν γινομένη κόλασις ταύτῃ καλεῖται τῇ προσηγορίᾳ. Ὅταν οὖν ἀκούσῃς τοῦ Μωϋσέως λέγοντος, Εἰ μὲν ἀφῇς αὐτοῖς τὴν ἁμαρτίαν, ἄφες, πρὸ τοῦ δούλου
40τὸν Δεσπότην ἐκπλάγηθι, ὅτι αὐτὸς αὐτῷ τῆς φιλαν‐ θρωπίας ταύτης παρέσχε τὰς ἀφορμάς. Οὐκ ἐνταῦθα
δὲ μόνον τοῦτο ἐποίησεν, ἀλλὰ καὶ πρὸς τὸν Ἱερε‐Column end

50

.

662

μίαν, καὶ πρὸς τὸν Ἰεζεκιὴλ τὸ αὐτὸ τοῦτό φησι· Περιδράμετε καὶ ἴδετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλὴμ, εἰ ἔστι τις ποιῶν κρίμα καὶ δικαιοσύνην· ἵλεως ἔσομαι αὐτοῖς. Εἶδες φιλανθρωπίαν; Τῆς μὴν ἑνὸς
5ἀρετῆς πολλοὶ συναπολαύουσι καὶ τῶν πονηρῶν· τῇ δὲ τῶν πολλῶν κακίᾳ, κἂν εἷς ὁ κατορθῶν ᾖ μεταξὺ δήμου πολλοῦ, οὐ συγκαταφέρεται· ἀλλ’ εἷς μὲν ἄν‐ θρωπος ὀρθῶς ζῶν δῆμον ὁλόκληρον ἐξαρπάσαι δυνήσεται τῆς ὀργῆς τοῦ Θεοῦ, πόλις δὲ ὁλόκληρος
10διεφθαρμένη πρὸς τὴν οἰκείαν κόλασιν καὶ τιμωρίαν ἐπισπάσασθαι τὸν εὖ βιοῦντα καὶ καθελεῖν οὐ δυνή‐ σεται. Καὶ τοῦτο ἀπὸ τοῦ Νῶε δῆλον· πάντων γοῦν ἀπολλυμένων διεσώζετο μόνος· καὶ ἀπὸ τοῦ Μωϋσέως φανερόν· μόνος γοῦν ἴσχυσε δῆμον τοσοῦτον παραι‐
15τήσασθαι. Ἐγὼ δὲ καὶ ἕτερον μεῖζον ἔχω τῆς φιλαν‐ θρωπίας τοῦ Θεοῦ δεῖγμα εἰπεῖν. Ὅταν γὰρ ζῶντας ἀνθρώπους καὶ παῤῥησίαν ἔχοντας μὴ εὕρῃ δυναμέ‐ νους ἐξαιτήσασθαι τοὺς ἡμαρτηκότας, ἐπὶ τοὺς τε‐ λευτήσαντας καταφεύγει, καὶ δι’ ἐκείνους φησὶν
20ἀφιέναι τὰ ἁμαρτήματα, ὥσπερ οὖν τῷ Ἐζεκίᾳ φη‐ σίν· Ὑπερασπιῶ τῆς πόλεως ταύτης δι’ ἐμὲ, καὶ διὰ Δαυῒδ τὸν παῖδά μου, τὸν ἤδη τετελευτηκότα. Ταῦτ’ οὖν εἰδότες ὅτι πάντα κινεῖ καὶ πραγματεύε‐ ται ὁ Θεὸς, ὥστε ἡμᾶς ἀπαλλάξαι κολάσεως καὶ τι‐
25μωρίας, πολλὰς παρέχωμεν αὐτῷ τὰς ἀφορμὰς, ἐξομο‐ λογούμενοι, μετανοοῦντες, δακρύοντες, εὐχόμενοι, τοῖς πλησίον τὴν ὀργὴν ἀφιέντες, τὴν τῶν πέλας πενίαν διορθούμενοι, ἐν ταῖς εὐχαῖς νήφοντες, τα‐ πεινοφροσύνην ἐπιδεικνύμενοι, τῶν ἁμαρτημάτων
30μεμνημένοι συνεχῶς. Οὐ γὰρ ἀρκεῖ τὸ εἰπεῖν, ὅτι ἁμαρτωλός εἰμι, ἀλλὰ δεῖ καὶ κατ’ εἶδος αὐτῶν μεμνῆσθαι τῶν πλημμελη‐ μάτων. Καθάπερ γὰρ πῦρ εἰς ἀκάνθας ἐμπεσὸν ἀφανίζει ῥᾳδίως αὐτὰς, οὕτω καὶ λογισμὸς συνεχῶς
35παρ’ ἑαυτῷ περιστρέφων τὰ πεπλημμελημένα, ῥᾳ‐ δίως αὐτὰ ἀπόλλυσι καὶ καταδύει. Ὁ δὲ Θεὸς ὁ ὑπερ‐ βαίνων ἀνομίας, ἐξαίρων ἀδικίας, καὶ τῶν ἁμαρτιῶν ἡμᾶς ἀπαλλάξειε, καὶ τῆς βασιλείας τῶν οὐρανῶν ἀξιώσειε, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν
40Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.Column end || Page end661