TLG 2062 050 :: JOANNES CHRYSOSTOMUS :: De sanctis martyribus JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos) De sanctis martyribus Citation: Vol — pg — (ln) | ||
50.645(13t) | Ἀπελθόντος τοῦ ἐπισκόπου μαρτύρων ἡμέραν ἐν τῇ χώρᾳ ἐπιτελέσαι, ἐλέχθη ἡ ὁμιλία ἐν τῇ | |
14t | πόλει εἰς μάρτυρας, καὶ περὶ κατανύξεως καὶ ἐλεημοσύνης. | |
---|---|---|
15 | αʹ. Χθὲς μαρτύρων ἡμέρα, ἀλλὰ καὶ σήμερον μαρ‐ τύρων ἡμέρα· εἴθε καὶ ἀεὶ μαρτύρων ἡμέραν ἐπ‐ ετελοῦμεν. Εἰ γὰρ οἱ περὶ τὰ θέατρα μεμηνότες, καὶ πρὸς τὴν τῶν ἵππων ἅμιλλαν κεχηνότες, οὐδέποτε λαμβάνουσι κόρον τῶν ἀτόπων θεαμάτων ἐκείνων, | |
20 | πολλῷ μᾶλλον ἡμᾶς ἀκορέστως ἔχειν δεῖ πρὸς τὰς ἑορτὰς τῶν ἁγίων. Ἐκεῖ πομπὴ διαβολικὴ, ἐνταῦθα ἑορτὴ χριστιανική· ἐκεῖ δαίμονες σκιρτῶσιν. ἐν‐ ταῦθα ἄγγελοι χορεύουσιν· ἐκεῖ ψυχῶν ἀπώλεια, ἐνταῦθα σωτηρία τῶν συλλεγομένων ἁπάντων. Ἀλλ’ | |
25 | ἔχει τινὰ ἡδονὴν ἐκεῖνα; Ἀλλ’ οὐ τοσαύτην ὅσην ταῦτα. Ποία γὰρ ἡδονὴ τρέχοντας εἰκῆ καὶ ἁπλῶς ἵππους ἰδεῖν; ἐνταῦθα δὲ οὐχὶ ἀλόγων ζεῦγος ὁρᾷς, ἀλλὰ μαρτύρων μυρία ἅρματα, καὶ τὸν Θεὸν τοῖς ἅρμασιν ἐφεστῶτα τούτοις, καὶ τὴν πρὸς τὸν οὐ‐ | |
30 | ρανὸν ὁδὸν ἐλαύνοντα. Ὅτι γὰρ αἱ ψυχαὶ τῶν ἁγίων ἅρμα εἰσὶ τοῦ Θεοῦ, ἄκουσον τοῦ προφήτου λέγον‐ τος· Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, χιλιάδες εὐ‐ θηνούντων. Ὅπερ γὰρ ἐδωρήσατο ταῖς ἄνω δυνά‐ μεσι, τοῦτο ἐχαρίσατο καὶ τῇ ἡμετέρᾳ φύσει. Ἐπὶ | |
35 | τῶν Χερουβὶμ κάθηται, καθάπερ καὶ ὁ ψαλμός φη‐ σιν· Ἐπέβη ἐπὶ τῶν χερουβὶμ, καὶ ἐπετάσθη· καὶ πάλιν, Ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, καὶ βλέπων ἀβύσσους. Τοῦτο καὶ ἡμῖν πάλιν ἔδωκεν· | |
ἐπ’ ἐκείνων κάθηται, ἐν ἡμῖν οἰκεῖ· Ἐνοικήσω γὰρ | Column end | |
50.646(15) | καὶ ἐμπεριπατήσω ἐν ὑμῖν. Ἐκεῖνοι γεγόνασιν ἅρμα, ἡμεῖς γενώμεθα ναός. Εἶδες τῆς τιμῆς τὴν συγγένειαν; εἶδες πῶς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ κάτω; Διόπερ οὐδὲν διεστήκαμεν τῶν ἀγγέλων, ἂν θέλωμεν. Ἀλλ’ ὅπερ ἔφην ἀρχόμενος, χθὲς μαρτύ‐ | |
20 | ρων ἡμέρα, καὶ σήμερον μαρτύρων ἡμέρα, οὐχὶ τῶν παρ’ ἡμῖν, ἀλλὰ τῶν ἐν τῇ χώρᾳ· μᾶλλον δὲ κἀκεῖνοι παρ’ ἡμῖν. Πόλις μὲν γὰρ καὶ χώρα ἐν τοῖς βιωτικοῖς πράγμασιν ἀλλήλων διεστήκασι, κατὰ δὲ τὸν τῆς εὐσεβείας λόγον κοινωνοῦσι καὶ ἥνωνται. | |
25 | Μὴ γάρ μοι τὴν βάρβαρον αὐτῶν φωνὴν ἴδῃς, ἀλλὰ τὴν φιλοσοφοῦσαν αὐτῶν διάνοιαν. Τί γάρ μοι ὄφε‐ λος τῆς ὁμοφωνίας, ὅταν τὰ τῆς γνώμης ᾖ διῃρη‐ μένα; τί δέ μοι βλάβος τῆς ἑτεροφωνίας, ὅταν τὰ τῆς πίστεως ᾖ συνημμένα; Κατὰ τὸν λόγον τοῦτον | |
30 | οὐδὲν οὔτε χώρα πόλεως εὐτελεστέρα· ἐν γὰρ τῷ κεφαλαίῳ τῶν ἀγαθῶν τὴν ἰσοτιμίαν ἔχουσι. Διὰ τοῦτο καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς οὐχὶ ταῖς πόλεσι μὲν ἐνδιέτριβε, τὰς δὲ χώρας ἠφίει κενὰς καὶ ἐρήμους, ἀλλὰ διεπορεύετο κατὰ πόλεις καὶ κώμας, | |
35 | κηρύσσων τὸ εὐαγγέλιον καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. Τοῦτον καὶ ὁ κοινὸς ἡμῶν ποι‐ μὴν καὶ διδάσκαλος μιμησάμενος, ἀφῆκεν ἡμᾶς καὶ πρὸς ἐκείνους ἔδραμε· μᾶλλον δὲ οὐκ ἀφῆκεν ἡμᾶς | |
πρὸς ἐκείνους ἀπελθών· πρὸς γὰρ τοὺς ἀδελφοὺς τοὺς | 645 | |
50.647 | ἡμετέρους ἀπῆλθε. Καὶ καθάπερ τῆς ἑορτῆς τῶν Μακκαβαίων ἐπιτελουμένης, πᾶσα ἡ χώρα εἰς τὴν πόλιν ἐξεχύθη· οὕτω τῆς ἑορτῆς τῶν ἐκεῖ μαρτύρων ἀγομένης, νῦν τὴν πόλιν ἅπασαν πρὸς ἐκείνους με‐ | |
5 | ταστῆναι ἐχρῆν. Διὰ γὰρ τοῦτο οὐκ ἐν πόλεσι μόνον κατεφύτευσε μάρτυρας ὁ Θεὸς, ἀλλὰ καὶ ἐπὶ τῆς χώρας αὐτῆς, ἵνα ἐκ τῆς τῶν ἑορτῶν ὑποθέσεως πρόφασιν ἔχωμεν ἀναγκαίαν τῆς πρὸς ἀλλήλους ἐπι‐ μιξίας, καὶ πλείους ἐπὶ τῆς χώρας ἢ ἐπὶ τῆς πό‐ | |
10 | λεως. Τῷ γὰρ ὑστεροῦντι τὴν περισσοτέραν τιμὴν ἔδωκεν ὁ Θεός· ἀσθενέστερον γάρ ἐστιν ἐκεῖνο τὸ μέρος· διὰ τοῦτο πλείονος ἀπήλαυσε τῆς θεραπείας. Οἱ μὲν γὰρ τὰς πόλεις οἰκοῦντες συνεχοῦς ἀπο‐ λαύουσι διδασκαλίας, οἱ δὲ ἐν ἀγροικίᾳ ζῶντες, οὐ | |
15 | τοσαύτης μετέχουσιν ἀφθονίας. Τὴν πενίαν τοίνυν τῶν διδασκόντων ἐν τῇ δαψι‐ λείᾳ τῶν μαρτύρων παραμυθούμενος ὁ Θεὸς, ᾠκο‐ νόμησε πλείους παρ’ ἐκείνοις ταφῆναι μάρτυρας. Οὐκ ἀκούουσι διδασκάλων γλώττης ἐκεῖνοι διηνε‐ | |
20 | κῶς, ἀλλὰ μαρτύρων φωνῆς ἀπὸ τοῦ τάφου διαλε‐ γομένης αὐτοῖς καὶ μείζονα ἰσχὺν ἐχούσης. Καὶ ἵνα μάθητε, ὅτι μείζονα ἰσχὺν ἔχουσι μάρτυρες καὶ σιω‐ πῶντες ἡμῶν τῶν φθεγγομένων, πολλοὶ πολλάκις διαλεγόμενοι πολλοῖς περὶ ἀρετῆς οὐδὲν ἤνυσαν· | |
25 | ἕτεροι δὲ σιγῶντες μέγιστα κατώρθωσαν διὰ τὴν τοῦ βίου λαμπρότητα· ὥστε πολλῷ πλέον οἱ μάρ‐ τυρες τοῦτο εἰργάσαντο, τὴν μὲν διὰ τῆς γλώττης οὐκ ἀφιέντες φωνὴν, τὴν δὲ διὰ τῶν πραγμάτων αὐτῶν πολὺ τῆς ἀπὸ τοῦ στόματος οὖσαν ὑψηλοτέραν, δι’ | |
30 | ἧς πρὸς πᾶσαν τὴν τῶν ἀνθρώπων διαλέγονται φύ‐ σιν, ταῦτα τὰ ῥήματα λέγοντες· Ἐμβλέψατε εἰς ἡμᾶς, ὅσα ἐπάθομεν δεινά. Τί γὰρ ἐπάθομεν θανάτῳ καταδι‐ κασθέντες, καὶ ζωὴν εὑρόντες διηνεκῆ; Κατηξιώθη‐ μεν ἀποθέσθαι τὰ σώματα διὰ τὸν Χριστόν· εἰ δὲ διὰ | |
35 | τὸν Χριστὸν μὴ παρεχωρήσαμεν αὐτῶν νῦν, μικρὸν ὕστερον ἐμέλλομεν καὶ ἄκοντες αὐτῶν ἀποστή‐ σεσθαι τῆς προσκαίρου ζωῆς. Εἰ καὶ μὴ μαρτύριον παρελθὸν ἔλαβεν, ἀλλ’ ὁ κοινὸς τῆς φύσεως θάνατος ἐπελθὼν κατέλυσεν αὐτά. Διὰ ταῦτα οὐ παυόμεθα | |
40 | εὐχαριστοῦντες τῷ Θεῷ, ὅτι κατηξίωσεν ἡμᾶς τῷ πάντως ὀφειλομένῳ θανάτῳ πρὸς σωτηρίαν τῶν ἡμετέρων ἀποχρήσασθαι ψυχῶν, καὶ τὸ κατ’ ἀνάγ‐ κην ὀφειλόμενον ἐν δωρεᾶς τάξει ἔλαβε παρ’ ἡμῶν, καὶ μετὰ τῆς μεγίστης τιμῆς. Ἀλλ’ αἱ βάσανοι φορ‐ | |
45 | τικαὶ, καὶ ἐπαχθεῖς. Ἀλλ’ ἐν βραχείᾳ καιροῦ ῥοπῇ, ἡ δὲ ἐκ τούτων ἄνεσις ἐν τοῖς ἀθανάτοις αἰῶσι· μᾶλλον δὲ οὐδὲ ἐν βραχείᾳ καιροῦ ῥοπῇ φορτικαὶ αἱ βάσανοι τοῖς εἰς τὰ μέλλοντα βλέπουσι, καὶ πρὸς τὸν ἀγωνοθέτην κεχηνόσιν. Ἐπεὶ καὶ ὁ μακάριος Στέφα‐ | |
50.647(50) | νος, ἐπειδὴ τὸν Χριστὸν ἑώρα τοῖς τῆς πίστεως ὀφθαλμοῖς, διὰ τοῦτο τῶν λίθων τὰς νιφάδας οὐκ εἶδεν, ἀλλ’ ἀντ’ ἐκείνων τὰ βραβεῖα καὶ τοὺς στεφά‐ νους ἠρίθμει. Καὶ σὺ τοίνυν μετάστησον ἀπὸ τῶν παρόντων πρὸς τὸ μέλλον τὸ ὄμμα, καὶ οὐδὲ βραχεῖαν | |
55 | τῶν δεινῶν λήψῃ τὴν αἴσθησιν. βʹ. Ταῦτα καὶ πλείονα τούτων οἱ μάρτυρες λέγουσι, καὶ πείθουσι πολλῷ μᾶλλον, ἢ ἡμεῖς. Ἐγὼ μὲν γὰρ ἂν εἴπω ὅτι οὐδὲν ἔχει φορτικὸν ἡ βάσανος, οὐκ εἰμὶ ἀξιόπιστος ταῦτα λέγων· λόγῳ γὰρ τὰ τοιαῦτα | |
60 | φιλοσοφεῖν οὐδὲν δύσκολον· ὁ δὲ μάρτυς τὴν διὰ τῶν πραγμάτων φωνὴν ἀφιεὶς, οὐδένα ἔχει τὸν ἀντιλέ‐ | |
γοντα. Καὶ καθάπερ ἐπὶ τῶν βαλανείων γίνεται ἔν‐ | Column end | |
50.648 | δον, ὅταν ἀναζέῃ τῶν θερμῶν ὑδάτων ἡ κολυμβή‐ θρα, καὶ μηδεὶς θαῤῥῇ καταβαίνειν, ἕως μὲν ἂν διὰ λόγων παρακαλῶσιν ἀλλήλους οἱ ἐπὶ τοῦ χείλους καθήμενοι, οὐδένα μᾶλλον πείθουσιν· ἐπειδὰν δὲ εἷς | |
5 | τις ἐξ αὐτῶν ἢ τὴν χεῖρα καθίῃ, ἢ τὸν πόδα χαλάσας μετὰ τοῦ θαῤῥεῖν ὅλον ἐναφίῃ τὸ σῶμα, σιγῶν τῶν πολλὰ φθεγγομένων μᾶλλον ἂν ἔπεισε τοὺς ἄνω καθημένους κατατολμῆσαι τῆς κολυμβήθρας· οὕτω καὶ ἐπὶ τῶν μαρτύρων· καὶ γὰρ ἐνταῦθα ἀντὶ τῆς | |
10 | κολυμβήθρας τῶν ὑδάτων ἡ πυρὰ πρόκειται. Οἱ μὲν οὖν ἔξωθεν περιεστηκότες κἂν μυρίοις λόγοις παρα‐ καλῶσιν, οὐ σφόδρα πείθουσιν· ὅταν δὲ εἷς τις τῶν μαρτύρων μὴ τὸν πόδα, μηδὲ τὴν χεῖρα μόνον χα‐ λάσῃ κάτω, ἀλλ’ ὅλον ἐπαφῇ τὸ σῶμα, πάσης παρ‐ | |
15 | αινέσεως καὶ συμβουλῆς δυνατωτέραν παρεχόμενος τὴν διὰ τῶν πραγμάτων πεῖραν, ἐκβάλλει τῶν πε‐ ριεστηκότων τὴν ἀγωνίαν. Εἴδετε πῶς δυνατωτέρα καὶ σιγώντων ἡ φωνὴ τῶν μαρτύρων; Διὰ τοῦτο ἀφῆκεν ἡμῖν τὰ σώματα | |
20 | αὐτῶν ὁ Θεός· διὰ τοῦτο πάλαι νικήσαντες, οὐδέπω καὶ νῦν ἀνέστησαν, ἀλλὰ τοὺς μὲν ἄθλους ὑπέμει‐ ναν πρὸ τοσούτου χρόνου, τῆς δὲ ἀναστάσεως οὐδέπω ἐπέτυχον, οὐδέπω διὰ σὲ καὶ τὴν ὠφέλειαν τὴν σὴν, ἵνα καὶ σὺ ἐκεῖνον τὸν ἀθλητὴν ἐννοῶν πρὸς | |
25 | τὸν αὐτὸν δρόμον διεγερθῇς. Τούτοις μὲν γὰρ οὐδὲν βλάβος ἀπὸ τῆς ἀναβολῆς γίνεται· σοὶ δὲ μέγιστον ὄφελος ἐκ τῆς ὑποθέσεως τίκτεται. Ἐκεῖνοι μὲν γὰρ μετὰ ταῦτα ἀπολήψονται, κἂν μὴ νῦν ἀπολαμ‐ βάνωσιν· εἰ δὲ ἐξήρπασεν αὐτοὺς ἐκ τοῦ μέσου νῦν, | |
30 | πολλὴν ἂν ἡμῶν παράκλησιν καὶ παραμυθίαν ἀφεί‐ λετο· μεγίστη γὰρ ὄντως παράκλησις καὶ παραμυ‐ θία ἀπὸ τῶν τάφων τῶν ἁγίων τούτων πᾶσιν ἀν‐ θρώποις προσγίνεται. Καὶ τῶν λεγομένων ὑμεῖς μάρτυρες. Πολλάκις γοῦν ἡμῶν ἀπειλούντων, κολα‐ | |
35 | κευόντων, φοβούντων, προτρεπόντων, οὐ τοσαύτην ἐδέξασθε προθυμίαν εἰς εὐχὴν, οὐδὲ διηγέρθητε· εἰς δὲ μαρτύριον ἀπελθόντες, οὐδενὸς συμβουλεύοντος, τὸν τάφον μόνον ἰδόντες, τῶν ἁγίων πολλὰς ἐξεχέατε δακρύων πηγὰς, καὶ διεθερμάνθητε ἐν ταῖς εὐχαῖς. | |
40 | Καίτοι γε ἄφωνος ὁ μάρτυς κεῖται ἐν πολλῇ τῇ σιγῇ. Τί ποτ’ οὖν ἐστι τὸ κεντοῦν τὸ συνειδὸς, καὶ ποιοῦν ὥσπερ ἐκ πηγῆς ἀναβλύζειν τοὺς τῶν δακρύων κρουνούς; Αὐτὴ τοῦ μάρτυρος ἡ φαντασία, καὶ τῶν κατορθωθέντων πάντων ἡ μνήμη. Καθάπερ γὰρ οἱ | |
45 | πένητες, ἐπειδὰν ἴδωσι πλουτοῦντας ἑτέρους ἐν ἀξιώ‐ μασιν ὄντας, δορυφορουμένους, πολλῆς παρὰ βασι‐ λέως τιμῆς ἀπολαύοντας, ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐν ταῖς ἑτέρων εὐπραγίαις μανθάνοντες ἀπο‐ δύρονται· οὕτω δὴ καὶ ἡμεῖς, ἐπειδὰν ἀναμνησθῶ‐ | |
50.648(50) | μεν τῆς τῶν μαρτύρων παῤῥησίας, ἣν ἔχουσι πρὸς τὸν βασιλέα τῶν ὅλων Θεὸν, καὶ τῆς λαμπρότητος καὶ τῆς δόξης, καὶ τῶν οἰκείων ἀναμνησθῶμεν ἁμαρ‐ | |
τημάτων ἀκριβέστερον τὴν ἑαυτῶν πενίαν ἐκ τῆς | 647 | |
50.649 | ἐκείνων εὐπορίας κατιδόντες ἀλγοῦμεν καὶ ὀδυνώ‐ μεθα, καταμανθάνοντες ὅσον αὐτῶν ἀπολιμπανό‐ μεθα· καὶ τοῦτό ἐστι τὸ ποιοῦν τὰ δάκρυα. Διὰ τοῦτο ἡμῖν τὰ σώματα ἀφῆκεν ἐνταῦθα ὁ Θεὸς, ἵν’ ὅταν ὁ | |
5 | τῶν πραγμάτων ὄχλος καὶ φροντίδων πλῆθος βιω‐ τικῶν σκότος πολὺ τῆς διανοίας κατασκεδάσῃ τῆς ἡμετέρας, ἢ ἐξ ἰδιωτικῶν ἢ ἐκ δημοσίων πραγμά‐ των (πολλὰ δὲ τοιαῦτα), τὴν οἰκίαν ἀφέντες, τῆς πόλεως ἐξελθόντες, πολλὰ χαίρειν τοῖς θορύβοις | |
10 | τούτοις εἰπόντες, ἀναχωρήσωμεν εἰς μαρτύριον, ἀπολαύσωμεν τῆς αὔρας ἐκείνης τῆς πνευματικῆς, ἐπιλαθώμεθα τῆς πολλῆς σχολῆς, ἐντρυφήσωμεν τῇ ἡσυχίᾳ, συγγενώμεθα τοῖς ἁγίοις, παρακαλέσωμεν αὐτῶν τὸν ἀγωνοθέτην ὑπὲρ τῆς ἡμετέρας σωτη‐ | |
15 | ρίας, πολλὰς ἱκετηρίας ἐκχέωμεν, διὰ τούτων πάν‐ των ἀποθέμενοι τὸ βάρος τοῦ συνειδότος, μετὰ πολλῆς τῆς ψυχαγωγίας οἴκαδε πάλιν ἐπανέλ‐ θωμεν. Μαρτύρων θῆκαι οὐδὲν ἄλλο εἰσὶν, ἀλλ’ ἢ λιμένες | |
20 | ἀσφαλεῖς, καὶ πηγαὶ ναμάτων πνευματικῶν, καὶ θησαυροὶ περιουσίας ἀνάλωτοι, μηδέποτε ἐλεγχό‐ μενοι. Καὶ καθάπερ οἱ λιμένες ὑποδεχόμενοι τὰ πλοῖα πολλοῖς κύμασι περιαντληθέντα ἐν ἀσφαλείᾳ καθι‐ στῶσιν, οὕτω δὴ καὶ τῶν μαρτύρων αἱ θῆκαι ὑποδε‐ | |
25 | ξάμεναι τὰς ἡμετέρας ψυχὰς βιωτικοῖς πράγμασι περιαντλουμένας ἐν πολλῇ καθιστῶσι γαλήνῃ καὶ ἀσφαλείᾳ· καὶ ὥσπερ αἱ πηγαὶ τῶν ψυχρῶν ναμά‐ των τὰ πεπονηκότα καὶ καταφλεχθέντα ἀνακτῶνται σώματα, οὕτω δὴ καὶ αὗται τὰς ἀπὸ τῶν ἀτόπων | |
30 | παθῶν κατακαυθείσας ψυχὰς καταψύχουσι, καὶ ἐπιθυμίαν ἄτοπον, καὶ φθόνον τήκοντα, καὶ θυμὸν ζέοντα, καὶ εἴ τι τοιοῦτον ἕτερον διενοχλήσειεν, ἀπὸ τῆς ὄψεως μόνης κατασβέννυσι, καὶ θησαυρῶν δὲ ἐκ πολλῆς τῆς περιουσίας βελτίους εἰσίν. Οἱ μὲν γὰρ | |
35 | τῶν χρημάτων θησαυροὶ πολλοὺς παρέχουσι κινδύ‐ νους τοῖς εὑρίσκουσιν αὐτοὺς, καὶ εἰς πολλὰ μέρη διαιρεθέντες, ἐλάττους γίνονται τῇ διανομῇ· ἐνταῦθα δὲ οὐδὲν τοιοῦτόν ἐστιν, ἀλλ’ ἀκίνδυνος μὲν ἡ εὕρε‐ σις, ἀμείωτος δὲ ἡ διαίρεσις, ἀπεναντίας τοῖς αἰ‐ | |
40 | σθητοῖς θησαυροῖς. Ἐκεῖνοι μὲν γὰρ, ὡς ἔφθην εἰ‐ πὼν, κατακερματισθέντες ἐλάττους γίνονται· οὗτοι δὲ ὅταν εἰς πολλοὺς διαιρεθῶσι, τότε μᾶλλον τὴν οἰκείαν ἐνδείκνυνται εὐπορίαν. Τοιαύτη γὰρ τῶν πνευματικῶν πραγμάτων ἡ φύσις· αὔξεται τῇ δια‐ | |
45 | νομῇ, καὶ πλείων γίνεται τῇ διαιρέσει. Οὐχ οὕτω λει‐ μῶνές εἰσι τερπνοὶ, ῥόδα καὶ ἴα παρεχόμενοι τοῖς θεωμένοις, ὡς μαρτύρων τάφοι, ἀμάραντόν τινα καὶ ἀκατάλυτον ταῖς ψυχαῖς παρεχόμενοι τῶν θεωμένων τὴν ἡδονήν. | |
50.649(50) | γʹ. Ἁψώμεθα τοίνυν τῶν θηκῶν ἐκείνων μετὰ πί‐ στεως, διαθερμανθῶμεν τὴν διάνοιαν, κινήσωμεν ὀδυρμούς. Πολλὰ ἡμῖν ἡμάρτηται καὶ μεγάλα ἁμαρ‐ τήματα· διὰ τοῦτο πολλῆς δεόμεθα τῆς θεραπείας, σφοδρᾶς τῆς ἐξομολογήσεως. Ἔῤῥευσαν οἱ ἅγιοι μάρ‐ | |
55 | τυρες αἷμα, ῥευσάτωσάν σοι οἱ ὀφθαλμοὶ δάκρυα· δύνανται καὶ δάκρυα πυρὰν ἁμαρτημάτων κατασβέ‐ σαι· κατεξάνθησαν ἐκεῖνοι τὰς πλευρὰς, δημίους εἶδον περιεστῶτας· τοῦτο καὶ σὺ ποίησον ἐπὶ τῷ συνειδότι· κάθισον τὸν λογισμὸν δικάζοντα ἐπὶ τοῦ | |
60 | θρόνου τῆς ἀδεκάστου διανοίας, παράγαγε τὰ ἡμαρ‐ τημένα σοι πάντα εἰς μέσον, φοβεροὺς ἐπίστησον τοῖς πλημμελήμασι λογισμοὺς, κόλασον τὰς ἀτό‐ | |
πους ἐνθυμήσεις, ἐξ ὧν τὰ ἁμαρτήματα γέγονε, | Column end | |
50.650 | μετὰ πολλῆς καταξαινέσθω τῆς σφοδρότητος. Ἐὰν οὕτω μελετήσωμεν δικάζειν ἑαυτοὺς, καὶ φευ‐ ξόμεθα τὸ φοβερὸν ἐκεῖνο κριτήριον. Ὅτι γὰρ ὁ κρίνων ἑαυτὸν νῦν, καὶ τῶν ἡμαρτημένων εὐ‐ | |
5 | θύνας ἑαυτὸν ἀπαιτῶν ἀκριβεῖς, οὐ δώσει κατὰ τὸ μέλλον δίκην, ἄκουσον τοῦ Παύλου λέγοντος· Εἰ γὰρ ἐκρίνομεν ἑαυτοὺς, οὐκ ἂν ἐκρινόμεθα ὑπὸ τοῦ Κυρίου. Τοῖς γὰρ ἀναξίως μετέχουσι τῶν μυστηρίων ἐγκαλῶν, οὕτως ἔλεγεν· Ὁ ἐσθίων καὶ | |
10 | πίνων ἀναξίως, ἔνοχος ἔσται τοῦ σώματος καὶ τοῦ αἵματος τοῦ Κυρίου. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· ὥσπερ οἱ σταυρώσαντες, φησὶ, τὸν Ἰησοῦν, οὕτω καὶ οἱ τῶν μυστηρίων ἀναξίως μετέχοντες δίκην δώσουσιν. Καὶ μὴ καταγνώσωσί τινες ὑπερβολὴν τοῦ | |
15 | λόγου. Ἱμάτιόν ἐστι βασιλικὸν τὸ σῶμα τὸ δεσποτι‐ κόν· τὴν δὲ ἁλουργίδα τὴν βασιλικὴν καὶ ὁ διαῤῥήξας καὶ ὁ χερσὶν ἀκαθάρτοις μολύνας ὁμοίως ὕβρισαν· διὸ καὶ ὁμοίως κολάζονται· οὕτω καὶ ἐπὶ τοῦ σώμα‐ τος τοῦ Χριστοῦ γίνεται. Ἰουδαῖοι μὲν αὐτὸ διέῤῥη‐ | |
20 | ξαν τοῖς ἥλοις ἐπὶ τοῦ σταυροῦ, σὺ δὲ ἐν ἁμαρτήμασι ζῶν, ἀκαθάρτῳ τε γλώττῃ καὶ διανοίᾳ. Διὰ τοῦτο καὶ τὴν αὐτὴν ἐπήρτησέ σοι δίκην ὁ Παῦλος, καὶ ἐπάγει λέγων· Διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄῤῥωστοι, καὶ κοιμῶνται ἱκανοί. Εἶτα | |
25 | δεικνὺς ὅτι οἱ τὰς εὐθύνας τῶν ἁμαρτημάτων ἑαυτοὺς ἀπαιτοῦντες ἐνταῦθα, δικάζοντες αὐτῶν τοῖς πλημ‐ μελήμασι, καὶ μηκέτι τοῖς αὐτοῖς περιπίπτοντες, δυνήσονται ἐξαρπάσαι τῆς μελλούσης ἑαυτοὺς ψήφου τῆς φοβερᾶς ἐκείνης καὶ ἀπαραιτήτου, προσέθηκε | |
30 | λέγων· Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινό‐ μεθα· νυνὶ δὲ κρινόμενοι ὑπὸ τοῦ Κυρίου παι‐ δευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν. Καταξάνωμεν τοίνυν ἡμῶν τὴν διάνοιαν, σφοδρῶς ἐπιτιμῶντες τοῖς ἀκολάστοις τῶν λογισμῶν· ἀπο‐ | |
35 | σμήξωμεν ἡμῶν τὰς κηλῖδας διὰ τῶν δακρύων· μέγας τῶν ὀδυρμῶν τούτων ὁ καρπὸς, μεγάλη πα‐ ράκλησις καὶ παραμυθία. Ὥσπερ γὰρ μεγάλη τοῦ γέλωτος καὶ τῆς διαχύσεως ἡ κόλασις, οὕτω καὶ ὁ διηνεκὴς ὀδυρμὸς παράκλησιν ἐμποιεῖ. Μακάριοι | |
40 | γὰρ, φησὶν, οἱ πενθοῦντες, ὅτι παρακληθήσονται. Οὐαὶ τοῖς γελῶσιν, ὅτι αὐτοὶ κλαύσονται. Διὰ τοῦτο καὶ ὁ Παῦλος, καίτοι μηδὲν ἑαυτῷ συνειδὼς ἁμάρτημα, ἐν δάκρυσι καὶ θρήνοις τὸν πάντα δι‐ έτριβε χρόνον. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ μακάριος | |
45 | ἐκεῖνος· Τριετίαν νύκτα καὶ ἡμέραν, φησὶν, οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον ὑμῶν. Ἐκεῖνος τριετίαν, ἡμεῖς κἂν μῆνα ἕνα· ἐκεῖνος νύκτας καὶ ἡμέρας, ἐκεῖνος ὑπὲρ ἀλλοτρίων ἁμαρτημάτων, ἡμεῖς κἂν ὑπὲρ τῶν οἰκείων πλημμε‐ | |
50.650(50) | λημάτων· ἐκεῖνος οὐδὲν ἑαυτῷ συνειδὼς, ἡμεῖς κἂν διὰ τὴν βαρεῖαν ἡμῶν συνείδησιν. Τίνος δὲ ἕνεκεν κλαίει; διὰ τί μὴ διδάσκει καὶ παραινεῖ μόνον, ἀλλὰ καὶ δάκρυα προστίθησι; Καθάπερ πατὴρ φιλόστοργος παῖδα ἔχων μονογενῆ ἀῤῥωστίᾳ περιπεσόντα, μὴ | |
55 | προσιέμενον τὰ φάρμακα τῶν ἰατρῶν, ἀλλὰ διωθού‐ | |
μενον, παρακαθήμενος κολακεύει, φιλεῖ, περιπτύσ‐ | 649 | |
50.651 | σεται τῇ τῆς θεραπείας ὑπερβολῇ βουλόμενος ἐπι‐ σπάσασθαι, καὶ πεῖσαι δέξασθαι τὴν ἀπὸ τῆς θε‐ ραπείας διόρθωσιν· οὕτω καὶ ὁ Παῦλος τοὺς παν‐ ταχοῦ τῆς οἰκουμένης πιστοὺς, καθάπερ υἱὸν | |
5 | μονογενῆ φιλῶν, καὶ ὁρῶν πολλοὺς πονηρίᾳ πε‐ ριπεσόντας καὶ ἀῤῥωστίαις ἀνιάτοις ψυχῆς, εἶτα εὐκόλως οὐ δεχομένους τὸν ἔλεγχον, οὐδὲ τὴν ἐκ τῆς ἐπιτιμήσεως διόρθωσιν, ἀλλ’ ἀποπηδῶντας, τοῖς δά‐ κρυσι κατεῖχεν, ἵνα ὀδυρόμενον αὐτὸν καὶ θρηνοῦντα | |
10 | ἰδόντες, καὶ πρὸς τὴν ὄψιν κατακλασθέντες αὐτὴν, ἀνάσχωνται τῆς ἰατρείας, καὶ τὴν ἀῤῥωστίαν ἀποθέ‐ μενοι πρὸς ὑγείαν ἐπανέλθωσι πάλιν· διὰ τοῦτο νου‐ θετῶν ἐδάκρυεν ἀεί. Εἰ δὲ τοσαύτῃ περὶ τὰ ἀλλότρια ἁμαρτήματα προ‐ | |
15 | νοίᾳ κέχρηται Παῦλος, πόσῃ πρὸς τὴν τῶν οἰκείων διόρθωσιν ἡμᾶς προθυμίᾳ κεχρῆσθαι δεῖ; Καὶ γὰρ πολλὴ τῆς κατὰ Θεὸν λύπης ἡ δύναμις εἰς ὠφελείας λόγον, καὶ περὶ ταύτης ὁ Ἡσαΐας διηγούμενος οὕτως ἔλεγε, μᾶλλον δὲ ὁ Θεὸς δι’ Ἡσαΐα· Δι’ ἁμαρτίας | |
20 | βραχύ τι ἐλύπησα αὐτόν. Οὐδὲ ἀξίαν, φησὶν, ἐπέθηκα τῆς πλημμελείας τὴν κόλασιν. Ἐν μὲν γὰρ τοῖς κατορθώμασιν ὑπερβαίνει τὰ μέτρα ταῖς ἀντιδόσεσιν ὁ Θεὸς, ἐν δὲ τοῖς ἁμαρτήμασι, διὰ τὴν αὐτοῦ φιλανθρωπίαν ἐλέγχων πολλαχοῦ, βρα‐ | |
25 | χεῖαν τὴν κόλασιν ἐπάγει τῶν πεπλημμελημένων. Ὅπερ οὖν καὶ ἐνταῦθα αἰνιττόμενος ἔλεγε· Δι’ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν, καὶ εἶδον, ὅτι ἐλυπήθη, καὶ ἐπορεύθη στυγνὸς, καὶ ἰασάμην τὰς ὁδοὺς αὐτοῦ. | |
30 | δʹ. Ὁρᾷς πῶς καὶ ταχίστη καὶ πολλὴ τῆς μετανοίας ἡ ὠφέλεια; Ὀλίγα κολάσας αὐτὸν ὑπὲρ ἁμαρτημάτων, φησὶν, ἐπειδὴ εἶδον κατηφῆ γενόμενον καὶ στυγνὸν, καὶ αὐτὴν τὴν μικρὰν ἀνῆκα τιμω‐ ρίαν· οὕτω καὶ ἕτοιμός ἐστι πρὸς τὰς ἡμετέρας | |
35 | καταλλαγὰς ὁ Θεὸς, καὶ πρόφασιν βραχεῖαν ἐπι‐ ζητεῖ μόνον. Παρέχωμεν τοίνυν αὐτῷ τῆς πρὸς ἡμᾶς φιλίας τὰς ἀφορμὰς, καθαρούς τε ἁμαρτημάτων ἑαυτοὺς πειρώμεθα διασώζειν, καὶ εἴποτε ὑποσκε‐ λισθείημεν, διαναστῶμεν ταχέως πενθοῦντες τὰ | |
40 | πεπλημμελημένα μετὰ πολλῆς τῆς ἀκριβείας, ἵνα τῆς κατὰ Θεὸν χαρᾶς ἐπιτύχωμεν. Εἰ γὰρ ἐπειδὴ ἐλυπήθη, καὶ στυγνὸς ἐπορεύθη, κατήλλαξε τὸν Θεὸν, ὁ καὶ δάκρυα προσθεὶς, καὶ μετὰ πολλῆς αὐτὸν ἐκτενείας καλῶν, τὶ οὐκ ἐργάσεται; Οἶδα | |
45 | ὅτι διεθερμάνθη νῦν ὑμῶν ἡ διάνοια, ἀλλ’ ὅπως τὴν θερμότητα ταύτην μὴ ἐξελθόντες ἔξω καταψύξω‐ μεν, ἀλλ’ ἐν ἑαυτοῖς κατάσχωμεν, τοῦτο ποιήσωμεν. Εὔφορος ἡ χώρα τῆς ὑμετέρας διανοίας, δέχεται τὰ σπέρματα, καὶ εὐθέως δίδωσι τοὺς στάχυας, οὐ | |
50.651(50) | δεῖται ἀναβολῆς, οὐδὲ χρόνου· ἀλλὰ φοβοῦμαι τὸν ἐχθρὸν τὸν ὑμέτερον. Ἔξω τῆς ἐκκλησίας ἕστηκεν ὁ διάβολος· εἰς γὰρ τὴν ἱερὰν ταύτην μάνδραν εἰσελθεῖν οὐ τολμᾷ· ἔνθα γὰρ ποίμην Χριστοῦ, λύκος οὐ φαίνεται, ἀλλ’ ἔξω | |
55 | τὸν ποιμένα δεδοικὼς ἕστηκεν. Ἂν ἐξέλθωμεν ἐντεῦ‐ θεν, εὐθέως μὴ πρὸς συνουσίας ἀκαίρους, ἢ πρὸς λόγους ἀνονήτους, καὶ διατριβὰς ἀκερδεῖς ἑαυτοὺς ἐκδῶμεν, ἀλλ’ ὡς ἔχομεν ἐν τῇ μνήμῃ τὰ εἰρημένα, τρέχωμεν οἴκαδε, καὶ καθίσας ἕκαστος μετὰ τῆς | |
60 | γυναικὸς, μετὰ τῶν παίδων μελετάτω μετὰ ἀκρι‐ βείας τὰ εἰρημένα. Εἰ δὲ μὴ βούλεσθε οἴκαδε ἀναχω‐ ρεῖν, φίλους τοὺς κοινωνοὺς τῆς ἀκροάσεως ὑμῖν συλλέξαντες κατ’ ἰδίαν συνεδρεύετε, καὶ τὰ παρ’ ἑαυ‐ τοῦ φέρων ἕκαστος ἅπερ ἴσχυσε διατηρῆσαι, ἀπηρ‐ | |
65 | τισμένην ἐκ δευτέρου ποιεῖσθε τὴν διδασκαλίαν, ἵνα | Column end |
50.652 | μὴ μάτην ἐνταῦθα συλλέγησθε. Λύχνος γάρ ἐστι τοῦ Θεοῦ τὰ προστάγματα· Λύχνος γὰρ ἐντολὴ νόμου καὶ φῶς, καὶ ζωὴ, καὶ ἔλεγχος, καὶ παιδεία· ὁ δὲ τὸν λύχνον ἀνάπτων, οὐχ ἵσταται ἐπὶ τῆς ἀγορᾶς, | |
5 | ἀλλ’ οἴκαδε τρέχει, ὥστε μὴ ἀνέμων προσβολῇ κατα‐ σβέσαι τὸ πῦρ, μήτε μακρᾷ διατριβῇ ἀναλῶσαι τὴν φλόγα· οὕτω δὴ καὶ ἡμεῖς ποιῶμεν. Ἀνῆψεν ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον τὴν παρ’ ἑαυτοῦ διδασκαλίαν· ἐξελ‐ θόντες τοίνυν καὶ τῆς ἀκροάσεως γέμοντες, κἂν φί‐ | |
10 | λον, κἂν συγγενῆ, κἂν οἰκεῖον, κἂν ἄλλον ὁντιναοῦν ἀπαντήσαντα ἴδωμεν, παραδράμωμεν, ἵνα μὴ διαλε‐ γομένων ἡμῶν πρὸς ἐκεῖνον ἀνόνητα καὶ περιττὰ, κατασβεσθῇ μεταξὺ τῆς διδασκαλίας τὸ πῦρ, ἀλλ’ ἀκμάζῃ ὥσπερ ἐν οἰκίᾳ τῇ διανοίᾳ, καὶ ἐφ’ ὑψηλοῦ | |
15 | τοῦ λογισμοῦ καθάπερ ἐπὶ λυχνίας τινὸς καιόμενον ἅπαντα τὰ ἔνδον φωτίζῃ. Καὶ γὰρ ἄτοπον τὴν μὲν οἰκίαν μηδέποτε ἀνέχεσθαι ἐν ἑσπέρᾳ χωρὶς λύχνου καὶ φωτὸς ὁρᾷν, τὴν δὲ ψυχὴν ἔρημον διδασκαλίας ὁρᾷν. Ἐντεῦθεν τὰ πολλὰ τῶν ἁμαρτημάτων ἡμῖν | |
20 | συνίστανται, ὅτι οὐ ταχέως λύχνον ἀνάπτομεν τῇ ψυχῇ· ἐντεῦθεν καθ’ ἑκάστην ἡμέραν προσπταίομεν· ἐντεῦθεν πολλὰ ἁπλῶς καὶ ὡς ἔτυχεν ἡμῖν ἐν τῇ διανοίᾳ κεῖται, ἐπειδὴ τὴν τῶν θείων λόγων ἀκρόασιν δεχόμενοι, πρὶν ἢ τὰ πρόθυρα ὑπερβῆναι | |
25 | τῆς ἐκκλησίας, εὐθέως ῥίπτομεν, καὶ τὸ φῶς κατα‐ σβέσαντες, μετὰ πολλοῦ τοῦ ζόφου βαδίζομεν. Ἀλλ’ εἰ καὶ ἔμπροσθεν ταῦτα ἐγίνετο, μηκέτι γινέσθω λοιπὸν, ἀλλ’ ἔχωμεν διηνεκῆ τὸν λύχνον καιό‐ μενον ἐν τῇ διανοίᾳ, καὶ πρὸ τῆς οἰκίας τὴν ψυχὴν | |
30 | καλλωπίζωμεν. Αὕτη μὲν γὰρ ἐνταῦθα μένει, ἐκείνην δὲ λαμβάνοντες ἐντεῦθεν ἄπιμεν· διὰ τοῦτο καὶ πλείονος αὐτὴν ἐπιμελείας ἀξιοῦν χρή. Νῦν δέ εἰσί τινες οὕτως ἀθλίως διακείμενοι, οἳ τὰς μὲν οἰκίας τὰς ἐνταῦθα καὶ χρυσοῖς ὀρόφοις, καὶ ψηφῖσι διην‐ | |
35 | θισμέναις, καὶ γραφῶν ἄνθεσι, καὶ κιόνων λαμπρό‐ τητι, καὶ τοῖς ἄλλοις κατακοσμοῦσιν ἅπασι· τὴν δὲ διάνοιαν παντὸς ἐρήμου πανδοχείου παρορῶσιν εὐτε‐ λέστερον διακειμένην, βορβόρου γέμουσαν, καπνοῦ, καὶ δυσωδίας πολλῆς, ἐρημίας ἀφάτου. Τὸ δὲ αἴτιον | |
40 | τούτων ἁπάντων, ὅτι συνεχῶς ἡμῖν ὁ λύχνος τῆς δι‐ δασκαλίας οὐ καίεται· διὰ τοῦτο τὰ μὲν ἀναγκαῖα ἠμέ‐ ληται, τὰ δὲ οὐδενὸς ἄξια σπουδῆς ἀπολαύει πολλῆς. Ταῦτά μοι οὐ πρὸς πλουσίους μόνον, ἀλλὰ καὶ πρὸς πένητας εἴρηται. Καὶ γὰρ ἐκεῖνοι κατὰ δύναμιν | |
45 | πολλάκις τὴν ἑαυτῶν κοσμοῦντες οἰκίαν, τὴν διά‐ νοιαν ἠμελημένην περιορῶσι· διὸ κοινὴν ποιοῦμαι πρὸς ἀμφοτέρους τὴν διδασκαλίαν παραινῶν καὶ συμ‐ βουλεύων τῶν ἐν τῷ παρόντι βίῳ βραχὺν ποιου‐ μένους λόγον, ἅπασαν τὴν σπουδὴν εἰς τὴν τῶν | |
50.652(50) | πνευματικῶν καὶ ἀναγκαίων πραγμάτων ἐπιμέλειαν κενοῦν. Ὁ πένης ὁράτω τὴν χήραν τὴν τοὺς δύο κα‐ ταβαλοῦσαν ὀβολοὺς, καὶ μὴ νομιζέτω τὴν πενίαν ἐμπόδιον εἶναι πρὸς ἐργασίαν ἐλεημοσύνης καὶ φι‐ λανθρωπίας· ὁ πλούσιος λογιζέσθω τὸν Ἰὼβ, καὶ | |
55 | καθάπερ ἐκεῖνος οὐχ ἑαυτῷ, ἀλλὰ τοῖς πένησιν ἐκέ‐ | |
κτητο πάντα τὰ ὄντα, οὕτω καὶ οὗτος. Διὰ γὰρ τοῦτο | 651 | |
50.653 | γενναίως ἤνεγκε τὴν ἀφαίρεσιν αὐτῶν, ἐπειδὴ καὶ πρὸ τῆς τοῦ διαβόλου πείρας ἐμελέτησεν αὐτῶν τὴν ἀλλοτρίωσιν. Καὶ σὺ τοίνυν καταφρόνει παρόντων τῶν χρημάτων, ἵνα καὶ ἀναχωρησάντων ποτὲ, μὴ | |
5 | ἀλγήσῃς. Ἀνάλισκε εἰς δέον ὅταν ἔχῃς, ἵν’ ὅταν ἀφαι‐ ρεθῇς, διπλοῦν ἔχῃς τὸ κέρδος, τόν τε ἐκ τῆς ἀρίστης δαπάνης ἀποκείμενόν σοι μισθὸν, καὶ τὴν ἐκ τῆς ὑπεροψίας ἐγγινομένην φιλοσοφίαν εἰς τὸν καιρὸν τῆς ἀπουσίας αὐτῶν χρησιμεύουσαν. Χρήματα γὰρ | |
10 | διὰ τοῦτο καλεῖται, ἵνα αὐτοῖς εἰς δέον χρώμεθα, οὐχ ἵνα κατορύττωμεν· κτήματα διὰ τοῦτο λέγονται, ἵνα ἡμεῖς αὐτὰ κτησώμεθα, καὶ μὴ αὐτῶν γενώμεθα κτήματα. Κύριος εἶ χρημάτων πολλῶν, μὴ τοίνυν | |
δούλευε τούτοις, ὧν ἐποίησέ σε δεσπότην ὁ Θεός· οὐ | Column end | |
50.654 | δουλεύεις δὲ εἰς δέον αὐτὰ ἀναλίσκων, ἀλλὰ μὴ κατ‐ ορύττων. Οὐδὲν οὕτως εὐρίπιστον ὡς πλοῦτος· οὐ‐ δὲν οὕτως εὐμετάβλητον, ὡς εὐπορία. Ἐπεὶ οὖν ἀβέ‐ βαιος αὐτῶν ἡ κτῆσις, καὶ πτηνοῦ παντὸς ταχύτε‐ | |
5 | ρον πολλάκις ἡμῶν ἀφίπταται, καὶ δραπέτου παντὸς ἀγνωμονέστερον ἀποπηδᾷ, τὸν χρόνον ὂν ἂν ὦμεν δεσπόται, εἰς δέον αὐτοῖς χρησώμεθα, ἵν’ ἐκ τῶν ἀβεβαίων χρημάτων βέβαια ἐνστησάμενοι τὰ ἀγαθὰ, τὸν ἐν οὐρανοῖς ἀποκείμενον κληρονομήσω‐ | |
10 | μεν θησαυρόν· οὗ γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ οὗ καὶ μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας | |
τῶν αἰώνων. Ἀμήν. | Column end || Page end653 |