TLG 2062 049 :: JOANNES CHRYSOSTOMUS :: In quatriduanum Lazarum

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

In quatriduanum Lazarum

Citation: Vol — pg — (ln)

50

.

641

(12t)

ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΤΕΤΡΑΗΜΕΡΟΝ ΛΑΖΑΡΟΝ
13 Πρώην ὑμῖν, ἀγαπητοὶ, τὸν πολυανθῆ τοῦ ἔαρος διαπλέκοντες στέφανον, καὶ τὴν ὥραν τοῦ ἔτους κα‐
15θάπερ ἐν πίνακι τῶν λόγων χαρακτηρίζοντες, οὐ μό‐ νον ἄλση θάλλοντα καὶ λειμῶνας ἀναβλαστάνοντας καὶ αὔρας πρὸς ἀναβίωσιν κατεπειγομένας ἐνεδεί‐ κνυμεν, ἀλλὰ καὶ τὴν ἡμετέραν φύσιν κατὰ τὸν και‐ ρὸν τοῦτον τὰ τῆς ἀναστάσεως δεδεγμένην ἀπεφαίνο‐
20μεν σύμβολα, καὶ πρόσφορόν τινα τῷ καιρῷ ζητοῦν‐ τες ὑπόθεσιν, τὸν ἀναζήσαντα Λάζαρον εἱλκύσαμεν. Ἀλλὰ πρὸς τὴν ὑπόσχεσιν διαρκέσαι μὴ δυνηθέντες, κατὰ τὸ πρῶτον ἐγχείρημα τὸν λόγον συνεπεράναμεν· καὶ πρὸ πάντων ἐπιζητήσαντες, τίνος χάριν ὑπὸ τῶν
25λοιπῶν εὐαγγελιστῶν ὁ Λάζαρος σιγηθεὶς, Ἰωάννῃ μόνῳ συγγέγραπται, ἐλέγομεν, ὅτι τὴν ὑποψίαν πλά‐ σματος προϋποτεμνόμενον τὸ Πνεῦμα τὸ ἅγιον συν‐ εχώρησε τοῖς εὐαγγελισταῖς ἐκ συνόδου τε καὶ συμ‐ φωνίας τὰ τοῦ Σωτῆρος ἀναγεγραφηκέναι τὰ θαύμα‐
30τα, ἀλλὰ καὶ παραλιπεῖν ἄλλον ἄλλο τι παρεσκεύα‐ σεν, ἐναργὲς τεκμήριον ποιούμενον, τὸ μὴ κακούρ‐ γως, μηδὲ ἐκ παρασκευῆς, μηδὲ ἐκ συνθήματος. μηδὲ πρὸς χάριν αὐτοῖς συγγεγράφθαι τὰ εὐαγγέλια, καὶ ὥστε πάντα, ὅταν τὸ φαινόμενον ἐλλείψῃ, τὴν ἀπε‐
35ρίεργον ἀλήθειαν σαφηνίζειν. Ἀλλὰ τού‐ των ἱκανῶς τότε προκατασκευασθέντων ἡμῖν, σκοπή‐ σωμεν τίς ἡ κατὰ τὸν Λάζαρον θαυματουργία τοῖς
εὐαγγελισταῖς εὔκαιρος χρεία. Πολλὰ πρὸς τοὺςColumn end

50

.

642

(13)

μαθητὰς πολλάκις περὶ τοῦ πάθους διαλεχθεὶς ὁ Σω‐ τὴρ, ναρκῶντας ἑώρα, καὶ πρὸς τοιαύτην ἀκοὴν ὑπο‐
15φρίττοντας, καὶ ἀσθενείας μᾶλλον ἢ οἰκονομίας τὸ προμηνυόμενον πάθος ὑπολαμβάνοντας, καὶ ἀνθρω‐ πίνοις ἔτι λογισμοῖς ῥιπιζομένους καὶ τρέμοντας. Διὰ τοῦτο ἤδη τοῦ πάθους πλησιάζοντος, καὶ τοῦ σταυροῦ μέλλοντος πήγνυσθαι, ἀνίστησιν ἀποθανόντα
20τὸν Λάζαρον, ἵνα ἔργῳ διδάξῃ τοὺς μαθητευομένους, ὡς οὐκ ἀσθενείας ὁ σταυρὸς καὶ ὁ θάνατος, ἵνα πείσῃ τοὺς παρόντας, ὅτι θανάτῳ μὲν ἐπιτάττει, καὶ ψυχὴν ἀνακαλεῖται τῶν γηΐνων ἀπολυθεῖσαν δεσμῶν. Σκοπῷ δέ τινι τὸν ἑκούσιον ὑφίσταται θάνατον, καὶ τάχα δὲ
25προδιαγράφων ἐν τῷ Λαζάρῳ τὴν μετὰ τρεῖς ἡμέρας ἀνάστασιν, καὶ τῇ συντόμῳ προθεσμίᾳ τῆς ὑπὸ γῆν διατριβῆς τοὺς μικροψύχους παραμυθησάμενος, καὶ ἐν προθύροις τοῦ σταυροῦ τὸν φόβον ἀναγκαίως τῶν μαθητῶν ὑπεκλύων, καὶ δεικνὺς ὅτι τὸ τῷ ἑτέρῳ
30παρ’ αὐτοῦ χαρισθὲν καὶ αὐτῷ παρ’ ἑαυτοῦ ῥᾳδίως ὑπάρξει, διὰ αὐτῶν τῶν ἔργων ἀμφιβάλλοντας νου‐ θετῶν, καὶ τοιούτῳ τρόπῳ φωνὰς τοῖς πράγμασιν περιάπτων, καὶ δι’ ὧν ἐποίει σχεδὸν ταῦτα φθεγγό‐ μενος· οὐδαμοῦ τὴν ἀναληφθεῖσαν ἀνθρωπότητα τῆς
35θείας ἐνεργείας ἄμικτον ἀπολέλοιπα, ἀλλὰ νῦν μὲν ὡς ἄνθρωπος, νῦν δὲ ὡς Θεὸς ἐγὼ, τῇ μὲν φύσιν ὑποδεικνὺς, τῇ δὲ τὴν οἰκονομίαν πιστούμενος, καὶ
διδάσκων τὰ μὲν ταπεινότερα προσάπτειν τῇ ἀνθρω‐641

50

.

643

πότητι, ἀνατιθέναι δὲ τὰ ὑψηλότερα τῇ θεότητι, καὶ διὰ τῆς ἀνίσου ταύτης τῶν ἔργων κράσεως τὴν ἄν‐ ισον τῶν φύσεων ἕνωσιν ἑρμηνεύων, καὶ διὰ τῆς κατὰ τῶν παθῶν ἐξουσίας δηλοποιῶν τῶν παθῶν τὸ αὐθαί‐
5ρετον, ἐχαλίνωσα τὴν φύσιν ὡς Θεὸς, ἐπὶ τεσσαρά‐ κοντα ἡμέρας παρατείνας τὴν ἀσιτίαν, ἐπείνασα δὲ μετὰ ταῦτα, καὶ ἐκοπώθην ὡς ἄνθρωπος· ἀλλ’ ὡς Θεὸς θάλατταν λυττῶσαν ἐκοίμησα· ἐπειράθην ὡς ἄνθρωπος ὑπὸ τοῦ διαβόλου, ἀλλ’ ὡς Θεὸς ἐπιτά‐
10γματι δαίμονας ἀπήλασα· μέλλω πάσχειν ὑπὲρ ἀν‐ θρώπων ὡς ἄνθρωπος, ἀλλ’ ἵνα μὴ ἀσθενείας ὑπολά‐ βητε τὸ γινόμενον, πρὸ τοῦ θάνατον ἐπελθεῖν ἀνακα‐ λοῦμαι τὸν ὑπὸ τοῦ θανάτου κρατούμενον, καὶ τὴν τῆς θεότητος ἐνέργειαν προμηνύσας, τότε τῆς ἀν‐
15θρωπότητος τὸ ἀρχαῖον ὄφλημα καταβάλλω, καὶ διαλύσας τὰ δεσμὰ, τότε δεσμοῦμαι, καὶ διὰ τῶν πραγμάτων αὐτῶν [ἐπιδείκνυμι] ὅτι ἐξουσίαν ἔχω θεῖναι τὴν ψυχήν μου, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Αὕτη τοῦ Σωτῆρος ἡ διὰ τῶν ἔργων διδασκα‐
20λία· εἰ γὰρ μὴ τοῦτο ἦν, μηδὲ λόγῳ τινὶ τὴν κατὰ τὸν Λάζαρον θαυματουργίαν ἐταμιεύετο, οὐκ ἂν δή‐ που προαγγελθείσης αὐτῷ κατὰ τὴν ὁδὸν τῆς ἀσθε‐ νείας τοῦ Λαζάρου· Ἀπέστειλαν γὰρ, φησὶν, ἀδελ‐ φαὶ αὐτοῦ πρὸς τὸν Κύριον λέγουσαι, Ἴδε ὃν φι‐
25λεῖς ἀσθενεῖ· οὐκ ἂν οὖν τι τοιοῦτον ἀκούσας ἐπὶ πολὺ ἀνεβάλετο, ἀλλ’ ὥσπερ ἐπὶ τοῦ ἑκατοντάρχου καὶ τῆς Συροφοινικίσσης ἐποίησεν, καὶ τοῦ μὲν ἀπόν‐ τος τὸν παῖδα, τῆς δὲ ἀπούσης τὴν θυγατέρα διέσω‐ σεν· οὕτως ἂν καὶ ἐπὶ τῆς Μάρθας περὶ ἀδελφοῦ δη‐
30λούσης ὡς ἀσθενεῖ πεποίηκεν. Νῦν δὲ ἐξεπίτη‐ δες ἀναμένει τὸν θάνατον, καὶ ἐνδιατρίβει ἡ παρολ‐ κὴ, καὶ τὴν παρουσίαν ἐκ προνοίας ὑπερτίθεται, ἵνα τὴν κατὰ τοῦ θανάτου νίκην πρὸ τῆς τοῦ θανάτου πάλης ἐνδείξηται· καὶ τρεῖς μὲν ἡμέρας ὑπερτίθε‐
35ται, πρὸς ἔλεγχον τῆς ἀκριβοῦς τελευτῆς. Ἰουδαίων δὲ παρόντων ἀνοίγει τὸν τάφον, ἵνα κήρυκας τοῦ θαύ‐ ματος ἐργάσηται τοὺς ἐλαύνοντας· δι’ εὐχῆς δὲ καὶ τῆς τοῦ Πατρὸς ἐπικλήσεως ἐγείρει τὸν Λάζαρον, ἵνα μὴ δόξῃ τοῖς τοῦ δημιουργοῦ ἀντιτάττεσθαι νόμοις.
40Καὶ βλέπε μοι τὸ παράδοξον· οὐκ εἶπεν, Λάζαρε, ἀνάζησον, ἀλλὰ τί; Λάζαρε, δεῦρο ἔξω, ἵνα διδάξῃ τοὺς παρόντας ὡς οὗτος ἐκεῖνος ὁ καλῶν τὰ μὴ ὄντα ὡς ὄντα, ἵνα δείξῃ τοῖς παροῦσιν ὡς οὗτος ἐκεῖνος ὁ Θεὸς ζώντων καὶ οὐ νεκρῶν, ἵνα ἐν καιρῷ τὸ ἀπαρ‐
45εμπόδιστον τοῦ θείου προστάγματος ἐπιδείξηται, καὶ ἀναμνήσῃ τοὺς περιεστῶτας τοῦ λέγοντος· Γενη‐ θήτω στερέωμα· Συναχθήτω τὰ ὕδατα εἰς συν‐ αγωγὴν μίαν· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· Λά‐

50

.

643

(50)

ζαρε, δεῦρο ἔξω· καὶ τοῦτο πρὸς μείζω καὶ βεβαιο‐ τέραν πίστιν τῶν συνδραμόντων, ἵνα ἡ μὲν στολὴ καὶ τὰ δεσμὰ τῇ νεκρότητι μαρτυρήσῃ· ἡ δὲ ἀνυπέρθετος ὑπακοὴ, καὶ ὁ ἀνεμπόδιστος φόβος τὴν δεσποτικὴν αὐθεντίαν κηρύξῃ Λάζαρε, δεῦρο ἔξω· καὶ ὁ διαλε‐
55λυμένος ὠρθοῦτο, καὶ ὁ σεσηπὼς ᾐσθάνετο· ὁ νε‐ κρὸς ὑπήκουεν, καὶ ὁ δεσμώτης ἔτρεχεν, καὶ ὁ θρη‐ νούμενος ἐσκίρτα. Διὰ τί δὲ κραυγῇ κέχρηται πρὸς τὸ παρὸν ὁ Σωτήρ; φησὶν γὰρ ὁ εὐαγγελιστὴς, Ταῦτα εἰπὼν, φωνῇ μεγάλῃ ἐκραύγασεν, Λάζαρε, δεῦρο
60ἔξω. Καὶ διὰ τῆς βοῆς τάχα τὴν μέλλουσαν προϋπο‐ τυπώσας ἀνάστασιν· Σαλπίσει γὰρ, φησὶν, καὶ οἱ νεκροὶ ἀναστήσονται. Πολλὰ ἔτι ἔχων λέγειν, ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἕλκομαι, καὶ ἀπὸ τάφου
πρὸς τάφον με ἐλθεῖν ἀναγκάζομαι.Column end

50

.

644

Εὔκαιρος δὲ ἄρα καὶ ὁ τοῦ Λαζάρου τάφος τάφοις ἐξετασθείς· οὐκ ἄκαιρος, ὡς ἔοικεν, καὶ ὁ τῶν γυναι‐ κῶν θάνατος ἐπ’ αὐτὸν τὸν τάφον ἑορταζόμενος. Τά‐ φος ἐκεῖ, καὶ τάφος ἐνταῦθα· ἀλλ’ ὁ μὲν τοῦ Λαζάρου
5τάφος ἀνοιγόμενος τὴν τοῦ Χριστοῦ δύναμιν ἐμφανί‐ ζει, ὁ δὲ τῶν γυναικῶν τάφος κεκλεισμένος καὶ ἐνερ‐ γῶν τὴν τοῦ Σωτῆρος χάριν κηρύττει· ἐκεῖ νεκρὸς ὑπὲρ φύσιν τὸν τάφον ἐκτρέχων, ἐνταῦθα γυναῖκες παρὰ φύσιν τοῖς τάφοις προστρέχουσιν· ἐκεῖ θείας
10δυνάμεως σημεῖον, ἐνταῦθα προαιρέσεως γενναίας τεκμήριον· ἐκεῖ Λάζαρος ..... τὰς τοῦ θανάτου ..... εὐθάρσως ἐπίσταται· ἐκεῖ μετὰ τὸν θάνατον ἀναβίω‐ σις, καὶ ἐνταῦθα ζωή· ἐκεῖ θάνατος βιαίως λῃστεύε‐ ται, ἐνταῦθα θάνατος προδήλως πατεῖται· ἐκεῖνον ὁ
15θάνατος δανείσας τῷ βίῳ πάλιν διὰ τοῦ τάχους ἀν‐ έλαβεν· μᾶλλον δὲ, φησὶν, Ἔλαβον γυναῖκες ἐξ ἀναστάσεως τοὺς νεκροὺς αὐτῶν, τοῦτο Θεοῦ κε‐ λεύσαντος· αὗται δὲ ἀπὸ προσκαίρου ζωῆς πρὸς ζωὴν ἀπέραντον μετεπήδησαν, μήτηρ καὶ θυγατέρες, αἱ
20σήμερον ἡμᾶς συναθροίσασαι· μήτηρ εὐσεβὴς ὠδῖνα ὑπενεγκοῦσα, θυγατέρες ὠδίνων ἀπείραστοι, μήτηρ λύσασα παρθενίαν εἰς γένεσιν παρθένων, μή‐ τηρ ἁγνείας ὠδίνασα, μήτηρ κατὰ φυσικὸν νόμον παρθένους γεννήσασα. Ὁ πανταχοῦ τοῖς εὐσεβέσιν
25ἐπιστρατεύων τύραννος, ὁ τῶν βαρβαρικῶν φόνων πρὸς τὸ ἐμφύλιον αἷμα μεταστρέφων τὸ ξίφος, τύ‐ ραννος Χριστὸν ἐλαύνων τὸν οὐ βλεπόμενον, τύραν‐ νος διὰ τῆς ποίμνης οἰόμενος τὸν ποιμένα πορθεῖν, τύραννος εἰς οὐρανὸν τοξεύειν ἐπιχειρῶν, τύραννος
30τὴν Χριστοῦ βασιλείαν πλατυνομένην ζηλοτυπῶν· τύραννος ἦν ὁ διώκων ἀνὴρ καὶ μονόζυξ, ἀπρόοδοι θυγατέρες αἱ συναγωνιζόμεναι. Χρήματα διηρπάζετο, πατρὶς ἀπελιμπάνετο· εἷλκον ἀσεβεῖς στρατιῶται τὰς τῆς σωφροσύνης τε καὶ κοσμιότητος ἐραστὰς,
35τοιχωρύχοι τὴν τοῦ νοητοῦ Ναβουχοδονόσορ εἰκόνα προσκυνεῖν ἀναγκάζοντες. Ἀλλ’ ὅπερ ἡ Βαβυλωνία κάμινος ἐπὶ τῆς τῶν μαρτύρων τριάδος ἐργάζεται, καὶ σώματός τε καὶ ψυχῆς τὰ δεσμὰ διαλύσασα, ἐλευ‐ θέρας ἀφῆκεν εἰς οὐρανὸν πέτασθαι τὰς ψυχάς. Ὄφις
40δὲ ἀρχόμενος ὁ τὴν Εὔαν ἐν παραδείσῳ διώξας, ὁ τοῖς ἁπλοῖς καὶ ἀκάκοις σοφιστεύσας ἤθεσιν, οὗτος τὸν ποταμὸν ἰδὼν λύθρου κολυμβήθραν γενόμενον, καὶ θείῳ Πνεύματι τὸ ῥεῖθρον ἀνακιρνώμενον, ἄχρι τοῦ ποταμοῦ τὰς μακαρίας διώξας, τοῖς πυρὶ πνευ‐
45ματικῷ κερασθεῖσιν ὕδασιν ἀνεκρούετο, καὶ περι‐ στρέφων ἑαυτῷ τὸ κομψὸν, τοῦ ἀρχαίου μηχανήμα‐ τος τὴν ζημίαν ἐθρήνει, καὶ τὰς πρὶν εὐαπατήτους τε καὶ εὐπτοήτους γυναῖκας, ταύτας κατὰ τοῦ θανά‐ του σοβαρῶς νεανιευομένας ἑώρα, καὶ ἣν ἐτήρει

50

.

644

(50)

πτερνίσαι πτέρναν, ταύτην ἀπὸ γῆς εἰς οὐρανὸν ἁλ‐ λομένην ἔβλεπεν. Ἀλλ’ ἱκανῶς καὶ ταῖς τροπαιοφό‐ ροις ἐμπανηγυρίσαντες γυναιξὶν, καὶ τὸ χρήσιμον πανταχοῦ τῇ ὑποθέσει κεράσαντες, καὶ τάφον πα‐ λαιὸν νεαρῷ τάφῳ κοσμήσαντες, καὶ παράλογον ἀνα‐
55βίωσιν καρτερικῷ θανάτῳ συῤῥάψαντες, καὶ ἀνδράσι τε καὶ γυναιξὶν ὑποδείγματα πρὸς ἀρετήν τε καὶ εὐσέβειαν ὑποθέμενοι, καὶ θάνατον ἀοίδιμον καὶ ἀνάστασιν ζηλωτὴν ἐπιδείξαντες, εὐχαριστήσωμεν ζωῆς καὶ θανάτου ἐξουσίαν ἔχοντι Χριστῷ· ᾧ ἡ δόξα
60καὶ τὸ κράτος ἅμα τῷ Πατρὶ σὺν τῷ ἁγίῳ καὶ ζωο‐
ποιῷ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.643