TLG 2062 048 :: JOANNES CHRYSOSTOMUS :: De sanctis Bernice et Prosdoce

JOANNES CHRYSOSTOMUS Scr. Eccl., Patriarcha (Constantinopoleos)
(Antiochenus Constantinopolitanus: A.D. 4–5)

De sanctis Bernice et Prosdoce

Citation: Vol — pg — (ln)

50

.

629

(11t)

ΕΙΣ ΤΑΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΑΣ
12tΒερνίκην καὶ Προσδόκην παρθένους, καὶ Δομνίναν τὴν μητέρα αὐτῶν, ὁμιλία ἐγκωμιαστική.
13 αʹ. Οὔπω εἴκοσιν ἡμέρας ἔχομεν σταυροῦ μνείαν ἐπι‐ τελέσαντες, καὶ ἰδοὺ μαρτύρων μνείαν ἐπιτελοῦμεν.
15Εἶδες πῶς ταχὺς ὁ καρπὸς τοῦ θανάτου τοῦ Χριστοῦ; δι’ ἐκεῖνο τὸ πρόβατον αὗται αἱ δαμάλεις ἐσφάγησαν· δι’ ἐκεῖνον τὸν ἀμνὸν ταῦτα τὰ θύματα, δι’ ἐκείνην τὴν θυσίαν αὗται αἱ προσφοραί· οὔπω εἴκοσιν ἡμέ‐ ρας ἔχομεν, καὶ εὐθέως τὸ ξύλον ἐβλάστησε τοῦ σταυ‐
20ροῦ τὰ καλὰ τῶν μαρτύρων βλαστήματα· ταῦτα γὰρ ἐκείνου τοῦ θανάτου τὰ κατορθώματα. Ἴδε τοίνυν τὴν ἀπόδειξιν τῶν τότε εἰρημένων δι’ αὐτῶν σήμερον ἐκ‐ βεβηκυῖαν τῶν ἔργων. Τότε ἔλεγον, Συνέκλασε πύ‐ λας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασε·
25σήμερον ταῦτα δείκνυται διὰ τῶν ἔργων. Εἰ γὰρ μὴ συνέκλασε τὰς πύλας τὰς χαλκᾶς, οὐκ ἂν κεκλεισμέ‐ νων αὐτῶν ἐτόλμησαν αἱ γυναῖκες οὕτω ῥᾳδίως εἰσ‐ ελθεῖν· εἰ μὴ συνέθλασε τὸν μοχλὸν τὸν σιδηροῦν, οὐκ ἂν αἱ παρθένοι ἴσχυσαν αὐτὸν ἀφελέσθαι· εἰ μὴ τὸ
30δεσμωτήριον ἄχρηστον ἐποίησεν, οὐκ ἂν μετὰ τοσαύ‐ της ἀδείας εἰσῆλθον αἱ μάρτυρες. Εὐλογητὸς ὁ Θεὸς, γυνὴ θανάτου κατατολμᾷ, γυνὴ ἡ θάνατον εἰς τὴν ζωὴν εἰσαγαγοῦσα τὴν ἡμετέραν, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, τοῦτο τοῦ διαβόλου κατήνεγκε τὴν
35ἰσχύν· τὸ σκεῦος τὸ ἀσθενὲς καὶ εὐεπηρέαστον τοῦτο γέγονεν ὅπλον ἀκαταγώνιστον· γυναῖκες θανάτου κατατολμῶσι· τίς οὐκ ἂν ἐκπλαγείη; Αἰσχυνέσθωσαν Ἕλληνες, ἐγκαλυπτέσθωσαν Ἰουδαῖοι οἱ διαπιστοῦν‐ τες τῇ ἀναστάσει τοῦ Χριστοῦ. Τί γὰρ μεῖζον, εἰπέ
40μοι, ζητεῖς σημεῖον τῆς ἀναστάσεως ἐκείνης, ὅταν ἴδῃς τοσαύτην μετάστασιν πραγμάτων γεγενημένην; Γυναῖκες θανάτου κατατολμῶσι, πράγματος τοῦ καὶ ἀνδράσιν ἁγίοις πρὸ τούτου φοβεροῦ καὶ φρικώδους ὄντος.
45 Μάθε τοίνυν αὐτοῦ τὸν ἔμπροσθεν φόβον, ἵνα ἰδὼν αὐτοῦ τὴν νῦν καταφρόνησιν, θαυμάσῃς τὸν τῆς με‐ ταβολῆς αἴτιον Θεόν· μάθε αὐτοῦ τὴν προτέραν ἰσχὺν, ἵνα μαθὼν αὐτοῦ τὴν νῦν ἀσθένειαν, εὐχαριστήσῃς τῷ τέλεον αὐτὸν ἐκνευρίσαντι Χριστῷ. Οὐδὲν ἰσχυρό‐

50

.

629

(50)

τερον ἐκείνου τὸ πρότερον, ἀγαπητὲ, καὶ οὐδὲν ἀσθε‐ νέστερον ἡμῶν· ἀλλὰ νῦν οὐδέν ἐστιν ἀσθενέστερον ἐκείνου, καὶ οὐδὲν ἰσχυρότερον ἡμῶν. Εἶδες πῶς ἀρί‐
στη ἡ μετάστασις γέγονε; πῶς τὰ ἰσχυρὰ ἀσθενῆColumn end

50

.

630

(13)

ἐποίησε, καὶ τὰ ἀσθενῆ ἰσχυρὰ κατεσκεύασεν ὁ Θεὸς, ἑκατέρωθεν ἡμῖν δεικνὺς αὐτοῦ τὴν δύναμιν; Ἀλλ’
15ἵνα μὴ μόνον ἀπόφασις ᾖ τὰ λεγόμενα, καὶ τὴν ἀπό‐ δειξιν ἐπάγω Καὶ, εἰ δοκεῖ, πρῶτον ἐκεῖνο δείξωμεν, πῶς ἐφοβοῦντο αὐτὸν ἔμπροσθεν οὐχ ἁμαρτωλοὶ μό‐ νον, ἀλλὰ καὶ ἅγιοι ἄνθρωποι πολλὴν παῤῥησίαν πρὸς τὸν Θεὸν ἔχοντες, ἀπὸ κατορθωμάτων κο‐
20μῶντες, καὶ πᾶσαν ἐπελθόντες ἀρετήν. Ταῦτα δὲ δείκνυμι, οὐχ ἵνα καταγνῶμεν τῶν ἁγίων, ἀλλ’ ἵνα θαυμάσωμεν τοῦ Θεοῦ τὴν δύναμιν. Πόθεν οὖν δῆλον, ὅτι φοβερὸν τοῦ θανάτου τὸ προσωπεῖον ἦν πρὸ τούτου, καὶ πάντες αὐτὸν ἐπεφρίκεισαν, καὶ ἔτρεμον; Ἀπὸ τοῦ
25πατριάρχου πρώτου. Ὁ γὰρ Ἀβραὰμ ὁ πατριάρχης, ὁ δίκαιος, ὁ τοῦ Θεοῦ φίλος, ὁ πατρίδα ἀφεὶς, καὶ οἰκίαν, καὶ συγγενεῖς, καὶ φίλους, καὶ πάντων ὑπερ‐ ιδὼν τῶν παρόντων διὰ τὸ πρόσταγμα τοῦ Θεοῦ, οὕτως ἐδεδοίκει καὶ ἐφοβεῖτο τὸν θάνατον, ὡς εἰς τὴν Αἴγυ‐
30πτον εἰσιέναι μέλλων εἰπεῖν πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ ταῦτα· Γινώσκω ὅτι γυνὴ εὐπρόσωπος εἰ σύ· ἔσται οὖν ὡς ἂν ἴδωσί σε οἱ Αἰγύπτιοι, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦσι. Τί οὖν; Εἰπὲ ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, ἵνα εὖ μοι γένηται
35διὰ σὲ, καὶ ζήσεται ἡ ψυχή μου ἕνεκεν σοῦ. Τί τοῦτο, ὦ ἅγιε καὶ πατριάρχα; περιορᾷς τὸ γύναιον ὑβριζόμενον, καὶ τὴν εὐνὴν ἀδικουμένην, καὶ τὸν γά‐ μον διορυττόμενον; οὕτω δέδοικας, εἰπέ μοι, τὸν θάνατον; οὐ περιορᾷς δὲ μόνον, ἀλλὰ καὶ πλέκεις
40δόλον μετὰ τῆς γυναικὸς, καὶ συνυποκρίνῃ τὸ δρᾶμα τῆς ὕβρεως, καὶ πῶς μὴ γένηται κατάδηλος ὁ βασι‐ λεὺς τῶν Αἰγυπτίων ἐπιχειρῶν τῇ μοιχείᾳ πάντα πράττεις, καὶ περιελὼν αὐτὴν τὸ ὄνομα τῆς γυναι‐ κὸς, περιέθηκας αὐτῇ τὸ προσωπεῖον τῆς ἀδελφῆς;
45Ἀλλὰ γὰρ δέδοικα μὴ θανάτου σπουδάζοντες παραλῦ‐ σαι δύναμιν, φανῶμεν τοῦ δικαίου κατηγοροῦντες· διόπερ ἀμφότερα ποιῆσαι πειράσομαι, καὶ τοῦ θανά‐ του δεῖξαι τὴν ἀσθένειαν, καὶ τοῦτον τῆς κατηγορίας ἐξαρπάσαι ταύτης. Πρότερον δὲ αὐτὸν ἀναγκαῖον

50

.

630

(50)

δεῖξαι δεδοικότα τὸν θάνατον, καὶ τότε ἀπαλλάξαι τῶν ἐγκλημάτων. Ἴδωμεν τοίνυν ὅσον πρᾶγμα ὑπ‐ έμεινεν ἀφόρητον καὶ δεινόν· τὸ γὰρ γυναῖκα ὑβριζο‐
μένην ἰδεῖν, καὶ μοιχευομένην θεάσασθαι μυρίων629

50

.

631

θανάτων ἀφορητότερόν ἐστι. Καὶ τί λέγω μοιχευο‐ μένην; κἂν ψιλήν τινα ἔννοιαν ὑποψίας περὶ αὐτῆς ἐν τῇ ψυχῇ κέκτηται, ἀβίωτος ὁ βίος αὐτῷ ἅπας γίνεται. Πῦρ γὰρ αὐτῷ καὶ φλόξ ἐστιν ἀκαταγώνι‐
5στος τὸ τῆς ζηλοτυπίας πάθος· καὶ τὸ τυραννικὸν αὐτοῦ καὶ ἀπαραίτητον δηλῶν τις ἔλεγε· Μεστὸς γὰρ ζήλου θυμὸς ἀνδρὸς αὐτῆς· οὐκ ἀνταλλάξε‐ ται οὐδενὸς λύτρου τὴν ἔχθραν, οὐδὲ μὴ φείση‐ ται ἐν ἡμέρᾳ κρίσεως, οὐδ’ οὐ μὴ διαλυθῇ πολ‐
10λῶν δώρων. Καὶ πάλιν ἀλλαχοῦ· Σκληρὸς ὡς ᾅδης ζῆλος· ὥσπερ γὰρ οὐκ ἔστι, φησὶ, τὸν ᾅδην χρήμασι πεῖσαι, οὕτως οὐδὲ τὸν ζηλοτυποῦντα παραμυθήσα‐ σθαι καὶ καταλλάξαι. Πολλοὶ γοῦν πολλάκις καὶ τὴν ψυχὴν προήκαντο τὴν ἑαυτῶν, ὥστε τὸν μοιχὸν εὑ‐
15ρεῖν· καὶ τοῦ αἵματος δὲ αὐτοῦ ἡδέως ἂν ἀπογεύ‐ σαιντο τοῦ τὴν γυναῖκα ὑβρικότος ἀνδρὸς, καὶ πάντα ἂν ἕλοιντο καὶ ποιῆσαι καὶ παθεῖν διὰ τοῦτο· ἀλλ’ ὅμως τοῦτο τὸ ἀφόρητον πάθος, τοῦτο τὸ τυραννικὸν καὶ ἀπαραίτητον ὑπέμεινεν ὁ δίκαιος μετὰ πλείονος
20ὑπερβολῆς, καὶ περιορᾷ τὴν γυναῖκα ὑβριζομένην διὰ τὸν φόβον τοῦ θανάτου καὶ τῆς τελευτῆς. βʹ. Ὅτι μὲν οὖν ἐδεδοίκει τὸν θάνατον ἐκ τούτου δῆ‐ λον· ὥρα δὲ λοιπὸν αὐτὸν ἀπαλλάξαι τῶν ἐγκλημά‐ των καὶ τῆς κατηγορίας τῆς ἐπὶ τούτῳ, πρότε‐
25ρον αὐτὴν εἰπόντα τὴν κατηγορίαν. Τίς οὖν ἐστιν ἡ κατηγορία; Ἔδει, φησὶν, αὐτὸν ἀποθανεῖν μᾶλλον, ἢ περιιδεῖν τὴν γυναῖκα ὑβριζομένην· καὶ τοῦτό ἐστιν ὃ κατηγοροῦσί τινες· ὅτι εἵλετο μᾶλλον τὴν ἑαυτοῦ διασῶσαι ζωὴν, ἢ τὴν σωφροσύνην τῆς γυναι‐
30κός. Τί λέγεις; ἔδει μᾶλλον αὐτὸν ἀποθανεῖν, ἢ τὴν γυναῖκα περιιδεῖν ὑβριζομένην; Καὶ τί πλέον ἐγίγνε‐ το; εἰ μὲν γὰρ ἔμελλεν ἀποθνήσκων ἐξαρπάζειν τὴν γυναῖκα τῆς ὕβρεως, καλῶς ταῦτά φατε· εἰ δὲ ἀπο‐ θανὼν οὐδὲν ὠφελεῖ τὴν γυναῖκα πρὸς τὴν τῆς ὕβρεως
35ἀπαλλαγὴν, τίνος ἕνεκεν εἰκῆ καὶ ἁπλῶς τὴν ἑαυτοῦ προδίδωσι σωτηρίαν; Ἵνα γὰρ μάθῃς, ὅτι οὐδὲ ἀπο‐ θανὼν ἔμελλεν ἐξαρπάζειν αὐτὴν τῆς μοιχείας, ἄκου‐ σον τί φησι· Καὶ ἔσται ὡς ἄν σε ἴδωσιν οἱ Αἰγύ‐ πτιοι, σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀποκτενοῦ‐
40σι. Δύο τοίνυν ἔμελλε γίνεσθαι ἄτοπα, μοιχεία, καὶ φόνος· οὐ τῆς τυχούσης δὲ ἦν συνέσεως ἐκ τῶν δύο τούτων ἓν γοῦν κερδᾶναι. Εἰ μὲν γὰρ ἔμελλε (πάλιν γὰρ τὸ αὐτὸ ἐρῶ) τὴν ψυχὴν ἐπιδοὺς τὴν ἑαυτοῦ ἀπ‐ αλλάττειν ἐκείνην τῆς ὕβρεως, καὶ ἀποκτείναντες
45ἐκεῖνοι τὸν δίκαιον τῆς Σάῤῥας οὐχ ἥπτοντο, καλῶς ἐνεκάλεις· εἰ δὲ καὶ ἀποθανόντος αὐτοῦ, ὁμοίως ἔμελ‐ λεν ὑβρίζεσθαι ἡ γυνὴ, τίνος ἕνεκεν τοῦ δικαίου κατ‐ ηγορεῖς, ὅς γε δύο μελλόντων συμβαίνειν δεινῶν μοι‐ χείας καὶ φόνου, θάτερον διὰ τῆς αὐτοῦ σοφίας ἐκ‐

50

.

631

(50)

ώλυσε, τὸ τῆς ἀνδροφονίας λέγω; Ὑπὲρ γὰρ τούτου καὶ ἐπαινεῖσθαι αὐτὸν ἔδει, ὅτι καθαρὰν ἐτήρησεν αἵ‐ ματος τὴν τοῦ μοιχοῦ χεῖρα. Οὐδὲ γὰρ ἐκεῖνο ἂν ἔχοις εἰπεῖν, ὅτι τῷ εἰπεῖν αὐτὴν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι, τούτῳ ἐπεσπάσατο τὸν Αἰγύπτιον πρὸς τὴν ὕβριν·
55καὶ γὰρ εἰ εἶπεν, ὅτι γυνὴ αὐτοῦ εἰμι, οὐδὲ οὕτως ἔμελλεν ἀποστήσεσθαι· καὶ τοῦτο ἐδήλωσεν αὐτὸς εἰ‐ πών· Ὡς ἐὰν ἴδωσί σε, ἐροῦσιν, Ὅτι γυνὴ αὐτοῦ αὕτη, καὶ ἀποκτενοῦσί με, σὲ δὲ περιποιήσονται. Ὥστε εἰπούσης μὲν, ὅτι γυνὴ αὐτοῦ ἦν, καὶ μοιχεία
60καὶ φόνος ἐγίγνετο· εἰπούσης δὲ, ὅτι ἀδελφὴ, τὸ τοῦColumn end

50

.

632

φόνου διεκωλύετο. Ὁρᾷς πῶς δύο μελλόντων συμβαί‐ νειν δεινῶν, θάτερον διὰ τῆς αὐτοῦ σοφίας ἀνεῖλε; Βούλει μαθεῖν, πῶς καὶ τῆς μοιχείας τὸ ἔγκλημα κατὰ δύναμιν τὴν ἑαυτοῦ πάλιν ὑποτέμνεται, ὥστε
5μηδὲ μοιχὸν αὐτὸν ἀπηρτισμένον ἀφεῖναι γενέσθαι; Ἄκουσον αὐτῶν πάλιν ἀκριβῶς τῶν ῥημάτων· Εἰπὲ, φησὶν, ὅτι ἀδελφὴ αὐτοῦ εἰμι. Τί λέγει; Ὁ ἀδελφὴν λαμβάνων οὐκ ἔστι μοιχός· ὁ γὰρ μοιχὸς ἀπὸ τῆς προαιρέσεως κρίνεται· ἐπεὶ καὶ ὁ Ἰούδας πρὸς τὴν
10νύμφην τὴν ἑαυτοῦ εἰσελθὼν τὴν Θάμαρ, οὐκ ἐκρί‐ νετο μοιχός· οὐ γὰρ ὡς πρὸς νύμφην, ἀλλ’ ὡς πρὸς πόρνην εἰσῆλθε γυναῖκα. Οὕτω καὶ ἐνταῦθα ὁ Αἰγύ‐ πτιος μέλλων αὐτὴν λαμβάνειν οὐχ ὡς γυναῖκα τοῦ Ἀβραὰμ, ἀλλ’ ὡς ἀδελφὴν, οὐκ ἔμελλε μοιχὸς κρίνε‐
15σθαι. Τί οὖν τοῦτο πρὸς τὸν Ἀβραὰμ, φησὶ, τὸν εἰ‐ δότα, ὅτι γυναῖκα τὴν ἑαυτοῦ ἐξεδίδου, καὶ οὐκ ἀδελ‐ φήν; Ἀλλ’ οὐδὲ τοῦτο ἔγκλημα τούτου. Εἰ μὲν γὰρ ἔμελλεν ἀκούσας, ὅτι γυνὴ αὐτοῦ ἐστιν, ἀφέξεσθαι τῆς ὕβρεως, καλῶς ἐνεκάλεις τῷ δικαίῳ· εἰ δὲ οὐδὲν
20ἔμελλε τὸ ὄνομα τῆς γυναικὸς προστήσεσθαι τῆς Σάῤ‐ ῥας εἰς τὸ τὴν ὕβριν ἀποκρούσασθαι, καθὼς καὶ αὐτός φησιν, ὅτι Ἐροῦσιν, ὅτι Γυνὴ αὐτοῦ ἐστιν αὕτη, καὶ περιποιήσονταί σε, πολλῷ μᾶλλον θαυ‐ μάζειν τὸν δίκαιον χρὴ ἐν τοσαύτῃ πράγματος δυσκο‐
25λίᾳ δυνηθέντα καὶ αἱμάτων καθαρὸν τηρῆσαι τὸν Αἰ‐ γύπτιον, καὶ εἰς δύναμιν τὴν ἑαυτοῦ τὸ ἔγκλημα τῆς ὕβρεως παραμυθήσασθαι. Ἄγωμεν δὴ λοιπὸν τὸν λόγον καὶ ἐπὶ τὸν ἔκγονον αὐτοῦ τὸν Ἰακώβ· καὶ ὄψει κἀκεῖνον δεδοικότα καὶ
30τρέμοντα τὴν τελευτὴν, ἄνθρωπον ἐκ πρώτης ἡλικίας ἀποστολικὴν ἐπιδειξάμενον φιλοσοφίαν. Ὃ γὰρ Παῦλος τοῖς μαθηταῖς ἐνομοθέτει λέγων· Ἔχοντες τροφὰς καὶ σκεπάσματα τούτοις ἀρκεσθησόμεθα, τοῦτο καὶ οὗτος ᾔτησε παρὰ τοῦ Θεοῦ εἰπών· Ἂν δῴη μοι
35Κύριος ἄρτον φαγεῖν καὶ ἱμάτιον περιβαλέσθαι, ἀρκεῖ ἡμῖν. Ἀλλ’ ὅμως καὶ οὗτος ὁ μηδὲν πλέον τῆς χρείας ζητῶν, ὁ τῆς οἰκίας ὑπεριδὼν, ὁ τὰς εὐλογίας λαβὼν, ὁ τῇ μητρὶ πεισθεὶς, ὁ τῷ Θεῷ φίλος, ὁ διὰ τῆς σοφίας βιασάμενος τὴν φύσιν (δεύτερος γὰρ ὢν
40τῇ φύσει, πρότερος γέγονε ταῖς εὐλογίαις), ὁ τοσαῦτα δυνηθεὶς, ὁ τοσαῦτα φιλοσοφήσας, ὁ τοσαύτην εὐσέ‐ βειαν ἐπιδειξάμενος, μετὰ τοὺς μυρίους ἄθλους, μετὰ τὰ μυρία σκάμματα, μετὰ τὰ μυρία παλαίσματα καὶ τοὺς πολλοὺς στεφάνους ἐκείνους, ἐπὶ τὴν πατρίδα
45ἐπανιὼν, καὶ μέλλων ἐντεύξεσθαι τῷ ἀδελφῷ, καθά‐ περ θηρίον ὄψεσθαι μέλλων, καὶ φοβούμενος αὐτοῦ τὴν μνησικακίαν, προσπίπτει τῷ Θεῷ, καὶ παρακα‐ λεῖ· Ἐξελοῦ με ἐκ χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, λέγων, ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν

50

.

632

(50)

πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις. Εἶδες πῶς καὶ οὗτος ἐδεδοίκει τὸν θάνατον; πῶς τρέμει, καὶ τὸν Θεὸν παρακαλεῖ περὶ τούτου; Βούλει σοι δείξω καὶ ἕτερον μέγαν ἄνθρωπον τὸ αὐτὸ τοῦτο πεπονθότα πά‐ λιν; Ἐννόησον τὸν Ἠλίαν, τὴν οὐρανομήκη ψυχὴν
55καὶ θείαν· ἐκεῖνος γὰρ ὁ τὸν οὐρανὸν κλείσας, καὶ πάλιν ἀνοίξας, ὁ τὸ πῦρ ἄνωθεν κατενεγκὼν, ὁ τὴν θαυμαστὴν θυσίαν προσενεγκὼν, ὁ ζηλώσας ὑπὲρ τοῦ Θεοῦ, ἐκεῖνος ὁ ἐν σώματι ἀνθρωπίνῳ ἀγγελικὸν ἐπι‐
δειξάμενος βίον, ὁ τῆς μηλωτῆς πλέον ἔχων οὐδὲν, ὁ631

50

.

633

πάντων ἀνωτέρω γενόμενος τῶν ἀνθρωπίνων, οὕτω τὸν θάνατον τρέμει καὶ δέδοικεν, ὡς μετὰ πάντα ἐκεῖνα, μετὰ τὸν οὐρανὸν καὶ τὴν θυσίαν, μετὰ τὴν μηλωτὴν καὶ τὴν ἐρημίαν, καὶ τὴν φιλοσοφίαν, καὶ
5τὴν παῤῥησίαν τὴν τοσαύτην γύναιον εὐτελὲς φοβη‐ θῆναι, καὶ διὰ τοῦτο φυγεῖν. Ἐπειδὴ γὰρ εἶπεν Ἰεζά‐ βελ· Τάδε ποιήσαιέν μοι οἱ θεοὶ, καὶ τάδε προσ‐ θείησαν, εἰ μὴ αὔριον τὴν ψυχήν σου θήσομαι ὡς τὴν ψυχὴν ἑνὸς τῶν τεθνηκότων· ἐφοβήθη
10Ἠλίας, φησὶ, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαρά‐ κοντα. γʹ. Εἶδες πῶς φοβερὸς ὁ θάνατος; Θαυμάσωμεν τοίνυν τὸν Δεσπότην, ὅτι τὸν φοβερὸν ὄντα προφήταις, εὐ‐ καταφρόνητον ἐποίησε γυναιξίν. Ὁ Ἠλίας ἔφυγε θάνα‐
15τον, γυναῖκες κατέφυγον εἰς θάνατον· ἐκεῖνος ἀπεπή‐ δησε τοῦ θανάτου, καὶ αὗται ἐδίωξαν θάνατον. Εἶδες πόση γέγονεν ἀθρόον ἡ μεταβολή; Οἱ περὶ τὸν Ἀβραὰμ καὶ τὸν Ἠλίαν ἀγωνιῶσι τὴν τελευτὴν, γυ‐ ναῖκες δὲ καθάπερ πηλὸν τοῖς ποσὶν ἑαυτῶν κατεπά‐
20τησαν θάνατον. Ἀλλὰ μηδὲ ἐκείνων τῶν ἁγίων κατ‐ ηγορήσωμεν· οὐκ ἔστιν αὐτῶν τὸ ἔγκλημα· τῆς φύ‐ σεως ἦν ἡ ἀσθένεια, οὐ τῆς προαιρέσεως ἡ κατηγο‐ ρία. Ὁ Θεὸς τότε ἐβούλετο φοβερὸν εἶναι τὸν θάνατον, ἵνα δειχθῇ μετὰ ταῦτα τῆς χάριτος τὸ μέγεθος·
25φοβερὸν αὐτὸν εἶναι ἐβούλετο· καταδίκη γὰρ ἦν· διὰ τοῦτο οὐκ ἤθελε λυθῆναι τῆς καταδίκης τὴν ἀπειλὴν, ἵνα μὴ ῥᾳθυμότεροι μετὰ ταῦτα γένωνται οἱ ἄνθρω‐ ποι. Μενέτω, φησὶν, ἡ ἀπόφασις φοβοῦσα αὐτοὺς καὶ σωφρονίζουσα· ἔσται γὰρ, ἔσται καιρὸς, καθ’ ὃν καὶ
30τῆς ἀγωνίας ἀπαλλαγήσονται ταύτης· ὃ δὴ καὶ συν‐ έβη. Ὅτι γὰρ ἡμᾶς ἀπήλλαξε τῆς ἀγωνίας ταύτης, δηλοῦσι μὲν οἱ μάρτυρες, δηλοῖ δὲ πρὸ τῶν μαρτύρων ὁ Παῦλος. Ἤκουσας ἐν τῇ Παλαιᾷ τοῦ Ἀβραὰμ λέ‐ γοντος, ὅτι Σὲ μὲν περιποιήσονται, ἐμὲ δὲ ἀπο‐
35κτενοῦσιν; ἤκουσας τοῦ Ἰακὼβ λέγοντος· Ἐξελοῦ με, Κύριε, ἐκ χειρὸς Ἡσαῦ τοῦ ἀδελφοῦ μου, ὅτι φοβοῦμαι ἐγὼ αὐτόν; Εἶδες τὸν Ἠλίαν φεύγοντα γυναικὸς ἀπειλὴν διὰ τὸν θάνατον; Ἄκουσον πῶς ὁ Παῦλος περὶ τοῦ πρά‐
40γματος τούτου διάκειται, εἰ φοβερὸν αὐτὸν εἶναι νο‐ μίζει καθάπερ ἐκεῖνοι, εἰ λυπεῖται ἐπιόντος αὐτοῦ, καὶ δέδοικε. Τοὐναντίον μὲν οὖν, καὶ ποθεινὸν εἶναι νομίζει τὸ πρᾶγμα· διὰ τοῦτό φησιν· Τὸ ἀναλῦσαί με καὶ σὺν Χριστῷ εἶναι πολλῷ μᾶλλον κρεῖσ‐
45σον. Ἐκείνοις φοβερὸν, τούτῳ κρεῖσσον· ἐκείνοις ἀηδὲς, τούτῳ ἡδύ· καὶ μάλα εἰκότως· τὸ μὲν γὰρ πρότερον ὁ θάνατος εἰς τὸν ᾅδην κατῆγεν· νυνὶ δὲ ὁ θάνατος πρὸς τὸν Χριστὸν παραπέμπει. Διὰ τοῦτο ὁ μὲν Ἰακώβ φησι· Κατάξετε τὸ γῆράς μου μετὰ

50

.

633

(50)

λύπης εἰς ᾅδην· ὁ δὲ Παῦλος ἔλεγε· Τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναί με πολλῷ μᾶλλον κρεῖσσον. Ταῦτα δὲ ἔλεγεν οὐ καταγινώσκων τῆς παρούσης ζωῆς (μὴ γένοιτο· φυλαττώμεθα γὰρ μὴ δῶμεν χώραν ταῖς τῶν αἱρετικῶν λαβαῖς), οὐδὲ ὡς πονηρὰν φεύ‐
55γων αὐτὴν, ἀλλ’ ὡς κρείττονος τῆς μελλούσης ἐπι‐ θυμῶν. Οὐ γὰρ εἶπε τὸ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶ‐ ναι καλὸν ἁπλῶς, ἀλλὰ κρεῖσσον· τὸ δὲ κρεῖσσον καλοῦ τινος ἔσται κρεῖσσον. Ὥσπερ γὰρ ὅταν λέγῃ ὅτι Ὁ ἐκγαμίζων καλῶς ποιεῖ, ὁ δὲ μὴ ἐκγαμίζων
60κρεῖσσον ποιεῖ, καλὸν μὲν δείκνυσιν ὄντα τὸν γάμον,
κρείσσω δὲ τὴν παρθενίαν· οὕτω δὴ καὶ ἐνταῦθα· καλὴColumn end

50

.

634

μὲν ἡ παροῦσα ζωὴ, φησὶ, πολὺ δὲ βελτίων ἡ μέλλουσα. Πάλιν ἀλλαχοῦ τὰ αὐτὰ δὴ ταῦτα φιλοσοφῶν ἔλεγεν· Εἰ καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ, καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν, χαίρω καὶ συγχαίρω πᾶσιν
5ὑμῖν· τὸ δὲ αὐτὸ καὶ ὑμεῖς χαίρετε καὶ συγχαίρετε. Τί φῄς; ἀποθνήσκεις, Παῦλε, καὶ κοινωνοὺς καλεῖς τῆς ἡδονῆς τοὺς ἀνθρώπους; τί γέγονεν, εἰπέ μοι; Οὐκ ἀποθνήσκω, φησὶν, ἀλλ’ ἐπὶ τὴν μείζονα ἀναβαί‐ νω ζωήν. Καθάπερ οὖν ἄνθρωποι ἀρχὴν λαμβάνοντες
10πολλοὺς καλοῦσι τοὺς κοινωνήσοντας αὐτοῖς τῆς εὐ‐ φροσύνης, οὕτω καὶ Παῦλος ἐπὶ τὸν θάνατον ἰὼν, ἐκάλει τοὺς συνησθησομένους αὐτῷ. Ἀνάπαυσις γάρ ἐστιν ὁ θάνατος, καὶ πόνων ἀπαλλαγὴ, καὶ ἱδρώτων ἀντίδοσις, καὶ ἀμοιβὴ παλαισμάτων καὶ στέφανος.
15Διὰ τοῦτο παρὰ μὲν τὴν ἀρχὴν ἐπὶ τοῖς νεκροῖς κο‐ πετοί τινες ἐγίγνοντο καὶ θρῆνοι, νῦν δὲ ψαλμοὶ καὶ ὑμνῳδίαι. Ἔκλαυσαν γοῦν τὸν Ἰακὼβ τεσσαράκοντα ἡμέρας, ἔκλαυσαν καὶ τὸν Μωϋσῆν ἑτέρας τοσαύτας οἱ Ἰουδαῖοι, καὶ ἐκόψαντο, ἐπειδὴ θάνατος τότε ὁ
20θάνατος ἦν· νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ ὑμνῳδίαι καὶ εὐχαὶ καὶ ψαλμοὶ, δηλούντων ἁπάντων, ὅτι ἡδονὴν ἔχει τὸ πρᾶγμα· οἱ γὰρ ψαλμοὶ εὐθυμίας σύμ‐ βολον· Εὐθυμεῖ γάρ τις, φησὶν, ἐν ὑμῖν; ψαλλέτω. Ἐπεὶ οὖν εὐθυμίας ἐσμὲν πεπληρωμένοι, διὰ τοῦτο
25ψάλλομεν ἐπὶ τοῖς νεκροῖς ψαλμοὺς θαῤῥεῖν ὑπὲρ τῆς τελευτῆς παρακελευομένους. Ἐπίστρεψον γὰρ, φησὶ, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου, ὅτι Κύριος εὐηργέτησέ σε. Ὁρᾷς εὐεργεσίαν ὄντα τὸν θάνατον καὶ ἀνάπαυσιν; ὁ γὰρ εἰσελθὼν εἰς τὴν κατάπαυσιν
30ἐκείνην, κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός. δʹ. Καὶ περὶ μὲν τοῦ θανάτου τοσαῦτα· φέρε δὴ λοιπὸν ἐπὶ τὸ ἐγκώμιον τῶν μαρτύρων ἴωμεν, εἰ μὴ ἀπεκά‐ μετε πρὸς τὴν ἀκρόασιν· καὶ γὰρ καὶ ταῦτα ἀπὸ τοῦ
35τῶν μαρτύρων ἐγκωμίου τὴν ὑπόθεσιν ἔλαβε· μικρὸν δὲ ἀνωτέρω τὸν λόγον ἀγαγεῖν ἀναγκαῖον. Πόλεμος ἀνεῤῥιπίσθη ποτὲ κατὰ τῆς Ἐκκλησίας χαλεπὸς, πο‐ λέμων ἁπάντων βαρύτατος· διπλοῦς γὰρ οὗτος ὁ πό‐ λεμος ἦν· ὁ μὲν ἔσωθεν, ὁ δὲ ἔξωθεν· ὁ μὲν παρὰ τῶν
40οἰκείων, ὁ δὲ παρὰ τῶν πολεμίων· ὁ μὲν παρὰ τῶν ἀλ‐ λοτρίων, ὁ δὲ παρὰ τῶν γνωρίμων. Καίτοι εἰ καὶ ἁπλοῦς ὁ πόλεμος ἦν, ἀφόρητον ὑπῆρχε τὸ κακὸν, καὶ εἰ ἔξω‐ θεν προσέβαλλε μόνον, μέγα τῶν δεινῶν τὸ μέγεθος ἦν· νυνὶ δὲ διπλοῦς ἦν οὗτος, καὶ τοῦ παρὰ τῶν ἔξω‐
45θεν ὁ παρὰ τῶν οἰκείων χαλεπώτερος. Τὸν μὲν γὰρ ὡμολογημένον ἐχθρὸν ῥᾳδίως φυλάττεσθαι δυνατόν· ὁ δὲ φίλου μὲν ἔχων προσωπεῖον, τὰ δὲ ἐχθρῶν διατιθεὶς, δυσάλωτος τοῖς ἐπιβουλευομένοις ἐστί. Διπλοῦς τοίνυν τότε ὁ πόλεμος ἦν, ὁ μὲν ἐμφύλιος, ὁ δὲ παρὰ τῶν ἔξω‐

50

.

634

(50)

θεν ἐπιών· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἑκάτε‐ ρος ὁ πόλεμος ἐμφύλιος ἦν. Καὶ γὰρ οἱ ἔξωθεν προσ‐ βάλλοντες δικασταὶ καὶ ἄρχοντες καὶ στρατιῶται οὐκ ἀλλόφυλοί τινες ἦσαν, καὶ βάρβαροι, καὶ ἄλλης ἀρχῆς καὶ βασιλείας, ἀλλὰ τοῖς αὐτοῖς διοικούμενοι νόμοις,
55τὴν αὐτὴν πατρίδα οἰκοῦντες, τῆς αὐτῆς μετέχοντες πολιτείας. Ὁ μὲν οὖν ἐμφύλιος ἦν ὁ παρὰ τῶν δικα‐ στῶν, ὁ δὲ χαλεπώτερος ὁ παρὰ τῶν συγγενῶν, ὁ και‐ νὸς καὶ παράλογος καὶ πολλῆς γέμων ὠμότητος. Καὶ
γὰρ ἀδελφοὺς ἀδελφοὶ παρεδίδοσαν, καὶ πατέρες633

50

.

635

τέκνα, καὶ ἄνδρες γυναῖκας, καὶ πάντα τὰ τῆς συγγε‐ νείας ἐπατεῖτο δίκαια, καὶ πᾶσα ἡ οἰκουμένη ἀνάστα‐ τος ἦν, καὶ οὐδεὶς οὐδένα τότε ἐπεγίνωσκεν· ἐκράτει γὰρ ὁ διάβολος μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ἐν ἐκεί‐
5νῳ τοίνυν τῷ θορύβῳ καὶ τῷ πολέμῳ αἱ γυναῖκες αὗται, εἴ γε γυναῖκας αὐτὰς χρὴ καλεῖν· καὶ γὰρ ἐν γυναικείῳ σώματι ἀνδρῶν ἐπεδείξαντο φρόνημα, μᾶλλον δὲ οὐκ ἀνδρῶν ἐπεδείξαντο φρόνημα μόνον, ἀλλὰ καὶ αὐτὴν ὑπερέβησαν τὴν φύσιν, καὶ πρὸς τὰς
10ἀσωμάτους δυνάμεις τὴν ἅμιλλαν ἔθεντο· αὗται τοί‐ νυν αἱ γυναῖκες ἀφεῖσαι πόλιν καὶ οἰκίαν καὶ συγγε‐ νεῖς πρὸς τὴν ἀλλοτρίαν μετετάξαντο. Ὅταν γὰρ, φησὶν, ὁ Χριστὸς ἀτιμάζηται, μηδὲν ἡμῖν ἔστω τίμιον μηδὲ ἀναγκαῖον· διὰ τοῦτο πάντα ἀφεῖσαι ἐξῆλθον.
15Καὶ καθάπερ οἰκίας ἐν μέσῃ νυκτὶ πυρπολουμένης, οἱ καθεύδοντες ἔνδον, ἐπειδὰν αἴσθωνται τοῦ θορύ‐ βου, ταχέως ἐξαλλόμενοι τῆς κλίνης ἐκπηδῶσι τῶν προθύρων τῆς οἰκίας, οὐδὲν τῶν ἔνδον λαβόντες· ἓν γὰρ μόνον σπουδάζουσιν, ὅπως τὸ σῶμα τὸ ἑαυτῶν
20προεξαρπάσωσι τῆς φλογὸς, καὶ τὸν τοῦ πυρὸς φθάσωσι δρόμον μετὰ πολλῆς ἐπιόντα τῆς ταχύτητος· οὕτω δὴ καὶ αὗται ἐποίησαν. Ἰδοῦσαι γὰρ τὴν οἰκου‐ μένην ἅπασαν ἐμπυριζομένην, εὐθέως ἐξεπήδησαν, καὶ ἐξήλαντο τῶν προθύρων τῆς πόλεως, ἓν μόνον ζη‐
25τοῦσαι, τὴν σωτηρίαν τῆς ἑαυτῶν ψυχῆς παντὶ τρό‐ πῳ διαφυλάξαι. Καὶ γὰρ ἐμπρησμὸς τότε χαλεπὸς ἦν καὶ σκότος ἐκράτει βαθὺ, σκότος τοῦ νυκτερινοῦ τού‐ του ζοφωδέστερον· καὶ διὰ τοῦτο καθάπερ ἐν σκότῳ τοὺς φίλους ἠγνόουν οἱ φίλοι, καὶ ἄνδρες παρεδίδοσαν
30γυναῖκας· διὰ τοῦτο τοὺς μὲν ἐχθροὺς παρέτρεχον, τοῖς δὲ φίλοις καὶ τοῖς οἰκείοις προσεῤῥήγνυντο, καὶ νυκτομαχία τις ἦν χαλεπὴ, καὶ πολλοῦ θορύβου τὰ πράγματα ἔγεμε. Τότε τοίνυν ἐξῆλθον αὗται τὴν πατρίδα ἀφεῖσαι,
35καὶ τὸν πατριάρχην ζηλώσασαι τὸν Ἀβραὰμ, πρὸς ὃν εἴρητο· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου. Καὶ γὰρ καὶ ταύταις ὁ τοῦ διωγμοῦ καιρὸς ταῦτα παρῄνει, ἐξελθεῖν ἐκ τῆς γῆς καὶ ἐκ τῆς συγγενείας, ὥστε κληρονομῆσαι τὸν οὐρανόν. Ἐξῄει
40τοίνυν ἐκ τῆς οἰκίας ἡ γυνὴ δύο μεθ’ ἑαυτῆς ἔχουσα θυγατέρας. Σὺ δὲ μὴ παραδράμῃς ἁπλῶς ἀκούων, ὅτι ἐξῆλθον γυναῖκες ἐλευθερίως ἀνατραφεῖσαι, μη‐ δέποτε πεῖραν λαβοῦσαι τῶν δεινῶν τούτων, ἀλλὰ ἀναλόγισαι τῇ διανοίᾳ ὅσον ἦν τὸ κακὸν, ὅσην ἔχει
45τὸ πρᾶγμα δυσκολίαν. Εἰ γὰρ ἄνθρωποι σύμμετρον ἀποδημίαν στελλόμενοι, ὑποζυγίων εὐποροῦντες, δια‐ κόνους ἔχοντες, μετὰ ἀδείας ὁδεύοντες, κύριοι τῆς ἐπανόδου ὄντες, πολλῶν αἰσθάνονται τῶν μοχθηρῶν, πολλὴν ὑπομένουσι ταλαιπωρίαν· ὅπου γυνὴ, καὶ

50

.

635

(50)

παρθένοι, καὶ διακόνων ἐρημία, καὶ φίλων προδοσία, καὶ θόρυβος, καὶ ταραχὴ, καὶ φόβος ἀφόρητος, καὶ κίνδυνος ἐν αὐταῖς ποικίλος, καὶ περὶ ψυχῆς ὁ δρό‐ μος, καὶ παντάχοθεν οἱ πολέμιοι, ποῖος λόγος τὰ ἀγωνίσματα τῶν γυναικῶν παραστῆσαι δυνήσεται,
55τὴν ἀνδρείαν, τὴν μεγαλοψυχίαν, τὴν πίστιν; Εἰ γὰρ μόνη ἐξῆλθεν ἡ μήτηρ, οὐκ ἦν καὶ οὕτως ἀφόρητος ὁ ἀγών· νυνὶ δὲ καὶ τὰς θυγατέρας ἐπήγετο, καὶ ταύτας παρθένους· ὥστε διπλῆ ἡ ἀγωνία, καὶ πολλὴ τῆς φροντίδος ἡ προσθήκη· ὅσῳ γὰρ μέγα τὸ κτῆμα,
60τοσούτῳ δυσκολωτέρα ἡ φυλακή. Ἐξῄει τοίνυν παρ‐
θένους ἔχουσα, καὶ οὐκ ἔχουσα κατακρύψαι αὐτὰς ἐνColumn end

50

.

636

θαλάμοις· καίτοι ἴστε, ὅτι καὶ θάλαμοι καὶ γυναικω‐ νίτιδες, καὶ θύραι, καὶ μοχλοὶ, καὶ φύλακες, καὶ προφύλακες, καὶ θεραπαινίδες, καὶ τιθηνοὶ, καὶ μη‐ τρὸς προσεδρία, καὶ πατρὸς πρόνοια, καὶ πολλὴ παρὰ
5τῶν γονέων ἐπιμέλεια γίνεται, ὥστε διατηρηθῆναι τὸ τῆς παρθενίας ἄνθος, καὶ μόλις οὕτω διασώζεται· ἐκείνη δὲ πάσης ταύτης τῆς φυλακῆς ἔρημος ἦν· πῶς οὖν αὐτὰς διασῶσαι εἶχεν; Ἐκ τῆς τῶν θείων νόμων φυλακῆς. Οὐκ εἶχε στέγην περιβάλλουσαν, ἀλλ’ εἶχε
10τὴν κραταιὰν χεῖρα ἄνωθεν σκέπουσαν· οὐκ εἶχε θύ‐ ραν οὐδὲ μοχλὸν, ἀλλ’ εἶχε τὴν ἀληθινὴν θύραν ἀπο‐ τειχίζουσαν τὴν ἐπιβουλήν. Καὶ καθάπερ ἐν μέσοις τοῖς Σοδόμοις ἐπολιορκεῖτο μὲν ἡ τοῦ Λὼτ οἰκία, οὐ‐ δὲν δὲ ἔπασχε δεινόν· ἀγγέλους γὰρ εἶχεν ἔνδον· οὕτω
15δὴ καὶ αἱ μάρτυρες αὗται μεταξὺ Σοδόμων καὶ πάν‐ των τῶν πολεμίων οὖσαι, καὶ πολιορκούμεναι παντα‐ χόθεν, οὐδὲν ἔπασχον δεινόν· τὸν γὰρ τῶν ἀγ‐ γέλων Δεσπότην εἶχον ἐν ταῖς αὐτῶν οἰκοῦντα ψυ‐ χαῖς· καὶ εἰς τὴν ὁδὸν ἐλθοῦσαι τὴν ἔρημον οὐδὲν
20ἔπαθον· εἶχον γὰρ τὴν ἀληθινὴν ὁδὸν τὴν πρὸς οὐρα‐ νὸν αὐτὰς ἄγουσαν. Διὰ τοῦτο ἐν τοσούτῳ πολέμῳ, καὶ θορύβῳ, καὶ κύμασιν ἀπειλημμέναι μετὰ ἀσφα‐ λείας ἐβάδιζον· καὶ τὸ θαυμαστὸν, ὅτι διὰ τῶν λύκων τὰ πρόβατα ἤγετο, διὰ τῶν λεόντων αἱ ἀμνάδες ἐχώ‐
25ρουν, καὶ οὐδεὶς αὐτὰς εἶδεν ἀκολάστοις ὀφθαλμοῖς, ἀλλ’ ὥσπερ τοὺς Σοδομίτας ἐγγὺς τῆς θύρας ἐστηκό‐ τας οὐκ ἠφίει τὴν εἴσοδον ὁρᾷν ὁ Θεὸς, οὕτω καὶ τότε τὰς πάντων ἐτύφλωσεν ὄψεις, ὥστε μὴ προδοθῆναι τὰ παρθενικὰ σώματα.
30 εʹ. Πορεύονται τοίνυν εἰς πόλιν Ἔδεσσαν λεγομένην, πόλιν ἀγροικοτέραν μὲν τῶν πολλῶν, εὐσεβεστέραν δέ· τί γὰρ ἐκείνης τῆς πόλεως ἴσον εἶναι ἐνόμισαν ἐν τοσούτῳ κλυδωνίῳ καταφυγὴν εὑρεῖν, καὶ ἐν τοιούτῳ χειμῶνι λιμένα ἔχειν; Καὶ δέχεται ἡ πόλις τὰς ξέ‐
35νας, ξένας μὲν τῆς γῆς, πολίτιδας δὲ τῶν οὐρανῶν· καὶ δεξαμένη τὴν παρακαταθήκην ἐφύλαττεν. Ἀλλὰ μηδεὶς τῶν γυναικῶν ἀσθένειαν καταγιγνωσκέτω, ὅτι ἔφυγον· πρόσταγμα γὰρ ἐπλήρουν δεσποτικὸν τὸ λέ‐ γον· Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶν, ἐκ τῆς πό‐
40λεως ταύτης, φεύγετε εἰς τὴν ἑτέραν· ὅπερ καὶ αὗται ἀκούσασαι ἔφυγον, καὶ τέως εἷς αὐταῖς ἐπλέ‐ κετο στέφανος· ποῖος δὴ οὗτος; Ὁ τῆς τῶν παρόν‐ των ἁπάντων ὑπεροψίας. Ὅστις γὰρ ἀφῆκεν ἀδελ‐ φοὺς καὶ ἀδελφὰς, ἢ πατρίδα, ἢ οἰκίαν, ἢ φίλους,
45ἢ συγγενεῖς, ἑκατονταπλασίονα λήψεται, φησὶ, καὶ ζωὴν αἰώνιον κληρονομήσει. Καὶ ἦσαν ἐκεῖ τὸν Χριστὸν ἔχουσαι σύνοικον. Εἰ γὰρ ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, ἐν μέσῳ αὐτῶν ἐστιν, ὅπου οὐχὶ συνηγμέναι ἦσαν μόνον, ἀλλὰ καὶ διὰ τὸ ὄνομα

50

.

636

(50)

αὐτοῦ φεύγουσαι, πῶς οὐ μᾶλλον αὐτοῦ τὴν βοήθειαν ἐπεσπῶντο; Ἐκεῖ τοίνυν διατριβουσῶν τῶν γυναικῶν ἐξαίφνης ἐπιτάγματα πονηρὰ πανταχοῦ κατεπέμπετο πολλῆς γέμοντα τυραννίδος καὶ ὠμότητος βαρβαρι‐ κῆς· οἱ γὰρ οἰκεῖοι τοὺς οἰκείους παραδιδότωσαν,
55φησὶν, ἄνδρες τὰς γυναῖκας, πατέρες τὰ τέκνα, τέκνα
τοὺς πατέρας, ἀδελφοὶ τοὺς ἀδελφοὺς, φίλοι τοὺς φί‐635

50

.

637

λους. Σὺ δέ μοι τῶν ῥημάτων ἐνταῦθα ἀναμνήσθητι τοῦ Χριστοῦ, καὶ θαύμασον αὐτοῦ τὴν πρόῤῥησιν· ταῦτα γὰρ πάντα ἄνωθεν προύλεγε· φησὶ γάρ· Ἀδελ‐ φὸς ἀδελφὸν παραδώσει, καὶ πατὴρ τέκνον· καὶ
5ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς. Προύλεγε δὲ αὐτὰ τότε διὰ τρία ταῦτα· δι’ ἓν μὲν, ἵνα μάθωμεν αὐτοῦ τὴν δύναμιν, καὶ ὅτι ἀληθής ἐστι Θεὸς τὰ μη‐ δέπω συμβάντα προορῶν πόῤῥωθεν. Ὅτι γὰρ διὰ τοῦτο προύλεγε τὰ ἐσόμενα, ἄκουσον αὐτοῦ λέγοντος·
10Διὰ ταῦτα ὑμῖν εἶπον πρὶν ἢ γενέσθαι, ἵνα ὅταν γένηται πιστεύσητε, ὅτι ἐγώ εἰμι. Δεύτερον δὲ, ἵνα μηδεὶς τῶν ἐχθρῶν λέγῃ, ὅτι ἀγνοοῦντος αὐτοῦ ἢ ἀσθε‐ νοῦντος ταῦτα γίνεται· ὁ γὰρ ἄνωθεν προϊδὼν ἠδύνα‐ το καὶ κωλῦσαι· οὐκ ἐκώλυσε δὲ, ἵνα λαμπρότεροι γέ‐
15νωνται οἱ στέφανοι. Διὰ τοῦτο ταῦτα προύλεγε, καὶ δι’ ἕτερον δὲ τρίτον προεῖπε. Ποῖον δὴ τοῦτο; Ἵνα κουφότερον ποιήσῃ τὸν ἀγῶνα τοῖς ἐν τῷ σκάμματι· τὰ μὲν γὰρ ἀπροσδόκητα δεινὰ, ὁποῖα ἂν ᾖ, χαλεπὰ καὶ ἀφόρητα φαίνεται, τὰ δὲ ἐλπισθέντα καὶ προμελετη‐
20θέντα κοῦφα καὶ ῥᾴδια γίνεται. Τότε τοίνυν ταῦτα ἐπιτάττοντες οἱ ἐχθροὶ καὶ τὴν ὠμότητα ἐπεδείκνυντο τὴν ἑαυτῶν, καὶ ἄκοντες ἐμαρτύρουν τῇ τοῦ Χριστοῦ προφητείᾳ, καὶ ἀδελφοὶ παρεδίδοσαν ἀδελφοὺς, καὶ πατέρες τέκνα, καὶ αὐτὴ ἑαυτὴν ἐπολέμει ἡ φύσις,
25καὶ ἐσχίζετο καθ’ ἑαυτῆς ἡ συγγένεια, καὶ πάντες ἐκ βάθρων ἀνετρέποντο οἱ νόμοι, καὶ πάντα θορύβου τινὸς ἔγεμε καὶ ταραχῆς, καὶ αἱμάτων τὰς οἰκίας ἐνέπλησαν συγγενικῶν οἱ δαίμονες τότε. Ὁ γὰρ πα‐ ραδοὺς πατὴρ τὸν υἱὸν πάντως καὶ ἔσφαξε· κἂν γὰρ
30μὴ τὸ ξίφος ὠθήσῃ, μηδὲ τῇ δεξιᾷ τὴν σφαγὴν ἐργά‐ σηται, ἀλλὰ τῇ γνώμῃ τὸ πᾶν ἀπήρτισε· καὶ γὰρ ὁ τῷ φονεύοντι παραδοὺς τὸν φονεύεσθαι μέλλοντα, αὐτὸς τὸν φόνον εἰργάσατο. Ποιήσωμεν οὖν αὐτοὺς, φησὶ, παιδοκτόνους, οἱ δαίμονες ἔλεγον, ποιήσωμεν
35τοὺς παῖδας πατραλοίας διὰ τῆς προδοσίας· καὶ γὰρ ἐθύοντο αὐτοῖς θυσίαι τοιαῦται τὸ παλαιὸν, καὶ πατέ‐ ρες ἔσφαττον τέκνα. Καὶ ταῦτα ὁ προφήτης ἐβόα λέγων· Ἔθυσαν τοὺς υἱοὺς αὐτῶν, καὶ τὰς θυγα‐ τέρας αὐτῶν τοῖς δαιμονίοις, καὶ τοιούτων ἐδίψων
40αἱμάτων. Ἐπειδὴ οὖν ἔπαυσε τὰς ἐναγεῖς ταύτας καὶ μυσα‐ ρὰς θυσίας ὁ Χριστὸς, ἀνανεώσασθαι πάλιν αὐτὰς ἐφιλονείκουν, ἀλλὰ ἀναισχύντως μὲν εἰπεῖν καὶ φα‐ νερῶς, ὅτι σφάξατε τοὺς υἱοὺς ὑμῶν, οὐκ ἐτόλμων·
45οὐδεὶς γὰρ ἔμελλεν ὑπακούσεσθαι· μεθοδεύουσι δὲ ἑτέρως τὸ πρόσταγμα καὶ σοφίζονται τὸν νόμον, διὰ τῶν δικαστῶν κελεύσαντες πατέρας προδιδόναι παῖ‐ δας· οὐδὲν γὰρ ἡμῖν διαφέρει, φησὶν, ἄν τε σφάξῃ τις, ἄν τε παραδῷ πρὸς σφαγὴν τὸν υἱόν· καὶ γὰρ

50

.

637

(50)

οὗτος κἀκεῖνος παιδοκτόνος ἐστίν. Ἦν τοίνυν ἰδεῖν πατραλοίας, παιδοκτόνους, ἀδελφοκτόνους. θορύβου καὶ ταραχῆς πάντα ἐμπεπλησμένα· ἀλλ’ αἱ γυναῖκες γαλήνης βαθείας ἀπήλαυον. Ἐτείχιζε γὰρ αὐτὰς πάν‐ τοθεν ἡ τῶν μελλόντων ἐλπὶς, ἐπεὶ καὶ ἐν ξένῃ οὖσαι
55οὐκ ἦσαν ἐν ξένῃ· εἶχον γὰρ ἀληθινὴν πατρίδα τὴν πίστιν, εἶχον οἰκείαν πόλιν τὴν ὁμολογίαν, καὶ ἐλπίσι συντρεφόμεναι χρησταῖς οὐδενὸς ᾐσθάνοντο τῶν παρ‐ όντων· τὰ γὰρ μέλλοντα μόνον ἑώρων. Τῶν δὴ πρα‐ γμάτων ἐν τούτοις ὄντων, ἐφίσταται ὁ πατὴρ ἐν ἐκείνῃ
60τῇ πόλει στρατιώτας ἔχων πρὸς τὴν σύλληψιν τῆς θήρας· ἐφίσταται ὁ πατὴρ καὶ ἀνὴρ, πατὴρ μὲν τῶν
θυγατέρων, ἀνὴρ δὲ τῆς γυναικὸς, εἴ γε πατέρα ἢColumn end

50

.

638

ἄνδρα τὸν τὰ τοιαῦτα διακονούμενον χρὴ καλεῖν. Μᾶλλον δὲ φεισώμεθα αὐτοῦ καθόσον οἷόν τε· καὶ γὰρ πατὴρ ἐγένετο μαρτύρων, καὶ ἀνὴρ μάρτυρος· μὴ δὴ χαλεπώτερον αὐτοῦ ποιήσωμεν τὸ τραῦμα ταῖς
5παρ’ ἑαυτῶν κατηγορίαις. ϛʹ. Σὺ δέ μοι σκόπει τὴν σύνεσιν τῶν γυναικῶν καὶ γὰρ ὅτε φυγεῖν ἔδει, ἔφυγον, καὶ ὅτε εἰς τοὺς ἀγῶ‐ νας ἐμβῆναι ἐχρῆν, ἔστησαν, καὶ ἠκολούθουν δεδεμέ‐ ναι τῷ τοῦ Χριστοῦ πόθῳ· ὥσπερ γὰρ οὐ δεῖ πειρα‐
10σμοὺς ἐπισπᾶσθαι, οὕτως, ὅταν ἐπιστῶσιν, ἀγωνίζε‐ σθαι χρὴ, ἵνα καὶ ἐκεῖθεν τὴν ἐπιείκειαν, καὶ ἐντεῦθεν τὴν ἀνδρείαν ἐπιδειξώμεθα· ὃ δὴ καὶ ἐκεῖ‐ ναι τότε ἐποίουν· καὶ ἐπανῄεσαν, καὶ ἠγωνίζοντο. Καὶ γὰρ ἠνεῴγει τὸ στάδιον, καὶ ὁ καιρὸς ἐκάλει
15πρὸς τὰ παλαίσματα· ὁ δὲ τῶν ἀγώνων τρόπος τοιόσδε ἐγένετο. Ἦλθον εἰς πόλιν Ἱεράπολιν καλουμένην, κἀκεῖθεν ἀληθῶς εἰς τὴν ἱερὰν πόλιν ἀνέδραμον διὰ τοιαύτης μηχανῆς. Ποταμὸς παρέῤῥει τὴν ὁδὸν ἐκείνην, καθ’
20ἣν ἐπανῄεσαν, καὶ λαθοῦσαι τοὺς στρατιώτας ἀριστο‐ ποιουμένους καὶ μεθύοντας· τινὲς δέ φασιν, ὅτι καὶ τὸν πατέρα λαβοῦσαι συνεργὸν πρὸς τὸ τοὺς στρατιώ‐ τας ἀπατῆσαι, καὶ πείθομαι· τάχα γὰρ διὰ τοῦτο ταῦτα ἔπραξεν, ἵνα τινὰ ἀπολογίαν μικρὰν γοῦν διὰ
25τῆς προδοσίας ταύτης δυνηθῇ προαποθέσθαι ἑαυτῷ εἰς τὴν ἡμέραν τῆς κρίσεως, τὸ συμπρᾶξαι, καὶ βοη‐ θῆσαι, καὶ εὐκολώτερον ποιῆσαι τὸν ἐπὶ τὸ μαρτύριον δρόμον· λαβοῦσαι τοίνυν αὐτὸν συνεργὸν, καὶ δι’ ἐκεί‐ νου δυνηθεῖσαι παρακρούσασθαι τοὺς στρατιώτας,
30εἰσῆλθον εἰς τὸν ποταμὸν μέσον, καὶ ἀφῆκαν ἑαυτὰς κατὰ τῶν ῥευμάτων ἐκείνων. Εἰσῆλθε μήτηρ μετὰ δύο θυγατέρων ἀκουέτωσαν καὶ μητέρες καὶ παρθέ‐ νοι, καὶ αἱ μὲν οὕτω πειθέσθωσαν μητράσιν, αἱ δὲ οὕτω παιδευέτωσαν θυγατέρας, οὕτω φιλείτωσαν τὰ
35παιδία· εἰσῆλθε τοίνυν μέση ἡ μήτηρ, ἑκατέρωθεν κατέχουσα τὰς θυγατέρας, ἡ τὸν ἄνδρα ἔχουσα μέσον τῶν ἀπειρογάμων, καὶ ἦν τῆς παρθενίας μέσος ὁ γά‐ μος, καὶ μέσος αὐτῶν ὁ Χριστός. Καθάπερ οὖν ῥίζα δένδρου δύο βλαστοὺς ἔχουσα ἑκατέρωθεν ἑστῶτας,
40οὕτω καὶ ἡ μακαρία τότε ἐκείνη ἑκατέρωθεν αὐτῆς ἔχουσα τὰς παρθένους εἰσῄει, καὶ κατὰ τῶν ὑδάτων αὐτὰς ἠφίει, καὶ ἀπεπνίγοντο οὕτω· μᾶλλον δὲ οὐκ ἀπεπνίγοντο, ἀλλ’ ἐβαπτίζοντο βάπτισμα καινὸν καὶ παράδοξον. Καὶ εἰ βούλει μαθεῖν, ὅτι βάπτισμα ἦν
45σαφὲς τὸ τότε γενόμενον, ἄκουσον πῶς ὁ Χριστὸς τὸν θάνατον τὸν ἑαυτοῦ βάπτισμα καλεῖ. Τοῖς γὰρ τοῦ Ζεβεδαίου παισὶ διαλεγόμενος, Τὸ μὲν ποτήριόν μου πίεσθε, φησὶ, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Ποῖον δὲ βάπτισμα ἐβαπτίσθη ὁ

50

.

638

(50)

Χριστὸς μετὰ τὸ Ἰωάννου βάπτισμα, ἀλλ’ ἢ τὸν θά‐ νατον καὶ τὸν σταυρόν; Ὥσπερ οὖν Ἰάκωβος οὐχὶ σταυρωθεὶς, ἀλλὰ μαχαίρᾳ τὴν κεφαλὴν ἀποθέμενος τὸ βάπτισμα ἐβαπτίσθη τοῦ Χριστοῦ, οὕτω καὶ αὗται, εἰ καὶ μὴ ἐσταυρώθησαν, ἀλλὰ δι’ ὕδατος τελειωθεῖ‐
55σαι τὸ βάπτισμα ἐβαπτίσθησαν τοῦ Χριστοῦ· ἐβάπτι‐
σε δὲ αὐτὰς ἡ μήτηρ. Τί λέγεις; γυνὴ βαπτίζει;637

50

.

639

Ναὶ, τὰ τοιαῦτα βαπτίσματα καὶ γυναῖκες βαπτί‐ ζουσι, καθάπερ οὖν καὶ ἐκείνη τότε καὶ ἐβάπτισε, καὶ ἱέρεια γέγονε· καὶ γὰρ θύματα προσήγαγε λογι‐ κὰ, καὶ χειροτονία αὐτῇ ἡ προαίρεσις γέγονε· καὶ τὸ
5δὴ θαυμαστὸν, ὅτι οὐκ ἐδεήθη θυσιαστηρίου θύουσα, οὐδὲ ξύλων, οὐδὲ πυρὸς, οὐδὲ μαχαίρας· πάντα γὰρ ἐγένετο ὁ ποταμὸς, καὶ θυσιαστήριον, καὶ ξύλα, καὶ μάχαιρα, καὶ πῦρ, καὶ θυσία, καὶ βάπτισμα, βάπτι‐ σμα πολλῷ τούτου τοῦ βαπτίσματος σαφέστερον.
10Περὶ μὲν γὰρ τούτου φησὶ Παῦλος· Σύμφυτοι γε‐ γόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ· περὶ δὲ τοῦ βαπτίσματος τῶν μαρτύρων οὐκ ἔτι τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ λέγει, ἀλλ’ ὅτι συμμορ‐ φούμεθα τῷ θανάτῳ αὐτοῦ. Εἰσῆγε τοίνυν τὰς θυγα‐
15τέρας ἡ μήτηρ, οὐχ ὡς εἰς ποταμὸν μέλλουσα εἰσ‐ άγειν, ἀλλ’ ὥσπερ εἰς τὰς ἱερὰς αὐτὰς παστάδας χει‐ ραγωγοῦσα· εἰσῆγεν ἑκατέρωθεν κατέχουσα καὶ λέ‐ γουσα· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἃ ἐμοὶ ἔδωκεν ὁ Θεός· σύ μοι αὐτὰ ἔδωκας, σοὶ αὐτὰ παρακατατίθεμαι, τὰ
20ἐμαυτῆς καὶ ἐμαυτήν. Καὶ οὕτω διπλοῦν ἐγένετο τὸ τῆς γυναικὸς μαρτύριον, μᾶλλον δὲ τριπλοῦν· διὰ μὲν γὰρ ἑαυτῆς ἅπαξ, διὰ δὲ τῶν δύο θυγατέρων δὶς ἐμαρτύρησε· καὶ ὥσπερ ἡνίκα ἑαυτὴν ἀφιέναι ἔμελλε, πολλῆς αὐτῇ τῆς ὑπομονῆς ἔδει, οὕτω καὶ ὅτε τὰ παι‐
25δία μεθ’ ἑαυτῆς εἷλκεν. ἑτέρας τοσαύτης ἔχρῃζεν ὑπομονῆς, μᾶλλον δὲ πολλῷ πλείονος· οὐ γὰρ οὕτως αἱ γυναῖκες ἀλγεῖν εἰώθασιν, ἐπειδὰν αὐταὶ μέλλωσι τελευτᾷν, ὡς ὅταν αἱ θυγατέρες αὐτῶν τοῦτο πάσχω‐ σιν. Ὥστε μειζόνως διὰ τῶν θυγατέρων ἐμαρτύρησεν
30αὕτη, καὶ πρὸς αὐτὴν ἀπεδύσατο τῆς φύσεως τὴν τυ‐ ραννίδα, καὶ πρὸς τὴν φλόγα τῶν ὠδίνων ἔστη, καὶ πρὸς τὴν ἀφόρητον τῶν σπλάγχνων ταραχὴν, καὶ πρὸς τὸν τῆς μήτρας θόρυβον. Εἰ γὰρ θυγατέρα μίαν τις ἀποθνήσκουσαν ὁρῶσα ἀβίωτον ἡγεῖται τὸν βίον,
35αὕτη τὰς δύο θυγατέρας ἀθρόον [αὐτῇ] οὐχὶ ὁρῶσα ἀποθνησκούσας, ἀλλὰ διὰ τῆς οἰκείας χειρὸς πρὸς τὸν θάνατον ἕλκουσα, ἐννόησον ὅσα ἐπεδείκνυτο τὰ μαρ‐ τύρια, ὃ μηδὲ ἀκοῦσαι ἑτέροις φορητὸν, διὰ τῶν πρα‐ γμάτων ὑπομείνασα ἐκείνη. Οἱ μὲν οὖν στρατιῶται
40τούτων οὐδὲν εἰδότες ἔμενον ὡς ληψόμενοι πάλιν αὐ‐ τὰς, ἐκεῖναι δὲ ἦσαν μετὰ τῶν τοῦ Χριστοῦ στρατιω‐ τῶν λοιπὸν τῶν οὐρανίων ἀγγέλων· οἱ δὲ τηροῦντες οὐκ εἶδον· οὐ γὰρ εἶχον τοὺς τῆς πίστεως ὀφθαλμούς. Ὁ μὲν οὖν Παῦλός φησι περὶ τῆς μητρὸς, ὅτι Σωθή‐
45σεται διὰ τῆς τεκνογονίας· ἐνταῦθα δὲ αἱ θυγατέ‐ ρες διὰ τῆς μητρὸς διεσώθησαν. Οὕτως ὠδίνειν χρὴ τὰς μητέρας. Καὶ γὰρ αὗται αἱ ὠδῖνες τῶν προτέρων βελτίους, πικροτέραν μὲν ὀδύνην, μεῖζον δὲ ἔχουσαι κέρδος. Ἐκείνων ἴσασι τῶν ὠδίνων, ὅσαι μητέρες ἐγέ‐

50

.

639

(50)

νοντο, οἷαι αἱ ὠδῖνες θυγατέρας ἰδεῖν ἀποθνησκού‐ σας· τὸ δὲ καὶ αὐτὴν αὐτόχειρα γενέσθαι τῆς σφα‐ γῆς, ἄφατον ἔχει τὴν ὑπερβολήν. ζʹ. Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἦλθεν εἰς τὸ δικαστήριον ἡ γυνή; Πρὸ τῆς μάχης ἐβουλήθη τὸ τρόπαιον λαβεῖν,
55πρὸ τῶν ἀγώνων τὸν στέφανον ἁρπάσαι, πρὸ τῶν παλαισμάτων δέξασθαι τὰ βραβεῖα, οὐ βασάνους δε‐ δοικυῖα, ἀλλὰ τοὺς ἀκολάστους τῶν ἀπίστων ὀφθαλ‐ μούς· οὐκ ἐφοβεῖτο, μή τις αὐτῇ διορύξῃ τὰς πλευ‐ ρὰς, ἀλλ’ ἐδεδοίκει, μή τις τῶν θυγατέρων διαφθείρῃ
60τὴν παρθενίαν. Καὶ ὅτι τοῦτον ἐδεδοίκει τὸν φόβον, οὐκ ἐκεῖνον, καὶ διὰ τοῦτο οὐκ ἦλθεν εἰς τὸ δικαστή‐
ριον, δῆλον ἐκεῖθεν. Πολλῷ μείζους βασάνους ὑπέμει‐Column end

50

.

640

νεν ἐν τῷ ποταμῷ· καὶ γὰρ τοῦ σάρκα καταξαινο‐ μένην ὁρᾷν πολλῷ χαλεπώτερον καὶ ὀδυνηρότερον, καθάπερ ἔφθην εἰπὼν, τὰ οἰκεῖα σπλάγχνα, τὰς θυ‐ γατέρας λέγω, διὰ τῆς οἰκείας καταδῦσαι χειρὸς,
5καὶ ἀποπνιγομένας ἰδεῖν, καὶ τοῦ τὰς βασάνους ἐνεγ‐ κεῖν πολλῷ μείζονος ἔδει τῆς φιλοσοφίας αὐτῇ, ὥστε δυνηθῆναι κατασχεῖν τὰς δεξιὰς τῶν παιδίων, καὶ συνεφελκύσασθαι μεθ’ ἑαυτῆς πρὸς τὰ ῥεύματα τοῦ ποταμοῦ. Οὐδὲ γὰρ ἴσον εἰς ὀδύνης λόγον ὑφ’ ἑτέρων
10κακῶς πασχούσας ὁρᾷν, καὶ αὐτὴν διακονεῖσθαι τῷ θανάτῳ, αὐτὴν ὑπουργὸν γενέσθαι τῆς τελευ‐ τῆς, αὐτὴν ἀντὶ δημίου καταστῆναι ταῖς θυγατράσιν· ἀλλὰ πολλῷ τοῦτο ἐκείνου χαλεπώτερον καὶ ἀφορητό‐ τερον. Καὶ μαρτυρήσετέ μου τῷ λόγῳ πᾶσαι ὅσαι
15μητέρες ἐγένεσθε, καὶ πεῖραν ὠδίνων ἐλάβετε, καὶ θυγατέρας ἐσχήκατε. Πῶς ἥψατο τῆς δεξιᾶς τῶν παι‐ δίων; πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐλύθη τὰ νεῦρα; πῶς οὐκ ἐξέστησαν αἱ φρένες; πῶς ἴσχυσεν ὁ λογισμὸς ὑπηρετήσασθαι τοῖς γινομένοις; Καὶ γὰρ
20μυρίων βασάνων πικρότερα ἦν τὰ γινόμενα, ἀντὶ τοῦ σώματος τῆς ψυχῆς αὐτῇ διαξαινομένης. Ἀλλὰ μέχρι τίνος φιλονεικοῦμεν διώκειν ἀκίχητα; οὐδεὶς γὰρ πα‐ ραστῆσαι δυνήσεται λόγος τοῦ πάθους τὸ μέγεθος, ἀλλὰ μόνη ἡ πεῖραν λαβοῦσα καὶ ἀγωνισαμένη γυνὴ
25οἶδεν, ὁποῖα ταῦτά ἐστι τὰ παλαίσματα. Ταῦτα ἀκουέ‐ τωσαν μητέρες, ἀκουέτωσαν παρθένοι, μητέρες μὲν ἵνα οὕτω παιδεύωσι τὰς θυγατέρας, παρθένοι δὲ ἵνα οὕτω πείθωνται ταῖς μητράσιν. Οὐ γὰρ δὴ μόνον τὴν μητέρα ἐπαινεῖν χρὴ τὴν τοιαῦτα ἐπιτάξασαν, ἀλλὰ
30καὶ τὰς θυγατέρας θαυμάζειν, αἳ τὰ τοιαῦτα ὑπήκου‐ σαν· οὔτε γὰρ ἡ μήτηρ ἐδεήθη δεσμῶν πρὸς τὰ ἱε‐ ρεῖα καὶ τὰ θύματα, οὔτε αἱ δαμάλεις ἐσκίρτησαν, ἀλλ’ ἴσῃ τῇ προθυμίᾳ καὶ ψυχῇ τὸν ζυγὸν ἕλκουσαι τοῦ μαρτυρίου, οὕτως εἰσῄεσαν εἰς τὸν ποταμὸν τὰ
35ὑποδήματα ἔξω τῆς ὄχθης ἀφεῖσαι· τοῦτο δὲ ἐποίουν, φειδόμεναι τῶν φυλάκων· τοσαύτη ἡ πρόνοια τῶν ἁγίων ἐκείνων ἦν. Καταλιπεῖν· γὰρ αὐτοῖς ἀπολογίαν ἐσπούδαζον εἰς τὸ δικαστήριον, ἵνα μὴ ὁ ὠμὸς καὶ ἀπηνὴς δικαστὴς ἐκεῖνος ἐγκαλεῖν ἔχῃ προδοσίαν,
40καὶ ὅτι λαβόντες ἀργύριον τὰς γυναῖκας ἀφῆκαν· διὰ τοῦτο κατέλιπον τὰ ὑποδήματα τῇ γνώμῃ μαρτυ‐ ροῦντα τῶν στρατιωτῶν, ὅτι οὐκ εἰδότων αὐτῶν, ἀλλ’ ἀγνοούντων πρὸς τὸν ποταμὸν ηὐτομόλησαν. Τάχα πολὺς ὑμῖν ἐγένετο πόθος τῶν ἁγίων ἐκείνων· μετὰ
45τούτου τοίνυν τοῦ πυρὸς προσπέσωμεν αὐτῶν τοῖς λειψάνοις· συμπλακῶμεν αὐτῶν ταῖς θήκαις· δύναν‐ ται γὰρ καὶ θῆκαι μαρτύρων πολλὴν ἔχειν δύναμιν, ὥσπερ οὖν καὶ τὰ ὀστᾶ τῶν μαρτύρων πολλὴν ἔχει τὴν ἰσχύν. Καὶ μὴ μόνον ἐν τῇ ἡμέρᾳ τῆς ἑορτῆς

50

.

640

(50)

ταύτης, ἀλλὰ καὶ ἐν ἑτέραις ἡμέραις προσεδρεύωμεν αὐταῖς, παρακαλῶμεν αὐτὰς, ἀξιῶμεν γενέσθαι προ‐ στάτιδας ἡμῶν· πολλὴν γὰρ ἔχουσι παῤῥησίαν οὐχὶ ζῶσαι μόνον, ἀλλὰ καὶ τελευτήσασαι· καὶ πολλῷ μᾶλ‐ λον τελευτήσασαι. Νῦν γὰρ τὰ στίγματα φέρουσι τοῦ
55Χριστοῦ· τὰ δὲ στίγματα ἐπιδεικνύμεναι ταῦτα, πάν‐ τα δύνανται πεῖσαι τὸν βασιλέα. Ἐπεὶ οὖν τοσαύτη ἡ δύναμις αὐταῖς καὶ ἡ φιλία πρὸς τὸν Θεὸν, τῇ συν‐ εχεῖ προσεδρίᾳ καὶ τῇ διηνεκεῖ πρὸς αὐτὰς ἀφίξει καταστήσαντες ἑαυτοὺς οἰκείους αὐτῶν, ἐπισπασώ‐
60μεθα δι’ αὐτῶν τὴν παρὰ τοῦ Θεοῦ φιλανθρωπίαν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλαν‐ θρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ,
καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.639